TLG 2017 033 :: GREGORIUS NYSSENUS :: Epistulae GREGORIUS NYSSENUS Theol. Epistulae Source: Pasquali, G. (ed.), Gregorii Nysseni opera, vol. 8.2, 2nd edn. Leiden: Brill, 1959: 3–95.
Citation: Epistle — section — (line) | ||
1t | Φλαβιανῷ ἐπισκόπῳ | |
1.1 | Οὐκ ἐν καλοῖς, ὦ ἄνθρωπε τοῦ θεοῦ, τὰ ἡμέτερα· προϊ‐ όντα γὰρ τὰ κακὰ ἐν τοῖς τὸ ἄδικόν τε καὶ ἀπροφάσιστον καθ’ ἡμῶν κινήσασι μῖσος οὐκέτι διὰ στοχασμῶν τινων ὑπονοεῖται, ἀλλ’ ἐν παρρησίᾳ σπουδάζεται, καθάπερ τι | |
1.2 | τῶν ἀγαθῶν κατορθωμάτων. ὑμεῖς δὲ οἱ τέως ἔξω ὄντες τοῦ τοιούτου κακοῦ καταρρᾳθυμεῖτε τοῦ παῦσαι νεμο‐ μένην ἐν τῇ γειτονίᾳ τὴν φλόγα, ὥσπερ οὐκ εἰδότες ὅτι οἱ καλῶς περὶ τῶν ἰδίων βουλευσάμενοι τὸν τῶν γειτόνων | |
5 | ἐμπρησμὸν ἐν πολλῇ τῇ σπουδῇ καταστέλλουσι, δι’ ὧν τοῖς πλησίον βοηθοῦσι τὸ μὴ δεηθῆναι τῆς ἐπὶ τοῖς ὁμοίοις | |
---|---|---|
1.3 | βοηθείας πραγματευόμενοι. τί οὖν ἐστιν ὃ λέγω; ἐπιλέ‐ λοιπεν τὸν βίον ἡ ὁσιότης, πέφευγεν ἀφ’ ἡμῶν ἡ ἀλήθεια· τῆς δὲ εἰρήνης πρότερον μὲν τὸ γοῦν ὄνομα εἴχομεν περι‐ φερόμενον ἐν τοῖς στόμασιν, νῦν δὲ οὐ μόνον ἐκείνη οὐκ | |
5 | ἔστιν, ἀλλ’ οὐδὲ τὸ ὄνομα αὐτῆς ἡμῖν ὑπολέλειπται. ὡς δ’ ἂν εἰδείης σαφέστερον ὑπὲρ ὧν σχετλιάζω, δι’ ὀλίγων σοι | |
τὴν τραγῳδίαν ἐκθήσομαι. | 3 | |
1.4 | Ἦσάν τινες οἱ τὸν αἰδεσιμώτατον Ἑλλάδιον δυσμε‐ νῶς πρὸς ἡμᾶς ἔχειν καταμηνύοντες καὶ πρὸς πάντας διεξ‐ ιέναι ὡς τῶν μεγίστων αὐτῷ κακῶν αἴτιος εἴην ἐγώ. οὐκ ἐπειθόμην τοῖς λεγομένοις, πρὸς ἐμαυτὸν καὶ τὴν ἐν τοῖς | |
5 | πράγμασιν ἀλήθειαν βλέπων· ὡς δὲ παρὰ πάντων ὁμοφώ‐ νως τὰ αὐτὰ πρὸς ἡμᾶς ἀπηγγέλλετο καὶ συνέβαινεν ταῖς φήμαις τὰ πράγματα, πρέπειν ᾠήθην μὴ περιιδεῖν ἀθερά‐ πευτον τὴν ἄρριζόν τε καὶ ἀφύτευτον ταύτην δυσμένειαν. | |
1.5 | διὸ καὶ πρὸς τὴν σὴν ἐπέστειλα θεοσέβειαν, καὶ πολλοὺς ἄλλους τοὺς δυναμένους συμβαλέσθαι τι πρὸς τὸ προκεί‐ μενον ἐπὶ τὴν σπουδὴν ταύτην παρώρμησα· καὶ τέλος, τὴν μνήμην τοῦ μακαριωτάτου Πέτρου παρὰ Σεβαστηνοῖς πρώ‐ | |
5 | τως ἀγομένην ἐπιτελέσας, καὶ τὰς συνήθως παρ’ αὐτῶν ἐπιτελουμένας τῶν ἁγίων 〈μʹ〉 μαρτύρων μνήμας κατὰ τὸν αὐ‐ τὸν χρόνον συνδιαγαγὼν ἐκείνοις, ἐπὶ τὴν ἐμαυτοῦ πάλιν | |
1.6 | ἐκκλησίαν ὑπέστρεφον. καί τινος μηνύσαντος κατὰ τὴν ὀρει‐ νὴν αὐτὸν ἐνορίαν διάγειν μαρτύρων ἐπιτελοῦντα μνήμας, τὰ μὲν πρῶτα τῆς ὁδοῦ εἰχόμην, εὐπρεπέστερον εἶναι κρί‐ | |
νων ἐπὶ τῆς μητροπόλεως γενέσθαι τὴν συντυχίαν· ὡς δέ | 4 | |
5 | τις τῶν γνησίων κατὰ σπουδήν μοι συντετυχηκὼς ἀρρωστεῖν αὐτὸν διεβεβαιώσατο, καταλιπὼν ἐν τῷ τόπῳ τὸ ὄχημα, ἐν ᾧ παρὰ τῆς τοιαύτης κατελήφθην φήμης, ἵππῳ τὸ μεταξὺ διῆλθον διάστημα, κρημνῶδες καὶ ὀλίγου ἀπόρευτον ταῖς | |
1.7 | τραχυτάταις ἀνόδοις. ἦν δὲ πεντεκαίδεκα σημεῖα, ὡς παρὰ τῶν ἐγχωρίων ἠκούσαμεν, οἷς τὸ ἐν τῷ μέσῳ διεμετρεῖτο διάστημα. τούτων τὰ μὲν ἐκ ποδὸς τὰ δὲ διὰ τοῦ ἵππου μόλις διελθών, ὄρθριος, μέρει τινὶ καὶ τῆς νυκτὸς συγχρη‐ | |
5 | σάμενος, κατὰ τὴν πρώτην τῆς ἡμέρας ὥραν ἐφίσταμαι τοῖς Ἀνδαημονοῖς· οὕτω γὰρ ὀνομάζεται τὸ χωρίον, ἐν ᾧ ἦν ἐκ‐ | |
1.8 | κλησιάζων ἐκεῖνος μετὰ ἄλλων ἐπισκόπων δύο. ἄποθεν δὲ κατιδόντες ἐξ αὐχένος τινὸς ὑπερκειμένου τῆς κώμης τὴν ἐν τῷ ὑπαίθρῳ τῆς ἐκκλησίας συνδρομήν, βάδην τὸν με‐ ταξὺ διήλθομεν τόπον, ἐκ ποδός τε προϊόντες αὐτός τε | |
5 | καὶ ἡ μετ’ ἐμοῦ συνοδία καὶ τοὺς ἵππους διὰ χειρὸς ἐφελ‐ κόμενοι· ὥστε φθάσαι ὁμοῦ τὰ δύο γενέσθαι, ἐκεῖνόν τε ἐκ τῆς ἐκκλησίας ἐπὶ τὴν οἰκίαν ὑποστρέψαι καὶ ἡμᾶς πλη‐ | |
1.9 | σιάσαι τῷ μαρτυρίῳ. μηδεμιᾶς δὲ γενομένης ἀναβολῆς ἐπέμφθη παρ’ ἡμῶν ὁ μηνύσων αὐτῷ τὴν παρουσίαν· καὶ μικροῦ διαγεγονότος διαστήματος ὁ ὑπηρετούμενος αὐτῷ διάκονος συνέτυχεν ἡμῖν, ὃν παρεκαλέσαμεν διὰ τάχους | |
5 | μηνῦσαι, ὥστε ἐπὶ πλεῖον αὐτῷ συνδιαγαγεῖν, ἐφ’ ᾧ τε καιρὸν εὑρεῖν πρὸς τὸ μηδὲν περιοφθῆναι τῶν ἐν ἡμῖν | |
1.10 | ἀθεράπευτον. μετὰ τοῦτο ἐγὼ μὲν ἐκαθήμην κατὰ τὸ ὕπαι‐ θρον ἀναμένων τὸν εἰσκαλοῦντα καὶ προεκείμην ἄκαιρον | |
θέαμα τοῖς ἐπιδημοῦσι κατὰ τὴν σύνοδον. καὶ χρόνος διεγένετο οὐκ ὀλίγος, καὶ νυσταγμὸς ἐπὶ τούτοις καὶ ἀκη‐ | 5 | |
5 | δία καὶ ὁ ἐκ τῆς ὁδοῦ κόπος ἐπιτείνων τὴν ἀκηδίαν καὶ τὸ θάλπος ἰσχυρὸν καὶ οἱ πρὸς ἡμᾶς ἀποβλέποντες καὶ ἀλλήλοις διὰ τῶν δακτύλων ὑποδεικνύοντες—καὶ ἅπαντα τὰ τοιαῦτα οὕτω μοι βαρέα ἦν, ὡς ἀληθεύειν ἐπ’ ἐμοῦ τὸ | |
1.11 | τοῦ προφήτου ὅτι Ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου. καὶ πρὸς μεσημβρίαν ἤδη προελθούσης τῆς ὥρας εἰσηνέχθην, πολλὰ μεταμεληθεὶς καὶ πρὸ τῆς συντυχίας ὡς ἐμαυτῷ τῆς ἀτιμίας ἐκείνης παρασχὼν τὴν αἰτίαν· καὶ χαλεπώτερον | |
5 | τῆς παρὰ τῶν ἐχθρῶν μοι γινομένης ὕβρεως ὁ ἐμός με λογισμὸς ἠνία, μαχόμενος τρόπον τινὰ πρὸς ἑαυτὸν καὶ μεταγινώσκων ἐν ὑστεροβουλίᾳ ὑπὲρ ὧν προέθετο. | |
1.12 | Ὡς δ’ οὖν μόλις ἠνοίγη ἡμῖν τὰ ἀνάκτορα καὶ τῶν ἀδύ‐ των ἐντὸς ἐγενόμεθα, οἱ μὲν πολλοὶ ἀπεκλείσθησαν τῆς εἰσόδου, ὁ δὲ ἐμὸς συνεισῆλθε διάκονος, ὃς τῇ χειρὶ τὸ σῶμα ὑπήρειδεν πεπονηκὸς ἐκ τοῦ κόπου. ἐγὼ δὲ προσει‐ | |
5 | πὼν αὐτὸν καὶ ἐπ’ ὀλίγον σταθεὶς ὥστε μοι γενέσθαι προ‐ τροπὴν εἰς καθέδραν, ὡς οὐδὲν τούτων ἐγίνετο, ἐπί τινος τῶν πόρρωθεν βάθρων διατραπεὶς ἀνεπαυσάμην, ἀναμένων εἰ ἄρα τι φθέγξαιτο πρὸς ἡμᾶς εὐμενὲς ἤ τι φιλάνθρωπον ταῖς γοῦν ὀφρύσιν ἡμῖν ἐπινεύσειεν. ἀλλ’ ἀπ’ ἐναντίας τῇ | |
10 | ἐλπίδι τὰ πάντα· σιωπὴ γὰρ ἦν τὸ ἀπὸ τούτου νυκτερινὴ | |
καὶ κατήφεια τραγικὴ καὶ θάμβος καὶ ἔκπληξις καὶ παντε‐ λὴς ἀφωνία καὶ χρόνος οὐκ ἐν μικρῷ διαστήματι καθάπερ | 6 | |
1.13 | ἐν μελαίνῃ νυκτὶ δι’ ἡσυχίας παρατεινόμενος. ἐγὼ δὲ τού‐ τοις ἐναποπαγεὶς τὴν διάνοιαν διὰ τὸ μηδὲ τῆς κοινῆς αὐτὸν θελῆσαι μεταδοῦναι φωνῆς διὰ τῶν κατημαξευμένων τούτων τὴν συντυχίαν ἀφοσιούμενον, οἷον τοῦ εὖ ἥκεις | |
5 | ἢ τοῦ πόθεν ἥκεις; ἢ ὑπὲρ τίνος; αὐτόματος, ἢ τίς ἡ τῆς παρουσίας σπουδή; τὴν ἡσυχίαν ἐκείνην τῆς ἐν ᾅδου δια‐ | |
1.14 | γωγῆς ἐποιούμην εἰκόνα. μᾶλλον δὲ καταγινώσκω τοῦ ὑποδείγματος· ἐν ᾅδου γὰρ ἰσονομία πολλή, μηδενὸς τῶν ὑπὲρ γῆς τὴν περὶ τὸν βίον τραγῳδίαν ἐργαζομένων κἀ‐ κείνην τὴν διαγωγὴν διοχλοῦντος· οὐ γὰρ συγκαταβαίνει, | |
5 | καθά φησιν ὁ προφήτης, τοῖς ἀνθρώποις ἡ δόξα, ἀλλὰ καταλιποῦσα ἡ ἑκάστου ψυχὴ τὰ νῦν σπουδαζόμενα τοῖς πολλοῖς, ὕβριν λέγω καὶ ὑπερηφανίαν καὶ τῦφον, λιτή τις καὶ ἀκατάσκευος ἐπιχωριάζει τοῖς κάτω, ὡς μηδὲν τῶν | |
1.15 | τῇδε μοχθηρῶν καὶ παρ’ ἐκείνοις εἶναι. πλὴν ἀλλ’ ἐμοὶ ᾅδης ἢ δεσμωτήριον ἀφεγγὲς ἢ ἄλλο τι σκυθρωπὸν κολα‐ στήριον ἐδόκει τὰ παρόντα εἶναι, λογιζομένῳ ὅσων ἀγαθῶν ἐγενόμεθα παρὰ τῶν πατέρων ἡμῶν διάδοχοι καὶ οἷα διη‐ | |
1.16 | γήματα τοῖς μεθ’ ἡμᾶς καταλείψομεν. τί δὲ λέγω τῶν πατέρων τὴν πρὸς ἀλλήλους ἀγαπητικὴν σχέσιν; θαυμαστὸν γὰρ οὐδὲν ἀνθρώπους ὄντας ἐν ὁμοτίμῳ τῇ φύσει μηδὲν | |
ἐθέλειν πλέον ἀλλήλων ἔχειν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ | 7 | |
5 | ἀλλήλους ἡγεῖσθαι ἑαυτῶν ὑπερέχειν· ἀλλ’ ἐκεῖνο μάλιστά μου τῆς διανοίας καθήπτετο, ὅτι ὁ πάσης κτίσεως δεσπότης, ὁ μονογενὴς υἱὸς ὁ ὢν ἐν τοῖς κόλποις τοῦ πατρός, ὁ ἐν ἀρχῇ ὤν, ὁ ἐν μορφῇ θεοῦ ὑπάρχων, ὁ τὰ σύμπαντα φέρων τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, οὐκ ἐν τούτῳ μόνον ἐτα‐ | |
10 | πείνωσεν ἑαυτόν, ἐν τῷ διὰ σαρκὸς ἐπιδημῆσαι τῇ ἀν‐ θρωπίνῃ φύσει, ἀλλὰ καὶ τὸν προδότην ἑαυτοῦ Ἰούδαν τῷ ἰδίῳ στόματι διὰ φιλήματος προσεγγίζοντα δέχεται καὶ εἰσελθὼν εἰς τὴν οἰκίαν Σίμωνος τοῦ λεπροῦ τὸ μὴ φιλη‐ θῆναι παρ’ αὐτοῦ ὡς ἀφιλάνθρωπον ὀνειδίζει· ἐγὼ δὲ | |
1.17 | οὐδὲ ἀντὶ λεπροῦ ἐλογίσθην. τῷ τίνι ὁ τίς; τὴν διαφο‐ ρὰν εὑρεῖν οὐκ ἔχω· τῷ πόθεν καταβεβηκότι ὁ ποῦ κεί‐ μενος; εἴ γε τὰ τοῦ κόσμου βλέπει τις τούτου. εἰ μὲν γὰρ τὰ τῆς σαρκὸς ἐξετάζοι τις, τοσοῦτον ἴσως ἀνεπαχθές ἐστι | |
5 | λέγειν, ὅτι ὁμότιμον ἐπ’ ἀμφοτέρων τὸ εὐγενὲς καὶ ἐλεύ‐ | |
1.18 | θερον· εἰ δὲ τὴν ἀληθῆ τις ἐπιζητοίη τῆς ψυχῆς ἐλευθε‐ ρίαν τε καὶ εὐγένειαν, ἐπ’ ἴσης δοῦλοι τῆς ἁμαρτίας ἀμ‐ φότεροι, ἐπ’ ἴσης τοῦ αἴροντος τὰς ἁμαρτίας δεόμεθα. ἄλλος ἐστὶν ὁ τῷ ἰδίῳ αἵματι τοῦ θανάτου καὶ τῶν ἁμαρτιῶν | |
5 | ἡμᾶς λυτρωσάμενος, ὃς καὶ ἐξηγόρασεν ἡμᾶς καὶ ὑπερη‐ φανίαν τινὰ κατὰ τῶν ἐξαγορασθέντων οὐκ ἐπεδείξατο, ὁ νεκροὺς εἰς ζωὴν ἀνακαλούμενος, ὁ πᾶσαν ἐξιώμενος ἀρρω‐ | |
στίαν καὶ ψυχῶν καὶ σωμάτων. | 8 | |
1.19 | Ἐπεὶ οὖν ὁ καθ’ ἡμῶν τῦφος καὶ ὁ τῆς ὑπερηφανίας ὄγκος μικροῦ δεῖν τῷ οὐρανίῳ ὕψει στενοχωρούμενος ἦν, ὕλην δέ τινα καὶ ἀφορμὴν πρὸς τὴν νόσον οὐδεμίαν ἑώ‐ ρων, ὅθεν συγγνωστὸν γίνεται τὸ τοιοῦτον πάθος ἐπὶ τῶν | |
5 | ἐκ περιστάσεώς τινος ταύτην ἀναλαμβανόντων τὴν νόσον, ὅταν ἢ γένος ἢ παίδευσις ἢ ἀξιώματος ὑπεροχὴ τὰ χαυνό‐ τερα ἤθη διαφυσήσῃ, οὐκ εἶχον ὅπως ἐμαυτὸν ἀτρεμεῖν νουθετήσω, διοιδούσης μοι πρὸς τὴν ἀλογίαν τῶν γινομένων ἔνδοθεν τῆς καρδίας καὶ τοὺς ὑπὲρ τῆς ὑπομονῆς λογισμοὺς | |
1.20 | διαπτυούσης. ὅτε καὶ μάλιστα τὸν θεῖον ἠγάσθην ἀπόστολον οὕτως ἐναργῶς τὸν ἐμφύλιον ἡμῖν διαγράφοντα πόλεμον, λέγοντα εἶναί τινα ἐν τοῖς μέλεσι νόμον ἁμαρτίας τὸν ἀντι‐ στρατευόμενον τῷ νόμῳ τοῦ νοὸς καὶ ποιοῦντα πολλάκις | |
5 | ἑαυτῷ τὸν νοῦν αἰχμάλωτόν τε καὶ ὑποχείριον, ταύτην ἐν ἐμαυτῷ βλέπων τῶν δύο λογισμῶν τὴν ἐξ ἐναντίου παρά‐ ταξιν, τοῦ τε χαλεπαίνοντος πρὸς τὴν ἐξ ὑπερηφανίας ὕβριν | |
1.21 | καὶ τοῦ τὸ διοιδοῦν καταστέλλοντος. ἐπεὶ δὲ κατὰ θεοῦ χάριν ἐπεκράτησεν ἡ κρείττων ῥοπή, τότε πρὸς αὐτὸν εἶπον ἐγώ· „Μὴ ἄρα τί σοι τῶν περὶ τὴν θεραπείαν τοῦ σώ‐ ματος σπουδαζομένων τῇ παρουσίᾳ μου βλάπτεται, καὶ | |
1.22 | ὑπεξελθεῖν ἐστιν εὔκαιρον;“ τοῦ δὲ εἰπόντος μὴ χρῄζειν τοῦ θεραπευθῆναι τὸ σῶμα, εἶπόν τινας λόγους πρὸς αὐτὸν θεραπευτικούς, ὡς οἷόν τε ἦν· κἀκείνου δι’ ὀλίγων τὸ ἐπὶ πολλοῖς ἀδικήμασιν τὴν καθ’ ἡμῶν ἔχειν λύπην ἐνδει‐ | |
5 | ξαμένου, ταῦτα πρὸς αὐτὸν ἀπεκρινάμην ἐγώ, ὅτι „Ἐν | |
ἀνθρώποις πολλὴν ἔχει δύναμιν πρὸς ἀπάτην τὸ ψεῦδος, τὸ δὲ θεῖον κριτήριον τὸν ἐξ ἀπάτης παραλογισμὸν οὐ προσδέχεται. ἐμοὶ δὲ τοσοῦτον πέποιθεν ἐν τοῖς πρὸς σὲ πράγμασιν ἡ συνείδησις, ὡς εὔχεσθαι τῶν μὲν ἄλλων ἁμαρ‐ | 9 | |
10 | τιῶν γενέσθαι μοι τὴν συγχώρησιν, εἰ δέ τι κατά σου πέ‐ πρακταί μοι, τοῦτο μεῖναι εἰς τὸ διηνεκὲς ἀσυγχώρητον“. | |
1.23 | σχετλιάσας δὲ τῷ λόγῳ, οὐκέτι προστεθῆναι τὰς ἀποδείξεις τοῖς εἰρημένοις ἐδέξατο. | |
1.24 | Ὥρα ἦν πλείων ἢ κατὰ τὴν ἕκτην, καὶ τὸ λουτρὸν εὐ‐ τρεπὲς καὶ ἐν παρασκευῇ ἡ ἑστίασις καὶ σάββατον ἡ ἡμέρα καὶ μαρτύρων τιμή· καὶ πάλιν ὁ μαθητὴς τοῦ εὐαγγελίου πῶς μιμεῖται τὸν τοῦ εὐαγγελίου δεσπότην; ὁ μὲν μετὰ | |
5 | τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίων καὶ πίνων ἀπελογεῖτο τοῖς ὀνειδίζουσιν ὡς κατὰ φιλανθρωπίαν τοῦτο ποιῶν, ὁ δὲ | |
1.25 | ἄγος κρίνει καὶ μίασμα τὴν ἐπὶ τραπέζης κοινωνίαν. μετὰ τὸν κόπον ἐκεῖνον ὃν ἐκ τῆς ὁδοιπορίας ὑπέστημεν, μετὰ τὸ θάλπος τὸ τοσοῦτον ἐν ᾧ ὑπαίθριοι ταῖς θύραις αὐτοῦ προσκαθήμενοι κατεφρύγημεν, μετὰ τὴν σκυθρωπὴν ἐκεί‐ | |
5 | νην κατήφειαν ἣν ἐν ὀφθαλμοῖς αὐτοῦ γεγονότες ἀνέτλη‐ μεν, ἀποπέμπεται ἡμᾶς πάλιν ἐπὶ τὸ αὐτὸ διάστημα διὰ τῆς αὐτῆς ὁδοῦ ταλαιπωροῦντας ἐν ἐκλελοιπότι ἤδη καὶ καταπεπονημένῳ τῷ σώματι· ὥστε μόλις ἡμᾶς περὶ δείλην ὀψίαν, πολλὰ διὰ μέσου κακοπαθήσαντας, καταλαβεῖν τὴν | |
10 | συνοδίαν· καὶ γάρ τι καὶ νέφος ἐκ λαίλαπος κατὰ τὸ ἀθρόον ἐν τῷ ἀέρι γενόμενον αὐτῶν τῶν μυελῶν ἡμῶν λάβρῳ τῷ ὄμβρῳ καθίκετο· ἀπαράσκευοι γὰρ ἦμεν διὰ τὸ ὑπερ‐ | |
1.26 | βάλλον θάλπος ὡς πρὸς ὑετοῦ φυλακήν. πλὴν ἀλλὰ κατὰ | |
θεοῦ χάριν, ὡς οἱ ἀπὸ κλύδωνος ἢ ναυαγίου περισωθέν‐ τες, ἄσμενοι τὴν συνοδίαν ἡμῶν κατελάβομεν, καὶ ἀνα‐ παυσάμενοι τὴν νύκτα μετὰ ἀλλήλων, ζῶντες μέχρι τῶν | 10 | |
5 | ἡμετέρων διεσώθημεν τόπων, τοῦτο προσλαβόντες ἐκ τῆς συντυχίας, ὅτι πάντων τῶν πρότερον γεγονότων ἡ ἔναγχος γενομένη καθ’ ἡμῶν ὕβρις τὴν μνήμην ἀνενεώσατο. | |
1.27 | Καί τι ἀναγκαζόμεθα λοιπὸν καὶ ὑπὲρ ἡμῶν βουλεύ‐ σασθαι, μᾶλλον δὲ ὑπὲρ αὐτοῦ ἐκείνου· τὸ γὰρ μὴ ἀνα‐ κοπῆναι αὐτοῦ τὴν προαίρεσιν ἐν τοῖς πρότερον γεγενη‐ μένοις, εἰς ταύτην αὐτὸν ἤγαγε τὴν τύφουσαν ἀμετρίαν· | |
5 | οὐκοῦν ὡς ἂν κἀκεῖνος ἑαυτοῦ γένοιτο κρείττων, τάχα τι προσήκει καὶ παρ’ ἡμῶν γενέσθαι, ὡς ἂν μάθοι ἄνθρωπος ὢν καὶ οὐδεμίαν κατὰ τῶν ὁμοφρόνων τε καὶ ὁμοτίμων | |
1.28 | ὕβρεως καὶ ἀτιμίας τὴν αὐθεντίαν ἔχων. ἰδοὺ γὰρ ἀληθὲς εἶναι δεδόσθω (λέγω δὲ καθ’ ὑπόθεσιν) γεγενῆσθαι παρ’ ἐμοῦ τι λυπηρὸν κατ’ ἐκείνου· ποῖον συνέστη καθ’ ἡμῶν ἐπὶ τοῖς γενομένοις ἢ ὑπονοουμένοις κριτήριον; τίς ἀπό‐ | |
5 | δειξις τὴν ἀδικίαν ἀπήλεγξεν; τίνες κανόνες καθ’ ἡμῶν ἀνεγνώσθησαν; ποία ἔννομος ἐπισκόπου ἀπόφασις τὴν καθ’ | |
1.29 | ἡμῶν κρίσιν ἐκύρωσεν; εἰ δέ τι καὶ ἐγεγόνει τούτων ἐν‐ νόμως, πάντως ἂν περὶ τὸν βαθμὸν ὁ κίνδυνος ἦν· ὕβριν δὲ κατὰ ἐλευθερίας καὶ ἀτιμίαν κατὰ τῶν ὁμοτίμων ποῖοι | |
1.30 | κανόνες ἐνομοθέτησαν; Κρίμα δίκαιον κρίνατε οἱ πρὸς θεὸν ὁρῶντες, ἐν τίνι συγγνωστὴν ἡγεῖσθε τὴν καθ’ ἡμῶν | |
1.31 | ἀτιμίαν; εἰ κατὰ τὴν ἱερωσύνην τὸ ἀξίωμα κρίνοιτο, ἴση | |
παρὰ τῆς συνόδου καὶ μία γέγονεν ἀμφοτέροις ἡ προνο‐ μία, μᾶλλον δὲ ἡ φροντὶς τῆς τῶν κοινῶν διορθώσεως, | 11 | |
1.32 | 〈ὡσ〉 ἐν τούτῳ τὸ ἴσον ἔχειν. εἰ δέ τινες ἡμᾶς γυμνοὺς τοῦ κατὰ τὴν ἱερωσύνην ἀξιώματος ἐφ’ ἑαυτῶν βλέποιεν, τί τοῦ ἑτέρου πλέον ἔχει ὁ ἕτερος; γένος; παίδευσιν; ἐλευ‐ θερίαν πρὸς τοὺς ἀρίστους τε καὶ εὐδοκιμωτάτους; γνῶ‐ | |
5 | σιν; ταῦτα ἢ ἐν τῷ ἴσῳ καὶ παρ’ ἡμῖν ἔστιν εὑρεῖν ἢ πάν‐ | |
1.33 | τως οὐκ ἐν ἐλάσσονι. ἀλλὰ πλοῦτον λέγει; μὴ γένοιτο εἰς ἀνάγκην ἐλθεῖν ταῦτα περὶ αὐτοῦ διηγήσασθαι. ἦ το‐ σοῦτον ἀρκεῖ μόνον εἰπεῖν, ὅσος ἦν τὸ κατ’ ἀρχὰς καὶ νῦν ὅσος ἐγένετο, καὶ καταλιπεῖν ἄλλοις ἀναζητῆσαι τῆς | |
5 | αὐξήσεως τοῦ πλούτου τὰς ἀφορμὰς τοῦ μέχρι τοῦ παρ‐ όντος καθ’ ἑκάστην μικροῦ δεῖν ἡμέραν διὰ τῶν καλῶν | |
1.34 | ἐπιτηδευμάτων αὐξομένου τε καὶ τρεφομένου. τίς οὖν τῆς καθ’ ἡμῶν ὕβρεως ἡ ἐξουσία, εἰ μήτε γένους ὑπεροχὴ μήτε ἀξιώματος περιφάνεια μήτε δύναμις ὑπερβάλλουσα | |
1.35 | λόγων, μηδὲ ἔστιν εὐεργεσία τις προϋπάρξασα; ὁπότε καὶ εἰ ταῦτα ἦν, καὶ οὕτως ἂν ἦν τὸ κατὰ τὴν ὕβριν ἐπὶ τῶν ἐλευθέρων ἀσύγγνωστον· μηδενὸς δὲ τούτων ὄντος οὐκ οἶμαι καλῶς ἔχειν τὴν τοσαύτην τοῦ τύφου νόσον περιιδεῖν | |
5 | ἀθεράπευτον. θεραπεία δέ ἐστιν τὸ ἐπικλῖναι τὴν ὑπερη‐ φανίαν καὶ διαστεῖλαι τὸν διάκενον ὄγκον, μικρὸν δια‐ πνευσθέντος τοῦ κατὰ τὸν τῦφον φυσήματος· ὅπως δ’ ἂν | |
γένοιτο τοῦτο, θεῷ μελήσει. | 12 | |
2t | Περὶ τῶν ἀπιόντων εἰς Ἱεροσόλυμα, Κηνσίτορι | |
2.1 | Ἐπειδήπερ ἠρώτησας, ὦ φίλε, διὰ τοῦ γράμματος, πρέπειν ᾠήθην περὶ πάντων σοι καθεξῆς ἀποκρίνασθαι. ἐγὼ τοὺς ἅπαξ ἀνατεθεικότας ἑαυτοὺς τῇ ὑψηλῇ πολιτείᾳ καλῶς ἔχειν φημὶ πρὸς τὰς τοῦ εὐαγγελίου διὰ παντὸς | |
5 | ἀποβλέπειν φωνάς, καὶ ὥσπερ οἱ τῷ κανόνι τὸ ὑποκείμενον ἀπευθύνοντες κατὰ τὴν ἐπὶ τοῦ κανόνος εὐθεῖαν τὰ σκολιὰ τοῦ ἐν χερσὶν εἰς εὐθύτητα μεταβάλλουσιν, οὕτως προσή‐ κειν ἡγοῦμαι οἷόν τινα κανόνα ὀρθὸν καὶ ἀδιάστροφον, τὴν εὐαγγελικὴν λέγω δὴ πολιτείαν, τούτοις ἐπιβάλλοντας | |
2.2 | κατ’ ἐκείνην πρὸς τὸν θεὸν ἀπευθύνεσθαι. ἐπεὶ τοίνυν εἰσί τινες τῶν τὸν μονήρη καὶ ἰδιάζοντα βίον ἐπανῃρημέ‐ | |
νων, οἷς ἐν μέρει εὐσεβείας νενόμισται τὸ τοὺς ἐν Ἱεροσο‐ λύμοις τόπους ἰδεῖν, ἐν οἷς τὰ σύμβολα τῆς διὰ σαρκὸς | 13 | |
5 | ἐπιδημίας τοῦ κυρίου ὁρᾶται, καλῶς ἂν ἔχοι πρὸς τὸν κανόνα βλέπειν, καὶ εἰ ταῦτα βούλεται ἡ παρὰ τῶν ἐντο‐ λῶν χειραγωγία, ποιεῖν τὸ ἔργον ὡς πρόσταγμα κυρίου· εἰ δὲ ἔξω ἐστὶ τῶν ἐντολῶν τοῦ δεσπότου, οὐκ οἶδα τί θέλει [τί ἐστι] τὸ διατεταγμένον ποιεῖν, αὐτὸν ἑαυτῷ τοῦ | |
2.3 | καλοῦ νόμον γινόμενον. ὅπου προσκαλεῖται πρὸς τὴν κλη‐ ρονομίαν τῆς βασιλείας τῶν οὐρανῶν ὁ κύριος τοὺς εὐλο‐ γημένους, τὸ ἀπελθεῖν εἰς Ἱεροσόλυμα ἐν τοῖς κατορθώ‐ μασιν οὐκ ἀπηρίθμησεν· ὅπου τὸν μακαρισμὸν διαγγέλλει, | |
5 | τὴν τοιαύτην σπουδὴν οὐ περιέλαβεν. ὃ δὲ μήτε μακάριον ποιεῖ μήτε πρὸς τὴν βασιλείαν εὔθετον, ἀντὶ τίνος σπου‐ | |
2.4 | δάζεται, ὁ νοῦν ἔχων ἐπισκεψάσθω. καὶ εἰ μὲν ἐπωφελὲς ἦν τὸ γινόμενον, οὐκ ἦν οὐδὲ οὕτως καλὸν παρὰ τῶν τε‐ λείων σπουδάζεσθαι· ἐπεὶ δὲ καταμανθάνομεν δι’ ἀκρι‐ βείας τὸ γινόμενον καὶ ψυχικὴν προστρίβεσθαι βλάβην τοῖς | |
5 | τὸν ἀκριβῆ βίον ἐνστησαμένοις, οὐκ ἔστι τῆς μακρᾶς σπου‐ δῆς ἄξιον ἀλλὰ τῆς μεγίστης φυλακῆς, ὡς μηδενὶ τῶν καταβλαπτόντων ὁ κατὰ θεὸν προῃρημένος ζῆν περιπείροιτο. | |
2.5 | τί οὖν ἐστιν ἐν τούτοις τὸ βλάπτον; ἡ σεμνὴ πολιτεία πᾶσι πρόκειται καὶ ἀνδράσι καὶ γυναιξίν· ἴδιον δὲ τοῦ κατὰ φιλοσοφίαν βίου ἡ εὐσχημοσύνη, αὕτη δὲ ἐν τῷ | |
ἀμίκτῳ καὶ ἰδιάζοντι [βίῳ] τῆς ζωῆς κατορθοῦται, ὡς ἀνε‐ | 14 | |
5 | πίμικτον καὶ ἀσύγχυτον εἶναι τὴν φύσιν, μήτε τῶν γυναι‐ κῶν ἐν ἀνδράσι μήτε τῶν ἀνδρῶν ἐν γυναιξὶ πρὸς τὰ παρα‐ | |
2.6 | τετηρημένα τῆς ἀσχημοσύνης ὁρμώντων. ἀλλ’ ἡ τῆς ὁδοι‐ πορίας ἀνάγκη ἀναιρεῖ τὴν ἐν τούτοις ἀκρίβειαν καὶ πρὸς ἀδιαφορίαν τῶν παρατετηρημένων ἄγει· ἀμήχανον γὰρ γυ‐ ναικὶ τοσαύτην ὁδὸν διαδραμεῖν, εἰ μὴ τὸν διασῴζοντα | |
5 | ἔχοι καὶ διὰ τὴν φυσικὴν ἀσθένειαν ἀναγομένη ἐπὶ τὸ ὑποζύγιον κἀκεῖθεν καταγομένη καὶ ἐν ταῖς δυσχερείαις παρακρατουμένη. ὅπερ δ’ ἂν ὑποθώμεθα, εἴτε γνώριμον ἔχει τὸν τὴν θεραπείαν ἀποπληροῦντα εἴτε μισθωτὸν τὸν τὴν διακονίαν παρεχόμενον, καθ’ ἑκάτερον μέρος οὐ δια‐ | |
10 | φεύγει τὴν μέμψιν τὸ γινόμενον· οὔτε γὰρ τῷ ξένῳ ἑαυ‐ τὴν προσαναπαύουσα οὔτε τῷ ἰδίῳ τὸν τῆς σωφροσύνης | |
2.7 | φυλάττει νόμον. τῶν δὲ κατὰ τοὺς ἀνατολικοὺς τόπους πανδοχείων καὶ καταλυμάτων καὶ πόλεων πολλὴν τὴν ἄδειαν καὶ πρὸς τὸ κακὸν τὴν ἀδιαφορίαν ἐχόντων, πῶς ἔσται δυνατὸν τὸν διὰ καπνοῦ παριόντα μὴ δριμυχθῆναι | |
5 | τὰς ὄψεις, ὅπου μολύνεται μὲν ἀκοή, μολύνεται δὲ ὀφθαλ‐ μός, μολύνεται δὲ καρδία δι’ ὀφθαλμῶν καὶ ἀκοῆς δεχο‐ μένη τὰ ἄτοπα; πῶς ἔσται δυνατὸν ἀπαθῶς παρελθεῖν | |
2.8 | τοὺς ἐμπαθεῖς τόπους; τί δὲ καὶ πλέον ἕξει ὁ ἐν τοῖς τόποις ἐκείνοις γενόμενος, ὡς μέχρι τοῦ νῦν σωματικῶς τοῦ κυρίου ἐν ἐκείνοις τοῖς τόποις διάγοντος ἡμῶν δὲ ἀποφοιτῶντος, ἢ ὡς τοῦ ἁγίου πνεύματος παρὰ τοῖς | |
5 | Ἱεροσολυμίταις πλεονάζοντος πρὸς δὲ ἡμᾶς διαβῆναι ἀδυ‐ | 15 |
2.9 | νατοῦντος; καὶ μὴν εἰ ἔστιν ἐκ τῶν φαινομένων θεοῦ παρ‐ ουσίαν τεκμήρασθαι, μᾶλλον ἄν τις ἐν τῷ ἔθνει τῶν Καπ‐ παδοκῶν τὸν θεὸν διαιτᾶσθαι νομίσειεν ἤπερ ἐν τοῖς ἔξω τόποις· ὅσα γάρ ἐστιν ἐν τούτοις θυσιαστήρια, δι’ ὧν | |
5 | τὸ ὄνομα τοῦ κυρίου δοξάζεται, οὐκ ἄν τις τὰ πάσης σχεδὸν | |
2.10 | τῆς οἰκουμένης ἐξαριθμήσαιτο [θυσιαστήρια]. ἔπειτα καὶ εἰ ἦν πλείων ἡ χάρις ἐν τοῖς κατὰ Ἱεροσόλυμα τόποις, οὐκ ἂν ἐπεχωρίαζε τοῖς ἐκεῖ ζῶσιν ἡ ἁμαρτία· νῦν μέντοι οὐκ ἔστιν ἀκαθαρσίας εἶδος ὃ μὴ τολμᾶται παρ’ αὐτοῖς, | |
5 | καὶ πορνεῖαι καὶ μοιχεῖαι καὶ κλοπαὶ καὶ εἰδωλολατρεῖαι καὶ φαρμακεῖαι καὶ φθόνοι καὶ φόνοι· καὶ μάλιστά γε τὸ τοιοῦτον ἐπιχωριάζει κακόν, ὥστε μηδαμοῦ τοιαύτην ἑτοι‐ μότητα εἶναι πρὸς τὸ φονεύειν ὅσην ἐν τοῖς τόποις ἐκεί‐ νοις, θηρίων δίκην τῷ αἵματι τῶν ὁμοφύλων ἐπιτρεχόντων | |
10 | ἀλλήλοις ψυχροῦ κέρδους χάριν. ὅπου τοίνυν ταῦτα γίνεται, ποίαν ἀπόδειξιν ἔχει τὸ πλείονα χάριν εἶναι ἐν τοῖς τόποις ἐκείνοις; | |
2.11 | Ἀλλ’ οἶδα τὸ ἀντιλεγόμενον τῶν πολλῶν πρὸς τὰ παρ’ ἐμοῦ εἰρημένα· λέγουσι γάρ· „Διὰ τί ταῦτα καὶ ἐπὶ σεαυ‐ τὸν οὐκ ἐνομοθέτησας; εἰ γὰρ μηδὲν ἦν κέρδος τῷ κατὰ | |
θεὸν ἐκδημήσαντι ἀντὶ τοῦ γενέσθαι ἐκεῖ, ὑπὲρ τίνος μάτην | 16 | |
2.12 | ὑπέστης τὴν τοσαύτην ὁδόν;“ ἀκουσάτωσαν οὖν τῆς ὑπὲρ τούτων παρ’ ἐμοῦ ἀπολογίας. ἐμοὶ διὰ τὴν ἀνάγκην ταύ‐ την, ἐν ᾗ ζῆν ἐτάχθην παρὰ τοῦ οἰκονομοῦντος ἡμῶν τὴν ζωήν, ἐγένετο 〈πρόσταγμα〉 τῆς ἁγίας συνόδου, διορθώσεως | |
5 | ἕνεκεν τῆς κατὰ τὴν Ἀραβίαν ἐκκλησίας, μέχρι τῶν τόπων γενέσθαι· καὶ ἐπειδὴ ὅμορός ἐστιν ἡ Ἀραβία τοῖς κατὰ Ἱεροσόλυμα τόποις, ὑπεσχόμην ὡς καὶ συσκεψόμενος τοῖς προεστῶσι τῶν ἐν Ἱεροσολύμοις ἁγίων ἐκκλησιῶν διὰ τὸ εἶναι αὐτῶν ἐν ταραχῇ τὰ πράγματα καὶ χρῄζειν τοῦ | |
2.13 | μεσιτεύοντος. ἔπειτα δὲ καὶ τοῦ εὐσεβεστάτου βασιλέως παρασχομένου τὴν εὐκολίαν τῆς ὁδοῦ διὰ δημοσίου ὀχή‐ ματος, οὐδεμία ἡμῖν ἀνάγκη ἐγένετο ταῦτα πάσχειν ἃ καὶ ἐπὶ τῶν ἄλλων κατενοήσαμεν· τὸ γὰρ ὄχημα ἡμῖν ἀντὶ | |
5 | ἐκκλησίας καὶ μοναστηρίου ἦν, διὰ πάσης τῆς ὁδοῦ συμ‐ | |
2.14 | ψαλλόντων πάντων καὶ συννηστευόντων τῷ κυρίῳ. τὸ οὖν ἡμέτερον μηδένα σκανδαλιζέτω, μᾶλλον δὲ πιθανὴ γενέσθω ἡ συμβουλία ἡμῶν, ὅτι περὶ ὧν τὼ ὀφθαλμὼ ὑπεβάλομεν, | |
2.15 | περὶ τούτων καὶ συμβουλεύομεν. ἡμεῖς γὰρ τὸν ἐπιφα‐ | |
νέντα Χριστὸν εἶναι θεὸν ἀληθινὸν ὡμολογήσαμεν καὶ πρὶν ἐπὶ τοῦ τόπου γενέσθαι καὶ μετὰ ταῦτα, οὔτε τῆς πίστεως ἐλαττουμένης οὔτε μετὰ ταῦτα προσαυξηθείσης, καὶ τὴν | 17 | |
5 | διὰ τῆς παρθένου ἐνανθρώπησιν καὶ πρὸ τῆς Βηθλεὲμ ἠπιστάμεθα, καὶ τὴν ἐκ νεκρῶν ἐξανάστασιν καὶ πρὸ τοῦ μνήματος ἐπιστεύσαμεν, καὶ τὴν εἰς οὐρανοὺς ἀνάβασιν καὶ δίχα τοῦ τὸ ὄρος ἰδεῖν τῶν Ἐλαιῶν ἀληθῆ εἶναι ὡμολογήσα‐ μεν· τοσοῦτον δὲ μόνον ἐκ τῆς ὁδοιπορίας ὠφελήθημεν, ὅσον ἐν | |
10 | συγκρίσει γνῶναι ὅτι τὰ ἡμέτερα τῶν ἔξω πολὺ ἁγιώτερά ἐστιν. | |
2.16 | Ὅθεν Οἱ φοβούμενοι τὸν κύριον, ἐν οἷς ἐστε τόποις, αἰνέ‐ σατε αὐτόν· θεοῦ γὰρ προσεγγισμὸν τοπικὴ μετάστασις οὐ κατεργάζεται, ἀλλ’ ὅπουπερ ἂν ᾖς, πρὸς σὲ ἥξει ὁ θεός, ἐάν γε τὸ τῆς ψυχῆς σου καταγώγιον τοιοῦτον εὑρεθῇ, ὥστε ἐνοι‐ | |
2.17 | κῆσαι τὸν κύριον ἐν σοὶ καὶ ἐμπεριπατῆσαι. εἰ δὲ πλήρη ἔχεις τὸν ἔσω ἄνθρωπον λογισμῶν πονηρῶν, κἂν ἐπὶ τοῦ Γολγοθᾶ ᾖς κἂν ἐπὶ τοῦ ὄρους τῶν Ἐλαιῶν κἂν ὑπὸ τὸ μνῆμα τῆς Ἀναστάσεως, τοσοῦτον ἀπέχεις τοῦ τὸν Χριστὸν δέξασθαι ἐν | |
2.18 | ἑαυτῷ ὅσον οἱ μηδὲ τὴν ἀρχὴν ὁμολογήσαντες. συμβούλευσον οὖν, ἀγαπητέ, τοῖς ἀδελφοῖς ἐκδημεῖν ἀπὸ τοῦ σώματος πρὸς | |
τὸν κύριον καὶ μὴ ἀπὸ Καππαδοκίας εἰς Παλαιστίνην. εἰ δέ τις τὴν τοῦ κυρίου φωνὴν προβάλοιτο τὴν παραγγείλασαν | 18 | |
5 | τοῖς μαθηταῖς μὴ χωρίζεσθαι ἀπὸ Ἱεροσολύμων, νοησάτω τὸ εἰρημένον. ἐπειδήπερ ἡ τοῦ ἁγίου πνεύματος χάρις καὶ διανομὴ οὔπω ἐπεφοίτησε τοῖς ἀποστόλοις, προσέταξεν αὐτοῖς ὁ κύριος ἐπὶ τὸ αὐτὸ μένειν, ἕως ἂν ἐνδύσωνται δύναμιν | |
2.19 | ἐξ ὕψους. εἰ μὲν οὖν ὃ ἦν ἀπ’ ἀρχῆς, ἐγίνετο μέχρι τοῦ νῦν, τοῦ ἁγίου πνεύματος ἐν εἴδει πυρὸς τῶν χαρισμάτων οἰκονο‐ μοῦντος ἕκαστον, ἔδει πάντας εἶναι ἐν τῷ τόπῳ ἐκείνῳ ἐν ᾧ ἡ διανομὴ τοῦ χαρίσματος ἐγίνετο· εἰ δὲ τὸ πνεῦμα ὅπου | |
5 | θέλει πνεῖ, καὶ οἱ ἐνταῦθα πιστεύσαντες μέτοχοι γίνονται τοῦ χαρίσματος κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, οὐ κατὰ τὴν ἐπιδημίαν τὴν ἐν Ἱεροσολύμοις. | |
3t | Ταῖς κοσμιωτάταις ἀληθῶς καὶ εὐλαβεστάταις ἀδελφαῖς Εὐσταθίᾳ καὶ Ἀμβροσίᾳ καὶ τῇ κοσμιωτάτῃ καὶ σεμνο‐ τάτῃ θυγατρὶ Βασιλίσσῃ Γρηγόριος ἐν κυρίῳ χαίρειν. | |
3.1 | Ἡ μὲν τῶν ἀγαθῶν καὶ καταθυμίων μοι συντυχία καὶ τὰ γνωρίσματα τῆς μεγάλης τοῦ δεσπότου ὑπὲρ ἡμῶν φιλ‐ ανθρωπίας τὰ ἐν τοῖς τόποις δεικνύμενα τῆς μεγίστης ἐγένετό μοι χαρᾶς τε καὶ εὐφροσύνης ὑπόθεσις· δι’ ἀμφο‐ | 19 |
5 | τέρων γὰρ ἐδηλώθη μοι ἡ κατὰ θεὸν ἑορτή, διά τε τοῦ ἰδεῖν τὰ σωτήρια σύμβολα τοῦ ζωοποιήσαντος ἡμᾶς θεοῦ καὶ διὰ τοῦ ψυχαῖς συντυχεῖν ἐν αἷς τὰ τοιαῦτα τῆς τοῦ κυρίου χάριτος σημεῖα πνευματικῶς θεωρεῖται, ὥστε πι‐ στεύειν ὅτι ἀληθῶς ἐν τῇ καρδίᾳ ἐστὶ τοῦ τὸν θεὸν ἔχοντος | |
3.2 | ἡ Βηθλεὲμ ὁ Γολγοθᾶς ὁ Ἐλαιὼν ἡ Ἀνάστασις. ᾧ τε γὰρ διὰ τῆς ἀγαθῆς συνειδήσεως ὁ Χριστὸς ἐμμορφωθῇ, καὶ ὁ καθηλώσας τῷ θείῳ φόβῳ τὰς σάρκας αὑτοῦ καὶ συσταυ‐ ρωθεὶς τῷ Χριστῷ καὶ ἀποκυλίσας ἀφ’ ἑαυτοῦ τὸν βαρὺν | |
5 | τῆς βιωτικῆς ἀπάτης λίθον καὶ ἐξελθὼν τοῦ σωματικοῦ μνημείου ὡς ἐν καινότητι ζωῆς περιπατήσῃ, καὶ ὁ κατα‐ λιπὼν τὴν ὑλικὴν καὶ χαμαίζηλον τῶν ἀνθρώπων ζωήν, ἀναβὰς δὲ διὰ τῆς ὑψηλῆς ἐπιθυμίας εἰς τὴν ἐπουράνιον πολιτείαν καὶ τὰ ἄνω φρονῶν, οὗ ὁ Χριστός, καὶ μὴ βα‐ | |
10 | ρούμενος τῷ ἄχθει τοῦ σώματος ἀλλ’ ἐξελαφρύνας διὰ τῆς καθαρωτέρας ζωῆς, ὥστε αὐτῷ νεφέλης δίκην συμμετ‐ εωροπορεῖν ἐπὶ τὰ ἄνω τὴν σάρκα, οὗτος κατά γε τὴν ἐμὴν κρίσιν ἐκείνων ἐστὶν τῶν κατωνομασμένων, ἐν οἷς τὰ ὑπομνήματα τῆς τοῦ δεσπότου ὑπὲρ ἡμῶν φιλανθρω‐ | |
15 | πίας ὁρᾶται. | |
3.3 | Ἐπειδὴ τοίνυν εἶδον μὲν καὶ αἰσθητῶς τοὺς ἁγίους τόπους, εἶδον δὲ καὶ ἐν ὑμῖν τῶν τοιούτων τόπων ἐναργῆ τὰ σημεῖα, τοσαύτης ἐπληρώθην χαρᾶς, ὥστε ὑπὲρ λόγον | |
3.4 | εἶναι τοῦ ἀγαθοῦ τὴν διήγησιν. ἀλλ’ ἐπειδὴ ἔοικεν ἄνθρω‐ πον ὄντα δύσκολον εἶναι, ἵνα μὴ εἴπω ὅτι ἀδύνατον, ἀμιγὲς τοῦ κακοῦ τὸ ἀγαθὸν καρποῦσθαι, διὰ τοῦτό μοι τῇ γεύσει τῶν γλυκέων συγκατεμίχθη τι καὶ τῶν πικραινόντων τὴν | 20 |
5 | αἴσθησιν. ἐφ’ οἷς, μετὰ τὴν ἀγαθὴν τῶν εὐφραινόντων ἀπό‐ λαυσιν, πάλιν ἐπὶ τὴν πατρίδα σκυθρωπάζων ἐπορευόμην, λογιζόμενος ὅτι ἀληθὴς ὁ τοῦ κυρίου λόγος ὁ εἰπὼν ὅλον τὸν κόσμον ἐν τῷ πονηρῷ κεῖσθαι, ὡς μηδὲν τῆς οἰκουμένης μέρος ἐλεύθερον εἶναι τῆς μοίρας τοῦ χείρονος· εἰ γὰρ ὁ τὸ | |
10 | ἅγιον τῆς ὄντως ζωῆς ἴχνος ὑποδεξάμενος τόπος τῆς πονηρᾶς ἀκάνθης οὐ καθαρεύει, τί χρὴ περὶ τῶν λοιπῶν ἐννοεῖν τό‐ πων, οἷς ἡ τοῦ ἀγαθοῦ μετουσία κατεσπάρη διὰ ψιλῆς ἀκοῆς | |
3.5 | καὶ κηρύγματος; ταῦτα δὲ πρὸς ὅ τι βλέπων φημί, πάντως οὐδὲν χρὴ γυμνότερον διὰ τῶν λόγων ἐκτίθεσθαι, αὐτῶν τῶν πραγμάτων πάσης φωνῆς γνωρίμου γεγωνότερον διαβοώντων | |
3.6 | τὰ λυπηρά. μίαν ἔχθραν ἐνομοθέτησεν ἡμῖν ὁ τῆς ζωῆς ἡμῶν νομοθέτης, τὴν πρὸς τὸν ὄφιν λέγω, πρὸς οὐδὲν ἄλλο τὴν τοῦ μισεῖν δύναμιν ἐνεργεῖσθαι προστάξας εἰ μὴ πρὸς τὴν ἀπο‐ στροφὴν τῆς κακίας· Ἔχθραν γὰρ θήσω, φησίν, ἀνὰ μέσον | |
5 | σου καὶ ἀνὰ μέσον ἐκείνου. ἐπειδὴ δὲ ποικίλη τις καὶ πο‐ λυειδής ἐστιν ἡ κακία, διὰ τοῦ ὄφεως ὁ λόγος ταύτην αἰ‐ νίσσεται, τῇ πυκνῇ τῶν φολίδων θέσει τὸ πολύτροπον τῆς | |
3.7 | κακίας χαρακτηρίζων. ἡμεῖς δὲ πρὸς μὲν τὸν ὄφιν ἔνσπονδοι διὰ τοῦ τὰ θελήματα τοῦ ἀντικειμένου ποιεῖν ἐγενόμεθα, τὸ δὲ μῖσος κατ’ ἀλλήλων ἐτρέψαμεν, τάχα δὲ οὐδὲ καθ’ ἡμῶν ἀλλὰ κατὰ τοῦ τὴν ἐντολὴν δεδωκότος· ὁ μὲν γάρ φησιν | |
5 | Ἀγαπήσεις τὸν πλησίον σου καὶ μισήσεις τὸν ἐχθρόν σου, τὸν τῆς φύσεως ἡμῶν πολέμιον μόνον ἐχθρὸν ἡγεῖσθαι προσ‐ τάξας, πάντα δὲ τὸν κοινωνοῦντα τῆς φύσεως πλησίον ἑκάστου εἶναι εἰπών· ἡ δὲ βαρυκάρδιος ἡμῶν γενεὰ τοῦ πλησίον ἡμᾶς | |
διαστήσασα θάλπειν τὸν ὄφιν ἐποίησε καὶ τοῖς τῶν φολίδων | 21 | |
3.8 | αὐτοῦ στίγμασιν ἐπιτέρπεσθαι. ἐγὼ γὰρ τὸ μὲν τοὺς ἐχθροὺς τοῦ θεοῦ μισεῖν ἔννομον εἶναί φημι καὶ ἀρέσκειν τῷ δεσπότῃ τὸ τοιοῦτον μῖσος, ἐχθροὺς δὲ λέγω τοὺς κατὰ πάντα τρό‐ πον τὴν τοῦ δεσπότου δόξαν ἀπαρνουμένους, εἴτε τοὺς Ἰου‐ | |
5 | δαίους εἴτε τοὺς φανερῶς εἰδωλολατροῦντας εἴτε τοὺς διὰ τῶν Ἀρείου δογμάτων εἰδωλοποιοῦντας τὴν κτίσιν καὶ τὴν Ἰουδαϊκὴν πλάνην ἀναλαμβάνοντας. εἰ δὲ πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα εὐσεβῶς δοξάζοιτο καὶ προσκυνοῖτο παρὰ τῶν πεπιστευκότων ἐν ἀσυγχύτῳ καὶ διακεκριμένῃ τῇ ἁγίᾳ | |
10 | τριάδι μίαν εἶναι καὶ φύσιν καὶ δόξαν καὶ βασιλείαν καὶ δύ‐ ναμιν καὶ τὴν εὐσεβῆ λατρείαν καὶ τὴν ἐπὶ πάντων ἐξουσίαν, | |
3.9 | ἐνταῦθα ὁ πόλεμος τίνα εὔλογον αἰτίαν ἔχει; ὅτε ἐπεκράτει τὰ τῆς αἱρέσεως δόγματα, καὶ τὸ παρακινδυνεῦσαι πρὸς τὰς ἐξουσίας, δι’ ὧν ἐδόκει τὸ τῶν ἀντικειμένων δόγμα κρατύ‐ νεσθαι, καλῶς εἶχεν, ὡς ἂν μὴ καταδυναστεύοιτο ταῖς | |
5 | ἀνθρωπίναις δυναστείαις ὁ σωτήριος λόγος· νυνὶ δὲ κατὰ πᾶσαν τὴν οἰκουμένην Ἀπ’ ἄκρου τοῦ οὐρανοῦ καὶ ἕως ἄκρου τοῦ αὐτοῦ ἴσως κηρυσσομένης ἐν φανερῷ τῆς εὐσεβείας ὁ τοῖς κηρύσσουσι τὴν εὐσέβειαν πολεμῶν οὐκ ἐκείνοις μά‐ χεται ἀλλὰ τῷ παρ’ αὐτῶν εὐσεβῶς κηρυσσομένῳ· τίς γὰρ | |
10 | εἶναι σκοπὸς ἄλλος ὀφείλει τῷ τὸν θεῖον ἔχοντι ζῆλον, εἰ μὴ τὸ παντὶ τρόπῳ τὴν δόξαν τοῦ θεοῦ καταγγέλλεσθαι; | |
3.10 | ἕως ἂν οὖν ἐξ ὅλης καρδίας τε καὶ ψυχῆς καὶ διανοίας προσ‐ κυνῆται ὁ μονογενὴς θεός, ἐκεῖνο εἶναι πεπιστευμένος ἐν πᾶσιν ὅπερ ἐστὶν ὁ πατήρ, ὡσαύτως δὲ καὶ τὸ πνεῦμα τὸ ἅγιον ἐν ὁμοτίμῳ τῇ προσκυνήσει δοξάζηται, οἱ τὰ περισσὰ | |
5 | σοφιζόμενοι ποίαν τοῦ πολεμεῖν εὐπρόσωπον ἔχουσιν ἀφορ‐ μήν, σχίζοντες τὸν χιτῶνα τὸν ἄρρηκτον καὶ πρὸς Παῦλον καὶ | |
Κηφᾶν τὸ ὄνομα τοῦ κυρίου καταμερίζοντες καὶ τὸν προσ‐ εγγισμὸν τῶν τὸν Χριστὸν προσκυνούντων βδελυκτὸν ἀπο‐ φαίνοντες, μόνον οὐ φανερῶς ἐκεῖνο βοῶντες τοῖς ῥήμασι, | 22 | |
3.11 | Πόρρω ἀπ’ ἐμοῦ· μὴ ἐγγίσῃς μοι, ὅτι καθαρός εἰμι; δεδόσθω δὲ καὶ πλέον τι αὐτοῖς κατὰ τὴν γνῶσιν, ὑπὲρ ὧν οἴονται κατειληφέναι, προσεῖναι· μὴ πλέον τοῦ πιστεύειν ἀληθινὸν | |
3.12 | εἶναι θεὸν τὸν τοῦ θεοῦ ἀληθινὸν υἱὸν ἔχουσι; τῇ δὲ τοῦ ἀληθινοῦ θεοῦ ὁμολογίᾳ πάντα συμπεριλαμβάνεται τὰ εὐσεβῆ καὶ σῴζοντα ἡμᾶς νοήματα, ὅτι ἀγαθός, ὅτι δίκαιος, ὅτι δυνατός, ὅτι ἄτρεπτός τε καὶ ἀναλλοίωτος καὶ ἀεὶ ὁ αὐτός, | |
5 | οὔτε πρὸς τὸ χεῖρον οὔτε πρὸς τὸ βέλτιον τραπῆναι δυνάμενος· τὸ μὲν γὰρ οὐ πέφυκεν, τὸ δὲ οὐκ ἔχει· τί γὰρ 〈τοῦ〉 ὑψίστου | |
3.13 | ὑψηλότερον; τί τοῦ ἀγαθοῦ ἀγαθώτερον; ὥστε ὁ ἐν πάσῃ τοῦ ἀγαθοῦ τελειότητι θεωρούμενος κατὰ πᾶν εἶδος τροπῆς τὸ ἀναλλοίωτον ἔχει, οὐ κατὰ καιρούς τινας τὸ τοιοῦτον ἐν ἑαυτῷ δεικνύς, ἀλλ’ ἀεὶ ὡσαύτως ἔχων καὶ πρὸ τῆς κατὰ | |
5 | ἄνθρωπον οἰκονομίας καὶ ἐν ἐκείνῳ καὶ μετὰ τοῦτο, οὐδὲν τῆς ἀτρέπτου καὶ ἀναλλοιώτου φύσεως ἐν ταῖς ὑπὲρ ἡμῶν | |
3.14 | ἐνεργείαις πρὸς τὸ ἀπεμφαῖνον μεθαρμοζομένης. τὸ γὰρ φύσει ἄφθαρτον καὶ ἀναλλοίωτον ἀεὶ τοιοῦτόν ἐστιν, οὐ συναλλοιού‐ μενον τῇ ταπεινῇ φύσει ὅταν ἐν ἐκείνῃ κατ’ οἰκονομίαν γέ‐ νηται, κατὰ τὸ τοῦ ἡλίου ὑπόδειγμα, ὃς ὑποβαλὼν τὴν ἀκτῖνα | |
5 | τῷ ζόφῳ οὐ τὸ φῶς τῆς ἀκτῖνος ἠμαύρωσεν, ἀλλὰ τὸ σκότος διὰ τῆς ἀκτῖνος εἰς φῶς μετεποίησεν· οὕτως καὶ τὸ ἀληθινὸν φῶς ἐν τῇ σκοτίᾳ ἡμῶν λάμψαν οὐκ αὐτὸ ὑπὸ τοῦ σκότους | |
3.15 | κατεσκιάσθη, ἀλλὰ δι’ ἑαυτοῦ τὸν ζόφον ἐφώτισεν. ἐπειδὴ τοίνυν ἐν σκότῳ τὸ ἀνθρώπινον ἦν, καθὼς γέγραπται ὅτι Οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται, ὁ ἐλ‐ λάμψας τῇ ἐσκοτισμένῃ φύσει, διὰ παντὸς τοῦ συγκρίματος | |
5 | ἡμῶν τῆς θεότητος τὴν ἀκτῖνα διαγαγών, διὰ ψυχῆς λέγω καὶ σώματος, ὅλον τὸ ἀνθρώπινον τῷ ἰδίῳ φωτὶ προσῳ‐ | |
κείωσε, τῇ πρὸς ἑαυτὸν ἀνακράσει ὅπερ ἐστὶν αὐτός, κἀκεῖνο ἀπεργασάμενος· καὶ ὡς οὐκ ἐφθάρη ἡ θεότης ἐν τῷ φθαρτῷ σώματι γενομένη, οὕτως οὐδὲ εἰς τροπὴν ἠλλοιώθη τὸ τρε‐ | 23 | |
10 | πτὸν τῆς ψυχῆς ἡμῶν ἰασαμένη· καὶ γὰρ καὶ ἐπὶ τῆς ἰατρι‐ κῆς τέχνης ὁ θεραπεύων τὰ σώματα, ἐπειδὰν ἅψηται τοῦ πεπονθότος, οὐκ αὐτὸς ἐμπαθὴς γίνεται ἀλλὰ τὸ νοσοῦν | |
3.16 | ἐξιάσατο· μηδεὶς δὲ διὰ τοῦτο τὸ τοῦ εὐαγγελίου μὴ δεόν‐ τως ἐκλαμβάνων ἡγείσθω κατὰ προκοπήν τινα καὶ ἀκο‐ λουθίαν κατ’ ὀλίγον πρὸς τὸ θειότερον μεταποιεῖσθαι τὴν ἡμετέραν φύσιν ἐν τῷ Χριστῷ· τὸ γὰρ Προκόπτειν ἡλικίᾳ | |
5 | καὶ σοφίᾳ καὶ χάριτι εἰς ἀπόδειξιν τοῦ ἀληθῶς ἐν τῷ ἡμε‐ τέρῳ φυράματι γεγενῆσθαι τὸν κύριον παρὰ τῆς γραφῆς ἱστόρηται, ὡς ἂν μή τινα χώραν ἔχοι 〈τὸ〉 τῶν ἀντὶ τῆς ἀλη‐ θοῦς θεοφανείας δόκησίν τινα γεγενῆσθαι δογματιζόντων ἐν | |
3.17 | σωματικῇ μορφῇ κατεσχηματισμένην. διὰ τοῦτο ὅσα τῆς φύσεως ἡμῶν ἴδια, ἀνεπαισχύντως καὶ περὶ αὐτὸν ἱστορεῖ ἡ γραφή, τὴν βρῶσιν τὴν πόσιν τὸν ὕπνον τὸν κόπον τὴν τροφὴν τὴν προκοπὴν τῆς σωματικῆς ἡλικίας τὴν αὔξησιν, πάντα | |
5 | δι’ ὧν ἡ ἡμετέρα χαρακτηρίζεται φύσις, πλὴν τῆς κατὰ ἁμαρτίαν ὁρμῆς· ἡ γὰρ ἁμαρτία ἀπότευγμα φύσεώς ἐστιν, οὐκ ἰδίωμα, ὡς καὶ ἡ νόσος καὶ ἡ πήρωσις οὐκ ἐξ ἀρχῆς ἡμῖν συμπέφυκεν, ἀλλὰ παρὰ φύσιν συμβαίνει· οὕτως καὶ ἡ κατὰ κακίαν ἐνέργεια καθάπερ τις πήρωσις τοῦ ἐμπεφυκότος ἡμῖν | |
10 | ἀγαθοῦ νοεῖται, οὐκ ἐν τῷ αὐτὴν ὑφεστάναι καταλαμβα‐ | |
3.18 | νομένη, ἀλλ’ ἐν τῇ τοῦ ἀγαθοῦ ἀπουσίᾳ θεωρουμένη. ὁ οὖν τὴν φύσιν ἡμῶν πρὸς τὴν θείαν δύναμιν μεταστοιχειώσας ἄπηρον αὐτὴν καὶ ἄνοσον ἐν ἑαυτῷ διεσώσατο, τὴν ἐξ ἁμαρτίας γινομένην τῇ προαιρέσει πήρωσιν οὐ προσδεξά‐ | |
5 | μενος· Ἁμαρτίαν γάρ, φησίν, οὐκ ἐποίησεν οὐδὲ εὑρέθη | 24 |
3.19 | δόλος ἐν τῷ στόματι αὐτοῦ. τοῦτο δὲ οὐ μετά τι χρονικὸν διάστημα περὶ αὐτὸν θεωροῦμεν, ἀλλ’ εὐθὺς ὁ ἐν Μαρίᾳ ἄνθρωπος, ἐν ᾧ ᾠκοδόμησεν ἡ σοφία τὸν ἴδιον οἶκον, τῇ μὲν ἑαυτοῦ φύσει ἐκ τοῦ ἐμπαθοῦς φυράματος ἦν, ὁμοῦ δὲ τῇ | |
5 | ἐπελεύσει τοῦ ἁγίου πνεύματος καὶ τῇ ἐπισκηνώσει τῆς τοῦ ὑψίστου δυνάμεως, ὅπερ τὸ ἐπισκηνῶσαν ἦν φύσει τῇ ἰδίᾳ, εὐθὺς ἐκεῖνο ἐγένετο· Χωρὶς γὰρ πάσης ἀντιλογίας τὸ | |
3.20 | ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. ἐπεὶ οὖν ἄπειρόν τί ἐστι καὶ ἀμέτρητον ἡ τῆς θεότητος δύναμις, βραχὺ δὲ καὶ οὐτιδανὸν τὸ ἀνθρώπινον, ἅμα τε ἐπῆλθε τὸ πνεῦμα τῇ παρθένῳ καὶ ἡ τοῦ ὑψίστου ἐπεσκίασε δύναμις, τὸ διὰ τῆς | |
5 | τοιαύτης ἀφορμῆς πηγνύμενον σκήνωμα οὐδὲν τῆς ἀνθρωπί‐ νης σαπρίας συνεπεσπάσατο· ἀλλ’ ὅπερ ἦν ἐν τῷ συστήματι, εἰ καὶ ἄνθρωπος, ἦν, πλὴν ἀλλὰ καὶ πνεῦμα καὶ χάρις καὶ δύναμις ἦν, ἐν τῇ ὑπερβολῇ τῆς θείας δυνάμεως τῆς κατὰ τὴν | |
3.21 | φύσιν ἡμῶν ἰδιότητος ἐκλαμπούσης. καὶ ἐπειδὴ δύο πέρατα τῆς ἀνθρωπίνης ἐστὶ ζωῆς, ὅθεν ἀρχόμεθα καὶ εἰς ὃ κατα‐ λήγομεν, ἀναγκαίως ὁ πᾶσαν ἡμῶν τὴν ζωὴν θεραπεύων διὰ τῶν δύο ἄκρων ἡμᾶς περιπτύσσεται, καὶ τῆς ἀρχῆς ἡμῶν | |
5 | καὶ τοῦ τέλους περιδρασσόμενος, ἵνα ἐξ ἀμφοτέρων ὑψώσῃ | |
3.22 | τὸν κείμενον. ὅπερ οὖν ἐπὶ τοῦ κατὰ τὸ τέλος μέρους κατα‐ λαμβάνομεν, τοῦτο καὶ περὶ τῆς ἀρχῆς λογιζόμεθα. ὡς γὰρ ἐκεῖ τὸ μὲν σῶμα τῆς ψυχῆς διαζευχθῆναι κατ’ οἰκονομίαν ἐποίησεν, ἡ δὲ ἀμέριστος θεότης, ἅπαξ ἀνακραθεῖσα τῷ | |
5 | ὑποκειμένῳ, οὔτε τοῦ σώματος οὔτε τῆς ψυχῆς ἀπεσπάσθη, ἀλλὰ διὰ μὲν τῆς ψυχῆς ἐν τῷ παραδείσῳ γίνεται ὁδοποιοῦσα διὰ τοῦ λῃστοῦ τοῖς ἀνθρώποις τὴν εἴσοδον, διὰ δὲ τοῦ σώ‐ ματος ἐν τῇ καρδίᾳ τῆς γῆς ἀναιροῦσα τὸν τὸ κράτος ἔχοντα | |
τοῦ θανάτου, καὶ διὰ τοῦτο καὶ τὸ σῶμα κύριος λέγεται, διὰ | 25 | |
10 | τὴν ἐγκειμένην θεότητα· οὕτω καὶ ἐπὶ τῆς ἀρχῆς λογιζόμεθα ὅτι ὅλῃ τῇ φύσει ἡμῶν ἡ τοῦ ὑψίστου δύναμις διὰ τῆς ἐπε‐ λεύσεως τοῦ ἁγίου πνεύματος ἐγκραθεῖσα, καὶ ἐν τῇ ψυχῇ ἡμῶν γίνεται, καθὸ εἰκὸς ἐν ψυχῇ γενέσθαι, καὶ τῷ σώματι καταμίγνυται, ὡς ἂν διὰ πάντων ὁλοτελὴς ἡμῖν ἡ σωτηρία | |
15 | γένηται, φυλασσομένης τῇ θεότητι καὶ ἐν τῇ ἀρχῇ τῆς ἀνθρω‐ πίνης ζωῆς καὶ ἐν τῷ τέλει τῆς θεοπρεποῦς τε καὶ ὑψηλῆς ἀπα‐ θείας. οὔτε γὰρ ἡ ἀρχὴ κατὰ τὴν ἡμετέραν ἀρχὴν οὔτε τὸ τέλος κατὰ τὸ ἡμέτερον τέλος, ἀλλ’ ἔδειξε κἀκεῖ καὶ ὧδε τὴν θεϊκὴν ἐξουσίαν, μήτε τῆς ἀρχῆς ἐν ἡδονῇ μολυνθείσης | |
20 | μήτε τοῦ τέλους εἰς φθορὰν καταλήξαντος. | |
3.23 | Εἰ οὖν ταῦτα βοῶμεν καὶ διαμαρτυρόμεθα, ὅτι Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία, ἀεὶ ἄτρεπτος ἀεὶ ἄφθαρτος, κἂν ἐν τῷ τρεπτῷ καὶ φθαρτῷ γένηται, οὐκ αὐτὸς μολυνό‐ μενος ἀλλὰ τὸ μολυνθὲν καθαρίζων, τί ἀδικοῦμεν καὶ ὑπὲρ | |
5 | τίνος μισούμεθα; καὶ τί βούλεται ἡ τῶν καινῶν θυσιαστηρίων | |
3.24 | ἀντεξαγωγή; μὴ ἄλλον Ἰησοῦν καταγγέλλομεν; μὴ ἕτερον ὑποδεικνύομεν; μὴ ἄλλας γραφὰς ἐκτιθέμεθα; μὴ τὴν ἁγίαν παρθένον τὴν θεοτόκον ἐτόλμησέ τις ἡμῶν καὶ ἀνθρωποτόκον εἰπεῖν, ὅπερ ἀκούομέν τινας ἐξ αὐτῶν ἀφειδῶς λέγειν; μὴ | |
5 | τρεῖς ἀναστάσεις μυθοποιοῦμεν; μὴ χιλίων ἐτῶν γαστριμαρ‐ γίας ἐπαγγελλόμεθα; μὴ τὴν Ἰουδαϊκὴν ζῳοθυσίαν πάλιν ἐπαναληφθήσεσθαι λέγομεν; μὴ περὶ τὴν κάτω Ἱερουσαλὴμ τὰς ἐλπίδας τῶν ἀνθρώπων κλίνομεν, ἀνοικισμὸν αὐτῆς διὰ | |
τῆς εὐφανεστέρας τῶν λίθων ὕλης ἀναπλάσσοντες; τί | 26 | |
10 | τοιοῦτον ἔχοντες ἐγκαλεῖσθαι φευκτοὶ ἐνομίσθημεν, καὶ ἄλλο παρά τινων ἀντεγείρεται ἡμῖν θυσιαστήριον ὡς ἡμῶν βεβη‐ λούντων τὰ ἅγια; | |
3.25 | Ὑπὲρ τούτων ἐν φλεγμονῇ καὶ λύπῃ τὴν καρδίαν ἔχων, ὁμοῦ τῷ ἐπιβῆναι τῆς μητροπόλεως ἀποκενῶσαι τῆς ψυχῆς τὴν πικρίαν διὰ τοῦ γράψαι πρὸς τὴν ἀγάπην ὑμῶν προεθυ‐ μήθην. ὑμεῖς δὲ ἐφ’ ὅπερ ἂν ὑμᾶς χειραγωγήσῃ τὸ πνεῦμα τὸ | |
5 | ἅγιον, ἐν ἐκείνῳ ἴτε, ὀπίσω τοῦ θεοῦ πορευόμεναι, σαρκὶ δὲ καὶ αἵματι μὴ προσανέχουσαι μηδὲ ἀφορμὴν παρασκευάζουσαί τισι καυχήματος, ἵνα μὴ ἐν ὑμῖν καυχήσωνται διὰ τοῦ ὑμετέ‐ ρου βίου τῆς φιλοδοξίας αὐτῶν ἐπαυξανομένης. ἀλλὰ ἀναμνή‐ | |
3.26 | σθητε τῶν ἁγίων πατέρων, οἷς παρὰ τοῦ μακαρίου πατρὸς ὑμῶν ἐνεχειρίσθητε, ὧν καὶ ἡμεῖς κατὰ θεοῦ χάριν τὴν διαδοχὴν ἔχειν κατηξιώθημεν· καὶ μὴ μεταίρετε 〈τὰ〉 ὅρια, ἃ ἔθεντο οἱ πατέρες ὑμῶν, μηδὲ ἀτιμάζετε τὸν ἰδιωτισμὸν τοῦ ἁπλουστέρου | |
5 | κηρύγματος, μηδὲ ταῖς ποικίλαις διδαχαῖς τὸ πλέον νέμετε· ἀλλὰ στοιχεῖτε τῷ ἀρχαίῳ κανόνι τῆς πίστεως, καὶ ὁ θεὸς τῆς εἰρήνης ἔσται μεθ’ ὑμῶν. ἐρρωμένας ψυχῇ καὶ σώματι ὁ κύριος φυλάσσοι ὑμᾶς ἐν ἀφθαρσίᾳ, καθὼς εὐχόμεθα. | |
4t | Εὐσεβίῳ | |
4.1 | Ὅτε πλεονάζειν ἄρχεται τὸ ἡμερήσιον μέτρον κατὰ τὴν χειμέριον ὥραν τοῦ ἡλίου πρὸς τὸν ἄνω δρόμον ἀναποδί‐ ζοντος, τὴν τοῦ ἀληθινοῦ φωτὸς θεοφάνειαν τοῦ διὰ σαρκὸς ἐπιλάμψαντος τῇ ἀνθρωπίνῃ ζωῇ ἑορτάζομεν· νυνὶ δὲ | 27 |
5 | μεσουρανήσαντος ἤδη τοῦ φωστῆρος κατὰ τὸν κύκλον, ὡς νύκτα τε καὶ ἡμέραν πρὸς ἴσον ἀλλήλαις ἀντιμετρεῖσθαι διάστημα, ἡ ἐκ τοῦ θανάτου πρὸς τὴν ζωὴν ἐπάνοδος τῆς ἀνθρωπίνης φύσεως ὑπόθεσις ἡμῖν γίνεται τῆς μεγάλης ταύτης καὶ καθολικῆς ἑορτῆς, ἣν σύμπασα κατὰ ταὐτὸν | |
10 | ἑορτάζει ἡ τῶν ἀνθρώπων ζωὴ τῶν τὸ μυστήριον ἀναδε‐ | |
4.2 | ξαμένων τῆς ἀναστάσεως. τί μοι βούλεται τῆς ἐπιστολῆς ἡ ὑπόθεσις; ἐπειδὴ σύνηθές ἐστιν ἐν ταῖς πανδήμοις ταύ‐ ταις ἱερομηνίαις διὰ πάντων ἡμᾶς ἐπιδείκνυσθαι τὴν ἐγ‐ κειμένην ταῖς ψυχαῖς ἡμῶν διάθεσιν, καί πού τινες τοῖς | |
5 | ἰδίοις δώροις δωροφοροῦντες τὴν εὐφροσύνην ἐπισημαί‐ νουσι, καλῶς ἔχειν ἐνομίσαμεν μὴ παραδραμεῖν σε τῶν ἡμετέρων δώρων ἀγέραστον, ἀλλά σου τὴν ψυχὴν τὴν ὑψηλήν τε καὶ μεγαλόφρονα τοῖς πενιχροῖς ξενίοις ἐκ τῆς πτωχείας | |
4.3 | ἡμῶν δεξιώσασθαι. ξένιον δὲ ἡμέτερον τὸ διὰ τοῦ γράμμα‐ τός σοι προσαγόμενον αὐτὸ τὸ γράμμα ἐστίν, ἐν ᾧ λόγος μέν τις περιηνθισμένος ταῖς καλλιφώνοις τε καὶ εὐσυνθέ‐ τοις τῶν λέξεων ἔστιν οὐδείς, ὡς διὰ τοῦτο δῶρον τὴν | |
5 | ἐπιστολὴν τοῖς φιλολόγοις νομίζεσθαι, ἀλλ’ ὁ μυστικὸς χρυσὸς ὁ τῇ πίστει τῶν Χριστιανῶν οἷόν τινι ἀποδέσμῳ ἐνειλημμένος γένοιτο ἄν σοι δῶρον, ἐξαπλωθεὶς ὡς οἷόν τε διὰ τῶν γραμμάτων καὶ τὴν κεκρυμμένην λαμπηδόνα προ‐ δείξας. | |
4.4 | Οὐκοῦν ἐπανακλητέον ἡμῖν τὸ προοίμιον. τί δήποτε | |
προελθούσης μὲν πρὸς τὸ ἀκρότατον τῆς νυκτός, ὅτε οὐκ‐ έτι προσθήκην ἡ νυκτερινὴ ἐπαύξησις δέχεται, τότε ἡμῖν διὰ σαρκὸς ἐπιφαίνεται ὁ τοῦ παντὸς περιδεδραγμένος καὶ | 28 | |
5 | κρατῶν ἐν τῇ ἰδίᾳ δυνάμει τὸ πᾶν, ὁ μηδὲ ὑπὸ πάντων τῶν ὄντων χωρούμενος, ἀλλὰ τὸ πᾶν περιέχων καὶ τῷ βραχυτάτῳ εἰσοικιζόμενος, οὕτω τῆς μεγάλης δυνάμεως τῷ ἀγαθῷ θελήματι συνδιεξιούσης καὶ κατὰ τὸ ἴσον, ὅπου περ ἂν ῥέψῃ τὸ θέλημα, ἐκεῖ ἑαυτὴν δεικνυούσης, ὡς μήτε | |
10 | ἐν τῇ κτίσει τῶν ὄντων ἀτονωτέραν τῆς βουλήσεως εὑρε‐ θῆναι τὴν δύναμιν, μήτε ὁρμήσαντα τῷ ταπεινῷ τῆς φύ‐ σεως ἡμῶν ἐπ’ εὐεργεσίᾳ τῶν ἀνθρώπων συγκαταβῆναι, πρὸς αὐτὸ τοῦτο ἀδυνατῆσαι, ἀλλὰ καὶ ἐν τούτῳ γενέσθαι | |
4.5 | καὶ μὴ διαφεῖναι τὸ πᾶν ἀκυβέρνητον; ἐπεὶ οὖν πάντως τις λόγος ἐπ’ ἀμφοτέρων ἐστὶ τῶν καιρῶν, πῶς τότε μὲν διὰ σαρκὸς ἐπιφαίνεται, τῇ δὲ ἰσημερίᾳ τὸν εἰς γῆν ἀνα‐ λυθέντα διὰ τῆς ἁμαρτίας ἄνθρωπον τῇ ζωῇ πάλιν ἀπο‐ | |
5 | καθίστησι, ταῦτα διὰ βραχέων ὡς ἂν οἷός τε ὦ παραστήσας τῷ λόγῳ, δῶρον τὸ γράμμα ποιήσομαι. | |
4.6 | Ἦ πάντως προέλαβες ἀπὸ ἀγχινοίας τὸ ὑποπτευόμενον ἐν τούτοις μυστήριον, ὅτι ἐγκόπτεται τῆς νυκτὸς ἡ πρόοδος τῇ τοῦ φωτὸς προσθήκῃ καὶ συστέλλεσθαι τὸ σκότος ἄρ‐ χεται αὐξομένου ταῖς προσθήκαις τοῦ ἡμερινοῦ διαστήματος. | |
5 | τοῦτο γὰρ καὶ τοῖς πολλοῖς ἴσως ἂν γένοιτο φανερόν, ὅτι συγγενῶς ἔχει πρὸς τὴν ἁμαρτίαν τὸ σκότος, καὶ οὕτω τὸ | |
4.7 | κακὸν παρὰ τῆς γραφῆς ὀνομάζεται. οὐκοῦν ἑρμηνεία τίς ἐστι τῆς ὑπὲρ τῶν ψυχῶν ἡμῶν οἰκονομίας ὁ καιρὸς ἐν ᾧ | |
τὸ μυστήριον [ἡμῶν] ἄρχεται· ἔδει γὰρ πρὸς ἄπειρον ἤδη τῆς κακίας ἐκχυθείσης τὴν διὰ τῶν ἀρετῶν ἡμῖν λαμπο‐ | 29 | |
5 | μένην ἡμέραν παρὰ τοῦ τὸ τοιοῦτον φῶς ταῖς ψυχαῖς ἡμῶν ἐντιθέντος 〈ἐπιφανῆναι〉, ὥστε τὸν μὲν φωτεινὸν βίον εἰς ὅτι μήκιστον παρατείνεσθαι ταῖς ἀγαθαῖς προσθήκαις αὐ‐ ξανόμενον, τὴν δὲ ἐν τῇ κακίᾳ ζωὴν διὰ τῆς κατ’ ὀλίγον ὑφαιρέσεως εἰς ἐλάχιστον συσταλῆναι· ἡ γὰρ τῶν ἀγαθῶν | |
4.8 | ἐπαύξησις τοῦ κακοῦ μείωσις γίνεται. ἡ δὲ ἰσημερία τὴν ἀναστάσιμον ἑορτὴν δεξαμένη τοῦτο δι’ ἑαυτῆς ἑρμηνεύει, ὅτι οὐκέτι πρὸς ἀντίπαλον τάξιν ἀντικαταστήσεται, ἰσο‐ παλῶς τῷ ἀγαθῷ τῆς κακίας συμπλεκομένης, ἀλλ’ ὁ φω‐ | |
5 | τεινὸς ἐπικρατήσει βίος, τοῦ ζόφου τῆς εἰδωλολατρείας ἐν | |
4.9 | τῷ πλεονασμῷ τῆς ἡμέρας δαπανωμένου. οὗ χάριν καὶ τοῦ σεληναίου δρόμου τὸ κατὰ τὴν τεσσαρεσκαιδεκάτην ἡμέραν ἀντιπρόσωπον δείκνυσιν αὐτὴν ταῖς τοῦ ἡλίου βολαῖς, πλη‐ θύνουσαν παντὶ τῷ πλούτῳ τῆς λαμπηδόνος καὶ μηδεμίαν | |
5 | τοῦ σκότους διαδοχὴν ἐν τῷ μέρει γενέσθαι παρασκευάζου‐ σαν· δυόμενον γὰρ διαδεξαμένη τὸν ἥλιον οὐ πρότερον αὐτὴ καταδύεται, πρὶν ταῖς ἀληθιναῖς αὐγαῖς τοῦ ἡλίου τὰς ἰδίας συμμίξειεν, ὥστε ἓν φῶς κατὰ τὸ συνεχὲς δια‐ μεῖναι, κατὰ τὸ διάστημα τοῦ ἡμερινοῦ τε καὶ νυκτερινοῦ | |
10 | δρόμου τῇ παρεμπτώσει τοῦ σκότους μηδαμοῦ διαιρούμενον. | |
4.10 | Ταῦτά σοι, ὦ φίλη κεφαλή, τῇ πενιχρᾷ ἡμῶν χειρὶ τοῦ λόγου δωροφοροῦμεν, καί σοι πᾶς ἔστω ὁ βίος ἑορτὴ καὶ ἡμέρα μεγάλη, τοῦ νυκτερινοῦ ζόφου καθαρεύων ὅτι μά‐ | |
λιστα. | 30 | |
5t | ἐπιστολὴ πρὸς τοὺς ἀπιστοῦντας τῇ ὀρθοδόξῳ 〈αὐτοῦ πίστει, παρὰ τῶν〉 κατὰ Σεβάστειαν αἰτηθεῖσα | |
5.1 | Ἐγνώρισαν ἡμῖν τινες τῶν ὁμοψύχων ἀδελφῶν περὶ τῆς κατασκευαζομένης καθ’ ἡμῶν δυσφημίας παρὰ τῶν μισούν‐ των τὴν εἰρήνην καὶ καταλαλούντων λάθρᾳ τῶν πλησίον αὐτῶν καὶ μὴ φοβουμένων τὸ φοβερὸν καὶ μέγα κριτήριον | |
5 | τοῦ ἐπαγγειλαμένου καὶ περὶ τῶν ἀργῶν ῥημάτων ἀπαιτεῖσθαι τὸν λόγον ἐν τῇ προσδοκωμένῃ τῆς ζωῆς ἡμῶν ἐξετάσει, λέγοντες τὰ περιθρυλούμενα καθ’ ἡμῶν ἐγκλήματα εἶναι τοιαῦτα, ὅτι ἡμεῖς ὑπεναντία φρονοῦμεν τοῖς κατὰ Νίκαιαν ἐκθεμένοις τὴν ὀρθὴν καὶ ὑγιαίνουσαν πίστιν καὶ ὅτι τοὺς | |
10 | ἐν Ἀγκύρᾳ ἐπ’ ὀνόματι Μαρκέλλου ποτὲ τὴν σύναξιν ἔχοντας ἀκρίτως καὶ ἀνεξετάστως εἰς τὴν κοινωνίαν τῆς καθολικῆς | |
5.2 | ἐκκλησίας παρεδεξάμεθα. ἵν’ οὖν μὴ κατακρατῇ τῆς ἀληθείας τὸ ψεῦδος, δι’ ἑτέρων γραμμάτων αὐτάρκη ἐποιησάμεθα τὴν ὑπὲρ τῶν ἐπενεχθέντων ἡμῖν ἐγκλημάτων ἀπολογίαν, καὶ ἐπὶ τοῦ κυρίου διεβεβαιωσάμεθα μήτε τῆς πίστεως τῶν ἁγίων | |
5 | πατέρων ἐκβεβηκέναι μήτε περὶ τῶν προσθεμένων ἐκ τῆς Μαρκέλλου συνάξεως εἰς τὴν ἐκκλησιαστικὴν κοινωνίαν | |
ἀκρίτως καὶ ἀνεξετάστως τι πεποιηκέναι· ἀλλὰ τῶν κατὰ 〈τὴν〉 Ἀνατολὴν ὀρθοδόξων 〈ἀδελφῶν〉 καὶ συλλειτουργῶν ἐπιτρεψάντων βουλεύσασθαι τὰ περὶ τῶν ἀνθρώπων καὶ | 31 | |
5.3 | τοῖς γεγενημένοις συναινεσάντων, πάντα ἐπράξαμεν. ἐπειδὴ δὲ τὴν ἀπολογίαν ἐκείνην ἔγγραφον ἡμῶν ποιησαμένων, πάλιν τινὲς τῶν ὁμοψύχων ἀδελφῶν ἰδίως ἐκ τῆς ἡμετέρας φωνῆς ἐπεζήτησαν γενέσθαι τὴν τῆς πίστεως ἔκθεσιν καθ’ | |
5 | ἣν πεπληροφορήμεθα, ταῖς θεοπνεύστοις φωναῖς καὶ τῇ παραδόσει τῶν πατέρων ἀκολουθοῦντες ἀναγκαῖον ἐλογι‐ σάμεθα καὶ περὶ τούτων βραχέα διαλεχθῆναι. | |
5.4 | Ἡμεῖς τὴν τοῦ κυρίου διδασκαλίαν, ἣν πρὸς τοὺς μαθητὰς ἐποιήσατο παραδιδοὺς αὐτοῖς τὸ τῆς εὐσεβείας μυστήριον, θεμέλιον εἶναι καὶ ῥίζαν τῆς ὀρθῆς καὶ ὑγιαινούσης πίστεως ὁμολογοῦμεν, καὶ οὔτε ὑψηλότερον τῆς παραδόσεως ἐκείνης | |
5 | οὔτε ἀσφαλέστερον ἄλλο τι εἶναι πιστεύομεν. ἡ δὲ τοῦ κυρίου διδασκαλία ἐστὶν αὕτη· Πορευθέντες, φησί, μαθητεύ‐ σατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ | |
5.5 | πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. ἐπειδὴ τοίνυν ἡ ζωοποιὸς δύναμις ἐπὶ τῶν ἐκ τοῦ θανάτου πρὸς τὴν αἰώνιον ζωὴν ἀναγεννωμένων διὰ τῆς ἁγίας τριάδος παραγίνεται τοῖς μετὰ πίστεως καταξιουμένοις τῆς χάριτος, | |
5 | καὶ ὁμοίως ἀτελὴς ἡ χάρις ἑνός τινος οἵου δήποτε τῶν ἐκ τῆς ἁγίας τριάδος ὀνομάτων παραλειφθέντος ἐν τῷ σωτη‐ ρίῳ βαπτίσματι—οὐ γὰρ χωρὶς πνεύματος ἐν μόνῳ υἱῷ καὶ πατρὶ τὸ μυστήριον τελεῖται τῆς ἀναγεννήσεως, οὔτε υἱοῦ σιωπηθέντος ἐν πατρὶ καὶ πνεύματι τὸ τέλειον τῆς | |
10 | ζωῆς παραγίνεται τῷ βαπτίσματι, οὔτε ἐν πνεύματι καὶ | |
υἱῷ παρεθέντος τοῦ πατρὸς ἐκτελεῖται ἡ τῆς ἀναστάσεως χάρις—, διὰ τοῦτο πᾶσαν τὴν ἐλπίδα καὶ τὴν πεποίθησιν τῆς τῶν ψυχῶν ἡμῶν σωτηρίας ἐν ταῖς τρισὶν ὑποστάσεσιν ἔχομεν διὰ τῶν ὀνομάτων τούτων γνωριζομένην· καὶ πι‐ | 32 | |
15 | στεύομεν εἴς τε τὸν πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χρι‐ στοῦ, ὅς ἐστιν ἡ πηγὴ τῆς ζωῆς, καὶ εἰς τὸν μονογενῆ υἱὸν τοῦ πατρός, ὅς ἐστιν 〈ὁ〉 ἀρχηγὸς τῆς ζωῆς, καθά φησιν ὁ ἀπόστολος, καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ, περὶ οὗ εἶπεν ὁ κύριος ὅτι Τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν. | |
5.6 | καὶ ἐπειδὴ τοῖς λυτρωθεῖσιν ἡμῖν ἀπὸ τοῦ θανάτου ἡ χάρις τῆς ἀφθαρσίας διὰ τῆς εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα πίστεως ἐν τῷ σωτηρίῳ βαπτίσματι, καθὼς εἰρήκαμεν, παραγίνεται, ἐκ τούτων ὁδηγούμενοι οὐδὲν δοῦλον οὐδὲ | |
5 | κτιστὸν οὐδὲ τῆς μεγαλειότητος τοῦ πατρὸς ἀνάξιον τῇ ἁγίᾳ τριάδι συναριθμεῖσθαι πιστεύομεν, ἐπειδὴ μία ἐστὶν ἡ ζωὴ ἡμῶν ἡ διὰ τῆς εἰς τὴν ἁγίαν τριάδα πίστεως παρα‐ γινομένη, ἐκ μὲν τοῦ θεοῦ τῶν ὅλων πηγάζουσα, διὰ δὲ τοῦ | |
5.7 | υἱοῦ προϊοῦσα, ἐν δὲ τῷ ἁγίῳ πνεύματι ἐνεργουμένη. ταύ‐ την οὖν ἔχοντες τὴν πληροφορίαν βαπτιζόμεθα μὲν ὡς προσετάχθημεν, πιστεύομεν δὲ ὡς βαπτιζόμεθα, δοξά‐ ζομεν δὲ ὡς πιστεύομεν, ὥστε ὁμοφώνως τὸ βάπτισμα καὶ | |
5 | τὴν πίστιν καὶ τὴν δόξαν εἰς πατέρα εἶναι καὶ υἱὸν καὶ | |
5.8 | πνεῦμα ἅγιον. εἰ δέ τις δύο ἢ τρεῖς θεοὺς ἢ τρεῖς θεότητας λέγει, ἀνάθεμα ἔστω· καὶ εἴ τις κατὰ τὴν Ἀρείου διαστροφὴν ἐκ μὴ ὄντων λέγει τὸν υἱὸν ἢ τὸ πνεῦμα τὸ ἅγιον γεγενῆσθαι, | |
5.9 | ἀνάθεμα ἔστω. ὅσοι δὲ τῷ κανόνι τῆς ἀληθείας στοιχήσουσι καὶ τὰς τρεῖς ὁμολογοῦσιν ὑποστάσεις εὐσεβῶς ἐν τοῖς ἑαυτῶν ἰδιώμασι γνωριζομένας καὶ μίαν πιστεύουσιν εἶναι θεότητα μίαν ἀγαθότητα μίαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύ‐ | |
5 | ναμιν, καὶ οὔτε τὸ τῆς μοναρχίας ἀθετοῦσι κράτος οὔτε εἰς πολυθεΐαν ἐκπίπτουσιν οὔτε τὰς ὑποστάσεις συγχέουσιν οὔτε ἐξ ἑτερογενῶν καὶ ἀνομοίων τὴν ἁγίαν τριάδα συντί‐ θενται, ἀλλ’ ἐν ἁπλότητι δέχονται τὸ τῆς πίστεως δόγμα πᾶσαν τὴν ἐλπίδα τῆς ἑαυτῶν σωτηρίας ἐν πατρὶ καὶ υἱῷ | 33 |
10 | καὶ ἁγίῳ πνεύματι καταπιστεύοντες, οὗτοι κατὰ τὴν ἡμε‐ τέραν κρίσιν τὰ αὐτὰ φρονοῦσι μεθ’ ὧν καὶ ἡμεῖς ἔχειν ἐν κυρίῳ μέρος εὐχόμεθα. | |
6t | Ἀβλαβίῳ ἐπισκόπῳ | |
6.1 | Διέσωσεν ἡμᾶς ὁ κύριος, ὡς εἰκὸς ἦν ὑπὸ τῶν σῶν προπεμφθέντας εὐχῶν, καί σοι τεκμήριον τῆς εὐμενείας | |
6.2 | τοῦ θεοῦ σαφὲς διηγήσομαι. ὡς γὰρ ἤδη Κηλόσινα τὸ χωρίον κατόπιν ἑαυτῶν κατελίπομεν, ἀθρόον ἐγένετο νε‐ φῶν συστροφὴ καὶ εἰς βαθὺν ζόφον ὁ ἀὴρ ἐξ αἰθρίας μετ‐ έπεσεν. ψυχρὰ δέ τις αὔρα τῶν νεφῶν διαπνέουσα, δρο‐ | |
5 | σώδης τε καὶ ὑγροτάτη τοῖς σώμασιν ἡμῶν προσπίπτουσα, ὅσον οὐδέπω τὸν ὑετὸν ἠπείλει, καὶ κατὰ τὸ εὐώνυμον βρονταὶ συνεχεῖς ὑπερρήγνυντο, καὶ ἀστραπαὶ ὀξεῖαί τε καὶ ἐπάλληλοι τῶν βροντῶν προηγοῦντο, τά τε ὄρη πάντα πρόσω τε καὶ ὀπίσω καὶ καθ’ ἑκάτερα τῶν πλαγίων κατη‐ | |
6.3 | ρεφῆ τοῖς νέφεσιν ἦν. καὶ ἤδη ὑπὲρ κεφαλῆς ἡμῶν βρα‐ χεῖα νεφέλη πνεύματι βιαίῳ ὑποληφθεῖσα τὸν ὑετὸν ὤδινε, καὶ ἡμεῖς κατὰ τὸ Ἰσραηλιτικὸν θαῦμα, μέσοι πανταχόθεν | |
τῶν ὑδάτων διειλημμένοι, ἄβροχοι τὴν μέχρις Οὐεστηνῆς | 34 | |
5 | ὁδὸν ἐπεράσαμεν· ἐν ᾗ καταχθέντων ἡμῶν ἤδη καὶ τὰς ἡμιόνους ἀναπαυσάντων, τότε παρὰ τοῦ θεοῦ ἐδόθη τῷ | |
6.4 | ἀέρι τοῦ ὄμβρου τὸ σύνθημα. τριῶν δὲ ὡρῶν ἢ καὶ τεσ‐ σάρων ἐκεῖσε διαγαγόντων ἡμῶν, ὡς ἱκανῶς εἴχομεν τῆς ἀναπαύσεως, πάλιν διέσχεν ὁ θεὸς τὸν ὄμβρον, καὶ τὸ ὄχημα εὐδρομώτερον ἑαυτοῦ [ἢ πρόσθεν] ἦν, ἐν ὑγρῷ | |
5 | τε καὶ ἐπιπολαίῳ τῷ πηλῷ τοῦ τροχοῦ δι’ εὐκολίας ἐνολι‐ | |
6.5 | σθαίνοντος. ἔστι δὲ ὁδὸς ἀπ’ ἐκείνου ἐπὶ τὴν πολίχνην ἡμῶν πᾶσα ἐπιποτάμιος, κατὰ ῥοῦν συγκατιοῦσα τῷ ὕδατι, χωρία τε συνεχῆ παρὰ τὰς ὄχθας τοῦ ποταμοῦ, παρόδια τὰ πάντα καὶ οὐ πολλῷ τῷ μέσῳ ἀπ’ ἀλλήλων διῳκισμένα. | |
6.6 | πᾶσα τοίνυν ἡ ὁδὸς ἐκ τῆς ἐπαλλήλου ταύτης οἰκήσεως, τῶν μὲν ὑπαντώντων τῶν δὲ παραπεμπόντων κατὰ τὸ συν‐ εχές, ἀνθρώπων ἐπεπλήρωτο πολὺ τῇ ἡδονῇ καταμιγνύν‐ | |
6.7 | των τὸ δάκρυον. ἦν δὲ ψεκὰς ἀνεπαχθὴς τὸν ἀέρα ὑπο‐ νοτίζουσα· μικρὸν δὲ πρὸ τῆς πολίχνης εἰς βιαιότερον ὄμ‐ βρον τὸ ὑπερκείμενον συνεθλίβετο νέφος, ὥστε καθ’ ἡσυ‐ χίαν ἡμῖν γενέσθαι τὴν εἴσοδον, μηδενὸς προαισθομένου | |
6.8 | τῆς παρουσίας. ὡς δὲ ἤδη τῆς στοᾶς ἐντὸς ἐγενόμεθα, ἐπειδὴ διὰ ξηροῦ τοῦ ἐδάφους κατεκτύπει τὸ ὄχημα, οὐκ οἶδα ὅθεν ἢ ὅπως, ὡς ἐκ μηχανῆς τινος ἀθρόον ἀνεφάνη δῆμος κύκλῳ περὶ ἡμᾶς πεπυκνωμένοι, ὡς μηδὲ κατελθεῖν | |
5 | τοῦ ὀχήματος εὔπορον εἶναι· οὐ γὰρ ἦν εὑρεῖν τόπον κε‐ | |
6.9 | νὸν ἀνθρώπων. μόγις δὲ πείσαντες ἡμῖν τε δοῦναι καιρὸν πρὸς τὴν κάθοδον καὶ ταῖς ἡμιόνοις ἐπιτρέψαι τὴν πάρο‐ δον, ᾔειμεν παρὰ τῶν περιρρεόντων ἡμᾶς κατὰ πᾶν μέρος | |
συνθλιβόμενοι, ὥστε τὴν ὑπερβάλλουσαν αὐτῶν φιλοφρο‐ | 35 | |
6.10 | σύνην μικροῦ δεῖν καὶ λειποθυμίας γενέσθαι αἰτίαν. ὡς δὲ ἤδη ἔνδοθεν ἐγενόμεθα τοῦ περιστῴου, ὁρῶμεν ῥύακα πυρὸς ἐπὶ τὴν ἐκκλησίαν εἰσρέοντα· ὁ γὰρ τῶν παρθένων χορὸς τὰς ἐκ κηροῦ λαμπάδας διὰ χειρὸς φέρουσαι στοιχη‐ | |
5 | δὸν ἀλλήλαις κατὰ τὴν εἴσοδον τῆς ἐκκλησίας προῄεσαν, | |
6.11 | τοῖς πυρσοῖς διόλου καταλαμπόμεναι. ἐντὸς δὲ γενόμενος καὶ συνησθεὶς τῷ λαῷ καὶ συνδακρύσας (ταῦτα γὰρ ἦν ἀμφότερα πάσχειν τῷ κἀν τῷ πλήθει βλέπειν τὰ δύο πάθη), ὁμοῦ τε τῶν εὐχῶν ἐπαυσάμην καὶ ταύτην τῇ ὁσιότητί σου | |
5 | τὴν ἐπιστολὴν διεχάραξα, ἐπισπεύδων ὡς οἷόν τε, τῷ τῇ δίψῃ καταναγκάζεσθαι προσασχοληθῆναι μετὰ τὸ γράμμα τῇ θεραπείᾳ τοῦ σώματος. | |
7t | Ἱερίῳ ἡγεμόνι | |
7.1 | Νόμος τίς ἐστιν ἡμέτερος κλαίειν μετὰ κλαιόντων νο‐ μοθετῶν καὶ συγχαίρειν τοῖς χαίρουσιν, ἀλλὰ τούτων, ὡς ἔοικε, τὸ ἕτερον ἐφ’ ἡμῶν τῆς νομοθεσίας ἐνεργόν ἐστι μόνον· πολλὴ γὰρ τῶν εὐθηνούντων ἡ σπάνις, ὡς μὴ ἔχειν | |
5 | εὑρεῖν ῥᾳδίως, τίσι τῶν ἀγαθῶν συμμετάσχωμεν, τῶν | |
7.2 | δ’ ὡς ἑτέρως πραττόντων ἀφθονία πολλή. ταῦτα προοι‐ μιάζομαι διὰ τὴν δυστυχῆ τραγῳδίαν, ἣν πονηρός τις δαί‐ | |
μων ἐν τοῖς πάλαι γνησίοις ἐδραματούργησεν. νέος τις τῶν εὐπατριδῶν, Συνέσιος ὄνομα αὐτῷ, οὐκ ἔξω τοῦ ἐμοῦ | 36 | |
5 | γένους, ἐν ἀκμῇ τῆς ἡλικίας, οὔπω σχεδὸν τοῦ ζῆν ἀρξά‐ μενος ἐν μεγάλοις κινδύνοις ἐστίν· ὃν ἐξελέσθαι μόνος ὁ θεὸς ἰσχὺν ἔχει, καὶ μετὰ τὸν θεὸν σὺ ὁ τὴν περὶ θανάτου | |
7.3 | καὶ ζωῆς ψῆφον πεπιστευμένος. δυστύχημα γέγονεν ἀκού‐ σιον· τίς δ’ ἂν ἑκὼν δυστυχήσειε; καὶ νῦν ἔγκλημα τὴν δυστυχίαν πεποίηνται οἱ κατ’ αὐτοῦ τὴν ἐπιθανάτιον ταύ‐ | |
7.4 | την δίκην συστήσαντες. ἀλλ’ ἐκείνους μὲν ἰδίοις γράμ‐ μασι καθυρεῖναι τῆς ὀργῆς δυσωπῆσαι πειράσομαι, τὸ δὲ σὸν εὐμενὲς μετὰ τοῦ δικαίου καὶ μεθ’ ἡμῶν γενέσθαι παρα‐ καλῶ, ὅπως ἂν τὴν ἀθλιότητα τοῦ νέου ἡ σὴ φιλανθρωπία | |
5 | νικήσειε, πᾶσαν μηχανὴν ἐξευροῦσα, δι’ ἧς ἔξω κινδύνων ἔσται ὁ νέος, τὸν πονηρὸν κατ’ αὐτοῦ δαίμονα διὰ τῆς σῆς συμμαχίας | |
7.5 | νικήσας. πάντα εἶπον ἐν κεφαλαίῳ ἃ βούλομαι· τὸ δὲ καθ’ ἕκαστον ὑποτείνεσθαι ὅπως ἂν κατορθωθείη τὸ σπουδαζόμε‐ νον, οὔτε ἐμὸν ἂν εἴη τὸ λέγειν οὔτε σὸν τὸ διδάσκεσθαι. | |
8t | Ἀντιοχιανῷ | |
8.1 | Ἐφ’ ᾧ μάλιστα παρὰ τῶν σοφῶν ὁ βασιλεὺς τῶν Μα‐ κεδόνων θαυμάζεται—θαυμάζεται γὰρ οὐ τοσοῦτον τοῖς Μηδικοῖς τροπαίοις οὐδὲ τοῖς Ἰνδικοῖς τε καὶ περὶ τὸν Ὠκεανὸν διηγήμασιν, ὅσον ἐπὶ τῷ εἰπεῖν τὸν θησαυρὸν ἐν | |
5 | τοῖς φίλοις ἔχειν—, τολμῶ καὶ αὐτὸς ἐν τῷ μέρει τούτῳ τοῖς ἐκείνου θαύμασιν ἐμαυτὸν ἀντεπᾶραι, καί μοι προσήκει τὸν τοιοῦτον μᾶλλον λόγον εἰπεῖν, ὅτι [δὲ] πλουτῶ τῇ φιλίᾳ καὶ ὑπεραίρω τῷ τοιούτῳ κτήματι τάχα καὶ αὐτὸν ἐκεῖνον | 37 |
8.2 | τὸν ἐπὶ τούτῳ μεγαλαυχούμενον. τίς γὰρ ἐκείνῳ τοιοῦτος φίλος, οἷος ἐμοὶ σύ, διὰ πάντων ἐν ἑκάστῳ τῆς ἀρετῆς εἴδει | |
8.3 | πρὸς ἑαυτὸν ἁμιλλώμενος; πάντως γὰρ οὐκ ἄν τις ἐμοὶ ταῦτα λέγοντι κολακείαν ἐπικαλέσειε, πρός τε τὴν ἡλικίαν τὴν ἐμὴν καὶ πρὸς τὸν σὸν βίον βλέπων· ἔξωρός τε γὰρ ἤδη πρὸς κολακείαν ἡ πολιά, καὶ τὸ γῆρας εἰς θωπείαν ἀνεπιτήδειον, | |
5 | σοί τε, καὶ εἰ ἐν ὥρᾳ τοῦ κολακεύειν ἤμην ποτέ, ὁ ἔπαινος πρὸς ὑπόληψιν κολακείας οὐκ ἂν κατέπιπτε, τοῦ βίου πρὸ τῶν | |
8.4 | λόγων δεικνύντος τὸν ἔπαινον. ἀλλ’ ἐπειδὴ τῶν καλῶς πλου‐ τούντων ἴδιον τὸ εἰδέναι κεχρῆσθαι οἷς ἔχουσιν, ἀρίστη δὲ χρῆσις τῶν παρόντων τὸ κοινὰ προτιθέναι τοῖς φίλοις ἃ ἔχουσι, φίλος δέ μοι πάντων μάλιστα διὰ πάσης γνησιότητος | |
5 | συνηρμοσμένος ὁ ποθεινότατος υἱὸς Ἀλέξανδρος, παρακλή‐ θητι δεῖξαι αὐτῷ τὸν ἐμὸν θησαυρόν, καὶ μὴ δεῖξαι μόνον ἀλλὰ καὶ δαψιλῶς παρασχεῖν ἐμφορηθῆναι, τῷ προστῆναι | |
8.5 | αὐτοῦ ὑπὲρ ὧν ἥκει τῆς σῆς προστασίας δεόμενος. λέξει δὲ δι’ ἑαυτοῦ τὰ πάντα· οὕτω γὰρ εὐπρεπέστερον ἢ τὰ καθ’ ἕκαστον ἐμὲ διεξιέναι τῷ γράμματι. | |
9t | Σταγειρίῳ | |
9.1 | Τοιοῦτόν τι θέαμά φασιν ἐν τοῖς θεάτροις τοὺς θαυ‐ ματοποιοῦντας τεχνάζεσθαι· μῦθον ἐξ ἱστορίας ἤ τινα τῶν | |
ἀρχαίων διηγημάτων ὑπόθεσιν τῆς θαυματοποιΐας λαβόντες ἔργῳ τοῖς θεαταῖς διηγοῦνται τὴν ἱστορίαν. διηγοῦνται δὲ | 38 | |
5 | οὕτως τὰ κατάλληλα τῶν ἱστορουμένων· ὑποδύντες σχή‐ ματά τε καὶ πρόσωπα καὶ πόλιν ἐκ παραπετασμάτων ἐπὶ τῆς ὀρχήστρας δι’ ὁμοιότητός τινος σχηματίσαντες καὶ τὸν τέως ψιλὸν τόπον τῇ ἐναργεῖ μιμήσει τῶν πραγμάτων οἰκειώσαντες, θαῦμα τοῖς θεωμένοις γίνονται αὐτοί τε οἱ | |
10 | μιμηταὶ τῶν ἐν τῇ ἱστορίᾳ πραγμάτων καὶ τὰ παραπετά‐ | |
9.2 | σματα, ἡ πόλις δή. τί οὖν μοι τὸ διήγημα βούλεται; ἐπειδὴ χρεία ἡμῖν τὴν μὴ οὖσαν πόλιν ὡς οὖσαν δεῖξαι τοῖς συν‐ ιοῦσι, παρακλήθητι γενέσθαι τῆς πόλεως ἡμῶν οἰκιστὴς αὐτοσχέδιος, αὐτῷ τῷ φανῆναι μόνον τὸ πόλιν εἶναι δοκεῖν | |
9.3 | τὸν ἔρημον χῶρον παρασκευάσας. ἔστι δέ σοι καὶ ἡ ὁδὸς οὐ πολλὴ καὶ ἡ χάρις, ἣν δώσεις, σφόδρα πολλή· βουλό‐ μεθα γὰρ σεμνοτέρους ἑαυτοὺς δεῖξαι τοῖς συνιοῦσιν, ἀντ’ ἄλλου τινὸς κόσμου τῇ φαιδρότητι ὑμῶν καλλωπιζόμενοι. | |
10t | Ὀτρηίῳ ἐπισκόπῳ Μελιτηνῆς | |
10.1 | Ποῖον τοιοῦτον ἄνθος ἐν ἔαρι, τίνες τοιαῦται τῶν ᾠδι‐ κῶν ὀρνίθων φωναί, ποία λεπταῖς καὶ προσηνέσι ταῖς αὔραις καταγλυκαίνεται γαληνιάζουσα θάλασσα, τίς ἄρουρα τοῖς γεηπόνοις οὕτως ἡδεῖα, ἢ εὐθηνουμένη ληΐοις ἢ τοῖς | |
5 | καρποῖς ἤδη τῶν ἀσταχύων ὑποκυμαίνουσα, τίς ἐξ ἀμπέ‐ | |
λου τοσαύτη χάρις, ὅτε κομῶσα διὰ τοῦ ἀέρος * καὶ τοῖς φύλλοις κατασκιάζει τὴν κάμακα, ὅσον τὸ πνευματικὸν ἔαρ ἐκ τῆς εἰρηνικῆς σου ἀκτῖνος διὰ τῆς ἐν τοῖς γράμ‐ μασι λαμπηδόνος τὴν ζωὴν ἡμῶν ἐκ κατηφείας ἐφαίδρυνεν; | 39 | |
10.2 | οὕτω γὰρ ἡμῖν τάχα τὸ προφητικὸν ἁρμόζει, ὅτι Κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν τῶν ἐν τῇ καρδίᾳ αἱ τοῦ θεοῦ πα‐ ρακλήσεις διὰ τῆς σῆς ἀγαθότητος τὴν ψυχὴν ἡμῶν εὔ‐ φραναν, ἀκτίνων δίκην κεκακωμένην τῇ πάχνῃ τὴν ζωὴν | |
5 | ἡμῶν ἐπιθάλπουσαι· ἴση γάρ ἐστιν ἐν ἀμφοτέροις ἡ ἀκρό‐ της, τῆς τε τραχύτητος λέγω τῶν λυπηρῶν καὶ τῆς | |
10.3 | γλυκύτητος τῶν σῶν ἀγαθῶν. καὶ εἰ μόνον εὐαγγελισά‐ μενος ἡμῖν τὴν παρουσίαν σου τοσοῦτον ἐφαίδρυνας, ὥστε πάντα ἡμῖν ἐκ τῆς ἐσχάτης ἀλγηδόνος εἰς φαιδρὰν μετα‐ βληθῆναι κατάστασιν, τί ποτε ἄρα ποιήσει καὶ ὀφθεῖσα | |
5 | μόνον ἡ τιμία σου καὶ ἀγαθὴ παρουσία; πόσην δὲ δώσει ταῖς ψυχαῖς ἡμῶν παράκλησιν ἡ γλυκεῖά σου φωνὴ ταῖς | |
10.4 | ἀκοαῖς ἐνηχήσασα; ἀλλὰ γένοιτο ταῦτα διὰ τάχους κατὰ θεοῦ συνεργίαν τοῦ διδόντος ὀλιγοψύχοις ἄνεσιν καὶ τοῖς συντετριμμένοις ἀνάπαυσιν. ἡμᾶς δὲ γίνωσκε, ἐὰν μὲν εἰς τὸ ἡμέτερον βλέψωμεν, περιαλγεῖν τοῖς παροῦσι καὶ | |
5 | δυσφοροῦντας μὴ παύεσθαι, ἐὰν δὲ πρὸς τὴν σὴν ἀπ‐ ίδωμεν τιμιότητα, πολλὴν ὁμολογεῖν τῇ οἰκονομίᾳ τοῦ δεσπότου τὴν χάριν, ὅτι ἔξεστιν ἡμῖν ἐκ γειτόνων ἀπο‐ λαύειν τῆς γλυκείας σου καὶ ἀγαθῆς προαιρέσεως καὶ ἐμφορεῖσθαι κατ’ ἐξουσίαν μέχρι κόρου τῆς τοιαύτης τρο‐ | |
10 | φῆς, εἰ δή τις κόρος τῶν τοιούτων ἐστίν. | 40 |
11t | Εὐπατρίῳ σχολαστικῷ | |
11.1 | Ζητῶν τι προσφυὲς καὶ οἰκεῖον τῷ γράμματι δοῦναι προοίμιον, ἀπὸ μὲν τῶν ἐμοὶ συνήθων, λέγω δὴ τῶν γρα‐ φικῶν ἀναγνωσμάτων, οὐκ εἶχον ὅτῳ καὶ χρήσομαι, οὐ τῷ μὴ εὑρίσκειν τὸ συμβαῖνον, ἀλλὰ τῷ περιττὸν κρίνειν πρὸς | |
5 | οὐκ εἰδότας τοιαῦτα γράφειν· ἡ γὰρ περὶ τοὺς ἔξωθεν λό‐ γους σπουδὴ τοῦ μηδεμίαν τῶν θείων μαθημάτων ἐπιμέ‐ λειαν ἔχειν ἀπόδειξις ἡμῖν γέγονεν. οὐκοῦν ἐκεῖνα μὲν σιωπήσομαι, ἐκ δὲ τῶν σῶν πρὸς τὴν λογιότητά σου προ‐ | |
11.2 | οιμιάσομαι. πεποίηταί τις παρὰ τῷ διδασκάλῳ τῆς ὑμετέ‐ ρας παιδεύσεως πρεσβυτικῶς εὐφραινόμενος, μετὰ τὴν χρο‐ νίαν αὐτοῦ κακοπάθειαν ἐν ὀφθαλμοῖς ἔχων τὸν ἑαυτοῦ παῖδα καὶ τοῦ παιδὸς ἅμα τὸν παῖδα· ὑπόθεσις δὲ αὐτῷ | |
5 | τῆς εὐφροσύνης ἡ περὶ τῶν πρωτείων τῆς ἀρετῆς Ὀδυσσεῖ | |
11.3 | πρὸς τὸν Τηλέμαχον μάχη. [εἰς] τί οὖν ἡ μνήμη τῶν Κε‐ φαλλήνων πρὸς τὸν σκοπὸν τοῦ λόγου συμβάλλεται; ὅτι με διαλαβόντες μέσον ὑμεῖς, σύ τε καὶ ὁ τὰ πάντα θαυμάσιος ὁ πατὴρ ὁ σός, ὥσπερ τὸν Λαέρτην ἐκεῖνοι, φιλοτίμως | |
5 | πρὸς ἀλλήλους ἐν τῇ πρὸς ἡμᾶς τιμῇ τε καὶ φιλοφροσύνῃ | |
περὶ τῶν πρωτείων διαγωνίζεσθε, ὁ μὲν ἐκ τοῦ Πόντου, | 41 | |
11.4 | σὺ δὲ ἀπὸ Καππαδοκίας τοῖς γράμμασι βάλλοντες. τί οὖν ὁ γέρων ἐγώ; μακαριστὴν τίθεμαι τὴν ἡμέραν, ἐν ᾗ βλέπω τοι‐ | |
11.5 | αύτην παιδὶ πρὸς πατέρα τὴν ἅμιλλαν. μή ποτε οὖν παύσαιο χρηστοῦ καὶ θαυμαστοῦ πατρὸς εὐχὴν δικαίαν ἀποπληρῶν καὶ τοῖς ἀγαθοῖς προτερήμασι τὴν πατρικὴν δόξαν ὑπερβαλλό‐ μενος· οὕτω παρ’ ἀμφοτέροις ὑμῖν ἔσομαι κεχαρισμένος κρι‐ | |
5 | τής, σοὶ μὲν τὰ πρωτεῖα πρὸς τὸν πατέρα νέμων, τῷ πατρὶ δὲ | |
11.6 | πρὸς σέ. ἡμεῖς δὲ οἴσομεν τὴν τραχεῖαν Ἰθάκην, οὐ λίθοις τοσοῦτον ὅσον τοῖς ἤθεσι τῶν οἰκητόρων τραχυνομένην, ἐν ᾗ πολλοὶ 〈οἱ〉 μνηστῆρες καὶ τῶν κτημάτων τῆς μνηστευομένης βρωτῆρες, οἱ καὶ αὐτῷ τούτῳ τὴν νύμφην ὑβρίζοντες, τῷ ἐπα‐ | |
5 | πειλεῖν τὸν γάμον τῇ σωφρονούσῃ, Μελανθοῦς, οἶμαι, τινὸς ἢ ἄλλης τοιαύτης ἀξίως πράττοντες, οὐδαμοῦ δὲ ὁ σωφρονίζων | |
11.7 | τῷ τόξῳ. ὁρᾷς ὅσον πρεσβυτικῶς ἐπὶ τὰ μηδὲν προσήκοντα ἡμῖν παρεληρήσαμεν; ἀλλά μοι πρόχειρος ἔστω διὰ τὴν πο‐ λιὰν ἡ συγγνώμη· ἴδιον γὰρ αὐτῆς, ὥσπερ τὸ κορυζοῦσθαι τὰ ὄμματα καὶ τὰ μέλη πάντα ὑπὸ τῆς τοῦ γήρως ἀτονίας | |
11.8 | βαρύνεσθαι, οὕτω καὶ τὸ ἀδολεσχεῖν ἐν τῷ λόγῳ. σὺ δὲ ἡμᾶς τοῖς τροχαλοῖς τε καὶ διεγηγερμένοις τῶν λόγων νεανι‐ κῶς δεξιούμενος ἀνανεώσῃ τὸ γῆρας, τῇ καλῇ καὶ πρεπούσῃ γηροκομίᾳ ταύτῃ τὸ κεκμηκὸς τῆς ἡλικίας ἐπανορθούμενος. | |
12t | τῷ αὐτῷ | |
12.1 | Οὐδὲ τοῦ ἔαρος ἡ χάρις διαλάμπειν κατὰ τὸ ἀθρόον πέφυκεν, ἀλλὰ προοίμια τῆς ὥρας γίνεται ἀκτίς τε προση‐ νῶς τὸ πεπηγὸς τῆς γῆς ἐπιθάλπουσα καὶ ἄνθος ἡμιφανῶς τῇ βώλῳ ὑποκρυπτόμενον καὶ αὖραι τὴν γῆν ἐπιπνέουσαι, | 42 |
5 | ὡς διὰ βάθους τὸ ἐκ τοῦ ἀέρος γόνιμόν τε καὶ ζώφυτον εἰς αὐτὴν διαδύεσθαι. ἔστι καὶ νεοθαλῆ πόαν θεάσασθαι καὶ ὀρνίθων ἐπάνοδον, οὓς ὁ χειμὼν ἀπεξένωσε, καὶ πολλὰ τοιαῦτα, ἃ σημεῖα μᾶλλόν ἐστι τοῦ ἔαρος, οὐκ αὐτὸ τὸ ἔαρ· πλὴν ἀλλ’ ἡδέα καὶ ταῦτα, διότι καὶ τῶν ἡδίστων | |
12.2 | μηνύματα γίνεται. τί οὖν ὁ λόγος μοι βούλεται; ἐπειδὴ πρόδρομος τῶν ἐν σοὶ θησαυρῶν ἡ διὰ τῶν γραμμάτων σου φιλοφροσύνη πρὸς ἡμᾶς ἐλθοῦσα, καλῷ προοιμίῳ τὸ παρὰ σοῦ προσδοκώμενον ἡμῖν εὐαγγελίζεται, καὶ τὴν ἐν | |
5 | τούτοις χάριν δεχόμεθα ὥς τι πρωτοφανὲς ἄνθος τοῦ ἔαρος, καὶ ὅλης ἀπολαῦσαι τῆς ὥρας ἐν σοὶ διὰ τάχους εὐχόμεθα. | |
12.3 | σφόδρα γάρ, εὖ ἴσθι, σφόδρα τῷ κρυμῷ καὶ τῇ πικρίᾳ τῶν ἐπιχωρίων ἠθῶν πεπονήκαμεν. καὶ ὥσπερ τοῖς δωματίοις ἐκ τῶν ἐπεισρεόντων ὑδάτων ὑποτρέφεται κρύσταλλος (χρή‐ σομαι γὰρ ἐκ τῶν ἡμετέρων τῷ ὑποδείγματι), καὶ ἡ καταρ‐ | |
5 | ρέουσα νοτίς, εἰ τῷ πεπηγότι ἐπιπολάσειε, λιθοῦται περὶ τὸν κρύσταλλον καὶ προσθήκη τοῦ ὄγκου γίνεται, τοιοῦτόν τι βλέπω 〈ἐνὸν〉 τοῖς πολλοῖς τῶν κατὰ τὸν τόπον ἐπιχωρια‐ ζόντων τὸ ἦθος· ἀεί τι προσεπινοεῖται παρ’ αὐτῶν εἰς πι‐ κρίαν καὶ ἐφευρίσκεται, καὶ τῷ προκατειργασμένῳ ἕτερον | |
10 | κακὸν ἐπιπήγνυται, κἀκείνῳ ἄλλο, καὶ πάλιν ἕτερον καὶ τούτῳ συνεχῶς ὑπαντᾷ, καὶ οὐδεὶς αὐτοῖς ὅρος τοῦ μίσους | |
καὶ τῆς τῶν κακῶν ἐπαυξήσεως· ὥστε πολλῶν ἡμῖν εὐχῶν εἶναι χρείαν, ἐπιπνεῦσαι διὰ τάχους τὴν χάριν τοῦ πνεύ‐ ματος καὶ διαχέαι τὴν πικρίαν τοῦ μίσους καὶ διαθρύψαι | 43 | |
12.4 | τὸν ἐκ τῆς πονηρίας αὐτοῖς πηγνύμενον κρύσταλλον. διὰ ταῦτα γλυκὺ τὸ ἔαρ καὶ κατὰ φύσιν ὑπάρχον, ἑαυτοῦ πο‐ θεινότερον γίνεται τοῖς ἀπὸ τοιούτων σε προσδεχομένοις | |
12.5 | χειμώνων. μὴ οὖν βραδυνέτω ἡ χάρις, ἄλλως τε καὶ 〈διότι〉 τῆς ἁγίας ἡμῖν ἡμέρας πλησιαζούσης εὐλογώτερον ἂν εἴη τὴν ἐνεγκοῦσαν τοῖς ἰδίοις μᾶλλον ἢ τὸν Πόντον τοῖς ἡμετέ‐ ροις σεμνύνεσθαι. ἐλθὲ οὖν, ὦ φίλη κεφαλή, φέρων ἡμῖν | |
5 | ἀγαθῶν πλῆθος, σαυτόν· τοῦτο γὰρ ἔσται τῶν ἀγαθῶν τῶν ἡμετέρων τὸ πλήρωμα. | |
13t | Λιβανίῳ | |
13.1 | Ἤκουσά τινος ἰατρικοῦ παράλογόν τι φύσεως πάθος διηγουμένου, τὸ δὲ διήγημα τοιοῦτον ἦν· κατείχετό τις, φησίν, ἀρρωστήματί τινι τῶν δυστροπωτέρων καὶ τὴν τέχνην διήλεγχεν ἔλαττον τῆς ἐπαγγελίας ἰσχύουσαν· πᾶν | |
5 | γὰρ τὸ ἐπινοούμενον εἰς θεραπείαν ἄπρακτον ἦν· εἶτά τινος ἀγγελίας τῶν καταθυμίων παρ’ ἐλπίδας αὐτῷ μηνυ‐ θείσης, ἀντὶ τῆς τέχνης ἡ συντυχία γίνεται λύουσα τῷ ἀνθρώπῳ τὴν νόσον, εἴτε τῆς ψυχῆς τῷ περιόντι τῆς ἀνέ‐ σεως καὶ τὴν τοῦ σώματος ἕξιν ἑαυτῇ συνδιαθείσης, εἴτε | |
10 | καὶ ἄλλως, οὐκ ἔχω λέγειν· οὔτε γὰρ ἐμοὶ σχολὴ τὰ τοι‐ αῦτα φιλοσοφεῖν, καὶ τὴν αἰτίαν ὁ εἰπὼν οὐ προσέθηκεν. | |
13.2 | ἐπὶ καιροῦ δὲ νῦν ἐμνήσθην, ὡς οἶμαι, τοῦ διηγήματος· διακείμενος γάρ, ὡς οὐκ ἂν ἐβουλόμην (τὰς δὲ αἰτίας οὐ‐ δὲν δέομαι νῦν ἀκριβῶς καταλέγειν τῶν ἀφ’ οὗ γέγονα παρ’ ὑμῖν καὶ μέχρι τοῦ νῦν συμπεπτωκότων μοι λυπη‐ | |
5 | ρῶν), μηνύσαντος ἀθρόως μοί τινος περὶ τῶν γραμμάτων τῆς μονογενοῦς σου παιδεύσεως, ἐπειδὴ τάχιστα τὴν ἐπι‐ στολὴν ἐδεξάμην καὶ τοῖς γεγραμμένοις ἐπέδραμον, εὐθὺς μὲν τὴν ψυχὴν διετέθην ὡς ἐπὶ τοῖς καλλίστοις ἐπὶ πάν‐ των ἀνθρώπων ἀνακηρυσσόμενος· τοσούτου τὴν σὴν μαρ‐ | 44 |
10 | τυρίαν ἐτιμησάμην, ἣν διὰ τῆς ἐπιστολῆς ἡμῖν κεχάρισαι· ἔπειτα δέ μοι καὶ ἡ τοῦ σώματος ἕξις εὐθὺς πρὸς τὸ κρεῖτ‐ τον μετεποιεῖτο, καί σοι τὸ ἴσον παράδοξον καὶ αὐτὸς διήγημα δίδωμι, ὅτι τῆς αὐτῆς ἐπιστολῆς τὰ μὲν ἀρρωστῶν | |
13.3 | τὰ δὲ καθαρῶς ὑγιαίνων ἐπέδραμον. καὶ ταῦτα μὲν εἰς τοσοῦτον· ἐπεὶ δέ μοι τῆς χάριτος ταύτης ὁ υἱὸς Κυνήγιος ὑπόθεσις γέγονεν, οἷός 〈τ’〉 εἶ τῷ περιόντι τῆς εἰς τὸ εὐεργε‐ τεῖν ἐξουσίας οὐχ ἡμᾶς μόνον ἀλλὰ καὶ τοὺς εὐεργέτας | |
5 | ἡμῶν καλῶς ποιεῖν, εὐεργέτης δὲ ἡμῶν οὗτος, καθὼς εἴρη‐ ται, τῶν παρὰ σοῦ γραμμάτων ἀφορμὴ γενόμενος ἡμῖν καὶ | |
13.4 | ὑπόθεσις, καὶ διὰ τοῦτο εὖ παθεῖν ἄξιος. διδασκάλους δὲ τοὺς ἡμετέρους, εἰ μὲν ὧν τι δοκοῦμεν μεμαθηκέναι ζη‐ τοίης, Παῦλον εὑρήσεις καὶ Ἰωάννην καὶ τοὺς λοιποὺς ἀποστόλους τε καὶ προφήτας, εἴ γε μὴ τολμηρὸν ἡμῖν τὴν | |
5 | διδασκαλίαν οἰκειοῦσθαι τῶν τοιούτων ἀνδρῶν· εἰ δὲ περὶ τῆς ὑμετέρας λέγοις σοφίας, ἣν οἱ κρίνειν ἐπιστήμονές φασιν ἀπὸ σοῦ πηγάζουσαν ἐν μετοχῇ τοῖς λοιποῖς γίνεσθαι πᾶσιν οἷς τινος καὶ μέτεστι λόγου (ταῦτα γὰρ ἤκουσα πρὸς πάντας διεξιόντος τοῦ σοῦ μὲν μαθητοῦ, πατρὸς δὲ | |
10 | ἐμοῦ καὶ διδασκάλου τοῦ θαυμαστοῦ Βασιλείου), ἴσθι με μη‐ δὲν ἔχειν λαμπρὸν ἐν τοῖς 〈περὶ〉 τῶν διδασκάλων διηγήμασιν, ἐπ’ ὀλίγον τῷ ἀδελφῷ συγγεγονότα καὶ τοσοῦτον παρὰ τῆς θείας γλώττης ἐκκαθαρθέντα, ὅσον ἐπιγνῶναι μόνον τὴν | |
ζημίαν τῶν ἀμυήτων τοῦ λόγου· ἔπειτα μέντοι τοῖς σοῖς, | 45 | |
15 | εἴ ποτε σχολὴν ἄγοιμι, κατὰ σπουδὴν πᾶσαν ἐνδιατρίβοντα ἐραστὴν γενέσθαι τοῦ ὑμετέρου κάλλους, τυχεῖν δὲ μηδέπω | |
13.5 | τοῦ ἔρωτος. εἰ μὲν οὖν, ὥσπερ αὐτὸς ἐγὼ κρίνω, τὰ καθ’ ἡμᾶς ἐστιν οὐδέν, οὐδαμοῦ ὁ διδάσκαλος ἡμῶν· εἰ δὲ τὴν σὴν ὑπόληψιν, ἣν ἐφ’ ἡμῖν ἔσχες, μὴ ἀληθεύειν οὐ θέμις, ἀλλά τινες ἐν τῷ λόγῳ [καὶ ὑμεῖς] καὶ ἡμεῖς οὐκ ἀπόβλητοι | |
5 | παρὰ σοί γε κριτῇ, δὸς τολμῆσαι σοὶ τῶν ἡμετέρων ἀνα‐ | |
13.6 | θεῖναι τὴν αἰτίαν. εἰ γὰρ Βασίλειος μὲν τοῦ ἡμετέρου προστάτης λόγου, ἐκείνῳ δὲ ὁ πλοῦτος ἐκ τῶν σῶν ἦν θη‐ σαυρῶν, τὰ σὰ κεκτήμεθα καὶ εἰ δι’ ἑτέρων ὑπεδεξάμεθα· εἰ δὲ ὀλίγα ταῦτα, ὀλίγον ἐν τοῖς ἀμφορεῦσι τὸ ὕδωρ, ἀλλ’ | |
5 | ἐκ τοῦ Νείλου ὅμως. | |
14t | Λιβανίῳ σοφιστῇ | |
14.1 | Ἑορτὴν ἄγειν σύνηθες τοῖς Ῥωμαίοις περὶ τὴν χειμέ‐ ριον τροπὴν κατά τι πάτριον, ὅτε τοῦ ἡλίου πρὸς τὴν ἄνω χώραν ἀναποδίζοντος, πλεονάζειν ἄρχεται τὸ ἡμερήσιον μέτρον· ἱερὰ δὲ νενόμισται τοῦ μηνὸς ἡ ἀρχή, καὶ διὰ | |
5 | ταύτης τῆς ἡμέρας τὸ πᾶν ἔτος οἰωνιζόμενοι δεξιάς τινας | |
14.2 | συντυχίας καὶ εὐφροσύνας καὶ πότους ἐπιτηδεύουσι. τί βουλόμενος ἐντεῦθεν τοῦ γράμματος ἄρχομαι; ὅτι καὶ αὐτὸς διήγαγον τὴν ἑορτὴν ταύτην παραπλησίως ἐκείνοις χρυσοφορήσας· ἦλθε γὰρ τότε καὶ εἰς τὰς ἐμὰς χεῖρας | |
5 | χρυσός, οὔ τοι κατὰ τὸν πάνδημον τοῦτον χρυσόν, ὃ ἀγα‐ πῶσιν οἱ ἄρχοντες καὶ δωροφοροῦσιν οἱ ἔχοντες, τὸ βαρὺ καὶ αἰσχρὸν καὶ ἄψυχον κτῆμα, ἀλλ’ ὃ παντὸς πλούτου | |
τοῖς γε νοῦν ἔχουσιν ὑψηλότερόν ἐστι, τὸ κάλλιστον ὄν‐ τως δεξίωμα κατὰ Πίνδαρον, τὰ σὰ φημὶ γράμματα καὶ | 46 | |
14.3 | ὁ πολὺς ἐν ἐκείνοις πλοῦτος. οὕτω γὰρ συνέβη κατὰ τὴν ἡμέραν ἐκείνην ἐπιφοιτήσαντά με τῇ μητροπόλει τῶν Καππαδοκῶν ἐντυχεῖν τινι τῶν ἐπιτηδείων, ὅς μοι τὸ δῶ‐ ρον τοῦτο, τὴν ἐπιστολήν, οἷόν τι σύμβολον ἑορτῆς προε‐ | |
14.4 | τείνατο. ἐγὼ δὲ περιχαρὴς τῇ συντυχίᾳ γενόμενος κοινὸν προὔθηκα τοῖς παροῦσι τὸ κέρδος, καὶ πάντες μετεῖχον τὸ ὅλον ἕκαστος ἔχειν φιλονεικοῦντες, καὶ οὐκ ἠλαττούμην ἐγώ· διεξιοῦσα γὰρ τὰς πάντων χεῖρας ἡ ἐπιστολὴ ἴδιος | |
5 | ἑκάστου πλοῦτος ἐγίνετο, τῶν μὲν τῇ μνήμῃ διὰ τῆς συνε‐ χοῦς ἀναγνώσεως τῶν δὲ δέλτοις ἐναπομαξαμένων τὰ ῥή‐ ματα, καὶ πάλιν ἐν ταῖς ἐμαῖς ἦν χερσί, πλέον εὐφραίνουσα | |
14.5 | ἢ τοὺς ὀφθαλμοὺς τῶν πολυχρύσων ἡ ὕλη. ἐπειδὴ τοίνυν καὶ τοῖς γεωργοῖς (χρήσομαι γὰρ ἐκ τῶν οἰκείων τῷ ὑπο‐ δείγματι) πολλὴν δίδωσι πρὸς τοὺς δευτέρους τῶν πόνων τὴν προθυμίαν τὸ τῶν πονηθέντων ἀπόνασθαι, σύγγνωθι | |
5 | καὶ ἡμῖν ἅπερ αὐτὸς δέδωκας καταβαλλομένοις καὶ διὰ τοῦτο γράφουσιν, ἵνα σε πάλιν πρὸς τὸ γράφειν ἐκκαλεσώμεθα. | |
14.6 | Αἰτοῦμαι δὲ χάριν ὑπὲρ τοῦ βίου κοινήν, ὅσα δι’ αἰ‐ νίγματος ἡμῖν τὰ τελευταῖα τῆς ἐπιστολῆς ὑπηπείλησας, μηκέτι διανοεῖσθαι· οὐδὲ γὰρ καλῶς ἔχειν φημὶ κρίσεως, εἴ τινες ἁμαρτάνουσι πρὸς τὴν βάρβαρον γλῶσσαν ἀπὸ τῆς | |
5 | Ἑλληνίδος αὐτομολοῦντες καὶ μισθοφόροι στρατιῶται γινό‐ μενοι καὶ τὸ στρατιωτικὸν σιτηρέσιον ἀντὶ τῆς ἐν τῷ λέ‐ γειν δόξης αἱρούμενοι, διὰ τοῦτό σε καταδικάζειν τῶν λό‐ γων καὶ ἀφωνίαν τοῦ βίου καταψηφίζεσθαι· τίς γὰρ ὁ | |
φθεγγόμενος, εἰ σὺ τὴν βαρεῖαν ταύτην ἀπειλὴν κατὰ τῶν | 47 | |
14.7 | λόγων κυρώσειας; ἀλλὰ καλῶς ἔχει τάχα μνημονεῦσαί τινος τῶν ἐκ τῆς ἡμετέρας Γραφῆς· κελεύει γὰρ ὁ ἡμέτερος λόγος τοὺς δυναμένους εὖ τι ποιεῖν μὴ πρὸς τὰς γνώμας τῶν εὐεργετουμένων βλέπειν, ὡς φιλοτιμεῖσθαι μὲν τοῖς | |
5 | εὐαισθήτοις, ἀποκλείειν δὲ τοῖς ἀχαρίστοις τὴν εὐποιΐαν, ἀλλὰ μιμεῖσθαι τὸν τοῦ παντὸς οἰκονόμον, ὃς κοινὴν προ‐ τίθησι τῶν ἐν τῇ κτίσει καλῶν τὴν μετουσίαν ἀγαθοῖς τε | |
14.8 | καὶ μὴ τοιούτοις. πρὸς ταῦτα βλέπων, ὦ θαυμάσιε, δὸς ἀεὶ τοιοῦτον τῷ βίῳ σαυτόν, οἷος ὁ παρελθὼν ἔδειξε χρό‐ νος· οὐ γὰρ τὸν ἥλιον οἱ μὴ βλέποντες κωλύουσιν ἥλιον εἶ‐ ναι· οὐκοῦν οὐδὲ τὴν ἀκτῖνα τῶν σῶν λόγων ἀμαυροῦσθαι | |
5 | καλῶς ἔχει διὰ τοὺς μεμυκότας τὰ τῆς ψυχῆς αἰσθητήρια. | |
14.9 | Τὸν δὲ Κυνήγιον εὔχομαι μὲν ὡς μάλιστα μὲν πόρρω τῆς κοινῆς εἶναι νόσου, ἣ νῦν τοὺς νέους κατείληφε, προσέχειν δὲ κατὰ τὸ ἑκούσιον τῇ περὶ τοὺς λόγους σπουδῇ· εἰ δὲ ἄλλως ἔχοι, δίκαιόν ἐστι καὶ μὴ βουλόμενον αὐτὸν ἐκβιάζεσθαι, | |
5 | * ἐν ᾧ νῦν ὄντες οἱ πρὸ τούτου τῶν λόγων ἀποστατήσαντες ἐλεεινοί τινές εἰσιν ὑπ’ αἰσχύνης καταδυόμενοι. | |
15t | Ἰωάννῃ καὶ Μαξιμιανῷ | |
15.1 | Καὶ τῶν ἄλλων ἁπάντων μικροῦ δεῖν, ὅσα ποιεῖ τοὺς κεκτημένους εὐδαίμονας, πένητες οἱ Καππαδόκαι ἡμεῖς, | |
15.2 | πλέον δὲ πάντων πένητες τῶν γράφειν δυναμένων. τοῦτό τοι καὶ τῆς πολλῆς τοῦ λόγου βραδυτῆτος αἴτιον· πρὸ | |
πλείονος γάρ μοι χρόνου πεπονημένης τῆς πρὸς τὴν αἵρε‐ σιν ἀντιρρήσεως, ὁ μεταγράφων οὐκ ἦν, καὶ τῶν ὑπογρα‐ | 48 | |
5 | φέων ἡ ἀπορία ῥᾳθυμίας ἡμῖν κατὰ τὸ εἰκὸς ἢ τῆς περὶ | |
15.3 | τὸν λόγον ἀσθενείας προσετρίψατο ἂν ὑπόνοιαν. ἀλλ’ ἐπειδὴ νῦν γοῦν κατὰ θεοῦ χάριν ὅ τε γράφων καὶ ὁ δοκι‐ μάζων τὰ γεγραμμένα εὑρέθησαν, ἀπέσταλκα ὑμῖν οὐ, κα‐ θώς φησιν ὁ Ἰσοκράτης, δῶρον τὸν λόγον (οὐδὲ γάρ τι | |
5 | τοιοῦτον ἐν τούτῳ λογίζομαι, ὡς ἀντὶ κτήματος τῷ δε‐ ξομένῳ γενέσθαι), ἀλλ’ ὡς ἂν γένοιτο ὑμῖν προτροπή, ὥστε σφριγῶντας τῇ ἀκμῇ τῆς νεότητος καταθαρσῆσαι τῆς πρὸς τοὺς ἐναντίους μάχης, ἐν τῇ τοῦ γέροντος προθυμίᾳ τὸ τῆς | |
15.4 | νεότητος εὐθαρσὲς ἀνεγείροντας. εἰ δὲ φανείη τι τῶν ἐκ τοῦ λόγου καὶ τῆς ἀκοῆς τοῦ σοφιστοῦ ἄξια, δοκιμάσαντες μέρη τινά, τὰ πρὸ τῶν ἀγώνων μάλιστα, ὅσα τῆς ἐπιλεκτικῆς ἐστιν ἰδέας, ἀνενέγκατε· ἴσως δέ τινα καὶ τῶν δογματικῶν φανήσε‐ | |
5 | ται ὑμῖν οὐκ ἀχαρίστως ἡρμηνευμένα. ἅπερ δ’ ἀναγινώσκοιτε, δῆλον ὅτι ὡς διδασκάλῳ καὶ διορθωτῇ ἀναγνώσεσθε. | |
16t | Στρατηγίῳ | |
16.1 | Οἷόν τι ποιοῦσιν οἱ τῇ σφαίρᾳ παίζοντες, ὅταν τριχῆ διαστάντες ἀντιπέμπωσιν ἀλλήλοις ἐν εὐστοχίᾳ τὴν βολὴν | |
ἄλλος παρ’ ἄλλου διαδεχόμενοι, διαπαίζουσι δὲ τὸν ἐν τῷ μέσῳ πρὸς αὐτὴν ἀναπηδῶντα, τῇ ἐσχηματισμένῃ τοῦ προσώ‐ | 49 | |
5 | που ὁρμῇ καὶ τῇ ποιᾷ τῆς χειρὸς ἐνδείξει κατὰ τὸ δεξιὸν ἢ εὐώνυμον τὴν βολὴν προδείξαντες, ἐφ’ ὅπερ 〈δ’〉 ἂν ἴδωσιν αὐτὸν ὁρμῶντα, κατὰ τὸ ἐναντίον ἀποπεμπόμενοι καὶ τὴν ἐλ‐ πίδα δι’ ἀπάτης ἐψεύσαντο· τοιαῦτα κατώρθωται καὶ νῦν παρὰ τοῖς πολλοῖς ἡμῶν, οἳ τὸ σπουδάζειν ἀφέντες, ἐν εὐφυΐᾳ τοὺς | |
10 | ἀνθρώπους σφαιρίζομεν, ἀντὶ τῆς δεξιᾶς ἐλπίδος, ἣν προϊσχό‐ μεθα, τῇ σκαιότητι τῶν γινομένων τὰς ψυχὰς τῶν ἐλπιζόντων | |
16.2 | 〈ἐφ’〉 ἡμῖν παρακρουόμενοι. γράμματα καταλλακτήρια, φιλο‐ φροσύναι, σύμβολα, δῶρα, ἀγαπητικαὶ διὰ γραμμάτων περι‐ πλοκαί, ταῦτά ἐστι τῆς σφαίρας ἡ ἔνδειξις ἡ κατὰ τὸ δεξιὸν προδεικνυμένη· ἀλλ’ ἀντὶ τῆς ἐλπισθείσης διὰ τούτων εὐφρο‐ | |
5 | σύνης κατηγορίαι, συσκευαί, διαβολαί, μέμψεις, ἐγκλήματα, μονομερῶν ἀποφάσεων ὑφαρπαγαί. μακάριοι τῶν ἐλπίδων ὑμεῖς οἱ διὰ τῶν τοιούτων τὴν πρὸς τὸν θεὸν παρρησίαν πραγ‐ | |
16.3 | ματευόμενοι. ἀλλὰ παρακαλοῦμεν ὑμᾶς μὴ πρὸς τὰ ἡμέτερα βλέπειν, ἀλλὰ πρὸς τὴν δεσποτικὴν τοῦ εὐαγγελίου διδασκαλί‐ αν (τίς γὰρ ἂν ἑτέρῳ τῶν ὀδυνῶν παραμυθία γένοιτο [ἂν ἄλλος] αὐτὸς ταῖς ὀδύναις ὑπερβαλλόμενος;), ὡς [δ’] ἂν τὴν ἰδίαν | |
5 | διέξοδον λάβῃ τὰ πράγματα, ὥς φησιν· Ἐμοὶ ἐκδίκησις, ἐγὼ | |
16.4 | ἀνταποδώσω, λέγει κύριος. σὺ δέ μοι, ὦ ἄριστε, πράττειν σεαυτοῦ ἀξίως καὶ τῷ θεῷ ἐπελπίζειν καὶ μὴ ἐγκόπτεσθαι πρὸς τὸ καλός τε καὶ ἀγαθὸς εἶναι διὰ τὰ παρ’ ἡμῶν ὑποδείγ‐ ματα, ἐπιτρέπειν δὲ τῷ θεῷ τῷ δικαιοκρίτῃ τὴν συμφέρουσάν | |
5 | τε καὶ δικαίαν τῶν πραγμάτων ἀπόβασιν, ταύτῃ τε ἄγειν, | |
16.5 | ὅπηπερ ἂν ἡ θεία κατευθύνῃ σοφία. πάντως οὐδὲ ὁ Ἰωσὴφ τῷ φθόνῳ τῶν ἀδελφῶν ἐδυσχέραινε, διότι τῶν ὁμογενῶν ἡ | |
κακία ὁδὸς αὐτῷ πρὸς τὴν βασιλείαν ἐγένετο. | 50 | |
17t | Τοῖς ἐν Νικομηδείᾳ πρεσβυτέροις | |
17.1 | Ὑμᾶς μὲν Ὁ πατὴρ τῶν οἰκτιρμῶν καὶ θεὸς πάσης παρα‐ κλήσεως, ὁ πάντα ἐν σοφίᾳ πρὸς τὸ συμφέρον οἰκονομῶν, διὰ τῆς ἰδίας ἐπισκοπήσειε χάριτος καὶ παρακαλέσειεν, ἑαυτῷ ποιῶν ἐν ὑμῖν τὸ εὐάρεστον, καὶ ἔλθοι ἐφ’ ὑμᾶς ἡ | |
5 | χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ κοινωνία τοῦ ἁγίου πνεύματος αὐτοῦ εἰς τὸ γενέσθαι ὑμῖν θεραπείαν μὲν πάσης θλίψεως καὶ δυσχερείας, εὐοδίαν δὲ πρὸς πᾶν ἀγαθὸν εἰς καταρτισμὸν τῆς ἐκκλησίας καὶ οἰκοδομὴν τῶν ὑμετέρων ψυχῶν καὶ εἰς προσθήκην τῆς δόξης τοῦ ὀνόματος αὐτοῦ. | |
17.2 | ἡμεῖς δὲ ταύτην ὑπὲρ ἑαυτῶν τὴν ἀπολογίαν πρὸς τὴν ἀγάπην ὑμῶν ποιούμεθα, ὅτι οὐκ ἠμελήσαμεν πρὸς τὴν ἀπόδοσιν τῆς κεχρεωστημένης ὑμῖν ἐπισκέψεως ἢ ἐν τῷ παρελθόντι χρόνῳ ἢ καὶ νῦν μετὰ τὴν γενομένην τοῦ μακαρίου Πατρικίου | |
5 | μετάστασιν, ἀλλ’ ὅτι πολλαὶ μὲν αἱ τῶν καθ’ ἡμᾶς ἐκκλη‐ σιῶν ἀσχολίαι, πολλὴ δὲ καὶ ἡ τοῦ σώματος σαθρότης, ὡς εἰκὸς προϊόντι τῷ χρόνῳ συνεπιδιδοῦσα, πολλὴ δὲ καὶ ἡ τῆς ὑμετέρας ἀγαθότητος εἰς ἡμᾶς ῥᾳθυμία, ὅτι οὐδεὶς οὐδέποτε λόγος εἰς προτροπὴν ἐν γράμματι ἢ δηλωματικὴ | |
10 | σχέσις πρὸς τὴν καθ’ ἡμᾶς ἐκκλησίαν, τοῦ μακαρίου Εὐ‐ φρασίου τοῦ ἐπισκόπου διὰ πάσης γνησιότητος ἑαυτῷ τε καὶ ὑμῖν οἷον σειραῖς τισι τῇ ἀγάπῃ τὴν βραχύτητα ἡμῶν | |
17.3 | συνδήσαντος. ἀλλ’ εἰ καὶ μὴ πρότερον τὸ τῆς ἀγάπης | |
χρέος ἢ παρ’ ἡμῶν διὰ τῆς ἐπισκέψεως ἢ παρὰ τῆς ὑμετέρας εὐλαβείας διὰ τῆς προτροπῆς ἀπεπληρώθη, νῦν γοῦν εὐχόμεθα τῷ θεῷ, σύμμαχον πρὸς τὴν ἐπιθυμίαν ἡμῶν | 51 | |
5 | καὶ τὴν ὑμετέραν πρὸς θεὸν συμπαραλαβόντες εὐχήν, διὰ τάχους ὥς ἐστι δυνατόν, ἐπιδημῆσαί τε ὑμῖν καὶ συμπαρα‐ κληθῆναι καὶ συσπουδάσαι, ὡς ἂν ὑφηγῆται ὁ κύριος, ὥστε καὶ τῶν ἤδη γεγενημένων λυπηρῶν διόρθωσιν ἐξ‐ ευρεῖν καὶ εἰς τὸν ἐφεξῆς χρόνον ἀσφάλειαν· ὥστε μηκέτι | |
10 | ὑμᾶς ἐν τῇ ἀσυμφωνίᾳ ταύτῃ διεσπασμένους, ἄλλου κατ’ ἄλλην ὁρμὴν ἑαυτὸν τῆς ἐκκλησίας ἀπάγοντος, γέλωτα προκεῖσθαι τῷ διαβόλῳ, ᾧ βούλημα καὶ ἔργον ἐστὶν ἐξ ἐναντίου τῷ θείῳ θελήματι τὸ μηδένα σωθῆναι μηδὲ εἰς | |
17.4 | ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. πῶς γὰρ οἴεσθε ἡμᾶς, ἀδελ‐ φοί, θλίβεσθαι πρὸς τὴν ἀκοὴν τῶν διαγγειλάντων ἡμῖν τὰ ὑμέτερα, ὅτι οὐδεμία γέγονεν τῶν ἐφεστώτων ἐπι‐ στροφή, ἀλλ’ ἡ τῶν ἅπαξ ἀποκλινάντων προαίρεσις ἐπὶ | |
5 | τῆς αὐτῆς ὁρμῆς ἀεὶ φέρεται, καὶ ὥσπερ ἐκ τοῦ ὀχετοῦ ὕδωρ πολλάκις εἰς τὴν παρακειμένην ὄχθην ὑπερεκχεῖται καὶ κατὰ τὸ πλάγιον διαδυὲν ἀπορρέει, μὴ ἀπασφαλισθέντος δὲ τοῦ ὑπαιτίου τόπου δυσανάκλητον γίνεται κοιλανθέντος τοῦ ὑποκειμένου πρὸς τὴν τοῦ ῥείθρου φοράν, οὕτως ἡ τῶν | |
10 | ἀποστάντων ὁρμή, ἅπαξ τῆς εὐθείας τε καὶ ὀρθῆς πίστεως ἐκ φιλονεικίας παραρρυεῖσα, ἐνεβάθυνεν ἤδη τῇ συνηθείᾳ | |
17.5 | καὶ οὐκ εὐχερῶς ἐπὶ τὴν ἀρχαίαν ἐπανέρχεται χάριν. διὸ σοφοῦ τινος καὶ μεγάλου χρῄζει τὰ καθ’ ὑμᾶς ἐπιστάτου καλῶς τὰ τοιαῦτα ὀχετηγεῖν ἐπισταμένου, ὥστε δυνηθῆναι πάλιν τὴν ἄτακτον τοῦ ῥεύματος τούτου παρατροπὴν εἰς | |
5 | τὸ ἀρχαῖον κάλλος ἀνακαλέσασθαι, ὡς ἂν πάλιν ὑμῖν τὰ τῆς εὐσεβείας ἁδρύνοιτο λήια τῇ τῆς εἰρήνης ἐπιρροῇ κατ‐ | |
17.6 | αρδόμενα. διὰ ταῦτα πολλὴ χρεωστεῖται τῷ πράγματι παρὰ πάντων ὑμῶν σπουδή τε καὶ προθυμία πρὸς τὸ ἀναδει‐ χθῆναι προστάτην ὑπὸ τοῦ ἁγίου πνεύματος τοιοῦτον ὃς ὅλῳ τῷ ὀφθαλμῷ τὰ τοῦ θεοῦ ὄψεται μόνα, πρὸς οὐδὲν | 52 |
17.7 | τῶν ἐν τῇ ζωῇ σπουδαζομένων μετεωρίζων τὸ ὄμμα. διὰ τοῦτο γὰρ οἶμαι τὸν λευιτικὸν νόμον ἀπόκληρον τῆς γηΐνης κληρονομίας τὸν λευίτην ποιεῖν, ὡς ἂν μερίδα κτήσεως, καθὼς γέγραπται, τὸν θεὸν μόνον ἔχοι καὶ τοῦτο περιέποι | |
5 | διὰ παντὸς ἐν ἑαυτῷ τὸ κτῆμα, πρὸς οὐδὲν ὑλῶδες τῆς | |
17.8 | ψυχῆς καθελκομένης. εἰ δέ τινές εἰσιν ἢ καί ἐσμεν ἀδιά‐ φοροι, μηδεὶς πρὸς τοῦτο βλέπων ἐπὶ τῶν ἰδίων βλα‐ πτέσθω· οὐ γὰρ νόμος ἐστὶ τοῖς ἄλλοις πρὸς τὸ μὴ τὰ δέ‐ οντα πράσσειν τὸ παρ’ ἑτέροις μὴ δεόντως γινόμενον. | |
5 | ἀλλ’ ὑμᾶς χρὴ τὰ ἑαυτῶν βλέπειν, ὅπως ἂν πρὸς τὸ κρεῖττον γένοιτο ἡ τῆς ἐκκλησίας ἐπίδοσις, τῶν διεσκορ‐ πισμένων πάλιν εἰς τὴν τοῦ ἑνὸς σώματος ἁρμονίαν ἐπαν‐ ελθόντων καὶ τῆς πνευματικῆς εἰρήνης ἐν τῷ πλήθει | |
17.9 | τῶν εὐσεβῶς τὸν θεὸν δοξαζόντων εὐθηνουμένης. πρὸς τοῦτο καλῶς ἔχειν οἶμαι σκοπεῖν 〈τὸν〉 τὰ καλὰ τῇ ἐκκλησίᾳ βουλόμενον, ὅπως ἂν ὁ ἀναδεικνύμενος εἰς προστασίαν | |
17.10 | ἐπιτηδείως ἔχοι. γένος δὲ καὶ πλοῦτον καὶ κοσμικὴν περιφάνειαν ζητεῖν ἐν τοῖς ἐπισκοπικοῖς κατορθώμασιν ὁ ἀποστολικὸς οὐκ ἐνομοθέτησε λόγος· ἀλλ’ εἰ μέν τι τούτων κατὰ τὸ αὐτόματον ἕποιτο τοῖς προηγουμένοις, ὡς σκιὰν | |
5 | κατὰ τὸ συμβὰν ἀκολουθοῦσαν οὐκ ἀποβάλλομεν· εἰ δὲ | |
μή, οὐδὲν ἧττον ἀγαπήσομεν τὰ προτιμότερα, κἂν χωρὶς | 53 | |
17.11 | τούτων τύχῃ. αἰπόλος ἦν ὁ προφήτης Ἀμώς, ἁλιεὺς ὁ Πέτρος, καὶ τῆς αὐτῆς τέχνης ὅ τε τούτου ἀδελφὸς Ἀν‐ δρέας καὶ ὁ ὑψηλὸς Ἰωάννης, σκηνορράφος ὁ Παῦλος, καὶ ὁ Ματθαῖος τελώνης, καὶ οἱ ἄλλοι κατὰ τὸν αὐτὸν τρόπον | |
5 | ὁμοίως ἅπαντες, οὐχ ὕπατοί τινες καὶ στρατηλάται καὶ ὕπαρχοι ἢ κατὰ ῥητορικὴν καὶ φιλοσοφίαν περίβλεπτοι, ἀλλὰ πένητες καὶ ἰδιῶται καὶ ἀπὸ τῶν ταπεινοτέρων ἐπι‐ τηδευμάτων ὁρμώμενοι· καὶ ὅμως Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης | |
17.12 | τὰ ῥήματα αὐτῶν. Βλέπετε, φησί, τὴν κλῆσιν ὑμῶν, ἀδελ‐ φοί, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοί, οὐ πολλοὶ εὐγενεῖς· ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο | |
17.13 | ὁ θεός. ἴσως τι μωρὸν καὶ νῦν ἐν τοῖς φαινομένοις τῶν ὀφθαλμῶν τῶν ἀνθρωπίνων νομίζεται, ὅταν ἀσθενὲς ὑπὸ πενίας ἢ ἄδοξον ᾖ διὰ τὴν σωματικὴν δυσγένειαν· ἀλλὰ τίς οἶδεν εἰ μὴ τούτῳ τὸ κέρας τῆς κρίσεως παρὰ τῆς χάριτος | |
5 | ἐπικλίνεται, κἂν τῶν ὑψηλῶν τε καὶ ἐμφανεστέρων μικρό‐ | |
17.14 | τερος ᾖ; τί λυσιτελέστερον ἦν τῇ Ῥωμαίων πόλει, τὸ κατ’ ἀρχὰς τῶν εὐπατριδῶν τινα καὶ ὑπερόγκων ἐκ τῆς ὑπάτου βουλῆς εἰς προστασίαν λαβεῖν, ἢ τὸν ἁλιέα Πέτρον, ᾧ μηδὲν ἦν ἐκ τοῦ κόσμου τούτου πρὸς εὐδοξίαν ἐφόλκιον; τίς οἰκία, | |
5 | τίνες οἰκέται, ποία κτῆσις διὰ προσόδων τρυφὴν χορηγοῦσα; ἀλλ’ ὁ ξένος καὶ ἄστεγος καὶ ἀτράπεζος τῶν τὰ πάντα ἐχόντων πλουσιώτερος ἦν, ὅτι διὰ τοῦ μηδὲν ἔχειν τὸν θεὸν εἶχεν ὅλον. | |
17.15 | οὕτω καὶ οἱ Μεσοποταμῖται βαρυπλούτους ἔχοντες ἐν ἑαυτοῖς | |
σατράπας, πάντων ἐδοκίμασαν τὸν Θωμᾶν εἰς ἐπιστασίαν ἑαυτῶν προτιμότερον, καὶ Τίτον Κρῆτες καὶ Ἱεροσολυμῖται Ἰάκωβον, καὶ ἡμεῖς οἱ Καππαδόκαι τὸν ἑκατόνταρχον τὸν | 54 | |
5 | ἐπὶ τοῦ πάθους τὴν θεότητα τοῦ κυρίου ὁμολογήσαντα, πολ‐ λῶν ὄντων κατὰ τὸν χρόνον ἐκεῖνον λαμπρῶν ἐν γένει καὶ ἱπποτρόφων καὶ τοῖς ἐν τῇ συγκλήτῳ πρωτείοις σεμ‐ νυνομένων· καὶ κατὰ πᾶσαν δὲ ἐκκλησίαν εὕροι τις ἂν τοὺς κατὰ θεὸν μεγάλους τῆς κοσμικῆς περιφανείας προτι‐ | |
17.16 | μηθέντας. πρὸς ταῦτα βλέπειν ἐπὶ τοῦ παρόντος οἶμαι δεῖν καὶ ὑμᾶς, εἴ γε μέλλοιτε πάλιν τὸ ἀρχαῖον τῆς ἐκκλη‐ σίας ὑμῶν ἀνακαλεῖσθαι ἀξίωμα. | |
17.17 | Οἴδατε γὰρ παντὸς μᾶλλον τὰ ὑμέτερα διηγήματα, ὅτι ἐξ ἀρχαίου, πρὶν τὴν γείτονα ὑμῶν ἐξανθῆσαι πόλιν, παρ’ ὑμῖν ἦν τὰ βασίλεια, καὶ τὸ προέχον ἐν πόλεσιν ὑπὲρ τὴν ὑμετέραν οὐκ ἦν· καὶ νῦν, εἰ καὶ ὁ τῶν οἰκοδομη‐ | |
5 | μάτων καλλωπισμὸς ἠφανίσθη, ἀλλ’ ἡ ἐν τοῖς ἀνθρώποις πόλις ἐν πλήθει τε καὶ δοκιμότητι τῶν οἰκητόρων πρὸς | |
17.18 | τὸ ἀρχαῖον ἐξισοῦται κάλλος. οὐκοῦν πρέπον ἂν εἴη μὴ ταπεινότερον τῶν προσόντων ὑμῖν ἀγαθῶν ἔχειν τὸ φρό‐ νημα, ἀλλὰ συνεπαίρειν τῇ περιφανείᾳ τῆς πόλεως τὴν περὶ τῶν προκειμένων σπουδήν, ὡς ἂν τοιοῦτον εὕρητε | |
5 | παρὰ τοῦ θεοῦ τὸν τοῦ λαοῦ καθηγούμενον, ὡς μὴ ἀνάξιον | |
17.19 | ὑμῖν ἐπιδειχθῆναι. αἰσχρὸν γάρ, ἀδελφοί, καὶ παντάπασιν ἄτοπον νεὼς μὲν κυβερνήτην μὴ γίνεσθαι εἰ μὴ τῆς κυ‐ βερνητικῆς ἐπιστήμων εἴη, τὸν δὲ ἐπὶ τῶν οἰάκων τῆς | |
ἐκκλησίας καθήμενον ἀγνοεῖν ὅπως ἂν τὰς τῶν συμπλε‐ | 55 | |
17.20 | όντων ψυχὰς εἰς τὸν λιμένα τοῦ θεοῦ καθορμίσειε. πόσα γέγονε δι’ ἀπειρίαν τῶν καθηγουμένων αὔτανδρα τῶν ἐκκλη‐ σιῶν ἤδη ναυάγια; τίς ἂν ἐξαριθμήσαιτο τὰ ἐν ὀφθαλμοῖς κακὰ μὴ ἂν συμβάντα εἴ τις ἦν που ἐν τοῖς καθηγουμένοις | |
17.21 | κυβερνητικὴ ἐμπειρία; ἀλλὰ καὶ τὸν σίδηρον οὐ τοῖς ἀτέ‐ χνοις, τοῖς δὲ ἐπιστήμοσι τῆς χαλκευτικῆς εἰς τὴν τῶν σκευῶν ἀπεργασίαν καταπιστεύομεν· οὐκοῦν καὶ τὰς ψυχὰς τῷ καλῶς ἐπισταμένῳ τῇ τοῦ ἁγίου πνεύματος ζέσει κατα‐ | |
5 | μαλάσσειν ἐγχειριστέον, ὃς διὰ τῆς τῶν λογικῶν ὀργάνων τυπώσεως σκεῦος ἐκλογῆς τε καὶ εὐχρηστίας ἕκαστον ὑμῶν | |
17.22 | ἐπιτελέσειε. τοιαύτην ποιεῖσθαι τὴν πρόνοιαν ὁ θεῖος ἀπό‐ στολος ἐγκελεύεται, διὰ τῆς πρὸς Τιμόθεον ἐπιστολῆς πᾶσι νομοθετῶν τοῖς ἀκούουσιν, ἐν οἷς φησι δεῖν τὸν ἐπίσκοπον | |
17.23 | ἀνεπίληπτον εἶναι. ἆρ’ οὖν τούτου μόνου τῷ ἀποστόλῳ μέλει ὅπως ὁ τῆς ἱερωσύνης προεστηκὼς τοιοῦτος εἴη; καὶ τί | |
17.24 | τοσοῦτον κέρδος, εἰ ἐν ἑνὶ τὸ ἀγαθὸν κατακλείοιτο; ἀλλ’ οἶδεν ὅτι τῷ προέχοντι συμμορφοῦται τὸ ὑποχείριον, καὶ τὰ κατορθώματα τοῦ καθηγουμένου τῶν ἑπομένων γίνεται· ὃ γάρ ἐστιν ὁ διδάσκαλος, τοῦτο καὶ τὸν μαθητὴν ἀπεργάζεται· | |
5 | οὐ γὰρ ἔστι τὸν τῇ χαλκευτικῇ τέχνῃ μαθητευόμενον ὑφαν‐ τικὴν ἐξασκῆσαι, ἢ ἱστουργεῖν διδασκόμενον ῥήτορα ἢ γεω‐ μέτρην γενέσθαι, ἀλλ’ ὅπερ ἐν τῷ καθηγουμένῳ βλέπει ὁ μαθητής, τοῦτο καὶ εἰς ἑαυτὸν μετατίθησι. διὰ τοῦτό φησι· κατηρτισμένος ἔσται πᾶς μαθητὴς ὡς ὁ διδάσκαλος αὐτοῦ. | |
17.25 | τί οὖν, ἀδελφοί; ἆρα δυνατὸν ταπεινόφρονα γενέσθαι καὶ κατεσταλμένον τῷ ἤθει καὶ μέτριον καὶ φιλοκερδείας κρείττονα καὶ τὰ θεῖα σοφὸν καὶ πεπαιδευμένον τὴν ἐν τοῖς τρόποις ἀρετήν τε καὶ ἐπιείκειαν, ταῦτα ἐν τῷ διδα‐ | |
17.26 | σκάλῳ μὴ βλέποντα; ἀλλ’ οὐκ οἶδα πῶς οἷόν τε τὸν κο‐ | |
σμικῷ μαθητευθέντα πνευματικὸν γενέσθαι· πῶς γὰρ ἂν | 56 | |
17.27 | μὴ κατ’ ἐκεῖνον εἶεν οἱ πρὸς αὐτὸν ὁμοιούμενοι; τί κέρδος ἐστὶ τοῖς διψῶσι τῆς τοῦ ὑδρείου μεγαλουργίας, ὕδατος ἐν αὐτῷ μὴ ὄντος; κἂν ἐν ποικίλοις σχήμασιν ἡ τῶν κιόνων ἐπάλληλος θέσις ἐπὶ τοῦ ὕψους ἀνέχῃ τὸν πέτασον, τί | |
5 | μᾶλλον ἂν ὁ διψῶν ἕλοιτο πρὸς τὴν ἑαυτοῦ χρείαν, λίθους εὖ διακειμένους βλέπειν, ἢ κρουνὸν εὑρεῖν, κἂν ἀπὸ ξυ‐ λίνου σωλῆνος ῥέῃ, μόνον διειδές τε καὶ πότιμον τὸ νᾶμα | |
17.28 | προχέοντα; οὕτως, ἀδελφοί, τοῖς πρὸς τὴν εὐσέβειαν βλέ‐ πουσιν ἀμελητέον ἂν εἴη τῆς ἔξω σκηνῆς· καὶ εἴ τις κομᾷ φίλοις καὶ καταλόγοις ἀξιωμάτων ἁβρύνεται καὶ πολλὰς ἐτησίους ἀπαριθμεῖται προσόδους καὶ πρὸς τὸ γένος ἑαυτοῦ | |
5 | βλέπων περιογκοῦται καὶ πανταχόθεν τῷ τύφῳ περιαυτί‐ ζεται, τὸν τοιοῦτον ἐᾶν ὡς ξηρὸν ὑδρεῖον, εἴπερ μὴ ἔχοι ἐν τῷ βίῳ τὰ προηγούμενα, ἀναζητεῖν δὲ καθὼς ἂν ᾖ δυ‐ νατόν, τῷ λύχνῳ τοῦ πνεύματος πρὸς τὴν ἔρευναν κεχρη‐ μένους, εἴ πού τίς ἐστι Κῆπος κεκλεισμένος καὶ πηγὴ ἐσ‐ | |
10 | φραγισμένη, καθώς φησιν ἡ γραφή, ἵνα διὰ τῆς χειροτονίας ἀνοιχθείσης ἡμῖν τῆς ἐν τῷ κήπῳ τρυφῆς καὶ ἀναστομω‐ θέντος τοῦ τῆς πηγῆς ὕδατος κοινὸν γένηται κτῆμα τῆς | |
17.29 | καθόλου ἐκκλησίας ἡ ἐν ἐκείνῳ χάρις. καὶ παράσχοι ὁ κύριος εὑρεθῆναι διὰ τάχους ἐν ὑμῖν τοιοῦτον ὃς ἔσται σκεῦος ἐκ‐ λογῆς, στῦλός τε καὶ ἑδραίωμα τῆς ἀληθείας· πιστεύομεν δὲ τῷ κυρίῳ ἔσεσθαι ταῦτα, εἴπερ ὑμεῖς βουληθείητε διὰ τῆς | |
5 | ὁμονοητικῆς συμπνοίας πρὸς τὸ κοινὸν ἀγαθὸν συμφώνως | |
ἰδεῖν, προτιμήσαντες τῶν ἰδίων θελημάτων τὸ θέλημα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον, ἵνα κατορθούμενον ἐν ὑμῖν τοιοῦτον ᾖ ᾧ καὶ ἡμεῖς ἐγκαυχησόμεθα καὶ ὑμεῖς ἐντρυφήσετε καὶ ὁ θεὸς τῶν | 57 | |
10 | ὅλων ἐνδοξασθήσεται, ᾧ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας. | |
18t | Ὀτρηίῳ ἐπισκόπῳ Μελιτηνῆς | |
18.1 | Ὡς καλὰ τῶν καλῶν ἐστι τὰ ὁμοιώματα, ὅταν ἐναργῆ τοῦ πρωτοτύπου κάλλους τὸν χαρακτῆρα τῆς μορφῆς καὶ | |
18.2 | ἐφ’ ἑαυτῶν διασῴζηται. τῆς γὰρ ψυχῆς σου τῆς ὄντως καλῆς εἶδον ἐναργεστάτην εἰκόνα ἐν τῇ τῶν γραμμάτων γλυκύτητι, οἷς ἡμᾶς, καθώς φησί που τὸ εὐαγγέλιον, Ἐκ τοῦ περισσεύματος τῆς καρδίας σου ἐμελίτωσας· καὶ διὰ τοῦτο | |
5 | αὐτόν σε προσορᾶν καὶ τὴν ἐν τοῖς ὀφθαλμοῖς εὐφροσύνην καρποῦσθαι καὶ διὰ τῆς ἐν τοῖς γράμμασι φιλοφροσύνης ἐνόμιζον, καὶ πολλάκις ὑφ’ ἡδονῆς ἐπαναλαμβάνων τὰ γράμ‐ ματα καὶ συνεχῶς ἐπιὼν πρὸς μείζονα τῆς ἀπολαύσεως ἐπιθυμίαν ἐξεκαιόμην, καὶ κόρος τῶν πινομένων οὐκ ἦν, | |
10 | ὡς οὐδὲ ἄλλου τινὸς τῶν κατὰ φύσιν καλῶν καὶ τιμίων τὴν | |
18.3 | ἡδονὴν ὁ κόρος διαλυμαίνεται· οὔτε γὰρ τοῦ προσορᾶν τὸν ἥλιον ἡ συνεχὴς μετουσία τὴν ὄρεξιν ἤμβλυνεν, οὔτε τῆς ὑγείας | |
ἡ διηνεκὴς ἀπόλαυσις τὴν ἐπιθυμίαν ἔστησεν, οὔτε τῆς σῆς ἀγαθότητος, ἣν κατὰ πρόσωπον πολλάκις καὶ νῦν διὰ τοῦ | 58 | |
5 | γράμματος ἔγνωμεν, δυνατὸν εἶναι πεπείσμεθα μέχρι κόρου προελθεῖν τὴν ἀπόλαυσιν· ἀλλ’ οἷόν τι πάσχουσιν οἱ ἔκ τινος περιστάσεως διψῶντες ἀτέλεστα, οὕτω καὶ ἡμεῖς, ὅσον ἐμ‐ φορούμεθα τῶν σῶν ἀγαθῶν, τοσούτῳ μᾶλλον διψώδεις | |
18.4 | γινόμεθα. εἰ δὲ μὴ θωπείαν τινὰ καὶ ψευδῆ κολακείαν τὸν ἡμέτερον λόγον ὑπολήψῃ (πάντως δὲ οὐχ ὑπολήψῃ, τά τε ἄλλα τοιοῦτος ὢν οἷος εἶ, καὶ περὶ ἡμᾶς διαφερόντως, εἰ καί τις ἄλλος, χρηστός τε καὶ γνήσιος), πάντως πιστεύσεις | |
5 | τοῖς λεγομένοις, ὅτι τὴν συνεχῆ τῶν δακρύων ἐπιρροὴν ἡ τῶν γραμμάτων χάρις, οἷόν τι φάρμακον ἰαματικὸν τοῖς ὀφθαλμοῖς γενομένη, ἀνέστειλε, καὶ προσδοκῶμεν τῇ τῶν ἁγίων εὐχῶν σου ἰατρείᾳ ὀκλάζουσαν ἤδη τὴν ψυχὴν ἡμῶν ὑπὸ τῆς τῶν κακῶν συνεχείας ὑπερειδούσῃ ὅτι τάχα καὶ | |
10 | καθ’ ὅλου τὸ τοιοῦτον τῆς ψυχῆς ἡμῶν πάθος ἐξιαθή‐ σεται· ἐπεί, τό γε νῦν ἔχον, ἐν τοιούτοις ἐσμὲν ὡς φεί‐ δεσθαι τῆς ἀγαπώσης ἡμᾶς ἀκοῆς καὶ ἐπικρύπτεσθαι σιωπῇ τὴν ἀλήθειαν, ἵνα μὴ πρὸς κοινωνίαν τῶν ἡμετέρων κακῶν | |
18.5 | τοὺς γνησίως ἡμᾶς ἀγαπῶντας ἐφελκυσώμεθα. ὅταν γὰρ ἐνθυμηθῶμεν ὅτι τῶν φιλτάτων ἀπολειφθέντες ἐν πολέμοις ἀναστρεφόμεθα καί, ἃ μὲν καταλιπεῖν ἐβιάσθημεν, τέκνα ἐστὶν ἃ ταῖς πνευματικαῖς ἡμῶν ὠδῖσι τῷ θεῷ γεννῆσαι | |
5 | κατηξιώθημεν, σύμβιος νόμῳ συνηρμοσμένη, κινδύνῳ καὶ κακοπαθείαις ἐν τοῖς τῶν πειρασμῶν καιροῖς ἐπιδειξαμένη πρὸς ἡμᾶς τὸ φιλόστοργον, καὶ ἔτι πρὸς τούτοις οἶκος κεχαριτωμένος, ἀδελφοί, συγγενεῖς, οἰκεῖοι, συνήθεις, φίλοι, ἑστία, τράπεζα, ταμεῖον, στιβάς, τὸ βάθρον, ὁ σάκκος, ἡ | 59 |
10 | γωνία, ἡ προσευχή, τὸ δάκρυον, ἃ ὥς ἐστι γλυκέα καὶ διὰ συνήθειαν ὅσον ἐράσμια, οὐδὲν δεήσομαι πρὸς εἰδότα σε γράφειν· τὰ δὲ ἀντ’ ἐκείνων, ἵνα μή τι ἐπαχθὲς λέγειν | |
18.6 | δόξω, πάντα ὡς ἄλλως ἔχει σκόπησον. πρὸς τῷ τέλει τῆς ἐμαυτοῦ ζωῆς ὤν, πάλιν τοῦ ζῆν ἄρχομαι· μανθάνειν ἀν‐ αγκάζομαι τὴν εὐδοκιμοῦσαν νῦν τῶν ἠθῶν ποικιλίαν, ὀψιμαθὴς κακοτροπίας καὶ τοιαύτης πανουργίας γινόμενος, | |
18.7 | ὡς ἐνερυθριᾶν ἀεὶ τῇ ἀφυΐᾳ τοῦ πράγματος. οἱ δὲ ἀντιτε‐ ταγμένοι διδάσκαλοι τῆς σοφίας ταύτης εἰσὶν ἱκανοὶ καὶ φυλάξαι ὃ ἔμαθον καὶ ἐφευρεῖν ὃ οὐκ ἔμαθον· συστάδην πολεμοῦσι, πόρρωθεν ἀκροβολίζονται, ἐπὶ παρατάξεως | |
5 | καταπυκνοῦσι τὴν φάλαγγα, κατὰ τὸ ἀφανὲς προλοχίζονται, ταῖς ὑπερβολαῖς προκατέχουσι, τοὺς συμμάχους ἑαυτοῖς | |
18.8 | πανταχόθεν προσπεριβάλλονται. πολὺς δὲ παρ’ αὐτοῖς καὶ ἀκαταγώνιστος τῇ δυνάμει ὁ Μαμωνᾶς, εἰς στρατηγίαν προ‐ βεβλημένος ὥσπερ τις ἀγωνιστὴς περιδέξιος διπλῇ τῇ χειρὶ τοῦ ἰδίου στρατοῦ προμαχόμενος, πῇ μὲν δασμολογῶν τοὺς | |
18.9 | ὑποχειρίους, πῇ δὲ βάλλων τοὺς προστυγχάνοντας. εἰ δὲ καὶ τὴν εἴσω ἡμῶν διαγωγὴν ἐξετάζοις, εὑρήσεις ἄλλα | |
τοιαῦτα· οἰκίδιον πνιγηρὸν κρυμῷ καὶ ζόφῳ καὶ στενοχωρίᾳ καὶ πᾶσι τοῖς τοιούτοις καλοῖς εὐθηνούμενον, βίον ὑπὸ | 60 | |
5 | πάντων μωμοσκοπούμενον, φωνὴν καὶ βλέμμα καὶ ἱματίου περιβολὴν χειρός τε κίνησιν καὶ ποδῶν ποιὰν στάσιν καὶ πάντα πολυπραγμονούμενα, καὶ εἰ μὴ δασὺ τὸ ἆσθμα καὶ διὰ πολλοῦ προχεόμενον καὶ εἰ μὴ συνεκδίδοται στεναγμός τις τῷ ἄσθματι, καὶ εἰ μὴ διεκπίπτοι τῆς ζώνης ἡμῶν τὸ | |
18.10 | χιτώνιον, καὶ αὐτὸ δὲ τὸ μὴ κεχρῆσθαι τῇ ζώνῃ, καὶ εἰ μὴ περιρρέοι κατὰ τὸ πλάγιον ἡμῶν ἡ διπλοῒς μηδὲ τοῖς ὤμοις τῶν ὀφρύων τὴν ἑτέραν ἐπισπάσαιμεν, ταῦτα πάντα μὴ γινόμενα πολεμούντων πρὸς ἡμᾶς ὑπόθεσις γίνεται, | |
5 | καὶ ἐπὶ τούτοις κατ’ ἄνδρας καὶ δήμους καὶ ἐσχατιὰς πρὸς τὴν καθ’ ἡμῶν μάχην συνίστανται. | |
18.11 | Ἐπεὶ δὲ οὐκ ἔστι διὰ πάντων πράττειν καλῶς ἢ κα‐ κῶς—μέμικται γὰρ ὡς ἐπὶ τὸ πολὺ διὰ τῶν ἐναντίων πᾶσιν ὁ βίος—, εἰ δὴ τὸ σὸν ἡμῖν κατὰ θεοῦ χάριν διη‐ νεκῶς παρείη, ὑποίσομεν τῶν παρόντων ἀηδῶν τὴν δαψί‐ | |
5 | λειαν ἐπ’ ἐλπίδι τοῦ τῆς σῆς ἀγαθότητος διὰ παντὸς μετ‐ έχειν. μή ποτε οὖν παύσαιο τοιαῦτα χαριζόμενος δι’ ὧν καὶ ἡμᾶς ἀναπαύσεις καὶ σαυτῷ τὸν ἐπὶ ταῖς ἐντολαῖς | |
μισθὸν πλείω παρασκευάσεις. | 61 | |
19t | Πρός τινα Ἰωάννην περί τινων ὑποθέσεων καὶ περὶ τῆς διαγωγῆς καὶ καταστάσεως τῆς τοιαύτης ἀδελφῆς αὐτοῦ Μακρίνης | |
19.1 | Οἶδά τινα τῶν ζωγράφων φιλοτιμίαν ἀνόνητον χαρί‐ ζεσθαι μέν τι καὶ τοῖς εἰδεχθεστέροις τῶν φίλων ἐν τῷ μεταγράφειν τὴν μορφὴν εἰς εἰκόνα προθυμουμένων, ἐναν‐ τίον δέ τι ποιούντων ἢ βούλονται· ἐν οἷς γὰρ διορθοῦνται | |
5 | δῆθεν τῇ μιμήσει τὴν φύσιν τοῖς εὐανθεστέροις τῶν χρω‐ μάτων τὸ τῆς μορφῆς ἀηδὲς ἐπὶ τοῦ πίνακος κρύψαντες, τὸν χαρακτῆρα παραλλάττουσιν, καὶ ἡ πρόθεσις τοῦ τιμᾶν τὸν φίλον διὰ τῆς πρὸς τὸ κρεῖττον μιμήσεως ἀφορμὴ γίνεται τοῦ μηδ’ ὅλως αὐτὸν ἐν τῇ εἰκόνι βλέπειν τὸν φίλον. | |
19.2 | ὡς οὖν ἐπ’ ἐκείνων κέρδος οὐκ ἔστιν οὐδὲν κόμη ξανθὴ καὶ βαθεῖα ἐπικυρτουμένη τῷ μετώπῳ καὶ περιστίλβουσα καὶ τὸ ἐπὶ τοῦ χείλους ἄνθος καὶ τὸ ἐπὶ τῆς παρειᾶς ἐρύ‐ θημα βλεφάρων τε κύκλος καὶ ἀκτὶς ὀμμάτων καὶ ὀφρύες | |
5 | ἐν τῷ μέλανι στίλβουσαι καὶ ἐπιλάμπον τῇ ὀφρύι τὸ μέτ‐ ωπον, καὶ εἴ τι ἄλλο τοιοῦτο τὴν τῆς μορφῆς ὥραν συν‐ απεργάζεται—ἐὰν γὰρ μὴ παρὰ τῆς φύσεως ἔχῃ ταῦτα ὁ τῷ ζωγράφῳ προτεθεὶς εἰς τὴν μίμησιν, οὐδὲν ἀπώνατο τῆς τοιαύτης φιλανθρωπίας, ἀλλ’ ὁ μὲν πίναξ ἡδύ τι καὶ | |
10 | περιηνθισμένον τὸ διὰ τῆς ζωγραφίας πρόσωπον ἔδειξεν, ἐλέγχει δὲ τὸ περιττὸν τῆς φιλοτιμίας ἄλλο δεικνύμενον τοῦ φίλου τὸ πρόσωπον—, κατὰ τὸν αὐτὸν τρόπον, δοκεῖ μοι, καὶ εἴ τις ὑπὸ φιλίας ἐπαίνων ὑπερβολὰς τῷ ἀγαπω‐ | |
μένῳ χαρίζοιτο καὶ ἀναπλάσσοι τῷ λόγῳ μὴ οἷός ἐστιν, | 62 | |
15 | ἀλλ’ οἷον εἶναι προσήκει τὸν ἐν παντὶ τὸ τέλειον ἔχοντα, τῷ μὲν λόγῳ τὸν ὀρθὸν βίον ἀνετυπώσατο, τὸν δὲ φίλον οὐ μᾶλλον ἐσέμνυνε ταῖς τῶν ἐπαίνων ὑπερβολαῖς ἢ διή‐ λεγξεν ἀντιφθεγγόμενον διὰ τοῦ βίου τῷ λόγῳ καὶ ἄλλον | |
19.3 | δεικνύμενον ἢ οἷος νομίζεται. τί οὖν ὁ λόγος μοι βούλε‐ ται; εἶδον ἐν τοῖς γράμμασι τῆς ἀγάπης σου οἷον ἀνδρι‐ άντα τινὰ πρὸς τὸ ἀκρότατον ἀπηκριβωμένον, ᾧ ὄνομα ἦν ἐγώ, ἐμὲ γὰρ ἐδήλου τὸ γράμμα· ἀλλ’ ἐπειδὴ ὥσπερ ἐν | |
5 | κατόπτρῳ τῷ βίῳ ἐγὼ τῷ ἐμαυτοῦ κατὰ πᾶσαν ἀκρίβειαν ἐνιδών, ἐμαυτὸν ἔγνων πάμπολυ κεχωρισμένον τῆς διὰ τοῦ λόγου γραφῆς, σὲ μὲν ἀπεδεξάμην καὶ διὰ τούτων τὸ φιλάγα‐ θον δείξαντα· δι’ ὧν γὰρ τοιοῦτον εἶναι νομίσας ἔπειτα το‐ σοῦτον ἠγάπησας, ἐναργεστάτην ἀπόδειξιν τῆς τῶν τρόπων | |
10 | σου πεποίησαι δεξιότητος ὡς οὐδεμίαν ἄλλην 〈ἔχων〉 τοῦ ἀγα‐ πᾶν ἀφορμὴν πλὴν τὴν ἀρετὴν μόνην, ἧς καὶ ἡμῖν τι μετεῖναι νομίζων ἐν τοῖς γνησιωτάτοις τῶν φίλων ἔσχες· *** δι’ ὃ καλῶς ἔχειν ᾠήθην δι’ ἐμαυτοῦ μᾶλλον τὰ ἐμαυτοῦ γινώσκειν ἢ ταῖς ἑτέρων μαρτυρίαις παράγεσθαι, κἂν ἐν τοῖς ἄλλοις | |
15 | πᾶσιν ἀληθεῖς ὦσιν οἱ μάρτυρες· τοῦτο γὰρ καὶ ὁ παροιμιώ‐ δης λόγος παρεγγυᾷ, ἑαυτῶν ἐπιγνώμονας γίνεσθαι τοὺς μέλ‐ λοντας κατὰ τὸν ἔξωθεν λόγον ἑαυτοὺς γινώσκειν. | |
19.4 | Ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον, ὡς ἂν μὴ δοκοίην αὐ‐ τῷ τῷ παραιτεῖσθαι τὸν ἔπαινον τῶν ἐπαίνων κατειρω‐ νεύεσθαι· ἐπειδὴ δὲ διεκελεύσω λόγους τινὰς περὶ τῶν | |
ἐν ἡμῖν ζητουμένων πονήσαντα ὠφελῆσαί τι τὸ κοινὸν διὰ | 63 | |
5 | τῆς τοιαύτης σπουδῆς, γίνωσκε νῦν σχολῆς ἡμᾶς τοσοῦτον μετεσχηκέναι, ὅσον μικροῦ δεῖν ἐκεῖνος περὶ οὗ φησί τις τῶν προφητῶν ὅτι συμπλακεὶς λέοντι καὶ μόγις διεκδὺς τὸ χάσμα καὶ τὴν τῶν ὀνύχων ἀκμήν, καθ’ ὃ μέρος ᾤετο φεύγειν, ἔλαθε κατὰ στόμα τῆς ἄρκτου γινόμενος, εἶτα | |
10 | διαδρὰς σὺν ἀγῶνι πολλῷ καὶ τοῦτον τὸν κίνδυνον καὶ πρὸς τὸν τοῖχον ἑαυτὸν ἀναπαύων ἐνέδρᾳ καὶ δήγματι ὄφεως συνηνέχθη· τοιαύτη τις γέγονε τῶν συμπεπτωκότων ἡμῖν ἀνιαρῶν ἡ συνέχεια καὶ οὕτως ἐπάλληλοι τῶν λυπηρῶν αἱ διαδοχαί, ἀεὶ ταῖς ὑπερβολαῖς τῶν ἐπιγινομένων μικρὰ τὰ | |
19.5 | φθάσαντα δοκεῖν εἶναι παρασκευάζουσαι. εἰ δὲ μὴ φορτικόν ἐστι λύπην τοῖς ἀγαπῶσι χαρίσασθαι σκυθρωποῖς διηγή‐ μασιν, ἐκθήσομαί σοι δι’ ὀλίγου τὴν κακὴν ἱστορίαν. | |
19.6 | Ἦν ἡμῖν ἀδελφὴ τοῦ βίου διδάσκαλος, ἡ μετὰ τὴν μη‐ τέρα μήτηρ, τοσαύτην ἔχουσα τὴν πρὸς τὸν θεὸν παρρησίαν ὥστε πύργον ἡμῖν ἰσχύος εἶναι καὶ ὅπλον εὐδοκίας, καθώς φησιν ἡ γραφή, καὶ πόλιν περιοχῆς καὶ πᾶν ἀσφαλείας | |
5 | ὄνομα διὰ τὴν προσοῦσαν ἐκ τοῦ βίου αὐτῇ πρὸς τὸν θεὸν | |
19.7 | παρρησίαν. ᾤκει δὲ τοῦ Πόντου τὰ ἔσχατα, τοῦ βίου τῶν ἀνθρώπων ἑαυτὴν ἐξοικίσασα· χορὸς ἦν περὶ αὐτὴν παρθένων πολύς, ἃς αὐτὴ διὰ τῶν πνευματικῶν ὠδίνων γεννήσασα καὶ εἰς τελείωσιν διὰ πάσης ἐπιμελείας προάγουσα, τὴν τῶν | |
19.8 | ἀγγέλων ἐμιμεῖτο ζωὴν ἐν ἀνθρωπίνῳ τῷ σώματι. οὐκ ἦν διάκρισις ἐν αὐτῇ νυκτὸς καὶ ἡμέρας, ἀλλὰ καὶ νὺξ ἐνεργὸς ἐν τοῖς τοῦ φωτὸς ἔργοις ἐδείκνυτο καὶ ἡμέρα τὴν νυκτερινὴν | |
ἡσυχίαν τῷ ἀταράχῳ τῆς ζωῆς ὑπεκρίνετο· φωνῆεν ἦν αὐτῇ | 64 | |
5 | διὰ παντὸς τοῦ χρόνου τὸ οἴκημα νυκτὸς καὶ ἡμέρας ταῖς | |
19.9 | ψαλμῳδίαις περιηχούμενον. εἶδες ἂν πρᾶγμα καὶ ὀφθαλμοῖς ἀπιστούμενον, σάρκα μὴ ζητοῦσαν τὰ ἴδια, γαστέρα, καθάπερ ἐπὶ τῆς ἀναστάσεως ὑποπτεύομεν, πρὸς τὰς οἰκείας ὁρμὰς κατηργημένην, δακρύων λιβάδας πρὸς τὸ τῆς πόσεως μέτρον | |
5 | ἐξησκημένας, στόμα μελετῶν δι’ ὅλου τὸν νόμον, ἀκοὴν τοῖς θείοις σχολάζουσαν, χεῖρα πρὸς τὰς ἐντολὰς ἀεικίνητον· καὶ πῶς ἄν τις ὑπ’ ὄψιν ἀγάγοι πρᾶγμα ὑπερβαῖνον τὴν διὰ τῶν λόγων γραφήν; | |
19.10 | Ἐπειδὴ τοίνυν ἐπέστην παρ’ ὑμῶν τοῖς Καππαδόκαις, εὐθύς τις ἡμᾶς ἀκοὴ περὶ αὐτῆς διετάραξε· δέκα δὲ ἦν ἡμερῶν ἡ διὰ τοῦ μέσου ὁδός, καὶ ταύτην πᾶσαν διὰ τῆς ἐνδεχομένης ἐπείξεως διανύσας γίνομαι κατὰ τὸν Πόντον | |
5 | καὶ εἶδον καὶ ὤφθην· ἀλλ’ ὥσπερ εἴ τις διὰ μεσημβρίας ὁδεύων καὶ καταφρυγεὶς τῷ ἡλίῳ τὸ σῶμα, ἐπί τινα κρή‐ νην ἀναδραμών, πρὶν ἐπιψαῦσαι τοῦ ὕδατος, πρὶν κατα‐ ψῦξαι τὴν γλῶσσαν, ἀθρόως αὐτῷ τῆς πηγῆς ὑποξηραν‐ θείσης κόνιν εὕροι τὸ ὕδωρ γενόμενον, οὕτω καὶ αὐτός, | |
10 | ἐνιαυτῷ δεκάτῳ τὴν ἀντὶ μητρός μοι καὶ διδασκάλου καὶ παντὸς ἀγαθοῦ ποθουμένην ἰδών, πρὶν ἀποπληρῶσαι τὸν πόθον, ἡμέρᾳ τρίτῃ κηδεύσας ὑπέστρεφον. ταῦτά μοι τῆς πατρίδος μετὰ τὴν ἐπάνοδόν μου τὴν ἐξ Ἀντιοχείας τὰ | |
19.11 | εἰσιτήρια. εἶτά μοι, πρὶν καταπεφθῆναι τὴν συμφοράν, οἱ πρόσχωροι τῆς ἐμῆς ἐκκλησίας Γαλάται, τὸ σύνηθες | |
αὐτοῖς περὶ τὰς αἱρέσεις ἀρρώστημα πολλαχοῦ τῆς ἐμῆς ἐκκλησίας κατὰ τὸ λεληθὸς ὑποσπείραντες, ἀγῶνα παρέσχον | 65 | |
5 | οὐ μικρόν, ὥστε πανταχοῦ διὰ θεὸν μόγις ἐξισχῦσαι περι‐ | |
19.12 | γενέσθαι τοῦ πάθους. εἶτα ἐπὶ τούτοις ἄλλα· Ἴβωρα πόλις ἐστὶν 〈ἐν〉 τοῖς ὁρίοις τοῦ Πόντου κατῳκισμένη, ἔχουσα πρὸς ἡμᾶς ἐξ ἀρχαίου καὶ πρὸς τὴν ὑγιαίνουσαν πίστιν ἐπιρρεπῶς· καὶ τοῦ ἐπισκοποῦντος αὐτὴν προσφάτως | |
5 | ὑπεξελθόντος τὸν βίον, πανδημεὶ πρὸς ἡμᾶς ἐπρεσβεύσαντο μὴ περιιδεῖν αὐτὴν ἔκδοτον ταῖς χερσὶ τῶν ἐναντίων | |
19.13 | σπαρασσομένην. δάκρυα, προσπτώσεις, οἰμωγαί, ἱκετηρίαι, πάντα τὰ τοιαῦτα, δι’ ὧν ἐγίνετο ἡμῖν ἡ τῶν παρόντων κακῶν ἀκολουθία. ἐπειδὴ γὰρ ἐγενόμεθα κατὰ τὸν Πόντον καὶ κατὰ τὸν προσήκοντα τύπον τῆς παρ’ αὐτοῖς ἐκκλησίας | |
5 | ἐπεμελήθημεν συνεργίᾳ θεοῦ, εὐθὺς ἡμᾶς ἐπὶ τοῦ τόπου καταλαμβάνουσιν ὁμοιότροποι πρεσβεῖαι παρὰ τοῦ πλήθους τῶν Σεβαστηνῶν φθάσαι τὴν τῶν αἱρετικῶν ἐπιδρομὴν | |
19.14 | ἀξιούντων. τὰ δὲ ἐπὶ τούτοις σιωπῆς ἄξια καὶ στεναγμῶν ἀλαλήτων καὶ κατηφείας διηνεκοῦς καὶ πένθους τὴν ἐκ τοῦ χρόνου λύσιν οὐκ ἀναμένοντος· τὰ μὲν γὰρ λοιπὰ τῶν κακῶν τῷ προσεθισμῷ ῥᾷον οἱ ἄνθρωποι φέρουσι, τὰ δὲ | |
5 | ἐνταῦθα προϊόντι τῷ χρόνῳ ταῖς ἐφευρέσεσι τῶν ἀηδεστέ‐ ρων συναύξεται. | |
19.15 | Ἀλλὰ γὰρ κατὰ τὴν ἀκολουθίαν γίνομαι μετὰ τῶν λοι‐ πῶν ἐπισκόπων τῶν εἰς αὐτὸ τοῦτο συγκεκλημένων ὡς ψή‐ | |
φους ὑπὲρ χειροτονίας δεξόμενος, ἡ ψῆφος δὲ ἤμην ἐγὼ καὶ ἠγνόουν ὁ δείλαιος τοῖς ἐμαυτοῦ πτεροῖς ἁλισκόμενος. | 66 | |
19.16 | στάσεις ἐπὶ τούτοις, ἀνάγκαι, δάκρυα, προσπτώσεις, φυλα‐ καί, τάγμα στρατιωτικὸν καὶ αὐτὸς ὁ ἐπιτεταγμένος αὐτοῖς κόμης καθ’ ἡμῶν στρατηγῶν καὶ τὴν τοῦ ἡγεμόνος δυνα‐ στείαν ἐφ’ ἡμᾶς κινῶν καὶ πᾶσαν ἀφορμὴν πρὸς τὴν τυραν‐ | |
5 | νίδα τὴν καθ’ ἡμῶν συναγείρων, ἕως ἐναφῆκεν ἡμᾶς τοῖς | |
19.17 | Βαβυλωνίοις κακοῖς *** παρ’ οἷς τοσαύτη τις γέγονεν ἡ περὶ τὴν πίστιν τῶν ἀνθρώπων ἐκ παλαιῶν χρόνων δια‐ φορά, ὥστε αὐτοῖς ἐνσκιρωθῆναι τὴν νόσον καὶ δυσδιά‐ λυτον εἶναι, καὶ μάχεσθαι πρὸς τοὺς θεραπεύειν ἐπιχει‐ | |
19.18 | ροῦντας τὸ πάθος. ἀμαθεῖς δὲ ἄλλως ὄντες καὶ τὴν γλῶσσαν πλέον ἢ βάρβαροι δασεῖς τε τὴν φωνὴν καὶ θηριώδεις τὴν δίαιταν, κατὰ τὰ δολερὰ τῶν θηρίων τὴν πρὸς τὸ κακὸν εὐμηχανίαν οὕτως ἐξήσκηνται, ὡς μηδὲν | |
5 | αὐτοῖς εἶναι τὸν Ἀρχιμήδην, μᾶλλον δὲ Σίσυφον ἢ Κερκυ‐ όνα ἢ Σκείρωνα ἢ εἴ τινας τοιούτους ἄλλους ἐν ταῖς ἱστο‐ ρίαις ἀκούομεν, τὸ μὲν γὰρ ψεῦδος πάσης ἀληθείας ἐστὶν αὐτοῖς ἑτοιμότερον· οὕτω δὲ ἐπιθαρσοῦσιν ὑπ’ ἀναισχυν‐ τίας τῷ ψεύδεσθαι ὡς οὐδὲ τῷ ἀληθεύειν οἱ περὶ τοῦτο | |
10 | σφοδροί, καὶ τὸ ἐλεγχθῆναι παρ’ αὐτοῖς ἐπὶ τοῖς μεγίστοις κακοῖς ἀφορμὴ τῆς παρὰ τοῖς πολλοῖς εὐδοκιμήσεως γίνεται, ὕβρις τε καὶ τραχύτης καὶ ἀναισθησία καὶ ἡ τῶν λεγο‐ μένων δυσωδία πολιτισμὸς εἶναι καί τις τοιαύτη φιλο‐ | |
καλία νομίζεται. | 67 | |
19.19 | Ταῦτά σοι ἀπὸ πολλῶν ὀλίγα, φεύγοντες τὴν ἀμετρίαν τῆς ἐπιστολῆς, ἐξεθέμεθα, ὡς ἂν μὴ ῥᾳθυμίαν ἡμῶν κατα‐ γινώσκοις τὸ λογογραφεῖν ἐπὶ τοῦ παρόντος παραιτου‐ μένων· τὸν γὰρ ἐν τούτοις ὄντα πῶς ἐστι δυνατὸν καὶ | |
19.20 | τὸ ἴδιον ὄνομα διὰ στόματος ἐν εὐκολίᾳ φέρειν; ἀλλ’ εἴ σοι πάντως καταθύμιόν ἐστιν ἐν τούτοις ἡμᾶς ἀσχοληθῆ‐ ναί ποτε, χρῆσον ἡμῖν σεαυτὸν μάλιστα καὶ τοῦ συναγα‐ γεῖν χρόνον, ἐὰν μή σε πλέον τῆς ἡμετέρας ἀγάπης ὁ | |
5 | λωτὸς καταγλυκαίνῃ τῆς πόλεως· εἰ δέ σε κρατοίη τὰ καθ’ ὑμᾶς (ἀκούω γὰρ ἔχεσθαί σου πᾶσαν ἐκκλησίαν), ἱκανῶς ἡμῖν συμμαχήσεις λύσιν τινὰ τῶν κακῶν παρὰ τοῦ θεοῦ γενέσθαι ἡμῖν ἐπευξάμενος· καὶ τάχα, θεοῦ διδόντος, εἴ‐ ποτε τύχοιμεν τοιαύτης σχολῆς, οὐκ ἀσυντελεῖς τῷ κοινῷ | |
10 | λογισόμεθα. | |
20t | Πρὸς Ἀδέλφιον σχολαστικόν | |
20.1 | Ἐκ τῶν ἱερῶν Οὐανώτων, εἴ γε μὴ ἀδικῶ καλῶν ἐπι‐ χωρίως τὸν τόπον, ταύτην σοι τὴν ἐπιστολὴν διεχάραξα· ἀδικεῖν δέ φημι τὸν χῶρον, ὅτι μηδὲν ἔχει γλαφυρὸν ἡ ἐπωνυμία, καὶ ἡ τοσαύτη τοῦ τόπου χάρις οὐ συνεμφαί‐ | |
5 | νεται τῷ Γαλατικῷ τούτῳ προσρήματι, ἀλλ’ ὀφθαλμῶν ἐστι | |
20.2 | χρεία τῶν ἑρμηνευόντων τὴν χάριν. πολλὰ γὰρ ἐγὼ καὶ παρὰ πολλοῖς ἤδη τεθεαμένος, πολλὰ δὲ καὶ διὰ τῆς τῶν λόγων ὑπογραφῆς ἐν τοῖς διηγήμασι τῶν ἀρχαίων κατα‐ νοήσας, λῆρον ἡγοῦμαι τὰ πάντα ὅσα τε εἶδον καὶ ὅσα | 68 |
20.3 | ἤκουσα συγκρίσει τῶν τῇδε καλῶν. οὐδὲν ἐκεῖνος ὁ Ἑλι‐ κών· μῦθος τῶν μακάρων αἱ νῆσοι· μικρόν τι χρῆμα τὸ πέδον τὸ Σικυώνιον· κόμπος τις ἄλλως ποιητικὸς τὰ κατὰ τὸν Πηνειὸν διηγήματα, ὅν φασι πλουσίῳ τῷ ῥείθρῳ τὰς | |
5 | ἐκ πλαγίων ὄχθας ὑπερχεόμενον τὰ πολυύμνητα πεδία | |
20.4 | τοῖς Θετταλοῖς ἀπεργάζεσθαι. τί γὰρ τοιοῦτόν ἐστιν παρ’ ἑκάστῳ τῶν εἰρημένων, οἷον ἡμῖν ἡ Οὐάνωτα τοῖς οἰκείοις ἐπεδείξατο κάλλεσιν; εἴτε γάρ τις τὴν φυσικὴν ἐπιζητοίη τοῦ τόπου χάριν, ἀπροσδεής ἐστι τῶν ἐκ τῆς τέχνης καλῶν, | |
5 | εἴτε τὰ ἐκ τῆς ἐπιτεχνήσεως προσγινόμενα βλέποι, τοιαῦτα καὶ τοσαῦτά ἐστιν ὡς καὶ φύσεως δύνασθαι δυσκληρίαν | |
20.5 | νικῆσαι. ἃ μὲν γὰρ ἡ φύσις τῷ τόπῳ χαρίζεται τῇ ἀκατα‐ σκεύῳ χάριτι τὴν γῆν ὡραΐζουσα, τοιαῦτά ἐστι· κάτωθεν μὲν ποταμὸς Ἅλυς ταῖς ὄχθαις καλλωπίζων τὸν τόπον, οἷόν τις ταινία χρυσῆ διὰ βαθείας ἁλουργίδος ὑποστίλβει, | |
20.6 | διὰ τῆς ἰλύος ἐρυθραίνων τὸ ῥεῖθρον· ἐκ δὲ τοῦ ἄνωθεν μέρους ὄρος ἀμφιλαφές τε καὶ λάσιον μακρᾷ τῇ ῥαχίᾳ παρατείνεται δρυσὶν ἁπανταχόθεν κατάκομον, ἄξιον Ὁμή‐ ρου τινὸς ἐπιτυχεῖν ἐπαινέτου μᾶλλον ἢ τὸ Νήριτον ἐκεῖνο | |
5 | τὸ Ἰθακήσιον, ὅ φησιν ὁ ποιητὴς ἀριπρεπές τε εἶναι καὶ | 69 |
20.7 | εἰνοσίφυλλον. ἐπικατιοῦσα δὲ πρὸς τὸ πρανὲς ἡ αὐτόματος ὕλη τοῖς ἀπὸ τῆς γεωργίας κατὰ τὴν ὑπώρειαν συνάπτεται· εὐθὺς γὰρ ἄμπελοι διηπλωμέναι κατὰ τὰ πλάγιά τε καὶ ὕπτια καὶ κοῖλα τῆς ὑπωρείας, οἷον ἱμάτιόν τι χλοερὸν τὴν βαφήν, | |
5 | πάντα τὸν ὑποκείμενον χῶρον ἀπολαμβάνουσι· προσετίθετο δὲ τῇ ὥρᾳ καὶ ὁ καιρὸς θεσπέσιόν τι χρῆμα τῶν βοτρύων ὑποδεικνύς, ὃ δὴ καὶ μᾶλλον εἰς ἔκπληξιν ἤγαγεν, ὅτι τῆς γείτονος χώρας ἐν ὄμφακι τὸν καρπὸν δεικνυούσης, ἐνταῦθα κατατρυφᾶν ἐξῆν τῶν βοτρύων καὶ κατ’ ἐξουσίαν ἐμφο‐ | |
20.8 | ρεῖσθαι τῆς ὥρας. εἶτα πόρρωθεν ἡμῖν οἷόν τις πυρσὸς ἐκ φρυκτωρίας μεγάλης ἡ τῶν οἰκοδομημάτων χάρις ἐπέλαμπεν, 〈ἐν〉 ἀριστερᾷ μὲν εἰσιόντων ὁ εὐκτήριος οἶκος τοῖς μάρτυσιν ἡτοιμασμένος, οὔπω μὲν τὸ τέλειον τῆς δομήσεως ἔχων ἀλλ’ | |
20.9 | ἔτι τῷ ὀρόφῳ λειπόμενος, λάμπων δὲ ὅμως· κατ’ εὐθὺ δὲ ἦν τῆς ὁδοῦ τὰ τῆς οἰκήσεως κάλλη, ἄλλο πρὸς ἄλλο τι τῶν κατὰ τρυφὴν ἐπινενοημένων μεμερισμένα, πύργων προβολαὶ καὶ συμποσίων παρασκευαὶ ἐν εὐρυχώροις τε καὶ ὑψορόφοις | |
5 | πλατάνων στίχοις πρὸ τῶν θυρῶν στεφανοῦντες τὴν εἴσο‐ | |
20.10 | δον, εἶτα περὶ τοὺς οἴκους οἱ Φαιάκιοι κῆποι. μᾶλλον δὲ μὴ ὑβριζέσθω τῇ πρὸς ἐκεῖνα συγκρίσει τὰ Οὐανώτων κάλλη· οὐκ εἶδεν Ὅμηρος τὴν ἐνταῦθα μηλέαν τὴν ἀγλαό‐ καρπον πρὸς τὴν τοῦ ἰδίου ἄνθους χροιὰν τῷ ὑπερβάλ‐ | |
5 | λοντι τῆς εὐχροίας ἐπανιοῦσαν, οὐκ εἶδε τὴν ὄγχνην λευ‐ | |
20.11 | κοτέραν τοῦ νεοξέστου ἐλέφαντος. τί δ’ ἄν τις εἴποι τῆς Περσικῆς ὀπώρας τὸ ποικίλον τε καὶ πολυειδὲς καὶ ἐξ ἑτερογενῶν συμμεμιγμένον καὶ σύνθετον; ὥσπερ γὰρ οἱ τοὺς τραγελάφους καὶ ἱπποκενταύρους καὶ τὰ τοιαῦτα μι‐ | |
5 | γνύντες ἐκ διαφόρων καὶ τὴν φύσιν παρασοφιζόμενοι γρά‐ | |
φουσιν, οὕτω καὶ ἐπὶ τῆς ὀπώρας ταύτης τὸ μὲν πρὸς ἀμυγδαλῆν, τὸ δὲ πρὸς κάρυον, ἕτερον δὲ πρὸς τὸ δωρά‐ κινον κατά τε τὸ ὄνομα καὶ τὴν γεῦσιν μεμιγμένον τυ‐ ραννηθεῖσα παρὰ τῆς τέχνης ἡ φύσις ἐποίησε· καὶ ἐπὶ | 70 | |
10 | πᾶσι τούτοις τὸ ἐφ’ ἑκάστῳ πλῆθος ὑπὲρ τὸ κάλλος ἐδεί‐ | |
20.12 | κνυτο. ἀλλὰ καὶ τὴν ἐν τῇ φυτείᾳ διάθεσιν καὶ τὴν εὔ‐ ρυθμον ζωγραφίαν ἐκείνην (ἀληθῶς γὰρ γραφέως μᾶλ‐ λον ἢ γεωπόνου τὸ θαῦμα, οὕτω τῇ ἐπιθυμίᾳ τῶν ταῦτα διατιθέντων ἡ φύσις εὐκόλως ἐπηκολούθησεν) οὐκ οἶμαι | |
20.13 | δυνατὸν εἶναι διὰ λόγων ἐνδείξασθαι. τὴν δὲ ὑπὸ τὰς ἀνα‐ δενδράδας ὁδὸν καὶ τὴν γλυκεῖαν ἐκείνην ἐκ τῶν βοτρύων σκιὰν καὶ τὴν καινὴν ἐκ πλαγίων τειχοποιΐαν, ῥόδων ὅρ‐ πηξι καὶ κληματίσιν ἀμπέλων ἀλλήλαις συνδιαπλεκομένων | |
5 | καὶ ἀντὶ τοίχων διατειχιζόντων τὴν ἐπὶ τὰ πλάγια πάρ‐ οδον, τήν τε κατὰ τὸ ἄκρον τοῦ τοιούτου δρόμου κολυμ‐ βήθραν τοῦ ὕδατος καὶ τοὺς ἐν αὐτῷ τρεφομένους ἰχθύας | |
20.14 | τίς ἂν ἐνδείξαιτο πρὸς ἀξίαν τῷ λόγῳ; ἐν γὰρ τούτοις πᾶσι μετά τινος ἐλευθερίου φιλοφροσύνης οἱ τὴν οἰκίαν ἐπιτροπεύοντες τῆς εὐγενείας σου κατὰ σπουδὴν περιη‐ γοῦντο, καὶ ὑπεδείκνυον τὰ καθ’ ἕκαστον τῶν σοι πεπονη‐ | |
5 | μένων, ἐπιδεικνύμενοι ὡς ἂν αὐτῷ σοι δι’ ἡμῶν χαριζό‐ | |
20.15 | μενοι. ἔνθα καί τις τῶν νεανίσκων, καθάπερ τις θαυμα‐ τοποιός, ἐπεδείξατο ἡμῖν θέαμα μὴ λίαν ἐπιχωριάζον τῇ φύσει· καταβὰς γὰρ ἐπὶ τὸ βάθος, κατ’ ἐξουσίαν ἀνῃρεῖτο τῶν ἰχθύων τοὺς κατὰ γνώμην, κἀκεῖνοι πρὸς τὴν ἐπαφὴν | |
5 | τοῦ ἁλιέως οὐκ ἐξενίζοντο, οἷόν τινες χειροήθεις σκύλακες | |
20.16 | τιθασοὶ ὄντες τῇ χειρὶ τοῦ τεχνίτου καὶ ὑποχείριοι. εἶτά με παρῆγον ἐπί τινα οἶκον, δῆθεν ὡς ἀναπαυσόμενον· οἶκον γὰρ ἐνεδείκνυτο ἡμῖν ἡ εἴσοδος, ἀλλ’ ἐντὸς τῆς θύρας γενομένους ἡμᾶς οὐχὶ οἶκος ἀλλὰ στοὰ διεδέξατο· | |
5 | ἡ δὲ στοὰ μετέωρος ἦν λίμνῃ βαθείᾳ ἐκ πολλοῦ τοῦ ὕψους | |
ἐπῃωρημένη. προσεκλύζετο δὲ τῷ ὕδατι ἡ κρηπὶς ἡ τὴν στοὰν ἀνέχουσα τριγώνῳ τῷ σχήματι, οἷόν τι προπύλαιον | 71 | |
20.17 | τῆς ἔνδον τρυφῆς. κατ’ εὐθεῖαν γὰρ ἐπὶ τὰ ἐντὸς οἶκός τις τὴν τοῦ τριγώνου προβολὴν διεδέχετο ὑψηλὸς τὸν ὄροφον, πανταχόθεν ταῖς τοῦ ἡλίου ἀκτῖσι περιλαμπό‐ μενος, γραφαῖς ποικίλαις διηνθισμένος· ὥστε ἡμᾶς περὶ | |
5 | τὸν τόπον τοῦτον λήθην μικροῦ δεῖν τῶν προλαβόντων | |
20.18 | ποιήσασθαι· ὁ οἶκος πρὸς ἑαυτὸν ἐπεσπάσατο, ἡ στοὰ πάλιν 〈ἡ〉 ἐπὶ λίμνῃ ἴδιόν τι θέαμα ἦν· οἱ γὰρ βέλτιστοι ἰχθύες, ὥσπερ ἐξεπίτηδες τοὺς χερσαίους ἡμᾶς διαπαί‐ ζοντες, ἐκ τῶν βυθῶν ἐπὶ τὴν ἐπιφάνειαν ἀνενήχοντο, | |
5 | οἷόν τινες πτηνοὶ καὶ αὐτοῦ τοῦ ἀέρος κατασκιρτῶντες· ἡμιφανεῖς γὰρ γινόμενοι καὶ διακυβιστῶντες τὸν ἀέρα, | |
20.19 | πάλιν εἰς τὸν βυθὸν κατεδύοντο. ἄλλοι δὲ κατ’ ἀγέλας στοιχηδὸν ἀλλήλοις ἑπόμενοι θέαμα τοῖς ἀήθεσιν ἦσαν· ἦν δὲ ἰδεῖν ἑτέρωθι ἄλλην ἰχθύων ἀγέλην βοτρυδὸν περὶ τρύφος ἄρτου πεπυκνωμένους καὶ ἄλλον ὑπ’ ἄλλου παρω‐ | |
5 | θουμένους καὶ ἕτερον ἐφαλλόμενον καὶ ἄλλον ὑποδυό‐ | |
20.20 | μενον. ἀλλὰ καὶ τούτων ἐποίει λήθην ἐν κληματίσι καὶ ταλάροις ὁ βότρυς ἡμῖν εἰσκομιζόμενος καὶ ἡ ποικίλη τῆς ὀπώρας φιλοτιμία καὶ ἡ τοῦ ἀρίστου παρασκευὴ καὶ τὰ ποικίλα ὄψα καὶ καρυκεῖαι καὶ πέμματα καὶ φιλοτησίαι | |
5 | καὶ κύλικες. | |
20.21 | Ἐπεὶ οὖν ἤδη μετὰ τὸν κόρον πρὸς ὕπνον κατεφερό‐ μην, παραστησάμενος τὸν ὑπογράφοντα, ταύτην σου τῇ λογιότητι καθάπερ ἐνύπνιον τὴν ἐπιστολὴν ἀπελήρησα· εὔχομαι δὲ μὴ διὰ χάρτου καὶ μέλανος, ἀλλὰ δι’ αὐτῆς | |
5 | τῆς ἐμαυτοῦ φωνῆς τε καὶ γλώττης τὰ παρὰ σοὶ καλά | |
σοί τε αὐτῷ καὶ τοῖς ἀγαπῶσί σε διὰ παντὸς διηγεῖσθαι. | 72 | |
21t | Ἀβλαβίῳ [ἐπισκόπῳ] | |
21.1 | Τέχνη τίς ἐστι περιστερῶν θηρευτικὴ τοιαύτη· ὅταν τῆς μιᾶς ἐγκρατεῖς γένωνται οἱ τὰ τοιαῦτα σπουδάζοντες χειροήθη τε ταύτην καὶ ὁμόσιτον ἑαυτοῖς ἀπεργάσωνται, τότε μύρῳ τὰς πτέρυγας αὐτῆς ὑποχρίσαντες ἐῶσι συνα‐ | |
5 | γελασθῆναι ταῖς ἔξωθεν· ἡ δὲ τοῦ μύρου τῇ εὐωδίᾳ τὴν αὐτόνομον ταύτην ἀγέλην τιθασὸν ποιεῖται τῷ προεμένῳ· πρὸς γὰρ τὰς εὐπνοούσας καὶ αἱ λοιπαὶ συνεφέπονταί τε | |
21.2 | καὶ εἰσοικίζονται. τί δὲ βουλόμενος ἐντεῦθεν προοιμιά‐ ζομαι; ὅτι τὸν υἱὸν Βασίλειον τόν ποτε Διογένην τῷ θείῳ μύρῳ τὰς τῆς ψυχῆς αὐτοῦ πτέρυγας διαχρίσας ἐξέ‐ | |
πεμψα πρὸς τὴν σὴν σεμνοπρέπειαν, ὥστε καὶ σὲ αὐτῷ | 73 | |
5 | συναναπτῆναι καὶ καταλαβεῖν τὴν καλιάν, ἣν παρ’ ἡμῖν ὁ | |
21.3 | προειρημένος ἐπήξατο. εἰ ταῦτα γένοιτο καὶ ἴδοιμι ἐπὶ τῆς ἐμῆς ζωῆς καὶ τὴν σὴν εὐγένειαν πρὸς τὸν ὑψηλότερον βίον μεταθεμένην, τὴν χρεωστουμένην παρ’ ἐμοῦ τῷ θεῷ εὐχαριστίαν 〈ἂν〉 ἀποπληρώσαιμι. | |
22t | Τοῖς ἐπισκόποις | |
22.1 | Τρεῖς ἦσαν ἡμέραι αἱ τὸν προφήτην ἐν τῷ κήτει κατ‐ έχουσαι, ἀλλ’ ὅμως ὁ Ἰωνᾶς ἠκηδίασεν· ἐγὼ δὲ τοσοῦτον χρόνον ἔχω ἐν τοῖς ἀμετανοήτοις Νινευΐταις, ἐν τοῖς σπλάγχνοις τοῦ θηρίου κρατούμενος, καὶ οὔπω ἐξεμηθῆναι | |
22.2 | τῆς ἀχανοῦς ταύτης φάρυγγος ἠδυνήθην. εὔξασθε οὖν τῷ κυρίῳ τελειωθῆναι τὴν χάριν, ἵνα ἔλθῃ τὸ πρόσταγμα τὸ τῆς συνοχῆς ταύτης ῥυόμενον καὶ καταλάβω τὴν ἐμαυ‐ τοῦ σκηνὴν καὶ ὑπ’ αὐτὴν ἀναπαύσωμαι. | |
23t | Ἀνεπίγραφος | |
23.1 | Φείδομαι πολλῶν λόγων, ἐπειδὴ φείδομαι τῶν σῶν καμάτων. ὑπομνήσθητι τῶν σεαυτοῦ, καὶ πάντα ἕξει τῷ Φαιδίμῳ κα‐ | |
λῶς. τάχους χρεία τῇ χάριτι· μέχρι τούτου ἡμῶν ἡ παράκλησις. | 74 | |
24t | Ἡρακλειανῷ αἱρετικῷ | |
24.1 | Ὁ τῆς ὑγιαινούσης πίστεως λόγος τοῖς εὐγνωμόνως τὰς θεοπνεύστους φωνὰς παραδεχομένοις ἐν τῇ ἁπλότητι τὴν ἰσχὺν ἔχει καὶ οὐδεμιᾶς λόγου περινοίας εἰς παρά‐ στασιν τῆς ἀληθείας προσδεῖται, αὐτόθεν ὢν ληπτὸς καὶ | |
5 | σαφὴς ἐκ τῆς πρώτης παραδόσεως, ἣν ἐκ τῆς τοῦ κυρίου φωνῆς παρελάβομεν ἐν τῷ λουτρῷ τῆς παλιγγενεσίας τὸ τῆς σωτηρίας μυστήριον παραδόντος· Πορευθέντες γάρ, φησί, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύ‐ | |
10 | ματος, διδάσκοντες τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· | |
24.2 | διαιρῶν γὰρ εἰς δύο τὴν τῶν Χριστιανῶν πολιτείαν, εἴς τε τὸ ἠθικὸν μέρος καὶ εἰς τὴν 〈τῶν〉 δογμάτων ἀκρίβειαν, τὸ μὲν σωτήριον δόγμα ἐν τῇ τοῦ βαπτίσματος παραδόσει κατ‐ ησφαλίσατο, τὸν δὲ βίον ἡμῶν διὰ τῆς τηρήσεως τῶν ἐντο‐ | |
24.3 | λῶν αὐτοῦ κατορθοῦσθαι κελεύει. ἀλλὰ τὸ μὲν κατὰ τὰς ἐντολὰς μέρος, ὡς μικροτέραν φέρον τῇ ψυχῇ τὴν ζημίαν, ἠφείθη παρὰ τοῦ διαβόλου ἀπαρεγχείρητον· ἐπὶ δὲ τοῦ κυριωτέρου καὶ μείζονος ἡ πᾶσα γέγονε τοῦ ἀντικειμένου | |
5 | σπουδή, τοῦ παρατραπῆναι τῶν πολλῶν τὰς ψυχὰς εἰς τό, μηδὲ εἴ τι διὰ τῶν ἐντολῶν κατορθωθῇ, κέρδος εἶναι, τῆς μεγάλης καὶ πρώτης ἐλπίδος ἐν τῇ περὶ τὸ δόγμα πλάνῃ τοῖς | |
24.4 | ἀπατηθεῖσι μὴ συμπαρούσης. διὰ τοῦτο συμβουλεύομεν τῆς ἁπλότητος τῶν πρώτων ῥημάτων τῆς πίστεως μὴ ἀποχωρεῖν τοὺς ἀντιποιουμένους τῆς ἑαυτῶν σωτηρίας, ἀλλὰ παρα‐ δεχομένους ἐν τῇ ψυχῇ πατέρα καὶ υἱὸν καὶ πνεῦμα ἅγιον, | |
5 | μὴ μίαν ὑπόστασιν πολυώνυμον εἶναι νομίζειν· οὔτε γὰρ δυνατόν ἐστι τὸν πατέρα ἑαυτοῦ πατέρα λέγεσθαι, μὴ ἀληθῶς ἐξ αὑτοῦ τοῦ υἱοῦ τῷ πατρὶ τὴν κλῆσιν ἐπαληθεύοντος, οὔτε τὸ πνεῦμα ἓν τῶν εἰρημένων εἶναι νομίζειν, ὥστε εἰς πατρὸς ἢ υἱοῦ ἔννοιαν διὰ τῆς τοῦ πνεύματος προσηγορίας | 75 |
10 | ἐνάγεσθαι τὸν ἀκούοντα· ἀλλ’ ἰδίως καὶ ἀποτεταγμένως ἐν ἑκάστῳ τῶν ὀνομάτων συνυπακούεται ἡ ἐνσημαινομένη ταῖς προσηγορίαις ὑπόστασις, καὶ τὸν πατέρα ἀκούσαντες τὴν τοῦ παντὸς αἰτίαν ἠκούσαμεν, τὸν δὲ υἱὸν μαθόντες τὴν ἐκ τῆς πρώτης αἰτίας ἀναλάμψασαν δύναμιν εἰς τὴν τοῦ παντὸς | |
15 | σύστασιν ἐδιδάχθημεν, τὸ δὲ πνεῦμα γνόντες τὴν τελειωτικὴν δύναμιν τῶν διὰ κτίσεως εἰς τὸ εἶναι παραγομένων ἐκ τοῦ | |
24.5 | πατρὸς διὰ τοῦ υἱοῦ ἐνοήσαμεν. αἱ μὲν οὖν ὑποστάσεις κατὰ τὸν εἰρημένον τρόπον ἀσυγχύτως ἀπ’ ἀλλήλων διακεχω‐ ρισμέναι εἰσί, πατρὸς λέγω καὶ υἱοῦ καὶ ἁγίου πνεύματος· ἡ δὲ οὐσία αὐτῶν, ἥτις ποτὲ αὕτη ἐστίν—ἄφραστος γάρ | |
5 | ἐστι λόγῳ καὶ νοήματι ἄληπτος—εἰς ἑτερότητά τινα φύσεως οὐ διαμερίζεται· διότι τὸ ἀκατάληπτον καὶ ἀπερινόητον καὶ λογισμοῖς ἀπερίδρακτον ἴσον ἐστὶν ἐφ’ ἑκάστου τῶν ἐν τῇ | |
24.6 | τριάδι πεπιστευμένων προσώπων. ὁ γὰρ ἐρωτηθεὶς τί κατ’ οὐσίαν ἐστὶν ὁ πατήρ, εὐγνωμόνως καὶ ἀληθῶς ὁμο‐ λογήσει τὸ ὑπὲρ γνῶσιν εἶναι τὸ ζητούμενον· ὡσαύτως καὶ περὶ τοῦ μονογενοῦς υἱοῦ οὐδενὶ λόγῳ τὴν οὐσίαν | |
5 | καταληφθῆναι δυνατὸν εἶναι συνθήσεται· Τὴν γὰρ γενεὰν αὐτοῦ, φησί, τίς διηγήσεται; ὁμοίως δὲ καὶ περὶ τοῦ πνεύ‐ ματος τοῦ ἁγίου τὸ ἴσον τῆς κατὰ τὴν κατάληψιν ἀμηχανίας ὁ τοῦ κυρίου λόγος ἐνδείκνυται λέγων ὅτι τῆς μὲν φωνῆς αὐτοῦ ἀκούεις, οὐκ οἶδας δὲ πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει. | |
24.7 | Ἐπειδὴ τοίνυν οὐδεμίαν ἐν τῷ ἀκαταλήπτῳ τῶν τριῶν προσώπων διαφορὰν ἐννοοῦμεν (οὐ γὰρ τὸ μὲν μᾶλλον ἀκατάληπτον τὸ δὲ ἧττον, ἀλλ’ εἷς ἐπὶ τῆς τριάδος ὁ τῆς | |
ἀκαταληψίας λόγος), διὰ τοῦτό φαμεν, αὐτῷ τῷ ἀλήπτῳ | 76 | |
5 | καὶ ἀκατανοήτῳ χειραγωγούμενοι, μηδεμίαν τῆς οὐσίας ἐπὶ τῆς ἁγίας τριάδος διαφορὰν ἐξευρίσκειν ἐκτὸς τῆς τάξεως τῶν προσώπων καὶ τῆς τῶν ὑποστάσεων ὁμολογίας· τάξις μὲν γάρ ἐστιν ἐν τῷ εὐαγγελίῳ παραδοθεῖσα, καθ’ ἣν ἐκ πατρὸς ἡ πίστις ἀρχομένη διὰ μέσου τοῦ υἱοῦ εἰς τὸ πνεῦμα | |
10 | τὸ ἅγιον καταλήγει· ἡ δὲ διαφορὰ τῶν προσώπων 〈ἐν〉 αὐτῇ τῇ τάξει τῆς τῶν ὑποστάσεων παραδόσεως φαινομένη οὐδεμίαν σύγχυσιν ἐμποιεῖ τοῖς δυναμένοις ἐπακολουθεῖν ταῖς σημασίαις τοῦ λόγου, ἰδίαν ἔννοιαν τῆς τοῦ πατρὸς προσηγορίας ἐμφαινούσης καὶ τοῦ υἱοῦ πάλιν καὶ τοῦ | |
15 | ἁγίου πνεύματος ἰδίαν, κατ’ οὐδένα τρόπον τῶν σημαινο‐ | |
24.8 | μένων ἐν ἀλλήλοις συγχεομένων. βαπτιζόμεθα τοίνυν, ὡς παρελάβομεν, εἰς πατέρα καὶ υἱὸν καὶ πνεῦμα ἅγιον· πι‐ στεύομεν δὲ ὡς βαπτιζόμεθα—σύμφωνον γὰρ εἶναι προσ‐ ήκει τῇ ὁμολογίᾳ τὴν πίστιν—. δοξάζομεν δὲ ὡς πιστεύ‐ | |
5 | ομεν—οὐδὲ γὰρ ἔχει φύσιν μάχεσθαι τῇ πίστει τὴν δόξαν, ἀλλ’ εἰς ἃ πιστεύομεν, ταῦτα καὶ δοξάζομεν. | |
24.9 | Ἐπειδὴ τοίνυν εἰς πατέρα καὶ υἱὸν καὶ πνεῦμα ἅγιον ἡ πίστις ἐστίν, ἀκολουθεῖ δὲ ἀλλήλοις ἡ πίστις ἡ δόξα τὸ βάπτισμα, διὰ τοῦτο καὶ ἡ δόξα οὐ διακρίνεται ἡ πατρὸς | |
24.10 | καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. αὕτη δὲ ἡ δόξα ἣν ἀνα‐ πέμπομεν τῇ ἰδίᾳ φύσει, οὐδὲν ἄλλο ἐστὶν ἀλλ’ ἡ τῶν προσόντων τῇ μεγαλειότητι τῆς θείας φύσεως ἀγαθῶν ὁμολογία· οὐ γὰρ ἐξ ἡμετέρας δυνάμεως τιμὴν προστίθεμεν | |
5 | τῇ ἀτιμήτῳ φύσει, ἀλλὰ τὰ προσόντα ὁμολογήσαντες τὴν | |
24.11 | τιμὴν ἐπληρώσαμεν. ἐπεὶ οὖν πρόσεστιν ἑκάστῳ τῶν ἐν τῇ ἁγίᾳ τριάδι πιστευομένων προσώπων ἀφθαρσία ἀιδιό‐ της ἀθανασία ἀγαθότης δύναμις ἁγιασμὸς σοφία, πᾶν νόημα μεγαλοπρεπές τε καὶ ὑψηλόν, ἐν τῷ λέγειν τὰ προσ‐ | |
5 | όντα ἀγαθὰ τούτῳ τῆς δόξης ποιούμεθα τὴν ἀπόδοσιν. | 77 |
24.12 | καὶ ἐπεὶ πάντα μὲν τὰ τοῦ πατρὸς ὁ υἱὸς ἔχει, πάντα δὲ τὰ τοῦ υἱοῦ ἀγαθὰ ἐνθεωρεῖται τῷ πνεύματι, οὐδεμίαν εὑρίσκομεν ἐν τῇ ἁγίᾳ τριάδι κατὰ τὸ ὕψος τῆς δόξης πρὸς ἑαυτὴν διαφοράν· οὔτε γὰρ κατά τινα σωματικὴν | |
5 | σύγκρισιν τὸ μὲν ὑψηλότερόν ἐστι τὸ δὲ ταπεινότερον— τὸ γὰρ ἀόρατον καὶ ἀσχημάτιστον μέτρῳ οὐ καταλαμβάνεται —, οὔτε κατὰ δύναμιν ἢ ἀγαθότητα τὸ διάφορον συγκριτικῶς ἐπὶ τῆς ἁγίας τριάδος εὑρίσκεται, ὡς εἰπεῖν παρὰ τὸ πλεῖον καὶ ἔλαττον εἶναι ἐν τούτοις παραλλαγήν· ὁ γὰρ ἰσχυ‐ | |
10 | ρότερον τὸ ἓν τοῦ ἑτέρου εἰπὼν κατὰ τὸ σιωπώμενον ὡμο‐ λόγησε τὸ ἐλαττούμενον ἐν τῇ δυνάμει ἀσθενέστερον εἶ‐ ναι τοῦ δυνατωτέρου, τοῦτο δὲ τῆς ἐσχάτης ἀσεβείας ἐστὶν ἔμφασίν τινα ἀσθενείας ἢ ἀδυναμίας εἴτε ἐν ὀλίγῳ εἴτε ἐν πλείονι περὶ τὸν μονογενῆ θεὸν καὶ περὶ τὸ πνεῦμα | |
15 | τοῦ θεοῦ ἐννοεῖν· τέλειον γὰρ ἐν δυνάμει καὶ ἀγαθότητι καὶ ἀφθαρσίᾳ καὶ πᾶσι τοῖς ὑψηλοῖς νοήμασι καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα ὁ τῆς ἀληθείας παραδίδωσι λόγος. | |
24.13 | εἰ οὖν παντὸς ἀγαθοῦ ἡ τελειότης 〈ἐφ’〉 ἑκάστου τῶν ἐν τῇ ἁγίᾳ τριάδι πιστευομένων προσώπων εὐσεβῶς ὁμολο‐ γεῖται, οὐκ ἔχει φύσιν τὸ αὐτὸ καὶ τέλειον λέγειν καὶ πάλιν διὰ συγκρίσεως ἀτελὲς ὀνομάζειν· τὸ γὰρ ἔλαττον | |
5 | 〈λέγειν〉 κατὰ τὸ μέγεθος τῆς δυνάμεως ἤτοι τῆς ἀγαθό‐ τητος οὐδὲν ἄλλο ἐστὶν ἢ ἀτελὲς εἶναι κατὰ τοῦτο διισχυρί‐ ζεσθαι. εἰ οὖν τέλειος ὁ υἱός, τέλειον καὶ τὸ πνεῦμα, τελείου τέλειον οὔτε ἀτελέστερον οὔτε τελειότερον ἐπινοεῖ ὁ λόγος. | |
24.14 | Ἀλλὰ καὶ ἐκ τῶν ἐνεργειῶν τὸ ἀδιαίρετον τῆς δόξης καταμανθάνομεν. ζωοποιεῖ ὁ πατήρ, καθὼς ἔφη τὸ εὐαγγέλιον· ζωοποιεῖ καὶ ὁ υἱός· ζωοποιεῖ δὲ καὶ τὸ | |
πνεῦμα κατὰ τὴν τοῦ κυρίου μαρτυρίαν τοῦ εἰπόντος ὅτι | 78 | |
24.15 | Τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν. προσήκει οὖν δύναμιν ἐκ πατρὸς ἀρχομένην καὶ δι’ υἱοῦ προϊοῦσαν καὶ ἐν πνεύματι ἁγίῳ τελειουμένην νοεῖν· ἐμάθομεν γὰρ πάντα ἐκ θεοῦ εἶναι, καὶ πάντα διὰ τοῦ μονογενοῦς καὶ ἐν αὐτῷ συνεστάναι, καὶ | |
5 | διὰ πάντων διήκειν τὴν τοῦ πνεύματος δύναμιν, πάντα ἐν πᾶσι καθὼς βούλεται ἐνεργοῦσαν, ὥς φησιν ὁ ἀπόστολος. | |
25t | Ἀμφιλοχίῳ | |
25.1 | Ἤδη μοι πέπεισμαι κατορθώσασθαι κατὰ θεοῦ χάριν τὴν ἐπὶ τῷ μαρτυρίῳ σπουδήν. θελήσειας· πέρας τὸ σπουδα‐ ζόμενον ἕξει τῇ δυνάμει τοῦ θεοῦ ἔργον ποιῆσαι δυναμένου τὸν λόγον ᾗ ἂν εἴπῃ. ἐπειδή, καθώς φησιν ὁ ἀπόστολος, | |
5 | Ὁ ἐναρξάμενος ἔργον ἀγαθὸν καὶ ἐπιτελέσει, παρακλήθητι καὶ ἐν τούτῳ μιμητὴς γενέσθαι τοῦ μεγάλου Παύλου καὶ εἰς ἔργον ἡμῖν προαγαγεῖν τὰς ἐλπίδας καὶ τεχνίτας ἡμῖν | |
25.2 | τοσούτους πέμψαι, ὥστε ἱκανοὺς πρὸς τὸ ἔργον εἶναι. γέ‐ νοιτο δ’ ἂν ἐκ συλλογισμοῦ τῇ τελειότητί σου γνώριμον εἰς ὅσον μέτρον ἅπαν τὸ ἔργον συλλογισθήσεται· οὗ χάριν φανεράν σοι ποιῆσαι πειράσομαι πᾶσαν τὴν κατασκευὴν | |
5 | διὰ τῆς τοῦ λόγου γραφῆς. | |
25.3 | Σταυρός ἐστι τοῦ εὐκτηρίου τὸ σχῆμα τέσσαρσιν, ὡς εἰκός, οἴκοις ἁπανταχόθεν ἀναπληρούμενος· ἀλλὰ καταλαμ‐ | |
βάνουσιν ἀλλήλας αἱ συμβολαὶ τῶν οἴκων, ὥσπερ ὁρῶμεν πανταχοῦ ἐν τῷ σταυροειδεῖ τύπῳ γινόμενον. ἀλλ’ ἔγκειται | 79 | |
5 | τῷ σταυρῷ κύκλος ὀκτὼ γωνίαις διειλημμένος· κύκλον δὲ διὰ τὸ περιφερὲς ὠνόμασα τὸ ὀκτάγωνον σχῆμα, ὥστε τὰς τέσσαρας τοῦ ὀκταγώνου πλευρὰς τὰς ἐκ διαμέτρων ἀλλή‐ λαις ἀντικειμένας δι’ ἁψίδων τοῖς τετραχῇ παρακειμένοις | |
25.4 | οἴκοις τὸν ἐν τῷ μέσῳ συνάπτειν κύκλον. αἱ δὲ ἄλλαι τέσσαρες τοῦ ὀκταγώνου πλευραὶ αἱ μεταξὺ τῶν τετρα‐ γώνων οἴκων διήκουσαι, οὐδὲ αὐταὶ κατὰ τὸ συνεχὲς εἰς οἴκους ἀποταθήσονται, ἀλλ’ ἑκάστῃ τούτων ἡμικύκλιον | |
5 | περικείσεται κοχλοειδῶς κατὰ τὸ ἄνω ἐπὶ ἁψῖδος ἀναπαυό‐ μενον· ὥστε ὀκτὼ γενέσθαι ἁψῖδας τὰς πάσας, δι’ ὧν ἐκ παραλλήλου τὰ τετράγωνά τε καὶ ἡμικύκλια πρὸς τὸ μέσον | |
25.5 | τὴν συνάφειαν ἕξει. ἔσωθεν δὲ τῶν διαγωνίων πεσσῶν ἰσάριθμοι παραστήσονται κίονες εὐκοσμίας τε καὶ ἰσχύος χάριν· ἀνέξουσι δὲ καὶ οὗτοι ὑπὲρ ἑαυτῶν ἁψῖδας ταῖς | |
25.6 | ἔξωθεν δι’ ἴσου συγκατεσκευασμένας. ἄνω δὲ τῶν ὀκτὼ τούτων ἁψίδων διὰ τὴν συμμετρίαν τῶν ὑπερκειμένων θυρίδων ὁ ὀκτάγωνος οἶκος ἐπὶ τέσσαρας αὐξηθήσεται πήχεις. τὸ δὲ ἀπ’ ἐκείνου στρόβιλος ἔσται κωνοειδής, τῆς | |
5 | εἱλήσεως τὸ σχῆμα τοῦ ὀρόφου ἐκ πλατέος εἰς ὀξὺν σφῆνα κατακλειούσης. διάστημα δὲ κατὰ τὸ πλάτος ἑκάστου τῶν | |
25.7 | τετραγώνων οἴκων ὀκτὼ πήχεις ἔσται, ἡμιολίῳ δὲ πλέον εἰς τὸ μῆκος, ὕψος δὲ ὅσον ἡ ἀναλογία τοῦ πλάτους βού‐ | |
25.8 | λεται. τοσοῦτον ἔσται καὶ ἐπὶ 〈τῶν〉 ἡμικυκλίων· ὡσαύτως | |
ὅλον μὲν εἰς ὀκτὼ πήχεις τὸ μεταξὺ τῶν πεσσῶν διαμε‐ τρεῖται· ὅσον δὲ δώσει ἡ τοῦ διαβήτου περιγραφή, ἐν τῷ μέσῳ τῆς πλευρᾶς πηγνυμένου τοῦ κέντρου καὶ ἐπὶ τὸ ἄκρον | 80 | |
5 | αὐτῆς διαβαίνοντος, τοσοῦτον πλάτος ἕξει· τὸ δὲ ὕψος ἡ | |
25.9 | ἀναλογία τοῦ πλάτους καὶ ἐπὶ τούτων ποιήσει. τὸ δὲ τοῦ τοίχου βάθος ἔξωθεν τῶν κατὰ τὸ ἐντὸς μεμετρημένων δια‐ στημάτων, 〈ὂν〉 τριῶν ποδῶν, ὅλον περιδραμεῖται τὸ ἔργον. | |
25.10 | Ταῦτά σου τῆς ἀγαθότητος μετὰ σπουδῆς κατελήρησα τοῦτον ἔχων σκοπόν, ὥστε σε διά τε τοῦ βάθους τῶν τοίχων καὶ διὰ τῶν ἐν μέσῳ διαστημάτων ἐπιγνῶναι δι’ ἀκριβείας εἰς ὅ τι κεφαλαιοῦται μέτρον ὁ τῶν ποδῶν ἀρι‐ | |
5 | θμός· διότι περιδέξιός ἐστί σοι πάντως ἡ φρόνησις, ὅπουπερ ἂν θέλῃς, ἐν ἐκείνῳ κατὰ θεοῦ χάριν εὐοδουμένη, καὶ δυ‐ νατὸν ἔσται σοι διὰ τῆς κατὰ λεπτὸν συναριθμήσεως ἐπι‐ γνῶναι τὸ συναθροιζόμενον ἐκ πάντων κεφάλαιον, ὡς μήτε πλείονας μήτε ἐνδέοντας τῆς χρείας ἡμῖν τοὺς οἰκοδόμους | |
25.11 | ἐκπέμψαι. τούτου δὲ μάλιστα παρακλήθητι πολλὴν ποιή‐ σασθαι τὴν φροντίδα, ὡς εἶναί τινας ἐξ αὐτῶν καὶ τὴν ἀνυπόσκευον εἵλησιν ἐπισταμένους· ἔμαθον γὰρ ὅτι τοιοῦτο γινόμενον μονιμώτερόν ἐστι τοῦ ἐπαναπαυομένου τοῖς ὑπερ‐ | |
5 | είδουσιν· ἡ γὰρ τῶν ξύλων σπάνις εἰς ταύτην ἄγει ἡμᾶς τὴν ἐπίνοιαν, ὥστε λίθοις ἐρέψαι τὸ οἰκοδόμημα ὅλον διὰ τὸ | |
25.12 | μὴ παρεῖναι τοῖς τόποις ἐρέψιμον ὕλην. πεπείσθω δὲ ἡ ἀψευδής σου ψυχὴ ὅτι τῶν ἐνταῦθά τινες τριάκοντά μοι τεχνίτας συνέθεντο εἰς τὸν χρύσινον ἐπὶ τῷ τετραπεδικῷ ἔργῳ, δηλαδὴ καὶ τῆς τετυπωμένης τροφῆς τῷ χρυσίνῳ | |
5 | ἀκολουθούσης· ἡμῖν δὲ ἡ τοιαύτη τῶν λίθων οὐ πάρεστιν, | |
ἀλλ’ ὀστρακίνη πλίνθος ὕλη τοῦ οἰκοδομήματος ἔσται καὶ οἱ ἐπιτυχόντες λίθοι, ὡς μὴ εἶναι αὐτοῖς ἀνάγκην τρίβειν τὸν χρόνον ἐν τῷ τὰ μέτωπα τῶν λίθων συγχέειν ἐναρμονίως πρὸς ἄλληλα. ἐγὼ δὲ κατὰ τὴν τέχνην καὶ τὴν περὶ τὸν μισθὸν | 81 | |
10 | εὐγνωμοσύνην ἐπίσταμαι τοὺς αὐτόθεν κρείττους εἶναι τῶν | |
25.13 | ἐνταῦθα κατεμπορευομένων τῆς χρείας ἡμῶν. τὸ δὲ τῶν λαοξόων ἔργον οὐ μόνον ἐν τοῖς κίοσίν ἐστι τοῖς ὀκτώ, οὓς χρὴ αὐτοὺς τῷ καλλωπισμῷ βελτιῶσαι, ἀλλὰ βωμοειδεῖς σπείρας ἀπαιτεῖ τὸ ἔργον καὶ κεφαλίδας διαγλύφους κατὰ τὸ | |
25.14 | Κορίνθιον εἶδος. καὶ εἴσοδος ἐκ μαρμάρων τῷ καθήκοντι κόσμῳ κατειργασμένων, 〈καὶ〉 καθυπερκείμενα τούτων θυρώ‐ ματα τοιαύταις γραφαῖς τισι, καθὼς ἔθος ἐστίν, εἰς κάλλος κατὰ τὴν τοῦ γεισίου προβολὴν ἐξησκημένα—ὧν πάντων | |
5 | αἱ μὲν ὕλαι δῆλον ὅτι παρ’ ἡμῶν πορισθήσονται, τὸ δὲ ἐπὶ τῇ ὕλῃ εἶδος ἡ τέχνη δώσει, —πρὸς τούτοις δὲ καὶ κατὰ τὸ περίστῳον κίονες, οὐχ ἥττους ὄντες τῶν τεσσαράκοντα, λαοξικὸν ἔργον καὶ οὗτοι πάντως εἰσίν. | |
25.15 | Εἰ τοίνυν ἐνέφηνεν ὁ λόγος δι’ ἀκριβείας τὸ ἔργον, δυ‐ νατὸν ἂν γένοιτό σου τῇ ὁσιότητι κατιδούσῃ τὴν χρείαν διὰ πάντων ἡμῖν παρασχεῖν τὸ ἐπὶ τοῖς τεχνίταις ἀμέρι‐ μνον. εἰ δὲ μέλλοι τὸ πρὸς ἡμῶν ὁ τεχνίτης συντίθεσθαι, | |
5 | προσκείσθω, εἴπερ οἷόν τε, φανερὸν μέτρον τοῦ ἔργου τῇ ἡμέρᾳ, ἵνα μή, ἄπρακτος παρελθὼν τὸν χρόνον, μετὰ ταῦτα μὴ ἔχων ἐπιδεῖξαι τὸ ἔργον, ὡς τοσαύταις ἡμέραις | |
25.16 | ἡμῖν ἐργασάμενος τὸν ὑπὲρ αὐτῶν μισθὸν ἀπαιτῇ. οἶδα δ’ ὅτι μικρολόγοι τινὲς τοῖς πολλοῖς δόξομεν, οὕτω περὶ τὰς συνθήκας διακριβούμενοι· ἀλλὰ παρακλήθητι συγγνώ‐ μην ἔχειν· ὁ γὰρ Μαμωνᾶς ἐκεῖνος, πολλὰ πολλάκις παρ’ | |
5 | ἡμῶν ἀκούσας κακῶς, τέλος ἀπῴκισεν ἑαυτὸν ἡμῶν ὡς πορρωτάτω, μισήσας οἶμαι τὴν ἀεὶ γινομένην κατ’ αὐτοῦ φλυαρίαν, καί τινι χάσματι ἀδιαβάτῳ, τῇ πενίᾳ λέγω, ἑαυτὸν ἡμῶν διετείχισεν, ὡς μήτε ἐκεῖνον πρὸς ἡμᾶς ἐλθεῖν μήτε ἡμᾶς πρὸς ἐκεῖνον διαπερᾶσαι. τούτου χάριν | 82 |
10 | περὶ πολλοῦ ποιοῦμαι τὴν εὐγνωμοσύνην τῶν τεχνιτῶν, ὥστε δυνηθῆναι πρὸς τὴν προκειμένην ἡμᾶς ἐξαρκέσαι σπουδὴν μὴ κωλυθέντας τῇ πενίᾳ, τῷ ἐπαινετῷ καὶ εὐκταίῳ | |
25.17 | κακῷ. ἀλλὰ τούτοις μέν τι καὶ παιδιᾶς καταμέμικται· σὺ δέ μοι, ὦ ἄνθρωπε τοῦ θεοῦ, ὅπως ἂν δυνατὸν καὶ νενο‐ μισμένον ᾖ, οὕτω τοῖς ἀνθρώποις συνθέμενος θαρρῶν ἐπάγγειλαι πᾶσιν αὐτοῖς τὴν παρ’ ἡμῶν εὐγνωμοσύνην | |
5 | καὶ τὴν τῶν μισθῶν ἀποπλήρωσιν· δώσομεν γὰρ ἀνελλιπῶς τὰ πάντα, τοῦ θεοῦ διὰ τῶν σῶν εὐχῶν καὶ ἡμῖν τὴν χεῖρα τῆς εὐλογίας ἀνοίγοντος. | |
26t | τοῦ σοφιστοῦ Σταγειρίου πρὸς Γρηγόριον ἐπίσκοπον | |
26.1 | Πᾶς μὲν ἐπίσκοπος πρᾶγμα δυσγρίπιστον· σὺ δὲ ὅσῳ παρελήλυθας τοὺς ἄλλους λογιότητι, τοσούτῳ μοι καὶ φόβον παρέχεις μὴ ἄρα ἰσχυρῶς ἐνστῇς πρὸς τὴν αἴτησιν. | |
26.2 | ἀλλὰ ἀποθέμενος τὴν εἰς ἀντιλογίαν σοφίαν τὸν μεταδοτι‐ κόν, ὦ θαυμάσιε, ζήλωσον τρόπον, κἀπειδὴ στρωτήρων δεόμεθα πρὸς 〈τὸ〉 τὸν οἶκον ἐρέψαι (κάμακας δ’ ἂν εἶπεν ἄλλος σοφιστὴς [μᾶλλον] ἢ χάρακας, ἐγκαλλωπιζόμενος | 83 |
5 | τοῖς ῥηματίοις μᾶλλον ἤπερ τῆς χρείας γινόμενος), νεῦσον πολλῶν ἑκατοντάδων δόσιν. σὺ μὲν γὰρ κἂν ἐκ τοῦ παρα‐ δείσου τεμεῖν βουληθῇς, δύναμιν ἔχεις· ἐγὼ δέ, εἰ μὴ σὺ δοίης, ὕπαιθρος διαχειμάσω. μεγαλοψύχησον οὖν, ὦ θαυ‐ μάσιε, γράμμα ἐπιθεὶς πρὸς τὸν Ὀσιηνῶν πρεσβύτερον | |
10 | τὴν δόσιν κελεῦον. | |
27t | ἀντίγραφον τοῦ ἁγίου Γρηγορίου πρὸς τὸν σοφιστήν | |
27.1 | Εἰ τὸ κερδαίνειν γριπίζειν λέγεται καὶ ταύτην ἔχει τὴν σημασίαν ἡ λέξις ἣν ἐκ τῶν Πλάτωνος ἀδύτων ἡ σοφιστική σου ἡμῖν προεχειρίσατο δύναμις, σκόπησον, ὦ θαυμάσιε, τίς ἐστι μᾶλλον ἀγρίπιστος, ἡμεῖς οἱ οὕτως | |
5 | εὐκόλως ἀποχαρακούμενοι δι’ ἐπιστολιμαίας δυνάμεως, ἢ | |
τὸ τῶν σοφιστῶν γένος, οἷς τέχνη τὸ τελωνεῖν τοὺς λόγους | 84 | |
27.2 | ἐστί. τίς γὰρ τῶν ἐπισκόπων τοὺς λόγους ἐφορολόγησε; τίς τοὺς μαθητευομένους μισθοφόρους ἐποίησε; τούτῳ δὲ οἱ σοφισταὶ καλλωπίζονται, ὤνιον προτιθέντες τὴν ἑαυτῶν | |
27.3 | σοφίαν ὥσπερ οἱ τοῦ μέλιτος ἑψηταὶ τὰ μελίπηκτα. ὁρᾷς ὅσα ποιεῖς τῇ ἀπορρήτῳ σου καὶ μουσικῇ τῶν λόγων δυ‐ νάμει, ὅς γε κἀμὲ τὸν γέροντα ὑποσκιρτᾶν παρεκίνησας καὶ τοὺς ἀπείρους τῆς ὀρχήσεως ὑποκινεῖς πρὸς τὴν ὄρχησιν; | |
27.4 | Ἐγὼ δὲ σοὶ τῷ κατὰ τὰς μελέτας τοῖς Μηδικοῖς ἐμ‐ πομπεύοντι ἰσαρίθμους τοῖς ἐν Θερμοπύλαις ἀγωνιζομένοις στρατιώταις στρωτῆρας δοθῆναι προσέταξα, πάντας εὐμή‐ κεις καὶ κατὰ τὸν σὸν Ὅμηρον δολιχοσκίους—οὕς μοι | |
5 | σώους ὁ ἱερὸς δεῖνα ἀποκαταστήσειν κατεπηγγείλατο—, λέγων μὴ μυρίους μηδὲ δισμυρίους στρωτῆρας, ἀλλὰ το‐ σούτους ὅσους τῷ τε αἰτηθέντι χρῆσθαι καὶ τῷ λαβόντι εὐχερὲς ἀποδοῦναι. | |
28.1 | Οἱ πρὸς τὸ ῥόδον ἔχοντες ὡς τοὺς φιλοκάλους εἰκός, οὐδὲ τὰς ἀκάνθας ὧν τὸ ἄνθος ἐκφύεται δυσχεραίνουσιν· | |
καί τινος ἤκουσα τοιοῦτό τι περὶ αὐτῶν παίζοντος ἢ τάχα που καὶ σπουδάζοντος, ὅτι καθάπερ ἐρωτικά τινα | 85 | |
5 | κνίσματα τοῖς ἐρασταῖς τοῦ ἄνθους ἡ φύσις τὰς λεπτὰς ἐκεί‐ νας ἀκάνθας προσέφυσεν, εἰς μείζονα πόθον τοῖς ἀπλήκτοις | |
28.2 | κέντροις τοὺς δρεπομένους ὑπερεθίζουσα. ἀλλὰ τί μοι βούλεται τοῖς γράμμασι τὸ ῥόδον ἐπεισαγόμενον; πάντως οὐδὲν δεῖ σε παρ’ ἡμῶν διδαχθῆναι τῆς ἐπιστολῆς μεμνη‐ μένον τῆς σῆς, ἣ τὸ μὲν ἄνθος εἶχε τοῦ λόγου τοῦ σοῦ, | |
5 | ὅλον ἡμῖν τὸ ἔαρ τῆς εὐγλωττίας διαπετάσασα, μέμψεσι | |
28.3 | δέ τισι καὶ ἐγκλήμασι καθ’ ἡμῶν ἐξηκάνθωτο. ἀλλ’ ἐμοὶ τῶν σῶν λόγων καθ’ ἡδονήν ἐστι καὶ ἡ ἄκανθα πρὸς μείζονα πόθον τῆς φιλίας ἐκκαίουσα· ὥστε γράφε καὶ συνεχῶς γράφε, ὅπως ἂν ᾖ σοι φίλον τοῦτο ποιεῖν, εἴτε | |
5 | σεμνύνων, καθώς ἐστί σοι σύνηθες, εἴτε καὶ ὑποκνίζων διὰ τῶν μέμψεων. | |
28.4 | Μελήσει δὲ πάντως ἡμῖν τοῦ μηδέποτέ σοι τῆς εὐλόγου μέμψεως τὰς ἀφορμὰς παρασχεῖν, ὥσπερ οὐδὲ νῦν παρ‐ εσχήκαμεν, πρὸ τῆς ἐπὶ τὴν Ἑῴαν ἀποδημίας πάντα κατα‐ πραξάμενοι ὅσα σοί τε καταθύμια ἦν καὶ παρ’ ἡμῶν ὠφεί‐ | |
5 | λετο τῷ δικαίῳ· καὶ τούτου μάρτυς ὁ αἰδεσιμώτατος καὶ κοινὸς ἡμῶν ἀδελφὸς Εὐάγριος (ὃς ὁμοῦ τε τὴν ἐπιστολὴν ὤρεξε ταύτην καὶ πάντα παρὰ τῶν σῶν ἐδιδάχθη· παρ‐ όντες γὰρ ἔτυχον), τῆς τε ἡμετέρας ὑπὲρ τοῦ δικαίου σπουδῆς τῶν τε οἰκονομούντων τὰ σὰ τῆς ἐπὶ τοῖς γεγε‐ | |
10 | νημένοις εὐχαριστίας. | 86 |
29t | τῷ ἀδελφῷ αὐτοῦ Πέτρῳ ἐπισκόπῳ Σεβαστείας | |
29.1 | Μόλις ἐπιτυχὼν βραχείας σχολῆς τῇ τε τοῦ σώματος θεραπείᾳ προσσχεῖν ἠδυνήθην μετὰ τὴν ἐκ τῆς Ἀρμενίας ἐπάνοδον καὶ συναγαγεῖν τὰ σχιδάρια τὰ πρὸς Εὐνόμιον κατὰ συμβουλὴν τῆς σῆς συνέσεως ὑπηγορευμένα· ὥστε μοι λοιπὸν | |
5 | εἰς λόγου σύνταξιν ἐναρμοσθῆναι τὸν πόνον καὶ πυκτίον | |
29.2 | ἤδη γεγενῆσθαι τὸν λόγον. γέγραπται δέ μοι οὐ πρὸς ἀμφοτέρους τοὺς λόγους· οὐδὲ γὰρ ἐπέτυχον τοσαύτης σχολῆς, τοῦ χρήσαντός μοι τὸ τῆς αἱρέσεως βιβλίον κατὰ πολλὴν ἀπειροκαλίαν εὐθὺς ἀνακαλεσαμένου πρὸς ἑαυτὸν | |
5 | καὶ οὔτε μεταγράψασθαι οὔτε κατὰ σχολὴν ἐνδιατρῖψαι ποιήσαντος· ἐν ἡμέραις γὰρ ἑπτακαίδεκα μόναις σχολάσας, οὐχ οἷός τε ἤμην ἐν οὕτως ὀλίγῳ τῷ χρόνῳ πρὸς ἀμφο‐ | |
29.3 | τέρους ἀρκέσαι τοὺς λόγους. πολλάκις δὲ παρὰ πολλῶν ἐνοχληθεὶς ἀνθρώπων τῶν τινα ζῆλον ὑπὲρ τῆς ἀληθείας ἐχόντων διὰ τὸ περιτεθρυλῆσθαι οὐκ οἶδα ὅπως τὸ πεπο‐ νῆσθαι ἡμῖν πρὸς τὴν βλασφημίαν ἀντίρρησιν, καλῶς ἔχειν | |
5 | ᾠήθην πρὸ πάντων τῇ σῇ συνέσει περὶ τούτων συμβούλῳ χρήσασθαι, εἴτε χρὴ καταπιστεῦσαι ταῖς τῶν πολλῶν | |
29.4 | ἀκοαῖς, εἴτε τι καὶ ἄλλο βουλεύσασθαι. ὃ δέ μοι τὴν ἀμ‐ φιβολίαν ποιεῖ, τοῦτό ἐστιν· ἐπειδὴ κατ’ αὐτὴν τοῦ ἁγί‐ ου Βασιλείου τὴν κοίμησιν τὸν τοῦ Εὐνομίου λόγον ὑπε‐ | |
δεξάμην, ἔτι τῆς καρδίας περιζεούσης τῷ πάθει καὶ πρὸς | 87 | |
5 | τὴν κοινὴν τῶν ἐκκλησιῶν συμφορὰν ὑπεραλγούσης, γέ‐ γραπτο δὲ τῷ Εὐνομίῳ οὐχ ὅσα μόνον τοῦ καθ’ ἑαυτὸν δόγματος ἔχειν ἐδόκει τὴν σύστασιν, ἀλλ’ ἡ πλείων αὐτοῦ σπουδὴ περὶ τὰς λοιδορίας ἦν, ἃς κατὰ τοῦ πατρὸς ἡμῶν φιλοπόνως συνέγραψεν, τούτου ἕνεκεν ὑποτραχυνθεὶς ἐκ | |
10 | τῶν ἐφ’ ὕβρει παρ’ αὐτοῦ ῥηθέντων ἔστιν ὅπου θυμόν τινα κατὰ τοῦ συγγραφέως καὶ φλεγμονὴν καρδίας ἐνεδει‐ | |
29.5 | ξάμην. ἐπεὶ οὖν ἄλλα ἴσως ἡμῖν οἱ πολλοὶ συνεγνώκασιν, ὅτι πρὸς τὸ ὑπομένειν τοὺς ἀτάκτως καθ’ ἡμῶν θρασυνο‐ μένους ἐπιτηδείως ἔχομεν, ὡς ἔστι δυνατὸν ἐκ τῆς τοῦ ἁγίου ἐκείνου διδασκαλίας ἀσκήσαντες ἐν τῷ ἤθει τὸ | |
5 | μέτριον, δέδοικα μὴ ἐκ τῶν πρὸς τὸν ἀντίπαλον ἡμῖν γε‐ γραμμένων νεοφανεῖς τινες τοῖς ἐντυγχάνουσι δόξωμεν, ὡς εὐκόλως πρὸς τὰς τῶν ὑβριστῶν λοιδορίας ἐκτραχυνόμενοι. | |
29.6 | ἦ τάχα παραιτήσεται ἡμᾶς πρὸς τὸ μὴ δοκεῖν εἶναι τοι‐ ούτους τὸ μὴ ὑπὲρ ἡμῶν αὐτῶν ἀλλ’ ὑπὲρ τῶν κατὰ τοῦ πατρὸς εἰρημένων ὀργίζεσθαι· ἐν γὰρ τοῖς τοιούτοις τάχα τὸ μετριάζειν τοῦ χαλεπαίνειν ἐστὶν ἀσυγγνωστότερον. | |
29.7 | Εἰ δὲ τὰ πρῶτα τοῦ λόγου ἐξαγώνιά πως εἶναι δοκεῖ, λογίζομαι τὸν κρίνειν ἐπεσκεμμένον ἀποδέξασθαι ἂν τὴν τοιαύτην περὶ τὸν λόγον οἰκονομίαν. οὔτε γὰρ ἀσυνη‐ γόρητον ἔδει παρεθῆναι τὴν τοῦ μεγάλου ὑπόληψιν ταῖς | |
5 | τοῦ ἀντιδίκου βλασφημίαις σπαρασσομένην, οὔτε πάντη καταμιγνύειν τῷ λόγῳ σποράδην παρενείροντα τὴν περὶ | |
29.8 | τούτου μάχην. ἄλλως δὲ τῷ ἀκριβῶς λογιζομένῳ καὶ ταῦτα μέρη τῶν ἀγώνων ἐστίν· ἐπειδὴ γὰρ εἰς δύο σκο‐ ποὺς καὶ ὁ τοῦ ἐναντίου λόγος μεμέρισται, εἴς τε τὰς καθ’ | |
ἡμῶν διαβολὰς καὶ εἰς τὴν κατηγορίαν τοῦ ὑγιαίνοντος | 88 | |
5 | δόγματος, ἔδει πρὸς ἑκάτερα καὶ τὸν ἡμέτερον ἀντιτα‐ χθῆναι λόγον. σαφηνείας δὲ χάριν καὶ τοῦ μὴ διακοπῆναι τὸν εἱρμὸν τῶν κατὰ τὸ δόγμα ζητουμένων ταῖς παρεν‐ θήκαις τῶν πρὸς τὰς παρ’ αὐτοῦ διαβολὰς λεγομένων, ἀναγκαίως εἰς δύο τεμόντες τὴν πραγματείαν κατ’ ἀρχὰς | |
10 | μὲν περὶ τὴν ἀπολογίαν τῶν ἐπιφερομένων ἡμῖν ἠσχολή‐ θημεν, μετὰ ταῦτα δὲ τοῖς κατὰ τοῦ δόγματος εἰρημένοις | |
29.9 | κατὰ τὸ δυνατὸν συνεπλάκημεν. ἔχει δὲ ὁ λόγος οὐ μόνον ἀνατροπὴν τῶν αἱρετικῶν ὑπολήψεων, ἀλλὰ καὶ διδασκα‐ λίαν καὶ ἔκθεσιν τῶν ἡμετέρων δογμάτων· αἰσχρὸν γὰρ εἶναι καὶ παντάπασιν ἀγεννὲς ὑπελάβομεν, τῶν ἐχθρῶν | |
5 | οὐκ ἐπικρυπτομένων τὴν ἀτοπίαν, ἡμᾶς μὴ ἐμπαρρησιά‐ | |
29.10 | ζεσθαι τῇ ἀληθείᾳ. ἐρρωμένον σε ψυχῇ καὶ σώματι φυ‐ λάσσοι ὁ κύριος τῇ ἐκκλησίᾳ. | |
30t | Πέτρου ἐπισκόπου Σεβαστείας πρὸς Γρηγόριον Νύσσης τὸν αὐτοῦ ἀδελφόν | |
30.1 | Τῷ θεοσεβεστάτῳ ἀδελφῷ Γρηγορίῳ Πέτρος ἐν κυρίῳ χαίρειν. Ἐντυχὼν τοῖς γράμμασι τῆς ὁσιότητός σου καὶ κατανοήσας ἐν τῷ κατὰ τῆς αἱρέσεως λόγῳ τὸν ὑπὲρ τῆς ἀληθείας καὶ τὸν ὑπὲρ τοῦ ἁγίου πατρὸς ἡμῶν ζῆλον, οὐ | |
5 | τῆς σῆς δυνάμεως ἔργον εἶναι τὸν λόγον ᾠήθην, ἀλλὰ τοῦ | |
30.2 | τὴν ἀλήθειαν ἐν τοῖς ἑαυτοῦ δούλοις λαλεῖσθαι οἰκονομή‐ σαντος· ὥσπερ δὲ τὴν ὑπὲρ τῆς ἀληθείας συνηγορίαν αὐτῷ τῷ πνεύματι τῆς ἀληθείας ἀναθεῖναι καλῶς ἔχειν φημί, οὕτω μοι δοκεῖ δεῖν καὶ τὴν κατὰ τῆς ὑγιαινούσης πίστεως σπου‐ | 89 |
5 | δὴν οὐκ εἰς Εὐνόμιον ἀλλ’ εἰς αὐτὸν ἀναφέρειν τὸν πατέρα | |
30.3 | τοῦ ψεύδους. καὶ ἔοικεν ὁ ἀπ’ ἀρχῆς ἀνθρωποκτόνος ὁ ἐν ἐκείνῳ φθεγξάμενος καθ’ ἑαυτοῦ σπουδαίως ἠκονηκέναι τὸ ξίφος· εἰ γὰρ μὴ ἐκεῖνος τοσοῦτον κατὰ τῆς ἀληθείας ἀπεθρασύνετο, οὐδεὶς ἄν σε πρὸς συνηγορίαν τῶν τῆς εὐσε‐ | |
5 | βείας δογμάτων ἐκίνησεν· Ὁ οὖν δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν ἔδωκεν αὐτοῖς, ὡς ἂν μάλιστα τὸ σαθρόν τε καὶ ἀσύστατον τοῦ δόγματος αὐτῶν διελεγχθείη, καὶ φρυάξασθαι κατὰ τῆς ἀληθείας καὶ τὰ κενὰ μελετῆσαι | |
30.4 | διὰ τῆς κενῆς ταύτης λογογραφίας. ἐπειδὴ τοίνυν Ὁ ἐναρ‐ ξάμενος ἔργον ἀγαθὸν ἐπιτελέσει, μὴ ἀποκάμῃς ὑπηρετῶν τῇ δυνάμει τοῦ πνεύματος, μηδὲ ἡμιτελῆ ποιήσῃς τὴν ἀριστείαν τῶν κατὰ τῆς δόξης τοῦ Χριστοῦ στρατευο‐ | |
5 | μένων, ἀλλὰ μίμησαι τὸν γνήσιόν σου πατέρα, ὃς κατὰ τὸν ζηλωτὴν Φινεὲς τῇ μιᾷ πληγῇ τοῦ ἐλέγχου τὸν μαθητὴν τῷ διδασκάλῳ συναπεκέντησεν· οὕτως καὶ σὺ εὐτόνως τῇ χειρὶ τοῦ λόγου δι’ ἀμφοτέρων τῶν αἱρετικῶν βιβλίων ὦσον τὴν τοῦ πνεύματος μάχαιραν, ἵνα μὴ τὴν κεφαλὴν | |
10 | συντεθλασμένος ὁ ὄφις κατὰ τὴν οὐρὰν περισπαίρων τοὺς ἀκεραιοτέρους φοβῇ· τῶν γὰρ πρώτων τοῦ λόγου ἀναιρεθέν‐ των, ἐὰν τὸ τελευταῖον ἀνεξέταστον ἀφεθῇ, ἰσχύν τινα κατὰ | |
30.5 | τῆς ἀληθείας ἔχειν παρὰ τοῖς πολλοῖς νομισθήσεται. ὁ δὲ ἐμφαινόμενος τῷ λόγῳ θυμὸς τὴν τοῦ ἅλατος χάριν τοῖς τῆς ψυχῆς αἰσθητηρίοις παρέχεται· ὡς γὰρ οὐ βρωθήσεται κατὰ τὸν Ἰὼβ ἄρτος ἄνευ ἁλός, οὕτως ἄπληκτος ἂν ἦν καὶ | 90 |
5 | ἀκίνητος εἰς ἐπιθυμίαν ὁ λόγος μὴ τοῖς ἀμυκτικωτέροις | |
30.6 | τῶν τοῦ θεοῦ ῥημάτων ἐφηδυνόμενος. θάρσει τοίνυν ὡς καλὸν ὑπόδειγμα τῷ μετὰ ταῦτα βίῳ γενόμενος, διδάσκων ὅπως χρὴ τοὺς εὐγνώμονας παῖδας πρὸς τοὺς ἀγαθοὺς ἔχειν πατέρας. εἰ μὲν γὰρ περιόντος ἔτι τῇ ἀνθρωπίνῃ ζωῇ τοῦ | |
5 | ἁγίου τὴν τοιαύτην ἐπεδείκνυσο κατὰ τῶν ἀποθρασυνο‐ μένων εἰς τὴν ὑπόληψιν ἐκείνου σπουδήν, οὐκ ἂν ἴσως διέφυγες τὴν τοῦ δοκεῖν κόλαξ τις εἶναι διαβολήν· νυνὶ δὲ τὸ γνήσιον καὶ ἀληθὲς τῆς ψυχῆς, ὅπως ἔχεις εὐνοίας περὶ ἐκεῖνον τὸν διὰ τῶν πνευματικῶν σε ὠδίνων εἰς φῶς ἀγα‐ | |
10 | γόντα, ἡ περὶ τὸν κατοιχόμενον σπουδὴ καὶ ἡ κατὰ τῶν | |
ἐχθρῶν αὐτοῦ ἀγανάκτησις σαφῶς ἐπιδείκνυσιν. ἔρρωσο. | 91 | |
5bist | ἐπιστολὴ πρὸς τοὺς ἀπιστοῦντας τῇ ὀρθοδόξῳ 〈αὐτοῦ πίστει, παρὰ τῶν〉 κατὰ Σεβάστειαν αἰτηθεῖσα | |
5bis1 | Ἐγνώρισαν ἡμῖν τινες τῶν ὁμοψύχων ἀδελφῶν περὶ τῆς κατασκευαζομένης καθ’ ἡμῶν δυσφημίας παρὰ τῶν μισούντων τὴν εἰρήνην καὶ καταλαλούντων λάθρᾳ τῶν πλησίον αὐτῶν καὶ μὴ φοβουμένων τὸ φοβερὸν καὶ μέγα | |
5 | κριτήριον τοῦ ἐπαγγειλαμένου καὶ περὶ τῶν ἀργῶν ῥημάτων ἀπαιτήσειν τὸν λόγον ἐν τῇ προσδοκωμένῃ τῆς ζωῆς ἡμῶν ἐξετάσει, λέγοντες τὰ περιθρυλούμενα καθ’ ἡμῶν ἐγκλήματα εἶναι τοιαῦτα, ὅτι ἡμεῖς ὑπεναντία φρονοῦμεν τοῖς κατὰ Νίκαιαν ἐκθεμένοις τὴν ὀρθὴν καὶ ὑγιαίνουσαν πίστιν καὶ | |
10 | ὅτι τοὺς ἐν Ἀγκύρᾳ ἐπ’ ὀνόματι Μαρκέλλου ποτὲ τὴν σύν‐ αξιν ἔχοντας ἀκρίτως καὶ ἀνεξετάστως εἰς τὴν κοινωνίαν | |
5bis2 | τῆς καθολικῆς ἐκκλησίας παρεδεξάμεθα. ἵνα οὖν μὴ κατακρατῇ τῆς ἀληθείας τὸ ψεῦδος, δι’ ἑτέρων γραμμάτων αὐτάρκη ἐποιησάμεθα τὴν ὑπὲρ τῶν ἐπενεχθέντων ἡμῖν ἐγκλημάτων | |
ἀπολογίαν, καὶ ἐπὶ τοῦ κυρίου διεβεβαιωσάμεθα μήτε τῆς | 92 | |
5 | πίστεως τῶν ἁγίων πατέρων ἐκβεβηκέναι μήτε περὶ τῶν προσθεμένων ἐκ τῆς Μαρκέλλου συνάξεως εἰς τὴν ἐκκλη‐ σιαστικὴν κοινωνίαν ἀκρίτως καὶ ἀνεξετάστως τι πεποιηκέναι· ἀλλὰ τῶν κατὰ 〈τὴν〉 Ἀνατολὴν ὀρθοδόξων 〈ἀδελφῶν〉 καὶ συλλειτουργῶν ἐπιτρεψάντων βουλεύσασθαι τὰ περὶ τῶν | |
10 | ἀνθρώπων καὶ τοῖς γεγενημένοις συναινεσάντων, πάντα | |
5bis3 | ἐπράξαμεν. ἐπειδὴ δὲ τὴν ἀπολογίαν ἐκείνην ἔγγραφον ἡμῶν ποιησαμένων, πάλιν τινὲς τῶν ὁμοψύχων ἀδελφῶν ἰδίως ἐκ τῆς ἡμετέρας φωνῆς ἐπεζήτησαν γενέσθαι τὴν τῆς πίστεως ἔκθεσιν καθ’ ἣν πεπληροφορήμεθα, ταῖς θεοπνεύ‐ | |
5 | στοις φωναῖς καὶ τῇ παραδόσει τῶν πατέρων ἀκολουθοῦντες ἀναγκαῖον ἐλογισάμεθα καὶ περὶ τούτων βραχέα διαλεχθῆναι. | |
5bis4 | Ἡμεῖς τὴν τοῦ κυρίου διδασκαλίαν, ἣν πρὸς τοὺς μα‐ θητὰς ἐποιήσατο παραδιδοὺς αὐτοῖς τὸ τῆς εὐσεβείας μυστήριον, θεμέλιον εἶναι καὶ ῥίζαν τῆς ὀρθῆς καὶ ὑγιαι‐ νούσης πίστεως ὁμολογοῦμεν, καὶ οὔτε ὑψηλότερον τῆς | |
5 | παραδόσεως ἐκείνης οὔτε ἀσφαλέστερον ἄλλο τι εἶναι πιστεύομεν. ἡ δὲ τοῦ κυρίου διδασκαλία ἐστὶν αὕτη· Πο‐ ρευθέντες, φησί, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου | |
5bis5 | πνεύματος. ἐπειδὴ τοίνυν ἡ ζωοποιὸς δύναμις ἐπὶ τῶν ἐκ τοῦ θανάτου πρὸς τὴν αἰώνιον ζωὴν ἀναγεννωμένων διὰ τῆς | |
ἁγίας τριάδος παραγίνεται τοῖς μετὰ πίστεως καταξιουμένοις τῆς χάριτος, καὶ ὁμοίως ἀτελὴς ἡ χάρις ἑνός τινος οἵου | 93 | |
5 | δήποτε τῶν ἐκ τῆς ἁγίας τριάδος ὀνομάτων παραλειφθέντος ἐν τῷ σωτηρίῳ βαπτίσματι—οὐ γὰρ χωρὶς πατρὸς ἐν μόνῳ υἱῷ καὶ πνεύματι τὸ μυστήριον τελεῖται τῆς ἀναγεν‐ νήσεως, οὔτε υἱοῦ σιωπηθέντος ἐν πατρὶ καὶ πνεύματι τὸ τέλειον τῆς ζωῆς παραγίνεται τῷ βαπτίσματι, οὔτε ἐν πατρὶ | |
10 | καὶ υἱῷ παρεθέντος τοῦ πνεύματος ἐκτελεῖται ἡ τῆς ἀνα‐ στάσεως χάρις—, διὰ τοῦτο πᾶσαν τὴν ἐλπίδα καὶ τὴν πεποίθησιν τῆς τῶν ψυχῶν ἡμῶν σωτηρίας ἐν ταῖς τρισὶν ὑποστάσεσιν ἔχομεν διὰ τῶν ὀνομάτων τούτων γνωριζομένην· καὶ πιστεύομεν εἴς τε τὸν πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ | |
15 | Χριστοῦ, ὅς ἐστιν ἡ πηγὴ τῆς ζωῆς, καὶ εἰς τὸν μονο‐ γενῆ υἱὸν τοῦ πατρός, ὅς ἐστιν 〈ὁ〉 ἀρχηγὸς τῆς ζωῆς, καθώς φησιν ὁ ἀπόστολος, καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ, περὶ οὗ εἶπεν ὁ κύριος ὅτι Τὸ πνεῦμά ἐστι τὸ | |
5bis6 | ζωοποιοῦν. καὶ ἐπειδὴ τοῖς λυτρωθεῖσιν ἡμῖν ἀπὸ τοῦ θανάτου ἡ χάρις τῆς ἀφθαρσίας διὰ τῆς εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα πίστεως ἐν τῷ σωτηρίῳ βαπτίσματι, καθὼς εἰρήκαμεν, παραγίνεται, ἐκ τούτων ὁδηγούμενοι οὐδὲν | |
5 | δοῦλον οὐδὲ κτιστὸν οὐδὲ τῆς μεγαλειότητος τοῦ πατρὸς ἀνάξιον τῇ ἁγίᾳ τριάδι συναριθμεῖσθαι πιστεύομεν, ἐπειδὴ μία ἐστὶν ἡ ζωὴ ἡμῶν ἡ διὰ τῆς εἰς τὴν ἁγίαν τριάδα πίστεως εἰς ἡμᾶς παραγενομένη, ἐκ μὲν τοῦ θεοῦ τῶν ὅλων πηγάζουσα, διὰ δὲ τοῦ υἱοῦ προϊοῦσα, ἐν δὲ τῷ ἁγίῳ πνεύματι ἐνεργουμένη. | |
5bis7 | ταύτην οὖν ἔχοντες τὴν πληροφορίαν βαπτιζόμεθα μὲν ὡς προσετάχθημεν, πιστεύομεν δὲ ὡς βαπτιζόμεθα, δοξάζομεν δὲ ὡς πιστεύομεν, ὥστε ὁμοφώνως τὸ βάπτισμα καὶ τὴν | |
πίστιν καὶ τὴν δόξαν εἰς πατέρα εἶναι καὶ υἱὸν καὶ πνεῦμα | 94 | |
5bis8 | ἅγιον. εἰ δέ τις δύο ἢ τρεῖς θεοὺς ἢ τρεῖς θεότητας λέγει, ἀνάθεμα ἔστω· καὶ εἴ τις κατὰ τὴν Ἀρείου διαστροφὴν ἐκ μὴ ὄντων λέγει τὸν υἱὸν ἢ τὸ πνεῦμα τὸ ἅγιον γεγε‐ νῆσθαι, ἀνάθεμα ἔστω. ὅσοι δὲ τῷ κανόνι τῆς ἀληθείας | |
5bis9 | στοιχήσουσι καὶ τὰς τρεῖς ὁμολογοῦσιν ὑποστάσεις εὐ‐ σεβῶς ἐν τοῖς ἑαυτῶν ἰδιώμασι γνωριζομένας καὶ μίαν πιστεύουσιν εἶναι θεότητα μίαν ἀγαθότητα μίαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν, καὶ οὕτως τὸ τῆς μοναρχίας οὐκ | |
5 | ἀθετοῦσι κράτος καὶ οὔτε εἰς πολυθεΐαν ἐκπίπτουσιν οὔτε τὰς ὑποστάσεις συγχέουσιν οὔτε ἐξ ἑτερογενῶν καὶ ἀνο‐ μοίων τὴν ἁγίαν τριάδα συντίθενται, ἀλλ’ ἐν ἁπλότητι δέ‐ χονται τὸ τῆς πίστεως δόγμα πᾶσαν τὴν ἐλπίδα τῆς ἑαυ‐ τῶν σωτηρίας ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι κατα‐ | |
10 | πιστεύοντες, οὗτοι κατὰ τὴν ἡμετέραν κρίσιν τὰ αὐτὰ φρο‐ | |
νοῦσι, μεθ’ ὧν καὶ ἡμεῖς ἔχειν ἐν κυρίῳ μέρος εὐχόμεθα. | 95 |