TLG 2017 040 :: GREGORIUS NYSSENUS :: Encomium in sanctum Stephanum protomartyrem i GREGORIUS NYSSENUS Theol. Encomium in sanctum Stephanum protomartyrem i Citation: Page — (line) | ||
4(t1) | ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ | |
t2 | ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΤΟΝ | |
---|---|---|
t3 | ΑΓΙΟΝ ΠΡΩΤΟΜΑΡΤΥΡΑ ΣΤΕΦΑΝΟΝ | |
1 | Ὡς καλὴ τῶν ἀγαθῶν ἡ ἀκολουθία, ὡς γλυκεῖα ἡ τῆς εὐφροσύνης διαδοχή. ἰδοὺ γὰρ ἑορτὴν ἐξ ἑορτὴν ἐξ ἑορτῆς καὶ χάριν ἀντιλαμβάνομεν χάριτος. χθὲς ἡμᾶς ὁ τοῦ παντὸς δεσπότης εἱστίασε, σήμερον ὁ μιμητὴς τοῦ δεσπότου. πῶς οὗτος ἢ | |
5 | πῶς ἐκεῖνος; ἐκεῖνος τὸν ἄνθρωπον ὑπὲρ ἡμῶν ἐνδυόμενος, οὗτος τὸν ἄνθρωπον ὑπὲρ ἐκείνου ἀποδυόμενος. ἐκεῖνος τὸ τοῦ βίου σπήλαιον δι’ ἡμᾶς ὑπερχόμενος, οὗτος τοῦ σπηλαίου δι’ ἐκεῖνον ὑπεξερχόμενος. ἐκεῖνος ὑπὲρ ἡμῶν σπαργανούμενος, οὗτος ὑπὲρ ἐκείνου καταλιθούμενος. ἐκεῖνος ἀναιρῶν τὸν | |
10 | θάνατον, οὗτος ἐπεμβαίνων τῷ θανάτῳ κειμένῳ. Ἀλλὰ συνδράμωμεν, ἀδελφοί, τῷ λόγῳ καὶ ἡμεῖς πρὸς τὸ θέατρον, ὡς ὁ ἀθλητὴς ὁ μέγας ἐναγωνίζεται πρὸς τὸν πονηρὸν ἀντίπαλον τῆς ἀνθρωπίνης ζωῆς ἐν τῷ σταδίῳ τῆς ὁμολογίας ἀποδυόμενος. ἀληθῶς γὰρ κατὰ τὴν Παύλου φωνὴν θέατρον | |
15 | ἐγενήθη τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις ὁ Στέφανος, | 4 |
6 | πρῶτος τὸν στέφανον τῆς μαρτυρίας ἀναδησάμενος, πρῶτος τῷ χορῷ τῶν μαρτύρων ὁδοποιήσας τὴν εἴσοδον, πρῶτος ἀντικαταστὰς πρὸς τὴν ἁμαρτίαν μέχρι τοῦ αἵματος. καί μοι δοκεῖ πᾶσα τῶν ὑπερκοσμίων ἡ στρατιὰ καὶ πᾶσαι τῶν | |
5 | ἀγγέλων αἱ μυριάδες τῶν τε λειτουργούντων καὶ τῶν παρεστη‐ κότων καί, εἴ τι κατὰ τὴν ἄνω λῆξιν τῶν τιμίων ἀκούομεν ἐν ἀρχαῖς τε καὶ δυνάμεσι καὶ θρόνοις καὶ ἐξουσίαις καὶ κυριό‐ τησι, καὶ πᾶσα ἡ οὐρανία πανήγυρις θέαμα ποιεῖσθαι τότε τὸν ἀθλητὴν τῷ ἀνταγωνιστῇ συμπλεκόμενον. | |
10 | Ὑφήπλωτο μὲν γὰρ οἷόν τι στάδιον τοῖς ἀγωνιζομένοις ὁ ἀνθρώπινος βίος, ἀντεφώρμων δὲ ἀλλήλοις ἀμφότεροι· ὅ τε πονηρὸς ἀντίπαλος τῆς ἀνθρωπίνης ζωῆς, ἀπὸ τοῦ πτώματος τῶν πρωτοπλάστων μέχρι τῶν κατὰ Στέφανον χρόνων τῇ κατὰ τῶν ἀνθρώπων ἐγγυμνασάμενος νίκῃ, καὶ ὁ μέγας τῆς πίστεως | |
15 | ἀγωνιστής, ἀντ’ οὐδενὸς κρίνων τοῦ ἀντιπάλου τὴν ἔφοδον. ὅπλα δὲ κατ’ ἀλλήλων ἀμφοτέροις ἦν, τῷ μὲν εὑρετῇ τοῦ θανάτου ἡ πρὸς τὸν θάνατον ἀπειλή, τῷ δὲ μαθητῇ τῆς ζωῆς ἡ ὁμολογία τῆς πίστεως. τίς γὰρ οὐκ ἂν ἠγάσθη τὸ καινὸν τοῦτο τῆς ἀγωνίας εἶδος, ὅτε ζωῇ καὶ θανάτῳ ἡ ἀλήθεια | |
20 | διεκρίνετο καὶ ἀπόδειξις ἐγίνετο τῆς ἀληθείας ὁ θάνατος; ὁ γὰρ κῆρυξ τῆς κεκρυμμένης τέως καὶ ἀγνοουμένης ζωῆς ἔργῳ | |
διήγγελλε τοῖς ἀνθρώποις τὸ κήρυγμα· τὸ γὰρ ἑτοίμως | 6 | |
8 | τοῦτον καταλιπεῖν τὸν βίον ἀπόδειξις τοῖς ὀρθῶς κρίνουσιν ἦν τοῦ τὴν προτιμοτέραν ζωὴν ἀντὶ τῆς καταλειπομένης ἀλλά‐ ξασθαι. Ἀλλὰ καλὸν ἂν εἴη καθάπερ ἐπὶ πίνακος ἀκριβῶς τῷ | |
5 | λόγῳ διαζωγραφῆσαι τὴν ἄθλησιν, ὡς ἂν καθ’ ὁδὸν ἡμῖν διὰ τῆς τῶν γεγονότων ἀκολουθίας ἡ τῶν θαυμάτων τάξις ἐπι‐ δεικνύοιτο. ἄρτι μὲν ἡ ἄνωθεν βιαία πνοὴ πᾶσαν τὴν ἐναέριον καὶ ἀπατηλὴν τῶν δαιμόνων διασκεδάσασα δύναμιν ἐπλήρωσε τῶν ἀποστόλων τὸν οἶκον, καὶ πυροειδῶς εἰς γλώσσας κατὰ | |
10 | τὸν ἀριθμὸν τῶν δεξαμένων τὴν χάριν τὸ πνεῦμα διαμερισθὲν ἐν ἑκάστῳ ἐγίνετο. ἤδη δὲ πρὸς τὸ παράδοξον τοῦ κατὰ τὴν φωνὴν καὶ τὴν γλῶσσαν θαύματος τοὺς ἐκ παντὸς ἔθνους Ἱεροσολύμοις ἐπιδημοῦντας ἔκπληξίς τε κατειλήφει καὶ σύγ‐ χυσις, τῶν εἰς ποικίλας τε καὶ διαφόρους γλωσσῶν ἰδέας | |
15 | διεσχισμένων πάντων ἀθρόως ὁμογλώσσων τοῖς μαθηταῖς γεγενημένων, ὅτε οὐκ ἐκ προπαιδεύσεως καὶ μελέτης τινός, ἀλλ’ ἐξ ἐπιπνοίας τοῦ πνεύματος ἀθρόως τοῖς ἀποστόλοις ταύτης ἐνσχεδιασθείσης τῆς χάριτος ἡ τοῦ φθέγγεσθαι δύναμις προσεγένετο. ἔδει γὰρ τοὺς ἐπὶ τῇ γηίνῃ πυργοποιίᾳ | |
20 | τὴν ὁμοφωνίαν λύσαντας ἐπὶ τῇ πνευματικῇ τῆς ἐκκλησίας | |
οἰκοδομῇ πάλιν εἰς ὁμοφωνίαν ἐλθεῖν. καὶ διὰ τοῦτο καλῶς | 8 | |
10 | ἐντεῦθεν ἡ τοῦ ἁγίου πνεύματος οἰκονομία τῆς χάριτος ἄρχε‐ ται, ὥστε τὴν κοινὴν τῶν ἀνθρώπων εὐεργεσίαν εἰς πᾶσαν διαφορὰν τῆς ἀνθρωπίνης καταμερίσαι φωνῆς, ἵνα μὴ μιᾷ γλώσσῃ μόνῃ τὸ κήρυγμα τῆς εὐσεβείας ἐναποκλειόμενον | |
5 | ἄπρακτον τοῖς ἀλλογλώσσοις μένῃ καὶ ἀνενέργητον. Ἤδη τοίνυν τῶν μὲν Φαρισαίων καὶ ταῖς ἰδίαις ἀκοαῖς ἀπιστούντων καὶ τοὺς ἐκπεπληγμένους τὴν θαυματουργίαν διεσφάλθαι κατασκευαζόντων, ὡς γλεύκους αὐτοῖς τὴν τοι‐ αύτην παραφορὰν ἐμποιήσαντος, τοῦ δὲ Πέτρου μιᾷ τοῦ λόγου | |
10 | περιβολῇ τρισχιλίας τῷ Χριστῷ ψυχὰς σαγηνεύσαντος, καὶ καθεξῆς ἀεὶ τῇ προσθήκῃ τῶν σωζομένων τῆς ἐκκλησίας εἰς πλῆθος ἐπιδιδούσης, καὶ τοῦ ἐκ γενετῆς χωλοῦ πάλιν τὴν ὡραίαν τοῦ ἱεροῦ πύλην τοῖς σωζομένοις ἀνοίξαντος, ᾗ προσ‐ καθήμενος τῷ καθ’ ἑαυτὸν θαύματι τῆς ἰάσεως τοὺς κατὰ | |
15 | ψυχὴν χωλεύοντας ἐπὶ τὴν πίστιν ἐχειραγώγησε, πολλῶν τοίνυν πρὸς τὸ κήρυγμα τῆς πίστεως συρρεόντων, καὶ τῆς χρείας πλείονα τὴν πολυχειρίαν ἐπιζητούσης τῶν διακονούν‐ των τῇ χάριτι· τότε καλεῖται πρὸς ἐπικουρίαν τῶν ἀποστόλων ὑπὸ τοῦ πνεύματος ὁ πολὺς τῇ σοφίᾳ καὶ τῇ χάριτι Στέφανος. | |
20 | καὶ μηδεὶς τῷ τῆς διακονίας ὀνόματι δευτερεύειν αὐτὸν παρὰ τὴν ἀποστολικὴν ἀξίαν ὑπονοείτω· ἐπεὶ καὶ Παῦλος οἶδεν ἑαυτὸν διάκονον μυστηρίων Χριστοῦ, καὶ ὁ τοῦ παντὸς κύριος ὁ διὰ σαρκὸς τὴν ἀνθρωπίνην σωτηρίαν οἰκονομού‐ | |
μενος οὐκ ἐπῃσχύνθη τῷ τῆς διακονίας ὀνόματι, εἰπών, ἐν | 10 | |
12 | μέσοις εἶναι ὡς ὁ διακονῶν, ὁ τὰς διαιρέσεις τῶν διακονιῶν ἐνεργῶν, καθώς φησιν ὁ ἀπόστολος. Καθάπερ δὲ τὸ πῦρ τῆς ἐπιτηδείας ὕλης ἐπιδραξάμενον εἰς ὕψος αἴρει τὴν φλόγα καὶ περιφανεστέραν τὴν αὐγὴν | |
5 | ἀπεργάζεται, οὕτω τὸ πνεῦμα τὸ ἅγιον ἐν τῇ Στεφάνου μεγα‐ λοφυίᾳ γενόμενον ἐκδηλοτέρας ἐποίει τὰς ἀκτῖνας τῆς χάρι‐ τος. διὸ πάντες πρὸς αὐτὸν ἀφεώρων, ὅσοις ἦν γνώσεως μετουσία τινὸς καὶ παιδεύσεως. καὶ κατὰ συστάσεις οἱ τῶν λοιπῶν δοκοῦντες πλέον ἔχειν, οἷον εἰς φάλαγγάς τινας δι’ | |
10 | ἀλλήλων καταπυκνούμενοι, οὕτως ὑπομένειν ἐπειρῶντο τοῦ Στεφάνου τὴν προσβολήν. ὁ δὲ πᾶσιν ἐπίσης ἄμαχος ἦν, καὶ πολλοῖς συμμίσγων κατ’ αὐτὸν καὶ ἐλάττοσιν. ἐν τούτῳ τοίνυν τὸ μὲν φαινόμενον Ἀλεξανδρεῖς καὶ Λιβερτῖνοι καὶ Κυρηναῖοι καὶ οἱ πανταχόθεν ἦσαν ἄνθρωποι πρὸς τὸν τῆς | |
15 | ἀληθείας ἀγωνιστὴν συμπλεκόμενοι, τὸ δὲ διὰ τοῦ φαινομένου νοούμενον ὁ πατὴρ τοῦ ψεύδους ἦν, δι’ ἀνθρωπίνων προσώπων πρὸς τὴν ἐν τῷ Στεφάνῳ λαλουμένην ἀλήθειαν ἑαυτὸν ἀντε‐ γείρων. ἀλλ’ ἡ μὲν ἀλήθεια κατὰ τοῦ ψεύδους τροπαιοφόρος ἦν, καλῶς τρεψαμένου τοῦ ἀριστέως πάντας τοὺς προαγωνιστὰς | |
20 | τῆς ἀπάτης. ὁ δὲ διάκονος τῆς ἀληθείας παρὰ τοῦ ἐχθροῦ τῆς ἀληθείας ἐπεβουλεύετο, ὡς οὐχὶ φανερῶν τὴν οὖσαν, ἀλλὰ | |
ποιῶν τὴν μὴ οὖσαν ἀλήθειαν. τί ταῦτα συσκευάζεις κατὰ τοῦ | 12 | |
14 | κήρυκος; πρὸς τὸν διάβολον εἴποιμι ἄν· εἰ σοί τίς ἐστι δύνα‐ μις, τὴν ἐν Στεφάνῳ βλάψον ἀλήθειαν· εἰ δὲ ἐκείνη τῶν σῶν μηχανημάτων ὑψηλοτέρα, τί περὶ τὸ σκεῦος τῆς ἀληθείας ἀπασχολεῖς τὴν κακόνοιαν καὶ ἀναιρεῖς τὸ περιέχον κατα‐ | |
5 | λιπὼν τὸ ἐγκείμενον, οἷόν τι ποιοῦσιν οἱ κύνες, τοὺς λίθους οἷς βάλλονται περιχαίνοντες, τοῦ βάλλοντος οὐχ ἁπτόμενοι; ἐπειδὴ τοίνυν ἀπηλέγχθη διὰ τῶν ἀληθεστάτων τὸ ψεῦδος, καὶ οὐκέτι οἷός τε ἦν [ὁ πονηρὸς] ἄλλον τινὰ προαγωνιστὴν τῆς ἀπάτης εὑρεῖν, πάντων πρὸς τὴν φανέρωσιν τῆς ἀληθείας | |
10 | ἀποβλεπόντων, ἀναμέμνηται τοῦ ἰδίου παλαίσματος καὶ καταμερίσας ἑαυτοῦ τὴν ἐνέργειαν εἴς τε τοὺς κατηγόρους καὶ τοὺς δικαστὰς καὶ ἐν ἀμφοτέροις γενόμενος τοὺς μὲν λέγειν τὰ ψευδῆ κατὰ τοῦ Στεφάνου προήγετο, τοὺς δὲ μετ’ ὀργῆς τὴν συκοφαντίαν προσδέχεσθαι. καὶ ποικίλως ἑαυτὸν τοῖς | |
15 | Ἰουδαίοις ἐνδιασπείρας πάντα γίνεται τῷ Στεφάνῳ, κατή‐ γορος, δικαστής, δήμιος καὶ ἡ λοιπὴ τοῦ θανάτου ὑπηρεσία, οὐκ εἰδὼς οἵῳ πτώματι μετὰ τὴν τοιαύτην ἐπὶ Στεφάνῳ ψῆφον κατενεχθήσεται. καθάπερ γὰρ οἱ ἔμπειροι τῶν ἀθλητῶν ὑποβάντες τὸ σῶμα τῶν προσπαλαιόντων χαλεπώτερον | |
20 | αὐτοῖς διά τινος τεχνικῆς εὐστροφίας τὸ πτῶμα κατασκευά‐ | 14 |
16 | ζουσιν, οὕτω καὶ ὁ μέγας Στέφανος εἰς γῆν κλιθεὶς τὸ χαλε‐ πὸν σύντριμμα τοῦ ἀντικειμένου ἐργάζεται. Ἐντεῦθεν γὰρ γίνεται τοῖς ἀποστόλοις ἐπὶ τὴν οἰκουμένην ὁ δρόμος, αὕτη τῆς πανταχοῦ τοῦ λόγου διαφοιτήσεως ἡ | |
5 | ἀρχή. εἰ γὰρ μὴ τῇ κατ’ ἐκείνου μιαιφονίᾳ ὁ δῆμος τῶν Ἰουδαίων κατὰ τῶν ἀποστόλων ἐμάνησαν, τάχα μόνοις ἂν Ἱεροσολύμοις ἡ τοῦ εὐαγγελίου χάρις ἐναπεκλείετο. νυνὶ δὲ διωχθέντες παρὰ τῶν Ἰουδαίων ἄλλος ἀλλαχῆ τῶν κατὰ τὴν οἰκουμένην ἐθνῶν κατεσπάρησαν, πανταχόθεν τὸν διάβολον | |
10 | διὰ τῆς τῶν μυστηρίων διδασκαλίας ἐξείργοντες. οὕτω δέχεται τὸν λόγον Σαμάρεια· οὕτως ὁδοῦ πάρεργον ἡ τοῦ εὐνούχου σωτηρία παρὰ τοῦ Φιλίππου γίνεται· οὕτω τὸ μέγα σκεῦος τῆς ἐκλογῆς Παῦλος, θυμῷ καὶ ἀπειλῇ παρὰ τοῦ δια‐ βόλου καθοπλισθείς, ἐπ’ αὐτὸν τρέπει τὸν ὁπλίστην τὰς | |
15 | ἀκίδας, πάσης αὐτὸν ὑπερορίζων τῆς οἰκουμένης, ὡς μηδένα τόπον καταλιπεῖν τῇ πίστει τοῦ Χριστοῦ ἀνεπίβατον. ἐντεῦ‐ θεν Αἰγύπτιοι, Σύροι, Πάρθοι καὶ Μεσοποταμῖται, [Ἰταλοὶ καὶ] Γαλάται, Ἰλλυριοί, Μακεδόνες καὶ τὰ πανταχόθεν ἔθνη προσάγει τῇ πίστει διατρέχων ὁ λόγος. ὁρᾷς τοῦ Στεφάνου | |
20 | τὴν ἀθλητικὴν ἐπιστήμην; πόσοις συνετρίβη πτώμασιν ὁ ἀντίπαλος, δόξας διὰ τῆς συκοφαντίας ὑπέρτερος τοῦ προσ‐ | |
παλαίοντος γίνεσθαι; | 16 | |
18 | Ἀλλ’ ἐπανέλθωμεν πάλιν ἐπὶ τὸ στάδιον. τίσι λόγοις ἀνακινοῦσι τὸν δῆμον οἱ συκοφάνται; οὐ παύεται, φησί, λαλῶν ῥήματα κατὰ τοῦ τόπου τοῦ ἁγίου [τούτου] καὶ τοῦ νόμου· ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος, ὅτι Ἰησοῦς ὁ Ναζω‐ | |
5 | ραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν Μωυσῆς. ἡ μὲν οὖν κατηγορία τῶν τοῦ διαβόλου ῥητόρων τοιαύτη. ἡ δὲ τῶν ἀκουόντων ἄνοια τίς; ἐπὶ τίνι χαλεπαίνουσι τῷ κατηγορηθέντι; τίνα κακίαν ἐν τοῖς εἰρημένοις ἐφώρασαν; τὰ μὲν γὰρ προφερόμενα κατ’ αὐτοῦ | |
10 | τῶν εἰς ὕστερον ἐκβησομένων ἦν. ἔφησαν γὰρ αὐτὸν εἰρη‐ κέναι τὸν τόπον καταλυθήσεσθαι καὶ τὰ νόμιμα τοῦ Μωυσέως μετατεθήσεσθαι. τί οὖν ἐν τούτοις ἐστὶ τὸ ἀδίκημα, κἂν ἀλη‐ θεύῃ, κἂν ψεύδηται; εἰ μὲν γὰρ ψεύδεται, τὸ λυποῦν οὐκ ἐκβήσεται, εἰ δὲ ἀληθεύει, τί ἀδικεῖ ὁ λόγος προμηνύων τὴν | |
15 | ἔκβασιν; τὰ γὰρ γινόμενα πάντως ἐκβήσεται καὶ σιωπώντων καὶ μή. ὁ δὲ φόνος τοῦ προμηνύσαντος τίνα φέρει τῶν λυ‐ πούντων διόρθωσιν; εἶτα· κατηγορεῖται μὲν Ἰησοῦς ὁ Ναζω‐ ραῖος, ἡ δὲ τῆς τιμωρίας ψῆφος ἐπὶ τὸν Στέφανον φέρεται. καίτοι εἰ ὁ ἀδικῶν κινεῖ τὴν ὀργήν, ἀδίκημα δέ ἐστιν ἡ τοῦ | |
20 | τόπου καὶ τῶν ἐθῶν μεταποίησις, ταῦτα δὲ οὐ παρὰ Στεφά‐ | |
νου, ἀλλὰ παρὰ Ἰησοῦ γίνεσθαί φησιν ὁ κατήγορος, ἐπὶ τὸν | 18 | |
20 | κατηγορηθέντα πάντως ἔδει συγκινεῖσθαι τὸ δικαστήριον. ὢ τῆς ἀδίκου τῶν ἀκουόντων ψήφου. ἐπειδὴ Ἰησοῦς, φησίν, μεταποιήσει τοὺς νόμους, καταλευσθήτω ὁ Στέφανος. πῶς δὲ καταλύσει τὸν νόμον ὁ Ἰησοῦς ὁ οὕτως περὶ τὸν νόμον ἔχων, ὁ | |
5 | τοσαῦτα πρὸς βεβαίωσιν τῶν ἀρχαίων νομοθετήσας, ὁ εἰπών· οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι, ὁ τὸν περὶ τοῦ μὴ φονεῦσαι νόμον διὰ τοῦ μηδὲ τὴν ἀρχὴν ὀργισθῆναι τοῖς μαθηταῖς βεβαιώσας, ὁ τῇ ἐπιθυμίᾳ συνεκβαλὼν τὴν μοιχείαν, ὁ διὰ τοῦ μὴ ἀμύνασθαι τὸν προληλυπηκότα κελεῦ‐ | |
10 | σαι τὸ μηδὲ ἄρχειν ἀδίκων χειρῶν κατασκευάσας, ὁ διὰ τῆς μεταδόσεως τῶν προσόντων τὸ κατὰ πλεονεξίαν πάθος ὑπερορίσας; πῶς οὔτε ἐμνημονεύθη ταῦτα οὔτε συνεξητάσθη τῇ κρίσει; ἐβουλόμην νῦν παρεῖναί μοι τῶν μιαιφόνων ἐκείνων δικαστῶν τὸ συνέδριον καὶ μαθεῖν περὶ τῶν τόπων ὑπὲρ ὧν | |
15 | χαλεπαίνουσι, ποῦ ὁ διώνυμος ἐκεῖνος ναός, ποῦ τὰ ἀπιστού‐ μενα τῶν λίθων μεγέθη, ποῦ τὸ χρυσίον ἐκεῖνο τὸ τῇ λοιπῇ ὕλῃ τῇ περὶ τὸν ναὸν μικροῦ δεῖν ἰσοστάσιον, ποῦ αἱ νόμιμοι ἱερουργίαι, ὁ κριός, ὁ μόσχος, ὁ ἀμνός, ἡ δάμαλις, ἡ περι‐ στερά, ἡ τρυγών, ὁ ἀποπομπαῖος χίμαρος; εἰ διὰ τοῦτο τοῦ | |
20 | Στεφάνου θάνατον καταψηφίζονται, ἵνα μηδὲν τῶν σκυθρω‐ | 20 |
22 | πῶν ἐκείνων εἰς πέρας ἔλθῃ, δειξάτωσαν ὅσα διὰ τῆς μιαι‐ φονίας ἑαυτοῖς διεσώσαντο. εἰ δὲ οὐδὲν τούτων ἐστίν, ὑπὲρ οὗ τὴν ψῆφον ἐκείνην ἐξήνεγκαν, ἀντὶ τίνος ὁ φόνος, εἰπάτωσαν. Ἀλλ’ ἴδωμεν ἐν τοῖς ἐφεξῆς τῶν ἀγώνων, ὅπως ἀμύνεται | |
5 | τοὺς μιαιφόνους ὁ ταῖς νιφάσι τῶν λίθων καταχωννύμενος, ποίας ἀντιπέμπει βολὰς κατὰ τῶν ἀφιέντων τὰς τῶν λίθων βολάς. μαθέτωσαν Ἰουδαίων παῖδες τὰ τῶν Χριστιανῶν ὅπλα, οἷς πρὸς ἄμυναν τῶν λυπούντων χρησάμενος ὁ μέγας Στέφανος νόμον τῷ βίῳ τὸ ἔργον πεποίηται. οἱ μὲν γὰρ | |
10 | θηριώδει τινὶ καὶ ἀπηνεῖ τῇ λύσσῃ κύκλῳ περιστάντες τὸν ἅγιον πρὸς ἕνα σκοπὸν οἱ πάντες ἔβαλλον, πᾶν τὸ ὑπὸ χεῖρα γενόμενον ὅπλον κατὰ τοῦ Στεφάνου ποιούμενοι. ὁ δὲ καθάπερ τις ἱερεὺς κατὰ τὸν πνευματικὸν νόμον εὐαγῆ θυσίαν ἱερουργῶν οὐκ ἀλλότριον, ἀλλὰ τὸ ἴδιον προσάγων σῶμα, καὶ ἀντὶ | |
15 | σπονδῆς ἀπορραίνων τοῦ αἵματος, δι’ ἑαυτοῦ τὸν θεόν, ὃν ἐν τοῖς οὐρανίοις ἀδύτοις ἔβλεπεν, ὑπὲρ τῶν πλημμελούντων ἐξιλεοῦτο, εὐεργεσίᾳ τὴν μιαιφονίαν αὐτῶν ἀμειβόμενος, βοῶν ἐν ταῖς τῶν φονευτῶν ἀκοαῖς [καὶ λέγων]· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. καὶ ὁ μὲν ἐξήλειφεν | |
20 | αὐτῶν δι’ εὐχῆς τὴν ἁμαρτίαν, ἣν ταῖς παρανόμοις αὐτῶν χερσὶν οἱ μιαιφόνοι ἐχειρογράφουν, οἱ δὲ καὶ πρὸς τὴν εὐχὴν | |
παρωξύνοντο καὶ οὐ πρότερον ἀνίεσαν βάλλοντες, ἕως ὁ μέγας | 22 | |
24 | Στέφανος καθάπερ ἄνθεσιν ἁπαλοῖς ἢ δρόσῳ τινὶ κούφῃ περιρρεόμενος εἰς τὸν γλυκύν τε καὶ μακαριστὸν ὕπνον ἐκλίθη. Ἀλλ’ ἔφθασεν ἡ νίκη τοὺς ἄθλους, καὶ πρὸ τῶν ἀγώνων | |
5 | ὁρῶμεν τὸν στεφανίτην. πρὶν γὰρ θεωρῆσαι τὴν ἀγωνίαν, πρὸς τὸ πέρας τῶν ἄθλων ὑπὸ τοῦ λόγου παρήχθημεν. ἔδει γὰρ οἶμαι μὴ παραδραμεῖν ἐκεῖνα τῷ λόγῳ, δι’ ὧν μάλιστα ἡ τοῦ μάρτυρος ἀρετὴ διεδείκνυτο. οἷον ἦν τὸ τῶν φονώντων συνέδριον, καὶ πῶς κατὰ τὸ ἴσον πᾶσι πρὸς τὸν φόνον ὁ θυμὸς | |
10 | διεγήγερτο· ὅση πρὸς τὸ κακὸν ἦν τοῖς συνειλεγμένοις ἡ σύμπνοια· οἷον ἑκάστου τὸ βλέμμα, οἷον τὸ σχῆμα, οἷον τὸ περὶ τοὺς ὀδόντας πάθος, καθὼς παρασημαίνεται ἡ θεία γραφή, ὅτι διεπρίοντο ταῖς καρδίαις αὐτῶν καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ’ αὐτόν. καὶ ὃς ἐν μέσῳ τοιούτων καὶ τοσούτων | |
15 | ἑστὼς καὶ πάσῃ τῇ ἀντικειμένῃ δυνάμει τῇ ἐν τοῖς μιαιφό‐ νοις ἐνεργουμένῃ ἑαυτὸν ἀντεγείρων διὰ πάντων ὑπερέσχε τῷ μεγαλοφυεῖ τοῦ φρονήματος, ἀντιτιθεὶς τῷ μὲν θυμῷ τὴν μακροθυμίαν, ταῖς δὲ ἀπειλαῖς τὴν ὑπεροψίαν, τῷ δὲ τοῦ θανάτου φόβῳ τὴν τῆς ζωῆς καταφρόνησιν, τῷ μίσει τὴν | |
20 | ἀγάπην, τῇ δυσμενείᾳ τὴν εὐποιίαν, τῇ συκοφαντίᾳ τὴν τῆς ἀληθείας φανέρωσιν. οὐ γὰρ δι’ ἑνὸς τρόπου νικητὴς ὁ τῆς ἀληθείας ἀγωνιστὴς ἀπεδείκνυτο, ἀλλὰ πρὸς πᾶν εἶδος | |
κακίας τῆς τότε τοῖς Ἰουδαίοις ἐνεργουμένης ἑαυτὸν διὰ τῆς | 24 | |
26 | ποικίλης ἀρετῆς καταμερίσας, καὶ πᾶσι συνεπλάκη καὶ ὑπερέσχε τῶν πάντων. οὕτως ἀκούω καὶ ἐν τοῖς γυμνικοῖς ἀγῶσι τοὺς πλεονεκτοῦντας κατὰ τὴν δύναμιν πρὸς ὅλον πολλάκις ἀποδυομένους τὸ γύμνικον στάδιον κατὰ πάντων | |
5 | φέρεσθαι τῶν ἀντιπάλων τὰ νικητήρια. τοιοῦτος ὁ τοῦ σταδίου τῶν μαρτύρων καθηγησάμενος πρὸς πᾶσαν τοῦ ἀντικειμένου τὴν δύναμιν ἑαυτὸν ἀντιτάξας λαμπρὸς τῇ κατὰ πάντων ἀναδείκνυται νίκῃ· τὴν ψευδώνυμον σοφίαν τὴν διὰ Λιβερτί‐ νων καὶ Κυρηναίων καὶ τῶν ἀπὸ τῆς Ἀλεξάνδρου πόλεως | |
10 | σοφῶν αὐτῷ προσπαλαίουσαν διὰ τῆς ἀληθοῦς σοφίας κατ‐ ηγωνίσατο, τὸν φόβον διὰ τῆς παρρησίας, τὴν ἀπειλὴν διὰ τῆς ὑπεροψίας, τὴν πικρίαν διὰ τῆς εὐποιίας, τὸ ψεῦδος διὰ τῆς ἀληθείας. οἱ μὲν πρὸς τὸν φόνον ἔβλεπον καὶ ἤδη τὰς χεῖρας τοῖς λίθοις ἐξώπλιζον καὶ τῷ βλέμματι καὶ τῷ ἄσθματι καὶ | |
15 | τῇ τῶν ὀδόντων συμπτώσει τὴν πικρίαν ἐπισημαίνοντες, ὁ δὲ ὡς ἀδελφοὺς ἑώρα καὶ ὡς πατέρας ἠσπάζετο. ἄνδρες γάρ, φησίν, ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε. Οἱ μὲν τὴν συκοφαντίαν πιθανῶς συνέπλασσον, τῷ δὲ τὸ τῶν φονώντων συνέδριον τῆς ἀληθείας φροντιστήριον ἦν. οὐκ | |
20 | ἐπέκοπτε φόβῳ τὸν λόγον οὐδὲ πάρετος πρὸς τὴν ἐλπίδα τῶν κινδύνων ἐγίνετο οὐδὲ πρὸς τὸν θάνατον ἔβλεπεν, ἀλλ’ ἐπὶ τοῦ ὕψους τὴν ψυχὴν ἔχων καὶ τὰ ἐν ποσὶ πάντα περιορῶν ὡς | |
παιδία μάτην ἀφραίνοντα ἐπαιδαγώγει τῷ λόγῳ, τοῖς παρ’ | 26 | |
28 | αὐτῶν ἐκείνων πιστευομένοις εἰς ἀπόδειξιν τοῦ πεπλανῆσθαι αὐτοὺς περὶ τῶν δογμάτων συγχρώμενος. Ἀβραὰμ τῷ λόγῳ παράγεται καὶ ἡ κατ’ αὐτὸν ἱστορία πᾶσα δι’ ὀλίγων ὑπ’ ὄψιν ἄγεται, εἶτα ἡ τῶν ἐφεξῆς ἁγίων διαδοχή. Μωυσῆς ἐπὶ | |
5 | τούτοις τικτόμενος, ἀνατρεφόμενος, παιδευόμενος, ἐπὶ τοῦ ὄρους μυσταγωγούμενος, μαστίζων τὴν Αἴγυπτον, τὸ Ἰσραη‐ λιτικὸν διασώζων, τὸ κατὰ τὸν κύριον προμηνύων μυστήριον. ὃ καὶ μάλιστα συγκινεῖ τὸ συνέδριον καὶ ἀναθερμαίνει τὴν νόσον, ὅτι καὶ Μωυσῆς, οὗ δὴ προσεποιοῦντο ὑπερσπουδάζειν, | |
10 | συνήγορος ἐπεδείχθη τοῦ δόγματος. ἐφ’ ᾧ καὶ διαναστάντες τὸ πέρας ἐπάγουσιν ἄξιον καὶ τῆς ἰδίας πικρίας καὶ τῆς τοῦ Στεφάνου ἐπιθυμίας. ὁ μὲν γὰρ ἐκβὰς τὴν φύσιν καὶ πρὶν ἐκβῆναι τοῦ σώματος βλέπει τοῖς καθαροῖς ὀφθαλμοῖς οὐρα‐ νίας αὐτῷ πύλας διισταμένας καὶ τὸ ἐντὸς τῶν ἀδύτων δια‐ | |
15 | φαινόμενον, αὐτήν τε τὴν θείαν δόξαν καὶ τὸ τῆς δόξης ἀπαύ‐ γασμα· καὶ τῆς μὲν πατρικῆς δόξης οὐδεὶς ὑπογράφεται χαρακτὴρ διὰ τοῦ λόγου, τὸ δὲ ἀπαύγασμα ἐν τῷ ὀφθέντι τοῖς ἀνθρώποις εἴδει τῷ ἀθλητῇ καθορᾶται, ὡς ἦν χωρητὸν τῇ ἀνθρωπίνῃ φύσει, οὕτω φαινόμενον. ὁ μὲν οὖν ἔξω γεγονὼς | |
20 | τῆς ἀνθρωπίνης φύσεως καὶ πρὸς τὴν ἀγγελικὴν μεταποιη‐ θεὶς χάριν, ὡς καὶ αὐτοῖς εἶναι τοῖς μιαιφόνοις ἐν θαύματι, | |
πρὸς τὴν τῶν ἀγγέλων ἀξίαν τοῦ περὶ τὸ πρόσωπον εἴδους | 28 | |
30 | ἀλλοιωθέντος, καὶ εἶδε τὰ ἀθέατα καὶ τὴν ὀφθεῖσαν αὐτῷ χάριν ἐβόησεν. οἱ δὲ συνεῖχον τὰ ὦτα καὶ τὸ διήγημα τῆς ὀπτασίας οὐ παρεδέχοντο, καλῶς τοῦτο γοῦν ἐν πᾶσι ποιή‐ σαντες· οὐδὲ γὰρ ἦν ἀξία βεβήλων ἀκοὴ θείας ἐμφανείας | |
5 | διηγήματα δέξασθαι. ἐκεῖνος μὲν οὖν ἐκοινώνει τοῖς παροῦσι τῆς χάριτος, εἰς τὸ κοινὸν ἐκεῖνα προτιθεὶς τῷ διηγήματι, ὧν κατὰ μόνας ἠξίωτο, θεωρῶ, λέγων, τοὺς οὐρανοὺς ἀνεῳγότας καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ. οἱ δὲ κράξαντες φωνῇ μεγάλῃ καὶ συσχόντες τὰ ὦτα αὐτῶν ὥρμη‐ | |
10 | σαν ἐπ’ αὐτὸν ὁμοθυμαδόν. καλῶς προσέθηκεν ἡ περὶ αὐτὸν ἱστορία τὴν κραυγὴν τοῖς ἔργοις, ἵνα δείξῃ τὴν τῆς προαι‐ ρέσεως αὐτῶν πρὸς τοὺς Σοδομίτας συγγένειαν. καὶ γὰρ καὶ τὸ ἐκείνων ἀνόμημα κραυγὴ παρὰ τοῦ κρίνοντος ὠνομάσθη. κραυγὴ γάρ, φησί, Σοδόμων καὶ Γομόρρας ἀνῆλθε πρός με. | |
15 | ἔκραξαν τοίνυν καὶ οὗτοι, ἵνα ἀκουσθῇ αὐτῶν ἡ ἐπὶ Στεφάνῳ κραυγή. Οὐ μὴν ἠγνόει ὁ ἀθλητὴς διὰ τῆς πικρίας τῶν μιαιφο‐ νούντων εὐεργετούμενος. τῷ γὰρ περὶ αὐτὸν τῶν καταλευ‐ όντων κύκλῳ στεφανωθεὶς οὕτως ἐδέξατο τὸ γινόμενον ὡς | |
20 | στέφανον νικητήριον ἐν ταῖς χερσὶ τῶν ἐναντίων πλεκόμενον. | 30 |
32 | διὸ καὶ εὐλογίᾳ τοὺς μιαιφόνους ἀμύνεται, οὐκ ἀξιῶν πρὸς τὰς ἐναντίας ἐκβάσεις τὴν ἐπ’ αὐτῷ πρᾶξιν καταμερίζεσθαι, ὡς ἐκείνῳ μὲν τὴν ζωήν, τοῖς δὲ ἀντικειμένοις φέρειν τὸν ὄλεθρον, ἀλλ’ ὧν αὐτὸς ἠξίωτο καὶ τοὺς πολεμίους ὡς ἀγαθῶν αὐτῷ | |
5 | συναιτίους μὴ ἐκπεσεῖν. οὕτως οἶδεν ὁ Χριστὸν βλέπων τοῖς πολεμοῦσι προσφέρεσθαι. ἐπειδὴ γὰρ εἶδε τὸν νομοθέτην τῆς μακροθυμίας, ὑπεμνήσθη τῶν νόμων τῶν ἀγαπᾶν τοὺς ἐχθροὺς κελευόντων καὶ καλῶς ποιεῖν τοῖς μισοῦσι καὶ ὑπὲρ τῶν πολεμούντων προσεύχεσθαι. ἀλλ’ ὁ μὲν ἀθλητὴς οὐκ | |
10 | ἐξ ἀνθρωπίνων ἐπαίνων δοξάζεται. οὐδὲ γὰρ ὁ σκοπὸς αὐτῷ τῆς ἀθλήσεως πρὸς τὴν ἐξ ἀνθρώπων ἔβλεπε δόξαν, ἀλλ’ ὑπερβὰς πάντα τὸν κόσμον τῇ μεγαλοφυίᾳ τοῦ κατορθώ‐ ματος καὶ τὰ μέτρα τῆς ἀνθρωπίνης δυνάμεως συμπαρέ‐ δραμε, πᾶσαν ἐγκωμιαστικὴν δύναμιν κατόπιν ἑαυτοῦ ῥίψας. | |
15 | Οὐκοῦν ὁ μὲν ἐχέτω κατὰ παντὸς ἀνθρωπίνου λόγου τὰ νικητήρια, ἡμῖν δὲ συναγωνιζέσθω τῇ καθ’ ἑαυτὸν ἱστορίᾳ πρὸς τὴν τῶν ψυχῶν σωτηρίαν. καθάπερ γὰρ ἐν τοῖς σωματι‐ κοῖς ἀθληταῖς οἱ τῶν ἀγώνων παυσάμενοι παιδοτριβοῦσι τοὺς νέους ταῖς ἀθλητικαῖς γυμνασίαις, διά τινος τεχνικῆς εὐστρο‐ | |
20 | φίας ἐκδύνειν τὰς λαβὰς τῶν ἀντιπαλαιόντων διδάσκοντες, οὕτως οἶμαι δεῖν καὶ ἡμᾶς διὰ τοῦ μεγάλου Στεφάνου παιδο‐ τριβηθῆναι πρὸς τὴν εὐσέβειαν, ὡς ἂν δι’ αὐτοῦ φύγοιμεν τὰς τῶν Πνευματομαχούντων λαβάς. φασὶ γὰρ οἱ λυσσῶντες | |
κατὰ τῆς δόξης τοῦ πνεύματος, συνήγορον εἶναι τῆς ἐκείνων | 32 | |
34 | ἀτοπίας τὸν Στέφανον, ὃς ἐνατενίσας τῷ οὐρανῷ εἶδε δόξαν θεοῦ καὶ τὸν Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ. λέγουσι τοίνυν ἐπὶ ἀνατροπῇ τῶν τῆς εὐσεβείας δογμάτων, ὅτι, εἰ μετὰ πατρὸς καὶ υἱοῦ δεῖ πάντως ἀριθμεῖσθαι τὸ πνεῦμα, | |
5 | πῶς οὐκ εἶδε Στέφανος ἐν τῇ ὀπτασίᾳ μετὰ τοῦ υἱοῦ καὶ τὸ πνεῦμα; πῶς οὖν ὀρέξει χεῖρα τοῖς διὰ τῶν τοιούτων λόγων ὑποσκελιζομένοις ὁ Στέφανος; πῶς ἀνορθώσει τῇ ἀγωνιστικῇ τέχνῃ τοὺς ὑποκλάζοντας; ἦ αὐτόθεν ἐστὶν ἡ βοήθεια ἡ ἀνατρέπουσα τὴν ἀπιστίαν τοῦ προσπαλαίοντος. | |
10 | ζητεῖς, ὦ Πνευματομάχε, ὅτε ἡ δόξα τοῦ πατρὸς ὤφθη καὶ ὁ υἱὸς τὴν ἐκ δεξιῶν στάσιν ἔχων, ποῦ τὸ πνεῦμα; εἰ ἦν ἐν σοὶ τὸ πνεῦμα, οὐκ ἂν προκείμενον τὸν περὶ αὐτοῦ λόγον παρέ‐ δραμες, ὥσπερ οἱ πηροὶ τὰς ὄψεις τὸ πρὸ τῶν ποδῶν κείμενον χρυσίον ἀγνοοῦντες παρέρχονται. ἀλλὰ νῦν γοῦν ἄκουσον, εἴ | |
15 | γε μὴ συνέχεις κατὰ τοὺς Ἰουδαίους τὴν ἀκοήν. Πῶς εἶδε τὴν ὑπερουράνιον δόξαν ὁ Στέφανος; τίς αὐτῷ τὰς πύλας τῶν οὐρανῶν διεπέτασεν; ἆρα ἀνθρωπίνης δυνά‐ μεως ἦν τὸ κατόρθωμα; ἆρά τινος τῶν ἀγγέλων πρὸς τὸ ὕψος | |
ἐκεῖνο τὴν κάτω κειμένην φύσιν ἀναβιβάσαντος; οὐκ ἔστι | 34 | |
36 | ταῦτα· οὐ γὰρ οὕτως ἡ κατ’ αὐτὸν ἱστορία φησίν, ὅτι Στέ‐ φανος πολὺς κατὰ τὴν δύναμιν ὢν ἢ τῆς ἀγγελικῆς βοηθείας πλήρης γενόμενος εἶδεν ἃ εἶδεν. ἀλλὰ τί λέγει; Στέφανος δὲ πλήρης ὢν πνεύματος ἁγίου εἶδε τὴν δόξαν τοῦ θεοῦ καὶ τὸν | |
5 | μονογενῆ τοῦ θεοῦ [υἱόν]. οὐ γὰρ ἔστι, καθώς φησιν ὁ προφήτης, τὸ φῶς ὀφθῆναι μὴ ἐν φωτὶ καθορώμενον. ἐν γὰρ τῷ φωτί σου, φησίν, ὀψόμεθα φῶς. (οὐκ ἐνδέχεται μὴ ἐν φωτὶ γενέσθαι τὴν τοῦ φωτὸς θεωρίαν· πῶς γὰρ ἔστιν ἀπι‐ δεῖν εἰς τὸν ἥλιον ἔξω τῶν ἀκτίνων γενόμενον;) ἐπεὶ οὖν ἐν | |
10 | τῷ φωτὶ τοῦ πατρός, τουτέστι τῷ πνεύματι τῷ ἁγίῳ τῷ ἐκεῖθεν ἐκπορευομένῳ, τὸ μονογενὲς καθορᾶται φῶς, διὰ τοῦτο προκαταυγασθεὶς τῇ δόξῃ τοῦ πνεύματος ἐν περινοίᾳ τῆς τοῦ πατρὸς καὶ υἱοῦ δόξης ἐγένετο. ἐπεί, πῶς τὴν εὐαγγελικὴν ἀπόφασιν ἀληθεύειν φήσομεν, ὅτι θεὸν οὐδεὶς | |
15 | ἑώρακε πώποτε; πῶς δὲ τὸν ἀπόστολον μὴ ἐναντία τοῖς ἱστορηθεῖσι βοᾶν, ὅταν λέγῃ. οὔτε τις εἶδεν ἀνθρώπων οὔτε ἰδεῖν δύναται; εἰ γὰρ ἀνθρωπίνῃ φύσει τε καὶ δυνάμει ἡ τοῦ πατρός τε καὶ τοῦ υἱοῦ δόξα χωρητὴ κατέστη, ψευδὴς πάντως ὁ ἀχώρητον ἀνθρώποις ἀποφηνάμενος εἶναι τὸ | |
20 | [θεῖον] θέαμα. ἀλλὰ μὴν οὔτε ἐκεῖνον ψεύδεσθαι καὶ τὴν ἱστο‐ ρίαν ἀληθεύειν ἐπάναγκες. ἄρα φανερῶς ἡ κακουργία τῶν | |
πνευματομαχούντων πεφώραται, ὅτι τῷ ὁμοίῳ καθορᾶσθαι | 36 | |
38 | τὰ ὅμοια παρὰ τῆς Γραφῆς μεμαρτύρηται. ὁ γὰρ Στέφανος οὐκ ἐν τῇ ἀνθρωπίνῃ φύσει τε καὶ δυνάμει μένων τὸ θεῖον βλέπει, ἀλλὰ πρὸς τὴν τοῦ ἁγίου πνεύματος χάριν ἀνακραθεὶς δι’ ἐκείνου ὑψώθη πρὸς τὴν τοῦ θεοῦ κατανόησιν. οὐκοῦν εἰ | |
5 | χωρὶς πνεύματος οὔτε κύριον Ἰησοῦν ἔστιν ἰδεῖν, καθώς φησιν ὁ ἀπόστολος, οὔτε τὴν πατρικὴν δόξαν κατανοῆσαι, δέδεικται σαφῶς, ὅτι ὅπου τὸ πνεῦμά ἐστιν ἐκεῖ καὶ ὁ υἱὸς καθορᾶται καὶ ἡ πατρικὴ δόξα καταλαμβάνεται. Ἀλλ’ ἕτερον ἡμῖν ἐκ τῶν ἱστορηθέντων ὅπλον ἀσεβείας | |
10 | παρὰ τῶν Χριστομαχούντων προβάλλεται. φασὶ γὰρ τὸ καταδεὲς τοῦ μονογενοῦς διὰ τούτων σημαίνεσθαι· τὸ γὰρ παρεστάναι αὐτὸν τῇ δόξῃ τοῦ πατρὸς ἀπόδειξιν ποιοῦνται τοῦ ὑποχείριον εἶναι τῇ τοῦ πατρὸς ἐξουσίᾳ. τί οὖν ὁ Παῦλος, πρὸς αὐτοὺς εἴποιμι ἄν; τί δὲ πρὸ ἐκείνου ὁ προφήτης Δαβίδ, | |
15 | ἀμφότεροι τῇ διδασκαλίᾳ τοῦ πνεύματος τὴν τοῦ μονογενοῦς δόξαν ἐκδιηγούμενοι; ὅ τε γὰρ Δαβίδ φησιν· εἶπεν ὁ κύριος τῷ κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου· ὅ τε ἀπόστολος ἐν δεξιᾷ τοῦ θρόνου τοῦ θεοῦ κεκαθικέναι λέγει τὸν κύριον. εἰ οὖν ἡ στάσις τῆς ἐλαττώσεως, ἡ καθέδρα πάντως τῆς ὁμοτι‐ | |
20 | μίας ἐστὶ σημεῖον, ἢ τοίνυν παραγραφέσθωσαν τὰς μεγαλο‐ | |
πρεπεῖς μαρτυρίας, δι’ ὧν τὸ ὑψηλὸν τῆς ἀξίας διασημαίνεται | 38 | |
40 | ἢ καὶ ταύτην εὐσεβῶς ἐκδεχέσθωσαν. ἴση γὰρ ἐφ’ ἑκάστου τῶν εἰρημένων διδάσκαλος ἡ τοῦ πνεύματος χάρις. ὁ μὲν γὰρ Στέφανος, πλήρης ὢν πνεύματος ἁγίου, εἶδέ τε ἃ εἶδε καὶ ἃ εἶδεν ἐφθέγξατο. ὁ δὲ Δαβὶδ ἐν πνεύματι καλεῖ αὐτὸν | |
5 | κύριον, καθὼς λέγει τὸ εὐαγγέλιον· Παῦλος δέ, καθὼς αὐτὸς ἐκεῖνός φησιν, ἐν πνεύματι λαλεῖ τὰ μυστήρια. εἰ οὖν εἷς ὁ διδάσκαλος, οὐδεμίαν πρὸς ἑαυτὸν διαφωνίαν ἔχων, ὁ δὲ διδάσκαλος τὸ πνεῦμα τῆς ἀληθείας ἐστί, τὸ ἐν τοῖς θεοφο‐ ρουμένοις γενόμενον, πῶς ἄν τις διαφωνίαν τινὰ τῶν δογμά‐ | |
10 | των καθυποπτεύσειεν; ἀλλ’ ἕτερον ἡ καθέδρα, φησί, καὶ ἕτερον ἡ στάσις ἐνδείκνυται νοῦν κατὰ τὸ προχείρως νοούμε‐ νον. φημὶ κἀγώ. ἀλλ’ οὐχ, ὅπερ ἐπὶ τῶν σωμάτων ἡ τῶν ῥημάτων ἔμφασις δείκνυσι, τοῦτο καὶ ἐπὶ τῆς ἀσωμάτου φύσεως εὐαγές ἐστι λογίζεσθαι. ἐπ’ ἀνθρώπου μὲν γὰρ ἡ | |
15 | καθέδρα τὴν ἐπ’ ἰσχίῳ τοῦ σώματος ὑπογράφει θέσιν, ὡς ἂν μὴ διὰ παντὸς κάμνοι τῆς ἀγκύλης ὁ τόνος ἐφ’ ἑαυτοῦ τὸ βάρος ἀνέχων τοῦ σώματος. καὶ τὸ ἔμπαλιν ἡ στάσις ὄρθιον ἐπὶ γονάτων ἑρμηνεύει τὸν ἄνθρωπον, οὐκ ἐπ’ ἰσχίων διὰ καθέδρας ἀναπαυόμενον. ἐπὶ δὲ τῆς ὑπερεχούσης φύσεως | |
20 | καθαρεύει τῶν τοιούτων νοημάτων ἡ καθέδρα τε καὶ ἡ στάσις, | |
ἐπίσης ἑκατέρα τῆς κατὰ τὸ πρόχειρον νοουμένης ἐμφάσεως | 40 | |
42 | κεχωρισμένη. οὔτε γὰρ τὴν ἐπ’ ἀγκύλης στάσιν τοῦ ἀσωμά‐ του οὔτε τὴν ἐπ’ ἰσχίων καθίδρυσιν τοῦ ἀσχηματίστου παρα‐ ληψόμεθα, ἀλλὰ δι’ ἑκατέρας φωνῆς τὸ ἐν παντὶ ἀγαθῷ στάσιμον καὶ ἐν παντὶ ἀμετάθετον εὐσεβῶς ἐνοήσαμεν. ὅ τε | |
5 | γὰρ ἑστάναι καὶ ὁ καθῆσθαι τὸ θεῖον λέγων οὐδὲν πρὸς ἀλλήλους ἐν τῇ τῶν ῥημάτων ἑτερότητι περὶ τὸν νοῦν διαφέ‐ ρονται, ὁ μὲν βεβηκέναι παγίως, ὁ δὲ καθιδρύσθαι ἀμεταθέτως τὸ θεῖον ἐν τῷ ἀγαθῷ δογματίζοντες. ὥσπερ δὲ ὁ προφήτης Δαβὶδ καὶ ὁ ἀπόστολος Παῦλος τὴν τοῦ μονογενοῦς καθέδραν | |
10 | ἐν τοῖς καθ’ ἑαυτὸν ἑκάτερος λόγοις διηγούμενοι οὐκ ἔδωκαν νοεῖν, ὅτι τοῦ πατρὸς ἑστῶτος ὁ υἱὸς ἐν καθέδρᾳ ἐστί, καίτοι μόνης μνησθέντες τῆς τοῦ υἱοῦ καθιζήσεως, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ Στεφάνου τοῦ υἱοῦ τὴν στάσιν ἀκούσας οὐκέτ’ ἂν εὐλόγως περὶ τῆς τοῦ πατρὸς καθέδρας ὑπονοήσειας. ὡς γὰρ | |
15 | ἐπὶ τοῦ Παύλου καὶ τοῦ Δαβὶδ τὸ καθῆσθαι τὸν πατέρα διὰ τοῦ καθίσαι τὸν υἱὸν ἐκ δεξιῶν συνωμολόγηται, καίτοι τοῦ λόγου μηδὲν περὶ τοῦ πατρὸς προδιδάξαντος, κατὰ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ Στεφάνου ἡ τοῦ υἱοῦ στάσις τὸ | |
ἴσον καὶ ἐπὶ τῆς δόξης τοῦ πατρὸς συνενδείκνυται. οὕτω γὰρ | 42 | |
44 | ἂν ὁ τῆς εἰκόνος διασωθείη λόγος, εἰ πᾶν ὅ τί πέρ ἐστιν ἐν τούτῳ νοούμενόν τε καὶ καθορώμενον τὸ αὐτὸ καὶ ἐν τῷ ἀρχετύπῳ πιστεύοιτο. καὶ ὡς ἐν τῷ ἀγαθῷ τὸ ἀγαθὸν καὶ ἐν τῷ φωτὶ τὸ φῶς καὶ ἐν πᾶσι τὸ πρωτότυπον κάλλος διὰ τῶν | |
5 | οἰκείων ἐν τῇ εἰκόνι χαρακτηρίζεται, οὕτω καὶ ἐν τῇ καθέδρᾳ τοῦ υἱοῦ, ὅ τί ποτε νοεῖν τοῦτο τὸ ὄνομα δίδωσι, καὶ ἡ τοῦ πατρὸς καθέδρα καταλαμβάνεται, καὶ ἐν τῇ στάσει ἡ στάσις, ὡς ἂν μὴ διαπέσοι τῆς εἰκόνος ὁ λόγος, ἐν τῇ ἀπαλλάξει τῶν ἰδιωμάτων τοῦ ἀρχετύπου ἀλλοτριούμενος. | |
10 | Ταῦτα ἡμῖν, ἀδελφοί, κατὰ πάροδον πρὸς τὸ προκείμενον ζήτημα τεθεωρήσθω, τῆς τοῦ Στεφάνου ὀπτασίας τὴν τοι‐ αύτην θεωρίαν ἐπεισενεγκούσης τῷ λόγῳ. γένοιτο δὲ ἡμᾶς μὴ θεατὰς μόνον γενέσθαι τῆς τοῦ Στεφάνου ἀθλήσεως, ἀλλὰ καὶ μετόχους τῆς χάριτος πληρωθέντας τοῦ ἁγίου πνεύματος, | |
15 | εἰς καθαίρεσιν τῶν ἀντιδίκων, εἰς δόξαν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν | |
αἰώνων. ἀμήν. | 44 |