TLG 2017 041 :: GREGORIUS NYSSENUS :: Vita sanctae Macrinae

GREGORIUS NYSSENUS Theol.
(Nyssenus: A.D. 4)

Vita sanctae Macrinae

Source: Maraval, P. (ed.), Grégoire de Nysse. Vie de sainte Macrine [Sources chrétiennes 178] Paris: Cerf, 1971: 136–266.

Citation: Section — (line)

t

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΕΠΙΣΤΟΛΗ ΕΙΣ ΤΟΝ ΒΙΟΝ ΤΗΣ ΟΣΙΑΣ ΜΑΚΡΙΝΗΣ

1

Τὸ μὲν εἶδος τοῦ βιβλίου ὅσον ἐν τῷ τῆς προγραφῆς τύπῳ ἐπιστολὴ εἶναι δοκεῖ, τὸ δὲ πλῆθος ὑπὲρ τὸν ἐπιστο‐ λιμαῖον ὅρον ἐστὶν εἰς συγγραφικὴν μακρηγορίαν παρα‐ τεινόμενον· ἀλλ’ ἀπολογεῖται ὑπὲρ ἡμῶν ἡ ὑπόθεσις, ἧς
5ἕνεκεν γράψαι διεκελεύσω, πλείων οὖσα ἢ κατ’ ἐπιστολῆς συμμετρίαν. Πάντως δὲ οὐκ ἀμνημονεῖς τῆς συντυχίας, ὅτε κατ’ εὐχὴν Ἱεροσολύμοις ἐπιφοιτᾶν μέλλων, ἐφ’ ᾧ τε τὰ σημεῖα τῆς τοῦ κυρίου διὰ σαρκὸς ἐπιδημίας ἐν τοῖς τόποις ἰδεῖν, συνέδραμόν σοι κατὰ τὴν Ἀντιόχου136
10πόλιν καὶ παντοίων ἀνακινουμένων ἡμῖν λόγων (οὐδὲ γὰρ εἰκὸς ἦν ἐν σιωπῇ τὴν συντυχίαν εἶναι, πολλὰς τῷ λόγῳ τὰς ἀφορμὰς τῆς σῆς συνέσεως ὑποβαλλούσης), οἷα δὴ
φιλεῖ πολλάκις ἐν τούτοις γίνεσθαι, εἰς μνήμην βίου τινὸς εὐδοκίμου προῆλθε ῥέων ὁ λόγος. Γυνὴ δὲ ἦν ἡ τοῦ διη‐138
15γήματος ἀφορμή, εἴπερ γυνή· οὐκ οἶδα γὰρ εἰ πρέπον ἐστὶν ἐκ τῆς φύσεως αὐτὴν ὀνομάζειν τὴν ἄνω γενομένην τῆς φύσεως. Τὸ δὲ διήγημα ἡμῖν οὐκ ἐξ ἀκοῆς ἑτέρων διηγημάτων τὸ πιστὸν εἶχεν, ἀλλ’ ὧν ἡ πεῖρα διδάσκαλος ἦν, ταῦτα δι’ ἀκριβείας ἐπεξῄει ὁ λόγος, εἰς οὐδὲν ἀκοὴν
20ἀλλοτρίαν ἐπιμαρτυρόμενος· οὐδὲ γὰρ ξένη τοῦ γένους ἡμῶν ἡ μνημονευθεῖσα παρθένος, ὡς ἀνάγκην εἶναι δι’ ἑτέρων γινώσκειν τὰ κατ’ ἐκείνην θαύματα, ἀλλ’ ἐκ τῶν αὐτῶν ἡμῖν γονέων, ὥσπερ τις ἀπαρχὴ καρπῶν πρώτη τῆς μητρῴας νηδύος ἀναβλαστήσασα. Ἐπεὶ οὖν ἐδοκίμασας
25φέρειν τι κέρδος τὴν τῶν ἀγαθῶν ἱστορίαν, ὡς ἂν μὴ
λάθοι τὸν μετὰ ταῦτα χρόνον ὁ τοιοῦτος βίος μηδὲ ἀνω‐ φελὴς παραδράμοι διὰ σιωπῆς συγκαλυφθεῖσα ἡ πρὸς τὸν ἀκρότατον τῆς ἀνθρωπίνης ἀρετῆς ὅρον ἑαυτὴν διὰ φιλο‐ σοφίας ἐπάρασα, καλῶς ἔχειν ᾠήθην σοί τε πεισθῆναι140
30καὶ δι’ ὀλίγων, ὡς ἂν οἷός τε ὦ, τὰ κατ’ αὐτὴν ἱστορῆσαι ἐν ἀκατασκεύῳ τε καὶ ἁπλῷ διηγήματι.

2

Μακρίνα ἦν ὄνομα τῇ παρθένῳ, εὐδόκιμος δέ τις πάλαι κατὰ τὸ γένος ἦν ἡ Μακρίνα, μήτηρ τοῦ πατρὸς
ἡμῶν γεγενημένη, ταῖς ὑπὲρ Χριστοῦ ὁμολογίαις τῷ και‐ ρῷ τῶν διωγμῶν ἐναθλήσασα, ᾗ ἐπωνομάσθη παρὰ τῶν142
5γονέων ἡ παῖς. Ἀλλὰ τοῦτο μὲν ἦν ἐν φανερῷ τὸ ὄνομα τὸ παρὰ τῶν γινωσκόντων ὀνομαζόμενον, ἕτερον δὲ κατὰ τὸ λεληθὸς αὐτῇ ἐπεκέκλητο, ὃ πρὶν παρελθεῖν διὰ τῶν ὠδίνων εἰς φῶς ἔκ τινος ἐπιφανείας ἐπωνομάσθη. Ἦν γὰρ δὴ τοιαύτη κατ’ ἀρετὴν καὶ ἡ μήτηρ ὡς πανταχοῦ τῷ θείῳ βουλήματι
10χειραγωγεῖσθαι, διαφερόντως δὲ τὴν καθαράν τε καὶ ἀκηλί‐ δωτον τοῦ βίου διαγωγὴν ἀσπασαμένη, ὡς μηδὲ τὸν γάμον ἑκουσίως ἑλέσθαι. Ἀλλ’ ἐπειδὴ ὀρφανὴ μὲν ἐξ ἀμφοτέ‐ ρων ἦν, ὑπερήνθει δὲ τῇ ὥρᾳ τοῦ σώματος καὶ πολλοὺς ἡ φήμη τῆς εὐμορφίας πρὸς τὴν μνηστείαν συνήγειρε,
15κίνδυνος δὲ ἦν, εἰ μὴ κατὰ τὸ ἑκούσιόν τινι συναρ‐ μοσθείη, παθεῖν τι τῶν ἀβουλήτων ἐξ ἐπηρείας, πρὸς ἁρπαγὰς παρεσκευασμένων τῶν ἐπιμεμηνότων τῷ κάλλει· διὰ τοῦτο ἑλομένη τὸν ἐπὶ σεμνότητι βίου γνωριζόμενόν τε καὶ μαρτυρούμενον, ὥστε φύλακα κτήσασθαι τῆς ἰδίας
20ζωῆς, εὐθὺς ἐν ταῖς πρώταις ὠδῖσι ταύτης γίνεται μήτηρ. Καὶ ἐπειδὴ παρῆν ὁ καιρός, καθ’ ὃν ἔδει λυθῆναι τὴν ὠδῖνα
τῷ τόκῳ, εἰς ὕπνον καταπεσοῦσα φέρειν ἐδόκει διὰ χειρὸς τὸ ἔτι ὑπὸ τῶν σπλάγχνων περιεχόμενον καί τινα ἐν εἴδει καὶ σχήματι μεγαλοπρεπεστέρῳ ἢ κατὰ ἄνθρωπον ἐπι‐144
25φανέντα προσειπεῖν τὴν βασταζομένην ἐκ τοῦ ὀνόματος Θέκλης, ἐκείνης Θέκλης, ἧς πολὺς ἐν ταῖς παρθένοις ὁ λόγος. Ποιήσαντα δὲ τοῦτο εἰς τρὶς μεταστῆναι τῶν ὄψεων καὶ δοῦναι τῇ ὠδῖνι τὴν εὐκολίαν, ὡς ὁμοῦ τε τοῦ ὕπνου αὐτὴν διαναστῆναι καὶ τὸ ἐνύπνιον
30ὕπαρ ἰδεῖν. Τὸ μὲν οὖν ὄνομα τὸ κεκρυμμένον ἐκεῖνο ἦν. Δοκεῖ δέ μοι μὴ τοσοῦτον πρὸς τὴν ὀνοματικὴν κλῆσιν ὁδηγῶν τὴν γειναμένην ὁ ἐπιφανεὶς τοῦτο προσφθέγξασθαι, ἀλλὰ τὸν βίον προειπεῖν τῆς νέας καὶ τὴν τῆς προαιρέσεως ὁμοιότητα διὰ τῆς ὁμωνυμίας ἐνδείξασθαι.146

3

Τρέφεται τοίνυν τὸ παιδίον, οὔσης μὲν αὐτῷ καὶ τιθηνοῦ ἰδίας, τὰ δὲ πολλὰ τῆς μητρὸς ἐν ταῖς χερσὶ ταῖς ἰδίαις τιθηνουμένης. Ὑπερβᾶσα δὲ τὴν τῶν νηπίων ἡλικίαν εὐμαθὴς ἦν τῶν παιδικῶν μαθημάτων, καὶ πρὸς ὅπερ ἂν
5ἡ τῶν γονέων κρίσις ἦγε μάθημα, κατ’ ἐκεῖνο ἡ φύσις τῆς νέας διέλαμπεν. Ἦν δὲ τῇ μητρὶ σπουδὴ παιδεῦσαι μὲν τὴν παῖδα, μὴ μέντοι τὴν ἔξωθεν ταύτην καὶ ἐγκύκλιον παίδευσιν, ἣν ὡς τὰ πολλὰ διὰ τῶν ποιημάτων αἱ πρῶται τῶν παιδευομένων ἡλικίαι διδάσκονται. Αἰσχρὸν γὰρ
10ᾤετο καὶ παντάπασιν ἀπρεπὲς ἢ τὰ τραγικὰ πάθη, ὅσα ἐκ γυναικῶν τὰς ἀρχὰς καὶ τὰς ὑποθέσεις τοῖς ποιηταῖς ἔδωκεν, ἢ τὰς κωμικὰς ἀσχημοσύνας ἢ τῶν κατὰ τὸ Ἴλιον κακῶν τὰς αἰτίας ἁπαλὴν καὶ εὔπλαστον φύσιν
διδάσκεσθαι, καταμολυνομένην τρόπον τινὰ τοῖς ἀσεμνο‐148
15τέροις περὶ τῶν γυναικῶν διηγήμασιν. Ἀλλ’ ὅσα τῆς θεο‐ πνεύστου γραφῆς εὐληπτότερα ταῖς πρώταις ἡλικίαις δοκεῖ, ταῦτα ἦν τῇ παιδὶ τὰ μαθήματα καὶ μάλιστα ἡ τοῦ Σολο‐ μῶντος Σοφία καὶ ταύτης πλέον ὅσα πρὸς τὸν ἠθικὸν ἔφερε βίον. Ἀλλὰ καὶ τῆς ψαλμῳδουμένης γραφῆς
20οὐδ’ ὁτιοῦν ἠγνόει καιροῖς ἰδίοις ἕκαστον μέρος τῆς ψαλ‐ μῳδίας διεξιοῦσα τῆς τε κοίτης διανισταμένη καὶ τῶν σπουδαίων ἁπτομένη τε καὶ ἀναπαυομένη καὶ προσιεμένη τροφὴν καὶ ἀναχωροῦσα τραπέζης καὶ ἐπὶ κοίτην ἰοῦσα καὶ εἰς προσευχὰς διανισταμένη, πανταχοῦ τὴν ψαλμῳδίαν
25εἶχεν οἷόν τινα σύνοδον ἀγαθὴν μηδενὸς ἀπολιμπανομένην
χρόνου.150

4

Τούτοις συναυξανομένη καὶ τοῖς τοιούτοις ἐπιτηδεύ‐ μασι καὶ τὴν χεῖρα πρὸς τὴν ἐριουργίαν διαφερόντως ἀσκήσασα πρόεισιν εἰς δωδέκατον ἔτος, ἐν ᾧ μάλιστα τὸ τῆς νεότητος ἄνθος ἐκλάμπειν ἄρχεται. Ἔνθα δὴ καὶ θαυμάζειν
5ἄξιον, ὅπως οὐδὲ κεκρυμμένον τῆς νέας τὸ κάλλος ἐλάν‐ θανεν οὐδέ τι κατὰ τὴν πατρίδα πᾶσαν ἐκείνην τοιοῦτον θαῦμα ἐδόκει οἷον ἐν συγκρίσει τοῦ κάλλους ἐκείνου καὶ τῆς εὐμορφίας εἶναι, ὡς μηδὲ ζωγράφων χεῖρας ἐφικέσθαι δυνηθῆναι τῆς ὥρας· ἀλλὰ τὴν πάντα μηχανωμένην τέχνην
10καὶ τοῖς μεγίστοις ἐπιτολμῶσαν, ὡς καὶ αὐτῶν τῶν στοιχείων τὰς εἰκόνας διὰ τῆς μιμήσεως ἀνατυποῦσθαι, τὴν τῆς μορφῆς ἐκείνης εὐκληρίαν μὴ ἰσχῦσαι δι’ ἀκριβείας μιμήσασθαι. Τούτου χάριν πολὺς ἑσμὸς τῶν μνηστευόντων τὸν γάμον αὐτῆς τοῖς γονεῦσι περιεχεῖτο. Ὁ δὲ πατὴρ (ἦν
15γὰρ δὴ σώφρων καὶ κρίνειν τὸ καλὸν ἐπεσκεμμένος) εὐδόκιμόν τινα τῶν ἐκ τοῦ γένους, γνώριμον ἐπὶ σωφροσύνῃ,
ἄρτι τῶν παιδευτηρίων ἐπανήκοντα τῶν λοιπῶν ἀποκρίνας ἐκείνῳ κατεγγυᾶν ἐγνώκει τὴν παῖδα, εἴπερ εἰς ἡλικίαν ἔλθοι. Ἐν τούτῳ δὲ ὁ μὲν ἐν ἐλπίσιν ἦν ταῖς χρηστοτέραις152
20καὶ καθάπερ τι τῶν κεχαρισμένων ἕδνων τὴν διὰ τῶν λό‐ γων εὐδοκίμησιν προσῆγε τῷ πατρὶ τῆς νέας, ἐν τοῖς ὑπὲρ τῶν ἀδικουμένων ἀγῶσι τὴν τῶν λόγων ἐπιδεικνύ‐ μενος δύναμιν. Ὁ δὲ φθόνος ἐπικόπτει τὰς χρηστοτέρας ἐλπίδας ἀναρπάσας αὐτὸν ἐκ τῆς ζωῆς ἐν ἐλεεινῇ τῇ νεότητι.

5

Οὐκ ἠγνόει δὲ τὰ τῷ πατρὶ δεδογμένα ἡ κόρη· ἀλλ’ ἐπειδὴ τῷ θανάτῳ τοῦ νεανίου τὸ κεκριμένον ἐπ’ αὐτῇ διεκόπη, γάμον ὀνομάσασα τὴν τοῦ πατρὸς κρίσιν, ὡς γε‐ γενημένου τοῦ κεκριμένου, μένειν ἐφ’ ἑαυτῆς τὸ λοιπὸν
5ἠξίου, καὶ ἦν τῆς ἡλικίας ἡ κρίσις παγιωτέρα. Πολλάκις
γὰρ αὐτῇ τοὺς περὶ τοῦ γάμου προσαγόντων λόγους τῶν γεννησαμένων διὰ τὸ πολλοὺς εἶναι τοὺς κατὰ φήμην τοῦ κάλλους μνηστεύειν ἐθέλοντας, ἄτοπον ἔλεγε καὶ παράνομον εἶναι μὴ στέργειν τὸν ἅπαξ ἐκ τοῦ πατρὸς154
10αὐτῇ κυρωθέντα γάμον, ἀλλὰ καὶ πρὸς ἕτερον ἀναγκάζε‐ σθαι βλέπειν, ἑνὸς ὄντος ἐν τῇ φύσει τοῦ γάμου ὡς μία γένεσις καὶ θάνατος εἷς· τὸν δὲ συναρμοσθέντα κατὰ τὴν τῶν γονέων κρίσιν μὴ τεθνάναι διισχυρίζετο, ἀλλὰ τὸν «τῷ θεῷ ζῶντα» διὰ τὴν ἐλπίδα τῆς ἀναστάσεως ἀπόδημον
15κρίνειν καὶ οὐ νεκρόν· ἄτοπον δὲ εἶναι τῷ ἐκδημοῦντι νυμφίῳ μὴ φυλάσσειν τὴν πίστιν. Τοῖς τοιούτοις λόγοις ἀπωθουμένη τοὺς παραπείθειν ἐπιχειροῦντας ἓν ἐδοκίμασεν ἑαυτῇ τῆς ἀγαθῆς κρίσεως φυλακτήριον, τὸ μηδέποτε τῆς ἰδίας μητρὸς μηδὲ ἐν ἀκαρεῖ τοῦ χρόνου διαζευχθῆναι, ὡς
20πολλάκις τὴν μητέρα πρὸς αὐτὴν εἰπεῖν, ὅτι τὰ λοιπὰ τῶν τέκνων τεταγμένῳ τινὶ χρόνῳ ἐκυοφόρησεν, ἐκείνην δὲ διὰ παντὸς ἐν ἑαυτῇ φέρειν πάντοτε τρόπον τινὰ τοῖς σπλάγχνοις ἑαυτῆς περιέχουσα. Ἀλλ’ οὐκ ἦν ἐπίπονος οὐδὲ ἀκερδὴς τῇ μητρὶ τῆς θυγατρὸς ἡ συνδιαγωγή· ἀντὶ γὰρ πολλῶν
25αὐτῇ θεραπαινίδων ἦν ἡ παρὰ τῆς θυγατρὸς γινομένη θερα‐ πεία καὶ ἦν ἀντίδοσίς τις ἀγαθὴ παρ’ ἀμφοτέρων ἀλλήλαις ἀντιπληρουμένη. Ἡ μὲν γὰρ τὴν ψυχὴν τῆς νέας, ἡ δὲ τὸ σῶμα τῆς μητρὸς ἐθεράπευεν, ἔν τε τοῖς ἄλλοις πᾶσι τὴν ἐπιζητουμένην ὑπηρεσίαν ἀποπληροῦσα καὶ ἐν τῷ ταῖς156
30ἰδίαις χερσὶ πολλάκις τῇ μητρὶ παρασκευάζειν τὸν ἄρτον· ὅπερ οὐ κατὰ τὸ προηγούμενον αὐτῇ διεσπουδάσθη, ἀλλ’ ἐπειδὴ ταῖς μυστικαῖς ὑπηρεσίαις τὰς χεῖρας ἑαυτῆς ἔχρησε, πρέπειν ἡγησαμένη τῷ ἐπιτηδεύματι τοῦ βίου τὴν περὶ τοῦτο σπουδὴν ἐκ τοῦ περιόντος τῇ μητρὶ παρεχορήγει
35τὴν ἐκ τῶν οἰκείων πόνων τροφήν. Καὶ οὐ ταῦτα μόνον, ἀλλὰ καὶ πᾶσαν αὐτῇ συνδιῳκονόμει τὴν ἐπικειμένην φροντίδα· τεσσάρων γὰρ ἦν υἱῶν μήτηρ καὶ πέντε θυγατέ‐
ρων καὶ τρισὶν ἄρχουσιν ὑπετέλει διὰ τὸ ἐν τοσούτοις ἔθνεσιν αὐτῆς κατεσπάρθαι τὴν κτῆσιν. Ποικίλως τοίνυν158
40τῆς μητρὸς ταῖς φροντίσι διὰ τοῦτο μεριζομένης· ἤδη γὰρ ὁ πατὴρ ἐξεληλύθει τὸν βίον· ἐν πᾶσι τούτοις κοινωνὸς ἦν τῇ μητρὶ τῶν πόνων συνδιαιρουμένη τὰς φροντίδας καὶ τὸ βαρὺ τῶν ἀλγηδόνων ἐπικουφίζουσα. Καὶ ὁμοῦ μὲν τῇ παιδαγωγίᾳ τῆς μητρὸς ἄμωμον διεφύ‐
45λασσεν ἑαυτῇ τὸν βίον ἐν μητρῴοις ὀφθαλμοῖς διὰ παντὸς εὐθυνόμενόν τε καὶ μαρτυρούμενον, ὁμοῦ τε παρέσχε πρὸς τὸν ἴσον σκοπόν, τὸν κατὰ φιλοσοφίαν λέγω, μεγάλην τῇ μητρὶ διὰ τοῦ βίου ἑαυτῆς τὴν ὑφήγησιν, κατ’ ὀλίγον αὐτὴν πρὸς τὴν ἄϋλόν τε καὶ λιτοτέραν ζωὴν ἐφελ‐

5

(50)

κομένη.

6

Καὶ ἐπειδὴ τὸ κατὰ τὰς ἀδελφὰς πρὸς τὸ δοκοῦν ἑκάστῃ μετ’ εὐσχημοσύνης ἡ μήτηρ ᾠκονομήσατο, ἐπά‐ νεισιν ἐν τούτῳ τῶν παιδευτηρίων πολλῷ χρόνῳ προασκη‐
θεὶς τοῖς λόγοις ὁ πολὺς Βασίλειος ὁ ἀδελφὸς τῆς προει‐160
5ρημένης. Λαβοῦσα τοίνυν αὐτὸν ὑπερφυῶς ἐπηρμένον τῷ περὶ τοὺς λόγους φρονήματι καὶ πάντα περιφρονοῦντα τὰ ἀξιώματα καὶ ὑπὲρ τοὺς ἐν τῇ δυναστείᾳ λαμπροὺς ἐπηρ‐ μένον τῷ ὄγκῳ, τοσούτῳ τάχει κἀκεῖνον πρὸς τὸν τῆς φιλοσοφίας σκοπὸν ἐπεσπάσατο, ὥστε ἀποστάντα τῆς
10κοσμικῆς περιφανείας καὶ ὑπεριδόντα τοῦ διὰ τῶν λόγων θαυμάζεσθαι πρὸς τὸν ἐργατικὸν τοῦτον καὶ αὐτόχειρα βίον αὐτομολῆσαι, διὰ τῆς τελείας ἀκτημοσύνης ἀνεμ‐ πόδιστον ἑαυτῷ τὸν εἰς ἀρετὴν βίον παρασκευάζοντα. Ἀλλ’ ὁ μὲν ἐκείνου βίος καὶ τὰ ἐφεξῆς ἐπιτηδεύματα, δι’
15ὧν ὀνομαστὸς ἐν πάσῃ τῇ ὑφ’ ἡλίῳ γενόμενος ἀπέκρυψε τῇ δόξῃ πάντας τοὺς ἐν ἀρετῇ διαλάμψαντας, μακρᾶς ἂν εἴη συγγραφῆς καὶ χρόνου πολλοῦ· ἐμοὶ δὲ πρὸς τὸ προ‐ κείμενον πάλιν ὁ λόγος τετράφθω.162

7

Ἐπειδὴ γὰρ πάσης ὑλωδεστέρας ζωῆς ὑπόθεσις ἤδη αὐτοῖς περικέκοπτο, πείθει τὴν μητέρα καταλιποῦσαν τὸν ἐν ἔθει βίον καὶ τὴν κομπωδεστέραν διαγωγὴν καὶ τὰς ἐκ τῶν ὑποχειρίων θεραπείας, αἷς προσείθιστο κατὰ τὸν ἔμπροσθεν
5χρόνον, ὁμότιμον γενέσθαι τοῖς πολλοῖς τῷ φρονήματι καὶ καταμῖξαι τὴν ἰδίαν ζωὴν τῇ μετὰ τῶν παρθένων διαγωγῇ, ὅσας εἶχε μεθ’ ἑαυτῆς ἐκ δουλίδων καὶ ὑποχειρίων ἀδελφὰς καὶ ὁμοτίμους ποιησαμένη· μᾶλλον δὲ μικρόν τι βούλομαι παρενθεῖναι τῷ διηγήματι καὶ μὴ παραδραμεῖν ἀνιστόρητον
10πρᾶγμα τοιοῦτον, δι’ οὗ μᾶλλον τὸ ὑψηλὸν τῆς παρθένου καταμηνύεται.

8

Ἦν τῶν τεσσάρων ἀδελφῶν ὁ δεύτερος μετὰ τὸν μέγαν Βασίλειον, Ναυκράτιος ὄνομα αὐτῷ, φύσεως εὐκληρίᾳ καὶ σώματος κάλλει καὶ ῥώμῃ καὶ τάχει καὶ τῇ πρὸς πᾶν ἐπιτηδειότητι διαφέρων τῶν ἄλλων. Προελθὼν οὗτος εἰς
5δεύτερον ἔτος καὶ εἰκοστὸν καὶ δοὺς τῶν οἰκείων πόνων ἐπὶ δημοσίας ἀκοῆς τὰς ἀποδείξεις, ὥστε ἅπαν ἐπ’ αὐτῷ σεισθῆναι τῶν ἀκουόντων τὸ θέατρον, θείᾳ τινὶ προμηθείᾳ τῶν ἐν χερσὶν ἁπάντων ὑπεριδὼν πρὸς τὸν μονήρη καὶ ἀκτήμονα βίον ἀπῆλθεν ἐν μεγάλῃ τινὶ τῆς διανοίας ὁρμῇ,164
10οὐδὲν ἐπαγόμενος μεθ’ ἑαυτοῦ πλὴν ἑαυτόν· εἵπετο δέ τις αὐτῷ καὶ τῶν οἰκετῶν Χρυσάφιος τοὔνομα, τῷ τε πρὸς αὐτὸν ἔχειν ἐκεῖνον ἐπιτηδείως καὶ τῷ τὴν αὐτὴν προαί‐ ρεσιν περὶ τὸν βίον ἐνστήσασθαι. Διῆγε τοίνυν καθ’ ἑαυτὸν ἐσχατιάν τινα καταλαβὼν πρὸς τῷ Ἴριδι. Ποταμὸς δὲ
15ὁ Ἶρίς ἐστι μέσον διαρρέων τὸν Πόντον, ὃς ἀπ’ αὐτῆς τῆς Ἀρμενίας τὰς ἀρχὰς ἔχων διὰ τῶν ἡμετέρων τόπων ἐπὶ τὸν Εὔξεινον Πόντον τὸ ῥεῖθρον ἐκδίδωσι. Περὶ τοῦτον εὑρών τινα τόπον ὁ νεανίας ὕλῃ βαθείᾳ κομῶντα καὶ λαγόνι τινὶ τῆς ὑπερτεταμένης τοῦ ὄρους ῥαχίας ἐγκε‐
20κρυμμένον ἐν αὐτῷ διῆγε, τῶν ἀστικῶν θορύβων καὶ τῶν
ἀπὸ στρατείας τε καὶ τῆς ἐν δικαστηρίοις ῥητορικῆς ἀσχολημάτων πόρρω γενόμενος. Καὶ πάντων τῶν κατὰ τὸν βίον περιηχούντων τὴν ἀνθρωπίνην ζωὴν ἑαυτὸν ἐλευθερώσας πρεσβύτας τινὰς πενίᾳ καὶ ἀρρωστίᾳ συζῶν‐166
25τας ταῖς ἰδίαις χερσὶν ἐθεράπευε, πρέπειν δοκιμάσας τῷ ἰδίῳ βίῳ τὴν τοιαύτην ἀσχολίαν διὰ φροντίδος ἔχειν. Θηρεύων τοίνυν διὰ τὸ πρὸς πᾶν εἶδος θηρευτικῆς ἐπινοίας ἐπιτηδείως ἔχειν ἐπόριζε τοῖς γέρουσι τὴν τροφὴν καὶ τὴν νεότητα τοῖς τοιούτοις ἅμα κατεδάμαζε πόνοις· ἀλλὰ καὶ
30τοῖς μητρῴοις θελήμασιν, εἴ ποτέ τι παρ’ αὐτῆς προσταχ‐ θείη, προθύμως ὑπηρετῶν δι’ ἀμφοτέρων κατώρθου τὸν βίον, τοῖς τε πόνοις κατακρατῶν τῆς νεότητος τῇ τε περὶ τὴν μητέρα σπουδῇ διὰ τῶν θείων ἐντολῶν πρὸς τὸν θεὸν εὐοδούμενος.

9

Πέμπτον διήγαγεν ἔτος τοῦτον τὸν τρόπον φιλοσο‐ φῶν καὶ μακαριστὴν ποιῶν τὴν μητέρα τῇ ἰδίᾳ ζωῇ, οἷς τε κατεκόσμει διὰ σωφροσύνης τὴν οἰκείαν ζωὴν οἷς τε παρεῖχε πᾶσαν τὴν δύναμιν ἑαυτοῦ τῷ θελήματι τῆς
5γεννησαμένης. Εἶτα βαρύ τι καὶ τραγικὸν πάθος ἐξ ἐπι‐ βουλῆς, οἶμαι, τοῦ ἀντικειμένου τῇ μητρὶ συνηνέχθη, ὃ παντὶ τῷ γένει πρὸς συμφοράν τε καὶ πένθος ἐπήρκεσεν. Αἰφνίδιον γὰρ ἐκ τῆς ζωῆς ἀναρπάζεται, οὐ νοσήματος προελπισθῆναι τὸ πάθος παρασκευάσαντος, οὐκ ἄλλου168
10τοιούτου τινὸς τῶν συνήθων καὶ γνωρίμων ἐπαγαγόντος τῷ νέῳ τὸν θάνατον· ἀλλ’ ἐπὶ θήραν ὁρμήσας, δι’ ἧς παρεῖχε τοῖς γηρωκομουμένοις τὰ ἐπιτήδεια, νεκρὸς τῷ οἴκῳ αὐτοῦ ἐπανάγεται αὐτός τε ἐκεῖνος καὶ ὁ κοινωνὸς αὐτῷ τοῦ βίου Χρυσάφιος. Πόρρω δὲ ἦν τῶν γινομένων
15ἡ μήτηρ, τριῶν ἡμερῶν ὁδὸν ἀφεστῶσα τῆς συμφορᾶς, καί τις ἀφίκετο παρ’ αὐτὴν μηνύων τὸ πάθος. Ἡ δὲ τελεία μὲν τοῖς κατ’ ἀρετὴν ἅπασιν ἦν, πλὴν ἐκράτει κἀκείνης κατὰ τὸ ἴσον ἡ φύσις· ὀκλάσασα γὰρ τὴν ψυχὴν ἄπνους τε καὶ ἄφθογγος παραχρῆμα ἐγένετο, τοῦ λογισμοῦ τῷ πάθει
20παραχωρήσαντος, καὶ ἔκειτο ὁμοῦ τῇ προσβολῇ τῆς πονηρᾶς ἀκοῆς καθάπερ τις ἀθλητὴς γενναῖος ἀπροσδο‐ κήτῳ κατασεισθεῖσα πληγῇ.170

10

Ἐν τούτῳ διεφάνη τῆς μεγάλης Μακρίνης ἡ ἀρετή, ὅπως τῷ πάθει τὸν λογισμὸν ἀντιστήσασα ἑαυτήν τε ἄπτωτον διεφύλαξε καὶ τῆς μητρικῆς ἀσθενείας ἔρεισμα γενομένη πάλιν ἐκ τοῦ βυθοῦ τῆς λύπης αὐτὴν ἀνιμήσατο,
5τῷ καθ’ ἑαυτὴν στερρῷ τε καὶ ἀνενδότῳ καὶ τὴν τῆς μητρὸς ψυχὴν πρὸς ἀνδρείαν παιδοτριβήσασα. Οὐκοῦν οὐ παρεσύρη πρὸς τὸ πάθος ἡ μήτηρ οὐδὲ ἔπαθε δυσ‐ γενές τι καὶ γυναικεῖον, ὥστε βοῆσαι πρὸς τὸ κακὸν ἢ περιρρήξασθαι τὸ ἱμάτιον ἢ ἐπικωκῦσαι τῷ πάθει ἢ ταῖς
10γοεραῖς μελῳδίαις ἀνακινῆσαι τοὺς θρήνους. Ἀλλὰ ἡσυχῆ διεκαρτέρει τὰς τῆς φύσεως προσβολὰς ἀπωθουμένη λογισ‐ μοῖς τοῖς τε ἰδίοις καὶ τοῖς παρὰ τῆς θυγατρὸς αὐτῇ πρὸς τὴν τοῦ κακοῦ θεραπείαν προσαγομένοις. Τότε γὰρ δὴ μάλιστα ἡ ὑψηλή τε καὶ ἐπηρμένη τῆς παρθένου172
15ψυχὴ διεφάνη, ὅτι καὶ ἐν ἐκείνῃ ἡ μὲν φύσις τὸ ἴδιον ἔπασχεν· ἀδελφὸς γὰρ ἦν καὶ ἀδελφῶν ὁ κεχαρισμένος ὁ τῷ τοιούτῳ τρόπῳ τοῦ θανάτου ἀναρπασθείς· ὅμως ὑψηλοτέρα γενομένη τῆς φύσεως συνεπῆρε τοῖς ἰδίοις λογισμοῖς τὴν μητέρα καὶ ὑπεράνω τοῦ πάθους ἔστησε,
20τῷ καθ’ ἑαυτὴν ὑποδείγματι πρὸς ὑπομονήν τε καὶ ἀνδρείαν παιδαγωγήσασα. Ἄλλως δὲ καὶ ὁ βίος αὐτῆς ἀεὶ δι’ ἀρετῆς ὑψούμενος οὐ παρεῖχε τῇ μητρὶ καιρὸν ἐπὶ τῷ λείποντι δυσχεραίνειν μᾶλλον ἢ τῷ ὁρωμένῳ ἀγαθῷ ἐπαγάλλεσθαι.

11

Ἐπεὶ οὖν ἐπαύσατο τῇ μητρὶ ἥ τε τῆς παιδοτροφίας φροντὶς καὶ ἡ τῆς παιδεύσεώς τε καὶ καταστάσεως τῶν τέκνων μέριμνα καὶ αἱ πλείους τῆς ὑλωδεστέρας ζωῆς ἀφορμαὶ εἰς τὰ τέκνα κατεμερίσθησαν, τότε, καθὼς προεί‐
5ρηται, γίνεται σύμβουλος τῆς μητρὸς ἡ τῆς παρθένου ζωὴ πρὸς τὴν ἐμφιλόσοφον ταύτην καὶ ἄϋλον τοῦ βίου
διαγωγὴν καὶ ἀποστήσασα τῶν ἐν συνηθείᾳ πάντων πρὸς τὸ ἴδιον τῆς ταπεινοφροσύνης μέτρον κατήγαγεν, ὁμότιμον αὐτὴν γενέσθαι τῷ πληρώματι τῶν παρθένων παρα‐174
10σκευάσασα, ὡς καὶ τραπέζης μιᾶς καὶ κοίτης καὶ πάντων τῶν πρὸς τὴν ζωὴν κατὰ τὸ ἴσον συμμετέχειν αὐταῖς, πάσης τῆς κατὰ τὴν ἀξίαν διαφορᾶς ὑφαιρεθείσης αὐτῶν τῆς ζωῆς. Καὶ τοιαύτη τις ἦν ἡ τοῦ βίου τάξις καὶ τοσοῦτον τὸ ὕψος τῆς φιλοσοφίας καὶ ἡ σεμνὴ τῆς ζωῆς πολιτεία ἐν
15τῇ καθ’ ἡμέραν τε καὶ νύκτα διαγωγῇ, ὡς ὑπερβαίνειν τὴν ἐκ τῶν λόγων ὑπογραφήν. Καθάπερ γὰρ αἱ διὰ θανάτου τῶν σωμάτων ἐκλυθεῖσαι ψυχαὶ καὶ τῶν κατὰ τὸν βίον τοῦτον μεριμνῶν συνεκλύονται, οὕτως κεχώριστο αὐτῶν ἡ ζωὴ καὶ ἀπῴκιστο πάσης βιωτικῆς ματαιότητος καὶ
20πρὸς μίμησιν τῆς τῶν ἀγγέλων διαγωγῆς ἐρρυθμίζετο. Ἐν οἷς γὰρ οὐ θυμός, οὐ φθόνος, οὐ μῖσος, οὐχ ὑπεροψία, οὐκ ἄλλο τι τῶν τοιούτων ἐνεωρᾶτο, ἥ τε τῶν ματαίων ἐπιθυμία, τιμῆς τε καὶ δόξης καὶ τύφου καὶ ὑπερηφανίας καὶ πάντων τῶν τοιούτων, ἐκβέβλητο· τρυφὴ δὲ ἦν ἡ
25ἐγκράτεια καὶ δόξα τὸ μὴ γινώσκεσθαι, πλοῦτος δὲ ἡ ἀκτημοσύνη καὶ τὸ πᾶσαν τὴν ὑλικὴν περιουσίαν οἷόν
τινα κόνιν τῶν σωμάτων ἀποτινάξασθαι, ἔργον δὲ τῶν μὲν κατὰ τὴν ζωὴν ταύτην σπουδαζομένων οὐδέν, ὅτι μὴ πάρεργον, μόνη δὲ ἡ τῶν θείων μελέτη καὶ τὸ τῆς176
30προσευχῆς ἀδιάλειπτον καὶ ἡ ἄπαυστος ὑμνῳδία, κατὰ τὸ ἴσον παντὶ συμπαρατεινομένη τῷ χρόνῳ διὰ νυκτὸς καὶ ἡμέρας πάσης, ὥστε αὐταῖς καὶ ἔργον εἶναι τοῦτο καὶ ἔργου ἀνάπαυσιν. Τὴν τοίνυν τοιαύτην διαγωγὴν τίς ἂν ὑπ’ ὄψιν ἀγάγοι λόγος ἀνθρώπινος, παρ’ οἷς μεθόριος ἦν
35ἡ ζωὴ τῆς τε ἀνθρωπίνης καὶ τῆς ἀσωμάτου φύσεως; Τὸ μὲν γὰρ ἐλευθερωθῆναι τῶν ἀνθρωπίνων παθημάτων τὴν φύσιν κρεῖττον ἢ κατὰ ἄνθρωπον ἦν, τὸ δὲ ἐν σώματι φαίνεσθαι καὶ σχήματι περιειλῆφθαι καὶ τοῖς αἰσθητικοῖς
ὀργάνοις συζῆν ἐν τούτῳ τῆς ἀγγελικῆς τε καὶ ἀσωμάτου178
40φύσεως τὸ ἔλαττον εἶχον. Τάχα δ’ ἄν τις τολμήσας εἴποι μηδὲ πρὸς τὸ καταδεέστερον τὴν παραλλαγὴν εἶναι, ὅτι σαρκὶ συζῶσαι καθ’ ὁμοιότητα τῶν ἀσωμάτων δυνά‐ μεων οὐκ ἐβαροῦντο τῷ ἐφολκίῳ τοῦ σώματος, ἀλλ’ ἀνω‐ φερής τε καὶ μετέωρος ἦν αὐτῶν ἡ ζωὴ ταῖς οὐρανίαις
45συμμετεωροποροῦσα δυνάμεσι. Χρόνος ἦν τῆς τοιαύτης διαγωγῆς οὐκ ὀλίγος καὶ συνηύξετο τῷ χρόνῳ τὰ κατορ‐ θώματα, ἀεὶ πρὸς τὸ καθαρώτερον ταῖς τῶν ἐφευρισκο‐ μένων ἀγαθῶν προσθήκαις τῆς φιλοσοφίας ἐπιδιδούσης.

12

Ἦν δὲ αὐτῇ ὁ μάλιστα πρὸς τὸν μέγαν τοῦτον τοῦ βίου σκοπὸν ὑπηρετῶν ἀδελφός τις ὁμογάστριος, Πέτρος
ὄνομα αὐτῷ, ἐφ’ ᾧ ἔληξαν τῆς μητρὸς ἡμῶν αἱ ὠδῖνες. Οὗτος γὰρ ἦν ὁ τελευταῖος τῶν γονέων βλαστός, ὃς ὁμοῦ180
5τε υἱὸς καὶ ὀρφανὸς ὠνομάσθη· ἅμα γὰρ τῷ παρελθεῖν τοῦτον εἰς φῶς καταλείπει ὁ πατὴρ τὸν βίον. Ἀλλ’ ἡ πρεσ‐ βυτάτη τῶν ἀδελφῶν, περὶ ἧς ὁ λόγος, μικρὰ τῆς θηλῆς αὐτὸν παρὰ τὴν πρώτην γένεσιν μετασχόντα εὐθὺς ἀπο‐ σπάσασα τῆς τιθηνουμένης δι’ ἑαυτῆς ἀνατρέφεται καὶ
10ἐπὶ πᾶσαν τὴν ὑψηλοτέραν ἤγαγε παίδευσιν, τοῖς ἱεροῖς τῶν μαθημάτων ἐκ νηπίων αὐτὸν ἐνασκήσασα, ὡς μὴ δοῦναι τῇ ψυχῇ σχολὴν πρός τι τῶν ματαίων ἐπικλιθῆναι. Ἀλλὰ πάντα γενομένη τῷ νέῳ, πατήρ, διδάσκαλος, παιδαγωγός, μήτηρ, ἀγαθοῦ παντὸς σύμβουλος, τοιοῦτον αὐτὸν ἀπειρ‐
15γάσατο, ὡς πρὶν ἐξελθεῖν τὴν ἡλικίαν τῶν παίδων ἔτι ἐν μειρακιώδει τῇ ἀπαλότητι τῆς ὥρας ἀνθοῦντα πρὸς τὸν ὑψηλὸν τῆς φιλοσοφίας σκοπὸν ἐπαρθῆναι καί τινι φύσεως εὐκληρίᾳ πρὸς πᾶσαν τέχνης ἰδέαν τὴν διὰ χειρὸς ἐνεργου‐ μένην ἐπιτηδείως ἔχειν, ὡς μηδενὸς καθηγουμένου διὰ
20πάσης ἀκριβείας ἑκάστου τὴν ἐπιστήμην κατωρθωκέναι, ὧν χρόνῳ καὶ πόνῳ τοῖς πολλοῖς ἡ μάθησις παραγίνεται. Οὗτος τοίνυν τῆς περὶ τοὺς ἔξωθεν τῶν λόγων ἀσχολίας ὑπεριδών, ἱκανὴν δὲ διδάσκαλον παντὸς ἀγαθοῦ μαθήματος
τὴν φύσιν ἔχων ἀεί τε πρὸς τὴν ἀδελφὴν βλέπων καὶ182
25σκοπὸν ἀγαθοῦ παντὸς ἐκείνην ποιούμενος εἰς τοσοῦτον ἐπέδωκεν ἀρετῆς, ὡς μηδὲν ἔλαττον τοῦ μεγάλου Βασι‐ λείου δοκεῖν ἔχειν ἐν τοῖς κατ’ ἀρετὴν προτερήμασιν. Ταῦτα μὲν ἐν τῷ μετὰ ταῦτα βίῳ· τότε δὲ ἀντὶ πάντων ἦν τῇ ἀδελ‐ φῇ καὶ τῇ μητρὶ συνεργῶν αὐταῖς πρὸς τὴν ἀγγελικὴν ἐκείνην
30ζωήν. Ὅς ποτε καὶ σιτολειψίας χαλεπῆς γεγενημένης καὶ πολλῶν πανταχόθεν κατὰ φήμην τῆς εὐποιίας πρὸς τὴν ἐσχατιάν, ἐν ᾗ κατῴκουν, ἐπιρρεόντων τοσοῦτον δι’ ἐπινοιῶν τὰς τροφὰς ἐπλεόνασεν, ὡς τῷ πλήθει τῶν ἐπι‐ φοιτώντων πόλιν εἶναι τὴν ἐρημίαν δοκεῖν.

13

Ἐν τούτῳ εἰς γῆρας λιπαρὸν προελθοῦσα ἡ μήτηρ πρὸς τὸν θεὸν μετανίστατο, ἐν ταῖς ἀμφοτέρων τῶν τέκνων χερσὶ τὸν βίον ἑαυτῆς ἀναπαύσασα. Ἧς ἄξιον τὴν τῆς εὐλογίας ἱστορῆσαι φωνήν, ᾗ ἐπὶ τῶν τέκνων ἐχρήσατο, τῶν τε
5μὴ παρόντων ἑκάστου κατὰ τὸ πρόσφορον ἐπιμνησθεῖσα, ὡς μηδένα γενέσθαι τῆς εὐλογίας ἀπόκληρον, καὶ δια‐ φερόντως τοὺς παρόντας αὐτῇ τῷ θεῷ διὰ προσευχῆς παραθεμένη. Παρακαθημένων γὰρ αὐτῇ κατὰ τὸ πλάγιον ἐφ’ ἑκάτερα τῆς κλίνης τῶν δύο τούτων ἑκατέρᾳ χειρὶ
10ἐφαψαμένη τῶν τέκνων ταῦτα πρὸς τὸν θεὸν εἶπεν ἐν τε‐
λευταίαις φωναῖς· «Σοί, κύριε, καὶ ἀπάρχομαι καὶ ἀπο‐ δεκατῶ τὸν καρπὸν τῶν ὠδίνων. Ἀπαρχή μοι ἡ πρωτότοκος αὕτη καὶ ἐπιδέκατος οὗτος, ἡ τελευταία ὠδίς. Σοὶ δὲ ἀφιέ‐ ρωται παρὰ τοῦ νόμου ἀμφότερα καὶ σά ἐστιν ἀναθήματα.184
15Οὐκοῦν ἔλθοι ὁ ἁγιασμὸς ἐπί τε τὴν ἀπαρχήν μου ταύτην καὶ ἐπὶ τὸ ἐπιδέκατον τοῦτο», δείξασα ταῖς δεικτικαῖς φωναῖς τὴν θυγατέρα καὶ τὸν παῖδα. Ἡ μὲν οὖν τοῦ εὐλογεῖν παυσαμένη καὶ τοῦ ζῆν ἐπαύσατο, τοῖς παισὶν ἐπισκήψασα τὸ τῇ πατρῴᾳ σορῷ καὶ τὸ ἐκείνης ἐναποθέσθαι σῶμα.
20Οἱ δὲ πληρώσαντες τὸ διατεταγμένον ὑψηλότερον εἴχοντο τῆς φιλοσοφίας, ἀεὶ πρὸς τὸν ἴδιον διαμιλλώμενοι βίον καὶ τὰ φθάσαντα τῶν κατορθωμάτων τοῖς ἐφεξῆς ἀπο‐
κρύπτοντες.186

14

Ἐν τούτῳ ὁ πολὺς ἐν ἁγίοις Βασίλειος τῆς μεγάλης Καισαρέων ἐκκλησίας ἀνεδείχθη προστάτης· ὃς ἐπὶ τὸν κλῆρον τῆς ἐν τῷ πρεσβυτερίῳ ἱερωσύνης τὸν ἀδελφὸν ἄγει ταῖς μυστικαῖς ἑαυτοῦ ἱερουργίαις ἀφιερώσας. Καὶ
5ἐν τούτῳ πάλιν αὐτοῖς ἐπὶ τὸ σεμνότερόν τε καὶ ἁγιώτερον προῄει ὁ βίος τῇ ἱερωσύνῃ τῆς φιλοσοφίας ἐπαυξηθείσης. Ὀκτὼ δὲ μετὰ τοῦτο διαγενομένων ἐτῶν τῷ ἐνάτῳ ἐνιαυ‐ τῷ ὁ κατὰ πᾶσαν τὴν οἰκουμένην ὀνομαστὸς Βασίλειος ἐξ ἀνθρώπων πρὸς τὸν θεὸν μετοικίζεται κοινὴ πένθους
10ἀφορμὴ τῇ πατρίδι καὶ τῇ οἰκουμένῃ γενόμενος. Ἡ δὲ πόρρω‐ θεν ἐκ φήμης ἀκούσασα τὴν συμφορὰν ἔπαθε μὲν τὴν ψυχὴν ἐπὶ τῇ τοσαύτῃ ζημίᾳ (πῶς γὰρ οὐκ ἤμελλεν ἅπτεσθαι κἀκείνης τὸ πάθος, οὗ καὶ οἱ ἐχθροὶ τῆς ἀληθείας ἐπῄ‐ σθοντο;). Καθάπερ δὲ τὴν τοῦ χρυσοῦ φασι δοκιμασίαν ἐν
15διαφόροις γίνεσθαι χωνευτηρίοις, ὡς εἴ τι τὴν πρώτην διαφύγοι χωνείαν, ἐν τῇ δευτέρᾳ διακριθῆναι, καὶ πάλιν ἐν τῇ τελευταίᾳ πάντα τὸν ἐμμεμιγμένον ῥύπον τῇ ὕλῃ ἀπο‐ καθαίρεσθαι, τὴν δὲ ἀκριβεστάτην εἶναι βάσανον τοῦ
δοκίμου χρυσοῦ, εἰ διὰ πάσης διεξελθὼν χοάνης μηδένα188
20ῥύπον ἀποποιήσειε· τοιοῦτόν τι καὶ ἐπ’ ἐκείνης συνέβη, ταῖς διαφόροις τῶν λυπηρῶν προσβολαῖς τῆς ὑψηλῆς διανοίας βασανισθείσης πανταχόθεν ἀναδειχθῆναι τὸ τῆς ψυχῆς ἀκιβδήλευτόν τε καὶ ἀταπείνωτον, πρότερον μὲν ἐν τῇ τοῦ ἀδελφοῦ τοῦ ἄλλου μεταστάσει, μετὰ ταῦτα δὲ
25ἐν τῷ χωρισμῷ τῆς μητρός, ἐκ τρίτου δὲ ὅτε τὸ κοινὸν τῆς γενεᾶς καλόν, Βασίλειος, τῆς ἀνθρωπίνης ζωῆς ἐχωρίζετο. Ἔμεινε τοίνυν καθάπερ τις ἀθλητὴς ἀκαταγώνιστος, οὐδα‐ μοῦ τῇ προσβολῇ τῶν συμφορῶν ἐποκλάσασα.

15

Ἔνατος ἦν μετὰ τὸ πάθος τοῦτο μὴν ἢ μικρὸν ὑπὲρ τοῦτο καὶ σύνοδος ἐπισκόπων κατὰ τὴν Ἀντιόχου πόλιν ἠθροίζετο, ἧς καὶ ἡμεῖς μετέσχομεν. Καὶ ἐπειδὴ πάλιν πρὸς τὴν ἑαυτοῦ ἕκαστος ἀπελύθημεν, πρὶν τὸν ἐνιαυτὸν
5παρελθεῖν, ἐνθύμιον ἐμοὶ τῷ Γρηγορίῳ γίνεται πρὸς αὐτὴν
διαβῆναι. Πολὺς γὰρ ἦν ὁ διὰ μέσου χρόνος, ἐν ᾧ τὰς ἐπισκέψεις αἱ τῶν πειρασμῶν περιστάσεις ἐκώλυσαν, ἃς ὑπέμενον πανταχοῦ τῆς πατρίδος ὑπὸ τῶν τῆς αἱρέσεως ἐπιστατούντων ἐξελαυνόμενος. Καὶ ἀριθμοῦντί μοι τὸν διὰ190
10μέσου χρόνον, ἐν ᾧ τὴν κατ’ ὀφθαλμοὺς συντυχίαν οἱ πειρασμοὶ διεκώλυσαν, οὐκ ὀλίγον ἐφαίνετο τὸ διάστημα ὀκτὼ μικροῦ δεῖν παραμετρούμενον ἔτεσιν. Ἐπειδὴ τοίνυν τὸ πολὺ τῆς ὁδοῦ διανύσας μιᾶς ἡμέρας ἀπεῖχον ὁδόν, ὄψις τις ἡμῖν ἐξ ἐνυπνίου φανεῖσα φοβερὰς ἐποίει τὰς
15ἐλπίδας τοῦ μέλλοντος. Ἐδόκουν γὰρ λείψανα μαρτύρων διὰ χειρὸς φέρειν, εἶναι δὲ ἀπ’ αὐτῶν αὐγὴν οἵα ἐκ καθαροῦ γίνεται κατόπτρου, ὅταν πρὸς τὸν ἥλιον τεθῇ ἀντιπρόσωπον, ὥστε μοι τὰς ὄψεις πρὸς τὴν μαρμαρυγὴν τῆς λαμπηδόνος ἀμβλύνεσθαι. Καὶ τῆς αὐτῆς μοι νυκτὸς εἰς τρὶς γενομένης
20τῆς τοιαύτης ὄψεως συμβαλεῖν μὲν οὐκ εἶχον καθαρῶς τοῦ ἐνυπνίου τὸ αἴνιγμα, λύπην δέ τινα τῇ ψυχῇ προεώρων καὶ ἐπετήρουν τῇ ἐκβάσει κρῖναι τὴν φαντασίαν. Καὶ δὴ γενόμενος πλησίον τῆς ἐσχατιᾶς, ἐν ᾗ διῆγεν ἐκείνη τὴν ἀγγελικήν τε καὶ ἐπουράνιον κατορθοῦσα ζωήν, ἠρόμην
25τῶν ἐπιτηδείων τινὰ περὶ τοῦ ἀδελφοῦ πρῶτον, εἰ παρὼν εἴη· φήσαντος δὲ πρὸς ἡμᾶς αὐτὸν ἐξωρμηκέναι καὶ τετάρτην ἡμέραν ἄγειν, συνεὶς ὅπερ ἦν, ὅτι δι’ ἑτέρας ὁδοῦ γέγονεν αὐτῷ πρὸς ἡμᾶς ἡ ὁρμή, τότε καὶ περὶ τῆς μεγάλης
ἐπυνθανόμην· τοῦ δὲ φήσαντος ἐν ἀρρωστίᾳ γεγενῆσθαί192
30τινι σπουδαιότερον εἰχόμην ἐν ἐπείξει τὸ λειπόμενον τῆς ὁδοῦ διανύων· καὶ γάρ μέ τις καὶ φόβος μηνυτὴς τοῦ μέλλοντος ὑποδραμὼν διετάρασσεν.

16

Ὡς δὲ κατ’ αὐτὸν ἐγενόμην τὸν τόπον καὶ προκατήγ‐ γειλε τῇ ἀδελφότητι τὴν παρουσίαν ἡ φήμη, τό τε σύνταγμα τῶν ἀνδρῶν ἅπαν ἐκ τοῦ ἀνδρῶνος πρὸς ἡμᾶς προεχέθη· σύνηθες γὰρ αὐτοῖς τιμᾶν τῇ ὑπαντήσει τοὺς καταθυμίους· ὁ δὲ ἐν
5γυναιξὶ τῆς παρθενίας χορὸς εὐκόσμως κατὰ τὴν ἐκκλησίαν τὴν εἴσοδον ἡμῶν ἀνέμενεν. Ἐπειδὴ δὲ τέλος εἶχεν ἡ εὐχή τε καὶ ἡ εὐλογία καὶ αἱ μὲν μετὰ τὸ ὑποσχεῖν τῇ εὐλογίᾳ τὴν κεφαλὴν εὐσχημόνως ἀναποδίζουσαι πρὸς ἑαυτὰς ἀνεχώ‐ ρουν, ὑπελείπετο δὲ ἐξ αὐτῶν πρὸς ἡμᾶς οὐδεμία, εἰκάσας
10ὅπερ ἦν, μὴ ἐν ἐκείναις εἶναι τὴν καθηγουμένην, προηγη‐ σαμένου τινὸς ἐπὶ τὸν οἶκον, ἐν ᾧ ἦν ἡ μεγάλη, καὶ τὴν
θύραν διαπετάσαντος, ἐντὸς τῆς ἱερᾶς ἐκείνης ἐγενόμην μονῆς. Ἡ δὲ σφοδρῶς ἤδη τῇ ἀρρωστίᾳ κατείχετο, ἀνεπαύετο δὲ οὐκ ἐπὶ κλίνης τινὸς ἢ στρωμνῆς, ἀλλ’ ἐπὶ τοῦ ἐδάφους,194
15σανίδος ὑποτεταμένης τῷ σάκκῳ καὶ τὴν κεφαλὴν ἑτέρας πάλιν σανίδος ὑπερειδούσης, ἧς ἡ ἐργασία τοιαύτη τις ἦν, ὡς ἀντὶ προσκεφαλαίου τῇ κεφαλῇ γίνεσθαι, ἐν λοξῷ τῷ σχήματι τοὺς τένοντας ὑποβαίνουσα καὶ καταθυμίως ἀνέχουσα ἐφ’ ἑαυτῆς τὸν αὐχένα.

17

Ἐπεὶ οὖν εἶδεν ἐγγὺς τῶν θυρῶν με γενόμενον, ὀρ‐ θώσασα ἑαυτὴν ἐπ’ ἀγκῶνος προσδραμεῖν μὲν οὐχ οἵα τε ἦν, ἤδη τῷ πυρετῷ τῆς ἰσχύος ὑπολυθείσης· πήξασα δὲ ἐπὶ τοῦ ἐδάφους τὰς χεῖρας καὶ ἐφ’ ὅσον οἷόν τε ἦν
5ἔξω ἑαυτὴν τοῦ χαμευνίου προτείνασα τὴν τῆς ὑπαντήσεως ἐπλήρου τιμήν· κἀγὼ προσδραμὼν καὶ ταῖς χερσὶν ὑπο‐ λαβὼν χαμαὶ τὸ πρόσωπον κεκλιμένον ἀνώρθωσά τε πάλιν αὐτὴν καὶ ἀπέδωκα τῷ συνήθει τῆς κατακλίσεως σχήματι. Ἡ δὲ προτείνασα τῷ θεῷ τὴν χεῖρα· «Καὶ ταύτην ἐπλήρωσάς
10μοι, φησί, τὴν χάριν ὁ θεός, καὶ οὐκ ἐστέρησάς με ἀπὸ τῆς ἐπιθυμίας μου, ὅτι ἐκίνησας τὸν σὸν οἰκέτην εἰς ἐπί‐ σκεψιν τῆς παιδίσκης σου.» Καὶ ὡς ἂν μηδεμίαν ἐπαγάγοι τῇ ἐμῇ ψυχῇ δυσθυμίαν, τὸν στεναγμὸν κατεπράϋνε καὶ τὴν συνοχὴν τοῦ ἄσθματος κρύπτειν πως ἐβιάζετο, διὰ
15πάντων τε πρὸς τὸ φαιδρότερον μεθηρμόζετο, τῶν κατα‐
θυμίων λόγων αὐτή τε κατάρχουσα καὶ ἡμῖν τὰς ἀφορμὰς δι’ ὧν ἠρώτα παρασκευάζουσα. Τῆς δὲ περὶ τοῦ μεγάλου Βασιλείου μνήμης τῇ ἀκολουθίᾳ τοῦ λόγου παρεμπεσούσης, ἐμοὶ μὲν ἐπώκλαζεν ἡ ψυχὴ καὶ συνέπιπτεν ἐν κατηφείᾳ196
20τὸ πρόσωπον καὶ ἐξεχεῖτο τῶν βλεφάρων τὰ δάκρυα· ἡ δὲ τοσοῦτον ἀπέσχε τῷ ἡμετέρῳ συνταπεινωθῆναι πάθει, ὥστε ἀφορμὴν ποιησαμένη τῆς ὑψηλοτέρας φιλοσοφίας τὴν περὶ τοῦ ἁγίου μνήμην τοιούτους διεξῆλθε λόγους φυσιολογοῦσά τε τὸ ἀνθρώπινον καὶ τὴν θείαν οἰκονομίαν
25τὴν διὰ τῶν σκυθρωπῶν κεκρυμμένην τῷ λόγῳ διακαλύ‐ πτουσα τά τε περὶ τῆς μελλούσης ζωῆς καθάπερ θεοφορου‐ μένη τῷ ἁγίῳ πνεύματι διεξιοῦσα· ὥστε μοι τὴν ψυχὴν ἔξω μικροῦ δεῖν τῆς ἀνθρωπίνης φύσεως εἶναι δοκεῖν συνεπαρθεῖσαν τοῖς λεγομένοις καὶ ἐντὸς τῶν οὐρανίων
30ἀδύτων τῇ χειραγωγίᾳ τοῦ λόγου καθισταμένην.

18

Καὶ ὥσπερ ἐπὶ τῆς τοῦ Ἰὼβ ἱστορίας ἀκούομεν, ὅτι πανταχόθεν τῇ σηπεδόνι τῶν τραυμάτων ὅλῳ τῷ σώματι διὰ ἰχώρων ὁ ἀνὴρ συντηκόμενος οὐ πρὸς τὸ ἀλγύνον τὴν αἴσθησιν τοῖς λογισμοῖς ἐπεκλίνετο, ἀλλ’
5ἐν μὲν τῷ σώματι τὸ ἀλγοῦν εἶχεν, ὁ δὲ πρὸς τὴν ἰδίαν
ἐνέργειαν οὐκ ἠμβλύνετο οὐδὲ διέκοπτε τὸν λόγον τοῖς ὑψηλοτέροις ἐμβατεύοντα· τοιοῦτόν τι καὶ ἐπὶ τῆς μεγάλης ἑώρων ἐκείνης, τοῦ πυρετοῦ πᾶσαν τὴν δύναμιν αὐτῆς κατα‐ φρύγοντος καὶ πρὸς τὸν θάνατον συνελαύνοντος, καθάπερ198
10δρόσῳ τινὶ τὸ σῶμα ἑαυτῆς ἀναψύχουσα, οὕτως ἀπαρα‐ πόδιστον εἶχεν ἐν τῇ περὶ τῶν ὑψηλῶν θεωρίᾳ τὸν νοῦν, οὐδὲν ὑπὸ τῆς τοσαύτης ἀρρωστίας παραβλαπτόμενον. Καὶ εἰ μὴ πρὸς ἄπειρον ἐξετείνετο μῆκος ἡ συγγραφή, πάντα ἂν καθεξῆς διηγησάμην, ὅπως ἐπήρθη τῷ λόγῳ
15περί τε τῆς ψυχῆς ἡμῖν φιλοσοφοῦσα καὶ τῆς διὰ σαρκὸς ζωῆς τὴν αἰτίαν διεξιοῦσα, καὶ ὅτου χάριν ὁ ἄνθρωπος καὶ ὅπως θνητὸς καὶ ὅθεν ὁ θάνατος καὶ τίς ἡ ἀπὸ τούτου πρὸς τὴν ζωὴν πάλιν ἀνάλυσις. Ἐν οἷς ἅπασιν ὥσπερ ἐμπνευσθεῖσα τῇ δυνάμει τοῦ ἁγίου πνεύματος πάντα
20διεξῄει σαφῶς τε καὶ ἀκολούθως, ἐν εὐκολίᾳ πάσῃ τοῦ λόγου ῥέοντος καθάπερ ἐκ πηγῆς τινος ἀπαραποδίστως πρὸς τὸ πρανὲς φερομένου τοῦ ὕδατος.

19

Ἐπεὶ δὲ συνεπεράνθη ὁ λόγος· «Ὥρα σοι, φησίν, ἀδελφέ, πολλῷ τῷ κόπῳ τῆς ὁδοιπορίας πεπονηκότι βραχύ τι διαναπαῦσαι τὸ σῶμα.» Κἀμοὶ μεγάλη μὲν καὶ ἀληθὴς ἄνεσις ἦν τὸ προσορᾶν τε αὐτὴν καὶ τῶν μεγάλων ἐπα‐
5κροᾶσθαι λόγων· ἐπεὶ δὲ τοῦτο κεχαρισμένον ἦν καὶ φίλον
αὐτῇ, ὡς ἂν διὰ πάντων πείθεσθαι τῇ διδασκάλῳ δοκοίην, ἔν τινι τῶν παρακειμένων κηπίων χαρίεσσάν τινα κατα‐ γωγὴν παρεσκευασμένην εὑρὼν ὑπὸ τὴν τῶν ἀναδενδρά‐ δων σκιὰν ἀνεπαυόμην. Ἀλλ’ οὐκ ἦν δυνατὸν τῶν εὐφραι‐200
10νόντων τὴν αἴσθησιν ἔχειν τῆς ψυχῆς ἔνδοθεν τῇ τῶν σκυθρωπῶν ἐλπίδι συγχεομένης· τοῦ γὰρ ἐνυπνίου ἡ ὄψις ἐκκαλύπτειν μοι διὰ τῶν φαινομένων ἐδόκει τὸ αἴνιγμα. Ἦν γὰρ ὡς ἀληθῶς τὸ προκείμενον θέαμα μάρτυρος ἁγίου λείψανον, ὃ τῇ μὲν ἁμαρτίᾳ νενέκρωτο, τῇ δὲ ἐνοικούσῃ
15τοῦ πνεύματος χάριτι κατελάμπετο. Καὶ ταῦτα πρός τινα διεξῄειν τῶν προακηκοότων μου τὸ ἐνύπνιον· κατηφέστερον δὲ κατὰ τὸ εἰκὸς ἡμῶν ἐν τῇ προσδοκίᾳ τῶν λυπούντων διακειμένων οὐκ οἶδ’ ὅπως στοχασαμένη τῆς ἐν ἡμῖν διανοίας ἀγγελίαν τινὰ τῶν εὐθυμοτέρων πρὸς ἡμᾶς δια‐
20πεμψαμένη θαρρεῖν ἐνεκελεύετο καὶ τὰς ἀμείνους ὑπὲρ αὐτῆς ἔχειν ἐλπίδας· ἐπῃσθῆσθαι γὰρ τῆς πρὸς τὸ κρεῖττον ῥοπῆς. Ταῦτα δὲ οὐ πρὸς ἀπάτην ἐλέγετο, ἀλλ’ ἐξ αὐτῆς τῆς ἀληθείας ὁ λόγος ἦν, κἂν ἡμεῖς πρὸς τὸ παρὸν ἠγνοή‐ σαμεν. Τῷ ὄντι γὰρ καθάπερ τις δρομεὺς παραδραμὼν τὸν
25ἀντίπαλον καὶ ἤδη πρὸς τὸ τέρματι τοῦ σταδίου γενόμε‐
νος, προσεγγίζων τε τῷ βραβείῳ καὶ τὸν ἐπινίκιον στέφανον βλέπων, ὡς ἤδη τετυχηκὼς τοῦ προκειμένου ἐπαγάλλεταί τε αὐτὸς ἑαυτῷ καὶ τοῖς εὐνουστέροις τῶν θεατῶν τὴν νίκην εὐαγγελίζεται, ἀπὸ τοιαύτης ἡμῖν διαθέσεως κἀκείνη202
30τὰ χρηστότερα περὶ ἑαυτῆς ἐλπίζειν ἐδίδου, ἤδη πρὸς «τὸ βραβεῖον τῆς ἄνω κλήσεως» βλέπουσα καὶ μονονουχὶ τὸ τοῦ ἀποστόλου καὶ ἐφ’ ἑαυτῆς φθεγγομένη, ὅτι «Ἀπο‐ κειταί μοι λοιπὸν ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀπο‐ δώσει μοι ὁ δίκαιος κριτής», ἐπειδὴ «Τὸν καλὸν ἀγῶνα
35ἠγώνισμαι καὶ τὸν δρόμον τετέλεκα καὶ τὴν πίστιν τετή‐ ρηκα». Ἡμεῖς μὲν οὖν πρὸς τὴν τῶν ἀγαθῶν ἀγγελίαν εὔθυμοι καταστάντες τῆς τῶν προκειμένων ἀπολαύσεως ἦμεν: ποικίλα δὲ ἦν ταῦτα καὶ πάσης πεπλήρωτο θυμηδίας ἡ παρασκευὴ οὕτω τῆς μεγάλης ἐκείνης καὶ μέχρι τούτων τῇ
40σπουδῇ κατιούσης.204

20

Ἐπεὶ δὲ πάλιν ἐν ὀφθαλμοῖς ἦμεν αὐτῆς, οὐ γὰρ εἴα τὴν εὔσχολον ὥραν ἐφ’ ἑαυτῶν διάγειν, ἀναλαβοῦσα τῶν ἐκ νεότητος αὐτῇ βεβιωμένων τὴν μνήμην καθάπερ ἐπὶ συγγραφῆς πάντα κατεξῆς διεξήρχετο καὶ ὅσα τῆς
5τῶν πατέρων ζωῆς διὰ μνήμης εἶχε καὶ τὰ πρὸ τῆς ἐμῆς γενέσεως καὶ τὸν μετὰ ταῦτα βίον· σκοπὸς δὲ αὐτῇ τοῦ διηγήματος ἦν ἡ πρὸς τὸν θεὸν εὐχαριστία. Τῶν τε γὰρ γονέων ἀπεδείκνυ τὸν βίον οὐ τοσοῦτον ἐκ περιουσίας λαμπρὸν τοῖς τότε καὶ περίβλεπτον ὄντα, ὅσον ἐκ θείας φιλανθρω‐
10πίας ἐπαυξηθέντα, τῶν μὲν τοῦ πατρὸς γονέων διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν δεδημευμένων, τοῦ δὲ κατὰ μητέρα προπάτορος ἐκ βασιλικῆς ἀγανακτήσεως ἀνῃρημένου καὶ πάντων τῶν προσόντων εἰς ἑτέρους μετακεχωρηκότων δεσπότας· καὶ ὅμως εἰς τοσοῦτον αὐτοῖς διὰ πίστεως τὴν
15ζωὴν αὐξηθῆναι, ὡς μὴ εἶναι τὸν ὑπὲρ αὐτοὺς ἐν τοῖς τότε χρόνοις ὀνομαζόμενον· πάλιν δὲ τῆς περιουσίας αὐτῶν κατὰ τὸν ἀριθμὸν τῶν τέκνων ἐννεαχῇ διατμηθείσης, οὕτως ἑκάστῳ δι’ εὐλογίας πληθυνθῆναι τὴν μοῖραν, ὡς ὑπὲρ τὴν τῶν γονέων εὐκληρίαν τὴν ἑκάστου τῶν τέκνων εἶναι
20ζωήν. Αὐτῆς δὲ ἐκείνης τῶν μὲν ἐπονομασθέντων αὐτῇ κατὰ τὴν πρὸς τοὺς ἀδελφοὺς ἰσομοιρίαν ὑπολειφθῆναι μηδέν, ἀλλὰ πάντα ταῖς χερσὶ τοῦ ἱερέως κατὰ τὴν θείαν ἐντολὴν οἰκονομηθῆναι· τὸν δὲ βίον αὐτῇ τοιοῦτον ἐκ τῆς τοῦ θεοῦ χορηγίας γενέσθαι, ὡς μηδέποτε λῆξαι τὰς206
25χεῖρας εἰς ἐντολὴν ἐνεργούσας μηδὲ πρὸς ἄνθρωπον ἀπο‐ βλέψαι ποτὲ μηδὲ διά τινος ἀνθρωπίνης εὐεργεσίας γε‐ νέσθαι αὐτῇ τὰς πρὸς τὴν εὐσχήμονα διαγωγὴν ἀφορμάς, ἀλλὰ μήτε τοὺς αἰτοῦντας ἀποστραφῆναι μήτε τοὺς διδόν‐ τας ἐπιζητῆσαι, λεληθότως τοῦ θεοῦ καθάπερ τινὰ σπέρ‐
30ματα τὰς βραχείας ἐκ τῶν ἔργων ἀφορμὰς εἰς πολύχουν καρπὸν ταῖς εὐλογίαις ἐπαύξοντος.

21

Ἐμοῦ δὲ τοὺς ἰδίους πόνους ἐν οἷς ἤμην διεξιόντος, πρό‐ τερον μὲν τοῦ βασιλέως Οὐαλέντος διὰ τὴν πίστιν ἐλαύνοντος,
μετὰ ταῦτα δὲ τῆς ἐν ταῖς ἐκκλησίαις συγχύσεως πρὸς ἄθλους ἡμᾶς καὶ καμάτους ἐκκαλουμένης· «Οὐ παύσῃ, φησίν, ἀγνωμό‐208
5νως ἐπὶ τοῖς θείοις ἀγαθοῖς διακείμενος; οὐ θεραπεύσεις τῆς ψυχῆς τὸ ἀχάριστον; οὐκ ἀντιπαραθήσεις τοῖς τῶν πατέρων τὰ σά; καίτοι γε κατὰ τὸν κόσμον τοῦτον ἐν τούτῳ δὴ μάλιστα μεγαλαυχοῦμεν, ἐν τῷ εὖ γεγονέναι καὶ ἀπὸ εὐγενῶν φῦναι δοκεῖν. Πολύς, φησί, κατὰ τὴν παίδευσιν
10ἐν τοῖς τότε χρόνοις ὁ πατὴρ ἐνομίζετο, ἀλλὰ μέχρι τῶν ἐγχωρίων δικαστηρίων ἡ κατ’ αὐτὸν ἵστατο δόξα. Μετὰ ταῦτα δὲ τῶν λοιπῶν διὰ τῆς σοφιστικῆς αὐτοῦ καθηγου‐ μένου οὐκ ἐξῆλθε τὸν Πόντον ἡ φήμη, ἀλλ’ ἀγαπητὸν ἦν ἐκείνῳ τὸ ἐν τῇ πατρίδι περίβλεπτον. Σὺ δέ, φησί,
15πόλεσι καὶ δήμοις καὶ ἔθνεσιν ὀνομαστὸς εἶ καὶ σὲ πρὸς συμμαχίαν τε καὶ διόρθωσιν ἐκκλησίαι πέμπουσι καὶ ἐκκλησίαι καλοῦσι, καὶ οὐχ ὁρᾷς τὴν χάριν; οὐδὲ ἐπιγι‐
νώσκεις τῶν τηλικούτων ἀγαθῶν τὴν αἰτίαν, ὅτι σε τῶν γονέων αἱ εὐχαὶ πρὸς ὕψος αἴρουσιν, οὐδεμίαν ἢ ὀλίγην210
20οἴκοθεν ἔχοντα πρὸς τοῦτο παρασκευήν;»

22

Ταῦτα διεξιούσης ἐγὼ μὲν παρατείνεσθαι πλέον τὸ ἡμερήσιον ἐπόθουν μέτρον, ὡς ἂν μὴ λήξειε καταγλυ‐ καίνουσα ἡμῶν τὴν ἀκοήν· ἀλλ’ ἡ φωνὴ τῶν ψαλλόντων πρὸς τὰς ἐπιλυχνίους εὐχαριστίας ἐξεκαλεῖτο, κἀμὲ πρὸς
5τὴν ἐκκλησίαν ἐκπέμψασα πάλιν ἡ μεγάλη διὰ τῶν προσευ‐ χῶν πρὸς τὸν θεὸν ἀνεχώρει. Καὶ ἡ μὲν νὺξ ἐν τούτοις ἦν. Ὡς δὲ ἡμέρα ἐγένετο, ἐμοὶ μὲν πρόδηλον ἐκ τῶν ὁρω‐ μένων ἦν, ὅτι ἔσχατος αὐτῇ τῆς κατὰ σάρκα ζωῆς ὅρος ἡ ἐνεστῶσα ἡμέρα ἦν, πᾶσαν τὴν ἐγκειμένην τῇ φύσει δύ‐
10ναμιν τοῦ πυρετοῦ δαπανήσαντος. Ἡ δὲ πρὸς τὸ ἀσθενὲς ἡμῶν τῆς διανοίας βλέπουσα παράγειν ἡμᾶς ἐκ τῆς κα‐ τηφεστέρας ἐλπίδος ἐμηχανᾶτο, πάλιν τοῖς καλοῖς ἐκείνοις λόγοις διαχέουσα τῆς ψυχῆς τὸ λυπούμενον ἐν λεπτῷ τὸ λοιπὸν καὶ συνεχομένῳ τῷ ἄσθματι. Ἔνθα δὴ καὶ μάλιστα
15ποικίλως διετίθετό μοι πρὸς τὸ φαινόμενον ἡ ψυχή, τῆς μὲν φύσεως εἰς σκυθρωπότητα κατὰ τὸ εἰκὸς βαρουμένης διὰ τὸ μηκέτι προσδοκᾶν τῆς τοιαύτης φωνῆς καὶ αὖθις ἀκούσεσθαι, ἀλλ’ ὅσον οὐδέπω τὸ κοινὸν καύχημα τῆς γενεᾶς ἐλπίζειν ἐκ τοῦ ἀνθρωπίνου βίου μεταστήσεσθαι,
20τῆς δὲ ψυχῆς οἷον ἐνθουσιώσης ἐκ τῶν φαινομένων καὶ ἐκβεβηκέναι τὴν κοινὴν φύσιν ὑπονοούσης. Τὸ γὰρ μηδὲ ἐν ἐσχάταις ἀναπνοαῖς αὐτὴν οὖσαν παθεῖν τινα ξενισμὸν ἐπὶ τῇ ἐλπίδι τῆς μεταστάσεως μηδὲ δειλιάσαι πρὸς τὸν χωρισμὸν τῆς ζωῆς, ἀλλ’ ὑψηλῇ τῇ διανοίᾳ τοῖς ἐξ ἀρχῆς αὐτῇ περὶ212
25τοῦ τῇδε βίου κεκριμένοις μέχρι τῆς ἐσχάτης ἐμφιλοσοφεῖν ἀναπνοῆς οὐκέτι μοι ἐδόκει τῶν ἀνθρωπίνων εἶναι, ἀλλ’ οἷον ἀγγέλου τινὸς οἰκονομικῶς ἀνθρωπίνην ὑπελθόντος μορφήν, ᾧ μηδεμιᾶς οὔσης πρὸς τὸν ἐν σαρκὶ βίον συγγενείας ἢ οἰκειώσεως οὐδὲν ἀπεικὸς ἐν ἀπαθείᾳ τὴν
30διάνοιαν μένειν, μὴ καθελκούσης τῆς σαρκὸς πρὸς τὰ ἴδια πάθη. Διὰ τοῦτό μοι ἐδόκει τὸν θεῖον ἐκεῖνον καὶ καθαρὸν ἔρωτα τοῦ ἀοράτου νυμφίου, ὃν ἐγκεκρυμμένον εἶχεν ἐν τοῖς τῆς ψυχῆς ἀπορρήτοις τρεφόμενον, ἔκδηλον ποιεῖν τότε τοῖς παροῦσι καὶ δημοσιεύειν τὴν ἐν καρδίᾳ
35διάθεσιν τῷ ἐπείγεσθαι πρὸς τὸν ποθούμενον, ὡς ἂν διὰ τάχους σὺν αὐτῷ γένοιτο τῶν δεσμῶν ἐκλυθεῖσα τοῦ
σώματος. Τῷ ὄντι γὰρ ὡς πρὸς ἐραστὴν ὁ δρόμος ἐγίνετο, οὐδενὸς ἄλλου τῶν κατὰ τὸν βίον ἡδέων πρὸς ἑαυτὸ τὸν ὀφθαλμὸν ἐπιστρέφοντος.214

23

Καὶ τῆς μὲν ἡμέρας ἤδη παρῳχήκει τὸ πλέον καὶ ὁ ἥλιος πρὸς δυσμὰς ἐπεκλίνετο. Τῇ δὲ οὐκ ἐνεδίδου ἡ προ‐ θυμία, ἀλλ’ ὅσον τῇ ἐξόδῳ προσήγγιζεν, ὡς πλέον θεω‐ ροῦσα τοῦ νυμφίου τὸ κάλλος ἐν σφοδροτέρᾳ τῇ ἐπείξει
5πρὸς τὸν ποθούμενον ἵετο, τοιαῦτα φθεγγομένη οὐκέτι πρὸς ἡμᾶς τοὺς παρόντας, ἀλλὰ πρὸς αὐτὸν ἐκεῖνον εἰς ὃν ἀτενὲς ἀφεώρα τοῖς ὄμμασι. Πρὸς γὰρ ἀνατολὴν ἐτέτραπτο αὐτῇ τὸ χαμεύνιον, καὶ ἀποστᾶσα τοῦ πρὸς ἡμᾶς διαλέ‐ γεσθαι δι’ εὐχῆς ὡμίλει τὸ λοιπὸν τῷ θεῷ χερσί τε ἱκε‐
10τεύουσα καὶ ὑποφθεγγομένη λεπτῇ τῇ φωνῇ, ὥστε ἡμᾶς
ἐπαΐειν μετρίως τῶν λεγομένων· τοιαύτη δὲ ἦν ἡ εὐχή, ὡς μηδὲ ἀμφιβάλλειν, ὅτι καὶ πρὸς τὸν θεὸν ἐγίνετο καὶ παρ’ ἐκείνου ἠκούετο.216

24

Σύ, φησίν, ἔλυσας ἡμῖν, κύριε, «τοῦ θανάτου τὸν φόβον». Σὺ ζωῆς ἀληθινῆς ἀρχὴν ἡμῖν ἐποίησας τὸ τέλος τῆς ἐνταῦθα ζωῆς.
5 Σὺ πρὸς καιρὸν ἡμῶν ὕπνῳ διαναπαύεις τὰ σώματα καὶ πάλιν ἀφυπνίζεις «ἐν τῇ ἐσχάτῃ σάλπιγγι». Σὺ δίδως παρακαταθήκην τῇ γῇ τὴν ἡμετέραν γῆν, ἣν ταῖς σαῖς χερσὶ διεμόρφωσας, καὶ πάλιν ἀνακωμίζῃ ὃ ἔδωκας, ἀφθαρσίᾳ καὶ χάριτι μεταμορφώσας τὸ θνητὸν ἡμῶν καὶ
10ἄσχημον. Σὺ ἐρρύσω ἡμᾶς ἐκ τῆς κατάρας καὶ τῆς ἁμαρτίας, ἀμ‐ φότερα ὑπὲρ ἡμῶν γενόμενος. Σὺ «συνέθλασας τὰς κεφαλὰς τοῦ δράκοντος» τοῦ διὰ τοῦ χάσματος τῆς παρακοῆς τῷ λαιμῷ διαλαβόντος τὸν ἄνθρωπον.
15 Σὺ ὡδοποίησας ἡμῖν τὴν ἀνάστασιν, συντρίψας τὰς πύλας τοῦ ᾅδου καὶ «καταργήσας τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου». Σὺ «ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν» τὸν τύπον τοῦ ἁγίου σταυροῦ εἰς καθαίρεσιν τοῦ ἀντικειμένου καὶ ἀσφά‐218
20λειαν τῆς ἡμετέρας ζωῆς.
20 Ὁ θεὸς ὁ αἰώνιος,
21 ᾧ «ἐπερρίφην ἐκ κοιλίας μητρός», «ὃν ἠγάπησεν ἡ ψυχή μου» ἐξ ὅλης δυνάμεως, ᾧ ἀνέθηκα καὶ τὴν σάρκα καὶ τὴν ψυχὴν ἀπὸ νεότη‐
25τός μου καὶ μέχρι τοῦ νῦν, σύ μοι παρακατάστησον φωτεινὸν ἄγγελον τὸν χειραγω‐
γοῦντά με πρὸς τὸν τόπον τῆς ἀναψύξεως, ὅπου «τὸ ὕδωρ τῆς ἀναπαύσεως», παρὰ τοὺς κόλπους τῶν ἁγίων πατέρων. Ὁ διακόψας τὴν φλόγα τῆς πυρίνης ῥομφαίας, καὶ ἀπο‐220
30δοὺς τῷ παραδείσῳ τὸν ἄνθρωπον τὸν συσταυρωθέντα σοι καὶ ὑποπεσόντα τοῖς οἰκτιρμοῖς σου, κἀμοῦ «μνήσθητι ἐν τῇ βασιλείᾳ σου», ὅτι κἀγὼ σοὶ συνε‐ σταυρώθην, «καθηλώσασα ἐκ τοῦ φόβου σου τὰς σάρκας μου καὶ ἀπὸ τῶν κριμάτων σου φοβηθεῖσα».
35Μὴ διαχωρισάτω με τὸ χάσμα τὸ φοβερὸν ἀπὸ τῶν ἐκ‐
λεκτῶν σου, μηδὲ ἀντιστήτω ὁ βάσκανος τῇ ὁδῷ μου μηδὲ εὑρεθείη κατενώπιον τῶν ὀφθαλμῶν σου ἡ ἁμαρ‐ τία μου, εἴ τι σφαλεῖσα διὰ τὴν ἀσθένειαν τῆς φύσεως222
40ἡμῶν ἐν λόγῳ ἢ ἐν ἔργῳ ἢ κατὰ διάνοιαν ἥμαρτον. Ὁ ἔχων ἐπὶ γῆς ἐξουσίαν ἀφιέναι ἁμαρτίας, «ἄνες μοι, ἵνα ἀναψύξω» καὶ εὑρεθῶ ἐνώπιόν σου «ἐν τῇ ἀπεκδύσει τοῦ σώματός» μου «μὴ ἔχουσα σπίλον ἢ ῥυτίδα» ἐν τῇ μορφῇ τῆς ψυχῆς μου, ἀλλ’ ἄμωμος καὶ ἀκη‐
45λίδωτος προσδεχθείη ἡ ψυχή μου ἐν ταῖς χερσί σου «ὡς
θυμίαμα ἐνώπιόν σου».224

25

Καὶ ταῦτα ἅμα λέγουσα ἐπετίθει τὴν σφραγῖδα τοῖς ὀφ‐ θαλμοῖς καὶ τῷ στόματι καὶ τῇ καρδίᾳ. Καὶ κατ’ ὀλίγον ἥ τε γλῶσσα τῷ πυρετῷ καταφρυγεῖσα οὐκέτι διήρθρου τὸν λόγον καὶ ἡ φωνὴ ὑπενεδίδου, καὶ ἐν μονῇ τῇ τῶν χειλέων διαστολῇ
5καὶ τῇ τῶν χειρῶν κινήσει τὸ ἐν προσευχῇ εἶναι αὐτὴν ἐγινώ‐ σκομεν. Καὶ ἐν τούτοις τῆς ἑσπέρας ἐπιλαβούσης καὶ φωτὸς εἰσκομισθέντος ἀθρόον τὸν τῶν ὀμμάτων διαστείλασα κύκλον καὶ πρὸς τὴν αὐγὴν ἀπιδοῦσα ἔκδηλος μὲν ἦν καὶ φθέγξασθαι τὴν ἐπιλύχνιον εὐχαριστίαν προθυμουμένη·
10τῆς δὲ φωνῆς ἐπιλειπούσης διὰ τῆς καρδίας καὶ διὰ τῆς τῶν χειρῶν κινήσεως ἐπλήρου τὴν πρόθεσιν καὶ τὰ χείλη πρὸς τὴν ἔνδοθεν ὁρμὴν συνεκινεῖτο· ὡς δὲ ἐπλήρωσε τὴν εὐχαριστίαν καὶ ἡ χεὶρ ἐπαχθεῖσα διὰ τῆς σφραγῖδος τῷ προσώπῳ τὸ πέρας τῆς εὐχῆς διεσήμανε, μέγα τι καὶ
15βύθιον ἀναπνεύσασα τῇ προσευχῇ τὴν ζωὴν συγκατέληξεν. Ὡς δὲ ἦν τὸ λοιπὸν ἄπνους τε καὶ ἀκίνητος, μνησθεὶς τῶν ἐντολῶν, ἃς εὐθὺς παρὰ τὴν πρώτην συντυχίαν πε‐
ποίητο εἰποῦσα βούλεσθαι τὰς ἐμὰς τοῖς ὀφθαλμοῖς αὐτῆς ἐπιβληθῆναι χεῖρας καὶ δι’ ἐμοῦ τὴν νενομισμένην θερα‐226
20πείαν ἐπαχθῆναι τῷ σώματι, ἐπήγαγον τῷ ἁγίῳ προσώπῳ νεναρκηκυῖαν ἐκ τοῦ πάθους τὴν χεῖρα, ὅσον μὴ δόξαι τῆς ἐντολῆς ἀμελεῖν· οὐδὲν γὰρ τῶν ἐπορθούντων οἱ ὀφθαλμοὶ προσεδέοντο, καθάπερ ἐπὶ τοῦ κατὰ φύσιν γίνεται ὕπνου, τοῖς βλεφάροις εὐκόσμως διειλημμένοι· τά
25τε χείλη προσφυῶς μεμυκότα καὶ αἱ χεῖρες εὐπρεπῶς ἐπανακλιθεῖσαι τῷ στήθει πᾶσά τε ἡ τοῦ σώματος θέσις αὐτομάτως κατὰ τὸ εὔσχημον ἁρμοσθεῖσα οὐδὲν τῆς τῶν κοσμούντων χειρὸς ἐπεδέετο.

26

Ἐμοὶ δὲ διχόθεν ἐγίνετο πάρετος ἡ ψυχὴ καὶ οἷς τὸ φαι‐ νόμενον ἔβλεπον καὶ οἷς τὴν ἀκοὴν διὰ τῆς γοερᾶς τῶν παρ‐ θένων οἰμωγῆς περιηχούμην. Τέως μὲν γὰρ ἐν ἡσυχίᾳ διε‐ καρτέρουν ἐκεῖναι, τῇ ψυχῇ τὴν ὀδύνην ἐγκατακλείουσαι, καὶ
5τὴν τῆς οἰμωγῆς ὁρμὴν τῷ πρὸς αὐτὴν φόβῳ κατέπνιγον, ὥσπερ δεδοικυῖαι καὶ σιωπῶντος ἤδη τοῦ προσώπου τὴν
ἐπιτίμησιν, μή που παρὰ τὸ διατεταγμένον αὐταῖς φωνῆς τινος παρ’ αὐτῶν ἐκραγείσης λυπηθείη πρὸς τὸ γινόμενον ἡ διδάσκαλος. Καὶ οἱονεὶ πυρός τινος ἔνδοθεν αὐτῶν228
10τὰς ψυχὰς διασμύχοντος, ἐπεὶ οὐκέτι κατακρατεῖσθαι δι’ ἡσυχίας τὸ πάθος ἠδύνατο, ἀθρόως πικρός τις καὶ ἄσχετος ἀναρρήγνυται ἦχος, ὥστε μοι μηκέτι μένειν ἐν τῷ καθεστηκότι τὸν λογισμόν, ἀλλὰ καθάπερ χειμάρρου τινὸς ἐπικλύσαντος ὑποβρύχιον παρενεχθῆναι τῷ πάθει
15καὶ τῶν ἐν χερσὶν ἀμελήσαντα ὅλον τῶν θρήνων εἶναι. Καί μοι δικαία πως ἐδόκει καὶ εὔλογος ἡ τοῦ πάθους ἀφορμὴ ταῖς παρθένοις εἶναι. Οὐ γὰρ συνηθείας τινὸς ἢ τῆς κατὰ σάρκα κηδεμονίας τὴν στέρησιν ἀπωδύροντο οὐδ’ ἄλλο τι τοιοῦτον οὐδέν, ἐφ’ ᾧ πρὸς τὰς συμφορὰς
20δυσανασχετοῦσιν οἱ ἄνθρωποι, ἀλλ’ ὡς τῆς κατὰ θεὸν ἐλπίδος αὐτῆς καὶ τῆς τῶν ψυχῶν σωτηρίας ἀποσχισθεῖσαι ταῦτα ἐβόων καὶ ταῦτα ἐν τοῖς θρήνοις ἀπωλοφύροντο. «Ἐσβέσθη, λέγουσαι, τῶν ὀφθαλμῶν ἡμῶν ὁ λύχνος· ἀπήρθη τὸ φῶς τῆς τῶν ψυχῶν ὁδηγίας· διελύθη τῆς ζωῆς ἡμῶν ἡ
25ἀσφάλεια· ἤρθη ἡ σφραγὶς τῆς ἀφθαρσίας· διεσπάσθη ὁ σύνδεσμος τῆς ὁμοφροσύνης, συνετρίβη τὸ στήριγμα τῶν
ἀτονούντων, ἀφῃρέθη ἡ θεραπεία τῶν ἀσθενούντων. Ἐπὶ σοῦ ἡμῖν καὶ ἡ νὺξ ἀντὶ ἡμέρας ἦν καθαρᾷ ζωῇ φωτιζομένη· νῦν δὲ καὶ ἡ ἡμέρα πρὸς ζόφον μεταστραφήσεται». Χαλε‐230
30πώτερον δὲ παρὰ τὰς ἄλλας τὸ πάθος ἐξέκαιον αἱ μητέρα αὐτὴν καὶ τροφὸν ἀνακαλοῦσαι. Ἦσαν δὲ αὗται, ἃς ἐν τῷ τῆς σιτοδείας καιρῷ κατὰ τὰς ὁδοὺς ἐρριμμένας ἀνελο‐ μένη ἐτιθηνήσατό τε καὶ ἀνεθρέψατο καὶ πρὸς τὸν καθαρόν τε καὶ ἄφθορον βίον ἐχειραγώγησεν.

27

Ἐπεὶ δέ πως καθάπερ ἐκ βυθοῦ τινος τὴν ἐμαυτοῦ ψυχὴν ἀνελεξάμην πρὸς τὴν ἁγίαν ἐκείνην κεφαλὴν ἀτενί‐ σας, ὥσπερ ἐπιτιμηθεὶς ἐπὶ τῇ ἀταξίᾳ τῶν ἐπιθορυβούντων διὰ τοῦ θρήνου· «Πρὸς ταύτην βλέψατε, εἶπον μεγάλῃ τῇ
5φωνῇ πρὸς τὰς παρθένους βοήσας, καὶ τῶν παραγγελμάτων αὐτῆς ἀναμνήσθητε, δι’ ὧν τὸ ἐν παντὶ τεταγμένον καὶ εὔσχημον παρ’ αὐτῆς ἐπαιδεύθητε. Ἕνα καιρὸν δακρύων ὑμῖν ἡ θεία ψυχὴ αὕτη ἐνομοθέτησεν ἐν τῷ τῆς προσευχῆς καιρῷ τοῦτο πράττειν παρεγγυήσασα· ὃ καὶ νῦν ποιεῖν
10ἔξεστι, τῆς τῶν θρήνων οἰμωγῆς εἰς συμπαθῆ ψαλμῳδίαν μετατεθείσης.» Ταῦτ’ ἔλεγον μείζονι τῇ φωνῇ, ὡς ἂν τὸν
ἦχον τῶν θρήνων ὑπερηχήσαιμι. Εἶτα μεταστῆναι πα‐ ρεκάλεσα μικρὸν ἐπὶ τὸν σύνεγγυς οἶκον, καταλειφθῆναι δέ τινας ἐξ αὐτῶν, ὧν ἡδέως ἐν τῇ ζωῇ τὴν θεραπείαν232
15προσίετο.

28

Ἐν ταύταις ἦν γυνή τις τῶν εὐσχημόνων πλούτῳ καὶ γένει καὶ τῇ τοῦ σώματος ὥρᾳ καὶ τῇ λοιπῇ περιφανείᾳ περί‐ βλεπτος ἐν νεότητι γενομένη· καὶ συνοικισθεῖσά τινι τῶν ἐπὶ μείζονος ἀξίας καὶ βραχὺν συνοικήσασα χρόνον καὶ
5ἐν νέῳ τῷ σώματι τῆς συζυγίας διαζευχθεῖσα, φύλακά τε καὶ παιδαγωγὸν τῆς χηρείας τὴν μεγάλην Μακρίναν ποιη‐ σαμένη, συνῆν τὰ πολλὰ ταῖς παρθένοις τὸν πρὸς ἀρετὴν βίον παρ’ αὐτῶν ἐκδιδασκομένη. Οὐετιανὴ δὲ ὄνομα τῇ γυναικί, ἧς ὁ πατὴρ Ἀράξιος ἦν τῶν εἰς τὴν ὕπατον
10συντελούντων βουλήν· πρὸς ταύτην εἶπον ἀνεπίφθονον εἶναι νῦν γοῦν τὸν φαιδρότερον ἐπιβαλεῖν κόσμον τῷ σώματι καὶ λαμπραῖς ὀθόναις κατακοσμῆσαι τὴν καθαρὰν ἐκείνην καὶ ἀκηλίδωτον σάρκα. Ἡ δὲ μαθεῖν ἔφη χρῆναι, τί τῇ ἁγίᾳ περὶ τούτων καλῶς ἔχειν ἐδοκιμάσθη· μὴ γὰρ
15εὐαγὲς εἶναι παρὰ τὸ κεχαρισμένον αὐτῇ τι παρ’ ἡμῶν γενέσθαι. Πάντως δὲ ὃ τῷ θεῷ φίλον τε καὶ εὐάρεστον,
κἀκείνῃ καταθύμιον εἶναι.234

29

Καὶ ἦν τις προτεταγμένη τοῦ χοροῦ τῆς παρθενίας ἐν τῷ τῆς διακονίας βαθμῷ, Λαμπάδιον ὄνομα αὐτῇ· ἣ ἀκριβῶς ἔφη γινώσκειν περὶ τῶν κατὰ τὴν ταφὴν δεδογμένων ἐκείνῃ. Ἐπεὶ δὲ ἠρόμην αὐτὴν περὶ τούτων
5(παροῦσα γὰρ ἔτυχε τῇ βουλεύσει), ἔφη μετὰ δακρύων ταῦτα λέγουσα· «Τῇ ἁγίᾳ κόσμος ὁ καθαρὸς βίος διεσπου‐ δάσθη· τοῦτο καὶ τῆς ζωῆς ἐγκαλλώπισμα καὶ τοῦ θανάτου ἐντάφιον ἐκείνῃ ἐστί· τὰ δ’ ὅσα πρὸς καλλωπισμὸν σώ‐ ματος βλέπει, οὔτε ἐν τῷ τῆς ζωῆς χρόνῳ προσήκατο οὔτε
10εἰς τὴν παροῦσαν χρῆσιν ἐταμιεύσατο, ὥστε οὐδὲ βουλομέ‐ νοις ἡμῖν ἔσται τι πλέον τῆς εἰς αὐτὸ τοῦτο παρασκευῆς παρούσησ»—«Καὶ οὐκ ἔστιν ἐν τοῖς ἀποκειμένοις εὑρεῖν, ἔφην ἐγώ, τῶν ἐπικοσμῆσαί τι δυναμένων τὴν ἐκφοράν;» — «Ποίοις, εἶπεν, ἀποκειμένοις; ἐν χερσὶν ἔχεις πᾶν τὸ ἀπό‐
15θετον· ἰδοὺ τὸ ἱμάτιον, ἰδοὺ τῆς κεφαλῆς ἡ καλύπτρα, τὰ
τετριμμένα τῶν ποδῶν ὑποδήματα· οὗτος ὁ πλοῦτος, αὕτη ἡ περιουσία. Οὐδὲν παρὰ τὸ φαινόμενον ἐν ἀποκρύ‐ φοις ἀπόκειται κιβωτοῖς τισιν ἢ θαλάμοις ἠσφαλισμένον. Μίαν ἀποθήκην ᾔδει τοῦ ἰδίου πλούτου, τὸν θησαυρὸν τὸν236
20οὐράνιον· ἐκεῖ πάντα ἀποθεμένη οὐδὲν ἐπὶ τῆς γῆς ὑπε‐ λείπετο». —«Τί οὖν, ἔφην πρὸς αὐτὴν ἐγώ, εἰ τῶν ἐμοί τι πρὸς τὴν ταφὴν ἡτοιμασμένων προσαγάγοιμι μή τι τῶν ἀβου‐ λήτων αὐτῇ διὰ τούτου γενήσεται;» Οὐκ οἴεσθαι ἔφη τοῦτο παρὰ γνώμην εἶναι αὐτῇ· προσέσθαι γὰρ ἂν αὐτὴν καὶ
25ζῶσαν τὴν τοιαύτην παρὰ σοῦ τιμὴν κατ’ ἀμφότερα, διά τε τὴν ἱερωσύνην τὴν ἀεὶ τιμίαν αὐτῇ καὶ διὰ τὴν κοινω‐ νίαν τῆς φύσεως· μηδὲ γὰρ ἂν ἀλλότριον ἑαυτῆς τὸ τοῦ ἀδελφοῦ νομίσαι. Διὰ τοῦτο καὶ ταῖς σαῖς χερσὶ περι‐ κοσμηθῆναι τὸ σῶμα διεκελεύσατο.

30

Ἐπεὶ δὲ τοῦτο ἐδέδοκτο καὶ ἔδει περισταλῆναι ταῖς ὀθόναις τὸ ἱερὸν σῶμα ἐκεῖνο, διελομένοι τὴν σπουδὴν ἄλλος ἄλλο τι περὶ αὐτὴν ἐπονοῦμεν. Καὶ ἐγὼ μὲν τὴν
ἐσθῆτα τῶν ἐμῶν τινι προσαγαγεῖν ἐνεκελευσάμην, ἡ238
5δὲ μνημονευθεῖσα Οὐετιανὴ τὴν ἁγίαν ἐκείνην κεφαλὴν ταῖς ἰδίαις χερσὶ κατακοσμοῦσα, ἐπειδὴ κατὰ τὸν αὐχένα τὴν χεῖρα ἤνεγκεν· «Ἰδού, φησί, πρὸς ἐμὲ βλέψασα, οἷος περιδέραιος κόσμος τῆς ἁγίας ἐξήρτηται.» Καὶ ἅμα τοῦτο λέγουσα ἐκλύσασα τὸν δεσμὸν ἐκ τοῦ κατόπιν προέτεινε
10τὴν χεῖρα καὶ δείκνυσί μοι σιδήρεον τοῦ σταυροῦ τύπον καὶ δακτύλιόν τινα τῆς αὐτῆς ὕλης, ἅπερ ἀμφότερα λεπτῆς ὁρμιᾶς ἐξημμένα ἐπὶ τῆς καρδίας διὰ παντὸς ἦν. Καὶ ἐγὼ εἶπον· «Κοινὸν γενέσθω τὸ κτῆμα. Καὶ σὺ μὲν ἔχε τὸ τοῦ σταυροῦ φυλακτήριον· ἐμοὶ δὲ ἀρκέσει ἡ τοῦ
15δακτυλίου κληρονομία.» Καὶ γὰρ καὶ ἐπὶ τῆς τούτου σφραγῖ‐ δος ὁ σταυρὸς ἐγκεχάρακτο· ᾧ ἐνατενίσασά φησι πάλιν πρὸς
ἐμὲ ἡ γυνή· «Οὐκ ἀπὸ σκοποῦ σοι γέγονεν ἡ ἐκλογὴ τοῦδε τοῦ κτήματος. Κοῖλος γὰρ κατὰ τὴν σφενδόνην ἐστὶν ὁ δακτύλιος καὶ ἐν αὐτῷ ἐν τοῦ ξύλου τῆς ζωῆς κατακέκρυ‐240
20πται· καὶ οὕτως ἄνωθεν ἡ σφραγὶς τῷ ἰδίῳ τύπῳ μηνύει τὸ ὑποκείμενον.»

31

Ὡς δὲ καὶ περικαλυφθῆναι τῇ ἐσθῆτι τὸ καθαρὸν σῶμα καιρὸς ἦν κἀμοὶ τὴν διακονίαν ταύτην ἡ ἐντολὴ τῆς μεγάλης ἀναγκαίαν ἐποίει, παροῦσα τῷ ἔργῳ καὶ συνεφαπτομένη ἡ τῆς μεγάλης ἐκείνης κληρονομίας
5ἡμῖν κοινωνήσασα· «Μὴ παραδράμῃς, φησίν, ἀνιστόρητον τὸ μέγιστον τῶν ὑπὸ τῆς ἁγίας ταύτης κατορθωθέντων θαυμάτων.» —«Τί τοῦτο;» ἔφην ἐγώ. Ἡ δὲ μέρος τι τοῦ στήθους παραγυμνώσασα· «Ὁρᾷς, ἔφη, τὸ λεπτὸν τοῦτο καὶ ἀφανὲς ὑπὸ τὴν δέρριν σημεῖον; στίγματι προσέοικε διὰ
10λεπτῆς ῥαφίδος ἐγγενομένῳ.» Καὶ ἅμα τὸν λύχνον ἐγγύτερον ἐποίει τοῦ δεικνυμένου μοι τόπου. «Τί οὖν, εἶπον, θαυμαστόν, εἰ ἀφανεῖ τινι σημείῳ τὸ σῶμα κατὰ τοῦτο τὸ μέρος ἔστι‐ κται;» —«Τοῦτο, φησί, τῆς μεγάλης τοῦ θεοῦ βοηθείας μνημόσυνον τῷ σώματι λείπεται. Ἐπειδὴ γὰρ ἔφυ ποτέ τι
15κατὰ τὸ μέρος τοῦτο πάθος ἀνιαρὸν καὶ κίνδυνος ἦν ἢ ἀνατμη‐ θῆναι τὸν ὄγκον ἢ πάντῃ καὶ πάντως εἰς ἀνήκεστον προελ‐
θεῖν τὸ κακόν, εἰ τοῖς κατὰ τὴν καρδίαν τόποις πελάσειεν, ἐδέετο μὲν ἡ μήτηρ, φησί, πολλὰ καὶ ἱκέτευε παραδέξασθαι τοῦ ἰατροῦ τὴν ἐπιμέλειαν, ὡς καὶ ταύτης ἐκ θεοῦ τῆς τέχνης242
20ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων καταδειχθείσης. Ἡ δὲ τὸ γυμνῶσαί τι τοῦ σώματος ὀφθαλμοῖς ἀλλοτρίοις τοῦ πάθους χαλεπώτερον κρίνασα, ἑσπέρας καταλαβούσης, ἐπειδὴ τῇ μητρὶ τὴν συνήθη διὰ τῶν χειρῶν ὑπηρεσίαν ἐπλήρωσεν, ἐντὸς γενομένη τοῦ παναγιαστηρίου παν‐
25νύχιον προσπίπτει τῷ θεῷ τῶν ἰάσεων καὶ τὸ ἀπορρυὲν τῶν ὀφθαλμῶν ὕδωρ πρὸς τὴν γῆν ἀναχέασα τῷ ἐκ τῶν δακρύων πηλῷ φαρμάκῳ πρὸς τὸ πάθος ἐχρήσατο· τῆς δὲ μητρὸς ἀθύμως διακειμένης καὶ πάλιν ἐνδοῦναι τῷ ἰατρῷ παρακαλούσης ἀρκεῖν ἔλεγε πρὸς θεραπείαν ἑαυτῇ
30τοῦ κακοῦ, εἰ τῇ ἰδίᾳ χειρὶ ἡ μήτηρ ἐπιβάλοι τῷ τόπῳ τὴν
ἁγίαν σφραγῖδα. Ὡς δὲ ἐντὸς ἐποιήσατο τοῦ κόλπου τὴν χεῖρα ἡ μήτηρ, ἐφ’ ᾧ τε περισφραγίσαι τὸ μέρος, ἡ μὲν σφραγὶς ἐνήργει, τὸ δὲ πάθος οὐκ ἦν. Ἀλλὰ τοῦτο, φησί, τὸ βραχὺ σημεῖον καὶ τότε ἀντὶ τοῦ φρικτοῦ ἑωράθη244
35ὄγκου καὶ μέχρι τέλους παρέμεινεν, ὡς ἄν, οἶμαι, τῆς θείας ἐπισκέψεως μνημόσυνον εἴη πρὸς ἀφορμὴν καὶ ὑπόθεσιν τῆς διηνεκοῦς πρὸς τὸν θεὸν εὐχαριστίας.»

32

Ἐπεὶ δὲ πέρας εἶχεν ἡμῖν ἡ σπουδὴ καὶ ἐκ τῶν ἐνόν‐ των περιεκοσμήθη τὸ σῶμα, πάλιν φησὶν ἡ διάκονος μὴ πρέπειν νυμφικῶς ἐσταλμένην αὐτὴν ἐν ὀφθαλμοῖς τῶν παρθένων ὁρᾶσθαι. «Ἀλλ’ ἔστι μοι, φησί, τῆς μητρὸς τῆς
5ὑμετέρας τῶν φαιῶν πεφυλαγμένον ἱμάτιον, ὃ ἄνωθεν ἐπιβληθῆναι καλῶς ἔχειν φημί, ὡς ἂν μὴ τῷ ἐπεισάκτῳ διὰ τῆς ἐσθῆτος κόσμῳ τὸ ἱερὸν τοῦτο κάλλος λαμπρύνοιτο.» Ἐκράτει τὰ δεδογμένα καὶ τὸ ἱμάτιον ἐπεβλήθη· ἡ δὲ ἔλαμπε καὶ ἐν τῷ φαιῷ, τῆς θεῖας, οἶμαι, δυνάμεως καὶ ταύτην
10προσθείσης τὴν χάριν τῷ σώματι, ὥστε κατὰ τὴν τοῦ ἐνυπνίου ὄψιν ἀκριβῶς αὐγάς τινας ἐκ τοῦ κάλλους ἐκλάμ‐ πειν δοκεῖν.

33

Ὡς δὲ ἡμεῖς ἐν τούτοις ἦμεν καὶ αἱ ψαλμῳδίαι τῶν
παρθένων τοῖς θρήνοις καταμιχθεῖσαι περιήχουν τὸν τό‐ πον, οὐκ οἶδ’ ὅπως ἐν κύκλῳ πανταχόθεν ἀθρόως τῆς φήμης διαχεθείσης πάντες οἱ περιοικοῦντες ἐπὶ τὸ πάθος246
5συνέρρεον, ὡς μηκέτι τὸ προαύλιον ἱκανὸν εἶναι χωρεῖν τοὺς συντρέχοντας. Τῆς οὖν παννυχίδος περὶ αὐτὴν ἐν ὑμνῳδίαις καθάπερ ἐπὶ μαρτύρων πανηγύρεως τελε‐ σθείσης, ἐπειδὴ ὄρθρος ἐγένετο, τὸ μὲν πλῆθος τῶν ἐκ πάσης τῆς περιοικίδος συρρυέντων ἀνδρῶν ἅμα καὶ γυναι‐
10κῶν ἐπεθορύβει ταῖς οἰμωγαῖς τὴν ψαλμῳδίαν· ἐγὼ δὲ καίτοι γε κακῶς τὴν ψυχὴν ὑπὸ τῆς συμφορᾶς διακείμενος ὅμως ἐκ τῶν ἐνόντων ἐπενόουν, ὡς ἦν δυνατόν, μηδὲν τῶν ἐπὶ τῇ τοιαύτῃ κηδείᾳ πρεπόντων παραλειφθῆναι, ἀλλὰ διαστήσας κατὰ γένος τὸν συρρυέντα λαὸν καὶ τὸ ἐν γυναιξὶ
15πλῆθος τῷ τῶν παρθένων συγκαταμίξας χορῷ, τὸν δὲ τῶν ἀνδρῶν δῆμον τῷ τῶν μοναζόντων τάγματι, μίαν ἐξ ἑκατέρων εὔρυθμόν τε καὶ ἐναρμόνιον καθάπερ ἐν χοροστασίᾳ τὴν ψαλμῳδίαν γίνεσθαι παρεσκεύασα διὰ τῆς κοινῆς πάντων συνῳδίας εὐκόσμως συγκεκραμένην.
20Ὡς δὲ προῄει κατ’ ὀλίγον ἡ ἡμέρα καὶ ἐστενοχωρεῖτο πᾶς ὁ περὶ τὴν ἐσχατιὰν τόπος τῷ πλήθει τῶν συρρυέντων, παρα‐
στὰς ὁ τῶν τόπων ἐκείνων διὰ τῆς ἐπισκοπῆς προεστώς, Ἀράξιος ὄνομα αὐτῷ (παρῆν γὰρ σὺν παντὶ τῷ τῆς ἱερω‐ σύνης πληρώματι), προάγειν ἠρέμα παρεκάλει τὸ σκήνωμα248
25ὡς πολλοῦ τε ὄντος τοῦ μεταξὺ διαστήματος καὶ τοῦ πλή‐ θους πρὸς τὴν ὀξυτέραν κίνησιν ἐμποδὼν γενησομένου, καὶ ἅμα ταῦτα λέγων προσεκαλεῖτο πάντας τοὺς τῆς ἱερωσύνης αὐτῷ συμμετέχοντας, ὡς ἂν δι’ ἐκείνων κομι‐ σθείη τὸ σκήνωμα.

34

Ἐπεὶ δὲ τοῦτο ἐδέδοκτο καὶ ἐν χερσὶν ἦν ἡ σπουδή, ὑποβὰς τὴν κλίνην ἐγὼ κἀκεῖνον ἐπὶ τὸ ἕτερον μέρος προσκαλεσάμενος, ἄλλων τε δύο τῶν ἐν τῷ κλήρῳ τετιμη‐ μένων τὸ ὀπίσθιον τῆς κλίνης μέρος ὑπολαβόντων, ᾔειν
5τοῦ πρόσω ἐχόμενος βάδην, ὡς εἰκός, καὶ κατ’ ὀλίγον ἡμῖν γινομένης τῆς κινήσεως. Τοῦ γὰρ λαοῦ περὶ τὴν κλίνην πεπυκνωμένου καὶ πάντων ἀπλήστως ἐχόντων τοῦ ἱεροῦ ἐκείνου θεάματος οὐκ ἦν εὔπορον ἐν εὐκολίᾳ τὴν πορείαν ἡμῖν διανύεσθαι· προηγεῖτο δὲ καθ’ ἑκάτερον
10μέρος διακόνων τε καὶ ὑπηρετῶν πλῆθος οὐκ ὀλίγον στοιχη‐
δὸν τοῦ σκηνώματος προπομπεύοντες, ἐκ κηροῦ λαμπάδας διὰ χειρὸς ἔχοντες πάντες, καὶ ἦν τις μυστικὴ πομπὴ τὸ γινό‐ μενον, ὁμοφώνως τῆς ψαλμῳδίας ἀπ’ ἄκρων ἐπὶ ἐσχάτους καθάπερ ἐν τῇ τῶν τριῶν παίδων ὑμνῳδίᾳ μελῳδουμένης.250
15Ἑπτὰ δὲ ὄντων ἢ ὀκτὼ τῶν διὰ μέσου σταδίων ἀπὸ τῆς ἐσχατιᾶς ἐπὶ τὸν τῶν ἁγίων μαρτύρων οἶκον, ἐν ᾧ καὶ τὰ τῶν γονέων ἀπέκειτο σώματα, διὰ πάσης σχεδὸν τῆς ἡμέρας μόλις τὴν ὁδὸν διηνύσαμεν. Οὐ γὰρ εἴα τὸ πλῆθος τό τε συνερχόμενον καὶ τὸ ἀεὶ προσγινόμενον κατὰ γνώμην
20τὴν πρόοδον γίνεσθαι. Ἐπειδὴ οὖν ἐντὸς τῶν θυρῶν τοῦ οἴκου κατέστημεν, ἀποθέμενοι τὴν κλίνην τὰ πρῶτα εἰς προσευχὴν ἐτρεπόμεθα· ἡ δὲ εὐχὴ θρήνων γίνεται ἀφορμὴ τῷ λαῷ. Τῆς γὰρ ψαλμῳδίας κατασιγασθείσης ἐπειδὴ τὸ ἱερὸν ἐκεῖνο πρόσωπον αἱ παρθένοι προσέβλεψαν καὶ ἡ
25σορὸς ἤδη τῶν γονέων ἀπεκαλύπτετο, ἐν ᾗ καταθέσθαι δεδογμένον ἦν, μιᾶς τινος ἀτάκτως ἐκβοησάσης, ὅτι οὐκέτι μετὰ τὴν ὥραν ταύτην τὸ θεοειδὲς τοῦτο προσβλέ‐ ψομεν πρόσωπον, ὡς καὶ αἱ λοιπαὶ παρθένοι τὸ ἴσον μετ’ αὐτῆς ἐξεβόησαν, σύγχυσις ἄτακτος τὴν εὔτακτον ἐκείνην
30καὶ ἱεροπρεπῆ ψαλμῳδίαν διέχεε, πάντων πρὸς τὴν τῶν παρθένων οἰμωγὴν ἐπικλασθέντων. Μόλις δέ ποτε καὶ ἡμῶν τὴν σιωπὴν διανευόντων καὶ τοῦ κήρυκος εἰς εὐχὴν ὑφηγουμένου καὶ τὰς συνήθεις ἐμβοῶντος τῇ ἐκκλησίᾳ φωνάς, κατέστη πρὸς τὸ σχῆμα τῆς εὐχῆς ὁ λαός.252

35

Καὶ ἐπειδὴ τὸ πρέπον ἡ προσευχὴ πέρας ἔλαβε, φόβος μέ τις τῆς θείας ἐντολῆς εἰσέρχεται τῆς κωλυούσης πατρὸς ἢ μητρὸς ἀνακαλύπτειν ἀσχημοσύνην. Καὶ πῶς, ἔφην, ἔξω τοῦ τοιούτου γενήσομαι κατακρίματος, ἐν τοῖς τῶν
5γονέων σώμασι βλέπων τὴν κοινὴν τῆς ἀνθρωπίνης φύσεως ἀσχημοσύνην, διαπεπτωκότων ὡς εἰκὸς καὶ λελυμένων καὶ εἰς εἰδεχθῆ καὶ δυσάντητον ἀμορφίαν μεταβληθέντων; Ταῦτα δέ μοι λογιζομένῳ καὶ τῆς τοῦ Νῶε κατὰ τοῦ παιδὸς ἀγανακτήσεως ἐπιτεινούσης τὸν φόβον συμβουλεύει τὸ
10πρακτέον ἡ ἱστορία τοῦ Νῶε. Ἐπεκαλύφθη γὰρ σινδόνι καθαρᾷ πρὶν ἐν ὀφθαλμοῖς ἡμῶν γενέσθαι τὰ σώματα τῇ τοῦ πώματος ἐπάρσει καθ’ ἑκάτερον ἄκρον τῆς σινδόνος ἀντεισιούσης· καὶ οὕτως ὑποκρυφθέντων τῇ σινδόνι τῶν σωμάτων ἀράμενοι τῆς κλίνης τὸ ἱερὸν ἐκεῖνο σῶμα
15ἐγώ τε καὶ ὁ μνημονευθεὶς τῶν τόπων ἐπίσκοπος τῇ μητρὶ
παρακατεκλίναμεν κοινὴν ἀμφοτέραις πληροῦντες εὐχήν· τοῦτο γὰρ παρὰ πᾶσαν τὴν ζωὴν συμφώνως ἀμφότεραι τὸν θεὸν ᾐτοῦντο, ἀνακραθῆναι μετὰ τὸν θάνατον ἀλλήλοις τὰ σώματα καὶ τὴν κατὰ τὸν βίον ἐν τῇ ζωῇ κοινωνίαν254
20μηδὲ ἐπὶ τῷ θανάτῳ διαζευχθῆναι.

36

Ἐπεὶ δὲ πάντα ἡμῖν τὰ ἐν τῇ κηδείᾳ νενομισμένα πεπλήρωτο καὶ ἔδει τῆς ἐπανόδου γενέσθαι, ἐπιπεσὼν τῷ τάφῳ καὶ τὴν κόνιν ἀσπασάμενος εἰχόμην πάλιν τῆς ὁδοῦ κατηφής τε καὶ δεδακρυμένος, λογιζόμενος ὅσου
5ἀγαθοῦ διεζεύχθη ὁ βίος. Κατὰ δὲ τὴν ὁδὸν ἀνήρ τις τῶν ἐν στρατείᾳ λαμπρῶν στρατιωτικὴν ἡγεμονίαν ἔχων ἐν πολίχνῃ τινὶ τῶν κατὰ τὸν Πόντον, ᾗ Σεβαστόπολις ὄνομα, μετὰ τῶν ὑπηκόων ἐνδιαιτώμενος ἀπήντησέ τε φιλοφρόνως κατ’ αὐτὴν γενομένῳ καὶ τὴν συμφορὰν ἀκούσας καὶ
10χαλεπῶς ἐνεγκὼν (ἦν γὰρ δὴ τῶν ἐκ γένους ἡμῖν οἰκείων τε καὶ ἐπιτηδείων), προσέθηκέ μοί τι διήγημα τοῦ κατ’ αὐτὴν θαύματος, ὃ δὴ καὶ μόνον ἐγγράψας τῇ ἱστορίᾳ, καταπαύσω τὴν συγγραφήν. Ἐπειδὴ γὰρ ἐπαυσάμεθα τῶν
δακρύων καὶ εἰς ὁμιλίαν κατέστημεν· «Ἄκουε, φησὶ πρός256
15με λέγων ἐκεῖνος, οἷον καὶ ὅσον ἀγαθὸν τῆς ἀνθρωπίνης μετέστη ζωῆς.» Καὶ ταῦτα εἰπὼν οὕτως ἄρχεται τοῦ διηγή‐ ματος.

37

«Ἐγένετό τις ἡμῖν ἐπιθυμία ποτὲ τῇ τε γαμετῇ καὶ ἐμοὶ καταλαβεῖν κατὰ σπουδὴν τὸ τῆς ἀρετῆς φροντιστήριον· οὕτω γὰρ οἶμαι χρῆναι, φησί, τὸν χῶρον ἐκεῖνον κατονο‐ μάζεσθαι, ἐν ᾧ τὴν διαγωγὴν εἶχεν ἡ μακαρία ψυχή.
5Συνῆν δὲ ἡμῖν καὶ τὸ θυγάτριον, ᾧ τις ἐκ λοιμώδους ἀρρωστίας συνέβη περὶ τὸν ὀφθαλμὸν συμφορά· καὶ ἦν θέαμα εἰδεχθὲς καὶ ἐλεεινόν, παχυνθέντος τοῦ περὶ τὴν κόρην χιτῶνος καὶ ἐκ τοῦ πάθους ὑπολευκαίνοντος. Ὡς δὲ ἐντὸς ἦμεν τῆς θείας ἐκείνης διαγωγῆς, διελόμενοι κατὰ
10γένος τὴν ἐπίσκεψιν τῶν ἐν τόπῳ φιλοσοφούντων ἐγώ τε καὶ ἡ ὁμόζυγος, ἐγὼ μὲν ἐν τῷ ἀνδρῶνι ἤμην, ὧν καθηγεῖτο Πέτρος ὁ σὸς ἀδελφός, ἡ δὲ τοῦ παρθενῶνος ἐντὸς γενομένη τῇ ἁγίᾳ συνῆν. Συμμέτρου δὲ διαγενομένου ἐν τῷ μεταξὺ διαστήματος, καιρὸν εἶναι τοῦ ἀποχωρεῖν
15τῆς ἐσχατιᾶς πάλιν ἐκρίναμεν, καὶ ἤδη πρὸς τοῦτο ἦν ἡμῖν ἡ ὁρμή, σύμφωνος δὲ παρ’ ἑκατέρων ἡ περὶ ἡμᾶς
φιλοφροσύνη ἐγίνετο. Ἐμοί τε γὰρ ὁ σὸς ἀδελφὸς μένειν ἐνεκελεύετο καὶ μετασχεῖν τῆς φιλοσόφου τραπέζης· ἥ τε μακαρία τὴν ἐμὴν γαμετὴν οὐ μεθίει, ἀλλ’ ἐν κόλποις258
20ἔχουσα τὸ θυγάτριον οὐ πρότερον ἔλεγεν ἀποδώσειν, πρὶν τράπεζαν αὐτοῖς παραστήσασθαι, καὶ τῷ τῆς φιλοσοφίας δεξιώσασθαι πλούτῳ· φιλοῦσα δὲ οἷα εἰκὸς τὸ παιδίον καὶ προσάγουσα τὸ στόμα τοῖς ὀφθαλμοῖς, ἐπειδὴ εἶδε τὸ περὶ τὴν κόρην πάθος, «Ἐάν μοι, φησί, δῶτε τὴν χάριν
25καὶ τῆς τραπέζης ἡμῖν κοινωνήσητε, ἀντιδώσω μισθὸν ὑμῖν τῆς τοιαύτης ὑμῶν τιμῆς οὐκ ἀνάξιον»—«Τίνα τοῦ‐ τον;» εἰπούσης τῆς τοῦ παιδίου μητρός, «Ἔστι μοι φάρμα‐ κον, ἡ μεγάλη φησίν, ὃ δυνατῶς ἔχει τὸ κατὰ τὸν ὀφθαλμὸν πάθος ἰάσασθαι». Ἐπὶ τούτοις δηλώματός μοι παρὰ τῆς
30γυναικωνίτιδος ἥκοντος τοῦ τὴν ὑπόσχεσιν ἐκείνην κατα‐ μηνύσαντος ἄσμενοι παρεμείναμεν, μικρὰ φροντίσαντες τῆς ἐπειγούσης ἡμᾶς πρὸς τὴν ὁδοιπορίαν ἀνάγκης.

38

Ὡς δὲ τέλος εἶχεν ἡ εὐωχία καὶ πλήρης ἦν ἡμῖν ἡ ψυχή, τοῦ μὲν μεγάλου Πέτρου ταῖς οἰκείαις χερσὶν εὐωχοῦντος ἡμᾶς καὶ φαιδρύνοντος, τῆς δὲ ἁγίας Μακρίνης διὰ πάσης εὐπρεποῦς θυμηδίας τὴν ὁμόζυγον ἡμῶν
5ἀνιείσης, οὕτω φαιδροί τε καὶ γεγηθότες τὴν αὐτὴν ὁδὸν
ἐπανῄειμεν, διήγημα τῷ ἑτέρῳ τὰ καθ’ ἑαυτὸν ἑκάτερος ἐν τῇ ὁδοιπορίᾳ ποιούμενοι. Κἀγὼ μὲν διεξῄειν ἐκ τοῦ ἀνδρῶνος ὅσα τε εἶδον καὶ ὅσα ἤκουσα, ἐκείνη δὲ τὰ καθ’ ἕκαστον ἐκδιηγουμένη καθάπερ ἐφ’ ἱστορίας οὐδὲν ᾤετο260
10δεῖν οὐδὲ τῶν μικρῶν παραλανθάνειν· ἀκολούθως δὲ πάντα καθάπερ ἐπὶ συγγραφῆς διεξιοῦσα ὡς κατὰ τὸ μέρος ἐγεγόνει ἐκεῖνο, ἐν ᾧ ἡ ὑπόσχεσις ἦν τῆς τοῦ ὀφθαλμοῦ θεραπείας, ἐγκόψασα τὴν διήγησιν «Τί τοῦτο, φησί, πεπόν‐ θαμεν; πῶς τῆς ὑποσχέσεως ἠμελήσαμεν, τὸ ἐπαγγελθὲν
15ἡμῖν ἐκεῖνο ἐν κολλυρίῳ φάρμακον;». Κἀμοῦ συνδυσχεραί‐ νοντος ἐπὶ τῇ ἀμελείᾳ καί τινα διὰ τάχους ἐκδραμεῖν ἐπὶ τὸ φάρμακον ἐγκελευσαμένου βλέπει κατὰ τὸ συμβὰν πρὸς τὴν μητέρα ἐν ταῖς χερσὶν ὂν τῆς τιθηνουμένης τὸ νήπιον, καὶ ἡ μήτηρ τοῖς ὀφθαλμοῖς τοῦ παιδίου ἐνατενί‐
20σασα «Παύου, φησί, δυσχεραίνων ἐπὶ τῇ ἀμελείᾳ», μεγάλῃ τοῦτο τῇ φωνῇ ὑπὸ χαρᾶς ἅμα καὶ ἐκπλήξεως λέγουσα· «Ἰδοὺ γὰρ οὐδὲν ἐλλέλειπται ἡμῖν τῶν ἐπηγγελμένων, ἀλλὰ τὸ ἀληθινὸν ἐκείνης φάρμακον τὸ τῶν παθημάτων ἰατικόν, ὅπερ ἐστὶν ἡ ἐκ τῶν εὐχῶν θεραπεία, καὶ ἔδωκε καὶ ἐνεργὸν
25ἤδη γέγονε, καὶ ὑπολέλειπται τῆς κατὰ τὸν ὀφθαλμὸν ἀρρωστίας οὐδ’ ὁτιοῦν, τῷ θείῳ ἐκείνῳ φαρμάκῳ κε‐ καθαρμένον». Καὶ ἅμα ταῦτα διεξιοῦσα αὐτή τε τὸ παιδίον ἐνηγκαλίζετο καὶ ταῖς ἐμαῖς ἐνετίθει χερσί. Κἀγὼ τότε τὰ ἀπιστούμενα κατὰ τὸ εὐαγγέλιον θαύματα τῇ διανοίᾳ
30λάβων «Τί μέγα, εἶπον, διὰ χειρὸς θεοῦ τυφλοῖς τὰς ὄψεις ἀποκαθίστασθαι, ὁπότε νῦν ἡ δούλη αὐτοῦ τὰς ἰάσεις ἐκείνας κατορθοῦσα τῇ εἰς αὐτὸν πίστει πρᾶγμα κατείρ‐ γασται οὐ πολὺ τῶν θαυμάτων ἐκείνων ἀπολειπόμενον;»» Ταῦτα λέγων μεταξὺ λυγμῷ τὴν φωνὴν ἐνεκόπτετο, τῶν262
35δακρύων ἐπιρρυέντων τῷ διηγήματι. Τὰ μὲν οὖν παρὰ τοῦ στρατιώτου ταῦτα.

39

Ὅσα δὲ καὶ ἄλλα τοιαῦτα παρὰ τῶν συνεζηκότων αὐτῇ καὶ δι’ ἀκριβείας τὰ κατ’ αὐτὴν ἐπισταμένων ἠκού‐ σαμεν, οὐκ ἀσφαλὲς οἶμαι προσθεῖναι τῷ διηγήματι. Οἱ γὰρ πολλοὶ τῶν ἀνθρώπων πρὸς τὰ ἑαυτῶν μέτρα τὸ
5πιστὸν ἐν τοῖς λεγομένοις κρίνουσι, τὸ δὲ ὑπερβαῖνον τὴν τοῦ ἀκούοντος δύναμιν ὡς ἔξω τῆς ἀληθείας ταῖς τοῦ ψεύδους ὑπονοίαις ὑβρίζουσι. Διὸ παρίημι τὴν ἄπιστον ἐκείνην ἐν τῷ λιμῷ γεωργίαν, πῶς ἐκβαλλόμενος ὁ πρὸς τὴν χρείαν σῖτος οὐδεμίαν αἴσθησιν ἐποίει τῆς ὑφαιρέσεως,
10ἐν τῷ ὁμοίῳ διαμένων ὄγκῳ καὶ πρὶν διαδοθῆναι ταῖς τῶν αἰτούντων χρείαις καὶ μετὰ τοῦτο, καὶ ἄλλα τούτων παραδοξότερα, παθῶν ἰάσεις καὶ δαιμόνων καθάρσεις καὶ ἀψευδεῖς προρρήσεις τῶν ἐκβησομένων· ἃ πάντα τοῖς
μὲν δι’ ἀκριβείας ἐγνωκόσιν ἀληθῆ εἶναι πιστεύεται, κἂν264
15ὑπὲρ πίστιν ᾖ, ἐπὶ δὲ τῶν σαρκωδεστέρων ἔξω τοῦ ἐνδεχο‐ μένου νομίζεται, οἳ οὐκ ἴσασιν ὅτι «κατὰ τὴν ἀναλογίαν τῆς πίστεως» καὶ ἡ τῶν χαρισμάτων διανομὴ παραγίνεται, μικρὰ μὲν τοῖς ὀλιγοπιστοῦσι, μεγάλη δὲ τοῖς πολλὴν ἔχουσιν ἐν ἑαυτοῖς τὴν εὐρυχωρίαν τῆς πίστεως. Ὡς ἂν
20οὖν μὴ βλαβεῖεν οἱ ἀπιστότεροι ταῖς τοῦ θεοῦ δωρεαῖς ἀπιστοῦντες, τούτου ἕνεκεν καθεξῆς ἱστορεῖν περὶ τῶν ὑψηλοτέρων θαυμάτων παρῃτησάμην, ἀρκεῖν ἡγούμενος
τοῖς εἰρημένοις περιγράψαι τὴν περὶ αὐτῆς ἱστορίαν.266