TLG 2017 039 :: GREGORIUS NYSSENUS :: De paradiso (recensio ΛF) [Sp.] GREGORIUS NYSSENUS Theol. De paradiso (recensio ΛF) [Sp.] Source: Hörner, H. (ed.), Gregorii Nysseni opera, suppl. Leiden: Brill, 1972: 75a–84a. Citation: Page — (line) | ||
75a | Καὶ ἐφύτευσεν ὁ θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολὰς καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον, ὃν ἔπλασεν. Νοήσωμεν, ἀκροαταί, ἀξίαν θεοῦ φυτείαν καὶ παράδεισον πρέποντα τῇ φιλοκαλίᾳ τοῦ τοιούτου καὶ τηλικούτου δημιουργοῦ. ἐν μὲν γὰρ τοῖς κατόπιν εἴρηται | |
5 | Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, ξύλον κάρπιμον σπεῖρον σπέρμα, ποιοῦν καρπόν· καὶ ἐγένετο οὕτως. ἐνταῦθα δὲ πάλιν λέγει Καὶ ἐφύτευσεν ὁ θεὸς παράδεισον ἐν Ἐδέμ. εἰ ἀπὸ τῶν κοινῶν ξύλων ἐνεπέπληστο ὁ παράδεισος, εἶχεν ἂν τὴν οἰκείαν σύστασιν ἀπὸ τῆς πρώτης γενέσεως τῶν φυτῶν, καὶ οὐκ ἐδεῖτο ἐξαιρέτου φυτείας τοῦ | |
---|---|---|
10 | θεοῦ τὰ ἐν αὐτῷ ὕστερον ἀναφυέντα δένδρα. νῦν δὲ ἕτερα πολὺ διαφορώτερα καὶ τῷ εἴδει καὶ τῇ γεύσει τῶν προαναδοθέντων ἐκ τῆς γῆς αὐτομάτως τὰ ἐν τῷ παραδείσῳ ὕστερον ὑπ’ αὐτοῦ τοῦ θεοῦ φιλοτεχνηθέντα παντοῖα γένη φυτῶν καθειστήκει, καὶ ὑπ’ αὐτῆς δηλοποιεῖται σαφῶς τῆς γραφῆς. Καὶ ἐξανέτειλε, γάρ φησιν, | |
15 | ὁ θεὸς ἔτι ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰς βρῶσιν. ὥσπερ γὰρ τὸν ἄνθρωπον ἐξαιρέτου τῆς πλάσεως παρὰ τὰ | |
λοιπὰ ζῷα ἠξίωσεν, οὕτω καὶ τὸ ἐνδιαίτημα τοῦ ἀνθρώπου | ||
76a | τῆς ἰδίας αὐτοῦ χειρὸς ἔργον ἐποίησε, τόπον ἐπιλεξάμενος ὑπερφέροντα τῆς ὅλης κτίσεως καὶ διὰ τὸ ὕψος ἀνεπισκότητον, θαυμαστὸν τῷ κάλλει, ἀσφαλῆ τῇ θέσει, λαμπρὸν τῇ κατὰ πάντων ὑπεροχῇ καὶ τῷ καταλάμπεσθαι πάσαις ταῖς τῶν ἄστρων ἀνατολαῖς, | |
5 | ἀέρι διαυγεστάτῳ περιχεόμενον καὶ τὴν ἐκ τῶν ὡρῶν εὐκρασίαν ἡδίστην τε ἅμα καὶ βελτίστην ἔχοντα. ἐκεῖ οὖν ἐφύτευσεν ὁ θεὸς τὸν παράδεισον, ὅπου οὐκ ἀνέμων βία, οὐκ ἀμετρία ὡρῶν, οὐ χάλαζα, οὐ πρηστῆρες, οὐ λαίλαπες, οὐ σκηπτοί, οὐ χειμερινὴ πῆξις, οὐχ ὑγρότης ἠρινή, οὐ θερινὴ πύρωσις, οὐ φθινοπωρινὴ ξηρότης, ἀλλ’ εὔκρατος | |
10 | καὶ εἰρηνικὴ συμφωνία τῶν ὡρῶν ἑκάστης τῷ ἰδίῳ κάλλει κεκοσμη‐ μένης καὶ μὴ ἐπιβουλευομένης παρὰ τῆς γείτονος. οὔτε γὰρ τοῖς ἠρινοῖς κάλλεσι τὸ θέρος προτρέχον τυχὸν τοῦ ἰδίου καιροῦ ἐλυμαίνετο οὔτε πάλιν οἱ θερινοὶ καὶ μετοπωρινοὶ καρποὶ τῇ τοῦ ἀέρος ἀταξίᾳ πολλάκις προκαταφλεχθέντες ἐρρυΐσκοντο καὶ ἀπώλοντο· πᾶσαι δὲ τὸν | |
15 | τόπον ἐκεῖνον εὐτάκτως αἱ ὧραι περιεχόρευον ἀλλήλαις ὁμαλῶς καὶ ἀλύπως περιπλεκόμεναι καὶ συνδούμεναι, καὶ τὰ παρ’ ἑαυτῆς ἑκάστη | |
κατὰ τὸν ἴδιον καιρὸν δωροφοροῦσα ἐξαίρετα καὶ ἀνεπιβούλευτα. | ||
77a | καὶ ἡ γῆ δὲ ἐκεῖσε πίων καὶ μαλακὴ καὶ ὅλως ῥέουσα γάλα καὶ μέλι καὶ πρὸς πᾶσαν καρπογονίαν ἐπιτηδεία, ὕδασι γονιμωτάτοις κατάρρυ‐ τος· περικαλλῆ δὲ καὶ ἠδέα τὰ ὕδατα καὶ σφόδρα λεπτὰ καὶ διαφανῆ, πολὺ μὲν ἐκ τῆς ὄψεως ἔχοντα τὸ τερπνὸν πλέον δὲ τοῦ τερπνοῦ | |
5 | τὸ ὠφέλιμον παρεχόμενα. Πρότερον μὲν οὖν αὐτὸν ἐδημιούργησε τὸν τόπον ἄξιον τῆς ὑποδοχῆς τῶν τοῦ θεοῦ φυτευμάτων, ἔπειτα δὲ ἐνεφύτευσεν αὐτῷ παντοδαπὰ κάλλη δένδρων ὄψιν τε ὁμοῦ χαριεστάτην καὶ ἀπόλαυσιν ἡδίστην τῷ ἀνθρώπῳ χαριζόμενα. πῶς σοι δυνηθῶ ὑπ’ ὄψιν ἐναργῶς | |
10 | ἀγαγεῖν τὰ κάλλη τῆς πατρίδος, ὅθεν ἐκπέπτωκας, ἵνα περιαλγήσας ἀξίως ἐπὶ τῇ τούτων στερήσει δυνηθῇς ὀψέ ποτε 〈ἐκ〉 τῆς ἐξορίας ἀνακαλέσασθαι σεαυτὸν καὶ πρὸς ἐκεῖνα παλινδρομῆσαι τὰ βέβαια καλὰ καὶ τερπνὰ καὶ ἀμιγῆ τῶν φαύλων καὶ λυπηρῶν; εἰσὶ μὲν γὰρ κἀνταῦθα λειμῶνες εὐανθεῖς καὶ τὴν θέαν περικαλλεῖς, ἀλλὰ τὸ | |
15 | τούτων χαριέστατον τῇ διανοίᾳ φαντάσθητι. πῶς τὸ ῥόδον μετὰ τῆς ἀκάνθης ἐστὶν ὧδε κεκρυμμένον, ἔχον τὴν ἀηδίαν τῇ χάριτι σύνδρομον καὶ μονονουχὶ διαμαρτυρόμενον ἡμῖν ὅτι τὰ τερπνὰ | |
πάντα τοῦ τῇδε βίου, ὦ ἄνθρωποι, τοῖς λυπηροῖς ἀναμέμικται. | ||
78a | τῷ ὄντι γὰρ οὐδὲν τῶν ἀνθρωπίνων ἀγαθῶν ἀκραιφνές, ἀλλὰ πάσῃ κο‐ σμικῇ εὐφροσύνῃ εὐθὺς ἡ λύπη συμπαραπέπηγε· τῷ γάμῳ ἡ χηρεία, τῇ παιδοτροφίᾳ ἡ μέριμνα, τῇ εὐτεκνίᾳ ἡ ἀποβολή, ταῖς περιφανείαις αἱ ἀτιμίαι, ταῖς εὐημερίαις αἱ ζημίαι, ταῖς τρυφαῖς αἱ παρέσεις, ταῖς ὑγείαις | |
5 | αἱ ἀρρωστίαι. ἀνθηρὸν τὸ ῥόδον, ἀλλ’ ἐμοὶ κατήφειαν ἐμποιεῖ· ὁσάκις γὰρ ἂν ἴδω τὸ ἄνθος, τῆς ἁμαρτίας ἀναμιμνήσκομαι τῆς ἐμῆς, δι’ ἧς ἀκάνθας ἡ γῆ καὶ τριβόλους ἀνατέλλειν κατεδικάσθη. ἐνταῦθα μὲν οὖν ὀλιγοχρόνιος τῶν ἠρινῶν ἀνθέων ἡ χάρις ἔτι ποθοῦντας ἡμᾶς ἐπιλείπουσα· οὐ γὰρ ἔφθημεν δρεψάμενοι καὶ ἐν ταῖς χερσὶν | |
10 | ἡμῶν ἀπεμαράνθη. ἐκεῖ δὲ τὸ ἄνθος οὐ πρὸς βραχὺ διαλάμπον εἶτα ἐκλεῖπον, ἀλλὰ διαρκὲς τὸ τερπνὸν ἔχον καὶ ἀΐδιον, χαρίεσσαν τὴν ὄψιν καὶ ἀθάνατον, ἀσυντέλεστον τὴν ἀπόλαυσιν· ἡ εὐωδία ἀκόρεστος, ἡ εὔχροια διηνεκῶς ἐξαστράπτουσα. οὐ βίαι ἀνέμων παραλυποῦσιν, οὐ νεομηνίαι ἀπομαραίνουσιν, οὐ παγετοὶ ἀποπνίγουσιν, οὐχ ἡλίου | |
15 | φλόγωσις καταφρύσσει· ἀλλὰ πνεῦμα μέτριον, λεπτὴν καὶ ἡδεῖάν τινα παρεχόμενον αὔραν καὶ κούφως αὐτοῖς καὶ προσηνῶς ἐπιπνέον, ἀδάμαστον χρόνῳ καὶ ἀμάραντον τὴν χάριν αὐτῶν διασῴζει. τὰ δὲ τῶν φυτῶν κάλλη ἄξια καὶ αὐτὰ τῆς δημιουργίας καὶ φυτείας τοῦ κτίσαντος· ὅσα φρυγανικὰ καὶ ὅσα ἔνθαμνα, τὰ | |
20 | μονοστέλεχα, τὰ πολύκλαδα, τὰ ὑψίκομα, τὰ ἀμφιθαλῆ, τὰ φυλ‐ | |
λοβόλα, τὰ ἀείφυλλα, τὰ γυμνούμενα, τὰ ἀειθαλῆ, τὰ κάρπιμα, τὰ | ||
79a | ἄκαρπα· τὰ μὲν τῇ χρείᾳ ὑπηρετούμενα, τὰ δὲ πρὸς ἀπόλαυσιν συμβαλ‐ λόμενα· πάντα μεγέθει καὶ κάλλει διαφέροντα, κατάσκια τοῖς κλάδοις, βρύοντα τοῖς καρποῖς, ἄλλοις ἄλλην χρείαν ὁμοῦ καὶ τέρψιν ἀφθόνως ἀποπληροῦσιν. ἑκάστου γὰρ τῶν καρπῶν τούτων πολὺ μὲν τὸ χαρίεν, | |
5 | πλέον δὲ πάλιν τοῦ τερπνοῦ τὸ χρειῶδες. Ποῖος λόγος παραστήσει σοι τῆς ἡδονῆς ἐκείνης τὸ ὑπερβάλλον; ἐὰν γὰρ συγκρίνῃ τοῖς ὧδε τὰ ἐκεῖ, καθυβρίζει μᾶλλον τῇ παραθέσει ἀποπιπτούσης πολὺ τῆς εἰκόνος πρὸς τὴν τοῦ πρωτοτύπου ἀλήθειαν. πάντα τέλεια, πάντα ὥριμα, οὐ κατὰ μικρὸν αὐξηθέντα· οὐ γὰρ ἀπὸ | |
10 | ἄνθους ἐπὶ τὴν ἀκμὴν τῷ χρόνῳ προέρχεται, ἀλλ’ αὐτόθεν μετὰ τῆς οἰκείας ἀκμῆς ἐκφυέντα, καὶ ἀποτελέσματα φύσεως οὐκ ἀνθρωπίνης ἐπιτεχνήσεως. ἐκεῖ καὶ ὀρνίθων παντοδαπῶν γένη τῷ τε τῶν πτερῶν ἄνθει καὶ τῷ τῆς φωνῆς λιγυρῷ ἀπόλαυσίν τινα θαυμαστὴν προστι‐ θέντα τοῖς ὁρωμένοις· ὥστε διὰ πασῶν τῶν αἰσθήσεων εὐωχεῖσθαι τὸν | |
15 | ἄνθρωπον τὰ μὲν ὁρῶντα, τὰ δὲ ἀκούοντα, ἄλλων ἁπτόμενον, ἄλλων ὀσφραινόμενον, ἑτέρων ἀπογευόμενον. σὺν τοῖς ὄρνισι δὲ καὶ χερ‐ σαίων ζῴων παντοδαπῶν θεάματα, πάντων ἡμέρων, πάντων συνήθων ἀλλήλοις καὶ ἀκουόντων καὶ φθεγγομένων εὐσύνοπτα. οὐ φρικτὸς ὁ ὄφις τότε, ἀλλὰ προσηνὴς καὶ ἥμερος, οὐκ ἄγριον | |
20 | ἐπικυμαίνων καὶ ἕρπων κατὰ πρόσωπον τῆς γῆς, ἀλλ’ ὑψηλὸς ἐπὶ | |
80a | ποδῶν βεβηκώς. τοιαῦτα μειλίχια καὶ τὰ λοιπὰ πάντα ἄλογα ζῷα, ὅσα νῦν ἀτίθασσα παντελῶς καὶ ἀμείλικτα. Ἐκεῖ οὖν ἔθετο ὁ θεὸς τὸν ἄνθρωπον ὃν ἔπλασεν. ἀλλαχοῦ ἔπλασε κἀκεῖ εἰσήγαγεν. ὥσπερ γὰρ τοὺς φωστῆρας πρῶτον μὲν ἐποίησεν | |
5 | ἔπειτα δὲ ἔθετο ἐν τῷ στερεώματι, οὕτω καὶ τὸν ἄνθρωπον ἔπλασε μὲν χοῦν ἀπὸ γῆς, ἔθετο δὲ ἐν τῷ παραδείσῳ. σημείωσαι δὲ ὅτι οὐκ εἴρηται ὃν ἐποίησεν, ἀλλ’ Ὃν ἔπλασεν. ὃ γὰρ ἐποίησε, τὸ Κατ’ εἰκόνα ἐστίν· τοῦτο δὲ ἀσώματον. τὸ δὲ ἀσώματον τόπῳ ἀπερίγρα‐ πτον. ὅμως μέντοι ἀκολουθεῖ ἐξ ἀνάγκης τῷ πλάσματι καὶ τὸ ποίημα, | |
10 | τουτέστι τῷ σώματι ἡ ψυχή. ὁμοῦ γὰρ εἶναι δεῖ τὸ σύνθετον, ἀλλὰ προηγουμένως μὲν τοῦ σώματος ὁ τόπος, ἡ ψυχὴ δὲ κατ’ ἐπακολούθη‐ σιν περικλείεται τόπῳ διὰ τῆς πρὸς τὸ σῶμα σχέσεως ἢ ἀνακράσεως, ἀλλ’ οὐκ ἐκ τῆς οἰκείας φύσεως εἴτουν τῆς νοερᾶς οὐσίας. Ἆρά σε εὔφρανα τῇ διηγήσει τῶν τοῦ παραδείσου τερπνῶν ἢ | |
15 | πλέον ἐλύπησα τῇ τῶν φθαρτῶν παραθέσει; πάντως γάρ σου ἡ διάνοια ὑψηλὰ καὶ ὑπερκόσμια φρονοῦσα, οἷα δὴ τὸ πολίτευμα ἔχουσα ἐν οὐρανοῖς καὶ πρὸς τὴν ἄνω ἀξίαν ἀφορῶσα, τὰ τῆς ἐπαγγε‐ | |
λίας ἐνενόει καὶ περιεσκόπει ἀκούσεσθαί τι τῶν ἐπηγγελμένων ἡμῖν | ||
81a | ἀγαθῶν, Ἃ οὔτε ὀφθαλμὸς εἶδεν οὔτε οὖς ἤκουσεν οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. τίς οὖν ὁ διηγούμενος, εἰ ὀφθαλμὸς οὐκ εἶδεν; εἰ οὖς οὐκ ἤκουσεν, πῶς τὸ σὸν ὑποδέξεται; εἰ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, πῶς ἡ ἡμετέρα χωρήσει διάνοια; οὔτε οὖν τὰ σωματικὰ | |
5 | ἐκβάλλομεν καὶ τὰ πνευματικὰ ἐπιζητοῦμεν. ὡς γὰρ ἐπὶ τοῦ νόμου ἦν μὲν καὶ τὸ αἰσθητόν, ἀλλὰ τύπον ἐποίει τοῦ νοητοῦ, οὕτω καὶ τὸν παράδεισον νοοῦμεν μὲν καὶ σωματικῶς, ἀλληγοροῦμεν δὲ καὶ πνευματικῶς. Ἐφύτευσεν ὁ θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς. τὰ μὲν | |
10 | ὀνόματα τῶν φυτῶν σεσιώπηται, ὁ δὲ τόπος, ἐν ᾧ ἐφύτευσε, δεδήλω‐ ται, τουτέστιν ἐν τῇ τρυφῇ· Ἐδὲμ γὰρ τρυφὴ ἑρμηνεύεται. ἆρα οὖν τρυφὴν τὴν διὰ στόματος ὀνομάζει τὴν τῇ κοιλίᾳ παραδιδομένην καὶ ἧς τέλος ὁ ἀφεδρών, καὶ τοῦτό ἐστιν ἡ παρὰ θεοῦ χάρις περὶ τὸν ἄνθρωπον γαστρὸς πλήρωσις καὶ σαρκὸς εὐπάθεια καὶ διάχυσις | |
15 | ἡδονὴν ἐμποιοῦσα; ἢ τοῦτο μὲν εἰπεῖν οὐδὲ εὐσεβές; ἀκολασίας γάρ που καὶ ὕβρεως καὶ πάντων ὁμοῦ τῶν ἀπηγορευμένων ἐφόδιον ὑπερπιαίνειν τὸ σῶμα καὶ καταβαπτίζειν τῷ πλήθει τῶν βρωμάτων τὴν ἐνοικοῦσαν ψυχὴν εὐκατάφορον ποιοῦντα πρὸς πᾶσαν ἁμαρτίαν. οὐκοῦν ἄλλην χρὴ νοῆσαι τρυφὴν | |
20 | ἀξίαν θεοῦ, ἵνα καὶ ἡ φυτεία πρέπουσα τῇ γεωργίᾳ τοῦ θεοῦ | |
82a | λογισθῇ. τίς οὖν δύναται γενέσθαι τρυφὴ ἁγίοις ἀρμόττουσα; ἄκουσον τοῦ λέγοντος· Κατατρύφησον τοῦ κυρίου, καὶ δώσει σοι τὰ αἰτήματα τῆς καρδίας σου. Ἐπεὶ οὖν ἄπειρον τὸ ποικίλον τῆς ἀρετῆς καὶ τὸ κάλλος ἀμήχανον, | |
5 | ἀπὸ τῆς πολυτρόπου τοῦ θεοῦ σοφίας τὴν ἀρχὴν εἰληφότα, διὰ τοῦτο γέγραπται ὅτι Ἐφύτευσεν ὁ θεὸς παράδεισον οὐχὶ κατὰ ἀνατολήν, ἀλλὰ Κατὰ ἀνατολάς. ἕκαστον γὰρ τῶν πεφυτευμένων παρὰ τοῦ κυρίου φυτῶν ἐν ἰδίῳ φωτὶ ἀρετῆς κεκαλλωπισμένον ἐξήστραπτεν. ἐκεῖ Τοῦ ποταμοῦ τὰ ὁρμήματα τοῦ εὐφραίνοντος τὴν πόλιν τοῦ θεοῦ. | |
10 | ἀλλαχοῦ δὲ Χειμάρρους τρυφῆς ὀνομάζεται, τρέφων καὶ αὔξων τῶν νοητῶν ἐκείνων φυτῶν τὰ κάλλη, ὅστις καὶ ἐν τοῖς ἑξῆς τῆς προκει‐ μένης γραφῆς λέγεται Ποταμὸς ὁ πορευόμενος ἐξ Ἐδὲμ ποτίζειν τὸν παράδεισον. Ἐν μὲν οὖν τοῖς κατόπιν ἐγέγραπτο ὅτι πρότερον τὴν κτίσιν | |
15 | πληρώσας οὕτως ἐπεισήγαγεν εἰς ἀρχὴν οἱονεὶ καὶ κυριότητα ταύτης τὸν ἄνθρωπον, νῦν δὲ τὸ ἀνάπαλιν πρότερον ἔπλασε τὸν ἄνθρωπον καὶ τότε ἐφύτευσε τὸν παράδεισον. ἡ δὲ αἰτία ὅτι ἐκεῖ μέν, ἵνα πληρώσῃ τὸν οἶκον, τὸν οἰκοδεσπότην εὐθὺς ἐπεισήγαγε καὶ ἵνα μὴ πένητα κτίσας ὕστερον τὴν εὐπορίαν αὐτῷ χαρίσηται, ἐνταῦθα δὲ τὴν ἐκ | |
20 | προκοπῆς τελείωσιν χαρισάμενος ἀλλαχοῦ ἔκτισε καὶ ὕστερον ἐγκατοικίζει τῷ παραδείσῳ, ἵνα τὸ διάφορον καταμαθὼν τῆς τε ἔξω ζωῆς καὶ τῆς ἐν παραδείσῳ διαγωγῆς ἐκ τῆς συγκρίσεως ἑκατέρων καὶ αὐτῆς τῆς πείρας γνωρίσῃ μὲν τὴν ὑπεροχὴν τοῦ ἐν αὐτῷ κάλλους, | |
φοβηθῇ δὲ τῆς ἐκπτώσεως τὴν ζημίαν. | ||
83a | Ἵνα δὲ νοήσῃς φυτείαν ἀξίαν θείας χειρὸς καὶ ἐργασίας, μνήσθητι τῶν ἐν τῷ εὐαγγελίῳ παρὰ τοῦ κυρίου πρὸς τοὺς μαθητὰς εἰρημένων ὅτι Ὑμεῖς ἐστε τὰ κλήματα, καὶ ὁ πατήρ μου ὁ γεωργός ἐστι· δηλονότι ὡς παρ’ αὐτοῦ φυτευθέντες. ταύτης εἰσὶ τῆς φυτείας καὶ οἱ | |
5 | ἐν τῷ οἴκῳ κυρίου πεφυτευμένοι, ὡς γέγραπται, καὶ ἐν ταῖς αὐλαῖς τοῦ θεοῦ ἡμῶν ἐξανθοῦντες. τὸ δ’ αὐτὸ καὶ ἐν τῷ προφήτῃ· Ἐγὼ ἐφύτευσα ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν. ὁ δὲ μιμητὴς τοῦ Χριστοῦ Παῦλος ἀποτολμᾷ καὶ λέγει ὅτι Θεοῦ συνεργοί ἐσμεν· θεοῦ γεώργιόν ἐστε· Ἐγὼ ἐφύτευσα, Ἀπολλῶς ἐπότισεν, ὁ δὲ θεὸς ηὔξησεν. | |
10 | καὶ ὁ δίκαιος δὲ ὁ παρὰ τῷ Δαβὶδ ὡμοίωται τῷ ξύλῳ τῷ πεφυτευ‐ μένῳ παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται· καὶ πάλιν Δίκαιος ὡς φοῖνιξ ἀνθήσει· καὶ Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλες ἔθνη καὶ κατεφύτευσας αὐτήν. | |
15 | Πειράθητι τοίνυν διὰ τῶν τοιούτων διδαγμάτων ἐν περινοίᾳ γενέσθαι τοῦ παραδείσου ἐκείνου καὶ φθάσαι καὶ αὐτὸς εἰς τὰς αὐγὰς τοῦ θείου φωτός· ἔνθα τὸ φῶς τῆς γνώσεως ἀνατέλλει, ἔνθα ὁ παράδεισος τῆς τρυφῆς πεφύτευται. κἂν χωρίον δέ τι νοῇς σωματικόν, δεκτικὸν τῶν ἁγίων, ἐν ᾧ πάντες οἱ ἐπὶ γῆς διαλάμψαντες ἐν ἔργοις | |
20 | ἀγαθοῖς διαιτῶνται τῆς τοῦ θεοῦ ἀπολαύοντες χάριτος κατὰ ἀξίαν ἀμοιβὴν καὶ τῆς ἀληθινῆς καὶ μακαρίας τερπνότητος, οὐκ ἀποπίπτεις τάχα οὐδ’ οὕτως τῆς πρεπούσης περὶ αὐτοῦ εἰκασίας. ἐκεῖ γ’ οὖν ἐρριζω‐ μέναι εἰσὶ καὶ παγίως ἐρηρεισμέναι αἱ ἀγαθαὶ δυνάμεις, λειτουργοὶ τῶν | |
ἁγίων, αἷς ὁ ἄνθρωπος παρεδόθη ἀρτιγενὴς ὢν καὶ πολλῆς δεόμενος | ||
84a | συγγυμνασίας πρὸς τὴν τελείωσιν. ἐν ᾧ τὸ σύστημα τῶν ἁγίων, ἐν ᾧ αἱ ἀνατολαὶ τοῦ φωτός, ἐν ᾧ ἡ τρυφὴ τῆς ψυχῆς, ἐκεῖ ἔθετο τὸν ἄνθρωπον ὁ θεός. ἂν μὲν οὖν σάρκινος ᾖς καὶ μεγάλην ἡγῇ τὴν τῶν αἰσθητῶν ἀπόλαυσιν, ἔχεις τὴν ὑπογραφὴν τοῦ σωματικοῦ | |
5 | ἐκείνου παραδείσου καὶ τὴν ἡδίστην ἐμφόρησιν, καὶ πρὸς ταῦτα ἐπείγου ὡς ἐκεῖ εὑρήσων χορηγίαν τρυφῆς ἀδιάλειπτον. εἰ δὲ πνευ‐ ματικὸς εἶ καὶ ἀνώτερα φρονεῖς τῶν σαρκικῶν ἀπολαύσεων, ἀνάβα τῇ διανοίᾳ πρὸς τὰ κάλλη τῶν ἀγγέλων, κατάμαθε τοὺς ἐν αὐτοῖς τῆς δικαιοσύνης καρπούς, ἐνοπτρίσθητι τὸν ποταμὸν τοῦ θεοῦ τὸν | |
10 | πεπληρωμένον ὑδάτων, οὗ Τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ, Ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεός. ἐκείνην τὴν πόλιν διαρρέει ὁ ποταμὸς οὗτος ὁ ἀρχόμενος ἐξ Ἐδέμ, ὁ ποτίζων τὸν παράδεισον. πάντα ταῦτα τῇ διανοίᾳ καταμαθὼν δόξαζε τὸν τούτων δημιουργὸν τὸν τὰ τοσαῦτα καὶ τηλικαῦτα ἀγαθὰ διὰ σὲ καὶ τὴν σὴν ἀπόλαυσιν | |
15 | πεποιηκότα καὶ τοιαύτης δόξης σε ἀξιώσαντα, εἰ πρὸς αὐτὸν ἀεὶ ἐπιστρέφεις καὶ συνίεις, παρ’ οὗ καὶ ἐφ’ ᾧ εἰς τὸ εἶναι παρήχθης· | |
ὅτι αὐτῷ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. |