TLG 2017 036 :: GREGORIUS NYSSENUS :: De paradiso [Sp.] GREGORIUS NYSSENUS Theol. De paradiso [Sp.] Source: Hörner, H. (ed.), Gregorii Nysseni opera, suppl. Leiden: Brill, 1972: 75–84. Citation: Page — (line) | ||
75(t1) | ΟΜΙΛΙΑ | |
t2 | ΕΙΣ ΤΟΝ ΠΑΡΑΔΕΙΣΟΝ | |
---|---|---|
1 | Καί γε ἐφύτευσεν ὁ θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολὰς καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον ὃν ἔπλασεν. Νοήσωμεν ἀξίαν θεοῦ φυτείαν καὶ παράδεισον πρέποντα τῇ φιλοκαλίᾳ τοῦ τοιούτου καὶ τηλικούτου δημιουργοῦ. ἐν | |
5 | τοῖς κατόπιν εἴρηται Ἐξαγαγέτω ἡ γῆ βοτάνην χόρτου καὶ ξύλον κάρπιμον σπεῖρον σπέρμα, ποιοῦν καρπόν. εἰ ἐκ τῶν κοινῶν ξύλων ἦν ὁ παράδεισος, ἐμπεριείχετο δηλονότι τῇ πρώτῃ γενέσει τῶν φυτῶν καὶ οὐδὲν ἐδεῖτο ἐξαιρέτου φυτείας θεοῦ τὰ νῦν ἐν τῷ παραδείσῳ ὑπ’ αὐτοῦ τοῦ θεοῦ φυτευόμενα | |
10 | δένδρα. νῦν μέντοι ὡς διάφορον παρὰ τὰ ἤδη ὑπάρχοντα γένη φυτῶν τὸ ἐν τῷ παραδείσῳ ὑπ’ αὐτοῦ τοῦ θεοῦ φιλο‐ τεχνηθὲν σύστημα δένδρων ὑπὸ τοῦ λόγου δείκνυται. ὥσπερ γὰρ τὸν ἄνθρωπον ἐξαιρέτου τῆς πλάσεως παρὰ τὰ | |
λοιπὰ ζῷα ἠξίωσεν, οὕτω καὶ τὸ ἐνδιαίτημα τοῦ ἀνθρώπου | 75 | |
76 | τῆς ἰδίας ἑαυτοῦ χειρὸς ἔργον ἐποίησεν, τόπον ὑπερφέροντα τῆς ὅλης κτίσεως, θαυμαστὸν τῷ κάλλει, ἐν περιόπτῳ κείμενον, ἀνεπισκότητον διὰ ὕψος, πάσαις ταῖς τῶν ἄστρων ἀνατολαῖς καταλαμπόμενον, πεφωτισμένον πάντοθεν, τὴν ἐκ | |
5 | τῶν ὡρῶν εὐκρασίαν ἡδίστην ἔχοντα, ἀέρι διαυγεστάτῳ περιλαμπόμενον. ἐκεῖ οὖν ἐφύτευσεν, ὅπου οὐκ ἀνέμων βίαι, οὐχ ὡρῶν ἀμετρίαι, οὐ χάλαζα, οὐ πρηστῆρες, οὐ λαίλαπες, οὐ σκηπτοί, οὐ χειμερινὴ πῆξις, οὐχ ὑγρότης ἦρος, οὐ θερινὴ πύρωσις, οὐ φθινοπωρινὴ ξηρότης, ἀλλ’ εὔκρατος καὶ | |
10 | εἰρηνικὴ συμφωνία τῶν ὡρῶν πρὸς ἀλλήλας ἑκάστης αὐτῶν καὶ ἰδίῳ κάλλει κεκοσμημένης καὶ μὴ ἐπιβουλευομένης παρὰ τῆς γείτονος· οὔτε τοῖς ἠρινοῖς κάλλεσι τοῦ θέρους λυμαινο‐ μένου οὔτε τῶν θερινῶν ἢ μετοπωρινῶν καρπῶν καταρ‐ ρυσουμένων ὑπὸ τοῦ γήρως. 〈σὺν〉 ἀλλήλαις γὰρ τὸν τόπον | |
15 | ἐκεῖνον αἱ ὧραι περιεχόρευον, ἀλλ’ ὁμοῦ καὶ τοῖς παρ’ ἑαυταῖς ἐξαιρέτοις δορυφοροῦσαι συνέτρεχον· τοῦ ἦρος τὰ | |
τερπνά, τοῦ θέρους τὰ τρόφιμα, αἱ μετοπωριναὶ εὐφροσύναι, | 76 | |
77 | αἱ χειμεριναὶ ἀναπαύσεις. ἡ γῆ πίων, μαλακή, ὄντως ῥέουσα γάλα καὶ μέλι, πρὸς καρπογονίαν ἐπιτηδεία, κατάρρυτος πᾶσα ὕδασι γονιμωτάτοις οἷόν τι κάλλος ἀμήχανον παρεχο‐ μένοις. λεπτὰ γὰρ καὶ διαφανῆ τὰ ὕδατα, πολὺ μὲν τῇ ὄψει | |
5 | τὸ τερπνὸν ἔχοντα, πλέον δὲ τοῦ τερπνοῦ τὸ ὠφέλιμον παρεχόμενα. Πρότερον οὖν αὐτὸν ἐδημιούργησε τὸν τόπον ἄξιον τῆς ὑποδοχῆς τῶν τοῦ θεοῦ φυτευμάτων, ἔπειτα ἐφύτευσεν ἐν αὐτῷ παντοδαπὰ κάλλη τῶν δένδρων ὄψιν τε χαριε‐ | |
10 | στάτην καὶ ἀπόλαυσιν ἡδίστην δι’ ἑαυτῶν χαριζόμενα. πῶς σοι δυνηθῶ ὑπ’ ὄψιν ἐναργῶς ἀγαγεῖν τὴν πατρίδα, ἵνα σεαυτὸν ἐκ τῆς ἐξορίας ταύτης ἀνακαλέσῃ; οἱ λειμῶνες εὐανθεῖς ἥδιστον θέαμα· τὸ τούτων χαριέστερον τῇ διανοίᾳ φαντάσθητι. ἐνταῦθα τὸ ῥόδον μετὰ τῆς ἀκάνθης ἐστί, κεκραμένην ἔχον | |
15 | τὴν ἀηδίαν τῇ χάριτι, μονονουχὶ διαμαρτυρόμενον ἡμῖν | |
ὅτι τὰ τερπνὰ ὑμῖν, ὦ ἄνθρωποι, τοῖς λυπηροῖς ἀναμέμικται. | 77 | |
78 | τῷ ὄντι γὰρ οὐδὲν τῶν ἀνθρωπίνων ἀγαθῶν ἀκραιφνές, ἀλλ’ εὐθὺς αἱ λῦπαι ταῖς εὐφροσύναις παραπεπήγασι· τῷ γάμῳ ἡ χηρεία, τῇ παιδοτροφίᾳ ἡ μέριμνα, ταῖς εὐπαιδίαις αἱ ἀποβολαί, ταῖς περιφανείαις αἱ ἀτιμίαι, ταῖς εὐημερίαις | |
5 | αἱ ζημίαι, ταῖς τρυφαῖς αἱ πλησμοναί, ταῖς ὑγείαις αἱ ἀρρωστίαι. ἀνθηρὸν τὸ ῥόδον, ἀλλ’ ἐμοὶ κατήφειαν ἐμποιεῖ· ὁσάκις γὰρ ἂν ἴδω τὸ ἄνθος, τῆς ἁμαρτίας ὑπομιμνήσκομαι τῆς ἐμῆς, δι’ ἣν ἀκάνθας ἡ γῆ καὶ τριβόλους ἀνατέλλειν κατεδικάσθη. καὶ ἐνταῦθα μὲν ὀλιγοχρόνιος τῶν ἠρινῶν | |
10 | ἀνθῶν ἡ χάρις ἐπιποθοῦντας ἡμᾶς ἐπιλείπουσα· οὐ γὰρ ἔφθημεν δρεψάμενοι καὶ ἐν ταῖς χερσὶν ἡμῶν ἀπεμαράνθη. ἐκεῖ μέντοι τὸ ἄνθος οὐ πρὸς βραχὺ διαλάμπον, ἀλλὰ διαρκὲς τὸ τερπνὸν ἔχον· χαρίεσσαν τὴν ὄψιν, ἀτέλεστον τὴν ἀπό‐ λαυσιν, τὴν εὐωδίαν ἀκόρεστον, τὴν εὔχροιαν ἐξαστράπτου‐ | |
15 | σαν. οὐ βίαι ἀνέμων παραλυποῦσιν, οὐ νεομηνίαι ἀπομαραί‐ νουσιν, οὐ παγετὸς ἀποπήγνυσιν, οὐχ ἡλίου φλόγωσις καταφρύσσει, ἀλλὰ πνεῦμα μέτριον, λεπτὴν καὶ ἡδεῖαν ἀναπνοὴν παρεχόμενον, κούφως αὐτοῖς καὶ προσηνῶς ἐπι‐ πνέον, ἀδάμαστον χρόνῳ τὴν χάριν αὐτῶν διασῴζει. τὰ δὲ τῶν | |
20 | φυτῶν κάλλη ἄξια καὶ αὐτὰ τῆς δημιουργίας καὶ τῆς φυτείας τοῦ κτίσαντος· ὅσα φρυγανικὰ καὶ ὅσα ἔνθαμνα, τὰ μονοστέ‐ λεχα, τὰ πολύκλαδα, τὰ ὑψίκομα, τὰ ἀμφιθαλῆ, τὰ φυλλοβόλα, | |
τὰ ἀείφυλλα, τὰ γυμνούμενα, τὰ ἀειθαλῆ, τὰ κάρπιμα, τὰ | 78 | |
79 | ἄκαρπα· τὰ μὲν † τῆς χρείας ὁρώμενα, τὰ δὲ πρὸς ἀπόλαυσιν συμβαλλόμενα· πάντα μεγέθει καὶ κάλλει διαφέροντα, κατάσκια τοῖς κλάδοις, ἀμφιθαλῆ ταῖς κόμαις, βρύοντα τοῖς καρποῖς, ἄλλοις ὁμοῦ ἄλλην χρείαν καὶ τέρψιν πεποιημένα. | |
5 | ἑκάστου γὰρ τῶν καρπῶν πολὺ μὲν τὸ χαρίεν, πλέον δὲ πάλιν τοῦ τερπνοῦ τὸ χρειῶδες. Πῶς σοι παραστήσω τῆς ἡδονῆς ἐκείνης τὸ ὑπερβάλλον; ἐὰν συγκρίνω τοῖς ὧδε, καθυβρίζω μᾶλλον τῇ παραθέσει ἤ τινά σοι ἐνάργειαν ἐκ τῆς εἰκόνος παρίστημι. πάντα τέλεια, | |
10 | πάντα ὥριμα, οὐ κατὰ μικρὸν αὐξηθέντα· οὐ γὰρ ἀπὸ ἄνθους ἐπὶ τὴν ἀκμὴν αὔξεται, ἀλλ’ ἐπὶ τῆς οἰκείας ἀκμῆς ἐκφανέντα, φύσεως ἀποτελέσματα οὐκ ἀνθρωπίνης ἐπιτεχνή‐ σεως. ἐκεῖ καὶ ὀρνίθων παντοδαπῶν γένη τῷ τε τῶν πτερῶν ἄνθει καὶ τῇ ἐκ φύσεως μουσικῇ ἀπόλαυσίν τινα θαυμαστὴν | |
15 | δι’ ἑαυτῶν παρεχόμενα· ὥστε διὰ πασῶν τῶν αἰσθήσεων εὐωχεῖσθαι τὸν ἄνθρωπον τὰ μὲν ὁρῶντα, τῶν δὲ ἀκούοντα, ἄλλων ἁπτόμενον, ἄλλων ὀσφραινόμενον, ἑτέρων ἀπογευό‐ μενον. καὶ ζῴων ποικίλων θεάματα πάντων ἡμέρων, πάντων ὁμοήθων ἀλλήλοις καὶ ἀκουόντων καὶ φθεγγομένων εὐσύνετα. | |
20 | οὐ φρικτὸς ὁ ὄφις τότε, ἀλλὰ προσηνὴς καὶ ἥμερος, οὐχὶ | |
φοβερὸν ἐπικυμαίνων τῇ γῇ καὶ ἐφέρπων, ἀλλ’ ὑψηλὸς ἐπὶ | 79 | |
80 | ποδῶν βεβηκώς. Ἐκεῖ ἔθετο τὸν ἄνθρωπον ὃν ἔπλασεν. ἀλλαχοῦ ἔπλασε κἀκεῖ εἰσήγαγεν. ὡς τοὺς φωστῆρας ἐποίησεν ὁ θεὸς καὶ ἔθετο αὐτοὺς ἐν τῷ στερεώματι, οὕτω καὶ τὸν ἄνθρωπον | |
5 | ἔπλασε μὲν χοῦν ἀπὸ τῆς γῆς, ἔθετο δὲ ἐν τῷ παραδείσῳ. σημείωσαι δὲ ὅτι οὐκ εἴρηται ὃν ἐποίησεν, ἀλλ’ Ὃν ἔπλασεν. ὃν μὲν γὰρ ἐποίησεν, ὁ κατ’ εἰκόνα ἐστίν· οὗτος δὲ ἀσώματος. τὸ δὲ ἀσώματον τόπῳ οὐ περιγράφεται. ἀκολουθεῖ μὲν γὰρ τῷ πλάσματι τὸ ποίημα, τουτέστι τῷ σώματι ἡ ψυχή. ὁμοῦ | |
10 | γάρ ἐστι τὸ σύνθετον, ἀλλὰ προηγουμένως μὲν τῶν σωμάτων ὁ τόπος, ἡ δὲ ψυχὴ κατ’ ἐπακολούθημά ἐστιν ἐν τόπῳ διὰ τῆς πρὸς τὸ σῶμα σχέσεως, οὐκ ἐκ τῆς οἰκείας φύσεως ἐμπεριγρα‐ φομένη τόποις [τῷ σώματι]. Ἆρά σε εὔφρανα ἐκ τῶν ἐν τῷ παραδείσῳ τερπνῶν ἢ | |
15 | ἐλύπησα πλέον τῇ τῶν φθαρτῶν παραδόσει; πάντως γάρ που ἡ διάνοια ὑψηλὰ καὶ μετέωρα καὶ ὑπερκόσμια φρονοῦσα, οἷα δὴ τὸ πολίτευμα ἔχουσα ἐν οὐρανοῖς καὶ πρὸς τὴν ἄνω βλέπουσα ἀξίαν, τῆς ἐπαγγελίας ἐνενόει καὶ περιεσκόπει | |
ἀκούσεσθαί τι τῶν ἐπηγγελμένων [ταῖς ἐπαγγελίαις] ἡμῖν | 80 | |
81 | ἀγαθῶν, Ἃ οὔτε ὀφθαλμὸς εἶδεν οὔτε οὖς ἤκουσεν οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. εἰ ὀφθαλμὸς οὐκ εἶδεν, τίς ὁ διηγούμενος; εἰ οὖς οὐκ ἤκουσεν, πῶς τὸ σὸν ὑποδέξεται; εἰ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, πῶς ἡ διάνοια ἡμῶν | |
5 | λάβῃ; οὔτε τὰ σωματικὰ ἐκβάλλομεν καὶ τὰ πνευματικὰ ἐπιζητοῦμεν. ὡς γὰρ ἐπὶ τοῦ νόμου ἦν μὲν καὶ τὸ αἰσθητόν, ἀλλὰ τύπον ἐποίει τοῦ νοητοῦ, οὕτω καὶ τὸν παράδεισον νοοῦμεν μὲν σωματικῶς, ἀλληγοροῦμεν δὲ πνευματικῶς. Ἐφύτευσεν ὁ θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς. | |
10 | τὰ ὀνόματα τῶν φυτῶν σεσιώπηται, ὁ δὲ τόπος ἐν ᾧ ἐφύτευσε παραδέδοται· Ἐν Ἐδέμ, φησίν, ἐφύτευσεν, τουτέστιν ἐν τρυφῇ· Ἐδὲμ γὰρ τρυφὴ ὀνομάζεται. ἆρα οὖν τρυφὴν τὴν διὰ στόματος ἀπόλαυσιν ὀνομάζει τῇ κοιλίᾳ παραδεδομένην ἧς τέλος ὁ ἀφεδρών, καὶ τρυφὴν παραδέδωκε τὴν ἀπολλυ‐ | |
15 | μένην καὶ τοῦτό ἐστιν ἡ παρὰ θεοῦ χάρις, γαστρὸς πλήρωσις καὶ εὐπάθεια σώματος καὶ διάχυσις ἡδονὴν ἐμποιοῦσα; ἢ τοῦτο μὲν οὐδὲ εἰπεῖν εὐσεβές. ἀκολασίας γάρ που καὶ ὕβρεως καὶ πάντων ὁμοῦ τῶν ἀπηγορευμένων ἐφόδιον ὑπερπιαίνειν τὸ σῶμα καὶ καταβαπτίζειν τὴν ψυχὴν εὐκατά‐ | |
20 | φορον ποιοῦντα πρὸς ἁμαρτίαν. οὐκοῦν τρυφὴν νοήσωμεν | |
ἀξίαν θεοῦ, ἵνα καὶ τὴν φυτείαν πρέπουσαν τῇ γεωργίᾳ θεοῦ | 81 | |
82 | διδαχθῶμεν. τίς οὖν δύναται γενέσθαι τρυφὴ ἁγίοις ἁρμόζου‐ σα; Κατατρύφησον τοῦ κυρίου, καὶ δώσει σοι τὰ αἰτήματα τῆς καρδίας σου. Ἐπεὶ οὖν ἄπειρον τὸ κάλλος τῆς ἀρετῆς ἀπὸ τῆς πολυποικί‐ | |
5 | λου σοφίας τοῦ θεοῦ τὴν ἀρχὴν ἔχον, διὰ τοῦτο γέγραπται ὅτι Ἐφύτευσεν ὁ θεὸς παράδεισον οὐχὶ κατὰ ἀνατολήν, ἀλλὰ Κατὰ ἀνατολάς. ἕκαστον γὰρ τῶν πεφυτευμένων παρὰ τοῦ κυρίου φυτῶν ἐν ἰδίῳ φωτὶ κεκαλλωπισμένον ἐξήστραπτεν. ἐκεῖ Τοῦ ποταμοῦ τὰ ὁρμήματα τοῦ εὐφραίνοντος τὴν πόλιν | |
10 | τοῦ θεοῦ· ἀλλαχοῦ Χειμάρρους τρυφῆς ὀνομάζεται, τρέφων καὶ αὔξων τῶν φυτῶν τὰ οὐράνια κάλλη, ὅστις ἐν τοῖς ἑξῆς λέγεται Ποταμὸς ὁ πορευόμενος ἐξ Ἐδὲμ ποτίζειν τὸν παράδεισον. Ἐν μὲν οὖν τοῖς κατόπιν ἐλέγετο ὅτι πρότερον τὴν κτίσιν | |
15 | πληρώσας οὕτως ἐπεισήγαγεν εἰς ἀρχὴν καὶ δεσποτείαν τὸν ἄνθρωπον, νῦν δὲ τὸ ἐναντίον πρότερον ἔπλασε τὸν ἄνθρωπον καὶ τότε ἐφύτευσε τὸν παράδεισον. ἡ δὲ αἰτία ὅτι ἐκεῖ μέν, ἵνα πλήρει τῷ οἴκῳ τὸν οἰκοδεσπότην ἐπεισαγάγῃ καὶ μὴ πένητα κτίσας ὕστερον αὐτῷ τὴν εὐπορίαν χαρίσηται, | |
20 | ἐνταῦθα δὲ τὴν ἐκ προκοπῆς τελείωσιν αὐτῷ χαριζόμενος ἀλλαχοῦ ἔκτισε καὶ ὕστερον ἐγκατοικίζει τῷ παραδείσῳ, ἵνα τὸ διάφορον καταμαθὼν τῆς τε ἔξω ζωῆς καὶ τῆς ἐν παρα‐ δείσῳ διαγωγῆς ἐκ τῆς συγκρίσεως ἑκατέρων γνωρίσῃ μὲν τοῦ κάλλους τὴν ὑπεροχήν, φοβηθῇ δὲ τῆς ἐκπτώσεως τὴν | |
25 | ζημίαν. | 82 |
83 | Ἵνα δὲ νοήσῃς φυτείαν ἀξίαν τῆς τοῦ θεοῦ χειρός, μνήσθητι τῶν ἐν τῷ εὐαγγελίῳ παρὰ τοῦ κυρίου εἰρημένων ὅτι Πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθή‐ σεται. ἐξ ἐκείνης εἰσὶ τῆς φυτείας οἱ Πεφυτευμένοι ἐν τῷ | |
5 | οἴκῳ κυρίου καὶ ἐν ταῖς αὐλαῖς τοῦ θεοῦ ἐξανθοῦντες. καὶ πάλιν ἐν τῷ προφήτῃ· Ἐγὼ ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν. ἀποτολμᾷ καὶ λέγει ὁ μιμητὴς τοῦ Χριστοῦ ὅτι Θεοῦ συνεργοί ἐσμεν· θεοῦ γεώργιόν ἐστε· Ἐγὼ ἐφύτευσα, Ἀπολλῶς ἐπότισεν, ὁ δὲ θεὸς ηὔξανεν. καὶ ὁ δίκαιος ὡμοίωται | |
10 | τῷ ξύλῳ τῷ πεφυτευμένῳ παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται· καὶ Δίκαιος ὡς φοῖνιξ ἀνθήσει· καὶ Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλες ἔθνη καὶ κατεφύτευσας αὐτήν. | |
15 | Πειράθητι τοίνυν διὰ τῶν τοιούτων διδαγμάτων ἐν περινοίᾳ γενέσθαι ἐκείνου, ἵνα γένῃ κατὰ τὰς αὐγὰς τοῦ θείου φωτός, ἐν οἷς τὸ φῶς τῆς γνώσεως ἀνατέλλει ὡς ὁ παράδεισος τῆς τρυφῆς φυτευόμενος. κἂν χωρίον δέ τι νοῇς δεκτικὸν τῶν ἁγίων, ἐν ᾧ πάντες οἱ ἐπὶ γῆς διαλάμψαντες ἐν ἔργοις ἀγαθοῖς | |
20 | ἀπολαύοντες τῆς τοῦ θεοῦ χάριτος καὶ τῆς θείας καὶ νοητῆς τερπνότητος διαιτῶνται, οὐκ ἀποπίπτεις τῆς πρεπούσης περὶ αὐτοῦ εἰκασίας. ἐκεῖ γ’ οὖν ἐρριζωμέναι τινὲς καὶ παγίως ἐρηρεισμέναι ἀγαθαὶ δυνάμεις, λειτουργοὶ τῶν ἁγίων, αἷς | |
ὁ ἄνθρωπος παρεδόθη ἀρτιγενὴς ὢν καὶ πολλῆς δεόμενος | 83 | |
84 | συγγυμνασίας πρὸς τὴν τελείωσιν. ἐν ᾧ τὸ σύστημα τῶν ἁγίων, ἐν ᾧ αἱ ἀνατολαὶ τοῦ φωτός, ἐν ᾧ ἡ τρυφὴ τῆς ψυχῆς, ἐκεῖ ἔθετο ὁ θεὸς τὸν ἄνθρωπον. εἰ σάρκινος εἶ, ἔχεις τὴν ὑπογραφὴν τοῦ σωματικοῦ ἐκείνου καὶ τὴν ἡδίστην | |
5 | ἐμφόρησιν· εἰ μεγάλην ἡγῇ τὴν ἀπόλαυσιν τῶν αἰσθητῶν, ἐπείγου πρὸς ταύτην, ἐν ᾗ χορηγία τρυφῆς ἀδιάλειπτος. εἰ πνευματικὸς εἶ καὶ ὑψηλότερα φρονεῖς τῶν σωματικῶν ἀπολαύσεων, ἀνάβηθι τῇ διανοίᾳ πρὸς τὰ κάλλη τῶν ἀγγέλων καὶ κατάμαθε τοὺς ἐν αὐτοῖς τῆς δικαιοσύνης καρπούς, | |
10 | θέασαι τὸν ποταμὸν τοῦ θεοῦ τὸν πεπληρωμένον ὑδάτων, οὗ Τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ, ἐκείνην τὴν πόλιν, Ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεός. ἐκείνην τὴν πόλιν διαρρέει ὁ ποταμὸς τοῦ θεοῦ οὗτος ὁ ἀρχόμενος ἐξ Ἐδὲμ ὁ ποτίζων τὸν παράδεισον. πάντα ταῦτα τῇ διανοίᾳ | |
15 | καταμαθὼν δόξαζε τὸν θεόν, ὅτι αὐτῷ πρέπει ἡ δόξα εἰς τοὺς | |
αἰώνας τῶν αἰώνων. ἀμήν. | 84 |