TLG 2017 037 :: GREGORIUS NYSSENUS :: De creatione hominis sermo primus (recensio C) [Sp.]

GREGORIUS NYSSENUS Theol.
(Nyssenus: A.D. 4)

De creatione hominis sermo primus (recensio C) [Sp.]

Source: Hörner, H. (ed.), Gregorii Nysseni opera, suppl. Leiden: Brill, 1972: 2a–39a, 40.

Citation: Page — (line)

2a

Παλαιοῦ χρέους ἔκτισιν ἀποπληρώσων ἥκω, οὗ τὴν ἀπόδοσιν ἀνεβαλόμην οὐκ ἀγνωμοσύνῃ προαιρέσεως ἀλλ’ ἀσθενείᾳ σώματος, χρέος ἀναγκαιότατον καὶ ὀφειλόμενον ὑμῶν τῇ ἀκροάσει. καὶ γὰρ ἂν εἴη ἄδικον τὰ περὶ θηρίων καὶ νηκτῶν καὶ κτηνῶν καὶ πτηνῶν,
5οὐρανοῦ τε καὶ τῶν κατ’ οὐρανόν, περί τε γῆς καὶ τῶν ἐν τῇ γῇ διδαχθέντας ἡμᾶς μὴ καὶ τὰ περὶ τῆς ἡμετέρας γενέσεως ἐκ τῆς
θεοπνεύστου

3a

γραφῆς φωτισθῆναι. ὥσπερ γὰρ οἱ ὀφθαλμοὶ ἡμῶν τὰ ἔξω βλέ‐ ποντες ἑαυτοὺς οὐχ ὁρῶσιν, ἐὰν μή που λείου τινὸς ἅψωνται στε‐ ρεοῦ κἀκεῖθεν ἀνακλασθεῖσα ἡ ὄψις ὥσπερ ἀπὸ παλιρροίας ὁρᾶν αὐτοὺς ποιήσῃ τὰ ἑαυτῶν κατόπιν, οὕτως καὶ ὁ νοῦς ὁ ἡμέτερος ἄλλως ἑαυτὸν
5οὐ βλέπει, ἐὰν μὴ ταῖς γραφαῖς ἐγκύψῃ. τὸ γὰρ ἐνταῦθα φῶς ἀνακλώμενον τοῦ καθορᾶσθαι ἕκαστον ἡμῶν αἴτιον γίνεται, ἐπεὶ ἀσύνετοί ἐσμεν ἑαυτῶν καὶ ἀπερίοπτοι ἔτι τῆς ἡμετέρας κατα‐ σκευῆς ὅπερ ἐσμὲν καὶ τί ἐσμεν ἀγνοοῦντες. ἀμελέστατα γὰρ ἑαυτῶν διακείμεθα τῶν προχείρων τῆς κτίσεως καὶ τῶν μικροτάτων
10τῶν ἐν ἡμῖν γνῶσιν οὐκ ἔχοντες. καίτοι πολλαὶ πραγματεῖαι περὶ τὸ σῶμα τὸ ἡμέτερον καὶ οὐκ ὀλίγοι τῶν πρὸ ἡμῶν περὶ τοῦτο τὴν
πᾶσαν ἑαυτῶν σπουδὴν

4a

κατηνάλωσαν, κἂν ἰατρικὴν ἐπέλθῃς, ἑυρήσεις ὅσα περὶ τῆς χρείας τῶν ἡμετέρων μορίων ἡμῖν διηγεῖται, ὅσας περὶ τῆς ἔνδοθεν ἡμῶν κατα‐ σκευῆς ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν ἐξεῦρε κεκρυμμένας ὁδοὺς συνυπαρχούσας ἐν τῷ ἀφανεῖ καὶ διαφόρους ἐνεργείας πρὸς μίαν σύμ‐
5πνοιαν τὴν τοῦ σώματος· ὀχετοὺς πνεύματος, ὑδραγωγίας αἵματος, ἀναπνοῆς ὁλκήν, οἴκησιν ἑστίας τοῦ θερμοῦ ἐπὶ τῆς καρδίας, κίνησιν διαρκῆ τοῦ περικαρδίου πνεύματος. μυρία ἄλλα παρ’ ἐκείνοις πεφι‐ λοσόφηται, ὧν οὐδεὶς ἡμῶν ἐστιν ἔμπειρος τῷ μηδεμίαν σχολὴν ἀπονεῖμαι τῷ μέρει τούτῳ τῆς ἐξετάσεως μηδὲ γνῶναι ἑαυτὸν ἕκαστος
10ὅστις ἐστίν. εὔκολοί ἐσμεν γνῶναι οὐρανὸν μᾶλλον ἢ ἑαυτούς. ὥστε
μὴ καταφρόνει τοῦ ἐν σοὶ θαύματος· μικρὸς μὲν γὰρ εἶ,

5a

ὡς νομίζεις, μέγαν δὲ ἐπερχόμενος ὁ λόγος εὑρήσει σε. διὰ τοῦτο ὁ σοφὸς Δαβὶδ εἰδὼς ἀκριβῶς ἑαυτὸν ἐξετάζειν Ἐθαυμαστώθη, φησίν, ἡ γνῶσίς σου ἐξ ἐμοῦ, τουτέστι τὴν γνῶσιν τὴν περὶ τῶν σῶν θαυμα‐ σίων ἐξευρεῖν ἠδυνήθην. πόθεν; Ἐξ ἐμοῦ· τὴν γὰρ τέχνην τὴν ἐν
5ἐμοί, ὅσῃ σοφίᾳ κατεσκευάσθη μου τὸ σῶμα, κατανοήσας ἐκ τοῦ μικροῦ μὲν θαυμαστοῦ δὲ τούτου κατασκευάσματος τὸν μέγαν δημιουργὸν ἐνενόησα. Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν. ἐδείχθη πρώην ἐν παραδρομῇ καὶ ἀρκούντως ἐδείχθη τίς ὁ λόγος
10καὶ πρὸς τίνα ὁ λόγος. ἔχει ἡ ἐκκλησία τὰς περὶ τούτων ἀποδείξεις, μᾶλλον δὲ ἔχει πίστιν ἀποδείξεως βεβαιοτέραν. Ποιήσωμεν ἄνθρω‐ πον. κατάμαθε σεαυτὸν ἐντεῦθεν ἀρξάμενος. οὔπω περὶ ἄλλου τῶν
κατασκευασμάτων ἡ φωνὴ αὕτη ἀνάγραπτος. φῶς ἐγένετο, καὶ ἁπλῷ

6a

προῆλθε προστάγματι· εἶπε γὰρ ὁ θεός· Γενηθήτω φῶς. οὐρανός, καὶ ἄνευ βουλῆς ὑπέστη· φωστῆρες, καὶ οὐδὲν προεβουλεύσατο περὶ αὐτῶν θάλασσα καὶ πελάγη ἄπειρα τῇ προσταγῇ παρήχθη εἰς τὸ εἶναι. ἰχθύων γένη παντοδαπὰ τῇ κελεύσει ἐγένετο. θηρία καὶ κτήνη,
5νηκτὰ καὶ πετεινά· Εἶπε καὶ ἐγένετο. ἐνταῦθα δὲ οὔπω ὁ ἄνθρωπος καὶ βουλὴ περὶ ἀνθρώπου. οὐκ εἶπεν ὡς περὶ τῶν ἄλλων πάντων· γενηθήτω ἄνθρωπος. ἐντεῦθεν κατάμαθε σεαυτοῦ τὸ τίμιον· οὐ προσέρριψέ σου τὴν γένεσιν προστάγματι, ἀλλὰ βουλευτήριον συνέστη τῷ θεῷ περὶ σοῦ πῶς μέλλει τὸ τίμιον ζῷον ἐν τῷ βίῳ παράγεσθαι·
10Ποιήσωμεν γάρ φησιν. ὁ σοφὸς βουλεύεται, ὁ τεχνίτης ἐνθυμεῖται. ἆρά τι λείπει αὐτοῦ τῇ τέχνῃ καὶ ἐκ τῆς μερίμνης βούλεται ἀπηρτισμέ‐ νον αὐτοῦ ποιῆσαι τὸ φιλοτέχνημα; οὐχί· ἀλλ’ ἵνα σοι δείξῃ μόνον ὅτι τέλειος εἶ παρὰ θεῷ. Ἔμαθες μὲν οὖν ὅτι δύο τέως πρόσωπα ἐπὶ θεοῦ, ὁ λέγων καὶ πρὸς ὃν
15ὁ λόγος. διὰ τί δὲ οὐκ εἶπε· ποιήσω ἄνθρωπον, ἀλλά· Ποιήσωμεν; ἵνα

7a

νοήσῃς τὴν ἴσην δεσποτείαν, ἵνα μὴ τὸν πατέρα ἐπιγινώσκων τὸν υἱὸν ἀγνοῇς, ἵνα εἰδῇς ὅτι πατὴρ ἐποίησε διὰ υἱοῦ καὶ υἱὸς ἔκτισε πατρῴῳ θελήματι, καὶ δοξάσῃς πατέρα ἐν υἱῷ καὶ υἱὸν ἐν πνεύματι ἁγίῳ. οὕτω κοινὸν γέγονας ἔργον, ἵνα καὶ κοινὸς προσκυνητὴς ἀμφοτέρων
5ᾖς μὴ σχίζων τὴν προσκύνησιν, ἀλλ’ ἑνῶν τὴν θεότητα. ὁρᾷς ἱστορίαν μὲν ἁπλῆν τῷ σχήματι, θεολογίαν δὲ ἀκραιφνῆ τῷ νοήματι. μετὰ γὰρ τὸ Ποιήσωμεν ἐπήγαγε· Καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον. οὐκ εἶπεν· ἐποίησαν τὸν ἄνθρωπον, ἵνα μὴ πολυθεΐας λάβῃς ἀφορμάς. εἰ γὰρ πληθυντικῶς παρεισήχθη καὶ ἡ ποίησις, ἀφειδεῖς ἂν ἐγένοντο
10οἱ ἄνθρωποι πρὸς τὸ πολλὰ πλήθη θεῶν ἑαυτοῖς ἐπιγράψαι. πρῶτον μὲν γάρ· Ποιήσωμεν ἄνθρωπον, ἵνα γνωρίσῃς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα· ἔπειτα δέ· Καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, ἵνα
θεὸν ἕνα τὰ τρία πρόσωπα νοήσῃς οὐ τὰς ὑποστάσεις ἑνοποιῶν, ἀλλὰ

8a

τὴν μίαν οὐσίαν καὶ δύναμιν λογιζόμενος καὶ μίαν δόξαν ἔχῃς μὴ μεριζόμενος περὶ τὴν προσκύνησιν μηδὲ εἰς πολυθεΐαν ἐμπίπτων. οὐ γὰρ εἶπε· καὶ ἐποίησαν οἱ θεοὶ τὸν ἄνθρωπον, ἀλλά· Ἐποίησεν ὁ θεός. εἰ γὰρ καὶ ἰδία μὲν ὑπόστασις πατρὸς ἰδία δὲ υἱοῦ καὶ
5ἰδία πνεύματος ἁγίου, ἀλλ’ οὐχὶ καὶ τρεῖς θεοί, ὅτι μία καὶ ἡ αὐτὴ ἡ ἐν τοῖς τρισὶ νοουμένη οὐσιώδης θεότης. ἣν γὰρ βλέπω ἐν πατρὶ θεότητα, ταύτην καὶ ἐν υἱῷ, καὶ ἣν ἐν υἱῷ, ταύτην καὶ ἐν ἁγίῳ πνεύματι· διότι καὶ μία ἡ ἐν τούτοις θεωρουμένη μορφὴ καὶ ἀρχὴ ἡ αὐτή. διὰ τοῦτο καὶ παρ’ ἡμῶν μία προσκύνησις
10καὶ δοξολογία τοῖς τρισὶν ὡς ἑνὶ θεῷ. τὸ γοῦν προοίμιον τῆς ἡμετέρας γενέσεως θεολογία κατανενόηται ἀληθινή. Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν. Κατ’ εἰκόνα μὲν οὖν θεοῦ γεγενῆσθαι ἡμᾶς εὔδηλον ἀπὸ τῆς γραφῆς. πῶς δὲ τὸ Κατ’ εἰκόνα θεοῦ νοητέον; οὐδέν
15τι σωματικὸν καὶ γήινον ἐννοήσασθαι χρή. ἀποκαθάρωμεν ἑαυτῶν καρδίαν ἰδιωτικήν, πρόληψιν ἀπαίδευτον, ἀμαθεῖς περὶ θεοῦ ὑπολήψεις. ὁποῖά τινές φασιν· εἰ κατ’ εἰκόνα γὰρ θεοῦ γεγόναμεν,
σύμμορφος πάντως ἡμῖν ἐστιν ὁ θεός. καὶ ὀφθαλμοὶ τάχα περὶ θεὸν

9a

καὶ ὦτα καὶ κεφαλὴ καὶ χεῖρες καὶ ἰσχίον ἐφ’ οὗ ἵδρυται [καὶ πάντα τὰ ἡμέτερα] (λέγεται γὰρ καὶ ἐν τῇ γραφῇ· Θεὸς καθέζεται) καὶ πόδες αὐτῷ, δι’ ὧν περιπατεῖ; ἀλλ’ οὐχὶ τοιοῦτος ὁ θεός. ἀποσκεύασον τῆς καρδίας φαντάσματα ἀπρεπῆ, ἔκβαλε ἀπὸ σοῦ
5διάνοιαν ἀνάρμοστον τῷ μεγέθει τοῦ θεοῦ. ἀσχημάτιστος ὁ θεὸς καὶ ἁπλοῦς· μὴ φαντασθῇς μορφὴν περὶ αὐτόν. μὴ σμικρύνῃς Ἰουδαϊκῶς τὸν μέγαν, μὴ περιλάβῃς τὸν θεὸν ἐννοίαις σωματικαῖς, μὴ περι‐ γράψῃς αὐτὸν τῷ σῷ νῷ. ἀπερίληπτός ἐστι τῷ μεγέθει. κατανόησον τὸν μέγαν καὶ τῷ μεγάλῳ πρόσθες πλεῖον τοῦ νενοημένου καὶ τῷ
10πλείονι τὸ πλεῖον καὶ τὸν σεαυτοῦ λογισμὸν πεῖσον, ὅτι τῶν
ἀπεράντων ἐφικέσθαι οὐ δύνῃ. μὴ οὖν σχῆμα ἐννοήσῃς· ἀπὸ γὰρ

10a

δυνάμεως ὁ θεὸς νοεῖται. μὴ μέγεθος· πανταχοῦ γάρ ἐστι καὶ ὑπὲρ τὸ πᾶν περισσεύει, ἀνέπαφον, ἀόρατον, ἀκατανόητον, μήτε σχήματι περι‐ λαμβανόμενον μήτε μεγέθει περιγραφόμενον, μὴ δυνάμει ἐκμετρού‐ μενον μὴ χρόνῳ περικλειόμενον μὴ πέρασι τισὶν ὁριζόμενον. οὐδὲν γάρ
5ἐστιν ὅλως περὶ θεὸν ὁποῖον περὶ ἡμᾶς ἢ καὶ τὰ μόνως νοητά. Πῶς οὖν εἶπεν ἡ γραφὴ κατ’ εἰκόνα θεοῦ γεγενῆσθαι ἡμᾶς; ἐπιγνῶ‐ μεν τί οἰκεῖον θεοῦ ἔχομεν καὶ ὅτι τὸ Κατ’ εἰκόνα πάντως οὐκ ἐν τῇ σωματικῇ μορφῇ ἐκληφθῆναι δυνατόν. ἡ μὲν γὰρ ἐπὶ ὁρωμένου τινὸς σώματος, ἐν ὁρατῷ δὲ τὸ ἀόρατον οὐ σχηματίζεται. ἀλλ’ οὐδὲ μήν
10που φθαρτὸν εἴη ἂν τοῦ ἀφθάρτου εἰκών. τὸ μὲν γὰρ σῶμα αὔξεται, μειοῦται, γηρᾷ, ἀλλοιοῦται· ἄλλο ἐστὶν ἐν νεότητι καὶ ἄλλο ἐν
γήρει, ἄλλο ὅταν εὐεκτῇ καὶ ἄλλο ὅταν

11a

παθαίνηται, ἄλλο εὐφραινόμενον καὶ ἄλλο λυπούμενον, ἄλλο θαρροῦν καὶ ἄλλο φοβούμενον, ἄλλο ἐν εἰρήνῃ καὶ ἄλλο ἐν πολέμῳ, ἄλλο ἐν πλησμονῇ καὶ ἄλλο ἐν ἐνδείᾳ. ἄλλο ἐγρηγορότος χρῶμα καὶ ἄλλο καθ‐ εύδοντος· τοῦ μὲν γὰρ ἐξανθεῖ καὶ ἐρυθαίνεται τοῦ θερμοῦ χωροῦν‐
5τος πρὸς τὴν ἔξω ἐπιφάνειαν, τοῦ δὲ κατέψυκται διὰ τὸ ἐπὶ τὸ βάθος τὴν θερμότητα εἰσδύεσθαι. διὸ καὶ ὕπωχρα τῶν κοιμωμένων τὰ σώματα. πῶς οὖν δύναται τὸ ἀλλοιούμενον τῷ ἀναλλοιώτῳ ἐοικέναι; τὸ μηδέποτε ἑστηκὸς μηδὲ ἐπὶ ταὐτοῦ μένον τῷ ἀεὶ ὡσαύτως καὶ κατὰ τὰ αὐτὰ ἔχοντι; Κατ’ εἰκόνα ἡμετέραν τί φησι; τῆς ἀκινήτου φύσεως εἰκὼν
10ἡ ῥευστὴ καὶ τῆς ἀμόρφου ἡ μεμορφωμένη; Πῶς οὖν εὑρήσομεν τὸ Κατ’ εἰκόνα; ἐν αὐτῷ πάλιν ᾧ εἶπεν ἐξ
ὑπογύου

12a

ὁ θεός. οὐ γὰρ ἐμόν τι τῷ λόγῳ παρενείρω ἔξωθεν ἐπινόημα. Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν καὶ ἀρχέτωσαν τῶν ἰχθύων. κατὰ τὸ τῆς ἀρχῆς τοιγαροῦν εἴτουν ἐξουσίας παράδειγμα ἡ ἡμετέρα πρὸς τὸ θεῖον νοητέα ὁμοίωσις.
5τὸ δὲ ἄρχον οὐκ ἐν σώματι πάντως † ἢ λογισμῷ οὐδὲ ἐν σαρκὶ ἀλλὰ τῇ ψυχῇ. τὸ μὲν γὰρ ἀνθρώπινον σῶμα πολλῶν ζῴων ἀλόγων καθέστηκεν ἀσθενέστερον καὶ οὐκ ἄν ποτε συγκριθείη πρὸς δύναμιν σὰρξ ἡ ἡμετέρα τῇ τοῦ καμήλου ἢ τοῦ ἐλέφαντος ἢ τοῦ ἵππου ἢ τοῦ βοὸς ἢ ἑκάστου ὧν ἂν εἴπῃς μεγίστων θηρίων. ἡ ψυχὴ δὲ ἡμῖν καὶ ὁ ἐν
10αὐτῇ νοῦς ἅπαντα ταῦτα ῥαδίως ὑποτάττειν δεδύνηται καὶ τὰ μεγάλα δὲ βάρη καὶ δυσμεταχείριστα ἐπινοίαις τεχνικαῖς μετατίθησιν ἄνθρωπος ἀλλ’ οὐχὶ τόνοις σωματικοῖς. ὥστε τὸ ἀρχικὸν ἡμῶν καὶ Κατ’ εἰκόνα καὶ ὁμοίωσιν τοῦ θεοῦ ἐν τῇ τοῦ λογισμοῦ κατασκευῇ θεωρητέον, οὐκ ἐν τῇ τοῦ σώματος μορφῇ. ἀλλ’ ἐρεῖς τάχα σύ· καὶ
15πῶς οὐ περὶ λογισμοῦ εἶπεν ὁ θεός, ἀλλὰ τὸν ἄνθρωπον κατ’

13a

εἰκόνα γεγενῆσθαί φησιν ἑαυτοῦ; ὅτι δὲ καὶ ὁ λογισμὸς λέγεται ἄνθρωπος καὶ ἡ ψυχή ἐστιν ὁ ἔσω ἄνθρωπος. ἄκουε τοῦ ἀποστόλου λέγοντος Εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος φθείρεται, ἀλλ’ ὁ ἔσω ἀνακαινοῦται. πῶς οὖν; δύο γνωρίσωμεν τὸν αὐτὸν ἄνθρωπον; ναί, φησίν, ἕνα τὸν
5φαινόμενον καὶ ἕνα τὸν ὑπὸ τῷ φαινομένῳ κρυπτόμενον, τὸν καὶ κυριώτερον καὶ ἀληθέστερον ἄνθρωπον. διπλοῦς μὲν γάρ τίς ἐστιν ὁ ἐκ θεοῦ πεπλασμένος ἄνθρωπος, τὸ μὲν ὁρώμενος τὸ δὲ νοούμενος. τῷ δὲ μείζονι καὶ ἀληθινωτέρῳ μέρει ὁ ἔνδον μᾶλλον καὶ μὴ φαινόμενος πέφυκεν ἄνθρωπος. τὸ μὲν γὰρ ἔσω αὐτός εἰμι ἐγώ, τὸ δὲ ἐκτὸς
10τοῦτο καὶ σωματικὸν ἐμόν ἐστι τάχα ἀλλ’ οὐκ ἐγώ. οὐ γὰρ δήπου ἡ χεὶρ καὶ ὁ ποὺς καὶ τὰ λοιπὰ μέρη τοῦ σώματος εἶεν ἂν ἐγώ, ἀλλὰ τὸ νοερὸν καὶ λογικὸν τῆς ψυχῆς ὀργάνῳ κεχρημένον τῷ σώματι. Τὸ Ποιήσωμεν οὖν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν νοήσωμεν ἀντὶ τοῦ δώσομεν αὐτῷ λόγου περιουσίαν· καὶ
15οὕτως Ἀρχέτωσαν τῶν ἰχθύων καὶ τῶν θηρίων καὶ πάντων. οὐκ

14a

εἶπε δὲ ὅτι Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν, καὶ θυμού‐ σθωσαν καὶ ἐπιθυμείτωσαν καὶ παθαινέσθωσαν. οὐ γὰρ τὰ πάθη εἰς εἰκόνα θεοῦ παρείληπται, ἀλλ’ ὁ λογισμὸς ὁ τῶν παθῶν δεσπότης, ὁ ἄρχων πάντων τῶν σωματικῶν καὶ ὑπερανεστηκὼς τῶν φαινομένων
5καὶ ψευδομένων. σὺ δέ μοι θαύμασον τὴν περὶ σὲ τοῦ θεοῦ ἐξ ἀρχῆς αὐτῆς κηδεμονίαν καὶ πρόνοιαν ὅτι εὐθὺς ἐκτίσθης καὶ ἄρχων ἐκτίσθης καὶ διηνεκῆ ἔχεις καὶ ἀδιάδοχον τὴν ἀρχήν. ἄνθρωπος γὰρ παρὰ ἀνθρώπου ἐξουσίαν τινὰ λαμβάνων ὡς θνητὸς παρὰ θνητοῦ καὶ ὡς μὴ ἔχων παρὰ μὴ ἔχοντος (ποίαν γὰρ ἐξουσίαν ψυχῆς ἔχει
10ἄνθρωπος;) εἰκότως καὶ ταχὺ μάλα πάλιν αὐτὴν ἀποβέβληκε. σὺ δὲ παρ’ αὐτοῦ ταύτην ἔλαβες τοῦ θεοῦ καὶ ἀνεξάλειπτον ἔχεις οὐκ ἐν ξύλοις γεγραμμένην οὐδὲ ἐν πτυξὶ φθαρταῖς καὶ σητῶν δαπανήμασιν, ἀλλ’ αὐτῇ τῇ φύσει ἐγκεκολαμμένην ἀπὸ τῆς πρώτης θείας φωνῆς τῆς Ἀρχέτωσαν. δοῦλα γὰρ ἔκτοτε καὶ ἄχρι τέλους τὰ σύμπαντα ταῦτα τῆς
15ἀνθρωπίνης ἀρχῆς. Ἀρχέτωσαν, γάρ φησι, τῶν ἰχθύων, τῶν θηρίων
τῆς γῆς, τῶν πετεινῶν τοῦ οὐρανοῦ, τῶν κτηνῶν, τῶν ἑρπετῶν τῶν

15a

ἑρπόντων ἐπὶ τῆς γῆς. οὐκ εἶπε Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν ἡμετέραν, καὶ ἐσθιέτωσαν πᾶν ξύλον κάρπιμον ὃ ἔχει καρπὸν ἐν ἑαυτῷ. ὕστερον γὰρ ταῦτα μετὰ τὴν τοῦ παραδείσου φυτείαν, ἵνα σὺ διδαχθῇς δεύτερα ἔχειν
5τὰ τῆς σαρκὸς ἀναγκαῖα παρὰ τὰ τῆς ψυχῆς προηγούμενα, ἐπειδὴ καὶ πρῶτον ἡμῖν συνεχειροτονήθη ἡ τοῦ ἄρχειν δύναμις, ἔπειτα καὶ ἡ τοῦ παραδείσου συνεπεδαψιλεύθη ἀπόλαυσις. ἀρχικὸν εἶ ζῷον, ἄνθρωπε, καὶ διὰ τί δουλεύεις πάθεσι; τί σεαυτοῦ τὸ ἀξίωμα καταβάλλεις καὶ δοῦλος γίνῃ τῆς ἁμαρτίας; ἵνα τί σεαυτὸν ποιεῖς
10αἰχμάλωτον τῷ διαβόλῳ; ἄρχων κτίσεως ἐχειροτονήθης, μὴ ἀπορ‐ ρίψῃς τὴν σεμνότητα τῆς οἰκείας φύσεως. ἐν ἀρχῇ τινι τέταξαι κοσμικῇ; ἔστι σοι πλέον δι’ ὀφειλῆς τὸ καὶ τὸν λογισμὸν ὁμοίως ἔχειν συνάρχοντα καὶ κρατοῦντα τῶν παθῶν, ἵνα μὴ γέλως εἴης τοῖς ἀρχομένοις καὶ ἐμπαιγμός. ἀντὶ ἄρχοντος καὶ ὑπερέχοντος ὑποκεί‐
15μενον καὶ ἀγόμενον ἴσα καὶ δούλῳ δεσμίῳ καὶ ἀχρείῳ κατανοοῦσί σε. δοῦλος ἐκλήθης; τί σε λυπεῖ ἡ δουλεία τοῦ σώματος; διὰ τί οὐ μέγα φρονεῖς ἐπὶ τῇ δεσποτείᾳ τῇ παρὰ θεοῦ σοι δεδομένῃ, ὅτι λογισμὸν ἔχεις παθῶν δεσπότην; ὅταν οὖν ἴδῃς τὸν μὲν δεσπότην σου δοῦλον ὄντα τῆς ἡδονῆς, σεαυτὸν δὲ ὑπερτεροῦντα ταύτης τῇ δυνάμει τοῦ λογισμοῦ,
20γίνωσκε ὅτι σὺ μὲν ὀνομάζῃ μόνον δοῦλος, οὐκ εἶ· ἐκεῖνος δέ, εἰ καὶ ὀνόματι ἔχει τὴν δεσποτείαν, ἀλλὰ τῷ πράγματι βεβαιουμένην ἐπεσπάσατο τὴν δουλείαν. ὁπότε γὰρ ἐκεῖνον μὲν τὸ τῆς πορνείας πάθος τυχὸν ἕλκει καταδουλῶσαν, σὺ δὲ τούτου διὰ τὴν τοῦ λογισμοῦ κυριότητα ὑπερανέστηκας, πῶς οὐχὶ δεσπότης μὲν κυρίως εἴης αὐτὸς
25ὁ τῆς ἡδονῆς ὑπερκείμενος, ἐκεῖνος δὲ μᾶλλον δοῦλος ὁ ὑποκείμενος
τῷ ὑπὸ σοῦ πατουμένῳ πάθει; ὅπου γοῦν ἡ τοῦ ἄρχειν δύναμις,

16a

ἐκεῖ ἡ τοῦ θεοῦ εἰκών. ὅπου δὲ ἡ τοῦ θεοῦ εἰκών, ἐκεῖ ὁ ὑπ’ αὐτοῦ πεπλασμένος ἄνθρωπος. Πρῶτον δὲ εἶπεν ἄρχειν τῶν ἰχθύων τὸν ἄνθρωπον, ὅτι καὶ πλέον τῶν ἄλλων ζῴων ταῦτα ἀπῴκισται αὐτοῦ, ἵνα διὰ τῶν πορρωτέρω καὶ
5ἐνύδρων πολλῷ μᾶλλον καὶ τὰ πλησιέστερα ὕστερον συμπεριλάβῃ, ἤγουν τὰ χερσαῖα καὶ σύντροφα. πῶς οὖν τῶν ἰχθύων δοκοῦμεν ἄρχειν οἱ μὴ διάγοντες σὺν αὐτοῖς; εἴ που ἔγνως σεαυτὸν ἐν λίμνῃ ποτὲ παραφανέντα ἔβλεψάς τε πῶς ἡ σκιά σου μόνη πάντα τὰ ἐνδιαιτώμενα ταύτῃ ἰχθύδια διεπτόησεν, ἐπέγνως ἂν πάντως εὐθὺς
10καὶ τὸ τῆς ἀρχῆς. τίς γὰρ οὕτω δεσπότης οἰκίας θορυβουμένου τοῦ οἴκου ἀθρόον ἐπιστὰς ἡσυχίαν ἐποίησε καὶ πάντα μετέβαλεν εἰς εὐκοσμίαν τῇ παρουσίᾳ ἑαυτοῦ, ὡς πᾶσα ἡ ἔνυδρος κτίσις ἐπιφανέντος ἑνὸς ἀνθρώπου μεταβάλλει τὸ σχῆμα καὶ οὐκέτι τὴν ἐλευθέραν ἔχει διαγωγήν; οὐ τολμᾷ ἐπινήξασθαι τοῖς νώτοις ἢ τῆς λίμνης ἢ
15τῆς θαλάσσης. ὁ δελφίς, ὅταν που πλησίον ἄνθρωπον ὄντα αἴσθηται, καίτοι αὐτὸς ὢν ὁ βασιλικώτατος τῶν νηκτῶν, αἰδεῖται οἱονεὶ καὶ οὐκέτι κινεῖται οὐδὲ ὡς ἔθος ἅλλεται. οὕτως ἐδόθη τῷ ἀνθρώπῳ ἡ κατὰ τῶν νηκτῶν ἀρχή. καὶ ὅταν
δὲ κατανοήσῃς σεαυτοῦ τὸν λογισμὸν διὰ πάντων διήκοντα καὶ πάντα

17a

ταῖς τέχναις καταδουλούμενον, πῶς οὐχὶ καὶ τῶν κητῶν τῶν μεγάλων ἄρχεις; Εἶδον γὰρ ἐγὼ ἐπίνοιαν ἀνθρωπίνην, ὅτι ποιοῦσιν ἀγκίστρων τινῶν κατασκευὴν καὶ τούτοις ἐπιβάλλοντες δελεάσματα σύμμετρα
5τῷ μεγέθει τῶν καταπινόντων κητῶν. εἶτα τῶν ἄκρων ἐκείνων τῶν σχοινίων, ὧν ἀπήρτηται τὰ ἄγκιστρα κατὰ τὸ ἕτερον πέρας, ἀσκοὺς πνεύματι διατείναντες καὶ ἐκδήσαντες ἀπ’ αὐτῶν τῶν ἄκρων μετεώ‐ ρους ἀφιᾶσιν ὑπὲρ τοῦ πελάγους. ἐνεχθέντα τοίνυν τὰ ἄγρια κήτη τοῖς δελεάσμασι τούτοις καὶ τὰ ἄγκιστρα ἔνδον ἑαυτῶν δεξάμενα
10σύρει μὲν τοὺς ἀσκοὺς εἰς τὸ βάθος, ἡ δὲ τῶν ἀσκῶν φύσις ἀνωφερὴς οὖσα διὰ τὴν κουφότητα τοῦ ἐνειλημμένου ἔσωθεν πνεύματος πάλιν ἀνέλκει εἰς τὴν ἐπιφάνειαν. καὶ ἐμπεπαρμένα τῇ ἰδίᾳ τροφῇ ἄνω καὶ κάτω μαιμάσσει καὶ ἀλύοντα τοὺς βυθοὺς διερευνᾶται καὶ πελάγη πελαγῶν ἀμείβει. καὶ πολὺν πόνον ὑφίσταται ἄπρακτον καὶ τελευταῖον τῷ βραχεῖ
15τούτῳ ἀγκίστρῳ τὸ μέγα καὶ ἄτρυτον θηρίον ἁλώσιμον γίνεται τῷ πόνῳ
δαμασθὲν καὶ τῷ λιμῷ καταπονηθέν, καὶ νεκρὸν μετὰ τῶν ἀσκῶν

18a

φερόμενον θήραμα καθίσταται τῷ ἁλιευτῇ· τῷ μικρῷ τὸ ὑπερμέγεθες, τῷ ἀσθενεῖ τὸ ἄμαχον τὴν ἰσχύν. διὰ τί; ὅτι τῇ τοῦ λογισμοῦ περιουσία δύναμιν λαβὼν τοῦ ἄρχειν ὁ ἄνθρωπος ὡς κακοὺς δραπέτας πρὸς εὐπείθειαν ἄγει τοὺς ἀπειθεστάτους, καὶ τοὺς μὴ δυναμένους
5προσαχθῆναι δι’ ἡμερότητος τούτους διὰ τῆς ἀνάγκης καταδουλοῦται. οὕτω πανταχοῦ ἡ τοῦ ἄρχειν δύναμις παρὰ τοῦ κτίσαντος ἐγγινομένη τῷ ἀνθρώπῳ ὑπάρχει. ἐντεῦθεν ξιφίαι καὶ ζύγαιναι καὶ φάλαιναι καὶ πρίονες καὶ φῶκαι καὶ πάντα ἐκεῖνα τὰ φοβερὰ τῶν κητῶν καὶ εἴδη καὶ ὀνόματα ὑποχείρια γέγονε τῷ ἀνθρώπῳ.
10 Ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν θηρίων τῆς γῆς. οὐχ ὁρᾷς τὸν λέοντα τὸν βαρὺν τὸν βρυχητικόν, οὗ καὶ τὸ ὄνομα ἀφόρητον τῇ ἀκοῇ καὶ ὁ βρυγμὸς ὑπότρομον ποιεῖ τὴν γῆν, οὗ τὴν ὁρμὴν πολλοῦ γε καὶ δεῖ τις ὑπομεῖναι; οὐδενὶ γὰρ οὐδὲ τῶν ἀλόγων καὶ μεγίστων ζῴων τοσαύτη πέφυκε δυνάμεως περιουσία, ὥστε καὶ ἀντιστῆ‐
15ναι ὁρμωμένῳ λέοντι. ἀλλ’ ὅμως καὶ τοῦτον τὸν ἀνύποιστον καὶ φοβερὸν

19a

ἐν μικρῷ ζώγρῳ πολλάκις κατακεκλεισμένον ὁρᾷς. τίς οὖν ὁ καθείρξας αὐτόν, ὁ τὸ μικρὸν δεσμωτήριον τῷ μεγάλῳ θηρίῳ ἐπινοήσας καὶ τῇ ἀραιότητι τῶν στημόνων ἐκείνων τῶν ξυλίνων τὴν ἀναπνοὴν τῷ ἐγκεκλεισμένῳ παρασκευάσας, ὡς μὴ ἀποπνιγῆναι
5αὐτὸ τῷ ἰδίῳ ἄσθματι, καὶ διὰ τῆς ἐλευθερίου ἀναπνοῆς τὴν ἀσφά‐ λειαν αὐτοῦ προδιοικησάμενος; οὐχὶ ἄνθρωπος; οὐχ ὁ αὐτὸς κατα‐ παίζει καὶ τῆς παρδάλεως, ὅταν ὑπερτείνῃ χάρτην εἰς ἄνθρωπον ἐσχηματισμένον, καὶ ἡ μὲν τὸν χάρτην ἐσπάραξεν, ὁ δὲ ἄνθρωπος κάτω κείμενος τῆς ἀνοίας τοῦ θηρίου κατεγέλασεν; οὐχὶ καὶ τῶν λοιπῶν
10θηρίων τὰ ἀγριώτατα καὶ δυσκαταγωνιστότατα παίγνια ταῖς οἰκείαις ἐπινοίαις ποιεῖ; οὐ περιουσίᾳ διανοίας πάντων κρατεῖ; πῶς εἴπω περὶ τῶν πετομένων; ὅτι οὐκ ἀναβαίνει μὲν αὐτὸς εἰς τὸν ἀέρα τῷ σώματι, συμπαρίπταται δὲ ὅμως τοῖς πετεινοῖς τῷ λογισμῷ χρώμενος ὅσα καὶ πτεροῖς. οὐδὲν γὰρ κατέχει τὴν τοῦ ἀνθρώπου διάνοιαν. τὰ ἐν
15βυθῷ διερευνᾶται, τὰ ὑπὲρ γῆς θηρᾶται, τὰ ἐν τῷ ἀέρι προκαταλαμ‐

20a

βάνει καὶ εἰς γῆν κατασπάσας ἀποκομίζει. εἶδές ποτε ἐπ’ ἄκρου κλάδου καθεζόμενον ὄρνεον καὶ καταγελῶν τῶν κάτω περὶ τὴν γῆν στρεφομένων ἀνθρώπων ἐν τῷ πεποιθέναι τῇ κουφότητι τοῦ πτεροῦ; ἀλλ’ ὅμως ἔστι πάλιν κἀνταῦθα ἰδεῖν παῖδα μοχθηρὸν καλάμους
5καλάμοις ὑποβάλλοντα κατὰ δὲ τὸ ἄκρον τῶν καλάμων ἰξὸν προσαρτή‐ σαντα, εἶτα λανθανόντως διὰ τῶν κλάδων καὶ τῶν φύλλων ἀποκρύ‐ ψαντα τοῦ ἰξοῦ τὴν παρουσίαν καὶ ἀποπλανήσαντα τὸ ὄμμα τοῦ ὀρνέου, καὶ οὕτω τῇ μικρᾷ προσψαύσει καὶ κατασχέσει κρατήσαντα τὸ ἀεροπολοῦν καὶ τὸ δι’ αἰθέρος πρώην φερόμενον πτηνὸν δέσμιον
10ἰξῷ ἀποκομίζοντα. κάτω μὲν γὰρ κεῖται ὁ ἄνθρωπος κάτω δὲ καὶ τὼ χεῖρε αὐτοῦ καὶ τὼ πόδε, ἀλλ’ ἡ διάνοια τούτου συναναβαίνει εἰς ὕψος τοῖς πτηνοῖς καὶ διὰ τῆς τέχνης ἐφικτὰ τούτῳ γίνεται τὰ οὐράνια καὶ τὰ πτερωτὰ ἁλωτά. δίκτυά τε γὰρ ἵσταται τοῖς πτηνοῖς καὶ τοξόται τῶν πετομένων καταστοχάζονται καὶ δελεάσμασι
15βρωμάτων θηρῶνται τὰ λαιμαργότερα. οὐκ εἶδές ποτε ἀετὸν λάβρως μὲν ἐμπεσόντα τῷ θηράματι, τάχος δὲ περιπαρέντα ταῖς κάτω πάγαις; οὕτω τὸ ὑψηλὸν κάτω γίνεται ταῖς ἀνθρωπίναις ἐπινοίαις καθελκυσθέν. πάντα γὰρ ὑπὸ τὴν χεῖρα ἤγαγε τοῦ ἀνθρώπου θεός, καὶ τὴν κτίσιν
ἐπλήρωσε καὶ τὸν ἄνθρωπον ἄμοιρον τῆς τούτων δεσποτείας

21a

οὐκ ἐποίησε. μὴ γὰρ εἴπῃς· πῶς ἐμοὶ διαφέρει τὰ ἐν τῷ ἀέρι φερόμενα; ἐπεὶ διὰ τοῦ λογισμοῦ κἀκεῖνά σοι ὑποχείρια γίνεται μετὰ καὶ αὐτῶν τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. ὁρᾷς πῶς ὀφείλεις νοεῖν τὸ Κατ’ εἰκόνα γεγενῆσθαι τοῦ θεοῦ; κατὰ τὸ ἀρχικὸν δηλαδὴ καὶ τὸ
5τῆς ψυχῆς νοερόν τε καὶ λογικόν. Καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον. τί οὖν ἐστιν ἄνθρωπος ὁρισώ‐ μεθα καὶ ἡμεῖς ἐξ ὧν ἀνέγνωμεν καὶ ἐξ ὧν ἠκούσαμεν. οὐκέτι γὰρ ἡμῖν χρεία δανείζεσθαι ὅρους ἀλλοτρίους οὐδὲ τὰ ἐκ τῆς ματαιότητος ἐπεισάγειν τῷ λογισμῷ τῆς ἀληθείας. ἔστι τοίνυν ἄνθρωπος ποίημα
10θεοῦ λογικὸν κατ’ εἰκόνα γενόμενον τοῦ κτίσαντος αὐτόν. εἴ τι γοῦν λείπει τῷ λόγῳ τούτῳ πρὸς τέλειον ὅρον τοῦ ὑποκειμένου, οἱ πολλὰ προσταλαιπωρήσαντες τῇ ἀναλήψει τῆς φθειρομένης σοφίας ἐπισκε‐ ψάσθωσαν. ἡμεῖς δὲ τοῦ πρόσω ἐχώμεθα· Κατ’ εἰκόνα θεοῦ γέγονεν ἄνθρωπος.
15 Καὶ εὐλόγησεν ὁ θεὸς τὸν ἄνθρωπον καὶ εἶπεν· Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν. αὕτη καὶ ἰχθύων εὐλογία. εἶπε γὰρ ὁ θεός· Ἐξαγαγέτω ἡ γῆ ἑρπετὰ ψυχῶν ζωσῶν καὶ ἐγένετο οὕτως. Καὶ εἶπεν ὁ θεός Αὐξάνεσθε καὶ πληρώσατε τὰ ὕδατα. τί
οὖν περισσόν; ἀναγκαίως καὶ τὰ κοινά σοι ταῦτα ἐχαρίσατο

22a

καὶ τὰ ἴδιά σε ἀναμένει. αὐξάνῃ γὰρ καὶ σὺ ὡς καὶ τὰ λοιπὰ ζῷα καὶ ἀπὸ μικροῦ τοῦ πρώτου ταῖς κατ’ ὀλίγον προσθήκαις ἐπὶ τελείωσιν ἔρχῃ. οὕτως καὶ ἵπποι καὶ κύνες, οὕτω καὶ ἀετοὶ καὶ κύκνοι καὶ πάντα ἅπερ ἂν εἴπῃς διὰ μικρᾶς τῆς πρώτης κυήσεως τῇ κατ’ ὀλίγον προσθή‐
5κῃ τὸ τέλειον τῆς αὐξήσεως ἀπολαβόντα πάλιν διὰ τῆς μειώσεως εἰς τὸ ἔλαττον ὑποστρέφει. ἃ τοίνυν κοινὰ τῆς φύσεως ἦν, καὶ ἡμῖν ἐδωρήσατο. Αὐξάνεσθε, τουτέστι· τρέφεσθε, μικροὶ γεννώμενοι μεγάλοι γίνεσθε καὶ πέρας ἔστω τῆς αὐξήσεως. οὐ γὰρ ἐπειδὴ ἐν τῇ πρώτῃ ἑπταετίᾳ τρε‐
10φόμεθα καὶ λαμβάνει ἡμᾶς μεθηλικίωσις ἐπὶ τὴν δευτέραν ἑβδομάδα τῶν ἐτῶν, ἤδη ὀφείλομεν ὁμοίως ἐν παντὶ μέρει τῆς ζωῆς τῆς ἡμετέρας κατὰ
ἑβδομάδας μεθηλικιοῦσθαι. ἡ πρώτη ἑβδομὰς τὴν παιδικὴν ἡλικίαν

23a

ἔχει καὶ ὅροι τῆς παιδικῆς ἡλικίας φανεροὶ ἡ τῶν ὀδόντων ἐναλλαγή. οἱ μὲν γὰρ ἀπεφύησαν οἱ δὲ ὑπεφύησαν. δευτέραν ἔλαβεν ἀρχὴν αὔξησις ἕως τέλους τῆς τεσσαρεσκαιδεκάτης, ἡ δέ ἐστιν ἡ τῶν παίδων. πρῶτον μὲν γὰρ παιδίον, ἔπειτα δὲ παῖς, εἶτα ἀπὸ τεσσαρεσκαιδεκαετοῦς
5ἔφηβος καὶ ἑξῆς ἀνήρ. ἐνταῦθα οἱ ὅροι τῆς αὐξήσεως. Αὐξάνεσθε οὖν οὐκ εἰς ἅπαν. οὐ γὰρ ἐὰν γένῃ ἑκατὸν ἐτῶν, ἀπὸ πρώτου εἰς ἑκατοστὸν ἔτος αὔξησιν ἐπιδέχῃ, ἀλλὰ τοῦτο τὸ Αὐξάνεσθε μέχρι τινός. οὐ γὰρ ἄμετρα τὰ τῆς αὐξήσεως. Αὐξάνεσθε ἓν ῥῆμα σοφῶς λεχθὲν προνοη‐ τικῶς οἰκονομεῖται. κατὰ γὰρ τὴν πρώτην σύστασιν τὴν καταβληθεῖσαν
10ἐν τῇ μήτρᾳ κατεβλήθησαν καὶ οἱ λόγοι τῆς αὐξήσεως. ἀλλ’ οὐχὶ μετὰ ταῦτα ὡς νεώτερον τὸ τῆς ἡλικίας χάρισμα ἐπιγίνεται, ἀλλ’ ἐξ ἀρχῆς αἱ μητρῷαι καταβολαὶ συγκαταβεβλημένας ἔχουσι τὰς
πρὸς τὸ Αὐξάνεσθε ἐπιτηδειότητας. ἔπεσον οἱ ὀδόντες· ἔγνωμεν

24a

ὅτι ηὐξήθη τόσον μέτρον. τριετὲς τὸ παιδίον ἐμέτρησεν ὁ πατήρ. οἶδεν ὅτι διπλάσιον τούτου μέγεθος ἀπολήψεται ἐν τῇ τελειώσει. ὅσος γὰρ ἐν τῇ τριετίᾳ τῷ μήκει ὁ ἄνθρωπος φαίνεται, δὶς τοσοῦτος ἔσται ἐν τῇ συμπλη‐ ρώσει τῆς αὐξήσεως. τοῦτο τὸ μέτρον τῆς ἀνθρωπίνης φύσεως μέχρι πέ‐
5ρατος ἀπὸ τῆς πρώτης ἑβδομάδος ἐπὶ τὴν δευτέραν μεταβαίνει. ἐκεῖ λοιπὸν ἡ θερμότης πλείων· ἡ γὰρ ἀραιοτέρα διάπλασις τοῦ σώματος καὶ ἡ ὑγρότης ἐπιλείπει καὶ τὰ μέρη κατὰ βραχὺ ἄρχεται κραταιοῦσθαι, οὔπω δὲ τὸ τέλειον ἔσχηκε. νεοπαγὴς γὰρ ἡ σὰρξ αὐτῶν ἔτι καὶ πρὸς πόνους καρτερικοὺς ἀνεπιτηδεία, τὸ κοῦφον καὶ εὐκίνητον μόνον
10ἀπολαβοῦσα. ἐν δὲ τῇ τρίτῃ λοιπὸν ἑβδομάδι καὶ τὸ τέλειον τῆς αὐξήσεως συναπολαμβάνει. ἔτι μέντοι κατὰ μῆκος ἡ τοῦ σώματος διάτασις ἤγουν αὔξησις ἐπιγίνεται. μετὰ δέ γε τὴν τρίτην ἑβδομάδα,
ἐπειδὰν ἀναπνεύσῃ ἡ φύσις τοῦ καμάτου τῆς ἐπὶ τὰ ἄνω αὐξήσεως,

25a

ἄρχεται λοιπὸν εἰς τὰ πλάτη διαβιβάζειν τὴν αὔξησιν καὶ πάχη περιτιθέναι τοῖς ὑψωθεῖσι τοῦ σώματος μέλεσι καὶ οὕτως αὐτὰ στερεοῦν καὶ κρατύνειν καὶ εἰς τὸ ῥωμαλεώτερον ἀποκαθιστᾶν. ταῦτα ποιεῖ μὲν ἑκάστοτε ἡ φύσις ἀπαραλείπτως κατὰ τὴν ἑαυτῆς ἀκολου‐
5θίαν. ἐγένετο δὲ ἐξ ἀρχῆς τοῦτο αὐτῇ ἐνδόσιμον ἀπὸ ῥήματος καὶ προστάγματος δεσποτικοῦ καὶ τὸ τότε ἅπαξ λαληθὲν διὰ πάσης ἀεὶ τῆς κτίσεως μέχρι καὶ τέλους χωρεῖ. Αὐξάνεσθε καὶ πληθύνεσθε. Αὐξάνεσθε, ἵνα μὴ ἀτελὲς διαμείνῃ τὸ ποίημα· Πληθύνεσθε, ἵνα μὴ ἐν ἑνὶ ἡ κτίσις περιορισθῇ. Πληρώσατε
10δὲ οὐ τῇ κατοικήσει· οὕτω γὰρ ἂν ἐστενοχωρήθημεν ζῶντες, εἰ τοσαύτη ἦν ἡ γῆ, ὅση ἡμᾶς ἐκμετρεῖ. ἀλλὰ πληρώσατε τῷ λόγῳ τῆς ἐξουσίας. κατὰ τὸ κυριεύειν πάσης τῆς γῆς τὸ Πληρώσατε λέγει. οὐ γὰρ δήπου καὶ τὴν διακεκαυμένην καὶ ἀγεώργητον
καὶ τὴν κατεψυγμένην καὶ ἄβατον, οὐχὶ καὶ ταύτην οἰκοῦσιν

26a

ἄνθρωποι καὶ πληροῦσι τὴν γῆν. ἀλλὰ κυρίως πληροῦμεν αὐτήν, ὅταν εἰδῶμεν τῷ λογισμῷ πόσον τὸ μέτρον τῆς διακεκαυμένης καὶ ἀοικήτου, πόσον τὸ κλίμα τὸ βόρειον, ὃ διὰ τὴν ὑπερβάλλουσαν ψῦξιν ἀγεώργητόν ἐστι καὶ ἄχρηστον, ὅταν τὸ χρήσιμον αὐτῆς ἐκλεξάμενοι τὸ ὅσον
5ἄχρηστον καὶ ἀσυντελὲς εἰς δίαιταν ἀποπεμψώμεθα. ὥστε τὸ Πληρώσατε τὴν γῆν ἀντὶ τοῦ κύριοι γένεσθε τῆς γῆς. οὐ γὰρ ἐπειδὴ πάσης αὐτῆς τὴν χρῆσιν οὐκ ἔχομεν, οὐδὲ πάσης ἐκ τούτου κυριεύειν νομιζόμεθα. οὐδὲ γὰρ σὺ τὸν σῖτον ὠνησάμενος οὐκ εἶ διὰ τοῦτο τοῦ παντὸς κύριος, ἐπειδὴ ἐν τῷ σίτῳ τὸ μὲν ἐδώδιμον
10τὸ δὲ ἀπόβλητον εὑρίσκεις καὶ ἀποβάλλῃ, καὶ τὰ λιθίδια μὲν ὡς ἄχρηστα ἀπορρίπτεις ἐκεῖθεν ἀναλεγόμενος καὶ εἴ τι ἄλλο ἐπιμέμικται τῷ σίτῳ ἀνεπιτήδειον πρὸς τροφήν, τὸ δὲ ἄχυρον
ἀποφυσήσας καὶ τὰ ζιζάνια ἀποκρίνας τὸ ὅσον καθαρὸν μόνον

27a

πρὸς οἰκείαν ἐπιλέγῃ βρῶσιν. οὕτω τοίνυν καὶ ἡ γῆ ἡ μὲν ἐχαρίσθη σοι ὡς πρὸς οἴκησιν ἐπιτηδεία, ἡ δὲ ὡς πρὸς γεωργίαν ἀναγκαία, ἄλλη ὡς πρὸς βοσκημάτων τετραπόδων ἀνειμένη νομὴν καὶ ἄλλη κατ’ ἄλλην χρείαν τινὰ τῶν σοὶ κατὰ τὸν βίον ἁρμοζουσῶν. καὶ
5διατάττειν † σε ἃ βούλει καὶ ὡς βούλει περὶ αὐτῆς, ἐπειδή σε κύριον ὁ δεσπότης τῆς ἑαυτοῦ κατέστησε κτίσεως. αὕτη τοίνυν ἡ τοῦ Πλη‐ ρώσατε τὴν γῆν εὐλογία, αὕτη ἡ νομοθεσία, τοῦτο τὸ ἀξίωμα τὸ δεδομένον ἡμῖν παρὰ θεοῦ. Καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ ἐποίησεν
10αὐτόν. ἆρ’ οὐκ ἐπεσημήνω ὅτι ἐλλιπής ἐστιν ὁ ἀποτελεσμὸς πρὸς τὴν πρώτην βουλήν; ἐκεῖ Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν, ἐνταῦθα Κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν. ἡ βουλὴ δύο εἶχε· τὸ Κατ’ εἰκόνα καὶ τὸ Καθ’ ὁμοίωσιν. ἡ δημιουργία τὸ ἓν ἔχει μόνον, τὸ Κατ’ εἰκόνα. μὴ ἄλλως ἡ βουλὴ καὶ ἄλλως τὸ
15ποίημα; μὴ μεταμέλειά τις ἐν τῷ ποιεῖν παρηκολούθησεν ἢ ἀτονία τύχον τοῦ ποιοῦντος μεγάλα μὲν προελομένου μικρὰ δὲ ἀποτελέσαντος;
ἢ μή που ἀδολεσχία ἐν τοῖς προτέροις λόγοις ὑποληφθείη καὶ περιττὴ

28a

ἡ τοῦ δευτέρου προσθήκη, ὡς τῶν δύο λέξεων τὴν αὐτὴν ἔννοιαν ἐχουσῶν καὶ τὸ αὐτὸ ἀπαραλλάκτως σημαινουσῶν; ἀλλ’ ὅπερ ἂν ἐκ τούτων ἁπάντων ὑπονοήσωμεν καὶ προφασισώμεθα, εἰς κατηγορίαν τοῦτο τῆς γραφῆς οὐ μετρίαν ἀποτελευτήσει. εἴτε γὰρ ὡς παρέλκον
5τι τὸ Καθ’ ὁμοίωσιν εἴποι τις, ὡς δὶς τὸ αὐτὸ λέγειν, ἀργὸν ἐλέγχει τὸ ῥῆμα καὶ βλασφημία δεινὴ τοῦτο κατὰ τῆς γραφῆς, ἥτις οὐκ οἶδέ ποτε ἀργολογεῖν. οὐκοῦν ἀναγκαῖα καὶ ἄμφω καὶ ἰδιοσήμαντα τό τε Κατ’ εἰκόνα καὶ τὸ Καθ’ ὁμοίωσιν. Πῶς οὖν οὐχὶ καὶ μετὰ τὸ γενέσθαι τὸν ἄνθρωπον ὁμοίως ἐρρήθη τὸ
10Κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν; Ἐποίησεν αὐτὸν ὁ θεός, ἀλλὰ μόνον Κατ’ εἰκόνα. εἰ μὲν ὅτι ἠτόνησε τυχὸν ὁ ποιῶν, ἀσεβὴς ὁ λόγος καὶ ἄτοπος· εἰ δὲ ὅτι μετεμελήθη, πολλάκις ἀσεβέστερον τὸ ἐνθύμημα· εἰ δὲ καὶ ὅτι τὴν προτέραν βουλὴν οὐ πάνυ ὀρθῶς ἔχουσαν ὕστερον ἐν τῇ ποιήσει τάχα ἐπιδιωρθώσατο, καὶ τοῦτο ὁμοίως ἀθεΐας τὸ
15ἐννόημα. ἀλλ’ οὔτε ὁ δημιουργὸς ἀτονεῖ οὔτε ὁ ἀγαθὸς τὰ πάντα εἰδὼς μεταμέλεται καὶ περὶ τὰς ὑποσχέσεις ἀναβάλλεται οὔτε ὁ σοφὸς μεταβουλεύεται οὔτε ἡ γραφὴ τοιοῦτον λέγει τι. τίς οὖν ὁ λόγος τοῦ τὸ Κατ’ εἰκόνα μόνον ἐν τῇ ποιήσει περὶ τοῦ ἀνθρώπου εἰπεῖν τὸν θεσπέσιον Μωυσῆν, τὸ Καθ’ ὁμοίωσιν ἀποσιωπήσαντα,
20καίτοι ἐν τῇ προτέρᾳ βουλῇ ἀμφοτέρων ὁμοίως συμπαραληφθέντων
αὐτῷ;

29a

Ῥᾳδία τῷ προσέχοντι καὶ συνιέναι βουλομένῳ ἡ ἐπίλυσις. τὸ μὲν γὰρ Κατ’ εἰκόνα φύσει δέδοται ἡμῖν καὶ ἀμετάβλητον ἐξ ἀρχῆς καὶ εἰς τέλος συμπάρεστι, τὸ δὲ Καθ’ ὁμοίωσιν ἐκ προαιρέσεως καὶ οἴκοθεν ὕστερον κατορθοῦμεν. ἐν μὲν οὖν τῇ πρώτῃ βουλῇ λέγων ὁ θεὸς
5Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ τὸ Καθ’ ὁμοίωσιν προσέθηκε, δεικνὺς ὅτι καὶ προαίρεσιν ἡμῖν αὐτεξουσίαν ἐμβαλεῖ τὴν δυναμένην ποιῆσαι ἡμᾶς ὁμοιωθῆναι θεῷ· καὶ οὖν καὶ τοιοῦτοι ἀπετελέσθημεν κατὰ τὴν πρόρρησιν τοῦ θεοῦ. πολλοὶ γὰρ οἱ ὁμοιω‐ θέντες αὐτῷ, πάντως δὲ καὶ οἱ ὁμοιωθησόμενοι, κἂν μὴ καὶ πάντες
10εἰς τοῦτο ἐπισπεύδοιμεν ἀλλὰ τὴν ἐναντίαν μᾶλλον ἀπὸ ἐθελοκακίας βαδίζοιμεν. ἐν δὲ τῇ κατασκευῇ ὕστερον μόνον εἶπε τὸ Κατ’ εἰκόνα ὡς καὶ μόνον τοῦτο ἐντελὲς καὶ ἀναλλοίωτον τῇ ἀνθρωπίνῃ φύσει ἐγκατασκευάσας· τὸ δέ γε Καθ’ ὁμοίωσιν, ἐπειδὴ δυνάμει τέως μόνον ἐγκατέσπειρε τῷ ἀνθρώπῳ, οὔπω δὲ καὶ εἰς ἀποτέλεσμα
15ἐμπεφάνιστο ἀλλ’ ἐδεῖτο ἔτι πρὸς ἀποτέλεσμα τῆς τοῦ λαβόντος τὴν προαίρεσιν πράξεως, εἰκότως ἀπεσιώπησεν. εἰ μὲν οὖν οὐδὲν προ‐
λαβὼν ἐν τῇ βουλῇ ὁ θεὸς εἶπε τὸ Καὶ καθ’ ὁμοίωσιν καὶ διὰ τοῦ

30a

πρώτου ἐκείνου λόγου τὴν δύναμιν ἡμῖν εὐθὺς ἐχαρίσατο τοῦ γενή‐ σεσθαι ὁμοίους θεῷ, οὐκ ἂν ἀπὸ μόνης τῆς ἑαυτῶν ἐξουσίας ἡμεῖς ὕστερον τοῦτο τὸ μέγα χάρισμα προσδέξασθαι ἠδυνάμεθα. καὶ διὰ τοῦτο ἀναγκαίως τότε προσείληπται. ἐπεὶ δὲ καὶ εἰς τὸ κτίζεσθαι ἤδη
5κατέστημεν καὶ τὸ εἶναι ἀπὸ τοῦ μὴ ὄντος προσελαμβάνομεν, ὃ μὲν παρὰ τοῦ κτίζοντος ἐδίδοτο τῇ φύσει ἡμῶν οἱονεὶ συνουσιωμένον καὶ ἀπεντεῦθεν ἀπηρτισμένον, τοῦτο εὐθὺς εἴχομεν καὶ ἐξ αὐτοῦ ἐκαλούμεθα κατ’ εἰκόνα δηλαδὴ θεοῦ, ὃ δὲ οὐκ εὐθὺς συναπετελέσθη ἡμῖν οὐδὲ συμπαρωμάρτησε φυσικῶς ἐκ τῆς πλάσεως ἀλλ’ ἐκ τῆς
10ἐπιγενησομένης προαιρέσεως εἴτουν ἐνεργείας ἡμετέρας ἔμελλεν ἐσ‐ ύστερον προσαρμόσαι ἡμῖν, τὸ τῆς ὁμοιώσεώς φημι τοῦ θεοῦ, τοῦτο οὔπω οὔτε ἦμεν οὔτε λέγεσθαι ἠδυνάμεθα. ἀφῆκε γὰρ τοῦτο ἀτελὲς ὁ κτίσας ἐπίτηδες, ἵνα παρ’ ἡμῶν ἡ ἐργασία τοῦ καλοῦ ἀποτελεσθῇ καὶ ἡμέτερον δόξῃ τὸ ἀγαθόν, ὥστε καὶ μισθὸν ἡμᾶς ἐντεῦθεν ὀφειλόμενον
15σχεῖν· ἵνα μὴ ὥσπερ εἰκόνες ἄψυχοι διαμένωμεν παρὰ ζωγράφου
μὲν ἀποτελεσθεῖσαι εἰκῆ δὲ κείμεναι καὶ μηδὲν οἴκοθεν πρὸς τὸ

31a

κάλλος ἑαυταῖς συμβαλλόμεναι, ἃς ὁ θεώμενος καὶ πρὸς ἀκρίβειαν γεγραμμένας κατανοῶν τὸν μὲν ζωγράφον εὐλόγως καὶ θαυμάζει καὶ ἐπαινεῖ, αὐτὰ δὲ δι’ ἑαυτὰ τὰ χρώματα ἢ τοὺς ἐφ’ ὧν γεγράφαται πίνακας οὐδενὸς ἀξιοῖ λόγου. ἵνα τοίνυν τὸ θαῦμα καὶ ἐμὸν γένηται
5καὶ συμμερίσωμαι τῷ θεῷ τὸν ἐκ τῆς καλῆς δημιουργίας ἔπαινον, ἐμοὶ κατέλιπε τὸ Καθ’ ὁμοίωσιν γεγενῆσθαι θεοῦ. Ἔστιν οὖν δυνάμει μὲν τὸ ἐν ἐμοὶ λογικὸν καὶ νοερόν, ὃ δὴ καὶ Κατ’ εἰκόνα θεοῦ πεποιῆσθαί με δείκνυσιν, ἐνεργείᾳ δὲ τὸ καὶ ἀντιποιηθῆναι τῆς ἀρετῆς καὶ πράξει κατορθῶσαι τὸ ἀγαθὸν καὶ
10οὕτως ἐλθεῖν διὰ τῆς ἀρίστης πολιτείας εἰς τὸ Καθ’ ὁμοίωσιν τοῦ θεοῦ. ὥστε τὸ μὲν Κατ’ εἰκόνα θεοῦ ἀρχή ἐστι καὶ ῥίζα τοῦ ἀγαθοῦ, ἣν εὐθὺς ἐν τῷ κτίζεσθαι συγκαταβεβλημένην τῇ φύσει μου ἔσχηκα, τὸ δὲ Καθ’ ὁμοίωσιν θεοῦ ἔσχατον ἐκ τῶν ἔργων μου καὶ τῶν περὶ τὰ καλὰ πόνων καὶ τῆς παρ’ ὅλην ζωὴν ἐναρέτου διαγωγῆς περιγίνεταί
15μοι. εὐλόγως τοίνυν οὐχ ἅμα τῷ κτισθῆναι καὶ τὸ Καθ’ ὁμοίωσιν θεοῦ εὐθὺς γενέσθαι με ὁ κτίσας ἀπεφήνατο. ἄκουε γὰρ καὶ τί φησιν ἐν τῷ εὐαγγελίῳ· Γίνεσθε τέλειοι καθὼς καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν· Ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ
ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. ὁρᾷς ποῦ καὶ πότε

32a

ἀποδίδωσιν ἡμῖν ὁ κύριος τὸ Καθ’ ὁμοίωσιν; ὅταν γένῃ μισοπόνηρος, ἀμνησίκακος, μὴ ἀμυνόμενος τὸν ἐχθρόν, ὅταν γένῃ φιλάδελφος, συμ‐ παθής, ὡμοιώθης θεῷ. ἐὰν οἷός ἐστι περὶ σὲ τὸν ἁμαρτωλὸν ὁ θεὸς τὸν ἐναντιούμενον αὐτῷ καθ’ ἑκάστην, τοιοῦτος καὶ σὺ γένῃ ἐπὶ τὸν
5εἰς σὲ πεπλημμεληκότα ἀδελφόν, τῇ τελείᾳ ἀγάπῃ καὶ τῇ πρὸς τὸν πλησίον εὐσπλαγχνίᾳ ὡμοιώθης θεῷ. ἀνάλαβε τοιγαροῦν Σπλάγχνα οἰκτιρμῶν, χρηστότητα, ἵνα ἐνδύσῃ Χριστόν. δι’ ὧν γὰρ ἀναλαμβά‐ νεις τὴν συμπάθειαν, δι’ αὐτῶν ἐνδύῃ Χριστὸν καὶ τῇ πρὸς αὐτὸν οἰκειώσει πρὸς ὁμοίωσιν φθάνεις θεοῦ. οὕτως ἡ ἱστορία τῆς ἀνθρω‐
10πίνης πλάσεως παίδευσίς ἐστι τοῦ βίου τοῦ ἡμετέρου. Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν. ἐχέτω μέν φησιν ἐν αὐτῇ τῇ κτίσει τὸ Κατ’ εἰκόνα, γενέσθω δὲ καὶ ἔπειτα Καθ’ ὁμοίωσιν διὰ τῆς οἰκείας σπουδῆς, ἐπειδὴ τὴν δύναμιν τούτου ἔχει ἐν τῇ οἰκείᾳ φύσει λαβών. εἰ ἐποίησέ σε καὶ καθ’ ὁμοίωσιν θεοῦ ἐξ ἀρχῆς, ποῦ
15σου ἡ χάρις; πόθεν ἂν σὺ ἐστεφανοῦ; εἰ ὁ δημιουργὸς τὸ ὅλον τῇ φύσει

33a

ἀπέδωκε, πῶς ἄν σοι ἠνοίγετο ἡ βασιλεία τῶν οὐρανῶν; διὰ τοῦτο τὸ μὲν ἐδόθη, τὸ δὲ ἀτελὲς κατελείφθη, ἵνα σὺ σεαυτὸν τελειώσας ἄξιος γένῃ τῆς παρὰ τοῦ θεοῦ μισθαποδοσίας. Πῶς οὖν γενώμεθα καθ’ ὁμοίωσιν; διὰ τοῦ εὐαγγελίου. τί γάρ
5ἐστι χριστιανισμὸς ἀλλ’ ἢ θεοῦ ὁμοίωσις κατὰ τὸ ἐνδεχόμενον ἀνθρώ‐ που φύσει; εἰ ἀνεδέξω τὸ εἶναι χριστιανός, ἐπείχθητι γενέσθαι ὅμοιος θεῷ, ἔνδυσαι Χριστόν. πῶς δὲ ἐνδύσῃ ὁ μήπω τὸ βάπτισμα εἰληφώς; ὁ γὰρ τὸ ἔνδυμα τῆς ἀφθαρσίας μὴ δεξάμενος πόρρω πάνυ καθίσταται τῆς πρὸς θεὸν ὁμοιώσεως. εἰ ἔλεγόν σοι·
10δεῦρο, γενοῦ ὅμοιος βασιλεῖ, οὐκ ἂν εὐεργέτην με ἔκρινες καὶ πολλῷ τῷ τάχει ἔσπευδες ἐπὶ τὸ καλούμενον; ἐπεὶ δὲ βούλομαί
σε ὅμοιον θεῷ ποιῆσαι, φεύγεις τὸν λόγον τὸν θεοποιοῦντά

34a

σε ἐπιφραξάμενος τὰ ὦτα, ἵνα μηδὲ ἀκούειν ἔχῃς τῶν σωτηρίων ῥημάτων; Καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν. εἴποι ἂν τάχα ἐνταύθα ἡ γυνή· οὐδὲν πρὸς ἐμὲ ὁ λόγος· ὁ
5ἀνὴρ τηνικαῦτα ἐγένετο. οὐ γὰρ εἶπε τὴν ἄνθρωπον ἢ ἁπλῶς ἄνθρω‐ πον, ἀλλὰ μετὰ παρενθήκης τοῦ ἀρρενικοῦ ἄρθρου τοῦτο ἐξέφηνεν. ἵνα οὖν μὴ ἀμαθῶς τις ἢ καὶ κακούργως τῇ τοῦ ἀνθρώπου προσηγορίᾳ τὸν ἄνδρα μόνον ὑπολάβῃ δηλοῦσθαι, προσέθηκε παρευθὺς Ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς, ἵνα γνῷς, ὅτι καὶ ἡ γυνὴ ἔχει τό τε Κατ’ εἰκόνα
10θεοῦ γεγενῆσθαι καὶ τὸ Καθ’ ὁμοίωσιν θεοῦ γεγενῆσθαι ὥσπερ καὶ ὁ ἀνήρ. ὅμοιαι γὰρ αἱ φύσεις ἀμφοτέρων ἐπλάσθησαν καὶ ὁμότιμοι καὶ ἴσαι τούτων αἱ πράξεις, ἴσα τὰ ἔπαθλα, ἴση ἡ καταδίκη. μὴ γὰρ προφασιζέσθω τὸ ἀσθενέστερον ἡ γυνή· ἐν γὰρ τῇ σαρκὶ τοῦτο. ἡ μέντοι
ψυχὴ ἐπίσης τῇ ἀνδρείᾳ τὴν οἰκείαν ἔσχηκε δύναμιν. ἐπειδὴ οὖν ὁμότιμον

35a

τὸ Κατ’ εἰκόνα θεοῦ εἰλήχασιν, ὁμότιμον ἔχουσι καὶ τὴν ἀρετὴν καὶ τὴν τῶν ἀγαθῶν ἔργων ἐπίδειξιν. καὶ οὐδεμία παραίτησίς ἐστι τῇ προβαλλομένῃ τυχὸν τὴν τοῦ σώματος ἀσθένειαν. εἰ γὰρ καὶ ἁπλῶς ἁπαλὸν ἐπεφύκει, ἀλλὰ ἕτοιμον εἰς συμπάθειαν, εὔτονον ἐν
5καρτερίαις, σύντονον ἐν ἀγρυπνίαις. ὑπεραίρει γὰρ πολὺ καὶ τὴν ἀνδρείαν φύσιν ἡ τοῦ θήλεος περὶ τὸ ἐνστατικὸν τοῦ καλοῦ καὶ καρτερικόν, καὶ οὐκ ἄν ποτε ἐξισωθείη ἀνὴρ γυναικὶ ἢ περὶ τὴν τῆς νηστείας καὶ τῆς ἄλλης ἐγκρατείας ἄσκησιν ἢ τὸ ἐν δάκρυσι δαψιλὲς ἢ τὸ ἐν προσευχαῖς φιλόπονον ἢ τὸ ἐν εὐποιΐαις ἄφθονον. εἶδον ἐγὼ
10γυναῖκα λάθρα τοῦ ἀνδρὸς ὑφαιρουμένην τὰ τῆς οἰκίας χρειώδη, κλοπὴν ἐπαινετὴν καὶ σωτήριον, καὶ πένησιν αὐτὰ ἐν τῷ λεληθότι διανέμουσαν καὶ ἄκοντα καὶ ἀγνοοῦντα τὸν ἄνδρα καὶ τοὺς οἰκείους εὐεργετοῦσαν. ὑπὲρ γὰρ ἐκείνου καὶ τῆς τοῦ οἴκου αὐξήσεως καὶ τῆς
τῶν τέκνων διαμονῆς ἔδρα τὴν εὐποιΐαν.

36a

Ἔχει τοίνυν καὶ τὸ θῆλυ οὐχ ἧττον τοῦ ἄρρενος καὶ τὸ Κατ’ εἰκόνα καὶ τὸ Καθ’ ὁμοίωσιν, ἐπειδὴ μὴ ἐν τῷ ἔξωθεν φαινομένῳ ἀνθρώπῳ ἤτοι τῷ σώματι, ἀλλ’ ἐν τῷ ἔσωθεν καὶ κυριωτέρῳ ταῦτα καὶ ἐπιθεω‐ ρεῖται καὶ ἐπισυνίσταται. καὶ διὰ τοῦτο καὶ ἡμεῖς ὡς πρὸς ἕνα
5τοὺς ἀμφοτέρους ποιούμεθα τὴν διάλεξιν καὶ εἰς τὸ Καθ’ ὁμοίωσιν ὅλῃ σπουδῇ προτρεπόμεθα. τοῦτο δὲ περιέσται σοι πάντως διὰ τῆς χρηστότητος, τῆς ἀνεξικακίας, τῆς κοινωνίας, τῆς μεταδόσεως, τῆς φιλαλληλίας, τῆς φιλαδελφίας, τῆς μισοπονηρίας καὶ τοῦ κατακρατεῖν τῶν παθῶν τῆς ἁμαρτίας. ἐντεῦθεν γὰρ ἐπακολουθεῖ καὶ τὸ ἄρχειν
10τῶν ἀλόγων. Καὶ ἀρχέτωσαν, φησί, τῶν θηρίων. τάχα οὖν ἐρεῖς· καὶ ποίων θηρίων μέλλω ἄρχειν καὶ ποῦ μοι ταῦτα πάρεστιν;
ἀγνοεῖς δὲ ἄρα ὅτι μυρία θηρία περὶ σὲ καὶ πολὺν τοιοῦτον

37a

ὄχλον ἐν σεαυτῷ περιφέρεις καὶ ἐντός σου διατρίβει διηνεκῶς; μικρὸν θηρίον ἐστὶν ὁ θυμός, ὁπότε ὑλακτεῖ 〈ἐν〉 τῇ καρδίᾳ καὶ χεῖρον παντὸς κυνὸς ἀγριαίνεται; ὁ δόλος δέ, ὅταν τῇ ψυχῇ ἐμφωλεύῃ καὶ τὰς ἐπιβουλὰς καταρτύῃ, οὐ θηρίον ἀλώπεκος ἀγριώτερον
5καὶ ἄρκτου δυσημερώτερον; ὁ δὲ ὀξὺς εἰς ὕβριν οὐ σκορπίος ἄντικρυς; ὁ δὲ λάθρα ἀμυνόμενος οὐκ ἐχίδνης χαλεπώτερος; ὁ δὲ πλεονέκτης καὶ ἅρπαξ οὐ λύκος αὐτόχρημα; ποῖον θηρίον οὐκ ἔνδον καὶ ἐν ἑαυτοῖς ὑποτρέφομεν, ἐπεὶ καὶ ὁ θηλυμανὴς ἵππος ἐστὶν ἐπιμαινόμενος; Ἵπποι, γάρ φησι, θηλυμανεῖς ἐγενήθησαν,
10ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἐχρεμέτιζε. μετέθηκε γὰρ ἑαυτὸν ἐπὶ τὴν τῶν ἀλόγων φύσιν διὰ τοῦ πάθους ᾧ προσῳκειώθη. πολλὰ τοίνυν θηρία ἐν ἡμῖν ὧν ἀγωνίζου ἄρχειν. εἰ γὰρ τῶν ἔξω μὲν ἄρχεις θηρίων τὰ δὲ ἔνδον ἀβασίλευτα εἴτουν ἀνυπότακτα καταλείψεις,
σκόπει τί τοῖς ὁρῶσί σε δόξεις λέοντος μὲν ἀλόγου ζῴου κρατῶν

38a

καὶ καταφρονῶν αὐτοῦ τοῦ βρυχήματος, τοῦ δὲ περὶ τὴν καρδίαν θυμοῦ ἡττώμενος καὶ πρίων μὲν τοὺς ὀδόντας, φωνὴν δὲ ἄναρθρον πολλάκις ὑπὸ τῆς κατασχούσης μανίας ἀφιείς, τυχὸν δὲ καὶ χεῖρας ἐκτείνων πρὸς τὴν τοῦ παρεστῶτος ἄμυναν. ἆρα οὐ παντὸς ἀρχομένου
5μὲν εὐτακτοῦντος δὲ ἀθλιώτερος ἐντεῦθεν καὶ καταγελαστότερος, ὅτι ἄρχει μᾶλλον σοῦ ὁ θυμὸς τὸν λογισμὸν παρωσάμενος καὶ τὴν δυναστείαν τῆς ψυχῆς παραλαβὼν ἄγει σε ὅπου 〈ἂν〉 τύχῃ ἴσα καὶ δέσμιον, ὃν ἄρχοντα πάντων κατέστησεν ὁ θεός; Ἀλλὰ σύ μοι φύλαττε τὸ δοθὲν ἀξίωμα. ἄρχων ἐκτίσθης. ἄρχε
10παθῶν, ἄρχε θηρίων, ἄρχε ἑρπετῶν, ἄρχε πτηνῶν· μὴ μετεωρίζου τοῖς λογισμοῖς, μὴ κοῦφος ἔσο τῇ διανοίᾳ καὶ ἄστατος. ἄρχειν γὰρ ἐκρίθης πτηνῶν, οὐχ ὁμοιοῦσθαι πτηνοῖς. μὴ οὖν τυφωθῇς, μὴ ὑπεραρθῇς, μὴ μείζω φρονήσῃς τῆς γηίνης καὶ ἀνθρωπίνης φύσεως, μὴ ὑπερφυσῶ ἐπαινούμενος, μὴ δόξαζε σεαυτὸν μηδὲ μεγάλυνε τὰ σά,
15ἵνα μὴ μετὰ τῶν πτηνῶν λογισθῇς ἐπίσης ἐκείνοις ἐπαιρόμενος καὶ

39a

τῇδε κἀκεῖσε τῇ πτήσει περιφερόμενος. ἄρχε τῶν ἐν σοὶ λογισμῶν, ἵνα γένῃ ἄρχων τῶν ὄντων πάντων. οὕτως ἡ διὰ τῶν ζῴων δεδομένη ἀρχὴ ῥυθμίζει ἡμᾶς πρὸς τὸ ἡμῶν αὐτῶν ἄρχειν. ἄτοπον γάρ ἐστι βασιλευόμενον οἴκοι ἐθνῶν βασιλεύειν καὶ ὑπὸ ἑταίρας κρατούμενον
5ἔσω τῆς οἰκίας δημοσίᾳ πόλεως εἶναι προστάτην. χρὴ δὲ τὰ οἰκεῖα πρῶτον καλῶς διαθέμενον καὶ τὰ ἔνδον εὐταξίᾳ κοσμήσαντα οὕτω τῶν ἐκτὸς καὶ ὀθνείων προσλαμβάνειν τὴν ἐπιστασίαν, ἐπεὶ περιστραφή‐ σεται παρὰ τῶν ἀρχομένων ὁ λόγος ὅτι Ἰατρέ, θεράπευσον σεαυτόν. λοιπὸν ἑαυτοὺς θεραπεῦσαι πρῶτον σπουδάσωμεν. οὐδεὶς γὰρ ὅτι μὴ
10ἐθήρασε λέοντα κατεμέμφθη ποτέ, εἰ δὲ μὴ ἐκράτησε τοῦ θυμοῦ, ἐνεπαίχθη παρὰ παντός· ὥστε ὁ μὲν μὴ δυνηθεὶς ἀγρίων περιγενέσθαι θηρίων οὔπω μέμψεως ἄξιος, ὁ δὲ τοῦ ἐνοχλοῦντος πάθους κρατῆσαι ἠτονηκὼς ὑπὸ κατάγνωσιν πάντως, διότι ἐκεῖνο μὲν οὐ συμβάλλεται τῷ τῆς λογικῆς ἀξιωθέντι ἀρχῆς, τοῦτο δὲ ἀναγκαῖον καὶ ὀφειλόμενον.
15Ὁ δὲ οἰκονομήσας ταῦτα γραφῆναι κύριος καὶ τὴν
μικρὰν ἡμῶν καὶ ἀσθενῆ γλῶσσαν παρασκευάσας μέχρι

40a

τοσούτου ὑμῖν ὁμιλῆσαι, ὁ διὰ τῆς ἀσθενοῦς ἡμῶν διανοίας ἱκανοὺς ὑμῖν θησαυροὺς ἐν τοῖς βραχέσιν ἀποσκιάσμασι τῆς ἀληθείας ἐγκα‐ τασπείρας δῴη ὑμῖν διὰ τῶν μικρῶν τὰ μεγάλα, διὰ τῶν ὀλίγων σπερμάτων τὸ τέλειον τῆς γνώσεως καὶ ἡμῖν μὲν τῆς προαιρέσεως
5τὸν μισθὸν ἐντελῆ, ὑμῖν δὲ τῆς ἀπολαύσεως τῶν θείων λόγων καρπὸν
πεπληρωμένον· ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. ἀμήν.