TLG 2017 035 :: GREGORIUS NYSSENUS :: De creatione hominis sermo alter [Sp.] GREGORIUS NYSSENUS Theol. De creatione hominis sermo alter [Sp.] Source: Hörner, H. (ed.), Gregorii Nysseni opera, suppl. Leiden: Brill, 1972: 41–72. Citation: Page — (line) | ||
41(t1) | ΟΜΙΛΙΑ Β | |
t2 | ΕΙΣ ΤΟΝ ΑΝΘΡΩΠΟΝ | |
---|---|---|
1 | Ὁ μὲν σοφὸς Σολομὼν οὐκ ἐν πειθοῖς σοφίας λόγοις ἀλλ’ ἐν διδακτοῖς πνεύματος ἁγίου σοφισθείς, ἐν τοῖς ἀρτίως ἡμῖν ἀνεγνωσμένοις ἀποσεμνύνων τὸν ἄνθρωπον ἐβόα λέγων· Μέγα ἄνθρωπος καὶ τίμιον ἀνὴρ ἐλεήμων· ἐγὼ δὲ ματαίως | |
5 | κατ’ ἐμαυτὸν ἐσκόπουν ἅ τε εἶχον ἐν τῇ ἐμαυτοῦ διανοίᾳ καὶ ἃ παρὰ τῆς γραφῆς δεδιδαγμένος ἤμην περὶ τοῦ ἀνθρώπου. αὐτὸς μὲν γὰρ ἐλογιζόμην ὅτι πῶς μέγα ἄνθρωπος, τὸ ἐπίκηρον ζῷον τὸ μυρίοις πάθεσιν ὑποκείμενον τὸ ἐκ γενετῆς εἰς γῆρας μυρίων κακῶν ἑσμὸν ἐξαντλοῦν, περὶ οὗ εἴρηται· | |
10 | Κύριε, τί ἐστιν ἄνθρωπος, ὅτι ἐγνώσθης αὐτῷ; καὶ ὁ μὲν ψαλμῳδὸς καταφρονεῖ ὡς εὐτελοῦς τοῦ ζῴου καὶ ἡ παροιμία ἀποσεμνύνει ὡς μέγα τι τὸν ἄνθρωπον. ἀλλά μοι τὴν | |
τοιαύτην διαπόρησιν ἔλυσεν ἡ ἱστορία τῆς γενέσεως τοῦ | 41 | |
42 | ἀνθρώπου ἀναγνωσθεῖσα. ἠκούομεν γὰρ νῦν ὅτι Ὁ θεὸς ἔλαβε χοῦν ἀπὸ τῆς γῆς καὶ ἔπλασε τὸν ἄνθρωπον. εὗρον ἐκ τοῦ ῥήματος τούτου ἀμφότερα, ὅτι οὐδὲν ἄνθρωπος καὶ μέγα ἄνθρωπος· ἐὰν πρὸς τὴν φύσιν μόνον ἀποβλέψῃς, | |
5 | τὸ μηδὲν καὶ τοῦ μηδενὸς ἄξιος, ἐὰν δὲ πρὸς τὴν τιμὴν ἣν ἐτιμήθη, μέγα ἄνθρωπος. ποία; Εἶπεν ὁ θεός Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς. σύγκρινον ἀνθρώπου γένεσιν καὶ φωτὸς γένεσιν. ἐκεῖ εἶπε· Γενηθήτω στερέωμα. ὁ μέγας οὐρανὸς ἄνωθεν ἡμῖν ὑπερτέταται ῥήματι θεοῦ γενόμενος· ἀστέρες καὶ | |
10 | ἥλιος καὶ σελήνη καὶ πάντα, ὅσα θεωροῦμεν ὀφθαλμῷ καὶ ὅσα νῷ καταλαμβάνομεν [μεγέθη], ῥήματι ἔσχε τὸ εἶναι. θάλασσα καὶ γῆ καὶ ἡ ἐν αὐτοῖς διακόσμησις, ζῴων γένη παντοδαπά, φυτῶν διάφοροι ποικιλίαι, πάντα ταῦτα τῷ ῥήματι γέγονεν. ἄνθρω‐ | |
πος δέ, πῶς; οὐκ ἐλέχθη· γενηθήτω ἄνθρωπος ὡς Γενηθήτω | 42 | |
43 | στερέωμα, ἀλλὰ πλεῖόν τι ὁρᾷς ἐν τῷ ἀνθρώπῳ· ὑπὲρ φῶς, ὑπὲρ οὐρανόν, ὑπὲρ φωστῆρας, ὑπὲρ πάντα ἡ ἀνθρώπου γένεσις. Ἔλαβε κύριος ὁ θεός· καταξιοῖ ἰδίᾳ χειρὶ διαπλά‐ σαι τὸ ἡμέτερον σῶμα. οὐ προσέταξεν ἀγγέλῳ, οὐχ ἡ γῆ | |
5 | αὐτομάτως ὥσπερ τοὺς τέττιγας ἡμᾶς ἐξέβρασεν, οὐκ εἶπε τόδε καὶ τόδε ποιῆσαι λειτουργικαῖς δυνάμεσιν, ἀλλ’ ἰδίᾳ χειρὶ φιλοτεχνεῖ. Γῆν ἔλαβεν. ὅταν πρὸς τὸ ληφθὲν ἀπίδῃς, Τί ἐστιν ἄνθρωπος; ὅταν [πρὸς] τὸν πλάσαντα κατανοήσῃς, Μέγα ἄνθρωπος· ὡς καὶ τὸ μηδὲν διὰ τὴν ὕλην καὶ μέγα διὰ | |
10 | τὴν τιμήν. Καὶ ἔλαβεν ὁ θεός. ἀλλὰ πῶς ἐκεῖ ἐν τοῖς κατόπιν· Καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, ἐνταῦθα δὲ ἄνωθεν ἀνθρώπου γένεσις; ὡς μηδὲν περὶ ἀνθρώπου δεδιδαγμένων ἡμῶν ἡ ἱστορία λέγει· Καὶ ἔλαβεν ὁ θεὸς χοῦν ἀπὸ τῆς γῆς καὶ | |
15 | ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον. ἤδη τινὲς ἔφασαν τὸ μὲν | |
Ἔπλασεν ἐπὶ τοῦ σώματος εἰρῆσθαι, τὸ δὲ Ἐποίησεν ἐπὶ τῆς | 43 | |
44 | ψυχῆς. ἴσως οὐκ ἔξω τῆς ἀληθείας ὁ λόγος· ὅπου μὲν γὰρ εἴρηται· Καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν, τὸ Ἐποίησεν εἴρηται· ὅπου δὲ λοιπὸν περὶ τῆς σωματικῆς ὑποστάσεως ἡμῖν διηγεῖται, τὸ Ἔπλασε | |
5 | λέγει. διαφορὰν δὲ ποιήσεως καὶ πλάσεως ὁ ψαλμῳδὸς ἐδίδαξεν εἰπών· Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με. ἐποίησε τὸν ἔσω ἄνθρωπον, ἔπλασε τὸν ἔξω. καὶ γὰρ πρέπει ἡ μὲν πλάσις πηλῷ, ἡ δὲ ποίησις τῷ Κατ’ εἰκόνα· ὥστε ἐπλάσθη μὲν ἡ σάρξ, ἐποιήθη δὲ ἡ ψυχή. ἄνω τοίνυν εἰπὼν | |
10 | περὶ ψυχῆς ὑποστάσεως νῦν περὶ τῆς τοῦ σώματος διαπλά‐ σεως ἡμῖν διαλέγεται. ἔχε δὲ καὶ τοῦτον τὸν λόγον. τίς δὲ ἕτερος; ὅτι τὰ μὲν ἐν κεφαλαίῳ λέγεται, τὰ δὲ κατὰ τὸν | |
τρόπον ὃν γέγονεν ἡμῖν παραδίδοται. ἄνωθεν οὖν ὅτι [καὶ] | 44 | |
45 | ἐποίησεν, ὧδε καὶ πῶς ἐποίησεν. εἰ γὰρ ἁπλῶς εἶπεν ὅτι ἐποίησεν, ἐνόμισας ἂν ὅτι ἐποίησεν ὡς τὰ κτήνη, ὡς τὰ θηρία, ὡς τὰ φυτά, ὡς τὸν χόρτον. ἵνα οὖν φύγῃς τὴν πρὸς τὰ ἀγριώτερα κοινωνίαν, τὴν ἰδιάζουσαν περὶ σὲ τοῦ θεοῦ | |
5 | φιλοτέχνησιν ὁ λόγος παρέδωκεν. Ἔλαβεν ὁ θεὸς χοῦν ἀπὸ τῆς γῆς [ἐκεῖ εἶπεν ὅτι ἐποίησεν, ἐνταῦθα πῶς ἐποίησε· χοῦν ἔλαβεν ἀπὸ τῆς γῆς] καὶ ἔπλασε ταῖς ἰδίαις χερσίν. ἐνθυμήθητι πῶς ἐπλάσθης, τὸ ἐργαστήριον τῆς φύσεως λόγισαι· χείρ ἐστιν ἡ δεψαμένη σε θεοῦ. τὸ παρὰ θεοῦ πλα‐ | |
10 | σθὲν διὰ πονηρίας μὴ μιανθῇ, δι’ ἁμαρτίας μὴ ἀλλοιωθῇ, μὴ ἐκπέσῃς τῆς χειρὸς τοῦ θεοῦ. σκεῦος εἶ θεόπλαστον παρὰ θεοῦ γενόμενον· δόξαζε τὸν ποιήσαντα. οὐδὲ γὰρ ἄλλου τινὸς ἕνεκεν ἐγένου ἢ ἵνα ὄργανον ᾖς ἐπιτήδειον τῆς δόξης τοῦ θεοῦ· καὶ ὁ κόσμος οὗτος ὅλος σοι, ὥσπερ τι βιβλίον | |
15 | ἔγγραφον ὑπαγορευόμενον τὴν τοῦ θεοῦ δόξαν τὴν ἀπό‐ | 45 |
46 | κρυφον καὶ ἀόρατον, τοῦ θεοῦ τὴν μεγαλωσύνην δι’ ἑαυτοῦ διαγγέλλων σοι τῷ νοῦν ἔχοντι εἰς κατανόησιν ἀληθείας. πάντως οὖν μέμνησο τῶν εἰρημένων. Καὶ εὐλόγησεν αὐτοὺς ὁ θεὸς καὶ εἶπεν Αὐξάνεσθε καὶ | |
5 | πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν. διπλῆ αὔξησις, ἡ μὲν σώματος, ἡ δὲ ψυχῆς. ἀλλὰ ψυχῆς αὔξησις ἡ διὰ τῶν μαθημάτων εἰς τελείωσιν προσθήκη, σώματος αὔξησις ἡ ἀπὸ μικροῦ εἰς τὸ καθῆκον μέτρον ἀποκατάστασις. Αὐξά‐ νεσθε τοίνυν τοῖς μὲν ἀλόγοις ζῴοις κατὰ τὴν τοῦ σώματος | |
10 | τελείωσιν, κατὰ τὸν ἀπαρτισμὸν τῆς φύσεως εἴρηται, ἡμῖν δὲ Αὐξάνεσθε κατὰ τὸν ἔσω ἄνθρωπον, κατὰ τὴν προ‐ | |
κοπὴν τὴν εἰς θεὸν οὖσαν. οἷος ἦν Παῦλος τοῖς μὲν ἔμ‐ | 46 | |
47 | προσθεν ἐπεκτεινόμενος, τῶν δὲ ὄπισθεν ἐπιλανθανόμενος. αὕτη ἐστὶν ἡ αὔξησις τῶν θεωρημάτων, εὐσεβείας ἀνάληψις, ἡ τοῦ πλείονος ἐπέκτασις, τὸ ἐπορέγεσθαι ἡμᾶς ἀεὶ τῶν κρειττόνων, τὸ προγενόμενον μὲν ἀεὶ κατόπιν ἑαυτοῦ ἀφιέναι, | |
5 | τὸ δὲ λεῖπον τῆς εὐσεβείας τοῦτο ὡς ἐνδεῖ ἐπιζητεῖν. οἷος ἦν Ἰσαάκ, περὶ οὗ ἡ μαρτυρία ἐκείνη ἀναγέγραπται ὅτι Προ‐ βαίνων ὑψοῦτο μέχρις οὗ μέγας ἐγένετο. οὐ γὰρ ἀπέστη οὐδὲ μικρὸν αὐξηθεὶς ἀπέμεινεν, ἀλλὰ προέβαινεν ἀεὶ διαβήμασι μεγάλοις [διέβαινεν] ἐπὶ τὰ ἔργα τῆς ἀρετῆς· διέβη μεγάλῳ | |
10 | βήματι τὴν σωφροσύνην, ἐπέβη τῇ δικαιοσύνῃ, ἐκεῖθεν ἐπὶ τὴν ἀνδρείαν ἀνέβη. οὕτω διαβαίνων ἐπὶ τὸ ἄκρον τοῦ ὕψους τοῦ ἀγαθοῦ κορυφοῦται ὁ δίκαιος. Αὐξάνεσθε οὖν αὔξησιν τὴν κατὰ θεόν, τελείωσιν τὴν κατὰ τὸν ἔνδον ἄνθρωπον. | |
Πληθύνεσθε· ἐκκλησίας ἡ εὐλογία. μὴ ἐν ἑνὶ περιγραφήτω | 47 | |
48 | ἡ θεολογία, ἀλλ’ εἰς πᾶσαν τὴν γῆν κηρυχθήτω τὸ εὐαγγέλιον τῆς σωτηρίας. Πληθύνεσθε. τίνες; οἱ κατὰ τὸ εὐαγγέλιον γενόμενοι. Καὶ πληρώσατε τὴν γῆν. σάρκα τὴν δεδομένην ὑμῖν εἰς ὑπηρεσίαν πληρώσατε ἀγαθῶν ἔργων· ὀφθαλμὸς | |
5 | πλήρης ἔστω τοῦ ὁρᾶν τὰ δέοντα· χεὶρ πλήρης ἔστω τῶν ἀγαθῶν ἔργων· πόδες ἔστωσαν εἰς ἐπίσκεψιν ἀσθενούντων πορευτικοὶ ὄντες ἐφ’ ἃ προσῆκε. πᾶσα ἡ τῶν μελῶν ἡμῶν κατάστασις πλήρης ἔστω τῶν κατὰ τὰς ἐντολὰς ἐργασιῶν· τοῦτό ἐστι Πληρώσατε τὴν γῆν. οὕτω κοιναὶ μὲν αἱ φωναὶ | |
10 | καὶ τοῖς ἀλόγοις, ἰδιάζουσαι δὲ γίνονται, ὅταν τῷ Κατ’ εἰκόνα καὶ ᾧ ἐτιμήθημεν τούτῳ χρησώμεθα. τὰ μὲν γὰρ σωματικῶς αὔξει, ἡμεῖς δὲ πνευματικῶς· καὶ τὰ μὲν πληροῖ τὴν γῆν τῷ πλήθει, ἡμεῖς δὲ πληροῦμεν ταῖς ἀγα‐ θαῖς ἐργασίαις τὴν συνεζευγμένην ἡμῖν γῆν. [τουτέστι τὴν | |
15 | σωματικὴν ὑπηρεσίαν.] Ἰδοὺ δέδωκα ὑμῖν πᾶν ξύλον ὃ ἔχει καρπὸν ἐν ἑαυτῷ· ὑμῖν ἔσται εἰς βρῶσιν. μηδὲν παρατρεχέτω ἡ ἐκκλησία· | |
πάντα νόμιμά ἐστιν. οὐκ εἶπε· δέδωκα ὑμῖν τοὺς ἰχθύας | 48 | |
49 | εἰς βρῶσιν, δέδωκα ὑμῖν τὰ κτήνη, τὰ ἑρπετά, τὰ τετράποδα. οὐ γὰρ τούτων ἕνεκεν ἔκτισε, φησίν, ἀλλ’ ἡ πρώτη νομοθεσία καρπῶν ἀπόλαυσιν συνεχώρησεν· ἔτι γὰρ ἐνομιζόμεθα ἄξιοι εἶναι τοῦ παραδείσου. καὶ τί σοί ἐστι τὸ ἐν τῷ λανθά‐ | |
5 | νοντι παρακείμενον μυστήριον; Ὑμῖν καὶ τοῖς θηρίοις καὶ τοῖς πετεινοῖς οἱ καρποί, φησί, καὶ ἡ χλόη καὶ ὁ χόρτος, ὑμῖν εἰς βρῶσιν καὶ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς. καὶ μὴν ὁρῶμεν πολλὰ τῶν θηρίων καρπῷ μὴ τρεφόμενα· ποίῳ δὲ καρπῷ καταδέχεται πάρδαλις | |
10 | τραφῆναι; τίς δὲ καρπὸς δύναται λέοντα θρέψαι; ἀλλ’ ὅμως | 49 |
50 | ταῦτα τῷ νόμῳ τῆς φύσεως ὑποτεταγμένα καρποῖς διετρέ‐ φετο. ἐπειδὴ δὲ ὁ ἄνθρωπος ἐξεδιῃτήθη καὶ ἐξέβη τοὺς ὅρους τοὺς δεδομένους αὐτῷ, μετὰ τὸν κατακλυσμὸν ἰδὼν ὁ κύριος ἀφειδεῖς τοὺς ἀνθρώπους ἐπὶ πάντων τὴν ἀπόλαυσιν | |
5 | συνεχώρησε. Ταῦτα πάντα φάγεσθε ὡς λάχανα χόρτου. ταύτῃ τῇ συγχωρήσει καὶ τὰ λοιπὰ ζῷα ἔλαβε τὴν τοῦ ἐσθίειν ἄδειαν. ἐξ ἐκείνου λοιπὸν ὠμοβόρος ὁ λέων, ἐξ ἐκείνου καὶ γῦπες ἀναμένουσι θνησιμαῖα. οὐ δήπου γὰρ καὶ γῦπες ὁμοῦ τῷ γεννηθῆναι ζῷα περιεσκόπουν τὴν γῆν· | |
10 | οὔπω γάρ τι ἀπέθανε τῶν παρὰ θεοῦ [σημαινομένων ἢ] γενομένων, ἵνα γῦπες τραφῶσιν. οὔτε φύσις διεχώριζεν, ἀκμαία γάρ· οὔτε θηραταὶ ἀνάλωσαν, οὔπω γὰρ ἐπιτήδευσις ἀνθρώπων· οὔτε θηρία διέσπα, οὔπω γὰρ ἦν ὠμοβόρα | |
[γυψὶ δὲ σύνηθες ἀπὸ νεκρῶν διαιτᾶσθαι]. ὥστε οὔπω ἦν | 50 | |
51 | νεκρά, οὔπω δυσωδία, οὔπω τοιαύτη τροφὴ γυπῶν, ἀλλὰ πάντες τὰ κύκνων διῃτῶντο καὶ πάντα τοὺς λειμῶνας ἐπενέμετο. καὶ οἷα ὁρῶμεν κύνας θεραπείας ἕνεκεν πολλάκις ἄγρωστιν ἐπινεμομένους (οὐκ ἐπειδὴ συμφυὴς αὐτοῖς ἐστιν | |
5 | ἡ τροφή, ἀλλ’ ἐπειδὴ ἀδιδάκτῳ τινὶ φύσεως διδασκαλίᾳ ἐπὶ τὸ συμφέρον ἔρχεται τὰ ἄλογα), τοιαῦτα λόγισαι εἶναι καὶ τότε τὰ ὠμοβόρα τῶν ζῴων, χόρτον ἑαυτοῖς τροφὴν ἐπινοεῖν οὐκ ἀλλήλοις ἐπιβουλεύοντα. ἀλλ’ οἵα μέλλει εἶναι μετὰ ταῦτα ἡ ἀποκατάστασις, τοιαύτη ἦν ἡ πρώτη γένεσις. | |
10 | ἐπανέρχεται δὲ ὁ ἄνθρωπος ἐπὶ τὴν πάλαι αὐτοῦ κατάστασιν τὴν πονηρίαν ἀφέμενος, τὴν πολυμέριμνον ταύτην ζωήν, τὴν περὶ τὰ βιωτικὰ τῆς ψυχῆς δουλείαν, ταῦτα πάντα ἀποθέμενος ἐπὶ τὸν ἐν τῷ παραδείσῳ ὑποστρέφει βίον ἐκεῖνον τὸν ἀδούλωτον τοῖς πάθεσι τῆς σαρκός, τὸν ἐλεύθερον, | |
15 | τὸν θεῷ συνόμιλον, τὸν ἀγγέλοις ὁμοδίαιτον. Ταῦτα τοίνυν εἴρηται ἡμῖν, οὐκ ἐπειδὴ ἀποκλείειν θέλομεν τῆς δεδομένης ἡμῖν παρὰ θεοῦ χρήσεως τῶν βρωμάτων, ἀλλ’ ἵνα τὸν παρελθόντα μακαρίσωμεν χρόνον. οἵα ἦν ἡ ζωή. ὅπως ἀπροσδεής. πῶς ὀλίγων ἐδέοντο πρὸς τὴν τοῦ βίου διαγωγὴν | |
20 | οἱ ἄνθρωποι. πῶς τὸ ποικίλον τῆς διαίτης ἡμῖν ἡ τῆς | 51 |
52 | ἁμαρτίας συνεισήνεγκεν αἰτία. ἐπειδὴ γὰρ τῆς ἀληθινῆς τρυφῆς τῆς ἐν τῷ παραδείσῳ ἐξεπέσαμεν, νενοθευμένας τρυφὰς ἑαυτοῖς ἐπενοήσαμεν· καὶ ἐπειδὴ οὐκέτι βλέπομεν τὸ ξύλον τῆς ζωῆς οὐδὲ τῷ κάλλει ἐκείνου ἐναβρυνόμεθα, | |
5 | ἐδόθησαν ἡμῖν εἰς ἀπόλαυσιν μάγειροι λοιπὸν καὶ ἀρτοποιοὶ καὶ πεμμάτων ποικιλίαι καὶ θυμιαμάτων καὶ τοιαῦτά τινα παραμυθούμενα ἡμῶν τὴν ἐκεῖθεν ἔκπτωσιν. ὥσπερ οἱ ἄρρωστοι, ὅταν καταβληθῶσιν ὑπὸ σφοδρᾶς ἀρρωστίας, οὐ δυνάμενοι μετέχειν τῆς συνήθους ἀπολαύσεως ὀσφραντοῖς | |
10 | καὶ τοιούτοις τισὶ παρὰ τῶν ἰατρῶν λαμβάνουσι δεξιώσεις· ἐπειδὴ γὰρ τῶν ἰσχυροτέρων εἰς ἀπόλαυσιν ἐκπεπτώκασι, τοῖς ἀσθενέσι σύμμετρα οἱ κολακεύοντες αὐτῶν τὰς αἰσθήσεις περινοοῦσιν. πλὴν ἀλλὰ καὶ νῦν κατὰ μίμησιν τῆς ἐν τῷ παραδείσῳ ζωῆς ἑαυτοὺς ἄγειν βουλόμενοι φεύγοντες ταύτην | |
15 | τὴν πολύυλον τῶν βρωμάτων ἀπόλαυσιν ἐπ’ ἐκεῖνον τὸν βίον καθώς ἐστι δυνατὸν ἑαυτοὺς ἄγωμεν καρποῖς καὶ σπέρμασι καὶ τοῖς ἐκ τῶν ἀκροδρύων εἰς διαγωγὴν χρώμενοι, τὸ δὲ | |
περισσὸν τούτων ὡς οὐκ ἀναγκαῖον ἀποπεμπώμεθα. οὐ γὰρ | 52 | |
53 | βδελυκτὰ διὰ τὸν κτίσαντα, οὐ μὴν οὐδὲ αἱρετὰ διὰ τὴν τῆς σαρκὸς εὐπάθειαν. Καὶ κατέπαυσεν ὁ θεὸς ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ. λεγέτωσαν οὖν ἀριθμητικοὶ καὶ οἱ περὶ | |
5 | τὰ τοιαῦτα ἐσχολακότες καὶ τὴν περὶ τούτων σοφίαν ἀντὶ μεγάλου προβεβλημένοι ὡς μὲν συγγενὴς τῇ τοῦ κόσμου κτίσει ὁ τῶν ἓξ ἀριθμός, ὅτι πολύγονός ἐστι πολλὰ σχήματα ἀριθμῶν ἀφ’ ἑαυτοῦ γεννῶν καὶ τέλειος τοῖς ἑαυτοῦ μέρεσι, καὶ ὅσα περὶ τῆς ἑξάδος ἐν ταῖς σχολικαῖς διαλέξεσιν | |
10 | ἀριθμητικοὶ διηγοῦνται, εἴ τῳ σχολή, καθ’ ἑαυτὸν ἐκλεγέσθω. λεγέτωσαν καὶ περὶ τῆς ἑβδομάδος, ὅτι στείρωσίς τίς ἐστιν ἐν τῷ ἑβδόμῳ· οὔτε γὰρ γεννᾷ ἀφ’ ἑαυτοῦ οὔτε παρ’ ἑτέρου τίκτεται ὁ τῶν ἑπτὰ ἀριθμός. καὶ ἵνα μὴ εἰς πολύυλον καταγάγω τὸν λόγον τὴν διάλεξιν τὴν πρὸς ὑμᾶς παραδραμών, | |
15 | ἐπὶ τὰ εὐγνωμονέστερα χωρήσω. εἰ δέ τις καὶ περὶ ταῦτα | |
ἔχει ἐμπειρίαν τινά, γινωσκέτω ὅτι καὶ τούτων ὁ θησαυρὸς | 53 | |
54 | ἀπόκειται παρ’ ἡμῖν· ὥστε εἰ μέγα ἀριθμητική, ἐνταῦθά ἐστι τῆς ἀριθμητικῆς τὰ σπέρματα. ἡμεῖς δὲ οὐ † φρονοῦμεν τούτοις τῷ ἐκ τῆς τοῦ κόσμου εἶναι σοφίας μικρὰ ἐνταῦθα κλέψαντες ταῖς πραγματείαις αὐτοὶ ὡς μεγάλαις ἀποσεμνύνε‐ | |
5 | σθαι †. ἵνα τοίνυν δείξωμεν αὐτοῖς ὅτι τὰ παρ’ ἐκείνοις περισπούδαστα ἡμῖν ἐστιν εὐκαταφρόνητα, σιωπῇ παραδρά‐ μωμεν τὸν περὶ τούτων λόγον· ὁμοῦ δὲ καὶ οὐκ εὔληπτος λαῷ παντὶ ἡ περὶ τούτων θεωρία. πάρεστι δὲ ἡ ἐκκλησία οὐ παραδόξων λόγων ἀκρόασιν ἐκδεχομένη, ἀλλὰ τῶν ἐπ’ | |
10 | οἰκοδομῇ θεωρημάτων ἐπιζητοῦσα τὰς λύσεις. Τετίμηται τοίνυν ἡ ἑβδόμη ἡμέρα, τὸ σάββατον. ὁ ἕβδομος παρὰ Ἰουδαίοις ἀριθμὸς τίμιος, ἐν ᾧ αἱ σκηνοπηγίαι, | |
αἱ σάλπιγγες, ἡ ἡμέρα τοῦ ἱλασμοῦ. ἕβδομος ἐνιαυτὸς | 54 | |
55 | παρ’ ἐκείνοις τίμιος ὁ τῆς ἀφέσεως λεγόμενος. ἐξῆν μὲν γὰρ αὐτοῖς ἓξ ἔτη ἐργάσασθαι τὴν γῆν, τῷ δὲ ἑβδόμῳ ἔτει τοῖς αὐτομάτοις ἀρκεῖσθαι, ὅτε εἶχον τὴν γῆν τῆς ἐπαγγελίας. ἓξ ἔτη ἐδούλευεν ὁ Ἑβραῖος καὶ τῷ ἑβδόμῳ ἀφίετο τῆς | |
5 | δουλείας. ἑβδομηκοστῷ ἔτει ἐλύθη παρ’ αὐτοῖς ἡ αἰχμαλω‐ σία. λοιπὸν δὲ καὶ τὰ ἡμέτερα· Ἑπτάκις, φησί, πεσεῖται ὁ δίκαιος καὶ ἀναστήσεται. οὕτως οἰκειούμεθα ἡμεῖς τὴν ἑβδομάδα. ἕβδομος ἀπὸ γενέσεως οὐκ εἶδε θάνατον, μυστήριον ἐκκλησίας. ἕβδομος ἀπὸ Ἀβραὰμ Μωυσῆς νόμον | |
10 | ἔλαβε· μεταβολὴ βίου, ἀνομίας ἀνάλυσις, δικαιοσύνης εἴσο‐ δος, θεοῦ ἐπιδημία, εὐταξία κόσμου, νομοθέτησις τῶν πρα‐ κτέων. ἑβδομηκοστῇ καὶ ἑβδόμῃ γενεᾷ ἀπὸ Ἀδὰμ ὁ Χριστὸς ἐφάνη. οἶδε τὸ μυστήριον τῆς ἑβδομάδος Πέτρος· Ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου καὶ ἀφήσω αὐτῷ; ἕως | |
15 | ἑπτάκις; ὀλίγα οἶδε· τὸ μυστήριον οὔπω ἔμαθε· μαθητὴς γὰρ | 55 |
56 | ἔτι ἐστίν. Ἕως ἑπτάκις; οὐκ ἀπέστη τοῦ ἑπτὰ ὁ διδάσκων. εἶπεν ὡς ᾔδει ὁ μαθητής, ὑπερέβαλε τῷ πλούτῳ ὁ δεσπότης. Ποσάκις ἁμαρτήσει καὶ ἀφήσω; διὰ τί οὐκ εἶπεν· ἕως ἑξάκις; ἕως ὀκτάκις; ἀλλ’· Ἕως ἑπτάκις; διὰ τί ὁ κύριος οὐκ | |
5 | εἶπεν· ἕως ἑκατοντάκις ἑκατόν, ἀλλὰ τὸν ἑπτὰ ἀριθμὸν ἐπολυ‐ πλασίασεν; οὔτε ὁ Πέτρος ἄλλον ἠρώτησεν οὔτε ὁ κύριος ἐξέβη τοῦ κανόνος τοῦ ἑβδοματικοῦ. παρετήρησεν ὁ Πέτρος ὅ τι κανὼν παραδόσεως ἀρχαῖός ἐστι, τὴν ἑβδομάδα ἔμφασιν ἔχειν τινὸς ἀφέσεως ἁμαρτημάτων, ἀναπαύσεως | |
10 | τελείας, οὗ σημεῖον τὸ σάββατόν ἐστιν, ἡ ἑβδόμη ἡμέρα ἀπὸ γενέσεως. Ὁ Πέτρος Ἑπτάκις, ὁ κύριος Ἕως ἑβδομηκοντάκις ἑπτά. αἱ ἁμαρτίαι ἐκδικοῦνται ἑπτάκις· Οὐχ οὕτως· πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει. οὐδὲ ἐκεῖ | |
15 | ὀκτὼ ἀλλ’ Ἑπτά. διὰ τί; μικρὸν ἀνάμεινον καὶ εὑρήσεις τὸ μυστήριον. πρώτη ἁμαρτία ἑπτάκις ἐκδικεῖται· δεύτερος φόνος τοῦ Λάμεχ ἑβδομηκοντάκις ἑπτά· Ὅτι ἐκ Κάϊν ἐκδικεῖται ἑπτάκις, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά. εἰ δὲ | |
ἐκεῖ ἄφεσις παρὰ Πέτρου ἑπτάκις ἀναλογοῦσα τῇ ἐκδικήσει | 56 | |
57 | τοῦ Κάϊν, συγχώρησις παρὰ κυρίου ἑβδομηκοντάκις ἑπτὰ ὡς κατάκρισις τοῦ Λάμεχ [ἑβδομηκοντάκις ἑπτά]. ὅσον τὸ παρά‐ πτωμα, τοσοῦτον καὶ τὸ χάρισμα· ὅπου ὀλίγη ἡ ἁμαρτία, ὀλίγη καὶ ἡ ἄφεσις· Ὧι γὰρ ἀφῆκεν ὀλίγον, ὀλίγον καὶ ἀγαπᾷ· | |
5 | Οὗ γὰρ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. Τί οὖν ἐστι τὸ μυστήριον; ἑβδόμη λέγεται ἡμέρα ὁ αἰὼν ὁ τῆς κρίσεως, ἐν ᾧ ὁ ἁμαρτωλὸς ἑπτάκις, ὁ καθ’ ὑπερβολὴν ἑβδομηκοντάκις ἑπτὰ ἐκδικηθήσεται· ὁ δίκαιος ἑπτάκις τιμηθήσεται, ὁ καθ’ ὑπερβολὴν δίκαιος ἑβδομηκοντάκις | |
10 | ἑπτά. ἡ τοῦ θεοῦ φιλανθρωπία νῦν μὲν δι’ αἰνιγμάτων ἡμῖν τὰ μέλλοντα ὑποφαίνει, τότε δὲ ἐπὶ τῆς παρουσίας ἐναργὴς καὶ τετρανωμένη ἔσται ἡ ἀλήθεια. δείξει γὰρ τίς τίνων ἐστὶν ἄξιος. ἑπταπλάσιον τοίνυν ἡμῖν τὴν ἀντίδοσιν χρεωστουμένην | |
τοῖς ἁμαρτωλοῖς συγχωρήσει ὁ κύριος ἐνταῦθα διὰ τῆς ἐξομο‐ | 57 | |
58 | λογήσεως καὶ μετανοίας ἐξιλεωθεὶς παρ’ ἡμῶν. ὥστε εἰδότες τὴν φοβερὰν ἐκείνην ἡμέραν, τὴν τεταμιευμένην ἀντίδοσιν τοῖς ἡμαρτηκόσι, τὴν πρὸς ἀξίαν τῶν πεπλημμελημένων ἀντιμέτρησιν προλαβόντες διὰ τῆς μετανοίας ἀναλύσω‐ | |
5 | μεν τὰ ἁμαρτήματα, ἵνα ἐκεῖ τὸν πολυπλασιασμὸν τῆς ἀντι‐ δόσεως τὸν ἐπίπονον ἐκφύγωμεν. ἑβδόμη τοίνυν αὕτη ἡ ἡμέρα ἐκείνης τῆς ἑβδόμης τῆς συντελείας τοῦ αἰῶνος τύπωμα. Καὶ κατέπαυσεν ὁ θεὸς ἀπὸ πάντων τῶν ἔργων. οὐκέτι ἔργα τοῦ κόσμου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, οὐκέτι γάμοι, οὐκέτι | |
10 | συναλλαγμάτων ἐμπορίαι, γεωργίαι οὐκέτι, ἀλλὰ πᾶσα ἡ γῆ ἐπτοημένη, πᾶσα ἡ κτίσις ἐναγώνιος, ἱδρὼς ἀπα‐ ραμύθητος, καὶ οἱ δίκαιοι ἐναγώνιοι, τίς ποτε ἄρα περὶ αὐτῶν ἡ ψῆφος ἐξενεχθήσεται. καὶ Ἀβραὰμ ἀγωνιάσει τότε, οὐχ ἵνα καταδικασθῇ εἰς γέενναν, ἀλλ’ ἐν ποίᾳ τάξει | |
15 | τῶν δικαίων ταχθήσεται· πρώτῃ ἢ δευτέρᾳ ἢ τρίτῃ. κύριος | |
ἐξ οὐρανῶν καὶ οἱ οὐρανοὶ ῥήγνυνται, δύναμις ἀποκαλύπτεται, | 58 | |
59 | πᾶσα ἡ κτίσις ἔντρομος. τίς ἄφοβος; οὐδὲ ἄγγελοι. παρίσταν‐ ται καὶ αὐτοὶ λόγον τῷ θεῷ δοῦναι. [ἀλλ’] ὁμῶς ἡ ἔνδοξος ἐπιφάνεια πᾶσιν ἐμβάλλει τρόμον. οὐκ ἀκούεις τοῦ Ἡσαΐου λέγοντος· Ἐὰν ἀνοίξῃς τὸν οὐρανόν, τρόμος λήψεται ἀπὸ | |
5 | σοῦ ὄρη; ἐκείνην λέγει τὴν ἡμέραν ἐν ᾗ ὑποπτήσσει τὰ ὄρη, ἐν ᾗ θάλασσα πέπηγεν, ἐν ᾗ ἡ κτίσις σχολάσει, ἡ φύσις νεκροῦται, πᾶσα μέθοδος διαλόγων ἀργεῖ πρὸς τὴν ἐξ οὐρανῶν ἐπιδημίαν. τότε ἁρπάζονται οἱ δίκαιοι, τότε ὄχημα τῶν δικαίων νεφέλαι, τότε πομποὶ τῶν δικαίων ἄγγελοι, τότε | |
10 | δίκαιοι μὲν ὡς ἀστέρες ἀπὸ γῆς εἰς οὐρανὸν ἀναλαμβανόμενοι· οἱ δὲ ἁμαρτωλοὶ δέσμιοι, τῷ ἰδίῳ βάρει τῶν ἁμαρτημάτων πεπεδημένοι, κάτω πεσοῦνται δυσσυνείδητοι. ἐκείνη ἡ ἑβδόμη τοίνυν ὑπὸ ταύτης τῆς ἑβδόμης διασχηματίζεται. Καὶ κατέπαυσεν ὁ θεὸς ἀπὸ πάντων τῶν ἔργων. οὐκέτι τὰ | |
15 | τοῦ βίου τούτου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. ἐκοιμήθησαν ἐπιθυμίαι | |
νεωτερικαί· οὐκέτι περὶ γάμου πρόθεσις, ἐπιθυμία παιδο‐ | 59 | |
60 | ποιΐας οὐκέτι, οὐ περὶ χρυσοῦ φροντὶς οὐδεμία. ἐπελάθου, ὁ φιλάργυρος, τοῦ βαλλαντίου, ἐπελάθου τῆς γῆς, ὁ πολυκτήμων, ἐπελάθου δόξης, ὁ δοξομανής· πάντα ἐκεῖνα ἐξέπτη τῆς διανοίας. ἡ δὲ ψυχὴ πρὸς τῷ φοβοῦντί ἐστι, πρὸς τῇ προσ‐ | |
5 | δοκίᾳ τῶν ἐπηρτημένων δεινῶν. φόβος γὰρ ἐξωθεῖ πᾶσαν τὴν ἐμπολιτευομένην ταῖς ψυχαῖς ἡμῶν ἐμπαθῆ διάνοιαν. ὅπου φόβος θεοῦ, πάντα ἐξελήλαται τὰ τοῦ πάθους σπιλώματα ἐκ τῆς διανοίας ἡμῶν. αὕτη ἡ ἑβδόμη ἐκείνης τῆς ἑβδόμης τύπος. | |
10 | Ἔλαβεν οὖν ὁ θεὸς χοῦν ἀπὸ τῆς γῆς καὶ ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον. οὐκ ἐτελέσθη ἡ κοσμογένεια, οὐ διεκόπη ἡ ἀκολουθία, ἵνα τὸ ἡμέτερον παρεισαχθῇ διήγημα, ἀλλ’ ἐλέχθη· Ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, καί· Κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων· καὶ ἐπειδὴ σχολὴν ἤγαγε, διδάσκει | |
15 | ἡμᾶς πῶς ἐποίησεν· Ἔλαβεν ὁ θεὸς χοῦν ἀπὸ τῆς γῆς. ὅταν | |
ἀκούσῃς χοῦν, παιδεύου ἀφοβίαν ἀνθρώπων· Μὴ λάβῃς | 60 | |
61 | πρόσωπον. μὴ φρόνει ἐπὶ σεαυτῷ μέγα. ὅταν ἔλθωσί σοι λογισμοί, οἴδημα τῆς καρδίας, φλεγμονὴν ἐμποιοῦντες, εἰσελθέτω σοι ἡ ὑπόμνησις τῆς κτίσεως, πῶς ἐκτίσθης· Ἔλαβεν ὁ θεὸς χοῦν ἀπὸ τῆς γῆς καὶ ἔπλασεν ὁ θεὸς τὸν | |
5 | ἄνθρωπον. πότε δύνασαι ἐπιλαθέσθαι σεαυτοῦ; τότε ἐπιλαθοῦ σεαυτοῦ, ὅταν ἀναχωρήσῃς τῆς γῆς. εἰ δὲ οὐδέποτε χωρίζῃ τῆς γῆς, ἀλλὰ συμπεφυκὼς εἶ τῇ γῇ, βαδίζεις ἐπὶ τῆς γῆς, ἐπαναπαύῃ ἐπὶ τῆς γῆς, δικάζῃ ἐπὶ τῆς γῆς, πᾶν ὅπερ ἂν ποιῇς εἴτε μέγα εἴτε μικρὸν ἐπὶ τῆς γῆς, ἐγγὺς ἔχεις τὸ | |
10 | ὑπόμνημα τῆς σεαυτοῦ ταπεινώσεως. ὑβρίσθης καὶ θυμώδης εἶ; πόθεν σοι ὁ θυμός; ἐκ τῆς ἀδοξίας. οὐ κατεδέξω ἀκοῦσαι δυσγενής; εὐθὺς ἐπέζεσέ σοι ὁ θυμός; φιλονεικεῖς εἰπεῖν τι χεῖρον ὧν ἤκουσας; κάτω τὸ βλέμμα, καὶ πέπαυται ὁ θυμός. ἰδὲ τὴν γῆν καὶ ἐνθυμήθητι· δυσγενῆ με εἶπε τὸν ἀπὸ γῆς | |
15 | γενόμενον; ἔλαττον εἶπεν οὗ εἰμὶ ἐγώ· οὐ γὰρ εἶπεν ἐκ τῆς | |
γῆς ἀλλ’ ἀπὸ ἀνθρώπου. πόσῳ δὲ τιμιώτερον ἔμψυχος | 61 | |
62 | ἄνθρωπος γῆς πατουμένης. [ἐγὼ δὲ τὴν ἀρχαίαν βλέπω μητέρα, τὴν γῆν] ὥστε οὐχ ὕβρις τὸ ἀπὸ δούλου γενέσθαι, ἀλλὰ τιμὴ τὸ ἔμψυχον γεννηθῆναι. ὁ δὲ νομίζων με ὑβρίζειν ἔλαθεν ὃ ὕβρισε πλέον τιμήσας· ἐγὼ γὰρ τῆς ἐμαυτοῦ φύσεως | |
5 | τὴν σύνεσιν ἔχω· οἶδα τίς εἰμι καὶ πόθεν εἰμί. οὕτω τὸ ἀπὸ γῆς μεμνῆσθαι ἡμᾶς γεγενῆσθαι οὐδέποτε συγχωρεῖ τὸν θυμὸν ἐπαγρυπνεῖν. σύμμαχος ἔστω τῷ λογισμῷ ἡ γῆ ἀεὶ παροῦσα καὶ ὑπομιμνήσκουσα. ὅταν ἐπ’ ἐπιθυμίας τρέχῃς, ἐνθυμήθητι πῶς ἀπέρχῃ. ἐὰν ἐνθυμηθῇς ὅτι λυθήσῃ εἰς γῆν, | |
10 | πέπαυται ἡ μανία τῆς ἐπιθυμίας· Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ. μνήσθητι ὅτι μετ’ ὀλίγον ταῦτα τὰ νῦν σφύζοντα μέλη ἢ ἡ νῦν αὕτη τῆς σαρκὸς ἐπιθυμία μετ’ ὀλίγον οὐκ ἔσται τῶν μελῶν διαλυθέντων καὶ εἰς γῆν ἀναλυθέντων. μνήσθητι τῆς φύσεως, καὶ λέλυται πᾶσα ὁρμὴ ἡ ἐπὶ τὸ πονηρόν. τοῦτο ἐπὶ | |
15 | πάσης ἁμαρτίας φυλακτήριον ἡμῖν ἔστω τὸ ὑπόμνημα. Ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον, χοῦν ἀπὸ τῆς γῆς. καλὴ ἡ | |
ταπείνωσις, συμφυὲς τὸ ὑπόμνημα. εἰ εἶπεν ὅτι Ἔπλασεν | 62 | |
63 | ὁ θεὸς τὸν ἄνθρωπον ἀπὸ οὐρανοῦ λαβών, πότε ἐβλέπομεν ἐκεῖνον, ἵνα ὑπομνησθῶμεν τῆς φύσεως; ἐκ τῶν προχείρων πάρεστιν ἡμῖν τὸ ὑπόμνημα τῆς ἡμετέρας οὐδενείας, ἐξ ὧν πατοῦμεν. | |
5 | Κατάνευσον ἐπὶ τὴν γῆν καὶ νόησον ὅτι ἐκ τοῦ συγγενοῦς τῆς γῆς τοῦ ἀποβλήτου τῶν ἐν σοὶ ἐξεμορφώθης. τί ἡμῶν εὐκαταφρονητότερον; τί ἡμῶν μᾶλλον ἄξιον τοῦ ἐξουδενοῦν ἑαυτούς; εἶδές τινα μέγα φρονοῦντα, ἐσθῆτα ἀνθινὴν περι‐ βεβλημένον, δακτυλίῳ τὴν χεῖρα περιλαμπόμενον, σφενδόνην | |
10 | τὴν τῶν πολυτίμων φέροντα καὶ ταύτῃ μέγα φρονοῦντα, σηρικῶν νήμασιν ἠμφιεσμένον, † οἰκέτας ἔχοντα τὰς κόμας ἀνειμένας καὶ ταύτας ξανθὰς καὶ κατεπιτηδεύμασι σοβοῦντα, μανιάκας χρυσοῦς περιφέροντα, ἐπ’ ἀργυρᾶς καθέδρας | |
καθεζόμενον, μέγα βαδίζοντα, μέγα φρονοῦντα, μέγα | 63 | |
64 | φθεγγόμενον ἐπὶ τῷ πλήθει τῶν οἰκετῶν, τῶν κολάκων οὓς ἐπισύρεται, ἐπὶ τῇ τραπέζῃ τῇ πολυτελεῖ, ἐπὶ τοῖς ἀσπασμοῖς οὓς πάντες αὐτῷ προσάγουσιν ἐπὶ τῆς ἀγορᾶς, οἱ ἐξανιστά‐ μενοι τῶν βάθρων, οἱ προαπαντῶντες, οἱ παραπέμποντες, | |
5 | οἱ ῥαβδοῦχοι. ὅταν ἴδῃς τοὺς ἄρχοντας τούτους τοὺς ὑπὸ κήρυκι ὑψηλῇ τῇ φωνῇ προαγομένους, ὅταν ἴδῃς αὐτοὺς φοβοῦντας τὸν δεῖνα καὶ τὸν δεῖνα ξέοντας, ἄλλον δημεύοντας κἀκεῖνον θανάτῳ παραδιδόντας, μὴ φοβηθῇς τὰ ὁρώμενα, μὴ πτοηθῇς ἐπὶ τοῖς γενομένοις † τὸν αὐτὸν προστάσσοντα, | |
10 | μὴ ξενίσῃ σε ἡ φαντασία. ἐνθυμήθητι ὅτι Ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον, χοῦν ἀπὸ τῆς γῆς. εἰ μὲν ἄλλο τί ἐστι, φοβήθη‐ τι, εἰ δὲ χοῦς ἀπὸ τῆς γῆς, καταφρόνησον. Καὶ ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον. οὐκ εὐθὺς ἡ φωνὴ τοῦ | |
Ἔπλασε τεχνικήν τινα τοῦ θεοῦ περὶ τὸν ἄνθρωπον ἐνέργειαν | 64 | |
65 | ἡμῖν ὑποφαίνει; Ἔπλασεν ὁ θεός. ἆρα οὕτως ἔπλασεν ὡς οἱ τὰ πήλινα πλάσσοντες, ὡς οἱ τὸν χαλκὸν χωνεύοντες; ἀλλ’ ἀνδριάντος μὲν πλάσις καὶ γύψου διάπλασις μέχρις ἐπιφανείας τὴν μίμησιν ἔχει. εἶδες τὸν ἀνδριάντα πῶς | |
5 | ἕστηκε μετά τινος ἤθους; ἢ θυμὸν ἐμφαίνει ὁ τοῦ στρατιώτου ἀνδριὰς ἢ γυναικείαν διάθεσιν ὁ χαλκός, ὅταν εἰς γυναῖκα σχηματισθῇ ἢ τὰ ἄλλα, ὅσα δύναται ἡ τέχνη διὰ τῆς μιμήσεως συνεισάγειν [διὰ] τοῦ ἤθους τῷ χαρακτῆρι. θεοῦ δὲ πλάσις οὐ τοιαύτη, ἀλλ’ Ἔπλασε τὸν ἄνθρωπον, καὶ ἡ δημιουργικὴ | |
10 | αὐτοῦ ἐνέργεια πάντα διωργάνωσεν ἐπὶ τὸ βάθος χωρήσασα ἔνδοθεν. εἴ μοι τοσοῦτον περιῆν σχολῆς, ἵνα σοι δείξω τοῦ ἀνθρώπου τὴν κατασκευήν, καὶ ἔμαθες ἐκ σεαυτοῦ τὴν περὶ σὲ σοφίαν τοῦ θεοῦ, ὅτι κατὰ ἀλήθειαν μικρὸς διάκοσμος ἄνθρωπος καὶ καλῶς ἐποίησαν οἱ τούτῳ τῷ ὀνόματι αὐτὸν | |
15 | ἀποσεμνύναντες. πόσαι περὶ τὸ πρᾶγμα τοῦτο πραγματεῖαι | 65 |
66 | κατηναλώθησαν. αἱ φυσιολογίαι τῶν ἰατρῶν, τῶν γυμναστῶν αἱ παρατηρήσεις, ἢ περὶ ἀναλογίας ἢ περὶ τῶν μελῶν πρὸς ἄλληλα συμμετρίας ἢ περὶ πλήθους πολυσαρκίας· ταῦτα πάντα εἰς τὴν † περὶ ἀνθρώπου διάπλασιν εἰσέρχεται. καὶ πόθεν | |
5 | ἐμοὶ λόγος τοσοῦτος, ὥστε δυνηθῆναί με εἰπεῖν μετὰ ἀκρι‐ βείας, ὅσα ἐν μιᾷ φωνῇ τοῦ Ἔπλασε περιέχεται; τὰ δὲ πρόχειρα κἂν ἐγὼ μὴ εἴπω, σὺ οἶδας. Ἔπλασεν ὁ θεὸς ὀρθόν. ἐξαίρετον ταύτην σοι τὴν διάπλασιν παρὰ τὰ λοιπὰ ζῷα ἔδωκε. διὰ τί; ἐπειδὴ ἐξαίρετόν σοι | |
10 | καὶ τὴν ἐνέργειαν ἀποδιδόναι ἔμελλε. τὰ μὲν γὰρ ἄλλα βοσκήματά ἐστι καὶ πρὸς ἃ πέφυκε, πρὸς ταῦτα ἔχει τὴν κατασκευήν. ἐγενήθη τὸ πρόβατον νέμεσθαι, κάτω ἔχει τὴν κεφαλὴν συννεύουσαν τῇ γαστρὶ ἐνορᾶν καὶ τοῖς ὑπὸ γαστέρα, ἐπειδὴ τέλος ἐκείνοις εὐδαιμονίας γαστρὸς πλήρωσις | |
15 | καὶ ἡδονῆς ἀπόλαυσις. ἄνθρωπος δὲ οὐκέτι εἰς γαστέρα | 66 |
67 | βλέπει, ἀλλ’ εἰς τὰ ἄνω. κεφαλὴ αὐτῷ ὑψηλή, ἵνα τὴν ἄνω βλέπῃ συγγένειαν, ὀφθαλμοὶ οὐκ εἰς τὴν γῆν νεύοντες. μὴ τοίνυν ποίει σεαυτὸν παρὰ φύσιν, μὴ τὰ γήϊνα περισκόπει, ἀλλὰ τὰ οὐράνια, Οὗ ὁ Χριστός ἐστιν· Εἰ συνηγέρθητε, | |
5 | γάρ φησι, τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν. οὕτως ἐπλάσθης. αὐτὸ τὸ διάπλασμα διδασκάλιόν ἐστι τοῦ τέλους πρὸς ὃ γέγονας. ἐγένου ἵνα θεὸν βλέπῃς, οὐχ ἵνα ἐπὶ γῆν σύρηταί σου ἡ ζωή, οὐχ ἵνα τὴν κτηνώδη ἔχῃς ἀπόλαυσιν, ἀλλ’ ἵνα τὴν οὐράνιον ἐπιτελῇς πολιτείαν. διὰ | |
10 | τοῦτο Σοφοῦ οἱ ὀφθαλμοὶ ἐν κεφαλῇ αὐτοῦ, ὁ σοφός φησιν Ἐκκλησιαστής. τίνος δὲ οὐκ ἐν κεφαλῇ οἱ ὀφθαλμοί; ἀλλ’ ἐν κεφαλῇ, τουτέστιν ἵνα τὰ ὑψηλὰ σκοπῶσιν. ὁ δὲ εἰς τὰ ὑψηλὰ μὴ βλέπων ἀλλ’ εἰς τὰ γήϊνα, ὀφθαλμοὺς ἔχει εἰς γῆν | |
συρομένους. | 67 | |
68 | Ὀφθαλμοὶ τοίνυν κάθηνται † κυκλοτερεῖς κεφαλῆς ἐπικειμένης τοῖς ὤμοις. οὐδὲ αὐτὴ ἐνδεδυκυῖα, ἵνα μὴ ταπεινὴ ᾖ, ἀλλ’ ἐρείσματι ἀξιολόγῳ τῷ αὐχένι ἐπίκειται. ἄνω ἡ κεφαλὴ καὶ οἱ ὀφθαλμοὶ δίδυμοι βολαί. οὐκ ἤρκει, | |
5 | εἰπέ μοι, εἷς; ἀλλὰ δύο ὀφθαλμοὶ ἀλλήλων διάδοχοι, ἵνα ἡ τοῦ ἑνὸς διάλυσις τὴν τοῦ ἑτέρου παραμυθίαν ἔχῃ. ἔπειτα καὶ ἀπὸ ἑνὸς προερχόμενον τὸ ὁρατικὸν ἀσθενέστερον, ἐκ δὲ δύο πηγῶν συμβαλλόμενος ὁ ὁλκὸς εὐτονώτερος γίνεται· [προϊοῦσα γὰρ ἡ ὄψις ὁμοῦ μὲν προσαναπαύεται τῷ διατειχί‐ | |
10 | σματι τῆς ῥινός, ὁμοῦ δὲ προκύπτουσα ἑνοῦται.] οἷον γάρ τις ὀχετὸς ἀφ’ ἑκατέρας τῆς ὄψεως πρόεισιν ἐντεῦθεν τὸ ὁρατικὸν τοῦτο κἀκεῖθεν ἐκεῖνο, πόρρωθεν δὲ τῇ συμβολῇ ἑνοῦται, ἑνούμενον δὲ ἰσχυρότερον γίνεται. τίς ἡ ἀπόδειξις ὅτι ἑνοῦται; οὐχ ὁρᾷς τοὺς γέροντας ὅτι πρὸς τὰ μὲν ἐγγὺς οὐ βλέπουσιν; | |
15 | ἐπειδὴ γὰρ ἀσθενές ἐστι τὸ ὁρατικόν, σχιζόμενον τὸ ἐγγὺς | 68 |
69 | οὐχ ὁρᾷ, ὅπου δὲ ἡ συμβολὴ τῆς ὄψεως οἷον [ἐπὶ] πλημμύρας τινὸς κατὰ τὴν ὄψιν γινομένης, εὐτονωτέρα γίνεται τῶν αἰσθητῶν ἡ ἀνάληψις. Καὶ πόσαι περὶ τὸν ὀφθαλμὸν φυλακαί. χιτὼν ἔνδοθεν, | |
5 | καὶ οὐκ ἀρκεῖ οὗτος. οὐ γὰρ ἠδύνατο εἷς παχὺς εἶναι. εἰ παχὺς ἦν, προκάλυμμα ἂν ἦν τῆς ὄψεως. ἔδει δὲ διαφανὲς εἶναι καὶ ἐλαφρόν. οὐκοῦν εἷς διαυγής, εἷς ἀραιός· [ὁ μὲν κρυσταλλοειδής, ὁ δὲ κερατοειδής·] ὁ προκεκα‐ λυμμένος ἰσχυρότερος, ὁ ἔνδοθεν ἀραιότερος, ἵνα μὴ κωλύῃ | |
10 | τὴν παρείσδυσιν. ὁ τρίτος κρυσταλλοειδής, ἵνα ἐν ἑαυτῷ | |
τὴν ἔμφασιν καὶ τὴν διαύγειαν ἔχῃ. προβολὴ τὸ βλέφαρον· | 69 | |
70 | προκάλυμμα τοῦτο καὶ σκέπασμα καὶ οἷον οἰκητήριον καὶ φυλακτήριόν ἐστιν. ἠδύνατο σκεπάζειν ἡ χείρ. ἕως ἤρχετο ἡ χείρ, ἔφθανεν ὁ ὀφθαλμὸς ἀμαυρωθῆναι. νῦν δὲ ἐγγύθεν παράκειται τὸ βλέφαρον, ἄνωθεν ἐπίκειται. ὁμοῦ τε ᾔσθετο | |
5 | τῆς βλάβης καὶ προέβαλε τὸ προκάλυμμα. [διὰ τοῦτο καὶ κόρη ὑπὸ παραπετάσματι καθεζομένη οὐκ ἀεὶ εὐεπιχείρη‐ τος.] ἀνέπαφον τοῦτο μόνον τῶν ἐν ἡμῖν μελῶν βούλεται εἶναι ὁ ὀφθαλμὸς ὑπὸ παραπετάσματι τῷ βλεφάρῳ καλυπτό‐ μενος. ἀκίδες τῶν τριχῶν περιβεβλημέναι. διὰ τί; ἵνα | |
10 | ἀκριβεστέρα γένηται ἡ περιπλοκὴ τῶν βλεφάρων τοῦ ἄνω πρὸς τὸ κάτω. οἷον γὰρ σύνδεσμοί εἰσιν ἀλλήλαις περιπλεκό‐ μεναι αἱ τρίχες. εἶτα καὶ τὰ λεπτὰ τῶν ζῴων πόρρωθεν κωλύει καὶ τὰ χνοώδη οὐκ ἐᾷ πλησιάσαι τῇ κόρῃ δυναμένῃ πανταχόθεν ἀμαυροῦσθαι. [οἰκεία τίς ἐστι φυλακὴ περὶ ἡμᾶς | |
15 | περικειμένη διὰ τῶν τριχῶν, ὁμοῦ μὲν τῇ περιγραφῇ εὐπρέ‐ | |
πειαν χαριζομένη, ὁμοῦ δὲ τὴν ὠφέλειαν παρεχομένη.] | 70 | |
71 | ὀφρῦς ἄνω προβεβλημένη οἰκεῖον προβόλαιον, ἵνα κατευθύνῃ τὸ ὁρατικόν. τίς ἡ ἀπόδειξις; ὅταν βουληθῇς πόρρωθεν σκοπεῦσαι καὶ κοιλάνας τὴν χεῖρα ὑπερτείνῃς τῶν ὀφρύων, διὰ τί τοῦτο γίνεται; ἵνα τὸ ἐπὶ τὸ ἄνω διαφορούμενον τῆς ὄψεως | |
5 | μὴ εἰκῇ σκεδαννύηται † κατευθυνόμενον ἐκ τῆς προβολῆς τῆς χειρὸς καὶ ἐπὶ τὸ ἔμπροσθεν ὠθούμενον ἀκριβεστέραν καὶ εὐτονωτέραν ποιῇ τοῦ ὁρατικοῦ τὴν διόρθωσιν [ἥ τε πάροδος τοῦ βλεπτικοῦ κατευθύνεται ὑπὸ τῆς κατὰ τὴν χεῖρα προ‐ βολῆς]. † διὰ τοῦτο ὀφρύες ὁμοῦ μὲν τὸν ὀφθαλμὸν κατ‐ | |
10 | ευθύνουσαι, ὁμοῦ δὲ καὶ τὸν ἐκ τῶν πόνων ἱδρῶτα οὐκ ἐῶσαι ἐπιρρέειν καὶ κώλυμα γενέσθαι ταῖς ὄψεσι, διὰ τοῦτο δια‐ τειχίζουσιν αἱ ὀφρύες †. ποῖος ἀμπελουργὸς οὕτω δύναται καλῶς ἀπαρτῆσαι τὴν ἄμπελον ὀφρύϊ τε περιβαλεῖν, ὡς δυσεπιχείρητον αὐτὴν εἶναι, ὡς μὴ εὐεπίδρομον εἶναι ταῖς | |
15 | παρακειμέναις χαράδραις τὸν χῶρον, ὡς ἐποίησεν ὁ κύριος | 71 |
72 | τὴν τῶν ὀφρύων περιβολήν; ἃς μηνοειδῶς ἡμῖν περιέγραψεν ἀπὸ μιᾶς συμβολῆς τῆς κατὰ ῥῖνα ἐφ’ ἑκάτερα μεριζομένας, ἵνα ὁ ἱδρὼς τῇδε κἀκεῖσε περιρρέων μηδεμίαν ἀσχολίαν παρέχῃ τῷ γεωργῷ μηδὲ ἀπομασσόμενος τὸν ἱδρῶτα τὴν | |
5 | χεῖρα ἀπαγάγῃ τῆς ἀμπέλου, ἀλλ’ ὁμοῦ τε ῥέοι ὁ ἱδρὼς διὰ τῶν ἰδίων ὀχετῶν (πάλαι τοῦ δημιουργοῦ αὐτὸν ἐξοχετεύσαν‐ τος ἐπὶ τὰ ἄχρηστα), ὁμοῦ τε ὁ ὀφθαλμὸς τὴν ἰδίαν ἐνέρ‐ γειαν ἐπιτελοίη. Ἐὰν βουληθῶμεν εἰπεῖν † μόνον τῶν περὶ ἡμᾶς τεχνικῶς | |
10 | παρὰ θεοῦ γενομένων, ἐπιλείψει ἡμᾶς ἡ ἡμέρα πᾶσα. ἀλλ’ ἐξ ἑνὸς τούτου πάντων ὑμεῖς λάβετε τὴν ἔννοιαν. ἡμᾶς δὲ ἐπειγομένους ἐπί τινα ὁδὸν ἀναγκαίαν μετ’ εὐχῶν προπέμ‐ ψατε, ἵνα ἐν τάχει ὑμῖν ἀποσωθέντες καὶ τῶν λειπομένων ἀποδῶμεν τὸ χρέος χάριτι τοῦ πάντα οἰκονομήσαντος περὶ | |
15 | ἡμᾶς κυρίου τοῦ κτίσαντος ἡμᾶς τῇ ἑαυτοῦ χάριτι, ὅτι | |
αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. | 72 |