TLG 2017 029 :: GREGORIUS NYSSENUS :: In Ecclesiasten (homiliae 8) GREGORIUS NYSSENUS Theol. In Ecclesiasten (homiliae 8) Source: Alexander, P. (ed.), Gregorii Nysseni opera, vol. 5. Leiden: Brill, 1962: 277–442. Citation: Volume — page — (line) | ||
5.277(1t) | ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ | |
2t | ΕΙΣ ΤΟΝ ΕΚΚΛΗΣΙΑΣΤΗΝ | |
---|---|---|
2 | ΟΜΙΛΙΑ Αʹ Πρόκειται ἡμῖν ὁ Ἐκκλησιαστὴς εἰς ἐξήγησιν ἴσον ἔχων τῷ μεγέθει τῆς ὠφελείας τὸν πόνον τῆς θεωρίας. τῶν γὰρ | |
5 | παροιμιακῶν νοημάτων ἤδη προγυμνασάντων τὸν νοῦν, ὧν οἱ σκοτεινοὶ λόγοι καὶ αἱ σοφαὶ ῥήσεις καὶ τὰ αἰνίγματα καὶ αἱ ποικίλαι τῶν λόγων στροφαί, καθὼς περιέχει τὸ τοῦ βιβλίου ἐκείνου προοίμιον, ... τότε τοῖς πρὸς τὰ τελειότερα τῶν | |
μαθημάτων αὐξηθεῖσιν ἐπὶ ταύτην τὴν γραφὴν τὴν ὑψηλὴν | 277 | |
5.278 | ὄντως καὶ θεόπνευστον ἡ ἄνοδος γίνεται. εἰ οὖν ἡ παροιμιακὴ μελέτη ἡ πρὸς ταῦτα ἡμᾶς ἑτοιμάζουσα τὰ μαθήματα οὕτως ἐπίπονός τίς ἐστι καὶ δυσθεώρητος, πόσον χρὴ πόνον αὐτοῖς ἐνορᾶν τοῖς ὑψηλοῖς τούτοις νοήμασι τοῖς νῦν προκειμένοις | |
5 | εἰς θεωρίαν ἡμῖν; ὥσπερ γὰρ οἱ ἐν παιδοτρίβου τὴν παλαι‐ στρικὴν ἐκπονήσαντες πρὸς μείζονας ἱδρῶτας καὶ πόνους ἐν τοῖς ἀγῶσι τοῖς γυμνικοῖς ἀποδύονται, οὕτω μοι δοκεῖ μελέτη τις εἶναι ἡ παροιμιώδης διδασκαλία, πρὸς τοὺς ἐκκλησιαστικοὺς ἀγῶνας παιδοτριβοῦσα τὰς ψυχὰς ἡμῶν | |
10 | καὶ προμαλάσσουσα. εἰ οὖν ἡ μελέτη μετὰ τοσούτων ἱδρώτων κατορθοῦται καὶ πόνων, τί χρὴ περὶ αὐτῶν τῶν ἀγώνων λογίσασθαι; ἦ που πᾶσάν τις ὑπερβολὴν ἐννοήσας οὐκ ἂν παραστήσειε κατ’ ἀξίαν τῷ λόγῳ, πόσους ὑποδείκνυσι πόνους τὸ τῆς γραφῆς ταύτης στάδιον τοῖς ἀγωνιζομένοις πρὸς τὴν | |
15 | τῶν νοημάτων ἀσφάλειαν διὰ τῆς ἀθλητικῆς ἐμπειρίας, ὡς μὴ ἐν πτώματι δεῖξαι τὸν λόγον, ἀλλ’ ἐν πάσῃ νοήματος συμπλοκῇ ὄρθιον διασῶσαι διὰ τῆς ἀληθείας τὸν νοῦν. πλὴν ἀλλ’ ἐπειδὴ καὶ τοῦτο τῶν δεσποτικῶν παραγγελμάτων ἐστὶ τὸ δεῖν ἐρευνᾶν τὰς γραφάς, ἀνάγκη πᾶσα, κἂν κατόπιν | |
20 | τῆς ἀληθείας ὁ ἡμέτερος εὑρεθῇ νοῦς τοῦ μεγέθους τῶν νοημάτων οὐκ ἐφικνούμενος, ὅμως τὸ μὴ δοκεῖν παρορᾶν τὴν ἐντολὴν τοῦ κυρίου διὰ τῆς κατὰ δύναμιν περὶ τὸν λόγον | |
σπουδῆς κατορθῶσαι. οὐκοῦν ἐρευνήσωμεν τὴν προκειμένην | 278 | |
5.279 | γραφὴν ὡς δυνάμεθα. πάντως γὰρ ὁ τοῦ ἐρευνᾶν τὴν ἐντολὴν δε‐ δωκὼς καὶ τὴν πρὸς αὐτὸ τοῦτο δύναμιν δώσει, καθὼς γέγραπται ὅτι Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ. Καὶ πρῶτόν γε ἡμῖν ἡ ἐπιγραφὴ τοῦ βιβλίου προτεθήτω | |
5 | εἰς θεωρίαν. κατὰ πᾶσαν ἐκκλησίαν Μωϋσῆς καὶ ὁ νόμος ἀναγινώσκεται, οἱ προφῆται, ἡ ψαλμῳδία, ἡ ἱστορία πᾶσα καὶ εἴ τι τῆς ἀρχαίας τε καὶ τῆς καινῆς διαθήκης ἐστί, πάντα ἐπὶ τῶν ἐκκλησιῶν καταγγέλλεται. πῶς οὖν τοῦτο μόνον κατ’ ἐξαίρετον τῇ ἐπιγραφῇ τοῦ ἐκκλησιαστοῦ καλλωπίζεται; τί | |
10 | οὖν ἐστιν ὃ περὶ τούτων ἡμεῖς ὑπειλήφαμεν; ὅτι ταῖς μὲν ἄλλαις πάσαις γραφαῖς, ἱστορίαις τε καὶ προφητείαις, καὶ πρὸς ἄλλα τινὰ τῶν μὴ πάνυ τῇ ἐκκλησίᾳ χρησίμων ὁ σκοπὸς βλέπει. τί γὰρ μέλει τῇ ἐκκλησίᾳ τὰς τῶν πολέμων συμφορὰς δι’ ἀκριβείας μαθεῖν ἢ τίνες ἐθνῶν ἄρχοντες καὶ | |
15 | πόλεων γεγόνασιν οἰκισταὶ καὶ τίνες τίνων ἄποικοι ἢ ποῖαι βασιλεῖαι κατὰ τὸν ἐφεξῆς χρόνον διαφανήσονται καὶ ὅσοι γάμοι καὶ παιδοποιΐαι δι’ ἐπιμελείας ἐμνημονεύθησαν καὶ πάντα τὰ τοιαῦτα, ὅσα δι’ ἑκάστης ἔστι διδαχθῆναι γραφῆς· τί ἂν τοσοῦτον πρὸς τὸν σκοπὸν τῆς εὐσεβείας | |
20 | τῇ ἐκκλησίᾳ συναγωνίσαιτο; ἡ δὲ τοῦ βιβλίου τούτου | |
διδασκαλία πρὸς μόνην βλέπει τὴν ἐκκλησιαστικὴν πολιτείαν, | 279 | |
5.280 | δι’ ὧν ἄν τις τὸν ἐν ἀρετῇ κατορθώσειε βίον, ταῦτα ὑφηγου‐ μένη. ὁ γὰρ σκοπὸς τῶν ἐνταῦθα λεγομένων ἐστὶ τὸ ὑπερθεῖναι τὸν νοῦν τῆς αἰσθήσεως καὶ πεῖσαι καταλιπόντα πᾶν ὅτιπέρ ἐστι μέγα τε καὶ λαμπρὸν ἐν τοῖς οὖσι φαινόμενον | |
5 | πρὸς τὰ ἀνέφικτα τῇ αἰσθητικῇ καταλήψει διὰ τῆς ψυχῆς ὑπερκύψαι κἀκείνων τὴν ἐπιθυμίαν λαβεῖν, ὧν οὐκ ἐφικνεῖται ἡ αἴσθησις. τάχα δὲ καὶ πρὸς τὸν καθηγεμόνα τῆς ἐκκλησίας ἡ ἐπιγραφὴ βλέπει. ὁ γὰρ ἀληθινὸς ἐκκλησιαστὴς ὁ τὰ ἐσκορπισμένα συνάγων εἰς ἓν πλήρωμα καὶ τοὺς πολλαχῇ | |
10 | κατὰ τὰς ποικίλας ἀπάτας πεπλανημένους εἰς ἕνα σύλλογον ἐκκλησιάζων τίς ἂν ἄλλος εἴη εἰ μὴ ὁ ἀληθινὸς βασιλεὺς τοῦ Ἰσραήλ, ὁ υἱὸς τοῦ θεοῦ, πρὸς ὃν εἶπεν ὁ Ναθαναήλ, ὅτι Σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ; εἰ οὖν τὰ ῥήματα ταῦτα τοῦ βασιλέως ἐστὶ τοῦ Ἰσραήλ, ὁ | |
15 | δὲ αὐτὸς οὗτος καὶ θεοῦ υἱός ἐστι, καθὼς λέγει τὸ εὐαγγέλιον, ἄρα ὁ αὐτὸς καὶ ἐκκλησιαστὴς ὀνομάζεται. τάχα δὲ οὐκ ἔξω τοῦ εἰκότος εἰς ταύτην τὴν διάνοιαν τὴν τῆς ἐπιγραφῆς ἀναφέρομεν σημασίαν, ἵνα διὰ τούτου μάθωμεν, ὅτι εἰς αὐτὸν τὸν διὰ τοῦ εὐαγγελίου τὴν ἐκκλησίαν πηξάμενον ἡ | |
20 | τῶν ῥημάτων τούτων ἀναφέρεται δύναμις. Ῥήματα γάρ, | |
φησίν, ἐκκλησιαστοῦ υἱοῦ Δαβίδ. οὕτω δὲ αὐτὸν καὶ | 280 | |
5.281 | Ματθαῖος ἐν ἀρχαῖς τοῦ εὐαγγελίου κατονομάζει, υἱὸν Δαβὶδ λέγων τὸν κύριον. Ματαιότης ματαιοτήτων, εἶπεν ὁ ἐκκλησιαστής, τὰ πάντα ματαιότης. μάταιον νοεῖται τὸ ἀνυπόστατον, ὃ ἐν μόνῃ τῇ | |
5 | τοῦ ῥήματος προφορᾷ τὸ εἶναι ἔχει· πρᾶγμα δὲ ὑφεστὸς τῇ τοῦ ὀνόματος σημασίᾳ οὐ συνεμφαίνεται, ἀλλ’ ἔστι τις ψόφος ἀργὸς καὶ διάκενος, ἐν σχήματι λέξεώς τινος διὰ συλλαβῶν προφερόμενος, εἰκῇ προσπίπτων τῇ ἀκοῇ χωρὶς σημασίας, οἷα δὴ παίζοντές τινες ὀνοματοποιοῦσιν, ὧν τὸ | |
10 | σημαινόμενόν ἐστιν οὐδέν. ἓν μὲν οὖν τοῦτο εἶδος τῆς ματαιότητος. ἄλλη δὲ ματαιότης λέγεται τῶν κατά τινα σπουδὴν πρὸς οὐδένα σκοπὸν γινομένων ἡ ἀχρηστία, ὡς τὰ ἐν ψάμμῳ τῶν παίδων οἰκοδομήματα καὶ ἡ κατὰ τῶν ἄστρων τοξεία καὶ ἡ τῶν ἀνέμων θήρα καὶ ἡ πρὸς τὴν ἰδίαν | |
15 | σκιὰν τοῦ δρομέως ἅμιλλα, ὅταν φιλονεικῇ τῆς τοῦ σκιάσμα‐ τος κορυφῆς ἐπιβῆναι καὶ εἴ τι τοιοῦτον ἕτερον ἐν τοῖς εἰκῇ γινομένοις εὑρίσκομεν, ἅπερ πάντα τῷ τῆς ματαιότητος ὑπάγεται ῥήματι. ἔστι δὲ πολλάκις κἀκεῖνο μάταιον ἐν τῇ συνηθείᾳ λεγόμενον, ὅταν πρός τινα σκοπόν τις ὁρῶν καὶ | |
20 | ὥς τι λυσιτελὲς τῷ προκειμένῳ κατὰ σπουδὴν μετιὼν ἕκαστα πράττῃ, εἶτά τινος ἐναντίου γεγενημένου εἰς ἀνόνητον περιέλθῃ | |
ὁ πόνος, καὶ τότε τὸ ἐπὶ μηδενὶ κατορθώματι τὴν σπουδὴν | 281 | |
5.282 | προχωρῆσαι τῷ ῥήματι τοῦ ματαίου διασημαίνεται. λέγει γὰρ ἐπὶ τῶν τοιούτων ἡ συνήθεια τὸ Μάτην ἐκοπίασα καὶ Μάτην ἐπήλπισα καὶ Ἐπὶ ματαίῳ τοὺς πολλοὺς ὑπέστην καμάτους. καὶ ἵνα μὴ τὰ καθ’ ἕκαστον διεξίωμεν, ἐφ’ οἷς τὸ | |
5 | ὄνομα τῆς ματαιότητος κυρίως λέγεται, ἐν ὀλίγῳ τὴν ἔννοιαν τῆς φωνῆς ταύτης περιληψόμεθα. ματαιότης ἐστὶν ἢ ῥῆμα ἀδιανόητον ἢ πρᾶγμα ἀνόνητον ἢ βουλὴ ἀνυπόστατος ἢ σπουδὴ πέρας οὐκ ἔχουσα ἢ καθόλου τὸ ἐπὶ παντὶ λυσιτελοῦντι ἀνύπαρκτον. | |
10 | Εἰ οὖν ἤδη νενόηται ἡμῖν τοῦ ματαίου ἡ ἔννοια, ἐξεταστέον ἂν εἴη, τί βούλεται ἡ ματαιότης τῶν ματαιοτήτων. τάχα δ’ ἂν ἡμῖν γνωριμώτερον τὸ ζητούμενον νόημα γένοιτο, εἰ τὴν γρα‐ φικὴν συνήθειαν ἐπὶ τῶν πρὸς τὸ κρεῖττον νοουμένων συνεξε‐ τάσαιμεν. ἡ τῶν ἀναγκαίων τε καὶ συμφερόντων πρᾶξις ἔργον | |
15 | παρὰ τῆς γραφῆς ὀνομάζεται, ἀλλὰ τὰ ὑπερβαίνοντα τῶν σπουδαζομένων, ὅσα εἰς αὐτὴν ὁρᾷ τὴν τοῦ θεοῦ λατρείαν, ἔργον ἔργων λέγεται, καθὼς ἡ ἱστορία δηλοῖ, δεικνύντος, οἶμαι, τοῦ λόγου διά τινος ἀναλογίας ἡμῖν ἐκ τοῦ ἔργου τῶν ἔργων, τί τὸ ἐν τοῖς σπουδαζομένοις ἐστὶ προτιμότερον. ὃν γὰρ | |
20 | ἐπέχει λόγον πρὸς τὴν καθόλου ἀργίαν ἡ περὶ τὰ ἔργα σπουδή, τὸν αὐτὸν ἔχει λόγον πρὸς τὰ λοιπὰ ἔργα ἡ πρὸς τὰ ὑψηλότερα καὶ προτιμότερα τῶν σπουδαζομένων ἐνέργεια. | |
οὕτως καὶ ἅγιόν τι παρὰ τῆς γραφῆς λέγεται· καὶ πάλιν | 282 | |
5.283 | ἁγίων ἅγιον, ὡς ἴσῳ τῷ μέτρῳ τοῦ τε ἐξαγίστου τὸ ἅγιον ὑπερέχειν ἐν ἁγιότητι καὶ τούτου πάλιν τὸ τῶν ἁγίων ἅγιον, τὸ καθ’ ὑπέρθεσιν ἐν ἁγιασμῷ θεωρούμενον. ἅπερ οὖν ἐπὶ τοῦ κρείττονος ἐδιδάχθημεν λόγου τῆς γραφικῆς συνηθείας | |
5 | τῷ τοιούτῳ εἴδει τὴν ἐπίτασιν τοῦ ὑποκειμένου νοήματος σημαινούσης, τοῦτο καὶ ἐπὶ τῆς τῶν ματαιοτήτων ματαιότη‐ τος νοοῦντες οὐ σφαλησόμεθα. λέγει γὰρ οὐχ ἁπλῶς εἶναι μάταια τὰ ἐν τοῖς οὖσι φαινόμενα, ἀλλὰ καθ’ ὑπέρθεσίν τινα τῆς κατὰ τὸ μάταιον σημασίας εἶναι τοιαῦτα, ὡς εἴ τις λέγοι | |
10 | τοῦ νεκροῦ νεκρότερον καὶ τοῦ ἀψύχου ἀψυχότερον. καίτοι ἡ συγκριτικὴ ἐπίτασις χώραν ἐπὶ τῶν τοιούτων οὐκ ἔχει, ἀλλ’ ὅμως λέγεται τούτῳ τῷ ῥήματι πρὸς τὴν τῆς ὑπερβολῆς τοῦ δηλουμένου σαφήνειαν. ὥσπερ οὖν ἐστι τὰ ἔργα τῶν ἔργων καὶ τὰ ἅγια τῶν ἁγίων νοούμενα, δι’ ὧν ἡ ὑπερθετικὴ | |
15 | πρὸς τὸ κρεῖττον ἔνδειξις ἑρμηνεύεται, οὕτω καὶ ἡ τῶν μα‐ ταιοτήτων ματαιότης τὸ ἀνυπέρθετον δείκνυσι τῆς ἐν τῷ ματαίῳ ὑπερβολῆς. Καὶ μή τις ὑπολάβῃ κατηγορίαν εἶναι τῆς κτίσεως τὰ λεγόμενα. ἦ γὰρ ἂν εἰς τὸν πεποιηκότα τὰ πάντα διαβαίνοι τὸ | |
20 | ἔγκλημα, εἰ τοιούτων ἡμῖν δημιουργὸς ἀναφανείη ὁ συστησά‐ | |
μενος ἐξ οὐκ ὄντων τὰ πάντα, εἴ περ ματαιότης εἴη τὰ πάντα. | 283 | |
5.284 | ἀλλ’ ἐπειδὴ διπλῆ μέν ἐστιν ἡ τοῦ ἀνθρώπου κατασκευή, ψυχῆς σώματι συνδραμούσης, μεμέρισται δὲ καταλλήλως ἑκατέρῳ τῶν ἐν ἡμῖν θεωρουμένων τὸ τῆς ζωῆς εἶδος· ἄλλη γὰρ ψυχῆς καὶ ἑτέρα σώματός ἐστι ζωή· ἡ μὲν γὰρ θνητὴ | |
5 | καὶ ἐπίκηρος, ἡ δὲ ἀπαθὴς καὶ ἀκήρατος, καὶ αὕτη μὲν εἰς τὸ παρὸν βλέπει μόνον, τῆς δὲ ὁ σκοπὸς εἰς τὸ διηνεκὲς παρα‐ τείνεται· ἐπεὶ οὖν πολλὴ διαφορὰ τοῦ θνητοῦ πρὸς τὸ ἀθάνατον καὶ τοῦ προσκαίρου πρὸς τὸ ἀΐδιον, πρὸς τοῦτο φέρει τοῦ ἐκκλησιαστοῦ ἡ φωνὴ τὸ μὴ δεῖν πρὸς τὴν | |
10 | αἰσθητὴν ταύτην βλέπειν ζωήν, ἥτις συγκρινομένη τῇ ὄντως ζωῇ ἀνύπαρκτός τις καὶ ἀνυπόστατός ἐστιν. Ἀλλ’ οὐδὲν ἧττον εἴποι τις ἂν μὴ ἔξω τῆς τοῦ δημιουργοῦ κατηγορίας καὶ τοῦτον εἶναι τὸν λόγον, διότι παρ’ αὐτοῦ καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα, ὥστε εἰ ἡ διὰ σαρκὸς κατηγορεῖται ζωή, | |
15 | σαρκὸς δὲ ποιητὴς ὁ θεός, εἰς ἐκεῖνον 〈ἂν〉 ἀναγκαίως ἡ τοιαύτη μέμψις τὴν ἀναφορὰν ἔχοι. ἀλλὰ ταῦτα μὲν ἐρεῖ πάντως ὁ μήπω τῆς σαρκὸς ἔξω γενόμενος μηδὲ ἀκριβῶς πρὸς τὴν ὑψηλοτέραν διακύψας ζωήν. ἐπεὶ ὅ γε πεπαιδευμένος τὰ θεῖα μυστήρια οὐκ ἀγνοεῖ πάντως, ὅτι οἰκεία μὲν καὶ κατὰ φύσιν | |
20 | τοῖς ἀνθρώποις ἐστὶν ἡ ζωὴ ἡ πρὸς τὴν θείαν φύσιν ὡμοιωμένη, ἡ δὲ αἰσθητικὴ ζωὴ ἡ διὰ τῆς τῶν αἰσθητηρίων ἐνεργείας | |
διεξαγομένη ἐπὶ τούτῳ τῇ φύσει δέδοται, ἐφ’ ᾧτε τὴν | 284 | |
5.285 | τῶν φαινομένων γνῶσιν ὁδηγὸν γενέσθαι τῆς ψυχῆς πρὸς τὴν τῶν ἀοράτων ἐπίγνωσιν, καθώς φησιν ἡ Σοφία ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως τὸν πάντων γενεσιουργὸν καθορᾶσθαι. ἡ δὲ ἀνθρωπίνη ἀβουλία οὐ τὸ διὰ τῶν φαινο‐ | |
5 | μένων θαυμαζόμενον εἶδεν ἀλλ’ ὃ εἶδεν ἐθαύμασεν. ἐπεὶ οὖν πρόσκαιρός τε καὶ ὠκύμορος ἡ τῶν αἰσθητηρίων ἐνέργεια, τοῦτο μανθάνομεν διὰ τῆς ὑψηλῆς ταύτης φωνῆς, ὅτι ὁ πρὸς ταῦτα βλέπων βλέπει οὐδέν. ὁ δὲ διὰ τούτων πρὸς τὴν τοῦ ὄντος κατανόησιν ὁδηγούμενος καὶ διὰ τῶν παρατρεχόντων | |
10 | τὴν στάσιμον φύσιν κατανοήσας καὶ τοῦ ἀεὶ ὡσαύτως ἔχοντος ἐν περινοίᾳ γενόμενος εἶδέ τε τὸ ὄντως ὂν ἀγαθὸν καὶ ὃ εἶδεν ἐκτήσατο· κτῆσις γάρ ἐστι τοῦ ἀγαθοῦ τούτου ἡ εἴδησις. Τίς γὰρ περισσεία, φησί, τῷ ἀνθρώπῳ, ᾧ μοχθεῖ ὑπὸ τὸν ἥλιον; τὴν ἐν τῷ σώματι ζωὴν προσηγόρευσε μόχθον ἐπὶ | |
15 | μηδενὶ κατορθώματι ἀκερδῶς σπουδαζόμενον. Τίς γάρ, φησί, περισσεία τῷ ἀνθρώπῳ; τοῦτ’ ἔστι, τί περιγίνεται τῇ ψυχῇ διὰ τοῦ βιωτικοῦ μόχθου τοῖς πρὸς τὸ φαινόμενον | |
ζῶσιν; ἐν τίνι δὲ καὶ ἔστιν ἡ ζωὴ ἢ τί μένει τῶν φαινομένων | 285 | |
5.286 | καλῶν ἐν ταὐτότητι; ἥλιος περιέρχεται τὸν ἴδιον δρόμον λάμπων ἀνὰ μέρος καὶ σκοτιζόμενος, φωτίζων τε τὸν ὑπερκείμενον ἡμῖν ἀέρα, ὅταν ὑπὲρ γῆς ἑαυτὸν δείξῃ, καὶ σκότος διὰ τῶν δυσμῶν ἐφελκόμενος. ἕστηκε δὲ ἡ γῆ καὶ | |
5 | μένει ἐν τῷ παγίῳ ἀκίνητος, καὶ τὸ ἑστὼς οὐ κινεῖται, καὶ οὐχ ἵσταται τὸ κινούμενον, πάντα δὲ διὰ τῶν αὐτῶν ἐν παντὶ τῷ χρονικῷ διαστήματι δείκνυται, κατ’ οὐδὲν διὰ τῆς πρὸς τὸ καινότερον μεταβολῆς ἀλλασσόμενα. δοχεῖόν ἐστι τῶν πανταχόθεν συρρεόντων ὑδάτων ἡ θάλασσα, καὶ οὔτε | |
10 | ἡ σύρροια λήγει οὔτε ἡ θάλασσα αὔξεται. τίς ὁ σκοπὸς τοῦ δρόμου τοῖς ὕδασιν ἀεὶ πληροῦσι τὸ μὴ πληρούμενον; ἐπὶ τίνι δὲ τὰς ἐπιρροὰς δέχεται τῶν ὑδάτων ἡ θάλασσα, ἀναυξὴς διὰ τῆς προσθήκης εἰς ἀεὶ διαμένουσα; ταῦτα λέγει, ἵνα ἐξ αὐτῶν τῶν στοιχείων, ἐν οἷς ἐστιν ἡ ζωὴ τῶν ἀνθρώπων, | |
15 | προερμηνεύσῃ τῶν ἐν ἡμῖν σπουδαζομένων τὸ ἀνυπόστατον. εἰ γὰρ ὁ συντεταμένος οὗτος τοῦ ἡλίου δρόμος ὅρον οὐκ ἔχει οὔτε ἡ ἀνὰ μέρος φωτός τε καὶ σκότους διαδοχὴ στάσιν ἐκδέχεται ἥ τε γῆ καταδεδικασμένη τὴν στάσιν μένει ἐν τῷ παγίῳ ἀκίνητος, ἀνήνυτα δὲ μοχθοῦσιν οἱ ποταμοὶ | |
20 | τῇ ἀπλήστῳ φύσει τῆς θαλάσσης ἐνδαπανώμενοι, μάτην δὲ τὰς ἐπιρροὰς δέχεται τῶν ὑδάτων ἡ θάλασσα, εἰς οὐδὲν πλέον ὑπολαμβάνουσα τοῖς κόλποις τὸ διὰ παντὸς εἰσχεό‐ μενον· εἰ ταῦτα ἐν τούτοις ἐστίν, ἐν τίσιν εἰκὸς τὸ ἀνθρώπινον εἶναι, ὃ ἐν τούτοις τὴν ζωὴν ἔχει, καὶ τί ξενιζόμεθα, εἰ | |
25 | Γενεὰ πορεύεται καὶ γενεὰ ἔρχεται, καὶ οὐκ ἐπιλείπει | 286 |
5.287 | τὴν φύσιν οὗτος ὁ δρόμος, τῆς ἀεὶ ἐπεισιούσης γενεᾶς τῶν ἀνθρώπων τό τε προεισελθὸν ἐξωθούσης καὶ ὑπὸ τοῦ ἐπεισιόντος ἐξωθουμένης; Τί οὖν βοᾷ διὰ τούτων τῇ ἐκκλησίᾳ ὁ λόγος; ὅτι, ὦ ἄνθρω‐ | |
5 | ποι, εἰς τὸ πᾶν ἀποβλέποντες τὴν ἑαυτῶν φύσιν νοήσατε. ἃ περὶ τὸν οὐρανὸν καὶ τὴν γῆν βλέπεις, ἃ ἐν τῷ ἡλίῳ καθορᾷς, ἃ ἐν τῇ θαλάσσῃ κατανοεῖς, ταῦτά σοι καὶ τὴν σὴν φύσιν ἑρμηνευέτω. ἔστι γάρ τις καθ’ ὁμοιότητα τοῦ ἡλίου καὶ τῆς φύσεως ἡμῶν ἀνατολή τε καὶ δύσις. μία ὁδὸς | |
10 | τοῖς πᾶσιν, εἷς ὁ κύκλος τῆς τοῦ βίου πορείας. ὅταν διὰ γενέσεως ἀνατείλωμεν, πάλιν εἰς τὸ συγγενὲς χωρίον ἡμῶν καθελκόμεθα. τῆς γὰρ ζωῆς ἡμῖν ἐπιδυείσης, ὑπόγειον καὶ τὸ ἡμέτερον γίνεται φέγγος, ὅταν ἡ ἀντιληπτικὴ τοῦ φωτὸς αἴσθησις γῆ γένηται· πάντως δὲ ἡ γῆ πρὸς τὸ συγγενὲς | |
15 | ἀναλύεται, καὶ οὗτος κύκλος τίς ἐστι διηνεκῶς ἐν τοῖς αὐτοῖς ἑλισσόμενος. καθάπερ ἐπὶ τοῦ ἡλίου φησὶν ὁ λόγος, ὅτι ἀνατέλλων μὲν κατὰ τὸ ἄνω τῆς γῆς μέρος τοῖς νοτίοις ἐνδιοδεύει, ὑπόγειος δὲ κατὰ τὸ ἀντικείμενον τὸ βόρειον ὑπέρχεται μέρος καὶ τοῦτον τὸν τρόπον εἰς ἀεὶ περιοδεύων | |
20 | κυκλοῖ τὸν ἑαυτοῦ δρόμον καὶ πάλιν ἀνακυκλῶν περιέρχεται· Κυκλοῖ γάρ, φησί, κυκλῶν· οὕτω τοίνυν καὶ τὸ σὸν πορεύεται | |
πνεῦμα (ἀπὸ μέρους ἅπαν ὀνομάζων τὸ ἀνθρώπινον πνεῦμα), | 287 | |
5.288 | τὴν ἐγκύκλιον ταύτην διὰ τῶν ὁμοίων περιτρέχον φοράν. Πορεύεται γάρ, φησί, τὸ πνεῦμα καὶ ἐπὶ κύκλους αὐτοῦ ἐπιστρέφει τὸ πνεῦμα. ὁ δὲ ταῦτα κατανοήσας οὐκ ἂν μικρὰ πρὸς τὸν ἑαυτοῦ βίον ὠφεληθείη. τί λαμπρότερον τοῦ φωτός; | |
5 | τί τῶν ἀκτίνων φανότερον; ἀλλ’ ὅμως εἰ ὑπὸ γῆν ὁ ἥλιος ἔλθοι, κρύπτεται τὸ φέγγος καὶ ἡ ἀκτὶς ἀφανίζεται. Πρὸς ταῦτά τις βλέπων σωφρονέστερον τὸν ἑαυτοῦ παρερχέσθω βίον, καταφρονῶν τῆς ὧδε περιφανείας, μαθὼν ἐκ τῶν ὁρωμένων, ὅτι οὐ διαρκεῖ πρὸς τὸ διηνεκὲς τὸ | |
10 | ἐπίσημον, ἀλλ’ ἀγχίστροφοί εἰσιν αἱ τῶν ἐναντίων διαδοχαί· μένει δὲ οὐδὲν εἰς ἀεὶ τοιοῦτον, οἷον ἐν τῷ παρόντι ἐστίν, οὐ νεότης, οὐ κάλλος, οὐχ ἡ ἐκ τῶν δυναστειῶν περιφάνεια. καὶ ταῦτα μὲν τοῖς ἐν εὐκληρίᾳ τινὶ ζῶσιν· ὅσοις δὲ ἐπίπονος ὁ πρὸς ἀρετὴν δοκεῖ βίος, τῷ τῆς γῆς ὑποδείγματι πρὸς τὸ | |
15 | ἐγκαρτερεῖν τοῖς δεινοῖς ἡ ψυχὴ παιδοτριβείσθω. Ἡ γῆ εἰς τὸν αἰῶνα ἕστηκεν. τί μοχθηρότερον τῆς ἀκινήτου ταύτης παγιότητος; καὶ ὅμως παρατείνεται μέχρις αἰῶνος ἡ στάσις. σὺ δέ, ᾧ ὀλίγος ὁ τῆς ἀθλήσεως χρόνος, μὴ γίνου τῆς γῆς ἀψυχότερος, μὴ γίνου τῶν ἀναισθήτων ἀνοητότερος ὁ λο‐ | |
20 | γισμὸν εἰληχὼς καὶ λόγῳ πρὸς τὴν ζωὴν διοικούμενος, ἀλλὰ Μένε, καθώς φησιν ὁ ἀπόστολος, ἐν οἷς ἔμαθες καὶ ἐπιστώ‐ θης, ἐν ἑδραίᾳ καὶ ἀμετακινήτῳ τῇ στάσει. ἐπεὶ καὶ τοῦτο τῶν | |
θείων παραγγελμάτων ἐστί, τὸ ἑδραῖοι καὶ ἀμετακίνητοι | 288 | |
5.289 | γίνεσθε, ἄσειστος ἔν σοι μενέτω ἡ σωφροσύνη, παγία ἡ πίστις, ἀμετάθετος ἡ ἀγάπη, ἀκίνητος ἡ ἐν παντὶ καλῷ στάσις, ὡς ἂν καὶ ἡ ἔν σοι γῆ εἰς τὸν αἰῶνα ἑστήκοι. εἰ δέ τις κεχηνὼς πρὸς τὴν πλεονεξίαν καθάπερ τινὰ θάλασσαν τὴν | |
5 | ἀμετρίαν τῆς ἐπιθυμίας ἁπλώσας πρὸς τὰ πανταχόθεν εἰσρέοντα κέρδη ἀπλήστως ἔχοι, οὗτος πρὸς τὴν ὄντως θάλασσαν βλέπων θεραπευέσθω τὴν νόσον. ὡς γὰρ ἐκείνη τὸ ἑαυτῆς οὐ παρέρχεται μέτρον ἐν ταῖς μυρίαις τῶν ὑδάτων ἐπιρροαῖς, ἀλλ’ ἐν τῷ ἴσῳ διαμένει πληρώματι, καθάπερ | |
10 | οὐδεμιᾶς αὐτῇ γινομένης ἐξ ὑδάτων προσθήκης, κατὰ τὸν αὐτὸν τρόπον καὶ ἡ ἀνθρωπίνη φύσις 〈τοῖσ〉 ἰδίοις μέτροις ἐν τῇ ἀπολαύσει τῶν προσιόντων διειλημμένη συμπλατῦναι τῷ πλήθει τῶν προσόδων τὴν ἀπολαυστικὴν λαιμαργίαν οὐ δύναται, ἀλλὰ τὸ μὲν εἰσρέον οὐ παύεται, ἡ δὲ τῆς ἀπολαύσεως | |
15 | δύναμις ἐν τῷ ἰδίῳ ὅρῳ φυλάσσεται. εἰ οὖν ἡ ἀπόλαυσις πλεονάσαι οὐ δύναται παρὰ τὸ μέτρον τῆς φύσεως, εἰς τί τὰς τῶν προσόδων ἐπιρροὰς ἐφελκόμεθα, οὐδέποτε πρὸς εὐποιΐαν ἄλλων ἐκ τῶν ἐπεισιόντων ὑπερχεόμενοι; ἐπεὶ δὲ κατὰ τὸν ἀποδοθέντα ἡμῖν τῆς ματαιότητος λόγον ἢ τὸ | |
20 | ἀνόητον ῥῆμα ἢ τὸ ἀνόνητον πρᾶγμα ματαιότης ἐστίν, καλῶς ἐκεῖθεν τοῦ λόγου ἄρχεται, ὡς ἂν μήτε τι τῶν γινομένων | |
μήτε τι τῶν λεγομένων, εἴ τι πρὸς τὸν ὧδε βλέπει σκοπόν, | 289 | |
5.290 | ὡς ὑφεστὼς λογισώμεθα. πᾶσα γὰρ ἀνθρώπων σπουδὴ πρός τι τῶν παρὰ τὸν βίον ἀσχολουμένη νηπίων ἄντικρύς ἐστι τὰ ἐπὶ ψάμμων ἀθύρματα, οἷς ἡ τῶν γινομένων ἀπόλαυσις τῇ περὶ τὰ γινόμενα σπουδῇ συναπέληξεν· ἅμα τε γὰρ τοῦ | |
5 | πονεῖν ἐπαύσαντο, καὶ ἡ ψάμμος πρὸς ἑαυτὴν συρρυεῖσα οὐδὲν ἴχνος τῶν πεπονημένων τοῖς παισὶν ὑπελείπετο. Τοῦτό ἐστιν ὁ ἀνθρώπινος βίος, ψάμμος ἡ φιλοτιμία, ψάμμος ἡ δυναστεία, ψάμμος ὁ πλοῦτος, ψάμμος ἕκαστον τῶν κατὰ σπουδὴν διὰ σαρκὸς ἀπολαυομένων· ἐν οἷς νῦν | |
10 | αἱ νηπιώδεις ψυχαὶ τοῖς ἀνυποστάτοις ἐμματαιάζουσαι καὶ πολλοὺς περὶ ἕκαστον τούτων ὑπομένουσαι πόνους, εἰ μόνον ἀπολείποιεν τὸ τῆς ψάμμου χωρίον, τὴν ἐν σαρκὶ λέγω ζωήν, τότε τὸ μάταιον τῆς ὧδε διατριβῆς ἐπιγνώσονται· τῷ γὰρ ὑλικῷ βίῳ καὶ ἡ ἀπόλαυσις συναπέμεινεν, ἐφέλκον‐ | |
15 | ται δὲ μεθ’ ἑαυτῶν οὐδὲν ὅτι μὴ τὴν συνείδησιν μόνην. ὡς μοι δοκεῖ καὶ ὁ μέγας ἐκκλησιαστὴς ὥσπερ ἤδη ἔξω τούτων γενόμενος καὶ γυμνῇ τῇ ψυχῇ τῆς ἀΰλου ζωῆς ἐπιβατεύων ἐκεῖνα εἶπεν, ἃ εἰκός ποτε καὶ ἡμᾶς εἰπεῖν, ὅταν ἔξω τοῦ παραλίου τούτου τόπου γενώμεθα, περὶ ὃν | |
20 | ἡ ψάμμος ἐστὶν ἡ ὑπὸ τῆς τοῦ βίου θαλάσσης ἐκπτυομένη, καὶ πάντων χωρισθῶμεν τῶν περικτυπούντων ἡμᾶς καὶ | |
καταβομβούντων κυμάτων, ἐκ τῆς νοηθείσης θαλάσσης μόνον | 290 | |
5.291 | τὴν μνήμην τῶν ὧδε σπουδασθέντων ἐπαγόμενοι, λέγων τὸ Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης, καὶ τὸ Τίς περισσεία τῷ ἀνθρώπῳ, ᾧ μοχθεῖ ὑπὸ τὸν ἥλιον. ὄντως γάρ, κατά γε τὸν ἐμὸν λόγον, πάσης ἐστὶ ψυχῆς οὗτος ὁ λόγος, | |
5 | ὅταν γυμνωθεῖσα τῶν τῇδε πρὸς τὸν ἐλπιζόμενον μετοικισθῇ βίον. εἴτε γάρ τι τῶν ὑψηλοτέρων ἐν τῇ ζωῇ ταύτῃ κατώρθω‐ σε, κατηγορεῖ τούτου, ἐν ᾧ ἦν, τῇ πρὸς τὸ εὑρεθὲν συγκρίσει τὸ παρελθὸν ἀτιμάζουσα· εἴτε καὶ προσπαθῶς περὶ τὴν ὕλην διατεθεῖσα ἴδοι τὰ ἀπροσδόκητα καὶ τῇ πείρᾳ μάθοι τῶν | |
10 | σπουδασθέντων παρὰ τὸν βίον αὐτῇ τὸ ἀνόνητον, τότε θρηνοῦσα τὴν φωνὴν ταύτην προήσεται, οἷα δὴ ποιοῦμεν ἐκ μεταμελείας οἱ ἄνθρωποι τὰς ἀβουλίας ἑαυτῶν ἐν τοῖς ὀλοφυρμοῖς διηγούμενοι, τὸ Ματαιότης ματαιοτήτων καὶ τὰ λειπόμενα. | |
15 | Πάντες οἱ λόγοι, φησίν, ἔγκοποι, καὶ οὐ δυνήσεται ἀνὴρ τοῦ λαλεῖν. καὶ μὴν οὐδὲν ἐκ τοῦ προχείρου νομίζεται τοῦ λαλεῖν εὐκολώτερον. τίς γάρ ἐστι κόπος τῷ λαλοῦντι ὅ τί τις βούλεται; ὑγρὰ ἡ γλῶσσα καὶ εὔστροφος καὶ πρὸς ὅτιπερ ἂν ἐθέλῃ ῥημάτων εἶδος ἀπόνως ἑαυτὴν σχηματίζουσα· | |
20 | ἀκώλυτος ἡ ὁλκὴ τοῦ ἀερίου πνεύματος, ᾧ συγκεχρημένη τοὺς φθόγγους ἐργάζεται· ἄλυπος ταῖς παρειαῖς ἡ ὑπουργία | |
καὶ τοῖς χείλεσιν ἅμα ἡ πρὸς τὴν ἐκφώνησιν τοῦ λεγομένου | 291 | |
5.292 | συνεργία. τίνα οὖν ἐνορᾷ κόπον τῷ λόγῳ, τοῦ σωματικοῦ πόνου μὴ ποιοῦντος τῷ λόγῳ τὸν κόπον; οὐ γὰρ γῆν σκά‐ πτοντες ἢ πέτρας ἀνακυλίοντες ἢ ἐπὶ τῶν ὤμων ἀχθοφοροῦντες ἢ ἄλλο τι τῶν ἐπιπόνων κατεργαζόμενοι τὸν λόγον διεξο‐ | |
5 | δεύομεν, ἀλλὰ τὸ συστὰν ἐν ἡμῖν νόημα διὰ φωνῆς ἐκκαλυφθὲν λόγος ἐγένετο. ἀλλ’ ἐπειδὴ ὁ τοιοῦτος λόγος κόπον οὐκ ἔχει, νοητέον ἂν εἴη, τίνες οἱ κοπιῶντες λόγοι, οὓς οὐ δυνήσεται ἀνὴρ τοῦ λαλεῖν. Οἱ πρεσβύτεροι, φησί, διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ. πρεσβύτερος δὲ | |
10 | κατὰ τὴν κοινὴν συνήθειαν ὁ ἐκβὰς τὴν ἄτακτον ἡλικίαν καὶ ἐν γηραιᾷ καταστάσει γενόμενος λέγεται, ὡς εἴ γέ τις ἀστατοίη τῷ λογισμῷ καὶ ἐν ἀταξίᾳ τὸν βίον ἔχοι, οὔπω πρεσβύτερος ὁ τοιοῦτος, κἂν ἐν πολιᾷ τύχῃ φαινόμενος, ἀλλ’ ἔτι ἀνήρ. οὐκοῦν οἱ λόγοι, οἵ γε ἀληθῶς λόγοι, οἱ πρὸς τὸ | |
15 | ψυχωφελές τε καὶ χρήσιμον τῶν ἀνθρώπων γινόμενοι, οὗτοι πλήρεις ἱδρώτων εἰσὶ καὶ πόνων καὶ πολὺν ἐπάγονται κόπον, ἵνα γένωνται λόγοι. τὸν γὰρ κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν, φησὶν ὁ τῶν τοιούτων λόγων τεχνίτης, ὡς δέον μὴ ῥῆμα νοεῖσθαι τὸν λόγον, ἀλλὰ τὴν ἐν | |
20 | τοῖς ἔργοις ἀρετὴν εἰς διδασκαλίαν βίου τοῖς ὁρῶσιν προτι‐ θεμένην ἀντὶ λόγου γίνεσθαι τοῖς διδασκομένοις. πάντες οὖν οἱ τοιοῦτοι λόγοι ἔγκοποι, τῶν τὴν ἀρετὴν ὑφηγουμένων πρῶτον ἐν ἑαυτοῖς κατορθούντων, ἅπερ διδάσκουσι. τοῦτο | |
γάρ ἐστι τὸ δεῖν πρῶτον τῶν καρπῶν μεταλαμβάνειν, ὧν | 292 | |
5.293 | πρὸ τῶν ἄλλων ἑαυτοῖς διὰ τῆς ἀρετῆς γεωργοῦμεν. Ἢ τάχα καὶ τὸ ἀσθενὲς τῆς λογικῆς φύσεως διερμηνεύει ὁ λόγος. ἐπειδὰν γὰρ ἔξω γενομένη τῶν αἰσθητηρίων, ἃ δὴ ματαιότης ὠνόμασται, καὶ εἰς τὴν τῶν ἀοράτων θεωρίαν | |
5 | διαδυεῖσά πως ἡ διάνοια τῷ λόγῳ παραστῆσαι τὸ νοηθὲν ἐγχειρήσῃ, τότε πολὺς γίνεται κόπος τῷ λόγῳ, τῆς ἑρμηνευτι‐ κῆς ταύτης φωνῆς μηδεμίαν μηχανὴν ἐξευρισκούσης περὶ τὴν τῶν ἀνεκφωνήτων σαφήνειαν. οὐρανὸν ὁρῶμεν, τὰς τῶν φωστήρων αὐγὰς τῇ αἰσθήσει δεχόμεθα, γῆς ἐπιβεβήκαμεν, | |
10 | τὸν ἀέρα τῷ στόματι ἕλκομεν, τῷ ὕδατι πρὸς τὸ δοκοῦν τῇ φύσει κεχρήμεθα, τὸ πῦρ εἰς κοινωνίαν βίου παραδεχόμεθα· κἄν τι περὶ τούτων ἐννοῆσαι θελήσωμεν τί τῶν φαινομένων ἕκαστον πέφυκε τῷ τῆς οὐσίας λόγῳ ἢ ὅπως τὴν ὑπόστασιν ἔσχεν, Οὐ δυνήσεται ἀνὴρ τοῦ λαλῆσαι, κἂν ὑπὲρ τοὺς ἄλλους | |
15 | ὢν τύχῃ, πάσης καταληπτικῆς ἐπιστήμης πρὸς τὴν τῶν ἀνεφί‐ κτων ἐξαγόρευσιν ἀτονούσης. εἰ δὴ ὁ περὶ τούτων λόγος κόπος ἐστὶ ὑπερβαίνων τὴν ἀνθρωπίνην τοῦ λαλεῖν δύναμίν τε καὶ φύσιν, τί ἄν τις εἴποι πάσχειν τοὺς περὶ αὐτοῦ τοῦ λόγου λόγους ἢ τοῦ πατρὸς τοῦ λόγου; ἦ που πᾶσα ὑψηγορία | |
20 | τε καὶ μεγαλοφωνία ἀφασία τίς ἐστι καὶ σιωπή, εἰ πρὸς τὴν | |
ἀληθῆ τοῦ ζητουμένου σημασίαν κρίνοιτο, ὡς τοῦτο μόνον ἐπ’ | 293 | |
5.294 | αὐτοῦ τὸ ῥῆμα κυρίως εἰπεῖν, ὅτι κἂν πάντας κινήσῃ τις λογισμοὺς καὶ μηδὲν ἐλλίπῃ τῶν θεοπρεπῶν νοημάτων, εἰ πρὸς αὐτὴν τὴν ἀξίαν τοῦ προκειμένου κρίνοιτο ἡ φωνή, ὅπερ ἂν εἴπῃ, λόγος οὐκ ἔστιν· οὐ γὰρ δυνήσεται ἄνθρωπος | |
5 | τοῦ λαλεῖν. οὐ γὰρ τὴν δι’ ὀφθαλμῶν ἐγγινομένην τῇ ψυχῇ περὶ τὸ φαινόμενον θεωρίαν ἡ ὄψις ἔστησεν, ἀλλ’ ἀεὶ βλέποντες ὡς μηδέπω ἑωρακότες ἔτι ἐν ἀγνοίᾳ τὸ διὰ τῆς αἰσθήσεως λαμβανόμενον ἔχομεν. διαβῆναι γὰρ τὸ χρῶμα ἡ ὄψις οὐ δύναται, ἀλλ’ ἔχει μέτρον τῆς ἰδίας | |
10 | ἐνεργείας τὸ κατὰ τὴν ἐπιφάνειαν τῶν ὄντων αὐτῇ προφαινό‐ μενον. διό φησιν· Οὐκ ἐμπλησθήσεται ὀφθαλμὸς τοῦ ὁρᾶν, καὶ οὐ πληρωθήσεται οὖς ἀπὸ ἀκροάσεως· ὧν ἡ ἀκουστικὴ δύναμις δεχομένη τὸν περὶ ἑκάστου λόγον πληροῦσθαι φύσιν οὐκ ἔχει. οὐδεὶς γὰρ εὑρεθήσεται λόγος διαλαμβάνων | |
15 | δι’ ἀκριβείας ἐν ἑαυτῷ τὸ ζητούμενον. πῶς οὖν πλησθήσεται ἀκοὴ τῆς περὶ τῶν ζητουμένων ἀκροάσεως, τοῦ πληροῦντος οὐκ ὄντος; Εἶτα μετὰ τοὺς λόγους τούτους αὐτὸς ἑαυτὸν ἐρωτᾷ καὶ ἑαυτῷ ἀποκρίνεται. ἐρωτήσας γάρ· Τί τὸ γεγονός; | |
20 | αὐτό, φησί, τὸ γενησόμενον· καὶ τί τὸ πεποιημένον; αὐτό, φησί, τὸ ποιηθησόμενον. τί οὖν βούλεται τὸ ἐρώτημα; | |
ὡς ἐξ ἀκολουθίας ἡμῶν πρὸς αὐτόν, ἀφ’ ὧν μεμαθήκαμεν, | 294 | |
5.295 | ἀντιτιθέντων καὶ λεγόντων· εἰ τὰ πάντα ματαιότης, δῆλον ὅτι οὐδὲ γέγονεν ἕν τι τούτων, ἃ οὐχ ὑφέστηκε· τὸ γὰρ μάταιον πάντως ἀνύπαρκτον, τὸ δὲ ἀνύπαρκτον οὐκ ἄν τις ἐν τοῖς γεγονόσι λογίσαιτο. εἰ δὴ ταῦτα οὐκ ἔστιν, εἰπὲ τί ἐστι τὸ | |
5 | γενόμενον, ὃ ἐν τῷ εἶναι μενεῖ; συντόμως οὖν αὐτῷ γέγονε πρὸς τὸ ἐρωτηθὲν ἡ ἀπόκρισις· βούλει γνῶναι, τί ἐστι τὸ γενόμενον; νόησον, τί ἐστι τὸ ἐσόμενον, καὶ ἐπιγνώσῃ ὃ γέγονε. τοῦτο δέ ἐστι τὸ νόησόν μοι, φησίν, ὦ ἄνθρωπε, οἷος γενήσῃ διὰ τῆς ἀρετῆς σεαυτὸν ὑψώσας. εἰ κατὰ πάντα διὰ τῶν | |
10 | ἀγαθῶν χαρακτήρων τὴν ψυχὴν μορφωθείης, εἰ ἔξω γένοιο τῶν τῆς κακίας καλίδων, εἰ πάντα ῥύπον τῶν ὑλικῶν μολυσμά‐ των τῆς ἑαυτοῦ φύσεως ἀποκλύσειας, τί γενήσῃ διὰ τῶν τοιούτων καλλωπιζόμενος; οἵαν σεαυτῷ περιθήσεις μορφήν; ἐὰν τοῦτο τῷ λογισμῷ κατανοήσῃς, ἐδιδάχθης τὸ ἐν τοῖς | |
15 | πρώτοις γενόμενον, ὅ γε ἀληθῶς ἐστι γενησόμενον, τὸ Κατ’ εἰκόνα θεοῦ καὶ ὁμοίωσιν. καὶ ποῦ νῦν ἐκεῖνό ἐστιν, ἐρῶ πρὸς τὸν ταῦτα διδάσκοντα, ὅ ποτε γέγονε καὶ εἰς ὕστερον | |
αὖθις ἐλπίζεται, νῦν δὲ οὐκ ἔστιν; ἀλλ’ ἀποκρίνεται πάντως | 295 | |
5.296 | τὸν αὐτὸν λόγον ἡμῖν ὁ τὰ ὑψηλὰ παιδεύων, ὅτι διὰ τοῦτο τὰ παρόντα ματαιότης ὠνόμασται, διότι ἐκεῖνο ἐν τοῖς παροῦσιν οὐκ ἔστι. Καὶ τί, φησί, τὸ πεποιημένον; αὐτὸ τὸ ποιηθησό‐ μενον. μηδεὶς τῶν ἀκουόντων πολυλογίαν οἰέσθω καὶ | |
5 | ματαίαν τινὰ ῥημάτων ἐπανάληψιν ἐν τῇ διαφορᾷ τοῦ γεγονότος καὶ τοῦ πεποιημένου. δείκνυσι γὰρ δι’ ἑκατέρου τῶν ῥημάτων ὁ λόγος τὴν τῆς ψυχῆς πρὸς τὴν σάρκα διαφοράν. γέγονεν ἡ ψυχὴ καὶ τὸ σῶμα πεποίηται. οὐκ ἐπειδὴ ἄλλο τι καὶ ἄλλο σημαίνει τῶν ῥημάτων ἡ ἔμφασις, τῇ διαφορᾷ | |
10 | ταύτῃ κέχρηται τῶν ῥημάτων ἐφ’ ἑκατέρου τῶν σημαινομένων ὁ λόγος, ἀλλ’ ἵνα σοι δῷ τὰ πρόσφορα περὶ ἑκατέρου λογίζε‐ σθαι. ἐκεῖνο κατ’ ἀρχὰς γέγονεν ἡ ψυχή, ὃ εἰς ὕστερον καθαρ‐ θεῖσα πάλιν ἀναφανήσεται· ἐκεῖνο πεποίηται ταῖς χερσὶ τοῦ θεοῦ τὸ σῶμα πλασσόμενον, ὃ δείξει τοῖς καθήκουσι χρόνοις | |
15 | αὐτὸ ἡ ἀνάστασις· ὁποῖον γὰρ ἂν μετὰ τὴν ἀνάστασιν ἴδοις, τοιοῦτον πάντως παρὰ τὴν πρώτην πεποίηται. οὐδὲ γὰρ ἄλλο τι ἐστιν ἡ ἀνάστασις, εἰ μὴ πάντως ἡ εἰς τὸ ἀρχαῖον ἀπο‐ κατάστασις. Διὸ τούτοις ἐπάγει καὶ τὸ ἀκόλουθον λέγων, ὅτι ἔξω | |
20 | τοῦ ἀρχαίου ἐστὶν οὐδέν. Οὐκ ἔστι γάρ, φησί, πᾶν πρόσφατον ὑπὸ τὸν ἥλιον, ὡς ἂν εἰ ἔλεγεν, ὅτι εἴ τι μὴ κατὰ | |
τὸ ἀρχαῖόν ἐστιν, οὐδὲ ἔστιν ὅλως, ἀλλὰ νομίζεται. | 296 | |
5.297 | οὐ γὰρ ἔστι, φησί, πρόσφατόν τι ὑπὸ τὸν ἥλιον, ὥστε λαλῆσαί τινα καὶ δεῖξαί τι τῶν ἐπιγενομένων, ὅτι καινόν ἐστι τοῦτο καὶ τῷ ὄντι ὑφέστηκεν. αὕτη τῶν εἰρημένων ἐστὶν ἡ διάνοια, ἡ δὲ λέξις τοῦτον ἔχει τὸν τρόπον· Καὶ | |
5 | οὐκ ἔστι πᾶν πρόσφατον ὑπὸ τὸν ἥλιον, ὃς λαλήσει καὶ ἐρεῖ, ἴδε τοῦτο καινόν ἐστι. καὶ ἐπαγωνίζεται τοῖς εἰρημένοις διὰ τῶν ἐφεξῆς λόγων· εἴ τι ἀληθῶς, φησί, γέγονεν, ἐκεῖνό ἐστιν, ὃ ἐν τοῖς αἰῶσιν ἐγένετο τοῖς πρὸ ἡμῶν. ταύτην γὰρ ἐνδείκνυται τὴν διάνοιαν αὐτὰ τὰ ῥήματα τῆς γραφῆς | |
10 | οὕτως ἔχοντα· Ἤδη γέγονεν ἐν τοῖς αἰῶσι τοῖς γεγονόσιν ἀπὸ ἔμπροσθεν ἡμῶν. εἰ δὲ ἐπεκράτησε λήθη τῶν γενομένων, θαυμάσῃς μηδέν· καὶ γὰρ τὰ νῦν ὄντα λήθῃ συγκαλυφθήσεται. ὅτε γὰρ πρὸς κακίαν ἡ φύσις ἔρρεψε, ἐν λήθῃ τῶν ἀγαθῶν ἐγενόμεθα· ὅταν γένηται πρὸς τὸ ἀγαθὸν αὖθις ἡμῖν ἡ | |
15 | ἀνάλυσις, πάλιν τὸ κακὸν λήθῃ συγκαλυφθήσεται. ταύτην γὰρ οἶμαι τὴν διάνοιαν ἐν τοῖς εἰρημένοις εἶναι, ἐν οἷς φησιν· Οὐκ ἔστι μνήμη τοῖς πρώτοις, καί γε τοῖς ἐσχάτοις γενομένοις οὐκ ἔσται αὐτῶν μνήμη, ὡς ἂν εἰ ἔλεγεν, ὅτι τῶν ἐπιγενομένων μετὰ τὴν ἐξ ἀρχῆς εὐκληρίαν, δι’ ὧν ἐν κακοῖς γέγονε τὸ | |
20 | ἀνθρώπινον, ἐξαλείψει τὴν μνήμην τὰ πάλιν ἐν τοῖς ἐσχάτοις ἐπιγινόμενα· Οὐκ ἔσται γὰρ αὐτῶν μνήμη μετὰ τῶν γενομέ‐ | |
νων εἰς τὴν ἐσχάτην, τουτέστιν ἡ ἐσχάτη κατάστασις | 297 | |
5.298 | ἀφανισμὸν παντελῆ τῆς τῶν κακῶν μνήμης ἐμποιήσει τῇ φύσει, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΟΜΙΛΙΑ Βʹ | |
5 | Ἐγώ, φησίν, ὁ ἐκκλησιαστής. ἐμάθομεν δὲ τίς ὁ ἐκκλησιαστὴς ὁ τὰ πεπλανημένα τε καὶ διεσκορπισμένα συνάγων εἰς ἓν καὶ ποιῶν τὰ πάντα μίαν ἐκκλησίαν καὶ μίαν ποίμνην, ἵνα μηδὲν ἀνήκοον ᾖ τῆς καλῆς τοῦ ποιμένος φωνῆς τῆς τὰ πάντα ζωοποιούσης. Τὰ γὰρ ῥήματα, φησίν, | |
10 | ἃ ἐγὼ λαλῶ, πνεῦμά ἐστι καὶ ζωή ἐστιν. οὗτος ὀνομάζει ἑαυτὸν ἐκκλησιαστὴν ὡς ἰατρὸν καὶ ζωὴν καὶ ἀνάστασιν καὶ φῶς καὶ ὁδὸν θύραν τε καὶ ἀλήθειαν καὶ πάντα τὰ τῆς φιλανθρωπίας ὀνόματα. ὥσπερ οὖν τοῦ μὲν ἰατροῦ ἡ φωνὴ πρὸς τοὺς ἀσθενοῦντας οἰκείως ἔχει, ὁ δὲ τῆς ζωῆς λόγος | |
15 | ἐπὶ τῶν νεκρῶν ἐνεργὸς γίνεται τῶν ὅταν ἀκούσωσι τῆς φωνῆς τοῦ υἱοῦ τοῦ ἀνθρώπου μηκέτι ἐναπομενόντων τῇ | |
ἀρχαίᾳ νεκρότητι· οἱ δὲ ἐν χώμασιν ὄντες τὴν φωνὴν τῆς | 298 | |
5.299 | ἀναστάσεως ἐπιζητοῦσι· καὶ ὁ τοῦ φωτὸς λόγος τοῖς ἐσκοτισμένοις ἁρμόδιος ἥ τε ὁδὸς τοῖς πεπλανημένοις, ἀλλὰ καὶ ἡ θύρα τοῖς τοῦ εἰσελθεῖν δεομένοις· οὕτως καὶ ὁ ἐκ‐ κλησιαστὴς τοῖς ἐκκλησιάζουσι διαλέγεται πάντως. οὐκοῦν | |
5 | πρὸς ἡμᾶς λαλεῖ ὁ ἐκκλησιαστής. καὶ δὴ ἀκούσωμεν τῶν λόγων αὐτοῦ ἡμεῖς ἡ ἐκκλησία. ὡς γὰρ ὁ μὲν χορὸς πρὸς τὸν κορυφαῖον ὁρᾷ, πρὸς δὲ τὸν κυβερνήτην οἱ ναῦται καὶ πρὸς τὸν στρατηγὸν ἡ παράταξις, οὕτω καὶ πρὸς τὸν καθηγε‐ μόνα τῆς ἐκκλησίας οἱ ἐν τῷ πληρώματι ὄντες τῆς ἐκκλησίας. | |
10 | τί οὖν φησιν ὁ ἐκκλησιαστής; Ἐγὼ ἐγενόμην βασιλεὺς ἐπὶ Ἰσραὴλ ἐν Ἱερουσαλήμ. πότε τοῦτο; ἦ πάντως ὅτε Κατεστάθη βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ διαγγέλλων τὸ πρόσταγμα κυρίου; πρὸς ὃν εἶπεν ὁ κύριος ὅτι Υἱός μου εἶ σύ, καὶ ὅτι Σήμερον γεγέννηκά σε· | |
15 | τὸν γὰρ ποιητὴν τοῦ παντός, τὸν τῶν αἰώνων πατέρα, σήμερον εἶπε γεγεννηκέναι, ἵνα διὰ τοῦ παραθεῖναι τὸ χρονι‐ κὸν ὄνομα τῷ καιρῷ τῆς γεννήσεως μὴ τὴν προαιώνιον ὕπαρξιν, ἀλλὰ τὴν ἐν χρόνῳ ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων διὰ σαρκὸς γέννησιν παραστήσῃ ὁ λόγος. | |
20 | Ταῦτα οὖν ὁ ἀληθινὸς ἐκκλησιαστὴς διεξέρχεται διδά‐ σκων, οἶμαι, τὸ μέγα τῆς σωτηρίας μυστήριον, ὅτου χάριν ὁ θεὸς ἐν σαρκὶ ἐφανερώθη. Ἔδωκα γάρ, φησί, τὴν καρδίαν μου τοῦ ἐκζητῆσαι καὶ τοῦ κατασκέψασθαι ἐν τῇ σοφίᾳ περὶ | |
πάντων τῶν γενομένων ὑπὸ τὸν οὐρανόν. αὕτη ἡ αἰτία τοῦ | 299 | |
5.300 | ἐπιδημῆσαι διὰ σαρκὸς τοῖς ἀνθρώποις τὸν κύριον, τὸ δοῦναι τὴν καρδίαν αὐτοῦ εἰς τὸ ἐπισκέψασθαι ἐν τῇ σοφίᾳ ἑαυ‐ τοῦ περὶ τῶν ὑπὸ τὸν οὐρανὸν γενομένων. τὰ γὰρ ὑπὲρ τὸν οὐρανὸν οὐκ ἐδεῖτο τοῦ ἐπισκεπτομένου, ὡς οὐδὲ τοῦ | |
5 | ἰατρεύοντος τὸ μὴ τῇ νόσῳ κρατούμενον. ἐπεὶ οὖν περὶ γῆν τὰ κακά· τὸ γὰρ ἑρπυστικὸν θηρίον ὁ ὄφις ὁ ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ συρόμενος βρῶμα ποιεῖται τὴν γῆν οὐδὲν τῶν οὐρανίων σιτούμενος, ἀλλ’ ἐν τῷ πατουμένῳ συρόμενος πρὸς τὸ πατοῦν ἀεὶ βλέπει, τηρῶν τὴν πτέρναν | |
10 | τῆς ἀνθρωπίνης πορείας καὶ τὸν ἰὸν ἐνιεὶς ἐκείνοις τοῖς Τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων ἀπολέσασι· διὰ τοῦτο ἔδωκε τὴν καρδίαν αὐτοῦ Ἐκζητῆσαι καὶ κατασκέψασθαι περὶ πάντων τῶν γενομένων ὑπὸ τὸν οὐρανόν· ἐν γὰρ τοῖς ὑπεράνω τῶν οὐρανῶν ἀταπείνωτον βλέπει τὴν θείαν μεγα‐ | |
15 | λοπρέπειαν ὁ προφήτης λέγων, ὅτι Ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν. ἐπειδὴ δὲ τὸ ὑπουράνιον μέρος διὰ τῆς κακίας ἐταπεινώθη· οὕτω γάρ φησιν ὁ ψαλμῳδὸς ὅτι διὰ τὰς ἁμαρτίας αὐτῶν ἐταπεινώθησαν· τοῦτο ἦλθεν ὁ ἐκκλησιαστὴς ἐπισκέψασθαι, τί γέγονεν ὑπὸ τὸν οὐρανὸν | |
20 | ὃ μὴ πρότερον ἦν, πῶς εἰσῆλθεν ἡ ματαιότης, πῶς ἐπεκράτησε τὸ ἀνύπαρκτον, τίς ἡ δυναστεία τοῦ μὴ ὑπάρχοντος. τὸ γὰρ κακὸν ἀνυπόστατον, ὅτι ἐκ τοῦ μὴ ὄντος τὴν ὑπό‐ | |
στασιν ἔχει, τὸ δὲ ἐκ τοῦ μὴ ὄντος ὂν οὐδὲ ἔστι πάν‐ | 300 | |
5.301 | τως κατὰ τὴν ἰδίαν φύσιν, ἀλλ’ ὅμως τῶν τῇ ματαιότητι ὁμοιωθέντων ἐπικρατεῖ ἡ ματαιότης. Ἦλθεν οὖν ἐκζητῆσαι τῇ ἑαυτοῦ σοφίᾳ, τί γέγονεν ὑπὸ τὸν ἥλιον, τίς ἡ σύγχυσις τῶν τῇδε πραγμάτων, πῶς ἐδουλώθη | |
5 | τὸ ὂν τῷ μὴ ὄντι, πῶς δυναστεύει κατὰ τοῦ ὄντος τὸ ἀνυπό‐ στατον. καὶ εἶδεν, Ὅτι περισπασμὸν πονηρὸν ἔδωκεν ὁ θεὸς τοῖς υἱοῖς τῶν ἀνθρώπων τοῦ περισπᾶσθαι ἐν αὐτῷ. τοῦτο δὲ οὐχ, ὡς ἄν τις ἐκ τοῦ προχείρου νοήσειεν, εὐσεβές ἐστιν οἴεσθαι, ὅτι αὐτὸς ἔδωκεν ὁ θεὸς τὸν πονηρὸν τοῖς | |
10 | ἀνθρώποις περισπασμόν· ἦ γὰρ ἂν εἰς ἐκεῖνον ἡ τῶν κα‐ κῶν αἰτία ἐπαναφέροιτο. ὁ γὰρ τῇ φύσει ἀγαθὸς καὶ ἀγαθῶν πάντως παρεκτικὸς γίνεται, διότι Πᾶν δένδρον καλὸν καρποὺς καλοὺς ποιεῖ, καὶ οὔτε ἀπὸ ἀκανθῶν σταφυλὴ οὔτε ἐξ ἀμπέλου ἄκανθα φύεται. ὁ οὖν τῇ φύσει ἀγαθὸς οὐκ ἄν τι πονηρὸν ἐκ τῶν | |
15 | θησαυρῶν ἑαυτοῦ προχειρίσαιτο· οὐδὲ γὰρ ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ περισσεύματος τῆς καρδίας κακὰ λαλεῖ, ἀλλὰ κατάλληλα τῇ ἑαυτοῦ φθέγγεται φύσει· πόσῳ οὖν μᾶλλον ἡ τῶν ἀγαθῶν πηγὴ οὐκ ἄν τι τῶν πονηρῶν ἐκ τῆς ἰδίας φύσεως προχέοι; ἀλλὰ τοῦτο νοεῖν ὑποτίθεται ἡ εὐσεβεστέρα διάνοια, | |
20 | ὅτι τὸ ἀγαθὸν τοῦ θεοῦ δόμα, τοῦτο δέ ἐστιν ἡ αὐτεξούσιος κίνησις τῇ διημαρτημένῃ τῶν ἀνθρώπων χρήσει ὄργανον εἰς ἁμαρτίαν ἐγένετο. ἀγαθὸν γὰρ τῇ φύσει τὸ αὐτεξούσιον | |
καὶ ἀδούλωτον, τὸ δὲ ὑπεζευγμένον ἀνάγκαις οὐκ ἄν τις | 301 | |
5.302 | ἐν ἀγαθοῖς ἀριθμήσειεν. ἀλλ’ ἡ αὐτεξούσιος αὕτη τῆς διανοίας ὁρμὴ ἀπαιδαγωγήτως πρὸς τὴν αἵρεσιν τῆς κακίας ἀπορρυεῖσα περισπασμὸς τῆς ψυχῆς ἐγένετο ἀπὸ τῶν ὑψηλῶν τε καὶ τιμίων πρὸς τὰς ἐμπαθεῖς τῆς φύσεως | |
5 | κινήσεις κατασπασθείσης. τοῦτό ἐστιν ὃ σημαίνει τὸ ἔδωκεν, οὐχ ὅτι αὐτὸς τὸ κακὸν τῇ τῶν ἀνθρώπων ζωῇ ἐνεποίησεν, ἀλλ’ ὅτι τοῖς παρὰ τοῦ θεοῦ δοθεῖσιν ἀγαθοῖς ὁ ἄνθρωπος ὑπὸ ἀβουλίας εἰς κακῶν ὑπηρεσίαν ἐχρήσατο. σύνηθες δέ ἐστι τῇ ἁγίᾳ γραφῇ τὰ τοιαῦτα τῶν νοημάτων ταῖς τοιαύταις | |
10 | ἐξαγγέλλειν φωναῖς, ὡς τὸ Παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς πάθη ἀτιμίας καὶ Ἔδωκεν αὐτοὺς εἰς ἀδόκιμον νοῦν καὶ Ἐσκλήρυνε τὴν καρδίαν Φαραὼ καὶ τὸ Τί ἐπλάνησας ἡμᾶς, κύριε, ἀπὸ τῆς ὁδοῦ σου, ἐσκλήρυνας ἡμῶν τὰς καρδίας τοῦ μὴ φοβεῖσθαί σε, καὶ Ἐπλάνησεν αὐτοὺς ἐν ἀβάτῳ | |
15 | καὶ οὐχ ὁδῷ, καὶ Ἠπάτησάς με καὶ ἠπατήθην, καὶ ὅσα τούτοις ἐστὶν ὁμοιότροπα, ἐφ’ ὧν ἡ ἀκριβὴς διάνοια οὐ τὸ παρὰ τοῦ θεοῦ τι τῶν ἀτόπων ἐγγενέσθαι τῇ ἀνθρωπίνῃ | |
φύσει συνίστησιν, ἀλλὰ κατηγορεῖ τῆς ἐξουσίας, ἣ ἀγαθὸν | 302 | |
5.303 | μέν ἐστι καὶ θεοῦ δῶρον δεδομένον τῇ φύσει, γέγονε δὲ διὰ τῆς ἀβουλίας ἡμῖν δύναμις τῆς πρὸς τὸ ἐναντίον ῥοπῆς. εἶδεν οὖν ὁ ἐκκλησιαστὴς Σύμπαντα τὰ πεποιημένα ἐν τῷ ὑπὸ τὸν ἥλιον βίῳ, ὅτι πάντα ἦν ματαιότης. οὐκ ἦν γὰρ ὁ | |
5 | συνιῶν, οὐκ ἦν ὁ ἐκζητῶν τὸν θεόν, ἐπειδὴ πάντες ἐξέκλιναν καὶ ἅμα ἠχρειώθησαν. διὰ τοῦτο εἰπὼν ὅτι Καὶ ἰδοὺ τὰ πάντα ματαιότης τὴν αἰτίαν ἐπήγαγεν ὅτι οὐχ ὁ θεὸς τούτων αἴτιος ἀλλ’ ἡ προαίρεσις τῆς ἀνθρωπίνης ὁρμῆς, ἣν πνεῦμα ὠνόμασεν. κατηγορεῖ δὲ τούτου τοῦ πνεύματος, οὐχ ὅτι | |
10 | τοιοῦτον ἐξ ἀρχῆς ἦν· ἦ γὰρ ἂν ἔξω κατηγορίας ἦν εἰ τοιοῦτον ἐγένετο· ἀλλ’ ὅτι διαστραφὲν ἐξηρμόσθη τοῦ κόσμου. Διεστραμμένον γάρ, φησίν, οὐ δυνήσεται ἐπικοσμηθῆναι, τουτέστιν οὐκ ἂν γένοιτο τῇ παρὰ τοῦ θεοῦ διακοσμηθείσῃ κτίσει οἰκεῖον τὸ ἐνδιάστροφον. ὥσπερ γὰρ ὁ τεχνίτης ὁ κατὰ | |
15 | πρόθεσίν τι ἑαυτῷ τεκταινόμενος κανόνι καὶ σπάρτῳ διευθύνει τὰ μέρη τὰ τὴν ἐργασίαν τοῦ σκεύους διὰ τῆς τεχνικῆς πρὸς | |
ἄλληλα θέσεως συμπεραίνοντα· εἰ δέ τι τούτων μὴ κατὰ | 303 | |
5.304 | τὴν σπάρτον διευθυνθείη, οὐ παραδέχεται πάντως τὴν διαστροφὴν ἡ εὐθὴς ἁρμονία, ἀλλὰ χρὴ κἀκεῖνο ὑπαχθῆναι τῇ σπάρτῳ καὶ εὐθὺ γενέσθαι, εἰ μέλλοι τῷ εὐθεῖ συναρμόζε‐ σθαι· οὕτω φησὶν ὁ ἐκκλησιαστής, ὅτι ἡ παρὰ τῆς κακίας | |
5 | διαστραφεῖσα φύσις τῇ κεκοσμημένῃ ὑπὸ τοῦ ὀρθοῦ λόγου κτίσει ἐγγενέσθαι οὐ δύναται. Καὶ ὑστέρημα, φησίν, οὐ δυνήσεται ἀριθμηθῆναι. ὑστερεῖσθαι τὸ λείπεσθαι ἡ γραφικὴ συνήθεια νοεῖν διδάσκει, καὶ τοῦτο ἐκ πολλῶν ἔστι πιστώσασθαι. ὁ γὰρ Ἐν παντὶ καὶ ἐν πᾶσι μεμυημένος | |
10 | Παῦλος οἶδε καὶ ὑστερεῖσθαι καὶ περισσεύειν· καὶ ὁ διὰ τῆς ἀσωτίας τὴν πατρικὴν ἐκδαπανήσας οὐσίαν λιμοῦ κατασχόντος ἤρξατο ὑστερεῖσθαι· καὶ περὶ τῶν ἁγίων ὁ Παῦλος διεξιὼν τά τε ἄλλα φησὶ περὶ αὐτῶν, ἐν οἷς ἐκακοπά‐ θουν τῷ σώματι, καὶ τοῦτο προστίθησιν, ὅτι Ὑστερούμενοι | |
15 | καὶ θλιβόμενοι. οὐκοῦν καὶ ἐνταῦθα Ὑστέρημα ὁ λόγος εἰπὼν τὸ λεῖπον διὰ τῆς φωνῆς ἐνεδείξατο· τὸ δὲ λεῖπον ἐναρίθμιον τοῖς οὖσι γενέσθαι οὐ δύναται. καὶ γὰρ οἱ μαθηταί, ἕως μὲν πάντες ἦσαν ἐν τῷ ἰδίῳ πληρώματι, δυοκαίδεκα ἦσαν τὸν ἀριθμόν, ἐπεὶ δὲ ἀπώλετο ὁ υἱὸς τῆς ἀπωλείας, ἐκολοβώ‐ | |
20 | θη ὁ ἀριθμὸς τῷ μὴ συναριθμεῖσθαι τοῖς οὖσι τὸν λείποντα· ἕνδεκα γὰρ μετὰ τὸν Ἰούδαν καὶ ἦσαν καὶ ὠνομάζοντο. τὸ οὖν Ὑστέρημα, φησίν, οὐ δυνήσεται τοῦ ἀριθμηθῆναι. | |
τί τοῦτο σημαίνει διὰ τοῦ λόγου; ὅτι ἦν ποτε καὶ τὸ καθ’ | 304 | |
5.305 | ἡμᾶς τῷ παντὶ ἐναρίθμιον· συνετελοῦμεν γὰρ καὶ ἡμεῖς εἰς τὴν ἱερὰν τῶν λογικῶν προβάτων ἑκατοντάδα. ἐπεὶ δὲ ἀπεβουκολήθη τῆς οὐρανίου διαγωγῆς τὸ ἓν πρόβατον ἡ ἡμετέρα φύσις διὰ κακίας πρὸς τὸν ἁλμυρὸν τοῦτον καὶ | |
5 | αὐχμῶντα τόπον κατασπασθεῖσα, οὐκέτι ὁ αὐτὸς ἀριθμὸς ἐπὶ τοῦ ποιμνίου τῶν ἀπλανῶν μνημονεύεται, ἀλλ’ ἐνε‐ νήκοντα καὶ ἐννέα κατονομάζονται· τὸ γὰρ μάταιον ἔξω τοῦ ἀριθμοῦ τῶν ὑφεστώτων γίνεται, διότι Ὑστέρημα οὐ δυνήσεται τοῦ ἀριθμηθῆναι. ἦλθεν οὖν ζητῆσαι καὶ σῶσαι | |
10 | τὸ ἀπολωλὸς καὶ ἐπὶ τῶν ὤμων λαβὼν ἀποκαταστῆσαι τοῖς οὖσι τὸ τῇ ματαιότητι τῶν ἀνυπάρκτων ἐναπολλύμενον, ἵνα πάλιν ἄρτιος γένηται ὁ τῆς κτίσεως τοῦ θεοῦ ἀριθμός, ἀποσωθέντος τοῦ ἀπολωλότος τοῖς μὴ ἀπολλυμένοις. Τίς οὖν ἡ τοῦ πλανηθέντος ἐπάνοδος καὶ τίς ὁ τρόπος | |
15 | τῆς ἀπὸ τῶν κακῶν πρὸς τὸ ἀγαθὸν ἀναλύσεως, ἐν τοῖς ἐφεξῆς διδασκόμεθα. ὁ γὰρ πεπειραμένος Κατὰ πάντα καθ’ ὁμοιότητα χωρὶς ἁμαρτίας ἐκ τῶν ἡμετέρων ἡμῖν διαλέγεται. ὁ τὰς ἀσθενείας ἡμῶν ἀναλαβὼν δι’ αὐτῶν τῶν ἀσθενημάτων τῆς φύσεως τὴν ἔξω κακίας ὁδὸν ὑποδείκνυσι. νῦν γάρ μοι | |
20 | νόησον τὴν σοφίαν ἐξ αὐτοῦ τοῦ κατὰ σάρκα Σολομῶντος ἡμῖν διαλέγεσθαι, διαλέγεσθαι δὲ ταῦτα, δι’ ὧν ἂν μάλιστα πρὸς ὑπεροψίαν ὁδηγηθείημεν τῶν παρὰ τοῖς ἀνθρώποις σπουδαζο‐ | |
μένων. οὐ γὰρ καθ’ ὁμοιότητα τῶν πολλῶν, οἷς οὐκ ἔστι κατ’ | 305 | |
5.306 | ἐξουσίαν τὸ καταθύμιον, καὶ ὁ παρ’ αὐτοῦ γίνεται λόγος, ὡς διὰ τούτου τὸ ἀναξιόπιστον ἔχειν, κατηγορῶν ἐκείνων, ὧν οὐ πεπείραται. ἡμεῖς γὰρ οὐ τῇ ἑαυτῶν πείρᾳ πάντα μανθάνομεν, ἀλλὰ διὰ μόνων τῶν λογισμῶν ἐκεῖνα γινώσκομεν, | |
5 | ὧν τὴν ἀπολαυστικὴν τῶν ἡδέων πεῖραν ἡ πενία κωλύει. κἄν τινι προσάγηται συμβουλὴ παρ’ ἡμῶν, τὸ παρ’ οὐδὲν ἡγεῖσθαι δεῖν τὰ ὑπὸ τῶν ἀνθρώπων τιμώμενα, πρόχειρος ἡ παραγραφὴ τοῦ ἀκούοντος, τὸ διὰ τοῦτο ἡμᾶς ἀτιμάζειν ἐκεῖνα, ὅτι μὴ τῇ πείρᾳ τὴν ἐν αὐτοῖς ἡδονὴν ἐγνωρίσαμεν. | |
10 | ἐπὶ δὲ τοῦ ταῦτα ἡμῖν διαλεγομένου ἀργεῖ πᾶσα τοιαύτη ἀντίρρησις. Σολομὼν γάρ ἐστιν ὁ ταῦτα λέγων. ὁ δὲ Σολομὼν οὗτος τρίτος ἦν ἐν τοῖς βασιλεῦσι τοῦ Ἰσραὴλ μετὰ τὸν Σαοὺλ ἐκεῖνον καὶ τὸν παρὰ τοῦ κυρίου ἐξειλεγμένον Δαβίδ. αὐτὸς τὴν ἀρχὴν παρὰ τοῦ πατρὸς ἐκδεξάμενος καὶ αὐξηθείσης | |
15 | εἰς μέγεθος ἤδη τοῖς Ἰσραηλίταις τῆς δυναστείας ἀναδεί‐ κνυται βασιλεύς· ὃς οὐκέτι διὰ πολέμου καὶ μάχης τρίβων τὸ ὑποχείριον, ἀλλὰ κατὰ πᾶσαν ἐξουσίαν τῇ εἰρήνῃ ἐμβιοτεύων ἔργον ἐποιεῖτο οὐ τὴν κτῆσιν τῶν μὴ προσόντων, ἀλλὰ τὴν ἀπόλαυσιν τῶν περιόντων. ὡς οὖν οὐδενὸς αὐτῷ πρὸς οὐδὲν | |
20 | τῶν καταθυμίων ὄντος κωλύματος· ἥ τε γὰρ περιουσία τῇ ἐπιθυμίᾳ συνεξετείνετο καὶ ἡ σχολὴ πρὸς τὴν ἀπόλαυσιν ἄνετος ἦν· οὐδενὸς τῶν ἀβουλήτων τὴν ἐν τοῖς καταθυμίοις διαγωγὴν ἐπικόπτοντος, τά τε ἄλλα σοφὸς ὢν καὶ ἐφευρεῖν | |
τι τῶν καθ’ ἡδονὴν ὑπὸ συνέσεως ἱκανὸς εἶπε τὰ καὶ τὰ | 306 | |
5.307 | τῶν πρὸς ἀπόλαυσιν σπουδαζομένων ἐπινοῆσαι καὶ πάντα ποιήσας, ὅσα καθεξῆς τῷ λόγῳ ἀπηριθμήσατο, δι’ αὐτῆς εἶπε μεμαθηκέναι τῆς πείρας, ὅτι ἓν πέρας ἐστὶ τῶν ἐν τούτοις σπουδαζομένων ἡ ματαιότης. τάξιν δὲ τοιαύτην | |
5 | ἐπέθηκε τῷ διηγήματι, ὡς πρῶτον μὲν ἐν τοῖς πρώτοις χρόνοις τῆς ἑαυτοῦ ζωῆς τῇ παιδεύσει δοῦναι σχολὴν καὶ μὴ καταμαλακισθῆναι πρὸς τὰς ἐκ τῶν τοιούτων πόνων σπουδάς, χρήσασθαι δὲ τῇ προαιρέσει τοῦ πνεύματος, τουτέστι τῇ ὁρμῇ τῆς φύσεως, εἰς προσθήκην γνώσεως, εἰ καὶ μετὰ | |
10 | πόνων κατωρθοῦτο τὸ σπουδαζόμενον, καὶ οὕτως αὐξηθεὶς διὰ σοφίας μὴ λόγῳ κατασκέψασθαι τὴν ἐμπαθῆ καὶ ἄλογον περὶ τὰς σωματικὰς ἀπολαύσεις τῶν ἀνθρώπων ἀπάτην, ἀλλὰ καὶ δι’ αὐτῆς τῆς πείρας ἑκάστου τῶν σπουδαζομένων ἐπιγνῶναι τὸ μάταιον. | |
15 | Ὁ μὲν οὖν σκοπὸς τῶν μετὰ τὰ προεξητασμένα γεγραμ‐ μένων οὗτός ἐστι. καιρὸς δ’ ἂν εἴη καὶ αὐτὴν παραθέσθαι καθεξῆς κατὰ τὸ ἀκόλουθον τῶν γεγραμμένων τὴν ἐπὶ λέξεως θεωρίαν. Ἐλάλησα ἐγὼ ἐν τῇ καρδίᾳ μου τῷ λέγειν, ἰδοὺ ἐμεγαλύνθην ἐγώ. ἐπειδὴ γὰρ εἶδον, φησίν, περὶ ἐμαυτὸν | |
20 | τὸ ἐκ τῆς δυναστείας μέγεθος καὶ τὸν ὄγκον τῆς βασιλείας ἀθρόως ἐπιγενόμενον, οὐκ ἔστην ἐπὶ τῶν παρόντων οὐδὲ αὐταρκὲς ᾠήθην εἰς εὐκληρίαν βίου τὸ ἀπόνως μοι προσγενό‐ μενον, ἀλλὰ πρὸ τούτων τὸ τῆς σοφίας κτῆμα περὶ παντὸς | |
ἐποιησάμην, ὃ οὐκ ἔστι δυνατὸν ἄλλως εἰ μὴ μετὰ πόνων | 307 | |
5.308 | τε καὶ ἱδρώτων κτήσασθαι. διὰ τοῦτο εἰπών, ὅτι Ἐλάλησα ἐγὼ ἐν τῇ καρδίᾳ μου τῷ λέγειν, ἰδοὺ ἐμεγαλύνθην ἐγὼ ἐπήγαγε τὸ Καὶ προσέθηκα σοφίαν. τὸν γὰρ κατὰ τὸ αὐτό‐ ματόν μοι προσγεγονότα τῆς δυναστείας ὄγκον ηὔξησα τῇ | |
5 | τῆς σοφίας προσθήκῃ, ταῦτα κατ’ ἐμαυτὸν εἰπών, ὅτι χρὴ μάλιστα διὰ τούτου τῶν προγεγονότων βασιλέων δειχθῆναι ὑπέρτερον καὶ ἐν σοφίᾳ τὸ πλέον ἔχειν. Προσέθηκα γὰρ σοφίαν ἐν πᾶσι τοῖς γενομένοις ἔμπροσθέν μου ἐν Ἱερουσαλήμ, καὶ ὅπως ἂν ταῦτα γένοιτο κατενόησα. τίς | |
10 | γὰρ οὐκ οἶδεν, ὅτι ἐν τῇ γνώσει τῶν ἑτέροις προπεπονημένων τοῖς φιλοπονοῦσιν ἡ σοφία συνίσταται; διὸ φησίν· ἡ καρδία μου εἶδε πολλά, σοφίαν καὶ γνῶσιν, οὐ κατὰ τὸ αὐτό‐ ματον ἀκμητὶ τῆς τῶν τοιούτων γνώσεως ἐγγενομένης, ἀλλ’ ἐπειδή, φησίν, Ἔδωκα τὴν καρδίαν μου τοῦ γνῶναι | |
15 | σοφίαν καὶ γνῶσιν, ὡς οὐκ ἂν μαθὼν ἐκεῖνα, εἰ μὴ πόνος τε καὶ μελέτη τῆς γνώσεως αὐτῶν καθηγήσατο· ἀλλὰ καὶ Παραβολάς, φησί, καὶ ἐπιστήμην ἔγνων, τουτέστι τὴν ἐξ ἀναλογίας γινομένην τοῦ ὑπερκειμένου κατάληψιν διὰ τῆς | |
παραθέσεως τῶν γινωσκομένων. καὶ ταῦτα μεμαθηκέναι | 308 | |
5.309 | λέγει· Παραβολὰς γάρ, φησί, καὶ ἐπιστήμην ἔγνων, καθάπερ καὶ ἐν τῷ εὐαγγελίῳ διδάσκων τοὺς ἀκροωμένους ὁ κύριος τὸν περὶ τῆς βασιλείας λόγον ὑπ’ ὄψιν ἄγει, ἢ μαργαρίτην ἢ θησαυρὸν ἢ γάμον ἢ κόκκον ἢ ζύμην ἤ τι τοιοῦτον διηγησά‐ | |
5 | μενος, οὐ ταῦτα λέγων εἶναι τὴν βασιλείαν, ἀλλὰ διὰ τῆς ὁμοιώσεως τῶν ἐν τούτοις σημαινομένων ἐναύσματά τινα καὶ αἰνίγματα τῶν ὑπὲρ κατάληψιν πραγμάτων παραβολικῶς τοῖς ἀκούουσιν ὑποδείκνυσιν. καὶ εἰς τοῦτό μοι γέγονε, φησίν, ἡ προαίρεσις τοῦ πνεύματος, τὸ γενέσθαι μοι πλῆθος σοφίας, | |
10 | ὡς ἂν διὰ τοῦ γενέσθαι σοφὸς μὴ διαμάρτοιμι τῆς τῶν ὄντων γνώσεως μηδὲ ἐκτὸς γενοίμην τῆς τοῦ λυσιτελοῦντος εὑρέσεως. ἐκ γὰρ σοφίας ἡ γνῶσις συνίσταται, ἡ δὲ γνῶσις εὐκολωτέραν ἡμῖν ποιεῖ τὴν τοῦ ὑπερέχοντος κρίσιν. τοῦτο δὲ οὐκ ἀκμητὶ τοῖς σπουδάζουσι παραγίνεσθαι πέφυκεν, | |
15 | ἀλλ’ ὁ προστιθεὶς ἑαυτῷ γνῶσιν συνεπιτείνει πάντως τῇ μαθήσει τὸν πόνον. διὸ φησίν, ὅτι Ὁ προστιθεὶς γνῶσιν προσθήσει ἄλγημα. καὶ τοιοῦτος γεγονὼς τότε τῶν ἡδέων ὡς ματαίων καταψηφίζεται. Λέγει γὰρ ὅτι Εἶπα ἐγὼ ἐν τῇ καρδίᾳ μου, δεῦρο δή, | |
20 | πειράσω σε ἐν εὐφροσύνῃ, καὶ ἰδὲ ἐν ἀγαθοῖς, καί γε τοῦτο ματαιότης. οὐ γὰρ εὐθὺς ἔδωκεν ἑαυτὸν τῇ τοιαύτῃ πείρᾳ οὐδὲ ἄγευστος τοῦ κατεσκληκότος τε καὶ σεμνοτέρου βίου | |
πρὸς τὴν τῶν ἡδέων μετουσίαν κατώλισθεν, ἀλλ’ ἐνασκηθεὶς | 309 | |
5.310 | ἐκείνοις καὶ κατορθώσας τῷ ἤθει τὸ ἀμειδὲς καὶ ἀνένδοτον, δι’ ὧν μάλιστα τὰ τῆς σοφίας μαθήματα τοῖς σπουδάζουσι γίνεται, τότε καθίησι πρὸς τὰ τῇ αἰσθήσει τερπνὰ νομιζόμενα, οὐ πάθει πρὸς ταῦτα καθελκυσθείς, ἀλλὰ τοῦ ἐπισκέψασθαι | |
5 | χάριν, εἴ τι συντελεῖ πρὸς τὴν τοῦ ἀληθινῶς ἀγαθοῦ γνῶσιν ἐν τούτοις γενομένη ἡ αἴσθησις. ἐπεὶ τό γε κατ’ ἀρχὰς ἐχθρὸν ἑαυτοῦ ποιεῖται τὸν γέλωτα καὶ περιφορὰν ὀνομάζει τὸ πάθος, ὅπερ ἴσον ἐστὶ κατὰ διάνοιαν τῇ παραφορᾷ τε καὶ παρανοίᾳ· ἦ τί γὰρ ἂν ἄλλο τις ὀνομάσειε κυρίως τὸν γέλωτα, | |
10 | ὃς μήτε λόγος ἐστὶ μήτε ἔργον ἐπί τινι σκοπῷ κατορθούμενον, διάχυσις δὲ σώματος ἀπρεπὴς καὶ πνεύματος κλόνος καὶ βρασμὸς ὅλου τοῦ σώματος καὶ διαστολὴ παρειῶν καὶ γύμνωσις ὀδόντων τε καὶ οὔλων καὶ ὑπερῴας αὐχένος τε λυγισμὸς καὶ φωνῆς παράλογος θρύψις συνεπικοπτομένης τῇ | |
15 | κλάσει τοῦ πνεύματος· τί ἂν ἄλλο εἴη τοῦτο, φησί, καὶ οὐ παράνοια; διό φησι Τῷ γέλωτι εἶπον περιφοράν, ὡς ἂν εἰ ἔλεγε τῷ γέλωτι, ὅτι· μαίνῃ καὶ παρεξέστηκας καὶ οὐκ ἐντὸς τοῦ | |
καθεστῶτος μένεις, ἑκουσίως ἀσχημονῶν καὶ διαστρέφων | 310 | |
5.311 | ἐν τῷ πάθει τὸ εἶδος, ἐπ’ οὐδενὶ χρησίμῳ τὴν διαστροφὴν ἐργαζόμενος. εἶπον δὲ Καὶ τῇ εὐφροσύνῃ, τί τοῦτο ποιεῖς; ὅπερ ἴσον ἐστὶ τῷ λέγειν, ὅτι· πρὸς τὴν ἡδονὴν ἀντιστατικῶς ἔσχον ὑποπτεύων αὐτῆς τὸν προσεγγισμόν, οἱονεὶ κλέπτου | |
5 | τινὸς λαθραίως ἐντὸς παραδυομένου τῶν τῆς ψυχῆς ταμιείων, οὐκ ἀφῆκά ποτε κατακρατῆσαι τῆς διανοίας αὐτήν. εἰ γὰρ ἔγνων μόνον τὴν ἡδονὴν οἷόν τι θηρίον τὰς αἰσθήσεις μου περιέρπουσαν, εὐθὺς 〈ἂν〉 ἀπεμαχόμην τε πρὸς αὐτὴν καὶ ἀντέβαινον, Τί ταῦτα ποιεῖς λέγων πρὸς τὴν ἀνδραποδώδη | |
10 | ταύτην καὶ ἄλογον εὐφροσύνην· τί ἐκθηλύνεις τὸ ἀνδρῶδες τῆς φύσεως; τί καταμαλάσσεις τῆς διανοίας τὸ σύντονον; τί ἐκνευρίζεις τῆς ψυχῆς τὸν τόνον; τί διαλυμαίνῃ τοῖς λογισμοῖς; τί μοι τὸ καθαρὸν τῆς τῶν νοημάτων αἰθρίας τῇ παρ’ ἑαυτῆς ὁμίχλῃ ζόφον ποιεῖς; | |
15 | Ταῦτα, φησί, καὶ τὰ τοιαῦτα ποιήσας Ἐσκεψάμην εἰ ἡ καρδία μου ἑλκύσει ὡς οἶνον τὴν σάρκα μου, τουτέστιν ὅπως ἂν ἐπικρατεστέρα γένοιτο ἡ τῶν νοητῶν ἐπιμέλεια τῶν τῆς σαρκὸς κινημάτων, ὥστε μὴ στασιάζειν πρὸς ἑαυτὴν τὴν φύσιν, ἄλλα μὲν τῆς διανοίας προαιρουμένης, πρὸς ἕτερα | |
20 | δὲ τῆς σαρκὸς ἀφελκούσης, ἀλλ’ ὡς καταπειθὲς καὶ ὑποχείριον | |
ποιῆσαι τῷ νοητῷ τῆς ψυχῆς μέρει τὸ τῆς σαρκὸς ἡμῶν | 311 | |
5.312 | φρόνημα, ἑλκυσθέντος τε καὶ καταποθέντος τοῦ ἐλαττουμένου ἐν τῷ πλεονάζοντι, ὃν τρόπον ἐπὶ τῶν διψώντων γίνεται· οὐ γὰρ ἐναπομένει ὁ οἶνος τῇ κύλικι, εἴ γε τῷ διψῶντι στόματι προσαχθείη, ἀλλὰ μεθίσταται πρὸς τὸν πίνοντα | |
5 | καὶ ἀφανὴς γίνεται μετὰ σπουδῆς ἐπὶ τὸ ἐντὸς εἰσελκόμενος. οὗ γενομένου ἀπλανής μοι καὶ ἀνεμπόδιστος ἐγένετο ἡ ὁδηγία πρὸς τὴν ἐπιστήμην τῶν ὄντων. Ἡ καρδία γάρ μου, φησίν, ὡδήγησέ με ἐν σοφίᾳ, δι’ ἧς κατεκράτησα τῆς ἐπαναστάσεως τῶν ἡδονῶν, καὶ γέγονέ μοι ἡ παίδευσις | |
10 | αἰτία τοῦ κρατῆσαι ἐπὶ εὐφροσύνῃ. οὕτω γὰρ περιέχει ἡ ἀκολουθία τῆς λέξεως. τόδε μοι μάλιστα κατὰ τὴν γνῶσιν σπουδαζόμενον ἦν τὸ ἐπὶ μηδενὶ ματαίῳ τὴν ζωὴν ἀσχολῆσαι, ἀλλ’ εὑρεῖν ἐκεῖνο τὸ ἀγαθόν, οὗ τις ἐπιτυχὼν οὐχ ἁμαρτάνει τῆς τοῦ συμφέροντος κρίσεως, ὃ διαρκές τέ ἐστι καὶ οὐ | |
15 | πρόσκαιρον καὶ πάσῃ τῇ ζωῇ παρατείνεται, ἐπ’ ἴσης ἀγαθὸν πάσῃ ἡλικίᾳ γινόμενον καὶ πρώτῃ καὶ μέσῃ καὶ τελευταίᾳ καὶ παντὶ τῷ τῶν ἡμερῶν ἀριθμῷ. Ἕως οὗ γὰρ ἴδω, φησί, ποῖον τὸ ἀγαθὸν τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὃ ποιήσουσιν ὑπὸ τὸν ἥλιον ἀριθμὸν ἡμερῶν ζωῆς αὐτῶν. τὰ γὰρ διὰ σαρκὸς | |
20 | σπουδαζόμενα, κἂν ὅτι μάλιστα πρὸς τὸ παρὸν δελεάζῃ τὴν αἴσθησιν, ἐν ἀκαρεῖ τὸ εὐφραῖνον ἔχει· οὐ γὰρ ἔστιν ἐπ’ οὐδενὶ τῶν ἐν τῷ σώματι γινομένων διαρκῶς ἡσθῆναι, | |
ἀλλ’ ἡ τοῦ πίνειν ἡδονὴ συναπολήγει τῷ κόρῳ, καὶ ἐπὶ | 312 | |
5.313 | τοῦ ἐσθίειν ὡσαύτως ἡ πλησμονὴ τὴν ὄρεξιν ἔσβεσε, καὶ εἴ τις ἄλλη ἐπιθυμία κατὰ τὸν αὐτὸν τρόπον τῇ τοῦ ἐπιθυμητοῦ μετουσίᾳ κατεμαράνθη, κἂν πάλιν γένηται, πάλιν μαραίνεται· διαρκεῖ δὲ οὐδὲν εἰς ἀεὶ τῶν τῇ αἰσθήσει | |
5 | τερπνῶν οὐδὲ ὡσαύτως ἔχει. καὶ ἔτι πρὸς τούτοις ἄλλο τῇ νηπιότητι ἀγαθὸν καὶ ἕτερον τῇ τῆς ἡλικίας ἀκμῇ, ἄλλο τῷ παρακμάσαντι καὶ ἕτερον τῷ παρ’ ἡλικίαν, καὶ τῷ γέροντι πάλιν ἄλλο τῷ εἰς γῆν ἤδη ῥέποντι. ἐγὼ δέ, φησίν, ἐζήτουν ἐκεῖνο τὸ ἀγαθόν, ὃ πάσῃ ἡλικίᾳ καὶ παντὶ τῷ χρόνῳ τῆς ζωῆς | |
10 | ἐπ’ ἴσης ἀγαθόν ἐστιν, οὗ κόρος οὐκ ἐλπίζεται καὶ πλησμονὴ οὐχ εὑρίσκεται, ἀλλὰ συμπαρατείνεται τῇ μετουσίᾳ ἡ ὄρεξις, καὶ συνακμάζει τῇ ἀπολαύσει ὁ πόθος καὶ τῇ τοῦ ἐπιθυμητοῦ ἐπιτυχίᾳ οὐ περιγράφεται, ἀλλ’ ὅσῳ μᾶλλον ἐντρυφᾷ τῷ ἀγαθῷ, τοσούτῳ μᾶλλον ἡ ἐπιθυμία τῇ τρυφῇ | |
15 | συνεκκαίεται, καὶ ἡ τρυφὴ τῇ ἐπιθυμίᾳ συνεπιτείνεται καὶ κατὰ πᾶν διάστημα τῆς ζωῆς ἀεὶ καλὸν τοῖς μετιοῦσι γίνεται, οὐδὲν τῷ ἀστάτῳ τῶν ἡλικιῶν τε καὶ τῶν χρόνων συν‐ αλλοιούμενον, ὃ καὶ μύοντι καὶ ἀναβλέποντι, εὐημεροῦντι καὶ λυπουμένῳ, νυκτερεύοντί τε καὶ διημερεύοντι, πεζεύοντι | |
20 | καὶ θαλαττεύοντι, ἐνεργοῦντι καὶ ἀνειμένῳ, ἄρχοντι καὶ δουλεύοντι καὶ πᾶσιν ἁπαξαπλῶς τοῖς κατὰ τὸν βίον ἐπ’ ἴσης | |
ἀγαθόν ἐστιν, ὑπὸ τῶν περιστατικῶς τινι συμπιπτόντων | 313 | |
5.314 | οὔτε τι χεῖρον οὔτε κρεῖττον γινόμενον, οὔτε ἐλαττούμενον οὔτε αὐξόμενον. τοῦτό ἐστι, κατά γε τὸν ἐμὸν λόγον, τὸ ὄντως ὂν ἀγαθόν, ὅπερ ἰδεῖν ὁ Σολομὼν ἐζήτει, ὃ ποιήσουσιν οἱ ἄνθρωποι ὑπὸ τὸν ἥλιον κατὰ πάντα τὸν ἀριθμὸν τῶν ἡμερῶν | |
5 | τῆς ζωῆς αὐτῶν. ὅπερ οὐδὲν ἕτερον εἶναί μοι φαίνεται ἢ τὸ τῆς πίστεως ἔργον, ἧς ἡ ἐνέργεια κοινή τε πᾶσίν ἐστιν, ἐκ τοῦ ὁμοτίμου τοῖς ἐθέλουσι προκειμένη καὶ παντοδυνάμως καὶ διαρκῶς τῇ ζωῇ παραμένουσα. τοῦτό ἐστι τὸ ἀγαθὸν ἔργον, ὃ καὶ ἐν ἡμῖν γένοιτο ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ | |
10 | ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. ΟΜΙΛΙΑ Γʹ Τί μετὰ τοῦτο ἡμᾶς ἡ ἐκκλησιαστικὴ διδάσκει φωνή, καιρὸς ἂν εἴη διερευνήσασθαι. μεμαθήκαμεν ἐν πρώτοις, ἃ μεμαθήκαμεν, ὅτι ὁ πᾶσαν ἐκκλησιάζων τὴν κτίσιν καὶ τὰ | |
15 | ἀπολωλότα ζητῶν καὶ τὰ πεπλανημένα συναθροίζων εἰς ἕν, οὗτος ἐπισκέπτεται τὸν ἐπίγειον βίον. ἐπίγειον γάρ ἐστι τὸ | |
ὑπουράνιον, ὅπερ ὁ λόγος τὸ ὑπὸ τὸν οὐρανὸν ὀνομάζει, ἐν ᾧ | 314 | |
5.315 | κατακρατεῖ ἡ ἀπάτη καὶ ἡ ματαιότης καὶ τὸ ἀνύπαρκτον. ἐν δὲ τῇ δευτέρᾳ μεμαθήκαμεν ἐξηγήσει τὸ ἐκ προσώπου τοῦ Σολομῶντος γίνεσθαι τὴν κατηγορίαν τῆς ἀπολαυστικῆς τε καὶ ἐμπαθοῦς διαθέσεως, ὡς ἂν ἡμῖν ἀξιόπιστος γένοιτο | |
5 | ἡ τῶν τοιούτων ἀθέτησις, τοῦ κατὰ πᾶσαν ἐξουσίαν τὸ πρὸς ἡδονὴν εἰς ἀπόλαυσιν ἔχοντος καὶ πάντα τὰ δοκοῦντα παρὰ τοῖς ἀνθρώποις σπουδάζεσθαι ἀντ’ οὐδενὸς διαπτύοντος. Τί τοίνυν κατὰ τὸ ἀκόλουθον ἐπὶ τοῦ παρόντος ἐκ τρίτου μανθάνομεν; ὃ πάντων μάλιστα οἶμαι κατάλληλον εἶναι | |
10 | τοῖς ἐκκλησιάζουσι μάθημα, λέγω δὲ τὴν περὶ τῶν μὴ κατὰ λόγον γεγενημένων ἐξομολόγησιν, ἣ τὸ τῆς αἰσχύνης ἐμποιεῖ τῇ ψυχῇ πάθος διὰ τῆς τῶν ἀτόπων ἐξαγορεύσεως. ἔοικε γὰρ μέγα τι καὶ ἰσχυρὸν πρὸς τὴν τῆς ἁμαρτίας ἀποφυγὴν ὅπλον εἶναι ἡ ἐναποκειμένη τοῖς ἀνθρώποις αἰδώς, | |
15 | εἰς αὐτὸ τοῦτο, οἶμαι, παρὰ τοῦ θεοῦ ἐντεθεῖσα τῇ φύσει, ὡς ἂν ἡμῖν ἀποτροπὴ τῶν χειρόνων ἡ τοιαύτη τῆς ψυχῆς διάθεσις γένοιτο. συγγενῶς δὲ ἔχει πρὸς ἄλληλα καὶ οἰκείως τό τε κατὰ τὴν αἰδῶ καὶ τὸ κατ’ αἰσχύνην πάθος, δι’ ὧν ἀμφοτέρων ἡ ἁμαρτία κωλύεται, εἴπερ ἐθέλοι τις πρὸς | |
20 | τοῦτο χρήσασθαι τῇ τοιαύτῃ τῆς ψυχῆς διαθέσει. μᾶλλον γὰρ τοῦ φόβου πολλάκις ἡ αἰδὼς πρὸς τὴν ἀποφυγὴν τῶν ἀτόπων ἐπαιδαγώγησεν, ἀλλὰ καὶ ἡ αἰσχύνη ἡ ἐπακολουθοῦσα | |
τοῖς ἐλέγχοις τοῦ πλημμελήματος ἱκανὴ δι’ ἑαυτῆς σωφρονίσαι | 315 | |
5.316 | τὸν ἁμαρτάνοντα πρὸς τὸ μὴ πάλιν ἐν τοῖς ὁμοίοις γενέσθαι. καὶ ἔστιν, ὡς ἄν τις ὅρῳ τὴν διαφορὰν αὐτῶν ὑπογράψειεν, αἰσχύνη μὲν ἐπιτεταμένη αἰδώς, αἰδὼς δὲ τὸ ἔμπαλιν ὑφειμένη αἰσχύνη. δείκνυται δὲ καὶ τῷ κατὰ πρόσωπον | |
5 | χρώματι ἡ τῶν παθῶν διαφορά τε καὶ κοινωνία. ἡ μὲν γὰρ αἰδὼς ἐρυθήματι μόνῳ ἐπισημαίνεται, συμπαθόντος πως τῇ ψυχῇ τοῦ σώματος κατά τινα φυσικὴν συνδιάθεσιν καὶ τοῦ περικαρδίου θερμοῦ πρὸς τὴν ἐπιφάνειαν τῆς ὄψεως ἀναζέσαντος, ὁ δὲ αἰσχυνθεὶς ἐπὶ τῇ φανερώσει τοῦ πλημ‐ | |
10 | μελήματος πελιδνὸς γίνεται καὶ ὑπέρυθρος, τοῦ φόβου τὴν χολὴν τῷ ἐρυθήματι μίξαντος. τὸ οὖν τοιοῦτον πάθος ἱκανὸν ἂν γένοιτο τοῖς προειλημμένοις τινὶ τῶν ἀτόπων εἰς τὸ μηκέτι ἐν τούτοις γενέσθαι, ὧν ἂν τὸν ἔλεγχον ἐν αἰσχύνῃ ποιήσωνται. εἰ δὴ ταῦτα οὕτως ἔχει καὶ δεόντως ὁ λόγος τοῦ πάθους | |
15 | κατεστοχάσατο, ὡς ἐπὶ φυλακῇ τῶν πλημμελημάτων τῆς | 316 |
5.317 | τοιαύτης διαθέσεως ἐγγινομένης τῇ φύσει, καλῶς ἐστιν ἴδιον μάθημα τῆς ἐκκλησίας ἡγήσασθαι τὸ διὰ τῆς ἐξαγορεύ‐ σεως τῶν πεπλημμελημένων κατόρθωμα· ἔστι γὰρ διὰ τούτου τὴν ἑαυτοῦ ψυχὴν τῷ τῆς αἰσχύνης ὅπλῳ κατασφαλίσασθαι. | |
5 | ὥσπερ γὰρ εἴ τις ἐκ λαιμαργίας ἀμέτρου δυσπέπτους τινὰς χυμοὺς ἐν ἑαυτῷ συναγάγοι, εἶτα ἐν φλεγμονῇ γενομένου τοῦ σώματος τομῇ καὶ καυτῆρι θεραπευθεὶς τὴν νόσον καθάπερ τινὰ παιδαγωγὸν πρὸς τὴν εὐταξίαν ἔχοι τοῦ ἐφεξῆς βίου τὴν οὐλὴν τοῦ καυτῆρος ἐπὶ τοῦ σώματος βλέπων, | |
10 | οὕτως ὁ στηλιτεύσας ἑαυτὸν διὰ τῆς τῶν κρυφίων ἐξαγορεύ‐ σεως τῇ μνήμῃ τοῦ κατ’ αἰσχύνην πάθους πρὸς τὸν ἐφεξῆς παιδαγωγηθήσεται βίον. Ταῦτα τοίνυν ἐστίν, ἃ διὰ τῆς νῦν ἀναγνώσεως τῶν ἐν τῷ ἐκκλησιαστῇ γεγραμμένων ἡ ἐκκλησία παιδεύεται. λέγει | |
15 | γὰρ ἐλευθέρᾳ φωνῇ δημοσιεύων ἐκεῖνο καὶ ἐπὶ πάντων ἀνθρώπων καθάπερ τινὰ στήλην ἔγγραφον ἀνατιθεὶς τὴν τῶν γεγενημένων παρ’ αὐτοῦ ἐξαγόρευσιν, ἃ τοιαῦτά ἐστιν, ὡς τὴν ἄγνοιαν αὐτῶν καὶ τὴν σιωπὴν εἶναι τοῦ λόγου ἐνδοξοτέ‐ ραν. λέγει δέ· εἰ μὲν ἀληθῶς ταῦτα πεποιηκὼς ἢ διὰ τὴν | |
20 | ἡμετέραν ὠφέλειαν πλασσόμενος, ἐφ’ ᾧτε δι’ ἀκολούθου τὸν λόγον πρὸς τὸν σκοπὸν συμπερᾶναι, οὐκ ἔχω τοῦτο δι’ | |
ἀκριβείας εἰπεῖν· λέγει δ’ οὖν ὅμως ταῦτα, οἷς οὐκ ἂν ὁ | 317 | |
5.318 | πρὸς ἀρετὴν βλέπων ἑκουσίως συνενεχθείη. ἀλλ’ εἴτε οἰκονομίας χάριν τὰ μὴ γενόμενα ὡς γεγονότα διέξεισι καὶ κατηγορεῖ ὡς ἐν πείρᾳ γενόμενος, ἵνα ἡμεῖς πρὸ τῆς πείρας τὴν τῶν κατηγορημένων ἐπιθυμίαν ἐκκλίνωμεν, εἴτε καὶ | |
5 | καθῆκεν ἑαυτὸν ἑκουσίως πρὸς τὴν τῶν τοιούτων ἀπόλαυσιν, ὥστε δι’ ἀκριβείας τὰ αἰσθητήρια ἑαυτοῦ καὶ διὰ τῶν ἐναντίων γυμνάσαι, προκείσθω κατ’ ἐξουσίαν τῷ βουλομένῳ, ἐφ’ ὅπερ ἂν ἐθέλῃ τὸν στοχασμὸν ἄγειν. εἰ δέ τις λέγοι τῷ ὄντι γεγενῆσθαι αὐτὸν ἐν τῇ τῶν ἡδέων πείρᾳ, οὕτως | |
10 | ὑπολαμβάνομεν. καθάπερ γὰρ οἱ ἐπὶ τὸν βυθὸν τῆς θαλάσσης δυόμενοι καὶ διερευνῶντες ἐν τῷ πυθμένι τοῦ ὕδατος, εἴ πού τινα μαργαρίτην εὕροιεν ἤ τι ἄλλο τοιοῦτον τῶν ἐν βυθῷ τικτομένων, οἷς ἡδονὴν μὲν οὐδεμίαν ἡ ὑπὸ τὸ ὕδωρ ταλαιπω‐ ρία φέρει, ἡ δὲ τοῦ κέρδους ἐλπὶς βυθίους ἐποίησεν, οὕτως εἰ | |
15 | γέγονεν ὁ Σολομὼν ἐν τούτοις πάντως ὥσπερ τις τῶν κατὰ θάλασσαν πορφυρευόντων ἔδωκεν ἑαυτὸν τῇ τρυφῇ ὑποβρύ‐ χιον, οὐκ ἐφ’ ᾧτε καταπλησθῆναι τῆς θαλαττίας ἅλμης, ἅλμην δὲ λέγω τὴν ἡδονήν, ἀλλὰ τοῦ ζητῆσαί τι τῇ διανοίᾳ χρήσιμον ἐν τῷ τοιούτῳ βυθῷ. χρήσιμον δ’ ἂν εἴη διὰ | |
20 | τῶν τοιούτων εὑρισκόμενον, κατά γε τὸν ἐμὸν στοχα‐ | |
σμόν, ἢ τὸ ἀμβλῦναι τὰς τοῦ σώματος ὁρμὰς διὰ τοῦ | 318 | |
5.319 | προθεῖναι κατ’ ἐξουσίαν ὃ βούλεται· πρὸς γὰρ τὸ κωλυόμενον φιλονεικοτέρας ἀεὶ τὰς κινήσεις ἡ φύσις ἔχει· ἤτοι τοῦ ἀξιοπίστου χάριν ἐν τούτοις γίνεται ὁ διδάσκαλος, ὡς μηκέτι τοῖς ἀνθρώποις ἀσπαστὸν νομισθῆναι τὸ καταπεφρονημένον | |
5 | πρᾶγμα ὑπὸ τοῦ διὰ τῆς πείρας διδαχθέντος τὸ μάταιον. καὶ γὰρ καὶ τοὺς ἰατρούς φασιν ἐν ἐκείνῳ μάλιστα κατορθοῦν τὴν τέχνην, οὗ ἂν διὰ τῶν ἰδίων σωμάτων τὸ εἶδος τῆς ἀρρωστίας γνωρίσωσι. καὶ ἀσφαλέστεροι τῶν τοιούτων γίνονται σύμβουλοί τε καὶ θεραπευταί, ὧν διὰ τοῦ προθεραπευ‐ | |
10 | θῆναι τὴν γνῶσιν ἔσχον, ὅσῳ τῷ ἰδίῳ πάθει προεδιδάχθησαν. Ἴδωμεν τοίνυν τί λέγει πεπονθέναι ὁ τῷ καθ’ ἑαυτὸν βίῳ τὸν ἡμέτερον ἰατρεύων βίον. Ἐμεγάλυνα, φησί, ποίημά μου, ᾠκοδόμησά μοι οἴκους. εὐθὺς ἐκ κατηγορίας ὁ λόγος ἄρχεται. οὐ γὰρ τὸ τοῦ θεοῦ φησι ποίημα, ὅπερ εἰμὶ ἐγώ, | |
15 | ἀλλὰ τὸ ἐμὸν ἐμεγάλυνα. ἐμὸν δὲ ποίημα οὐδέν ἐστιν ἄλλο ἢ ὅπερ τῇ αἰσθήσει τὴν ἡδονὴν φέρει. ἔστι δὲ τοῦτο τὸ ποίημα τῷ μὲν γενικῷ λόγῳ ἕν, τῇ δὲ κατὰ λεπτὸν διαιρέσει εἰς πολλὰ ταῖς τῆς τρυφῆς χρείαις καταμερίζεται. τὸν γὰρ ἅπαξ ἐντὸς τοῦ βυθοῦ τῆς ὕλης γενόμενον ἀνάγκη πᾶσα | |
20 | πανταχόσε τὸν ὀφθαλμὸν περιάγειν, ὅθεν ἂν ᾖ δυνατὸν ἡδονὴν ἐκφυῆναι. καθάπερ γὰρ ἐκ μιᾶς πηγῆς πολλαχῇ διὰ | |
σωλήνων ὀχετηγεῖται τὸ ὕδωρ καὶ οὐδὲν ἧττον ἓν τὸ ὕδωρ ἐστὶ | 319 | |
5.320 | τὸ ἐκ τῆς αὐτῆς πηγῆς μεριζόμενον, κἂν ἐν μυρίοις κρουνοῖς τύχῃ ῥέον, οὕτω μία τῇ φύσει οὖσα ἡ ἡδονὴ ἄλλως καὶ ἄλλως ἐν ταῖς τῶν ἐπιτηδευμάτων διαφοραῖς ὑπονοστοῦσα ῥέει πανταχοῦ ταῖς τοῦ βίου χρείαις ἑαυτὴν συνεισάγουσα. | |
5 | οἷον ὁ βίος ἀναγκαίαν ἐποίησε τῇ φύσει τὴν οἴκησιν· ἀσθενέ‐ στερον γὰρ πέφυκε τὸ ἀνθρώπινον ἢ ὥστε τὰς ἐκ τοῦ θάλπους τε καὶ κρύους ἀνωμαλίας φέρειν· μέχρι τούτου ὁ οἶκος ἔχει πρὸς τὴν ζωὴν τὸ ὠφέλιμον. ἀλλὰ παρελθεῖν τοὺς ὅρους τῆς χρείας ἡ ἡδονὴ τὸν ἄνθρωπον ἐβιάσατο. ὡς γὰρ οὐχὶ | |
10 | σώματι τὸ χρειῶδες πορίζων, ἀλλὰ τοῖς ὀφθαλμοῖς ἐπιτη‐ δεύων τέρψεις καὶ ἐντρυφήματα λυπεῖται σχεδόν, ὅτι μὴ τὸν οὐρανὸν αὐτὸν ἐποίησεν ὑπωρόφιον μηδὲ τὰς τοῦ ἡλίου ἀκτῖνας ἔχει τῷ ὀρόφῳ καὶ αὐτὰς ἐντεκτήνασθαι. διὸ πλατύνει μὲν ἁπανταχόθεν τὰς τῶν κατασκευασμάτων | |
15 | περιγραφάς, τὴν τῆς συνοικίας περιβολὴν ὡς οἰκουμένην τινὰ ἄλλην ἑαυτῷ κτίζων, ἀνατείνει δὲ εἰς ὅτι μήκιστον ὕψος τοὺς τοίχους, ποικίλλει δὲ ταῖς ἔνδον τῶν οἰκημά‐ των διασκευαῖς, ἐξ ἀλλήλων καὶ δι’ ἀλλήλων ... παρέχων | |
τῇ κατασκευῇ τῶν ἔνδον οἴκων τὴν ποικιλίαν. εἶτα Λάκαινα | 320 | |
5.321 | καὶ Θεσσαλὴ καὶ ἐκ Καρύστου λίθος ἀναπτύσσεται διὰ σιδήρου εἰς πλάκας, τά τε Νειλῷα μέταλλα καὶ τὰ τῆς Νουμιδίας ἀναζητεῖται καί που καὶ ἡ Φρυγία πέτρα ταῖς σπουδαῖς ταύταις συμπαρείληπται, ἣ τῇ λευκότητι τοῦ | |
5 | μαρμάρου τὴν πορφυρᾶν βαφὴν πρὸς τὸ συμβὰν κατασπείρασα τρυφὴ γίνεται τοῖς λιχνοτέροις ὄμμασι πολυειδῆ τινα καὶ πολυσχημάτιστον τὴν διάχυσιν τοῦ χρώματος ἐν τῷ λευκῷ ζωγραφήσασα. ὢ πόσαι περὶ τούτων σπουδαί, πόσα τὰ μηχανήματα, τῶν μὲν ὕδατι καὶ σιδήρῳ διαπριόντων | |
10 | τὰς ὕλας, ἄλλων δὲ διὰ χειρῶν ἀνθρωπίνων νυκτὶ καὶ ἡμέρᾳ πονούντων τῶν κατεργαζομένων τὴν ἔκπρισιν; καὶ οὐδὲ ταῦτα ἤρκεσε τοῖς πονοῦσι περὶ τὸν μάταιον κόσμον, ἀλλὰ καὶ τὸ καθαρὸν τῆς ὑέλου διὰ φαρμάκων εἰς βαφὰς ποικίλας καταμολύνεται, ὡς ἂν καὶ παρὰ ταύτης τι συνεισενεχθείη | |
15 | τῇ τῶν ὀμμάτων χλιδῇ. πῶς δ’ ἄν τις εἴποι τὰς τῶν ὀρόφων | 321 |
5.322 | περιεργίας, ἐφ’ ὧν τὰ ξύλα ἐκ δένδρων γινόμενα πάλιν ἐπαναστρέφοντα διὰ τῶν σοφισμάτων τῆς τέχνης δένδρα νομίζεται κλάδους καὶ φύλλα καὶ καρποὺς ἐν ταῖς γλυφίσιν ἐκφύοντα. σιωπῶ τὸν χρυσὸν τὸν εἰς λεπτούς τε καὶ ἀερώδεις | |
5 | ὑμένας διατεινόμενον καὶ πανταχῇ τούτοις ἐπιχρωννύμενον, ὡς ἂν τὴν λιχνείαν τῶν ὀμμάτων πρὸς ἑαυτὸν ἐπιστρέφοι, τὴν δὲ τῶν ἐλεφάντων συνεισφορὰν εἰς τὸν περίεργον καλλω‐ πισμὸν τῶν εἰσόδων τόν τε ἀλειφόμενον ταῖς γλυφίσι τούτων χρυσὸν ἢ τὸν διὰ τῶν ἥλων ἐγκροτούμενον ἄργυρον καὶ | |
10 | πάντα τὰ τοιαῦτα. τί ἄν τις λέγοι ἢ τὰ ἐδάφη τῶν οἴκων ταῖς ποικίλαις τῶν λίθων βαφαῖς ὑπολάμποντα, ὡς ἂν καὶ οἱ πόδες αὐτῶν τῆς αὐγῆς τῶν λίθων κατατρυφῶσι, τήν τε κατὰ τὸ πλῆθος τῶν τοιούτων οἴκων φιλοτιμίαν, ὧν οὐχὶ ἡ χρεία τῆς ζωῆς τὴν κατασκευὴν ἀναγκαίαν ποιεῖ, ἀλλ’ ἡ | |
15 | ἐπιθυμία διὰ τῶν ἀνονήτων προϊοῦσα ἐφευρίσκει τὴν ἀκαιρίαν; χρὴ γὰρ τῶν οἴκων τοὺς μὲν δρόμους εἶναι, τοὺς δὲ περι‐ | |
πάτους, τοὺς δὲ εἰσοδίους, τοὺς δὲ προεισοδίους καὶ ἄλλους | 322 | |
5.323 | ἐπιπυλίους· οὐ γὰρ ἀρκεῖν ἡγοῦνται πρὸς κόμπον τὰς πύλας καὶ τὰ προπύλαια καὶ τὴν ἐντὸς τῶν πυλῶν εὐρυχωρίαν, εἰ μή τι τοιοῦτον προσεντυγχάνοι τοῖς εἰσιοῦσιν, οἷον εὐθὺς καταπλῆξαι τῷ μεγέθει τοῦ ὁρωμένου τὸν εἰσερχόμενον· | |
5 | λουτρά τε πρὸς τούτοις παριόντα τῇ φιλοτιμίᾳ τὴν χρείαν ποταμοῖς ὅλοις ἐν τῇ τῶν κρουνῶν δαψιλείᾳ κατακλυζόμενα, καὶ τούτων προβεβλημένα γυμνάσια, καὶ ταῦτα περιττῶς διὰ ποικίλων μαρμάρων εἰς κόσμον ἐξησκημένα, στοαί τε πανταχόθεν περὶ τὴν οἴκησιν Νουμιδικοῖς ἢ Θεσσαλοῖς ἢ | |
10 | Σοηνίταις στύλοις ὑπερειδόμεναι ὅ τε ἐν τοῖς ἀνδριᾶσι χαλκὸς εἰς μυρία εἴδη σχηματιζόμενος πρὸς ὅτιπερ ἂν ἡ ἐπιθυμία τῆς περιεργίας χέῃ τὴν ὕλην, τά τε ἐκ τῶν μαρμάρων εἴδωλα καὶ τὰς ἐπὶ τῶν πινάκων γραφάς, δι’ ὧν καὶ τοῖς | |
ὀφθαλμοῖς ἐκπορνεύουσιν ἀπογυμνούσης τῆς τέχνης διὰ | 323 | |
5.324 | μιμήσεως τὰ ἀθέατα, καὶ ὅσα ἐν τοῖς τοιούτοις ἔστιν ἰδεῖν εἰς ἔκπληξίν τε καὶ ὥραν ἐπιτεχνώμενα. Πῶς ἄν τις τὰ καθ’ ἕκαστον διεξέλθοι τῷ λόγῳ, ἐν οἷς ἡ σπουδὴ κατηγορία καὶ ἔλεγχος τῆς περὶ τὰ προτιμότερα | |
5 | ῥᾳθυμίας ἐστίν; ὅσῳ γὰρ ἄν 〈τισ〉 πλεονάσῃ τῷ τε πλήθει καὶ τῇ περὶ τὰς ὕλας φιλοτιμίᾳ τὴν ἐν τοῖς κατασκευαζομένοις σπουδήν, τοσούτῳ μᾶλλον ἐλέγχει τὸ τῆς ψυχῆς ἀκαλλώπι‐ στον. ὁ γὰρ πρὸς ἑαυτὸν βλέπων καὶ τὴν ἰδίαν ὄντως οἴκησιν καλλωπίζων, ὥστε ποτὲ καὶ τὸν θεὸν ἔνοικον δέξασθαι, | |
10 | ἄλλας ἔχει τὰς ὕλας, ἐξ ὧν τὸ κάλλος τῇ τοιαύτῃ οἰκήσει συνερανίζεται. οἶδα ἐγὼ χρυσὸν τοῖς τοιούτοις ἔργοις ἐνστίλβοντα τὸν ἐκ τῶν τῆς γραφῆς νοημάτων μεταλλευόμε‐ νον, οἶδα ἄργυρον τὰ θεῖα λόγια τὰ πεπυρωμένα, ὧν ἀπαστρά‐ πτει ἡ λαμπηδὼν διὰ τῆς ἀληθείας ἐκλάμπουσα. λίθων δὲ | |
15 | ποικίλων αὐγάς, ἐξ ὧν οἵ τε τοῖχοι τοῦ τοιούτου ναοῦ κατακοσμοῦνται, καὶ τῆς κατασκευῆς τὰ ἐδάφη τὰς ποικίλας τῶν ἀρετῶν διαθέσεις νοήσας οὐκ ἂν ἁμάρτοις τοῦ τῇ οἰκίᾳ ταύτῃ πρέποντος κόσμου. κατεστορέσθω τῇ ἐγκρατείᾳ τὸ ἔδαφος, δι’ ἧς ἡ τῆς γηΐνης διανοίας κόνις οὐ διοχλήσει | |
20 | τὸν διαιτώμενον. ἡ τῶν οὐρανίων ἐλπὶς ὡραϊζέτω τὸν ὄροφον, πρὸς ἣν ἀναβλέπων τῷ τῆς ψυχῆς ὀφθαλμῷ | |
οὐκ εἰδώλοις κάλλους διὰ γλυφίδων μεμορφωμένοις | 324 | |
5.325 | ἐνατενίσεις, ἀλλ’ αὐτὸ κατόψει τὸ ἀρχέτυπον κάλλος οὐ χρυσῷ τινι καὶ ἀργύρῳ διηνθισμένον, ἀλλ’ ὅπερ ὑπὲρ χρυσίον καὶ λίθον τίμιόν ἐστι πολύν. εἰ δὲ χρὴ καὶ τὸν ἐκ πλακῶν κόσμον ὑπογράψαι τῷ λόγῳ, ἔνθεν ἡ ἀφθαρσία καὶ ἡ ἀπάθεια | |
5 | διαπλακούτω τὸν οἶκον, ἐκεῖθεν ἡ δικαιοσύνη καὶ τὸ ἀόργητον κοσμείτω τὴν οἴκησιν, καθ’ ἕτερον μέρος ἡ ταπεινοφροσύνη καὶ τὸ μακρόθυμον διαλαμπέτω καὶ κατ’ ἄλλο πάλιν ἡ περὶ τὸ θεῖον εὐσέβεια. πάντα δὲ ταῦτα ὁ καλὸς τεχνίτης ἡ ἀγάπη εὐθέτως πρὸς ἄλληλα συναρμοζέτω. κἂν λουτρῶν ἐπι‐ | |
10 | θυμῇς, ἔχεις, ἐὰν θέλῃς, καὶ λουτρὸν κατοικίδιον καὶ κρουνοὺς ἰδίους, δι’ ὧν ἔστι τὰς κηλῖδας τῆς ψυχῆς ἀπορρύ‐ ψασθαι, ᾧ ἐκέχρητο καὶ ὁ μέγας Δαβὶδ καθ’ ἑκάστην νύκτα ἐντρυφῶν τῷ τοιούτῳ λουτρῷ. στύλους δὲ τὴν τῆς ψυχῆς στοὰν ὑπερείδοντας μὴ Φρυγίους τινὰς ἢ πορφυρίτας | |
15 | περιεργάζου, ἀλλὰ τὸ ἐν παντὶ ἀγαθῷ στάσιμόν τε καὶ ἀμετακίνητον τῶν ὑλικῶν ἔστω σοι τούτων καλλωπισμάτων πολυτιμότερον. εἴδωλα δὲ παντοδαπὰ ἢ ἐν γραφαῖς ἢ ἐν πλάσμασιν, ὅσα πρὸς μίμησιν τῆς ἀληθείας δι’ ἀπάτης | |
ἐπιτεχνῶνται οἱ ἄνθρωποι, ἡ τοιαύτη οὐ καταδέχεται | 325 | |
5.326 | οἴκησις, ἐν ᾗ γέμει τὰ τῆς ἀληθείας ἀγάλματα. δρόμους δὲ καὶ περιπάτους ἐπιθυμῶν τὴν ἐν ταῖς ἐντολαῖς ἔχεις διαγωγήν. οὕτω γάρ φησιν ἡ σοφία· Ἐν ὁδοῖς δικαιοσύνης περιπατῶ καὶ ἀνὰ μέσον ὁδῶν δικαιώματος ἀναστρέφομαι. ὡς καλόν | |
5 | ἐστιν ἐν τούτοις διακινεῖσθαι καὶ διαγυμνάζεσθαι τὴν ψυχὴν καὶ διελθόντα τῇ κινήσει τὸν τῆς ἐντολῆς τόπον ἐπὶ τὸ αὐτὸ πάλιν ἐπαναστρέφειν, τουτέστι πληρώσαντα τὴν σπουδαζο‐ μένην αὐτῷ ἐντολὴν πάλιν πρὸς τὸν δεύτερόν τε καὶ τρίτον καὶ πολλοστὸν τῆς εὐσεβείας δίαυλον μὴ ἀποκαμεῖν. τὰ δὲ | |
10 | εἰσόδια καὶ προεισόδια κάλλη ἡ τοῦ ἤθους κατόρθωσις καὶ ἡ εὐσχημοσύνη τοῦ βίου καλλωπιζέτω. ὁ τοῦτον τὸν τρόπον ἐξασκῶν εἰς κάλλος τὸ ἑαυτοῦ οἰκοδόμημα μικρὰ φροντιεῖ τῆς γηΐνης ὕλης, οὐκ ἐνοχλήσει μετάλλοις, οὐκ Ἰνδικὰ περάσει πελάγη, ἵνα τὰ τῶν ἐλεφάντων ὀστᾶ ἐμπορεύσηται, | |
15 | οὐ τεχνιτῶν περιεργίας μισθώσεται, ὧν ἡ τέχνη προσαπομένει τῇ ὕλῃ· ἀλλ’ οἴκοθεν ἕξει τὸν πλοῦτον τὸν ταῖς τοιαύταις κατασκευαῖς χορηγοῦντα τὰς ὕλας· πλοῦτος δέ ἐστιν ἡ προαίρεσις. τὴν δὲ τοῦ σώματος τοῦ ἰδίου φύσιν, ἕως ἂν συζῇ τῇ σαρκί, τοσοῦτον θεραπεύσει, ὅσον μὴ στερῆσαι | |
20 | τῶν ἀναγκαίων τινός. τοσοῦτον γὰρ ἑαυτῷ περιθήσει οἰκίδιον, | 326 |
5.327 | ὡς διαθάλψαι μόνον, εἰ τούτου γένοιτο χρεία, καὶ κατα‐ σκιάσαι πάλιν, ὅταν καταφρύγηται τῷ φλογμῷ τῶν ἀκτίνων τὰ σώματα, τήν τε τοῦ ἱματίου σκέπην πρὸς τὸν αὐτὸν βλέπων σκοπὸν κατασκευάσει, ὡς ἂν τὸ γυμνὸν ἐπικαλυφθείη | |
5 | τοῦ σώματος, οὐ πορφυρευτάς τινας καὶ κοκκοβάφους ἀναζητῶν οὐδὲ τοὺς ῥᾳδιουργοῦντας εἰς νῆμα τοῦ χρυσίου τὴν φύσιν, οὐδὲ τοὺς ἐκ Σηρῶν βόμβυκας περιεργαζόμενος καὶ τὸ ἐξ αὐτῶν νῆμα διὰ τῆς ὑφαντικῆς περιεργίας ἐσθῆτα ποιῶν πρὸς χρυσὸν καὶ πορφύραν συγκεκραμένην, τῇ τε | |
10 | ἐπιτυχούσῃ τροφῇ τὸ ἐνδέον τῆς χρείας παραμυθήσεται, χαίρειν ἐάσας ὀψαρτυτικὰς μαγγανείας. ἐν ὀλιγοδείᾳ δὲ διὰ τῶν ἐπιτυχόντων τῇ σαρκὶ λειτουργήσας πᾶσαν ἑαυτοῦ τὴν ζωὴν ἀναθήσει τῇ τῆς ψυχῆς ἐπιμελείᾳ μεγαλύνων τὸ τοῦ θεοῦ ποίημα, οὐχὶ τὸ ἴδιον, ὡς ἂν μὴ καὶ αὐτὸς εἰς ἀνάγκην | |
15 | ἔλθοι ποτὲ τοῦ τὴν ματαίαν δι’ ἐξαγορεύσεως δημοσιεύειν σπουδήν, καθὼς νῦν μεμαθήκαμεν παρὰ τοῦ εἰπόντος, ὅτι Ἐμεγάλυνα ποίημά μου, οὐ τὸ τοῦ θεοῦ, ὅπερ ἦν αὐτός, ἀλλὰ τὸ ἑαυτοῦ, ὅπερ ἦν τὸ τῆς σαρκὸς ἐνδιαίτημα, οὐ ταῖς χρείαις ὁριζόμενον, ἀλλὰ ταῖς ματαίαις ἐπιθυμίαις συμπλα‐ | |
20 | τυνόμενον. Προστίθησι δὲ τούτοις ὁ λόγος καὶ ἄλλου πράγματος ἐξαγόρευσιν, ὅπερ τις τῆς τε τῶν νοημάτων παραφορᾶς καὶ τῆς ἐκ τοῦ καθεστῶτος ἐκστάσεως ἀρχέγονον λέγων οὐκ ἂν ἁμάρτοι. τοῦτο δέ ἐστιν ἡ ἐκ τοῦ οἴνου γινομένη τῆς δια‐ | |
25 | νοίας λύμη. εἰπὼν γὰρ ὅτι Ἐμεγάλυνα ποίημά μου καὶ | |
Ὠικοδόμησά μοι οἴκους ἐπάγει τούτοις τὸ καὶ Ἐφύτευσά | 327 | |
5.328 | μοι ἀμπελῶνας. ὡς κατὰ κοινοῦ δηλονότι τὸ Ἐμεγάλυνα καὶ ἐπὶ τῶν καθεξῆς ὑπαριθμουμένων σημαινόμενον. νοεῖν οὖν δέδωκε διὰ τούτου, ὡς καὶ τῆς φυτείας τῶν ἀμπελών〈ων〉 διὰ τοῦ μεγαλυνθῆναι παριούσης τὴν χρείαν. Ἐφύτευσά μοι | |
5 | ἀμπελῶνας, ὅπερ ἴσον ἐστὶ τῷ λέγειν, ὅτι παρεσκεύασα τῷ πυρὶ τὰς ὕλας, δι’ ὧν ηὔξησα τῶν ἡδονῶν τὴν φλόγα, ἢ ὅτι κατέχωσα τὸν νοῦν εἰς βάθος, καθάπερ τινὰ χοῦν ἐπιτύμβιον ἐπιφορήσας τῇ διανοίᾳ τὴν μέθην. Ἐφύτευσά μοι ἀμπελῶνας, οὐκ ἐσωφρονίσθην, φησί, τῷ διηγήματι τῆς τοῦ Νῶε | |
10 | παραφορᾶς, ὅτι κἀκεῖνον ἡ τοιαύτη φυτεία τοῦ κόσμου τῆς εὐσχημοσύνης ἀπογυμνώσασα ἔδειξε τοῖς ὁρῶσιν ἐλεεινόν τε ἅμα καὶ ἐπιγέλαστον. τοῖς μὲν γὰρ εὐνουστέροις τῶν παίδων ἐλέους ἄξιον ἐνομίσθη τὸ ἄσχημον, τῷ δὲ ἀτασθάλῳ τε καὶ ἀπαιδεύτῳ γέλωτος ἀφορμὴ τὸ τῆς μέθης γίνεται | |
15 | θέαμα. πολὺν δὲ περιλαμβάνει παθημάτων κατάλογον ἡ τῆς τῶν ἀμπελώνων φυτείας ἐξομολόγησις. ὅσα γὰρ καὶ οἷά ἐστι τὰ ἐκ τοῦ οἴνου ἀποτελούμενα πάθη, πάντα τῇ δυνάμει περιέχει ὁ λόγος. τίς γὰρ οὐκ οἶδε τῶν πάντων, ὅτι ὁ οἶνος, ὅταν παρέλθῃ τῇ ἀμετρίᾳ τὴν χρείαν, ἀκολασίας ἐστὶν | |
20 | ὑπέκκαυμα, ἡδονῶν χορηγία, νεότητος λύμη, γήρως ἀσχημο‐ | 328 |
5.329 | σύνη, γυναικῶν ἀτιμία, μανίας φάρμακον, παρανοίας ἐφόδιον, ψυχῆς δηλητήριον, διανοίας νέκρωσις, ἀρετῆς ἀλλοτρίωσις; ἐκεῖθεν ὁ ἀπροφάσιστος γέλως, ὁ ἄνευ αἰτίας θρῆνος, τὸ αὐτόματον δάκρυον, ἡ ἀνυπόστατος μεγαλαυχία, ἡ ἐπὶ τῷ | |
5 | ψεύδει ἀναισχυντία, ἡ τῶν ἀνυπάρκτων ἐπιθυμία, ἡ τῶν ἀμηχάνων ἐλπίς, ἡ ὑπέρογκος ἀπειλή, ὁ ἄλογος φόβος, ἡ τῶν κατ’ ἀλήθειαν φοβερῶν ἀναισθησία, ἡ ἀναίτιος ὑποψία, ἡ παράλογος φιλανθρωπία, ἡ τῶν ἀδυνάτων ἐπαγγελία· ἵνα παρῶμεν τὰ ἄλλα, τὸν ἀπρεπῆ νυσταγμόν, τὴν πάρετον | |
10 | καρηβαρίαν, τὴν ἐκ τῆς ἀμέτρου πληθώρας ἀσχημοσύνην, τὴν τῶν ἄρθρων λύσιν, τὸν λυγισμὸν τοῦ αὐχένος οὐκέτι ἑαυτὸν ἐπὶ τῶν ὤμων ἀνέχοντος, τῆς ἐκ τοῦ οἴνου ὑγρότητος τὸν σύνδεσμον τοῦ αὐχένος ὑπολυούσης. τί τὸ παράνομον ἄγος τῆς θυγατρομιξίας εἰργάσατο; τί τὴν διάνοιαν τοῦ | |
15 | Λὼτ ἀπὸ τῶν γινομένων ἐξέκλεψεν, ὃς καὶ τὸ ἄγος ἐτόλμησε καὶ ἠγνόησεν, ὅπερ ἐτόλμησεν; τίς ὥσπερ ἐν αἰνίγματι τὴν ἀλλόκοτον τῶν τέκνων ἐκείνων προσηγορίαν ἐκαινοτόμησεν; πῶς αἱ τοῦ ἐναγοῦς τόκου μητέρες ἀδελφαὶ τῶν ἰδίων τέκνων ἐγένοντο; πῶς οἱ παῖδες τὸν αὐτὸν ἔσχον πατέρα τε ὁμοῦ καὶ | |
20 | προπάτορα; τίς ὁ συγχέας ἐν παρανομίᾳ τὴν φύσιν; οὐκ οἶνος ἐκβὰς τὰ μέτρα τὴν ἀπιστουμένην ταύτην τραγῳδίαν | |
εἰσήνεγκεν; οὐ μέθη τὸν τοιοῦτον μῦθον τῇ ἱστορίᾳ συνέπλασεν, | 329 | |
5.330 | ὃς ταῖς ὑπερβολαῖς καὶ τοὺς ὄντως μύθους παρέρχεται; Ἐπό‐ τισαν γάρ, φησίν, οἶνον τὸν ἑαυτῶν πατέρα, καὶ οὕτως αὐτῷ τῆς διανοίας ἐξωσθείσης ὑπὸ τοῦ οἴνου καθάπερ μανίᾳ τινὶ κατεχόμενος τὸ τραγικὸν τοῦτο διήγημα τῷ βίῳ κατέλι‐ | |
5 | πεν, ἐκκλαπείσης παρὰ τὸν τοῦ ἄγους καιρὸν ὑπὸ τῆς μέθης αὐτῷ τῆς αἰσθήσεως. ὢ κακῶς τῶν Σοδομιτικῶν ἀποθέτων αἱ γυναῖκες ἐκεῖναι τὸν οἶνον μεθ’ ἑαυτῶν ἐκκομίσασαι! ὢ κακὴν φιλοτησίαν ἐκ πονηροῦ κρατῆρος τῷ πατρὶ παρεγχέασαι! ὡς πολύ γε ἄμεινον ἦν μετὰ πάντων κἀκεῖνον | |
10 | τὸν οἶνον ἐν Σοδόμοις καταφθαρῆναι πρὶν τῆς τοιαύτης τραγῳδίας χορηγὸν γενέσθαι! Καὶ τοιούτων ὄντων ὑποδειγμάτων καὶ τοσούτων καθ’ ἑκά‐ στην ἡμέραν τῶν ἐκ τοῦ οἴνου κακῶν ἐμφυομένων τῷ βίῳ, καὶ τοῦτο πεποιηκέναι φησὶν ὁ ἀνεπαισχύντως διὰ τῆς ἐξαγο‐ | |
15 | ρεύσεως τὸ ἑαυτοῦ στηλιτεύων, τὸ μὴ μόνον τῷ ὄντι κεχρῆσθαι οἴνῳ, ἀλλ’ ὅπως ἂν καὶ πλεονάσειεν ἡ τοῦ τοιούτου κτήματος χορηγία προνοηθῆναι. Ἐφύτευσα γάρ μοι, φησίν, ἀμπελῶνας, ὧν οὐκ ἂν δεηθείη ὁ αὐτὸς ἄμπελος εὐθηνοῦσα γινόμενος, ἄμπελος πνευματική, εὐθαλής τε καὶ ἀμφιλαφής, τοῖς τοῦ | |
20 | βίου κλάδοις καὶ ταῖς ἀγαπητικαῖς ἕλιξι διαπλεκομένη πρὸς τὸ ὁμόφυλον, καὶ κομῶσα μὲν ἀντὶ φύλλων τῇ εὐσχημοσύνῃ | |
τῶν τρόπων, ἡδὺν δὲ καὶ πέπειρον τὸν τῆς ἀρετῆς βότρυν | 330 | |
5.331 | ἐκτρέφουσα. ὁ ταῦτα ἐν τῇ ἰδίᾳ καταφυτεύων ψυχῇ καὶ γεωργῶν οἶνον τὸν τὴν καρδίαν εὐφραίνοντα καὶ Ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν κατὰ τὴν παροιμιώδη φωνήν, ὡς ὁ τῆς τοιαύτης γεωργίας ἀπαιτεῖ νόμος, οἱονπερεὶ σκάλλων τοῖς | |
5 | λογισμοῖς τὸν βίον καὶ τὰ νόθα τῶν παραφυομένων ταῖς τῶν ἀρετῶν ῥίζαις ἐκτίλλων, ἐπάρδων δὲ τοῖς μαθήμασι τὴν ψυχὴν καὶ τῇ δρεπάνῃ τοῦ κριτικοῦ λόγου περικόπτων τὴν εἰς τὰ περιττὰ καὶ ἀνόνητα τῆς διανοίας φοράν, μακα‐ ριστὸς ἂν εἴη τῆς γεωργίας οὗτος τῷ τῆς σοφίας κρατῆρι | |
10 | τὸν ἑαυτοῦ βότρυν ἐνθλίβων. Ἀλλ’ οὐ γινώσκει τὴν τοιαύτην φυτουργίαν ὁ πρὸς τὴν γῆν βλέπων καὶ τὰ ἐξ αὐτῆς ἀσπαζόμενος. προστίθησι γὰρ τούτοις τὰ τῶν κήπων τε καὶ παραδείσων τοῦ πλούτου ἐγκαλλωπίσματα. τίς χρεία παραδείσων πολλῶν τῷ πρὸς | |
15 | τὸν ἕνα παράδεισον βλέποντι; τίς δέ μοι ἡ ἐκ κήπου ὄνησις τοῦ τὰ λάχανα φύοντος, τὴν τῶν ἀσθενούντων τροφήν; εἰ ἐν τῷ ἑνὶ παραδείσῳ ἤμην, οὐκ ἂν εἰς πολλῶν παραδείσων ἐπιθυμίαν διεχεόμην. εἰ ἐν ὑγείᾳ τὴν ψυχὴν διῆγον, ὡς δύνασθαι τῆς στερροτέρας μετέχειν τροφῆς, οὐκ ἂν ἐν τοῖς | |
20 | λαχάνοις ἀπησχολούμην, κηπεύων ἐμαυτῷ τὴν κατάλληλον τῇ ἀσθενείᾳ τροφήν. ἀλλ’ ἐπειδὴ ἅπαξ συνεισῆλθε μὲν ἡ | |
τρυφὴ τῇ χρείᾳ, παρῆλθε δὲ τοὺς ὅρους αὐτῆς ἡ ἐπιθυμία, | 331 | |
5.332 | μετὰ τὴν ἐν τοῖς οἴκοις πολυτέλειαν καὶ τὴν ὑπωρόφιον τῶν ματαίων δαπάνην τότε καὶ τὴν ὕπαιθρον ἐπιτηδεύει τρυφὴν καὶ τῇ τοῦ ἀέρος φύσει πρὸς τὴν τῶν ἡδονῶν ὑπηρεσίαν συγκέχρηται. δένδρα γὰρ αὐτῷ διὰ γεωργίας ἐπιτηδεύεται | |
5 | ἀειθαλῆ τε καὶ δασέα καὶ ἀντὶ ὀρόφου τῷ ἀέρι γινόμενα, ἵνα καὶ ὕπαιθρος ὡς ἐν οἴκῳ τρυφῴη, καὶ παντοδαπαῖς πόαις διὰ τῆς τῶν κηπευόντων τέχνης ἡ ἐπιφάνεια τῆς γῆς ἀμφιέννυ‐ ται, ὥστε πανταχόθεν ἡδέα πάντα τῷ ὀφθαλμῷ προσπίπτειν, ἐφ’ ὅπερ ἂν περιαγάγῃ τὸ βλέμμα, καὶ διὰ παντὸς ἐν τοῖς κα‐ | |
10 | ταθυμίοις εἶναι καὶ βλέπειν ἐν ἑκάστῃ τοῦ ἔτους ὥρᾳ τὰ ὑπὲρ τὴν ὥραν, πόαν ἐν χειμῶνι καὶ ἄνθη πρόωρα καὶ τὴν ἀναδεν‐ δρουμένην ἄμπελον τὴν τοῖς ἀλλοτρίοις κλάδοις τοὺς ἰδίους ἐνδιαπλέκουσαν καὶ τὰς γλαφυρὰς τοῦ κισσοῦ πρὸς τὰ δένδρα περιπλοκὰς ὅσα τε αὖ καρπῶν εἴδη ἐξ ἑτερογενῶν ἀλλήλοις | |
15 | μιγνύμενα τὴν φύσιν βιάζεται, τῷ εἴδει τε καὶ τῇ γεύσει τὸ ἐπαμφοτερίζον ἐπισημαίνοντα, ὡς ἀμφότερα εἶναι δοκεῖν, ἅπερ ἂν ἐκ τῆς τῶν ἑτεροφυῶν συγκράσεως γένηται. πάντα ταῦτα καὶ εἴ τι ἄλλο ἐν τοῖς φυτοῖς ἐξεῦρεν ἡ τέχνη βιασαμένη τὴν φύσιν, ἃ ἡ χρεία μὲν τῆς ζωῆς οὐκ ἐζήτησεν, ἐπιζητεῖ | |
20 | δὲ ἡ ἀπαιδαγώγητος ἐπιθυμία. | |
Ταῦτα ἐν τῇ τῶν κήπων τε καὶ παραδείσων φιλοτεχνίᾳ | 332 | |
5.333 | γεγενῆσθαι ὁ τὰ ἑαυτοῦ ἐξαγορεύων λέγει. ὁ γὰρ εἰπών, ὅτι Ἐφύτευσα πᾶν ξύλον καρποῦ τῇ περιληπτικῇ ταύτῃ φωνῇ τὸ μηδὲν ἐλλελοιπέναι τῶν τοιούτων συνενεδείξατο. εἶτα μετὰ τὴν τρυφὴν τὴν ὕπαιθρόν τε καὶ ὑπωρόφιον οὐδὲ | |
5 | τὸ ὕδωρ ἀσυντελὲς πρὸς τὴν τῶν ἡδονῶν συνεισφορὰν κατα‐ λείπεται, ὡς δέον πᾶσιν ἐντρυφᾶν τοῖς στοιχείοις, τῇ γῇ διὰ τῶν οἴκων, τῷ ἀέρι διὰ τῶν δένδρων, τῷ ὕδατι διὰ τῆς χειροποιήτου θαλάσσης. ἵνα γὰρ καὶ ἡ τοῦ ὕδατος ὄψις ἐφηδύνῃ τῶν ὀφθαλμῶν τὴν ἀπάτην, λίμνη τὸ ἔδαφος γίνεται, | |
10 | κυκλόθεν περιοικοδομηθέντος τοῦ ὕδατος, ὡς ἂν καὶ ἡ νῆξις ἡδονὴν φέροι τοῖς φαιδρυνομένοις τὰ σώματα καὶ τὸ ἀπορρέον εὐανθεστέρους τοὺς παραδείσους κατασκευάζοι, πανταχῇ πρὸς τὰς χρείας τῶν ἀρδομένων κατασχιζόμενον. Ἐποίησα γάρ μοι, φησί, κολυμβήθρας ὑδάτων, τοῦ ποτίσαι ἀπ’ αὐτῶν | |
15 | δρυμὸν βλαστῶντα ξύλα. εἰ δέ μοι ἦν ἡ τοῦ παραδείσου πηγή, τουτέστιν ἡ τῶν ἀρετῶν διδασκαλία, δι’ ἧς ὁ τῆς ψυχῆς αὐχμὸς ἐδροσίζετο, ὑπερεῖδον ἂν τῶν γηίνων ὑδάτων, ὧν πρόσκαιρος μὲν ἡ ἀπόλαυσις, παροδικὴ δὲ ἡ φύσις. οὐκοῦν ἄμεινον ἂν εἴη τῆς θείας πηγῆς, δι’ ἧς αἱ ἀρεταὶ τῆς ψυχῆς | |
20 | ἐκφύονταί τε καὶ ἄρδονται, βραχεῖαν ἀπόρροιαν ἑαυτοῖς | 333 |
5.334 | ὀχετηγῆσαι, ὡς ἂν τὸ τῶν ἀγαθῶν ἐπιτηδευμάτων ἄλσος ἐν ταῖς ψυχαῖς ἡμῶν θάλλοι, διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. ΟΜΙΛΙΑ Δʹ | |
5 | Ἔτι ἡμῖν ὁ τῆς ἐξομολογήσεως τόπος παρακατέχει τὸν λόγον. πάντα γὰρ σχεδὸν καθεξῆς διεξέρχεται ὁ τὰ ἑαυτοῦ διηγούμενος, δι’ ὧν τῶν κατὰ τὸν βίον τοῦτον πραγμάτων ἡ ματαιότης γνωρίζεται. νυνὶ δὲ καθάπερ μείζονός τινος κατηγορίας ἅπτεται τῶν αὐτῷ πεπραγμένων, ἐξ ὧν τὸ κατὰ | |
10 | τὴν ὑπερηφανίαν διαβάλλεται πάθος. τί γὰρ τοσοῦτον εἰς τῦφον ἐν τοῖς ἀπηριθμημένοις ἐστίν, οἶκος πολυτελὴς καὶ πλῆθος ἀμπέλων καὶ ἡ ἐν κήποις ὥρα καὶ τῶν ὑδάτων ἥ τε κατὰ τὰς κολυμβήθρας σύστασις καὶ ἡ ἐν παραδείσοις διάχυσις, ὅσον τὸ ἄνθρωπον ὄντα δεσπότην ἑαυτὸν τῶν | |
15 | ὁμοφύλων οἴεσθαι; Ἐκτησάμην γάρ, φησί, δούλους καὶ παιδίσκας, καὶ οἰκογενεῖς ἐγένοντό μοι. ὁρᾷς τὸν ὄγκον τῆς ἀλαζονείας; θεῷ ἄντικρυς ἡ τοιαύτη φωνὴ ἀντεπαίρεται. τὰ σύμπαντα γὰρ δοῦλα εἶναι τῆς πάντων ὑπερκειμένης | |
ἐξουσίας παρὰ τῆς προφητείας ἠκούσαμεν. ὁ οὖν κτῆμα | 334 | |
5.335 | ἑαυτοῦ τὸ τοῦ θεοῦ κτῆμα ποιούμενος ἐπιμερίζων τε τῷ γένει τὴν δυναστείαν, ὡς ἀνδρῶν τε ἅμα καὶ γυναικῶν ἑαυτὸν κύριον οἴεσθαι, τί ἄλλο καὶ οὐχὶ διαβαίνει τῇ ὑπερηφανίᾳ τὴν φύσιν, ἄλλο τι ἑαυτὸν παρὰ τοὺς ἀρχομένους βλέπων; | |
5 | Ἐκτησάμην δούλους καὶ παιδίσκας. τί λέγεις; δουλείᾳ καταδικάζεις τὸν ἄνθρωπον, οὗ ἐλευθέρα ἡ φύσις καὶ αὐτεξού‐ σιος, καὶ ἀντινομοθετεῖς τῷ θεῷ, ἀνατρέπων αὐτοῦ τὸν ἐπὶ τῇ φύσει νόμον. τὸν γὰρ ἐπὶ τούτῳ γενόμενον, ἐφ’ ᾧτε κύριον εἶναι τῆς γῆς καὶ εἰς ἀρχὴν τεταγμένον παρὰ τοῦ πλάσαντος, | |
10 | τοῦτον ὑπάγεις τῷ τῆς δουλείας ζυγῷ, ὥσπερ ἀντιβαίνων τε καὶ μαχόμενος τῷ θείῳ προστάγματι. ἐπιλέλησαι τῶν τῆς ἐξουσίας ὅρων, ὅτι σοι μέχρι τῆς τῶν ἀλόγων ἐπιστασίας ἡ ἀρχὴ περιώρισται. Ἀρχέτωσαν γάρ, φησί, πετεινῶν καὶ ἰχθύων καὶ τετραπόδων καὶ ἑρπετῶν. πῶς παρελθὼν τὴν ὑποχείριόν | |
15 | σοι δουλείαν κατ’ αὐτῆς ἐπαίρῃ τῆς ἐλευθέρας φύσεως, μετὰ τῶν τετραπόδων ἢ καὶ τῶν ἀπόδων ἀριθμῶν τὸ ὁμόφυ‐ λον; Πάντα ὑπέταξας τῷ ἀνθρώπῳ, βοᾷ διὰ τῆς προφητείας ὁ λόγος καὶ ὑπ’ ἀριθμὸν ἄγει τῷ λόγῳ τὰ ὑποχείρια, κτήνη | |
καὶ βόας καὶ πρόβατα. μὴ ἐκ τῶν κτηνῶν σοι γεγόνασιν | 335 | |
5.336 | ἄνθρωποι; μὴ αἱ βόες σοι τὴν ἀνθρωπίνην γονὴν ἐτεκνώσαντο; μία δουλεία τῶν ἀνθρώπων τὰ ἄλογα. σοὶ δὲ ταῦτα ὀλίγα; Ἐξανατέλλων, φησί, χόρτον τοῖς κτήνεσιν καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων. σὺ δὲ τὴν φύσιν δουλείᾳ καὶ κυριότητι | |
5 | σχίσας αὐτὴν ἑαυτῇ δουλεύειν καὶ ἑαυτῆς κυριεύειν ἐποίησας. Ἐκτησάμην γὰρ δούλους καὶ παιδίσκας. ποίας, εἰπέ μοι, τιμῆς; τί εὗρες ἐν τοῖς οὖσι τῆς φύσεως ταύτης ἀντάξιον; πόσου κέρματος ἐτιμήσω τὸν λόγον; πόσοις ὀβολοῖς τὴν εἰκόνα τοῦ θεοῦ ἀντεστάθμησας; πόσων στατήρων τὴν | |
10 | θεόπλαστον φύσιν ἀπενεπόλησας; Εἶπεν ὁ θεός· ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν. τὸν καθ’ ὁμοιό‐ τητα τοῦ θεοῦ ὄντα καὶ πάσης ἄρχοντα τῆς γῆς καὶ πάντων τῶν ἐπὶ τῆς γῆς τὴν ἐξουσίαν παρὰ τοῦ θεοῦ κληρωσάμενον τίς ὁ ἀπεμπολών, εἰπέ, τίς ὁ ὠνούμενος; μόνου θεοῦ τὸ | |
15 | δυνηθῆναι τοῦτο, μᾶλλον δὲ οὐδὲ αὐτοῦ τοῦ θεοῦ. Ἀμεταμέλη‐ τα γὰρ αὐτοῦ, φησί, τὰ χαρίσματα. οὐκ ἂν οὖν ὁ θεὸς τὴν φύσιν καταδουλώσειεν, ὅς γε καὶ αὐθαιρέτως ἡμᾶς τῇ ἁμαρτίᾳ δουλωθέντας εἰς ἐλευθερίαν ἀνεκαλέσατο. εἰ δὲ ὁ θεὸς οὐ δουλοῖ τὸ ἐλεύθερον, τίς ὁ ὑπερτιθεὶς τοῦ θεοῦ τὴν | |
20 | ἑαυτοῦ δυναστείαν; πῶς δὲ καὶ πραθήσεται ὁ ἄρχων | |
πάσης τῆς γῆς καὶ τῶν ἐπιγείων πάντων; ἀνάγκη | 336 | |
5.337 | γὰρ πᾶσα καὶ τὸ κτῆμα τοῦ πωλουμένου συναποδίδοσθαι. πόσου τοίνυν πᾶσαν τὴν γῆν τιμησόμεθα; πόσου δὲ τὰ ἐπὶ τῆς γῆς πάντα; εἰ δὲ ταῦτα ἀτίμητα, ὁ ὑπὲρ ταῦτα ποίας ἄξιος τιμῆς, εἰπέ μοι; κἂν τὸν κόσμον ὅλον εἴπῃς, οὐδὲ οὕτως εὗρες | |
5 | τὴν πρὸς ἀξίαν τιμήν. οὐδὲ γὰρ ὅλον εἶπε τὸν κόσμον ὁ εἰδὼς τὴν ἀνθρωπίνην φύσιν ἀκριβῶς τιμᾶσθαι ἄξιον εἶναι τῆς ψυχῆς τοῦ ἀνθρώπου ἀντάλλαγμα. ἄνθρωπος τοίνυν ὅταν ὤνιος ᾖ, οὐδὲν ἕτερον ἢ ὁ τῆς γῆς κύριος ἐπὶ τὸ πωλητήριον ἄγεται. οὐκοῦν συναποκηρυχθήσεται αὐτῷ δηλαδὴ καὶ ἡ | |
10 | ὑπάρχουσα κτῆσις. αὕτη δέ ἐστι γῆ τε καὶ νῆσοι καὶ θάλασσα καὶ τὰ ἐν τούτοις πάντα. τί οὖν καταθήσεται ὁ ὠνούμενος; τί δὲ λήψεται ὁ ἀποδιδόμενος, τοσούτου κτήματος ἑπομένου τῷ συναλλάγματι; ἀλλὰ τὸ βραχὺ βιβλίδιον καὶ ἡ ἐγγεγραμ‐ μένη συνθήκη καὶ ἡ τῶν ὀβολῶν ἀπαρίθμησις δεσπότην | |
15 | σε τῆς εἰκόνος τοῦ θεοῦ εἶναι ἠπάτησεν; ὢ τῆς ἀνοίας. εἰ δὲ ἀπόλοιτο τὸ συμβόλαιον, εἰ δὲ ὑπὸ σητῶν διαβρωθείη τὰ γράμματα, εἰ δὲ ὕδατός ποθεν παρεμπεσοῦσα ῥανὶς ἐξαλείψειεν, ποῦ σοι τὰ τῆς δουλείας ἐνέχυρα; ποῦ σοι τὰ τῆς δεσποτείας | |
ἐφόδια; οὐδὲν γὰρ ὁρῶ πλέον παρὰ τὸν ὑποχείριον ἐκ τοῦ | 337 | |
5.338 | ὀνόματός σοι προσγενόμενον πλὴν τοῦ ὀνόματος. τί γὰρ τῇ σῇ φύσει ἡ ἐξουσία προσέθηκεν; οὐ χρόνον, οὐ κάλλος, οὐκ εὐεξίαν, οὐ τὰ κατ’ ἀρετὴν προτερήματα. ἐκ τῶν αὐτῶν σοι ἡ γένεσις, ὁμοιότροπος ἡ ζωή, κατὰ τὸ ἴσον | |
5 | ἐπικρατεῖ τά τε τῆς ψυχῆς καὶ τὰ τοῦ σώματος πάθη σοῦ τε τοῦ κυριεύοντος κἀκείνου τοῦ ὑπεζευγμένου τῇ κυριότητι, ὀδύναι καὶ εὐθυμίαι, εὐφροσύναι καὶ ἀδημονίαι, λύπαι καὶ ἡδοναί, θυμοὶ καὶ φόβοι, νόσοι καὶ θάνατοι. μή τις ἐν τούτοις διαφορὰ πρὸς τὸν δοῦλον τῷ κυριεύοντι; οὐ τὸν αὐτὸν | |
10 | ἕλκουσιν ἀέρα διὰ τοῦ ἄσθματος; οὐχ ὡσαύτως ὁρῶσι τὸν ἥλιον; οὐχ ὁμοίως τῇ τῆς τροφῆς προσθήκῃ συντηροῦσι τὴν φύσιν; οὐχ αἱ αὐταὶ τῶν σπλάγχνων διασκευαί; οὐ μία κόνις οἱ δύο μετὰ τὸν θάνατον; οὐχ ἓν τὸ κριτήριον; οὐ κοινὴ βασιλεία καὶ γέεννα κοινή; ὁ οὖν ἐν πᾶσι τὸ ἴσον | |
15 | ἔχων ἐν τίνι τὸ πλέον ἔχεις, εἰπέ, ὥστε ἄνθρωπον ὄντα δεσπότην ἀνθρώπου σεαυτὸν οἴεσθαι καὶ Ἐκτησάμην λέγειν δούλους καὶ παιδίσκας, ὥσπερ αἰπόλιόν τι ἢ συβόσιον. εἰπὼν γὰρ ὅτι Ἐκτησάμην δούλους καὶ παιδίσκας προσέθηκε τὴν ἐν τοῖς ποιμνίοις καὶ βουκολίοις προσγενομένην εὐθηνίαν αὐτῷ. | |
20 | Καὶ κτῆσις γάρ, φησί, βουκολίου καὶ ποιμνίου ἐγένετό μοι πολλή, ὡς ἐν τῇ ἴσῃ τάξει τούτων τε κἀκείνων ὑπεζευγμένων τῇ ἐξουσίᾳ. | |
Εἶτα ἐπὶ τούτοις ὁδῷ πρόεισιν ἐπὶ τὰ μείζω τῶν ἁμαρτη‐ | 338 | |
5.339 | μάτων ἡ ἐξαγόρευσις· βοᾷ γὰρ καθ’ ἑαυτοῦ τὴν πάντων τῶν κακῶν ῥίζαν, ἥτις ἐστὶν ἡ φιλαργυρία. καί φησιν ἐπὶ λέξεως οὕτως, ὅτι Συνήγαγόν μοι καί γε ἀργύριον καί γε χρυσίον. τί γὰρ ἐλύπησε καταμεμιγμένον τῇ γῇ τὸ χρυσίον | |
5 | κἀκείνοις ἐγκεχυμένον τοῖς τόποις, οἷς ἐξ ἀρχῆς ἐνετέθη παρὰ τοῦ κτίσαντος; τί ὀφείλειν σοι πλέον παρὰ τοὺς καρποὺς τὴν γῆν ὁ δημιουργήσας ἐποίησεν; οὐ μόνα σοι τὰ ἀκρόδρυα καὶ τὰ σπέρματα πρὸς τὴν τροφὴν ἀπεκλήρωσεν; διὰ τί παρέρχῃ τῆς ἐξουσίας τοὺς ὅρους; ἢ δεῖξον καὶ ταῦτά σοι | |
10 | συγκεχωρημένα παρὰ τοῦ κτίσαντος, ὥστε μεταλλεύειν τε καὶ ἀνορύσσειν καὶ πυρὶ καταχωνεύειν τὸ ὑποκείμενον καὶ συνάγειν ταῦτα, ἃ μὴ ἐσκόρπισας. ἢ ταῦτα μὲν ἴσως οὐδὲ ἔγκλημά τις εἶναι λογίσεται τὸ οὕτως ἑαυτῷ συνάγειν ἐκ τῶν τῆς γῆς μετάλλων τὰ χρήματα. ἀλλ’ ἐπειδὴ πρόσκειται | |
15 | τῷ λόγῳ, ὅτι Περιουσιασμοὺς βασιλέων καὶ τῶν χωρῶν, οὐκέτι πρὸς τὸ ἀνεύθυνον ἡ τοῦ συναγαγεῖν διάνοια φέρεται. ὡς γὰρ ἐξὸν τῇ βασιλικῇ δυναστείᾳ ἐκ τῶν χωρῶν τὸν περιουσιασμὸν τῶν χρημάτων συνάγειν, δηλονότι φόρους ἐπιβάλλειν, δεκάτας εἰσπράττεσθαι, εἰσφέρειν χρήματα τοὺς | |
20 | ὑποχειρίους καταναγκάζειν, οὕτως συνειλοχέναι φησὶ τό τε χρυσίον καὶ τὸ ἀργύριον. πλὴν εἴτε οὕτως εἴτε ὡς ἑτέρως, | |
ἡδέως ἂν μάθοιμι τί πλέον ἔσται τῷ τὰς τοιαύτας ὕλας | 339 | |
5.340 | συνάγοντι. δεδόσθω καθ’ ὑπόθεσιν μὴ κατὰ μνᾶν ἢ δραχμὴν ἢ τάλαντον τοῖς φιλοχρηματοῦσι προσγίνεσθαι, ἀλλ’ ἀθρόως αὐτοῖς ἀποχρυσωθῆναι τὰ πάντα. τὴν γῆν, τὴν ψάμμον, τὰ ὄρη, τὰ πεδία, τὰς νάπας, πάντα ὑποθώμεθα πρὸς ταύτην | |
5 | κατὰ τὸ ἀθρόον μεταβεβλῆσθαι τὴν ὕλην. τί πρὸς εὐδαιμονίαν διὰ τούτων ἐπιδώσει ὁ βίος; εἰ ἐκεῖνο ἐν παντὶ βλέπει, ὃ νῦν ἐν ὀλίγῳ ὁρᾷ, τί τῶν τῆς ψυχῆς ἀγαθῶν, τί τῶν κατὰ τὸ σῶμα σπουδαζομένων διὰ τῆς τοιαύτης περιουσίας γενήσεται; ἄρα τίς ἐλπὶς ἔσται διὰ τούτου τὸν ἐν τοσούτῳ ζῶντα χρυσῷ | |
10 | γενέσθαι σοφόν, ἀγχίνουν, θεωρητικόν, ἐπιστήμονα, φίλον θεῷ, σώφρονα, καθαρόν, ἀπαθῆ, παντὸς τοῦ πρὸς κακίαν καθέλκοντος ἀμιγῆ τε καὶ ἀπαράδεκτον; ἢ τοῦτο μὲν οὐχί, δυνατὸν δὲ τῷ σώματι καὶ ἡδὺν ὀφθῆναι καὶ εἰς πολλὰς ἐτῶν ἑκατοντάδας τὴν ζωὴν παρατείνοντα, ἀγήρω καὶ ἄνοσον | |
15 | καὶ ἀπήμονα καὶ πάντα, ὅσα περὶ τὸν ἐν σαρκὶ βίον σπουδάζε‐ ται; ἀλλ’ οὐδεὶς οὕτω μάταιος οὐδὲ τῆς φύσεως τῆς κοινῆς ἀνεπίσκεπτος, ὡς ταῦτα νομίσαι τοῖς ἀνθρώποις προσγίνε‐ σθαι, εἴπερ εἰς πλῆθος ἄφθονον ἡ τῶν χρημάτων ὕλη κατ’ ἐξουσίαν πᾶσι προχέοιτο· ἐπεὶ καὶ νῦν ἔστιν ἰδεῖν πολλοὺς | |
20 | τῶν κατὰ τὴν τοιαύτην προεχόντων περιουσίαν ἐν ἐλεεινῷ σώματι ζῶντας, ὡς εἰ μὴ παρεῖεν οἱ θεραπεύοντες μὴ ἂν ἑαυτοῖς πρὸς τὴν ζωὴν ἱκανοὺς εἶναι. εἰ οὖν ἡ καθ’ | |
ὑπόθεσιν ἡμῖν τοῦ χρυσίου περιουσία προτεθεῖσα τῷ λόγῳ | 340 | |
5.341 | οὔτε σώματος οὔτε ψυχῆς τι κέρδος ὑπέδειξεν, πολλῷ μᾶλλον εἰκὸς τὸ ἐν ὀλίγῳ δεικνύμενον ἄχρηστον εἰς ὠφέλειαν τῶν ἐχόντων ἐλέγχεσθαι. ἦ τί γὰρ ἂν γένοιτο παρ’ αὐτῆς τῆς ὕλης κέρδος τῷ ἔχοντι, ὃ μήτε γεύσει μήτε ὀσφρήσει μήτε | |
5 | τῇ ἀκοῇ ἐνεργὸν γίνεται, ὃ κατὰ τὴν ἁφὴν ὁμοτίμως πρὸς πᾶν τὸ ἀντίτυπον ἔχει; μὴ γάρ μοι τὴν ἐκ συναλλάγματος ποριζομένην τροφὴν ἢ περιβολὴν τῷ χρυσῷ προστιθέτω τις. ὁ γὰρ χρυσίῳ τὸν ἄρτον ἢ τὸ ἱμάτιον ἀλλαξάμενος τοῦ ἀχρήστου τὸ ἐπωφελὲς διημείψατο καὶ ζῇ τροφὴν ἑαυτῷ τὸν | |
10 | ἄρτον, οὐ τὸν χρυσὸν ποιησάμενος. ὁ δὲ τὴν ὕλην ταύτην διὰ τῶν τοιούτων συναλλαγμάτων ἑαυτῷ συναγαγὼν εἰς τί τῶν χρημάτων ἀπώνατο, τίς συμβουλὴ διὰ τούτων, τίς διδασκαλία πραγμάτων, ποία τοῦ μέλλοντος πρόρρησις, τίς πρὸς τὰς τοῦ σώματος ὀδύνας παραμυθία; ἔσχεν, | |
15 | ἠρίθμησεν, ἀπέθετο, σφραγῖδι κατεσημήνατο, αἰτηθεὶς ἠρνήσατο, ἀπιστηθεὶς καὶ ἐπώμοσεν. οὗτος ὁ μακαρισμός, τοῦτο τῆς σπουδῆς τὸ πέρας, αὕτη ἡ ἀπόλαυσις, μέχρι τούτου ἡ εὐδαιμονία τὸ ὕλην τῇ ἐπιορκίᾳ πορίσασθαι. ἀλλ’ εὔχρουν, φησί, τοῦ χρυσίου τὸ εἶδος. μὴ καὶ τοῦ πυρὸς εὐχροώτερον; | |
20 | μὴ τῶν ἄστρων περικαλλέστερον; μὴ τῶν ἀκτίνων τοῦ ἡλίου | |
φανότερον; τίς ὁ κωλύων σε τῆς ἀπολαύσεως ταύτης, ὥστε | 341 | |
5.342 | σοι ἀνάγκην εἶναι διὰ τῆς εὐχροίας τοῦ χρυσοῦ τὰ καθ’ ἡδονὴν πορίζειν ταῖς ὄψεσιν; ἀλλὰ σβέννυται, φησί, τὸ πῦρ καὶ ὁ ἥλιος δύεται καὶ οὐ διαρκεῖ τῆς λαμπηδόνος ἡ χάρις. τοῦ δὲ χρυσοῦ τίς, εἰπέ μοι, διὰ τοῦ σκότους παραλλαγὴ πρὸς | |
5 | τὸν μόλυβδον; ἀλλ’ οὐκ ἄν, φησίν, ἐκ τοῦ πυρὸς ἢ τῶν ἄστρων γένοιτο ἡμῖν δέραια καὶ περιδέξια καὶ πόρπαι καὶ ζῶναι καὶ μανιάκαι καὶ στέφανοι καὶ τὰ τοιαῦτα, ὁ δὲ χρυσὸς ταῦτά τε ποιεῖ καὶ εἴ τι ἄλλο πρὸς κόσμον ἐπιτηδεύεται. ἤγαγε πρὸς τὸ κεφάλαιον τῆς ματαιότητος τὴν σπουδὴν ἡ | |
10 | συνηγορία τῆς ὕλης· αὐτὸ γὰρ τοῦτο πρὸς αὐτοὺς εἴποιμι ἄν· [ἀντὶ] τί[νων] σπουδάζει ὁ χρυσῷ τὴν κόμην περιανθίζων ἢ τῶν ὤτων ἐξάπτων τὰ προκοσμήματα ἢ τὴν δέρριν περιβάλ‐ λων τοῖς περιτραχηλίοις χλίδωσιν ἢ ἐν ἄλλῳ τινὶ φέρων μέρει τοῦ σώματος; χρυσὸν προδείκνυσιν, ὅπουπερ ἂν τύχῃ | |
15 | προβεβλημένος τοῦ σώματος, οὐδὲν αὐτὸς πρὸς τὴν αὐγὴν τοῦ χρυσίου μεταμορφούμενος. ὁ γὰρ πρὸς τὸν χρυσοφοροῦντα βλέπων τὸ μὲν χρυσίον οὕτως ὁρᾷ ὡς εἰ τύχοι καὶ ἐν τοῖς | |
πρατηρίοις προκείμενον, τὸν δὲ φοροῦντα οἷος πέφυκε | 342 | |
5.343 | τοιοῦτον βλέπει. κἂν εὐεργές τε καὶ διάγλυφον ᾖ τὸ χρυσίον, κἂν τὰς χλοερὰς ἢ πυραυγεῖς ψηφῖδας ἐν ἑαυτῷ περιείργῃ, οὐδὲν μᾶλλον αἴσθησίν τινα τῶν παρακειμένων ἡ φύσις ἐδέξατο, ἀλλ’ εἴτε λώβη τις εἴη περὶ τὰ πρόσωπα εἴτε τι | |
5 | λείποι τῶν κατὰ φύσιν, ἢ ὀφθαλμοῦ ἐκρυέντος ἢ παρειᾶς εἰδεχθῶς ἐν οὐλῇ κοιλανθείσης, μένει τὸ αἶσχος ἐν τῷ φαινομένῳ, μηδὲν τῇ αὐγῇ τοῦ χρυσίου ἐπισκοτούμενον· κἂν ἐπαλγὴς ὤν 〈τισ〉 τύχῃ τῷ σώματι, οὐδεμίαν ἐπήγαγε παραμυθίαν τῷ πονοῦντι ἡ ὕλη. | |
10 | Ὃ οὖν μήτε πρὸς κάλλος μήτε πρὸς εὐεξίαν σώματος μήτε πρὸς τὴν τῶν ἀλγημάτων παραμυθίαν φέρει τι χρήσιμον τοῖς σπουδάζουσιν, ὑπὲρ τίνος σπουδάζεται; καὶ τίς ἡ διάθεσις τῶν τῇ καρδίᾳ προστετηκότων τῇ ὕλῃ, ὅταν ἐν τῷ συνειδότι τῆς τοιαύτης κτήσεως τύχωσιν ὄντες; ὡς τί πλέον | |
15 | ἔχοντες ἑαυτοῖς ἐπαγάλλονται; ἆρ’ εἴ τις αὐτοὺς ἐρωτήσειεν, εἰ δέχονται αὐτοῖς ἀμειφθῆναι πρὸς ἐκεῖνο τὴν φύσιν καὶ γενέσθαι αὐτοὶ τοῦτο, ὃ τῇ τοσαύτῃ παρ’ αὐτῶν διαθέσει τετίμηται, ἕλοιντο ἂν τὴν μεταβολήν, ὥστε ἐξ ἀνθρώπου πρὸς τὸν χρυσὸν αὐτοῖς μεταβῆναι τὴν φύσιν καὶ δειχθῆναι | |
20 | μηκέτι λογικοί τε καὶ διανοητικοὶ καὶ τοῖς αἰσθητηρίοις πρὸς τὴν ζωὴν κεχρημένοι, ἀλλ’ ὠχροί τε καὶ βαρεῖς καὶ ἄναυδοι ἄψυχοί τε καὶ ἀναίσθητοι, οἷα ἡ τοῦ χρυσοῦ φύσις | |
ἐστίν; οὐκ ἂν οἶμαι ταῦτα ἑλέσθαι οὐδὲ τοὺς σφόδρα διὰ τῆς | 343 | |
5.344 | ἐπιθυμίας συντετηκότας τῇ ὕλῃ. εἰ οὖν ἐν κατάρας εἴδει τοῖς εὖ φρονοῦσίν ἐστι τὸ ἐν τοῖς ἰδιώμασι τῆς ἀψύχου ὕλης γενέσθαι, τίς ἡ ἄλογος περὶ τὴν κτῆσιν τούτων μανία, ὧν τὸ πέρας ἡ ματαιότης ἐστίν, ὡς καὶ φόνων διὰ τοῦτο καὶ | |
5 | λῃστείας κατατολμᾶν τοὺς προσλελυσσηκότας τοῖς χρήμασι; καὶ οὐ τούτων μόνον, ἀλλὰ καὶ τῆς πονηρᾶς ἐπινοίας τῶν τόκων, ἣν ἄλλην τις λῃστείαν καὶ μιαιφονίαν ὀνομάσας οὐκ ἂν ἁμάρτοι τοῦ δέοντος. ἢ τί γὰρ διαφέρει λαθραίως ἐκ τοιχωρυχίας ἀλλότρια ληϊσάμενον ἔχειν καὶ τῷ φόνῳ τοῦ | |
10 | παροδεύοντος δεσπότην ἑαυτὸν τῶν ἐκείνου ποιεῖν ἢ διὰ τῆς τῶν τόκων ἀνάγκης κτᾶσθαι τὰ μὴ προσήκοντα; ὢ κακῆς προσηγορίας! τόκος ὄνομα τῇ λῃστείᾳ γίνεται. ὢ πικρῶν γάμων! ὢ πονηρᾶς συζυγίας, ἣν ἡ φύσις μὲν οὐκ ἐγνώρισεν, ἡ δὲ τῶν φιλοχρηματούντων νόσος ἐν τοῖς ἀψύχοις ἐκαινοτόμη‐ | |
15 | σεν. ὢ χαλεπῶν κυημάτων, ἀφ’ ὧν ὁ τοιοῦτος τόκος ἐκφύεται. μόνον ἐν τοῖς οὖσι τὸ ἔμψυχον τῇ κατὰ τὸ ἄρρεν καὶ θῆλυ διαφορᾷ διεκρίθη. τούτοις εἶπεν ὁ πλάσας θεὸς Αὐξάνεσθε καὶ πληθύνεσθε, ὥστε διὰ τῆς ἐξ ἀλλήλων γενέσεως εἰς πλῆθος τὸ ζωογονούμενον αὔξεσθαι. ὁ δὲ τοῦ χρυσίου τόκος | |
20 | ἐκ ποίων γάμων συνίσταται; ἐκ ποίας τελεσφορεῖται κυήσεως; ἀλλ’ οἶδα τὴν ὠδῖνα τοῦ τοιούτου τόκου, παρὰ τοῦ προφήτου μαθὼν Ἰδού, φησίν, ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον καὶ | |
ἔτεκεν ἀνομίαν. οὗτος ἐκεῖνός ἐστιν ὁ τόκος, ὃν ὠδίνησε | 344 | |
5.345 | μὲν ἡ πλεονεξία, τίκτει δὲ ἡ ἀνομία καὶ ἡ μισανθρωπία μαιεύεται. ὁ γὰρ ἀεὶ κρύπτων τὴν εὐπορίαν καὶ ὅρκῳ τὸ μὴ ἔχειν πιστούμενος, ἐπειδὰν ἴδῃ τινὰ ἀνάγκῃ καταπνιγόμενον, τότε ἐγκύμων τῷ βαλλαντίῳ προφαίνεται, τότε τὸν πονηρὸν | |
5 | τῆς φιλοκερδίας ὠδίνει τόκον, ἐλπίδα τοῦ δανείσματος τῷ δυστυχοῦντι προδείκνυσιν, [ἵν’] ἐπιβάλλει ὕλην τῷ δυστυχή‐ ματι ὥσπερ ὁ τῷ ἐλαίῳ κατασβεννύων τὴν φλόγα· οὐ γὰρ ἐθεράπευσε τῷ δανείῳ τὴν ζημίαν, ἀλλ’ ἐπέτεινεν· καὶ ὥσπερ ἐν τοῖς αὐχμοῖς αὐτομάτως ἀκανθοφοροῦσιν αἱ | |
10 | ἄρουραι, οὕτω καὶ ἐν ταῖς συμφοραῖς τῶν στενοχωρουμένων οἱ τῶν πλεονεκτῶν ὑλομανοῦσι τόκοι. εἶτα προτείνει τὴν χεῖρα μετὰ τοῦ χρήματος, ὥσπερ ἡ ὁρμιὰ τὸ κεκρυμμένον ἄγκιστρον τῷ δελεάματι, περιχανὼν δὲ ὁ δείλαιος τῇ πρὸς τὸ παρὸν εὐπορίᾳ καὶ εἴ τι κρυπτὸν ἐν ἀποθέτοις εἶχε τῇ τοῦ | |
15 | ἀγκίστρου ὁλκῇ συνεξήμεσε. τοιαῦτα τὰ τῶν τόκων εὐεργετή‐ ματα. κἂν μέν τις πρὸς βίαν ἀφέληταί τινος τὸ ἐφόδιον ἢ λαθὼν ὑποκλέψῃ, βίαιος καὶ λωποδύτης καὶ τὰ τοιαῦτα λέγεται, ὁ δὲ δημοσιεύων ἐν συμβολαίοις τὴν ἀδικίαν | |
καὶ ἐμμάρτυρον τὴν πικρίαν ποιούμενος καὶ συνθήκαις τὴν | 345 | |
5.346 | παρανομίαν κρατύνων φιλάνθρωπος καὶ εὐεργέτης καὶ σωτὴρ καὶ πάντα τὰ χρηστὰ τῶν ὀνομάτων προσαγορεύεται· καὶ τὸ μὲν ἐξ ὑφαιρέσεως κέρδος κλέμμα λέγεται, ὁ δὲ διὰ τῆς τοιαύτης ἀνάγκης ἀπογυμνῶν τὸν χρεώστην φιλανθρωπίᾳ | |
5 | τὴν πικρίαν ὑποκορίζεται· οὕτω γὰρ τὰς ζημίας τῶν δει‐ λαίων κατονομάζουσι. Συνήγαγόν μοι καί γε ἀργύριον καί γε χρυσίον. ἀλλὰ τούτου χάριν ὁ σοφῶς παιδεύων τὸν βίον ἐν τῷ καταλόγῳ τῶν ἐξαγορευομένων καὶ ταῦτα κατηριθμήσατο, ἵνα μαθόντες οἱ ἄνθρωποι παρὰ τοῦ τῇ | |
10 | πείρᾳ κατεγνωκότος, ὅτι ἓν τῶν ἐπ’ ἀτοπίᾳ κατεγνωσμένων τοῦτό ἐστι, φυλάξωνται πρὸ τῆς πείρας τὴν τοῦ κακοῦ προσβολήν, καθάπερ ἔστι καὶ τοὺς λῃστρικούς τε καὶ θηριώ‐ δεις τόπους ἀπαθῶς παρελθεῖν διὰ τοῦ προμαθεῖν τοὺς ἐν τούτοις προκινδυνεύσαντας. | |
15 | Καλῶς δὲ ὁ θεῖος ἀπόστολος τὸ πάθος τῆς φιλαργυρίας ὁρίζεται, ῥίζαν αὐτὴν πάντων τῶν κακῶν εἶναι ἀποφηνάμενος. ὥσπερ γὰρ ἐάν τινι μέρει διεφθορὼς καὶ σηπεδονώδης ἐπιρρυῇ χυμὸς καὶ φλεγμονὴ τῷ τόπῳ ἐγγένηται, ἀνάγκη πᾶσα εἰς ἀπόστασίν τινα καὶ διαφθορὰν τὸ ἐνσκῆψαν ὑγρὸν ἀπορραγῆ‐ | |
20 | ναι, διαφαγόντος τοῦ πύου τὴν ἐπιφάνειαν, οὕτως οἷς ἂν ἐνρυῇ | 346 |
5.347 | τῆς φιλοχρηματίας ἡ νόσος, εἰς ἀκολασίαν ὡς τὰ πολλὰ τὸ πάθος ἀπέσκηψε. διὰ τοῦτο προστίθησι τῇ περιουσίᾳ τοῦ χρυσίου τε καὶ ἀργυρίου τὴν ἀκολούθως τῷ προκατασχόντι νοσήματι ἐπακολουθοῦσαν ἀσχημοσύνην. Ἐποίησα γάρ, | |
5 | φησίν, ᾄδοντας καὶ ᾀδούσας, τῶν συμποσίων τὰ ἐντρυφήματα, οἰνοχόους καὶ οἰνοχόας. ἤρκεσεν ἡ μνήμη τῶν ὀνομάτων στηλιτεῦσαι τὸ πάθος, ὅπερ ἡ περὶ τὰ χρήματα νόσος προωδοποίησεν. ὢ τῆς ἀτόπου ταύτης φιλοτεχνίας! ὡς ἀθρόον ἐπιβάλλει τῶν ἡδονῶν τὸ ῥεῦμα, οἷόν τισι χειμάρροις | |
10 | διπλοῖς δι’ ἀκοῆς τε καὶ ὄψεως τὰς ψυχὰς ἐπικλύζον, ἵνα καὶ βλέπηται τὸ κακὸν καὶ ἀκούηται. ἡ ᾠδὴ τὴν ἀκοὴν καταστρέ‐ φεται, ἡ ὄψις τὴν ὄψιν καταγωνίζεται. ἐκεῖθεν ὁ θῆλυς φθόγγος διὰ τῆς λελυμένης τῶν ᾠδῶν ἁρμονίας συνεισάγει ἑαυτῷ ἐπὶ τὴν καρδίαν τὰ πάθη, ἐντεῦθεν ἡ ὄψις οἷόν τι | |
15 | μηχάνημα πολεμικὸν τοῖς ὀφθαλμοῖς τοῦ ταῖς ᾠδαῖς προδια‐ λυθέντος ἐμπίπτουσα τὴν ψυχὴν καταστρέφεται. στρατηγὸς δὲ τῆς παρατάξεως ταύτης ὁ οἶνος γίνεται, ὥσπερ τις πονηρὸς τοξότης διπλοῖς βέλεσι κατατοξεύων τὸν ἄνθρωπον ἐπί τε τὴν ἀκοὴν καὶ τὴν ὄψιν τὰς τῆς ἡδονῆς εὐθύνων | |
20 | ἀκίδας· βέλος γὰρ γίνεται τῆς μὲν ἀκοῆς ἡ ᾠδή, τῆς δὲ ὄψεως τὸ φαινόμενον. οὐ γὰρ ψιλὸν ὄνομα τῶν οἰνοχόων ἐστίν, ἀλλ’ | |
ἐκ τοῦ ἔργου πάντως ἡ ἐπωνυμία γίνεται. ὅταν τοίνυν | 347 | |
5.348 | ἐγχέηται μὲν ἀφειδῶς τοῖς συμπόταις ὁ ἄκρατος, ὑπηρετῇ δὲ τῇ τοιαύτῃ διακονίᾳ νεότης εἰς κάλλος ἐξησκημένη ἢ παίδων διὰ τοῦ κόσμου θηλυνομένων ἢ καὶ αὐτοῦ τοῦ θήλεος γένους ἀναστρεφομένου τῷ συμποσίῳ καὶ ταῖς φιλοτησίαις | |
5 | τὸν ἀπρεπῆ φλογμὸν συνεγχέοντος, εἰς τί ποτε εἰκὸς τελευτῆσαι τὰς τοιαύτας σπουδάς; ὁ γὰρ σκοπὸν ἑκάστου τῶν γινομένων τὴν ἡδονὴν ποιούμενος καὶ παριὼν τῇ περιεργίᾳ τὴν χρείαν, ὅπως μὲν κατακοσμήσει τὰς τὴν ᾠδὴν μουσουργούσας, οἵαν δὲ περιθήσει ταῖς οἰνοχοούσαις τὴν στολήν, σιωπᾶν χρὴ τὰ | |
10 | τοιαῦτα μᾶλλον καὶ μὴ ἐμβαθύνειν τῷ λόγῳ τῇ τῶν τοιούτων ὑπογραφῇ, ὡς ἂν μὴ δι’ αὐτῆς τῆς κατηγορίας ἐπιξαίνοι τοῖς ἐμπαθεστέροις ἡ μνήμη τὰ τραύματα. διὰ ταῦτα ὁ χρυσὸς καὶ ὑπὲρ τούτων ὁ ἄργυρος, ἵνα τὰ τοιαῦτα παρασκευάσῃ τῆς τρυφῆς δελεάματα. | |
15 | Ἢ τούτου χάριν τὸ κατὰ τὴν ἡδονὴν πάθος ὄφις ὑπὸ τῆς γραφῆς ὀνομάζεται, ᾧ φύσις ἐστίν, εἰ ἡ κεφαλὴ πρὸς τὴν ἁρμονίαν τοῦ τοίχου παραδυείῃ, πάντα τὸν κατόπιν ὁλκὸν συνεπάγεσθαι. οἷον τί λέγω; ἀναγκαίαν τοῖς ἀνθρώποις | |
ποιεῖ ἡ φύσις τὴν οἴκησιν, ἀλλὰ διὰ τῆς χρείας ταύτης ἡ | 348 | |
5.349 | ἡδονὴ τῇ ἁρμονίᾳ τῆς ψυχῆς παραδυεῖσα εἰς ἄμετρόν τινα καλλωπισμοῦ πολυτέλειαν τὴν χρείαν παρέτρεψεν καὶ τὴν σπουδὴν μετεποίησεν. εἶτα πρὸς ἀμπελῶνάς τινας καὶ κολυμβήθρας καὶ παραδείσους καὶ τὰ τῶν κήπων ἐγκαλλω‐ | |
5 | πίσματα μεθέρπει τὸ θηρίον, ἡ ἡδονή. μετὰ ταῦτα ἐπικορυ‐ φοῦται τῇ ὑπερηφανίᾳ καὶ τῷ τύφῳ περιελίσσεται τὴν κατὰ τῶν ὁμοφύλων ἀρχὴν ἑαυτῇ ὑποζεύξασα. ἐπὶ τούτοις τὸν τῆς φιλοχρηματίας ὁλκὸν ἐπισύρεται, ᾧ κατ’ ἀνάγκην ἕπεται τὸ ἀκόλαστον, τὸ ἔσχατόν τε καὶ οὐραῖον μέρος τῆς κατὰ | |
10 | τὴν ἡδονὴν θηριώσεως. ἀλλ’ ὥσπερ οὐκ ἔστιν ἐκ τοῦ οὐραίου | |
τὸν ὄφιν ἀνελκυσθῆναι, τῆς τραχείας φυσικῶς φολίδος πρὸς τὸ | 349 | |
5.350 | ἔμπαλιν τοῖς ἐφελκομένοις ἀντιβαινούσης, οὕτως οὐκ ἔστιν ἐκ τῶν τελευταίων ἄρξασθαι τῆς ψυχῆς ἐξοικίζειν τὴν τῆς ἡδονῆς ἑρπηδόνα, εἰ μή τις τῷ κακῷ τὴν πρώτην εἴσοδον ἀποκλείσειε. διὸ καὶ τὴν κεφαλὴν αὐτοῦ ἐπιτηρεῖν ὁ τῆς | |
5 | ἀρετῆς ὑφηγητὴς ἐγκελεύεται, κεφαλὴν ὀνομάζων τὴν ἀρχὴν τῆς κακίας, ἧς μὴ παραδεχθείσης ἄπρακτόν ἐστι τὸ λειπόμενον. ὁ γὰρ καθόλου πρὸς τὴν ἡδονὴν πολεμίως διατεθεὶς οὐκ ἂν ταῖς μερικαῖς προσβολαῖς τοῦ πάθους ὑπενεχθείη, ὁ δὲ τὴν ἀρχὴν τοῦ πάθους ὑποδεξάμενος ἅπαν | |
10 | ἐν ἑαυτῷ τὸ θηρίον συμπαρεδέξατο. διὰ τοῦτο πάντα διεξελ‐ θὼν ὁ τὰ τοιαῦτα δημοσιεύων πάθη ἐπὶ κεφαλαίῳ ἀναλαμβάνει τὸν λόγον. εἰπὼν γὰρ ἐξ ἀρχῆς ὅτι Ἐμεγάλυνα ποίημά μου καὶ νῦν ἐπάγει μετὰ τὴν ἐπὶ μέρους ἔκθεσιν τῶν γεγονότων, ὅτι Ἐμεγαλύνθην δεικνὺς ὅτι οὐ διὰ μικρῶν τινων γέγονεν | |
15 | αὐτῷ τῶν ἐναντίων ἡ γνῶσις, ἀλλ’ ὡς εἰς τὸ ἀκρότατον μέγεθος προελθεῖν τὴν πεῖραν, ὡς μηδεμίαν τῶν ὁμοίων μνήμην ἐν τοῖς πρὸ αὐτοῦ γεγενημένοις τὸ ἴσον ἔχειν. φησὶ γὰρ ὅτι Ἐμεγαλύνθην καὶ προσέθηκα παρὰ πάντας τοὺς γενομένους ἔμπροσθέν μου ἐν Ἱερουσαλήμ, καὶ ὅτου χάριν | |
20 | προπαιδευθεὶς πάσῃ σοφίᾳ πρὸς τὴν τῶν τοιούτων κατῆλθε πεῖραν νῦν τὸν σκοπὸν ἐξεκάλυψε. Σοφία γάρ μου, φησίν, ἐστάθη μοι. σημαίνει δὲ διὰ τῶν εἰρημένων, ὅτι διὰ τῆς σοφίας ἀνηρευνησάμην πᾶσαν ἀπολαυστικὴν ἐπίνοιαν, καὶ | |
ἔστη μοι ἡ διάνοια ἐπὶ τοῦ ἀκροτάτου τῶν ἐν τούτοις | 350 | |
5.351 | εὑρισκομένων. ἥ τε γὰρ ὄψις τῇ ἐπιθυμίᾳ συνήργησε καὶ ἡ προαίρεσις διὰ τῆς τῶν ὄψεων ἡδονῆς τῶν καταθυμίων ἐνεφορήθη· ὡς μηδὲν ὑπολειφθῆναι τῶν εἰς ἀπόλαυσιν ἐπινοουμένων, ἀλλά μοι γενέσθαι μερίδα κτήσεως τὴν τῶν | |
5 | καθ’ ἡδονὴν μετουσίαν. ὅπερ οὐδὲν ἄλλο σημαίνειν μοι φαίνεται ἢ ὅτι περιέσχον ἐν ἐμαυτῷ πᾶσαν ἀπολαυστικὴν ἐπίνοιαν, οἷον ἀπό τινος κτήματος τὴν εὐφροσύνην ἀπὸ τῶν γινομένων καρπούμενος. Οὐκ ἀπεκώλυσα γάρ, φησί, τὴν καρδίαν μου ἀπὸ πάσης εὐφροσύνης, καὶ ἡ καρδία μου | |
10 | εὐφράνθη ἐν παντὶ μόχθῳ μου, καὶ τοῦτο ἐγένετο μερίς μου ἀπὸ παντὸς μόχθου μου, μερίδα τὴν κτῆσιν λέγων. ἐπεὶ οὖν διεξῆλθε τὴν ἐπὶ μέρους τρυφήν, ἀπ’ ἀρχῆς εἰς τέλος ἐπιδρα‐ μὼν καὶ πάντα τῷ λόγῳ διεξελθών, δι’ ὧν τοῖς ἀπολαύουσιν αἱ ἡδοναὶ συναγείρονται, τὰ τῶν οἰκοδομημάτων κάλλη, | |
15 | τοὺς ἀμπελῶνας, τοὺς κήπους, τὰς κολυμβήθρας, τοὺς παραδείσους, τὴν κατὰ τῶν ὁμοφύλων ἀρχήν, τὴν τῶν χρημάτων περιουσίαν, τὴν ἐν τοῖς συμποσίοις πρὸς τὰς θυμηδίας παρασκευήν, πάντα, καθὼς αὐτὸς ὀνομάζει, τὰ ἐντρυφήματα, ἐν οἷς ἀπησχολήθη αὐτοῦ ἡ σοφία τὰ | |
20 | τοιαῦτα διερευνωμένη καὶ εἰς ἐπίνοιαν ἄγουσα, ὧν ἀπολελαυ‐ κέναι φησὶ διὰ πάσης αἰσθήσεως, τῶν τε ὀφθαλμῶν τὰ πρὸς ἡδονὴν εὑρισκόντων τῆς τε ψυχῆς ἐχούσης πᾶν τὸ κατ’ ἐπιθυμίαν ἀκώλυτον· τότε τὴν πρώτην ἑρμηνεύει φωνήν, | |
ἣν ἐν προοιμίοις τοῦ λόγου πεποίηται, μάταια εἶναι τὰ | 351 | |
5.352 | πάντα ἀποφηνάμενος. φησὶ γὰρ πρὸς ταῦτα βλέπων περὶ τῆς ἀνθρωπίνης ζωῆς ἀποφήνασθαι, ὅτι Πάντα ματαιότης ἐστίν, ὅσα ἥ τε αἴσθησις βλέπει καὶ παρὰ τῶν ἀνθρώπων εἰς εὐφροσύνην ἐπιτηδεύεται. Ἐπέβλεψα γὰρ ἐγὼ ἐν πᾶσι τοῖς | |
5 | ποιήμασί μου, οἷς ἐποίησαν αἱ χεῖρές μου, καὶ ἐν παντὶ μόχθῳ μου, ᾧ ἐμόχθησα τοῦ ποιεῖν, καὶ ἰδοὺ τὰ πάντα ματαιότης καὶ προαίρεσις πνεύματος, καὶ οὐκ ἔστι περισσεία ὑπὸ τὸν ἥλιον. πᾶσα γὰρ ἡ τῶν αἰσθήσεων δύναμίς τε καὶ ἐνέργεια ὅρον ἔχει τὴν ὑφ’ ἡλίῳ ζωήν, τὸ δὲ ἐπέκεινα | |
10 | διαβῆναι καὶ τῶν ὑπερκειμένων ἀγαθῶν ἐν περινοίᾳ γενέσθαι ἡ αἰσθητικὴ φύσις οὐ δύναται. ταῦτα οὖν πάντα καὶ τὰ τοιαῦτα κατασκεψάμενος παιδεύει τὸν βίον τὸ πρὸς μηδὲν τῶν ὧδε θαυμαστικῶς διατίθεσθαι, πλοῦτον, φιλοτιμίαν, τὴν κατὰ τῶν ὑποχειρίων ἀρχήν, θυμηδίας τε καὶ τρυφὰς | |
15 | καὶ συμπόσια καὶ εἴ τι ἄλλο τῶν τιμίων εἶναι νενόμισται, ἀλλ’ ὁρᾶν, ὅτι ἓν τέλος τῶν τοιούτων πάντων ἡ ματαιότης ἐστίν, ἧς περισσεία εἰς τὸ ἐφεξῆς οὐχ εὑρίσκεται. καθάπερ γὰρ οἱ καθ’ ὕδατος γράφοντες ἐνεργοῦσι μὲν διὰ τῆς χειρὸς τὴν γραφὴν τοὺς τύπους τῶν χαρακτήρων ἐν τῷ ὑγρῷ | |
20 | διαγράφοντες, μένει δὲ τῶν χαραγμάτων οὐδὲν ἐπὶ σχήματος, ἀλλ’ ἡ τοῦ γράφειν σπουδὴ ἐν μόνῳ τῷ γράφειν ἐστίν· ἕπεται γὰρ ἀεὶ τῇ χειρὶ ἡ τοῦ ὕδατος ἐπιφάνεια τὸ κεχαραγ‐ | |
μένον ἐπιλεαίνουσα· οὕτως πᾶσα ἡ ἀπολαυστικὴ σπουδὴ | 352 | |
5.353 | καὶ ἐνέργεια τοῖς γινομένοις ἐναφανίζεται. παυσαμένης γὰρ τῆς ἐνεργείας ἐξηλείφθη καὶ ἡ ἀπόλαυσις, καὶ οὐδὲν εἰς τὸ ἐφεξῆς τεταμίευται οὐδὲ ὑπελείφθη τι τοῖς ἡδομένοις ἴχνος εὐφροσύνης ἢ λείψανον, παρελθούσης τῆς κατὰ τὴν ἡδονὴν | |
5 | ἐνεργείας. τοῦτό ἐστιν, ὃ σημαίνει ὁ λόγος εἰπών, ὅτι Οὐκ ἔστι περισσεία ὑπὸ τὸν ἥλιον τοῖς τὰ τοιαῦτα πονοῦσιν, ὧν τὸ πέρας ματαιότης ἐστίν· ὧν καὶ ἡμεῖς ἔξω γενοίμεθα χάριτι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. | |
10 | ΟΜΙΛΙΑ Εʹ Νῦν ἡμῖν παρὰ τοῦ μεγάλου τῆς ἐκκλησίας καθηγεμόνος ἡ ἐπὶ τὰ ὑψηλότερα τῶν μαθημάτων γίνεται μυσταγωγία. προκαθήρας γὰρ τὰς ψυχὰς διὰ τῶν προλαβόντων λόγων καὶ πάσης ἀποστήσας τῆς κατὰ τὸ μάταιον ἐγγινομένης τοῖς | |
15 | ἀνθρώποις ἐπιθυμίας οὕτω προσάγει τῇ ἀληθείᾳ τὸν νοῦν οἷόν τι φορτίον ἐξ ὤμων τὴν ἀχθηδόνα τῶν ματαίων ἀπο‐ σεισάμενον. τὸ δὲ τοιοῦτον ὡς ἐν δόγματι παιδευέσθω ἡ | |
ἐκκλησία, μαθοῦσα διὰ τῆς παρούσης διδασκαλίας, ὅτι | 353 | |
5.354 | ἀρχὴ τοῦ κατ’ ἀρετὴν βίου ἐστὶ τὸ τῆς κακίας ἐκτὸς γενέσθαι. καὶ γὰρ ὁ μέγας Δαβὶδ εἰσαγωγικήν τινα πρὸς τὴν καθαρὰν πολιτείαν ὑφήγησιν ἐν ταῖς ψαλμῳδίαις ποιούμενος οὐκ ἀπὸ τῆς τελειότητος τῶν ἐν τῷ μακαρισμῷ θεωρουμένων | |
5 | τοῦ λόγου ἄρχεται. οὐ γὰρ εἶπεν ἐν πρώτοις μακαριστὸν εἶναι τὸν ἐν πᾶσι κατευοδούμενον, τὸν ὡμοιωμένον τῷ ξύλῳ, τὸν ἐν ταῖς διεξόδοις τῶν ὑδάτων ἐρριζωμένον, τὸν ἀειθαλῆ ἐν τοῖς ἀγαθοῖς διαμένοντα, τὸν ἐν τοῖς καθήκουσι χρόνοις τὸν καρπὸν τοῦ ἰδίου βίου δρεπόμενον, ἀλλ’ ἀρχὴν μακαρισμοῦ | |
10 | τὴν ἀπόστασιν τῶν κακῶν ἐποιήσατο, ὡς οὐκ ἐνδεχόμενον ἄλλως ἀγαθὸν γενέσθαι, πρὶν ἀποκλύσασθαι τῆς κακίας τὸν ῥύπον. οὕτω τοίνυν καὶ ὁ πολὺς οὗτος ἐκκλησιαστὴς ὑπεξαιρεῖ πρῶτον τῷ λόγῳ τὰ μάταια, ἵνα καθάπερ ἐπὶ σώματος κάμνοντος ταῖς καθηκούσαις ἐπιμελείαις ἐκκαθαρ‐ | |
15 | θέντος τοῦ ἀρρωστήματος αὐτομάτως τὸ ἀγαθὸν τῆς ὑγείας ἐγγένηται. διὰ τοῦτο κατέδραμε τῷ λόγῳ τῆς ματαιότητος, εἶπεν οὐκ ἀσφαλὲς τοῦ καλοῦ κριτήριον εἶναι τὴν αἴσθησιν, ὑπ’ ὄψιν ἤγαγε τὸ ἐν τοῖς σπουδαζομένοις ἀνύπαρκτον, ἐχώρισε τὴν ἐπιθυμητικὴν ἡμῶν διάθεσιν τῆς σωματικῆς | |
20 | ἀπολαύσεως· καὶ οὕτως ὑποδείκνυσι τὸ ὄντως αἱρετόν, τὸ ἀληθῶς ἐπιθυμητόν, οὗ ἡ σπουδὴ πρᾶγμά ἐστιν ἐνεργόν τε καὶ ἐνυπόστατον, εἰς ἀεὶ παραμένον τοῖς μετιοῦσι, πάσης τῆς | |
κατὰ τὸ μάταιον ἐννοίας κεχωρισμένον. | 354 | |
5.355 | Ἐπέβλεψα γὰρ ἐγώ, φησί, τοῦ ἰδεῖν σοφίαν. ὡς δ’ ἂν ἀκριβῶς ἴδοιμι τὸ ποθούμενον, εἶδον πρότερον καὶ τὴν παραφορὰν καὶ τὴν ἀφροσύνην. ἐκ γὰρ τῆς πρὸς τὸ ἀντικεί‐ μενον παραθέσεως ἀκριβεστέρα γίνεται τῶν σπουδαζομένων | |
5 | ἡ θεωρία. τὴν δὲ σοφίαν καὶ βουλὴν ὀνομάζει λέγων· Ὅτι τίς ἄνθρωπος, ὃς ἐπελεύσεται ὀπίσω τῆς βουλῆς, τὰ ὅσα ἐποίησεν αὕτη; διδάσκει τοίνυν τίς ἐστιν ἡ ἀνθρωπίνη σοφία, ὅτι τὸ ἐπακολουθῆσαι τῇ ὄντως σοφίᾳ, ἣν καὶ βουλὴν ὀνομάζει ποιητικὴν τῶν ἀληθῶς ὄντων τε καὶ ὑφεστώτων καὶ μὴ ἐν | |
10 | ματαιότητι θεωρουμένων, τοῦτο τῆς ἀνθρωπίνης σοφίας ἐστὶ τὸ κεφάλαιον· ἡ δὲ ὄντως σοφία καὶ ἡ βουλὴ οὐδὲν ἄλλο κατά γε τὸν ἐμὸν λόγον ἐστὶ πλὴν τῆς τοῦ παντὸς προεπινοου‐ μένης σοφίας. αὕτη δέ ἐστιν, ἐν ᾗ τὰ πάντα ἐποίησεν ὁ θεός, καθώς φησιν ὁ προφήτης, ὅτι Πάντα ἐν σοφίᾳ ἐποίησας, | |
15 | Χριστὸς δὲ θεοῦ δύναμις καὶ θεοῦ σοφία, ἐν ᾗ τὰ πάντα ἐγένετο καὶ διεκοσμήθη. εἰ οὖν τοῦτό ἐστιν ἡ ἀνθρωπίνη σοφία τὸ ἐν περινοίᾳ τῶν ἀληθινῶν ἔργων τῆς ὄντως σοφίας τε καὶ βουλῆς γενέσθαι, ἔργον δὲ τῆς βουλῆς ἐκείνης ἤτοι τῆς σοφίας κατά γε τὸν ἐμὸν λόγον ἡ ἀφθαρσία ἐστὶν ἥ τε τῆς | |
20 | ψυχῆς μακαριότης καὶ ἡ ἀνδρεία καὶ ἡ δικαιοσύνη καὶ ἡ φρόνησις καὶ πᾶν τὸ κατ’ ἀρετὴν νοούμενον ὄνομά τε καὶ | |
νόημα, τάχα δι’ ἀκολούθου τῇ γνώσει τῶν ἀγαθῶν προσαγό‐ | 355 | |
5.356 | μεθα. ἐπειδὴ γὰρ ταῦτα εἶδον, φησί, καὶ ὥσπερ ἐν ζυγῷ διέκρινα τὸ ὂν τοῦ μὴ ὄντος, εὗρον τὴν διαφορὰν τῆς σοφίας καὶ τῆς ἀφροσύνης, οἵαπερ ἂν εὑρεθείη φωτὸς ἀντεξεταζο‐ μένου πρὸς ζόφον. καί μοι δοκεῖ προσηκόντως τῷ κατὰ τὸ | |
5 | φῶς ὑποδείγματι πρὸς τὴν τοῦ καλοῦ χρήσασθαι κρίσιν. ἐπειδὴ γὰρ τὸ σκότος τῇ ἑαυτοῦ φύσει ἀνύπαρκτον (εἰ γὰρ μὴ εἴη τι τὸ ἀντιφράσσον τὴν ἡλιακὴν ἀκτῖνα, σκότος οὐκ ἔσται), τὸ δὲ φῶς αὐτὸ ἐφ’ ἑαυτοῦ ἐστιν ἐν ἰδίᾳ οὐσίᾳ κατανοούμενον, δείκνυσι τῷ ὑποδείγματι, ὅτι ἡ κακία καθ’ | |
10 | ἑαυτὴν οὐχ ὑφέστηκεν, ἀλλὰ τῇ στερήσει τοῦ ἀγαθοῦ παρυφ‐ ίσταται, τὸ δὲ ἀγαθὸν ἀεὶ ὡσαύτως ἔχει μόνιμόν τε καὶ πάγιον καὶ οὐδεμιᾷ τινος προηγουμένου στερήσει παρυφιστά‐ μενον. τὸ δὲ ἐκ τοῦ ἐναντίου τῷ ἀγαθῷ νοούμενον κατ’ οὐσίαν οὐκ ἔστιν· ὃ γὰρ ἐφ’ ἑαυτοῦ οὐκ ἔστιν, οὐδὲ ἔστιν | |
15 | ὅλως· στέρησις γὰρ τοῦ ὄντος ἐστὶν ἡ κακία καὶ οὐχὶ ὕπαρξις. ἴση τοίνυν ἡ διαφορὰ τοῦ φωτὸς πρὸς τὸ σκότος καὶ τῆς σοφίας πρὸς ἀφροσύνην ἐστίν. ἀπὸ μέρους γὰρ ἅπαν τὸ ἀγαθὸν περιλαμβάνει τῷ τῆς σοφίας ὀνόματι καὶ τῇ ἀφροσύνῃ πᾶσαν κακοῦ φύσιν συνερμηνεύει. | |
20 | Ἀλλὰ τί κέρδος ἡμῖν ἐκ τοῦ θαυμάσαι τὸ ἀγαθόν, εἰ μή τις καὶ ἔφοδος παρὰ τοῦ διδασκάλου πρὸς τὴν τούτου κτῆσιν ὑποδειχθείη; πῶς οὖν ἔστι καὶ ἡμᾶς ἐν τῇ τοῦ καλοῦ μετου‐ | |
σίᾳ γενέσθαι, ἀκούσωμεν τοῦ διδάσκοντος. Τοῦ σοφοῦ, | 356 | |
5.357 | φησίν, οἱ ὀφθαλμοὶ ἐν κεφαλῇ αὐτοῦ. τί ταῦτα λέγει; ἔστι γάρ τι ζῷον ὅλως, ὃ ἔξω τῆς κεφαλῆς ἔχει τὰ τῶν ὀφθαλμῶν αἰσθητήρια, κἂν ἔνυδρον εἴπῃς κἂν χερσαῖον κἂν ἐναέριον; ἐν πᾶσι γὰρ ὁ ὀφθαλμὸς τοῦ λοιποῦ προβέβληται | |
5 | σώματος καὶ τῇ κεφαλῇ τῶν ἐχόντων κεφαλὴν ἐγκαθίδρυται. πῶς οὖν ἐνταῦθα μόνου λέγει τοῦ σοφοῦ τὴν κεφαλὴν ὠμματῶσθαι; ἢ τοῦτο πάντως ὑποσημαίνει τῷ λόγῳ, ὅτι ἀναλογία τίς ἐστι τῶν ἐν τῇ ψυχῇ θεωρουμένων πρὸς τὰ τοῦ σώματος μέρη; καὶ ὥσπερ ἐπὶ τῆς σωματικῆς διαπλάσεως | |
10 | τὸ προέχον τοῦ ὅλου κεφαλὴ ὀνομάζεται, οὕτω καὶ ἐπὶ τῆς ψυχῆς τὸ ἡγεμονικόν τε καὶ προτεταγμένον ἀντὶ κεφαλῆς νοεῖται· καὶ ὃν τρόπον πτέρναν τὴν τοῦ ποδὸς βάσιν προσα‐ γορεύομεν, οὕτως ἂν εἴη τις καὶ τῆς ψυχῆς βάσις, δι’ ἧς ἐφάπτεται τῆς συμφυΐας τοῦ σώματος, ὅθεν τὴν αἰσθητικὴν | |
15 | δύναμίν τε καὶ ἐνέργειαν τῷ ὑποκειμένῳ ἐνίησιν. ὅταν τοίνυν ἡ διορατική τε καὶ θεωρητικὴ τῆς ψυχῆς δύναμις πρὸς τὰ αἰσθητὰ τὴν ἀσχολίαν ἔχῃ, εἰς τὰς πτέρνας αὐτῆς ἡ τῶν ὀφθαλμῶν φύσις ἀντιμεθίσταται, δι’ ὧν τὰ κάτω βλέπει, τῶν ὑψηλῶν θεαμάτων ἀθέατος μένουσα. εἰ δὲ | |
20 | γνωρίσασα τῶν ὑποκειμένων τὸ μάταιον ἀναγάγοι τὰς ὄψεις ἐπὶ τὴν ἑαυτῆς κεφαλήν, ἥτις ἐστὶν ὁ Χριστός, καθὼς | |
διερμηνεύει ὁ Παῦλος, μακαριστὴ ἂν γένοιτο τῆς ὀξυωπίας, | 357 | |
5.358 | ἐκεῖ ἔχουσα τοὺς ὀφθαλμούς, ὅπου οὐκ ἔστιν ἡ τοῦ κακοῦ ἐπισκότησις. Παῦλος ὁ μέγας καὶ εἴ τινες ἄλλοι κατ’ ἐκεῖνον μεγάλοι ἐν τῇ κεφαλῇ τοὺς ὀφθαλμοὺς εἶχον καὶ πάντες οἱ ἐν Χριστῷ ζῶντες καὶ κινούμενοι καὶ ὄντες. ὡς γὰρ οὐκ | |
5 | ἔστι τὸν ἐν φωτὶ ὄντα σκότος ἰδεῖν, οὕτως οὐκ ἔστι τὸν ἐν Χριστῷ τὸν ὀφθαλμὸν ἔχοντα πρός τι τῶν ματαίων ἐνατενίσαι. ὁ οὖν ἐν τῇ κεφαλῇ τοὺς ὀφθαλμοὺς ἔχων (κεφαλὴν δὲ τὴν τοῦ παντὸς ἀρχὴν ἐνοήσαμεν) ἐν πάσῃ ἀρετῇ τοὺς ὀφθαλμοὺς ἔχει (Χριστὸς γάρ ἐστιν ἡ παντελὴς ἀρετή), ἐν ἀληθείᾳ, ἐν | |
10 | δικαιοσύνῃ, ἐν ἀφθαρσίᾳ, ἐν παντὶ ἀγαθῷ. Τοῦ οὖν σοφοῦ οἱ ὀφθαλμοὶ ἐν κεφαλῇ αὐτοῦ, ὁ δὲ ἄφρων ἐν σκότει πορεύεται. ὁ γὰρ μὴ ἐπὶ τὴν λυχνίαν τὸν ἑαυτοῦ λύχνον προτείνας, ἀλλ’ ὑποβαλὼν τῇ βάσει τῆς κλίνης τὸ φέγγος ἑαυτῷ σκότος ἐποίησεν, δημιουργὸς τοῦ ἀνυπάρκτου | |
15 | γενόμενος· μάταιον δὲ τὸ ἀνύπαρκτον. ἴσον οὖν ἐστι κατὰ τὸ σημαινόμενον τῷ ματαίῳ τὸ σκότος. τοῦ τοίνυν ἄφρονος ἡ ψυχὴ φιλοσώματός τις καὶ σαρκώδης γεγενημένη ἐν τῷ ταῦτα βλέπειν βλέπει οὐδέν· σκότος γάρ ἐστιν ἀληθῶς ἡ ἐν τούτοις ὀξυωπία. ὁρᾷς τοὺς δριμεῖς τούτους καὶ εὐστρόφους | |
20 | κατὰ τὸν βίον, οὓς δικανικοὺς ὀνομάζομεν, ὅπως ἑαυτοῖς δι’ ἐπινοίας τὴν ἀδικίαν ἐξευμαρίζουσι μάρτυσι, συνηγόροις, ἐγγράφοις, τῇ τῶν δικαστῶν θεραπείᾳ, ὥστε καὶ τὸ κακὸν | |
κατεργάσασθαι καὶ ἐκδῦναι τὴν τιμωρίαν; τίς οὐ θαυμάζει | 358 | |
5.359 | τὸ ἀγχίνουν τῶν τοιούτων καὶ εὐπερίβλεπτον; ἀλλ’ ὅμως τυφλοί εἰσιν οὗτοι, εἰ πρὸς ἐκεῖνον τὸν ὀφθαλμὸν ἐξετάζοιντο τὸν τὰ ἄνω βλέποντα, τὸν τῇ κεφαλῇ τῶν ὄντων ἐγκείμενον. τυφλοί εἰσιν ἄντικρυς οἱ τὴν πτέρναν ἑαυτῶν καλλωπίζοντες | |
5 | τὴν σπαρασσομένην τοῖς ὀδοῦσι τοῦ ὄφεως· δι’ ὧν γὰρ τὰ κάτω βλέπουσι, τὰ δήγματα τῆς ἁμαρτίας ἑαυτοῖς ἐγχαράσ‐ σουσιν. Ὁ γὰρ ἀγαπῶν ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψυχήν, καὶ τὸ μακαριζόμενον αὐτῶν ἐν ἀνθρώποις πάσης ἐστὶ δυσπραγίας ἐλεεινότερον. πόσοι δὲ πάλιν ἐκ τοῦ ἐναντίου | |
10 | τῶν ἐν τῷ ὕψει ἀγαθῶν ἐμφορούμενοι καὶ τῇ θεωρίᾳ τῶν ὄντως ὄντων ἀποσχολάζοντες τυφλοί τινες ἐν τοῖς ὑλικοῖς πράγμασιν εἶναι νομίζονται καὶ ἀνόητοι, οἷος καὶ ὁ Παῦλος εἶναι καυχᾶται, μωρὸν ἑαυτὸν διὰ τὸν Χριστὸν εἶναι λέγων· ἡ γὰρ φρόνησις αὐτοῦ καὶ ἡ σοφία πρὸς οὐδὲν τῶν ὧδε | |
15 | σπουδαζομένων ἠσχόλητο. διὸ λέγει· Ἡμεῖς μωροὶ διὰ Χρι‐ στόν, ὡς ἂν εἰ ἔλεγεν· ἡμεῖς τυφλοὶ τῷ κάτω βίῳ διὰ τὸ τὰ ἄνω βλέπειν καὶ ἐν τῇ κεφαλῇ τοὺς ὀφθαλμοὺς ἡμῶν ἔχειν. τούτου χάριν ἄστεγος ἦν καὶ ἀτράπεζος, πένης, ἀλήτης, γυμνός, λιμῷ καὶ δίψῃ κατατρυχόμενος. ἀλλ’ ὁ κάτω τοιοῦτος | |
20 | ἐν τοῖς ἄνω σκόπησον οἷος ἦν. ἕως γὰρ τρίτου οὐρανοῦ | 359 |
5.360 | ὑψωθείς, ὅπου ἡ κεφαλὴ αὐτοῦ ἦν, ἐκεῖ τοὺς ὀφθαλμοὺς ἔσχεν, τοῖς ἀπορρήτοις τοῦ παραδείσου μυστηρίοις ἐναγαλλό‐ μενος καὶ τὰ ἀθέατα βλέπων καὶ ἐντρυφῶν ἐκείνοις, ὅσα ὑπὲρ αἴσθησίν ἐστι καὶ διάνοιαν. τίς οὐκ ἂν ἐλεεινὸν αὐτὸν ᾠήθη, | |
5 | δεσμώτην βλέπων καὶ πληγαῖς αἰκιζόμενον καὶ βύθιον ἐκ ναυαγίου διὰ πελάγους τοῖς κύμασι μετὰ τῶν δεσμῶν συμπεριφερόμενον; ἀλλ’ ὅμως εἰ καὶ τὰ ἐν ἀνθρώποις τοιαῦτα, τοῦ μέντοι ἐν κεφαλῇ διὰ παντὸς τοὺς ὀφθαλμοὺς ἔχειν οὐκ ἀπετράπη λέγων Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ | |
10 | θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ; θλῖψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λιμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα; ὅπερ ἴσον ἐστὶ τῷ λέγειν· τίς μου τοὺς ὀφθαλμοὺς ἀπὸ τῆς κεφαλῆς ἐξορύξει καὶ πρὸς τὸ πατούμενόν τε καὶ γήϊνον μεταστήσει; τοῦτο δὲ καὶ ἡμῖν ἐγκελεύεται τὸ ἴσον ποιεῖν ἐν τῷ παραγγέλλειν | |
15 | τὰ ἄνω φρονεῖν, ὅπερ ὅμοιόν ἐστι τῷ λέγειν ἐν κεφαλῇ τοὺς ὀφθαλμοὺς ἔχειν. Ἀλλ’ εἰ μεμαθήκαμεν, πῶς εἰσι τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ ἐν κεφαλῇ αὐτοῦ, φύγωμεν τὴν ἀφροσύνην, ἥτις σκότος τοῖς ἐν τῷ βίῳ τούτῳ πορευομένοις γίνεται. Ὁ γὰρ ἄφρων, φησίν, | |
20 | ἐν σκότει πορεύεται. ἄφρων δέ ἐστι, καθὼς ἡ προφητεία φησίν, ὁ ἐν τῇ καρδίᾳ λέγων μὴ εἶναι θεόν, ὃς διεφθάρη καὶ | |
ἐβδελύχθη ἐν τοῖς ἐπιτηδεύμασιν. ἡ δὲ ἀκολουθία τοῦ λόγου | 360 | |
5.361 | θεραπεύει διὰ τῶν ἐφεξῆς εἰρημένων τοὺς μικροψύχως περὶ τὴν ζωὴν ταύτην διακειμένους, οἷς χαλεπόν τι τὸ τοῦ θανάτου νομίζεται καὶ διὰ τοῦτο κέρδος οὐδὲν τοῦ κατ’ ἀρετὴν βίου τοῖς τὴν ὑψηλοτέραν μετιοῦσι ζωὴν εἶναι πεπίστευται, ὅτι | |
5 | ἀμφοτέροις πρὸς τὸ αὐτὸ πέρας ἡ ζωὴ καταλήγει καὶ οὐκ ἔστιν ἀποφυγὴν τοῦ θανάτου διὰ τῆς ἀστειοτέρας κατορθωθῆ‐ ναι ζωῆς. τὰς οὖν τοιαύτας ἀντιθέσεις ὡς ἐξ ἰδίου προσώπου ποιούμενος πάλιν καθάπτεται τῆς ἀτοπίας τῶν προφερόντων ἐκεῖνα, ὡς ἀνεπισκέπτως ἐχόντων τῆς τῶν ὄντων φύσεως, | |
10 | καὶ διδάσκει τὴν διαφοράν, ἐν τίνι τὸ πλέον ἔχει ἡ ἀρετὴ τῆς κακίας, ὡς οὐχὶ διὰ τῆς τοῦ θανάτου κοινότητος ὁμοτιμίας τινὸς ἐν αὐτοῖς ἐλπιζομένης, ἀλλὰ διὰ τῶν εἰς ὕστερον ἀνα‐ μενόντων καλῶν ἢ κακῶν τῆς διαφορᾶς εὑρισκομένης. ἔχει δὲ ἡ λέξις τῆς ἀντιθέσεως οὕτως· Ἔγνων ἐγώ, ὅτι συνάντημα | |
15 | ἓν συναντήσεται τοῖς πᾶσιν αὐτοῖς. καὶ εἶπα ἐγὼ ἐν καρδίᾳ μου, ὡς συνάντημα τοῦ ἄφρονος καί γε ἐμοὶ συναντή‐ σεται, καὶ ἵνα τί ἐσοφισάμην; ἐγὼ περισσὸν ἐλάλησα ἐν καρδίᾳ μου, διότι ἄφρων ἐκ περισσεύματος λαλεῖ, ὅτι καί γε τοῦτο ματαιότης. ὅτι οὐκ ἔστιν ἡ μνήμη τοῦ σοφοῦ μετὰ | |
20 | τοῦ ἄφρονος εἰς αἰῶνα, καθότι ἤδη αἱ ἡμέραι αἱ ἐρχόμεναι τὰ πάντα ἐπελήσθη· καὶ πῶς ἀποθανεῖται ὁ σοφὸς μετὰ τοῦ | |
ἄφρονος; οἷς ἐπάγει τὸ μίσους ἄξια νομίσαι τὰ πάντα, περὶ | 361 | |
5.362 | ἃ πρότερον ἐμπαθῶς εἶχε τὸ μάταιον ὡς ἀγαθὸν ἀσπαζόμε‐ νος, καὶ πάντα μεμισηκέναι φησίν, ὅσα πρὸς τὴν ζωὴν ταύτην βλέπων ἐπόνησε, διότι οὐδὲν ἑαυτῷ, ἀλλὰ τῷ μετ’ αὐτὸν πάντα ἐπόνησεν, ὃς εἰς τί χρήσεται τοῖς πεπονημένοις προγνῶ‐ | |
5 | ναι διὰ τὴν τοῦ μέλλοντος ἀδηλίαν οὐχ οἷόν τε. λέγει δὲ κατὰ λέξιν οὕτως· Καὶ ἐμίσησα σὺν τὴν ζωήν, ὅτι πονηρὸν ἐπ’ ἐμὲ τὸ ποίημα τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον, ὅτι πάντα ματαιότης καὶ προαίρεσις πνεύματος. καὶ ἐμίσησα ἐγὼ σύμπαντα τὸν μόχθον μου, ὃν ἐγὼ μοχθῶ ὑπὸ τὸν ἥλιον, ὅτι ἀφίω αὐτὸν τῷ | |
10 | ἀνθρώπῳ τῷ γινομένῳ μετ’ ἐμέ· καὶ τίς οἶδεν, εἰ σοφὸς ἔσται ἢ ἄφρων καὶ εἰ ἐξουσιάσεται ἐν παντὶ μόχθῳ μου, ᾧ ἐμόχθησα καὶ ἐσοφισάμην ὑπὸ τὸν ἥλιον; καί γε τοῦτο ματαιότης. ταῦτα εἰπὼν ἀλλοτρίως φησὶ καὶ πρὸς τοῦτο τῇ ψυχῇ διατεθῆναι τὸ νομίσαι μίαν εἶναι τῷ τε κατ’ ἀρετὴν | |
15 | βεβιωκότι καὶ τῷ μηδεμίαν πρὸς τοῦτο πεποιημένῳ σπουδὴν τὴν μερίδα. τῷ μὲν γὰρ τὸν μόχθον εἶναί φησιν ἐν σοφίᾳ καὶ γνώσει καὶ ἀνδρείᾳ, τῷ δὲ ἑτέρῳ ἐν θυμῷ καὶ ἐν ἀλγήμασι τοῖς διὰ τὴν περὶ τὸν βίον σπουδὴν προσγινομένοις. τὸ οὖν εἰς ἴσον τούτους ἀλλήλοις ἄγειν οὐ ματαιότητος μόνον ἀλλὰ | |
20 | καὶ πονηρίας εἶναί φησιν. ἔχει δὲ καὶ αὕτη ἡ λέξις οὕτως· | 362 |
5.363 | Καὶ ἐπέστρεψα ἐγὼ τοῦ ἀποτάξασθαι τῇ καρδίᾳ μου ἐν παντὶ μόχθῳ μου, ᾧ ἐμόχθησα ὑπὸ τὸν ἥλιον, ὅτι ἔστιν ἄνθρωπος ὅτι μόχθος αὐτοῦ ἐν σοφίᾳ καὶ ἐν γνώσει καὶ ἐν ἀνδρείᾳ, καὶ ἄνθρωπος ὃς οὐκ ἐμόχθησεν ἐν αὐτῷ δώσει αὐτῷ μερίδα | |
5 | αὐτοῦ. καί γε τοῦτο ματαιότης καὶ πονηρία μεγάλη. ὅτι γινώσκει τῷ ἀνθρώπῳ ἐν παντὶ μόχθῳ αὐτοῦ καὶ ἐν τῇ προαι‐ ρέσει καρδίας αὐτοῦ, ᾧ αὐτὸς μοχθεῖ ὑπὸ τὸν ἥλιον, ὅτι πᾶσαι αἱ ἡμέραι αὐτοῦ ἀλγημάτων καὶ θυμοῦ περισπασμὸς αὐτοῦ, καί γε ἐν νυκτὶ οὐ κοιμᾶται ἡ καρδία αὐτοῦ. καί γε | |
10 | τοῦτο ματαιότης. πάλιν ἑτέραν ἀνθυποφορὰν τῶν τὸν ἀπολαυ‐ στικὸν βίον προτιμότερον κρινόντων τῆς ὑψηλοτέρας ζωῆς προφέρει τε αὐτὸς ἑαυτῷ καὶ ἀνατρέπει τὸ προφερόμενον, ἐν τῷ ἰδίῳ προσώπῳ διεξιὼν ἑκάτερα, καὶ τὴν λύσιν καὶ τὴν ἀντίθεσιν. τὸ γὰρ ἀντιτεθέν ἐστι τὸ μηδὲν ἀγαθὸν | |
15 | οἴεσθαι δεῖν ἄλλο ἢ ὅπερ ἄν τις εἰς ἑαυτὸν καταδέξηται, τοῦτο δέ ἐστι βρῶσις καὶ πόσις, ἡ δὲ πρὸς τοῦτο ἀπάντησις τὸ μὴ ταῦτα εἶναι, οἷς ὁ ἄνθρωπος τρέφεταί τε καὶ εὐφραίνεται, ἀλλὰ σοφίαν καὶ γνῶσιν· ὡς τοῦτο μὲν ἀγαθὸν εἶναι τὸ ἐν τούτοις τὴν σπουδὴν ἔχειν, τὸ δὲ διὰ σαρκὸς σπουδαζόμενον | |
20 | περισπασμὸν ψυχῆς εἶναι καὶ ματαιότητα. τὰ δὲ ῥήματα τῆς ὑψηλῆς διδασκαλίας τοῦτον ἔχει τὸν τρόπον· Οὐκ ἔστιν ἀγαθὸν ἐν ἀνθρώπῳ, ὃ φάγεται καὶ πίεται καὶ δείξει | |
τῇ ψυχῇ αὐτοῦ ἀγαθὸν ἐν μόχθῳ αὐτοῦ. καί γε τοῦτο | 363 | |
5.364 | εἶδον ἐγώ, ὅτι ἀπὸ χειρὸς τοῦ θεοῦ ἐστιν, ὅ τί τις φάγεται καί τις πίεται παρὲξ αὐτοῦ, ὅτι τῷ ἀνθρώπῳ τῷ ἀγαθῷ πρὸ προσώπου αὐτοῦ ἔδωκε σοφίαν καὶ γνῶσιν καὶ εὐφροσύνην, καὶ τῷ ἁμαρτάνοντι ἔδωκε περισπασμὸν τοῦ προσθεῖναι | |
5 | καὶ συναγαγεῖν, τοῦ δοῦναι τῷ ἀγαθῷ πρὸ προσώπου τοῦ θεοῦ· ὅτι καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος. Ἡ μὲν οὖν διάνοια τῶν ἐφεξῆς γεγραμμένων καὶ ἡ κατὰ τὸ ἀκόλουθον προθεωρία αὕτη ἐστίν, ἣν δι’ ὀλίγου νῦν παρεθέμεθα. καιρὸς δ’ ἂν εἴη πάλιν ἐπαναλαβεῖν τὴν λέξιν | |
10 | καὶ προσαρμόσαι δι’ ἀκριβείας τοῖς ῥητοῖς τὰ νοήματα. Καὶ ἔγνων καί γε ἐγώ, ὅτι συνάντημα ἓν συναντήσεται τοῖς πᾶσιν αὐτοῖς. καὶ εἶπα ἐγώ, ὡς συνάντημα τοῦ ἄφρονος καί γε ἐμοὶ συναντήσεται, καὶ ἵνα τί ἐσοφισάμην; τοῦτο δέ ἐστιν ἡ ἀντίθεσις, ἣν αὐτὸς ἑαυτῷ ἀντιτίθησι λέγων· εἰ ἕν | |
15 | ἐστιν ἐπ’ ἀμφοτέρων τὸ τοῦ θανάτου συνάντημα καὶ οὐκ ἐξαιρεῖται τῆς τοῦ θανάτου μετουσίας ἡ ἀρετὴ τὸν ἐν σοφίᾳ γενόμενον, εἰς μάτην μοι γέγονεν ἡ περὶ τὴν σοφίαν σπουδή. ἡ δὲ πρὸς τὰ εἰρημένα τοῦ λόγου ἀπάντησις ποία; Ἐγώ, φησί, τοῦτο περισσὸν ἐλάλησα ἐν τῇ καρδίᾳ μου, ὅτι ἄφρων | |
20 | ἐκ περισσεύματος λαλεῖ, ὅτι καί γε τοῦτο ματαιότης. ὅτι οὐκ ἔστι μνήμη τοῦ σοφοῦ μετὰ τοῦ ἄφρονος εἰς αἰῶνα. κατα‐ γινώσκει γὰρ ὡς περιττῶς τε καὶ μὴ ἀκολούθως τῆς ἀντιθέ‐ | |
σεως ταύτης ὑπενεχθείσης καὶ ἄφρονα ὀνομάζει τὸν λόγον, | 364 | |
5.365 | ὃς οὐχὶ τῶν ἀποθέτων ἐστὶν οὐδὲ ἔνδοθεν ἐκ τῶν ταμιείων τῆς σοφίας προφέρεται, ἀλλ’ ὥσπερ τι περίττωμα τῆς διανοίας ἐστὶν ἀφροῦ δίκην ἀποπτυόμενος. Ἄφρων γάρ, φησίν, ἐκ περισσεύματος λαλεῖ, τὸ δὲ οὕτω χρῆσθαι τῷ λόγῳ | |
5 | μάταιόν τε καὶ εἰς οὐδέν ἐστι πλέον, πρὸς οὐδὲν γὰρ ἕτερον τοῦ λόγου τὴν σπουδὴν ἔχοντος, ἢ πεῖσαι μὴ πρὸς τὰ φαινόμενα βλέπειν. ἐκ τῶν ὁρωμένων ποιεῖται ὁ ἀντιλέγων τὴν μάχην· καὶ γὰρ καὶ ὁ θάνατος τῶν φαινομένων ἐστίν· τί δήποτε λέγων; οὐκ ἐν τούτῳ τοῦ ἐναρέτου τε καὶ τοῦ πονηροῦ βίου ἡ | |
10 | κρίσις γίνεται, ὡς δέον μόνον τὸν πονηρὸν τεθνάναι τῷ σώματι, τὸν δὲ ἀγαθὸν μένειν τοῦ σωματικοῦ θανάτου ἀπείρατον; οὐκ εἰδώς, ἐν τίνι ἐστὶ τῆς ἀρετῆς τὸ ἀθάνατον καὶ τίς τῶν ἐν κακίᾳ ζώντων ὁ θάνατος. τοῦ μὲν γὰρ σοφοῦ, φησίν, ἡ μνήμη διὰ παντὸς ζῇ καὶ παντὶ τῷ αἰῶνι συμπαρα‐ | |
15 | τείνεται, τῷ δὲ ἄφρονι συναπεσβέσθη καὶ τὸ μνημόσυνον. περὶ γὰρ τῶν τοιούτων φησὶ καὶ ὁ προφήτης, ὅτι Ἀπώλετο τὸ μνημόσυνον αὐτῶν περιφανῶς καὶ ἐκδήλως· τοῦτο γὰρ ἡ τοῦ Ἤχου προσθήκη ἐνδείκνυται. Οὐκ ἔστιν οὖν, φησί, μνήμη τοῦ σοφοῦ μετὰ τοῦ ἄφρονος εἰς αἰῶνα, ἀλλὰ τοῦ μὲν | |
20 | σοφοῦ ἡ ζωὴ διαιωνίζει διὰ τῆς μνήμης, τὸν δὲ ἄφρονα | 365 |
5.366 | διαδέχεται λήθη· ἐν γὰρ ταῖς ἐρχομέναις ἡμέραις τὰ πάντα τοῦ ἄφρονος ἐν λήθῃ γίνεται, οὑτωσὶ λέγων τῷ ῥήματι· Καθό‐ τι ἤδη αἱ ἡμέραι αἱ ἐρχόμεναι τὰ πάντα ἐπελήσθη. εἰ οὖν ὁ μὲν σοφὸς ζῇ τῇ σοφίᾳ, ὁ δὲ ἄφρων τῷ θανάτῳ τῆς λήθης ἐνη‐ | |
5 | φανίσθη, πῶς, φησί, λέγεις, ὅτι ἀποθανεῖται ὁ σοφὸς μετὰ τοῦ ἄφρονος; διὰ τοῦτο τοῖς κατὰ τὴν ζωὴν ταύτην ἐσπουδασμέ‐ νοις αὐτῷ ἀλγύνεται καὶ ἐπαισχύνεται καὶ μισεῖν λέγει πάντα, ὅσα αὐτῷ πρὸς τὴν ζωὴν ταύτην διεσπουδάσθη, ὅμοιον πάσχων ὥσπερ ἂν εἴ τις πεφαρμακωμένου μέλιτος ἀναιδῶς | |
10 | ἐμφορηθεὶς ἐκ λαιμαργίας, εἶτα εἰς χυμὸν αὐτῷ πονηρὸν τῆς λιχνείας μεταβληθείσης ἐν τῷ ἐμέτῳ λάβοι τοῦ ἀνακεκρα‐ μένου φαρμάκου τὴν αἴσθησιν τοῦ συνεκπτυομένου μετὰ τοῦ μέλιτος, καὶ διὰ τοῦτο τῇ μνήμῃ τῆς ἀηδίας μισῶν τὸ μέλι, οὗ ἡ πλησμονὴ διὰ τοῦ φαρμάκου τὴν ἀνατροπὴν κατειργά‐ | |
15 | σατο. τούτου χάριν ὁ μέχρι κόρου τῶν πρὸς τρυφὴν σπουδαζο‐ μένων ἑαυτὸν ἐμπλήσας ἐν τῷ τῆς ἐξαγορεύσεως ἐμέτῳ καθάπερ τινὸς δηλητηρίου ποιότητα τὴν ἐπὶ τοῖς πεπραγμένοις αἰσχύνην σικχανθείς τε καὶ βδελυξάμενος μισεῖν βοᾷ τὴν ζωὴν ἐκείνην, λέγων οὑτωσὶ κατὰ τὴν λέξιν, ὅτι Καὶ ἐμίσησα σὺν | |
20 | τὴν ζωήν, ὅτι πονηρὸν ἐπ’ ἐμὲ τὸ ποίημα τὸ πεποιημένον | 366 |
5.367 | ὑπὸ τὸν ἥλιον. οὐ γὰρ ἄλλῳ τινί, φησίν, ἀλλ’ ἐμαυτῷ γέγονα πονηρός, οἷς ἐποίησα ὑπὸ τὸν ἥλιον. ἕστηκε γάρ μοι τῶν γενομένων οὐδέν, ἀλλ’ οἴησις ἦν πάντα τὰ σπουδαζόμενα καὶ ὁρμὴ προαιρέσεως. Τὰ γὰρ πάντα ματαιότης, φησί, καὶ | |
5 | προαίρεσις πνεύματος. καὶ ἄλλως λέγει μίσους ἀξίαν εἶναι τὴν ὧδε σπουδήν, ὅτι μὴ ἑαυτῷ τις, ἀλλὰ τῷ μεθ’ ἑαυτὸν πονεῖ, ὅπερ ἂν ἐν τῇ ζωῇ ταύτῃ κατὰ σπουδὴν ἐνεργήσας τύχῃ, νεώρια, λιμένας, τὰς λαμπράς τε καὶ πολυτελεῖς τῶν ἐπάλξεών τε καὶ οἰκοδομημάτων κατασκευάς, προπύλαια | |
10 | καὶ πύργους καὶ κολοσσῶν ἀναστήματα τάς τε κατὰ γῆν φιλεργίας, ἄλση παντοδαπὰ καὶ λειμώνων κάλλη καὶ ἀμπελῶ‐ νας μιμουμένους τὰ πελάγη τοῖς πλάτεσι καὶ εἴ τι ἄλλο τοιοῦτον πονεῖ μὲν ὅσπερ ἂν τύχῃ πονήσας, μετέχει δὲ ὁ μετ’ ἐκεῖνον ἐπιδημῶν τῷ βίῳ. | |
15 | Ἄδηλον δὲ εἰ μὴ κακίας ὕλην τὴν περιουσίαν ποιήσεται. οὐ γὰρ πάντων ἐστὶ τὸ γνώσεως ἕνεκεν εἰς τὴν τῶν τοιούτων πεῖραν καθεῖναι τὴν αἴσθησιν. ὅπερ ἐγώ, φησίν, ὑπὸ σοφίας πεποίηκα. κατ’ ἐξουσίαν οἷόν τινα πῶλον τὴν τῆς φύσεως ὁρμὴν μικρὸν ἀφεὶς ἐπισκιρτῆσαι τοῖς κάτω πάθεσι πάλιν | |
20 | ἀνεστόμωσα τῇ τῶν λογισμῶν ἡνίᾳ καὶ τῇ τοῦ νοῦ ἐξουσίᾳ | 367 |
5.368 | ὑπήγαγον. τίς οἶδε, φησίν, εἰ κἀκεῖνος ὅστις ποτὲ μεθ’ ἡμᾶς ἐν τούτοις γενόμενος ἐξουσιάσει τῆς ἀπολαύσεως καὶ οὐκ αὐτὸς μᾶλλον κυριευθήσεται, οἷόν τι ἀνδράποδον τῇ δυναστείᾳ τῆς ἡδονῆς ὑποκύψας; διὰ τοῦτο, φησίν, ἐμίσησα ἐγὼ σύμ‐ | |
5 | παντα τὸν μόχθον μου, ὃν ἐγὼ μοχθῶ ὑπὸ τὸν ἥλιον, ὅτι ἀφίω αὐτὸν τῷ ἀνθρώπῳ τῷ γενομένῳ μετ’ ἐμέ. καὶ τίς οἶδεν, εἰ σοφὸς ἔσται ἢ ἄφρων καὶ εἰ ἐξουσιάσεται ἐν παντὶ μόχθῳ μου, ᾧ ἐμόχθησα καὶ ἐσοφισάμην ὑπὸ τὸν ἥλιον; ταύτην γὰρ οἶμαι τοῦ ῥητοῦ τούτου εἶναι τὴν ἔννοιαν, τὸ μὴ | |
10 | πάθει αὐτὸν πρὸς τὸν ἀπολαυστικὸν βίον κατολισθῆσαι, ἀλλά τινι λόγῳ σοφίας ἐπὶ τοῦτο ἐλθεῖν, ἐν ἐξουσίᾳ ποιούμενον τὴν μετουσίαν καὶ οὐκ αὐτὸν ὑπὸ τῆς δυναστείας ταύτης κατακρα‐ τούμενον. τίς οὖν οἶδε, φησίν, εἰ μὴ ἐξουσιασθήσεται ὑπὸ τούτων ὁ μετ’ ἐμέ, ἅπερ οὐ διὰ πάθους ἐγώ, ἀλλ’ ὑπὸ σοφίας | |
15 | ἐμόχθησα; δηλοῖ γὰρ διὰ τοῦ μόχθον ὀνομάσαι τὴν τρυφήν, ὅτι βεβιασμένως οἷόν τινα δυσκαταγώνιστον ἆθλον τῆς ἡδονῆς τὴν μετουσίαν προσήκατο. καὶ τοῦτο οὖν, φησίν, ἐν τοῖς ματαίοις κατηριθμήσθω. καὶ ἄλλῳ δέ τινι λέγει τῶν ὧδε τὴν ἑαυτοῦ ψυχὴν ἀποτετάχθαι καὶ φανεροῖ τῷ λόγῳ ὃ | |
20 | βούλεται. διαβέβληται γὰρ πρὸς τὸν τῆς ὀρθῆς κρίσεως ἁμαρτάνοντα, ὅταν τις βλέπων ἐναργῆ τῶν ἐναντίων βίων | |
τὴν διαφοράν, ἐξ ὧν ὁ μὲν περὶ τὴν ἀρετὴν πονεῖ καὶ πρὸς | 368 | |
5.369 | οὐδὲν ἀνθρώπινον τὴν ἐπιθυμίαν κατάγει, ὁ δὲ ἕτερος κατὰ τὸ ἔμπαλιν πόνον μέν τινα τῶν ἐναρέτων οὐχ ὑπομένει, μόνοις δὲ τοῖς σωματικοῖς μόχθοις ἐγκατατρίβεται· ὅταν οὖν τις πρὸς τοῦτον φέρῃ τοῦ καλοῦ τὴν ψῆφον παρορῶν τὸν ἐν | |
5 | σοφίᾳ προέχοντα, οὐ μόνον ματαίαν, ἀλλὰ καὶ πονηρὰν τὴν ἄδικον ταύτην ἀποφαίνεται κρίσιν. λέγει δὲ τοῖς ῥήμασιν οὕτως· Καὶ ἐπέστρεψα, φησίν, ἐγὼ τοῦ ἀποτάξασθαι τῇ καρδίᾳ μου πρὸς τῷ ἄλλῳ μόχθῳ, ᾧ ἐμόχθησα ὑπὸ τὸν ἥλιον. τί οὖν ἐστιν, ὃ ἀπεταξάμην; ὅτι ἔστιν ἄνθρωπος, ὅτι | |
10 | μόχθος αὐτοῦ ἐν σοφίᾳ καὶ ἐν γνώσει καὶ ἐν ἀνδρείᾳ, καὶ ἄλλος ἄνθρωπος οὐδὲν ἐν τοῖς τοιούτοις πονήσας. πῶς οὖν τις τὴν μερίδα τῆς προτιμήσεως τῷ τοιούτῳ προσθήσει; Καὶ ἄνθρωπος γάρ, φησίν, ᾧ οὐκ ἐμόχθησεν ἐν αὐτῷ, (τουτέστι τῷ μὴ μοχθήσαντι ἐν τῷ ἀγαθῷ) δώσει αὐτῷ μερίδα αὐτοῦ | |
15 | (ἀντὶ τοῦ· ἐν ἀγαθοῦ μοίρᾳ τὸν τοιοῦτον βίον ὁρίσεται). ἀλλὰ Ματαιότης, φησί, τοῦτο καὶ πονηρία μεγάλη. πῶς γὰρ οὐκ ἔστιν πονηρία μεγάλη, ὅταν γινώσκῃ τὴν ἐγκειμένην τῷ ἀνθρώπῳ περὶ τοὺς μόχθους σπουδὴν καὶ προαίρεσιν; τοῦτο γάρ ἐστιν, ἐν οἷς φησίν· Ὅτι γινώσκει τῷ ἀνθρώπῳ | |
20 | ἐν παντὶ μόχθῳ αὐτοῦ καὶ ἐν τῇ προαιρέσει καρδίας αὐτοῦ, ᾧ αὐτὸς μοχθεῖ ὑπὸ τὸν ἥλιον. τί οὖν ἐστιν ὃ γινώσκει; Ὅτι πᾶσαι, φησίν, αἱ ἡμέραι αὐτοῦ ἀλγημάτων καὶ θυμοῦ περι‐ σπασμὸς αὐτοῦ, καί γε ἐν νυκτὶ οὐ κοιμᾶται ἡ καρδία αὐτοῦ. | |
τῷ ὄντι γὰρ τοῖς εἰς τὸν περισπασμὸν τοῦτον τὴν ψυχὴν | 369 | |
5.370 | ἀσχολοῦσιν ἐπαλγὴς μὲν ἡ ζωὴ οἷόν τισι κέντροις ταῖς τῶν πλειόνων ἐπιθυμίαις τὴν καρδίαν μαστίζουσα, ἐπώδυνος δὲ ἡ περὶ τὴν πλεονεξίαν σπουδή, οὐ τοσοῦτον οἷς ἔχει εὐφραινομένη, ὅσον ἀλγυνομένη τοῖς λείπουσιν· οἷς μερίζεται | |
5 | νυκτὶ καὶ ἡμέρᾳ ὁ πόνος καταλλήλως δι’ ἑκατέρας αὐτῶν ἐνεργούμενος, τῆς μὲν ἡμέρας δαπανωμένης ἐν μόχθοις, τῆς δὲ νυκτὸς ἀποπεμπούσης τῶν ὀμμάτων τὸν ὕπνον· αἱ γὰρ τοῦ κέρδους φροντίδες τὸν ὕπνον ἐκκρούουσιν. ὁ οὖν πρὸς ταῦτα βλέπων πῶς οὐ καταψηφίζεται τῆς σπουδῆς | |
10 | ταύτης τὴν ματαιότητα; διὰ τοῦτο προστίθησι τοῖς προειρη‐ μένοις, ὅτι Καί γε τοῦτο ματαιότης. Πάλιν ἄλλης ἀντιθέσεως καθάπτεται, τὸ δὲ ἀντιτιθέμενον τοῦτό ἐστιν· εἰ τὸ ἔξω ἡμῶν ἐν ματαίοις ἀριθμεῖς, ὦ διδάσ‐ καλε, ὅπερ ἂν εἰς ἑαυτοὺς ἀναλάβωμεν, οὐκ ἂν εἰκότως | |
15 | καταγνωσθείη ὡς μάταιον. ἀλλὰ μὴν ἡ βρῶσις τε καὶ ἡ πόσις ἐν ἡμῖν αὐτοῖς γίνεται. οὐ τῶν ἀποβλήτων ἄρα τὸ τοιοῦτόν ἐστιν, ἀλλὰ θείαν ἄν τις εὐεργεσίαν τὴν τοιαύτην χάριν ὁρίσαιτο. αὕτη τῆς ἀντιθέσεως ἡ διάνοια, τὰ δὲ ῥήματα τοῦτον ἔχει τὸν τρόπον· Οὐκ ἔστιν ἀγαθόν, φησίν, ἐν ἀνθρώπῳ, | |
20 | ὃ φάγεται καὶ πίεται καὶ δείξει τῇ ψυχῇ αὐτοῦ ἀγαθὸν ἐν μόχθῳ αὐτοῦ. καί γε τοῦτο εἶδον ἐγώ, ὅτι ἀπὸ χειρὸς τοῦ | |
θεοῦ ἐστιν, ὅτι τίς φάγεται καὶ τίς πίεται πάρεξ αὐτοῦ. | 370 | |
5.371 | ταῦτα ὁ τῆς λαιμαργίας συνήγορος ἀνθυποφέρει τῷ διδα‐ σκάλῳ. τί δὲ πρὸς ταῦτα ὁ τῆς σοφίας ὑφηγητὴς τῷ ἀνθρώπῳ φησὶ τῷ ἀγαθῷ; ἡ δὲ τοῦ ἀγαθοῦ προσθήκη πάντως καὶ τὴν ἀντιδιαστολὴν ἐνεδείξατο, ὥστε δῆλον εἶναι τὸ τῇ ἀγαθότητι | |
5 | ἐκ τοῦ ἐναντίου νοούμενον. τῷ οὖν ἀνθρώπῳ οὐ τῷ βοσκημα‐ τώδει, τῷ τῇ γαστρὶ ἑαυτοῦ ἐπικεκυφότι, τῷ λαιμὸν ἀντὶ λογισμοῦ κεκτημένῳ, ἀλλὰ τῷ ἀγαθῷ τῷ κατ’ εἰκόνα τοῦ μόνου ἀγαθοῦ ζῶντι οὐ ταύτην ἐνομοθέτησεν ὁ θεὸς τὴν τροφήν, περὶ ἣν ἡ κτηνώδης κέχηνε φύσις, ἀλλ’ Ἔδωκεν | |
10 | αὐτῷ, φησίν, ἀντὶ τροφῆς σοφίαν καὶ γνῶσιν καὶ εὐφροσύνην. πῶς γὰρ ἄν τις τὴν ἀγαθότητα διὰ τῶν τῆς σαρκὸς ἐδωδίμων αὐξήσειεν; Οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος, οὗτος τοῦ ἀληθινοῦ λόγου ὁ λόγος, οὐ τρέφεται ἄρτῳ ἡ ἀρετή, οὐ διὰ κρεῶν ἡ τῆς ψυχῆς δύναμις εὐεκτεῖ καὶ πιαίνεται. | |
15 | ἄλλοις ἐδέσμασιν ὁ ὑψηλὸς βίος τρέφεται καὶ ἁδρύνεται· τροφὴ τοῦ ἀγαθοῦ ἡ σωφροσύνη, ἄρτος ἡ σοφία, ὄψον ἡ δικαιοσύνη, ποτὸν ἡ ἀπάθεια, ἡδονὴ οὐχ ἡ τοῦ σώματος, ὁποία ἡ περὶ τὸ καταθύμιον σχέσις, ἀλλ’ ἧς ὄνομά τε καὶ ἔργον ἡ εὐφροσύνη ἐστίν· διὰ τοῦτο γὰρ καὶ ὠνόμασε τῇ | |
20 | προσηγορίᾳ ταύτῃ τὴν ἐν τῇ ψυχῇ πρὸς τὸ καλὸν γινομένην διάθεσιν, ὅτι ἐκ τοῦ εὖ φρονεῖν ἡ τοιαύτη παραγίνεται τῇ | |
διανοίᾳ κατάστασις. χρὴ τοίνυν καὶ ἐνταῦθα μαθεῖν, ἅπερ | 371 | |
5.372 | καὶ παρὰ τοῦ ἀποστόλου ἠκούσαμεν, ὅτι Οὐκ ἔστιν ἡ βασιλεία τοῦ θεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη καὶ ἀπάθεια καὶ μακαριότης. ἃ δὲ τῆς σωματικῆς ἀπολαύσεως ἕνεκεν παρὰ τῶν ἀνθρώπων σπουδάζεται, ἁμαρτωλῶν ἐστι | |
5 | σπουδὴ καὶ περισπασμὸς ψυχῆς ἀπὸ τῶν ἄνω πρὸς τὰ κάτω κατασπωμένης, ἧς πᾶν τὸ διάστημα τῆς ἐν τῷ βίῳ τούτῳ διαγωγῆς εἰς τὴν περὶ τοῦ προσθεῖναι καὶ συναγαγεῖν σπου‐ δὴν ἀναλίσκεται. ὁ οὖν τοῦτο τὸ ἀγαθὸν ἐν τῷ προσώπῳ τοῦ θεοῦ κρίνων ἀγνοεῖ ἐν τῷ ματαίῳ τὸ ἀγαθὸν ὁριζόμενος. | |
10 | ταῦτα εἶπον ἐγὼ τῇ ἐμαυτοῦ φωνῇ, ἐπισφραγίσει δὲ τὴν διάνοιαν ταύτην ἡ τῶν θείων ῥημάτων παράθεσις· φησὶ γάρ· Τῷ ἁμαρτωλῷ ἔδωκε περισπασμὸν τοῦ προσθεῖναι καὶ συναγαγεῖν, τοῦ δοῦναι τῷ ἀγαθῷ πρὸ προσώπου τοῦ θεοῦ· ὅτι καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος. | |
15 | ὅσα τοίνυν ἐκ τῆς παραλλήλου ταύτης συνεξετάσεως τοῦ τε καλοῦ καὶ τοῦ χείρονος διὰ τῆς νῦν μεμαθήκαμεν ἀναγνώσεως, γένοιτο ἡμῖν βοήθεια πρὸς ἀποφυγὴν μὲν τῶν κατεγνωσμένων, ἐφόδιον δὲ τῶν πρὸς τὸ κρεῖττον κατορθουμένων, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. | |
20 | ΟΜΙΛΙΑ ϛʹ | |
Τοῖς πᾶσιν ὁ χρόνος καὶ καιρὸς τῷ παντὶ πράγματι | 372 | |
5.373 | ὑπὸ τὸν οὐρανόν· αὕτη τῶν προκειμένων ἡμῖν λογίων εἰς θεωρίαν ἀρχή. ἔστι δὲ καὶ ὁ πόνος τῆς ἐξετάσεως οὐ μικρὸς καὶ τὸ ἐκ τοῦ πόνου κέρδος τοῦ πόνου ἄξιον. τάχα γὰρ ὁ σκοπὸς τῶν ἐν τοῖς πρώτοις τοῦ βιβλίου θεωρηθέντων | |
5 | ἡμῖν ἐν τούτῳ μάλιστα φανεροῦται τῷ μέρει, ὡς προϊὼν ἐπιδείξει διὰ τῆς ἀκολουθίας ὁ λόγος. κατεγνώσθη τὰ πάντα ἐν τοῖς προλαβοῦσι λόγοις ὡς μάταια, ὅσα κατὰ τὸν ἀνθρώ‐ πινον βίον ἐπ’ οὐδενὶ ψυχικῷ κέρδει σπουδάζεται. ὑπεδείχθη τὸ ἀγαθόν, πρὸς ὃ χρὴ διὰ τῶν τῇ κεφαλῇ ἐγκειμένων | |
10 | ὀμμάτων βλέπειν, τοῖς δὲ τὴν σωματικὴν προϊσχομένοις ἀπόλαυσιν ἀντετέθη ἡ κατὰ σοφίαν τροφή. λείπει τὸ γνῶναι πῶς ἄν τις κατ’ ἀρετὴν βιῴη καθάπερ τινὰ τέχνην καὶ ἔφοδον πρὸς τὴν τοῦ βίου κατόρθωσιν διὰ τοῦ λόγου λαβών. ταῦτα οὖν ἐστιν, ἃ ἐπαγγέλλεται ἡμῖν ἐν προοιμίοις ἡ προκειμένη | |
15 | τῶν λογίων ἐξέτασις, ἐν οἷς ἀποφαίνεται, ὅτι Τοῖς πᾶσιν ὁ χρόνος καὶ καιρὸς τῷ παντὶ πράγματι ὑπὸ τὸν οὐρανόν. εἰ γάρ τις τῷ βάθει τῆς διανοίας ἐγκύψειε, πολλὴν ἂν εὕροι φιλο‐ σοφίαν ἐμπεριειλημμένην τοῖς ῥήμασι θεωρητικήν τε καὶ συμβουλευτικὴν τῶν συμφερόντων. καὶ ὡς ἂν γένοιτό τις | |
20 | ἡμῖν δι’ ὀλίγων ἔφοδος πρὸς τὴν τοῦ ῥητοῦ θεωρίαν, οὑτωσὶ | |
τὸν λόγον διαληψόμεθα· τῶν ὄντων τὸ μέν ἐστιν ὑλικόν | 373 | |
5.374 | τε καὶ αἰσθητόν, τὸ δὲ νοητόν τε καὶ ἄϋλον. τούτων τὸ μὲν ἀσώματον ὑπέρκειται τῆς αἰσθητικῆς καταλήψεως, ὃ τότε γνωσόμεθα, ὅταν τὰς αἰσθήσεις ἀποδυσώμεθα· τῆς δὲ ὑλικῆς φύσεως ἡ αἴσθησις τὴν ἀντίληψιν ἔχουσα διαβῆναι τὸ | |
5 | οὐράνιον σῶμα καὶ εἰς τὰ ἐπέκεινα τῶν φαινομένων διαδῦναι φύσιν οὐκ ἔχει. οὗ χάριν περὶ τῶν γηΐνων τε καὶ ὑπουρανίων ὁ λόγος ἡμῖν διαλέγεται, ὅπως ἂν ἀπταίστως ἐν τούτῳ διαβιῴημεν. ὑλικὸς οὗτος ὁ βίος, διὰ σαρκὸς ἡ ζωή, ἐπισκοτεῖται δέ πως ὑπὸ τῶν κατ’ αἴσθησιν προφαινομένων | |
10 | ἡ τοῦ καλοῦ θεωρία. ἐπιστήμης οὖν τινος πρὸς τὴν τοῦ καλοῦ κρίσιν ἐπιδεόμεθα, ἵνα καθάπερ ἐπὶ τῶν κατασκευασμάτων κανών τις ᾖ ἐπὶ στάθμῃ διευθύνων πᾶν τὸ γινόμενον. τοῦτο οὖν ἡμῖν ὑπὸ τοῦ λόγου προδείκνυται, δι’ οὗ πρὸς τὸ δέον ἡ ζωὴ κατευθύνεται. | |
15 | Δύο γὰρ εἶναί φησι τοῦ καλοῦ κριτήρια παρὰ τὸν βίον ἐφ’ ἑκάστῳ τῶν ἐν τῇ ζωῇ ταύτῃ σπουδαζομένων, τὸ σύμμετρόν τε καὶ τὸ εὔκαιρον. καὶ τοῦτο δογματίζει νῦν λέγων· Τοῖς πᾶσιν ὁ χρόνος καὶ καιρὸς τῷ παντὶ πράγματι· νοητέον δὲ ἀντὶ τοῦ χρόνου τὸ μέτρον, διότι παντὶ τῷ γινομένῳ | |
20 | συμπαρατείνεται χρόνος. ταῦτα τοίνυν τοῦ καλοῦ τὰ κριτήρια. | |
εἰ μὲν καὶ καθόλου πρὸς πᾶσαν ἀρετῆς κατόρθω‐ | 374 | |
5.375 | σιν ἐπιτηδείως ἔχει, οὔπω διϊσχυρίζομαι, ἕως ἂν ὁ λόγος προϊὼν ἐπιδείξῃ. ὅτι μέντοι τὸ πλεῖον τῆς τεταγμένης ζωῆς τῇ τοιαύτῃ κατορθοῦται παρατηρήσει, παντὸς ἂν εἴη κατανοῆ‐ σαι. τίς γὰρ οὐκ οἶδεν, ὅτι καὶ ἡ ἀρετὴ μέτρον ἐστὶ τῇ | |
5 | μεσότητι τῶν παραθεωρουμένων μετρούμενον; οὐ γὰρ ἂν γένοιτο ἀρετὴ ἢ ἐλλιπὴς τοῦ καθήκοντος μέτρου ἢ ὑπερ‐ πίπτουσα, οἷον ἐπὶ τῆς ἀνδρείας, ἧς τὸ μὲν ἐλλεῖπον δειλία, τὸ δὲ ὑπερβάλλον θράσος γίνεται. οὗ χάριν καί τινες τῆς ἔξω σοφίας, κλέπται τάχα τῶν ἡμετέρων γενόμενοι, διελόμενοι | |
10 | τὴν σημαινομένην ἐν τῷ ῥητῷ τούτῳ διάνοιαν ὁ μὲν τὸ μηδὲν ἐλλείπειν ἐν ἀποφθέγματι συνεβούλευσεν, ὁ δὲ τὸ ὑπερβάλλειν ἐκώλυσεν· ὁ μὲν γὰρ τὸ Μέτρον ἄριστον ἀπεφήνατο, ὁ δὲ τὸ Μηδὲν ἄγαν ἐνομοθέτησεν. δείκνυται δὲ δι’ ἑκατέρων, ὅτι καὶ τὸ μὴ ἐφικέσθαι τοῦ ἐπιζητουμένου κατ’ ἀρετὴν | |
15 | μέτρου τῶν κατεγνωσμένων ἐστὶ καὶ τὸ ὑπερβάλλειν τὴν συμμετρίαν ἀπόβλητον. ἀλλὰ καὶ περὶ τοῦ κατὰ τὴν εὐκαιρίαν μέρους ὁ αὐτὸς ἂν ἡμῖν ἀποδοθείη λόγος, ὅτι οὔτε τὸ προλαμβάνον τὴν εὐκαιρίαν οὔτε τὸ ἐφυστερίζον ἐν ἀγαθοῦ κρίνεται μοῖρᾳ. τί ὤνησε τὸν γεωπόνον ἐπισπεύσαντα | |
20 | τὴν τῶν ἀσταχύων τομήν, πρὶν ἁδρυνθῆναι καθ’ ὥραν τὰ | 375 |
5.376 | λήϊα, ἢ ὑπερθέμενον τὴν περὶ τὸν ἄμητον σπουδήν, ἕως οὗ περιρρυείη τῇ καλάμῃ τὰ σπέρματα; ἐν οὐθετέρῳ γὰρ ἐνεργὸς ἐπ’ ἀγαθῷ γίνεται ἡ σπουδή, καθ’ ἑκάτερον τοῦ καιροῦ τὴν ὠφέλειαν ἐν τῇ ἀκαιρίᾳ τῆς τομῆς ἀπολλύοντος. | |
5 | ὃ δὲ ἐπὶ μέρους εἴρηται, καὶ ἐν παντὶ δυνατόν ἐστι κατανοῆσαι. οἶδε γὰρ τὸ ἴσον καὶ ἡ ναυτιλία, εἴτε τις προλάβοι τὴν εὐκαιρίαν εἴτε ἐφυστερίσειεν. τί δ’ ἄν τις τὰ τῆς ἰατρικῆς λέγοι, παρ’ ὅσον ἐστὶν εἰς βλάβην ὑπερβολή τε καὶ ἔλλειψις τοῦ τῇ θεραπείᾳ καθήκοντος καιροῦ καὶ μέτρου; ἀλλὰ ταῦτα | |
10 | μὲν ἐᾶσαι χρή, τοῦ ἐφεξῆς λόγου ἐν αὐταῖς ταῖς τοῦ ἐκκλη‐ σιαστοῦ φωναῖς σαφέστερον φανερουμένου τοῖς ὑποδείγμασιν. Ἀλλ’ οὗ χάριν ταῦτα ἡμῖν προτεθεώρηται; ὅτι οὔτε τὸ ἄμετρον ἀγαθόν ἐστιν οὔτε τὸ ἄκαιρον, ἀλλ’ ἐκεῖνο καλόν τε καὶ αἱρετόν, ὃ δι’ ἀμφοτέρων ἔχει τὸ τέλειον. εἰ γὰρ μόνον τὸ | |
15 | ἓν ἐξ αὐτῶν σπουδασθείη, παροφθείη δὲ τὸ λειπόμενον, ἀνόνητον ἔσται καὶ τὸ κατορθωθὲν ἐν τῷ λείποντι. οὐκοῦν καθάπερ δύο ποσὶν ἐνεργούντων ἡμῶν τὴν κίνησιν, εἴ τι συμβαίη περὶ τὸν ἕτερον, ἄχρηστός ἐστι καὶ ὁ ἀπαθὴς πρὸς τὸν δρόμον διὰ τὴν τοῦ συνεργοῦντος ἀσθένειαν, οὕτως εἰ | |
20 | λείποι τῷ καιρῷ τὸ μέτρον ἢ τῷ μέτρῳ ἡ εὐκαιρία, τῷ λείποντι πάντως καὶ τὸ παρὸν συνηχρείωται. ἀλλὰ καὶ ἐν τῷ καιρῷ ἡ συμμετρία καὶ ἐν τῷ μέτρῳ ἡ εὐκαιρία τὸ χρήσιμον | |
ἔχει. χρόνος οὖν ἀντὶ τοῦ μέτρου ἡμῖν νενόηται, διότι παντὸς | 376 | |
5.377 | τοῦ καθ’ ἕκαστον μετρου〈μένου〉 ὁ χρόνος μέτρον ἐστίν. τὰ γὰρ γινόμενα ἐν χρόνῳ γίνεται πάντως, καὶ τῇ παρατάσει ἑκάστου τῶν γινομένων καὶ τὸ διάστημα τοῦ χρόνου συμπαρα‐ τείνεται, ὀλίγον ἐν τῷ ἐλάττονι καὶ ἐν τῷ πλείονι πλεῖον. | |
5 | ὁ χρόνος μέτρον κυήσεως, μέτρον τῆς τῶν ἀσταχύων αὐξή‐ σεως, μέτρον τῆς τῶν καρπῶν τελειώσεως, μέτρον ναυτιλίας, μέτρον πορείας, μέτρον τῆς καθ’ ἕκαστον ἡλικίας, βρέφους, παιδίου, μειρακίου, παιδός, ἐφήβου, ἀνδρός, μεσήλικος, τελείου, παρήλικος, πρεσβύτου, γέροντος. ἐπειδὴ τοίνυν | |
10 | οὐχ ἓν τὸ ἐκ τοῦ χρόνου μέτρον πᾶσι τοῖς γινομένοις ἐστίν (οὐδὲ γάρ ἐστι δυνατὸν γενέσθαι πάντα ἀλλήλοις ἰσόμετρα διὰ τὴν τῶν ὑποκειμένων διαφοράν), κοινὸν δέ, καθὼς εἴρηται, πάντων τῶν μετρουμένων μέτρον ὁ χρόνος ἐστὶν ἐν ἑαυτῷ περιέχων τὰ πάντα, τούτου χάριν οὐχὶ μέτρον εἶπε τοῖς πᾶσι | |
15 | διὰ τὸ πολλὴν εἶναι τῶν μετρουμένων τὴν περὶ τὸ πλεῖόν τε καὶ ἔλαττον ἀνισότητα, ἀλλὰ χρόνον εἶπε τοῖς πᾶσι τὸ γενικὸν μέτρον, ᾧ πᾶν τὸ γινόμενον παραμετρεῖται. ὥσπερ γὰρ ἐπὶ τῆς ἀνθρωπίνης ἡλικίας τὸ μὲν προβεβηκὸς ἀσθενεῖ, τὸ δὲ μήπω καθεστηκὸς ἀτακτεῖ, ἄριστον δὲ τὸ μέσον τῶν | |
20 | δύο, ᾧπερ ἂν τὰς ἑκατέρωθεν ἀηδίας ἐκφεύγῃ, ἐν ᾧ δείκνυται τῆς μὲν νεότητος κεχωρισμένη τῆς ἀταξίας ἡ δύναμις, τοῦ | |
δὲ γήρως διεζευγμένη τῆς ἀδρανείας ἡ φρόνησις, ὥστε εἶναι | 377 | |
5.378 | δύναμιν φρονήσει συγκεκραμένην, ἐπ’ ἴσης φεύγουσαν τήν τε τοῦ γήρως ἀδρανείαν καὶ τὸ θρασὺ τῆς νεότητος· οὕτως ὁ χρόνον ὁρίζων τοῖς πᾶσι καθ’ ἑκάτερον χωρίζει τῷ λόγῳ τὴν ἐξ ἀμετρίας κακίαν, τό τε ὑπὲρ χρόνον ἀτιμάζων | |
5 | καὶ τὸ ἐλλεῖπον ἀποπεμπόμενος. Ἀλλὰ καιρὸς ἂν εἴη καὶ αὐτὴν ἡμῖν δι’ ἀκολούθου προτεθῆ‐ ναι τῶν θεοπνεύστων λογίων τὴν θεωρίαν. Καιρός, φησί, τοῦ τεκεῖν καὶ καιρὸς τοῦ ἀποθανεῖν. καλῶς ἐν πρώτοις τὴν ἀναγκαίαν ταύτην συζυγίαν τῷ λόγῳ συνέζευξε συνά‐ | |
10 | πτων τῇ γενέσει τὸν θάνατον· ἕπεται γὰρ κατ’ ἀνάγκην τῷ τόκῳ ὁ θάνατος καὶ πᾶσα γένεσις εἰς φθορὰν διαλύεται· ἵνα διὰ τοῦ συνημμένως δειχθῆναι τὸν θάνατόν τε καὶ τὴν γένεσιν οἱονεὶ κέντρῳ τινὶ τῇ τοῦ θανάτου μνήμῃ τοὺς ἐμβαθύνοντας τῇ κατὰ σάρκα ζωῇ καὶ τὴν παροῦσαν ἀγαπῶντας διαγωγὴν | |
15 | διυπνίσῃ καὶ πρὸς τὴν φροντίδα τῶν μελλόντων διαναστήσῃ. ταῦτα φιλοσοφεῖ κατὰ τὸ λεληθὸς ἐν ταῖς πρώταις τῶν βιβλίων ἐπιγραφαῖς καὶ ὁ φίλος τῷ θεῷ Μωϋσῆς, εὐθὺς τῇ Γενέσει συμπαραγράψας τὴν Ἔξοδον, ὡς τοὺς ἐντυγχάνοντας τοῖς ἐπιγεγραμμένοις καὶ δι’ αὐτῆς τῆς τῶν βιβλίων τάξεως | |
20 | τὰ καθ’ ἑαυτοὺς παιδευθῆναι· οὐ γὰρ ἔστι γένεσιν ἀκούσαντα μὴ καὶ ἔξοδον εὐθὺς ἐννοῆσαι. ὃ δὴ καὶ ἐνταῦθα νενοηκὼς ὁ μέγας ἐκκλησιαστὴς ἐπιδείκνυται, τῇ γενέσει σύστοιχον ἀποδείξας τὸν θάνατον. Καιρὸς γάρ, φησί, τοῦ τεκεῖν καὶ | |
καιρὸς τοῦ ἀποθανεῖν. ἦλθεν ὁ καιρὸς καὶ ἐτέχθην, | 378 | |
5.379 | ἥξει ὁ καιρὸς καὶ τεθνήξομαι. εἰ πρὸς τοῦτο πάντες ἐβλέπομεν, οὐκ ἂν τὴν σύντομον τοῦ βίου πορείαν καταλιπόντες κύκλῳ μετὰ τῶν ἀσεβῶν περιῇμεν, τὴν περιοδικὴν τοῦ βίου πλάνην ἑκουσίως πλανώμενοι ἐν δυναστείαις καὶ περιφανείαις καὶ | |
5 | πλούτοις, δι’ ὧν ταῖς πολυοδίαις τοῦ βίου τούτου ἐναμηχα‐ νοῦντες οὐκέτι τοῦ λαβυρίνθου τῆς ζωῆς ταύτης τὴν ἔξοδον ἐξευρίσκομεν, δι’ ὧν δοκοῦμεν σπουδάζειν, διὰ τούτων ἑαυτοῖς τὰ σημεῖα τῆς ἀπλανοῦς ὁδοιπορίας συγχέοντες. ὡς μακάριοί γε τῶν ἀνθρώπων ἐκεῖνοι, οἳ τὰς περιοδικὰς | |
10 | τῆς ζωῆς ἀπάτας καταλιπόντες ἐπὶ τὴν σύντομον τῆς ἀρετῆς ὁδὸν ἑαυτοὺς ἄγουσιν! αὕτη δέ ἐστι τὸ πρὸς μηδὲν τῶν τῇδε τὴν ψυχὴν ἐπιστρέφειν, ἀλλὰ συντετάσθαι τῇ σπουδῇ πρὸς τὸ διὰ πίστεως ἐν ἐλπίσι προκείμενον. Πάλιν δὲ τὸ ῥηθὲν ἐξετάσωμεν. Καιρός, φησί, τοῦ τεκεῖν | |
15 | καὶ καιρὸς τοῦ ἀποθανεῖν. εἴθε κἀμοὶ γένοιτο ἐν καιρῷ τε ὁ τόκος καὶ ὁ εὔκαιρος θάνατος! οὐ γὰρ ἄν τις εἴποι τὴν ἀκούσιον ταύτην ὠδῖνα καὶ τὸν αὐτόματον θάνατον παρὰ τοῦ ἐκκλησιαστοῦ νῦν ὡς ἐν ἀρετῆς κατορθώσει προδείκνυ‐ σθαι· οὔτε γὰρ ἐπὶ τῷ θελήματι τῆς γυναικὸς ἡ ὠδὶς οὔτε | |
20 | ἐπὶ τῇ προαιρέσει τῶν τελευτώντων ὁ θάνατος. ὃ δὲ ἐφ’ ἡμῖν οὐκ ἔστιν, οὔτε ἀρετὴν ἄν τις οὔτε κακίαν ὁρίσαιτο. οὐκοῦν νοῆσαι προσήκει τὸν τόκον τὸν εὔκαιρον καὶ τὸν ἐν καιρῷ γινόμενον θάνατον. ἐμοὶ | |
δοκεῖ τόκος ὥριμος καὶ οὐκ ἀμβλωθρίδιος εἶναι, ὅταν, | 379 | |
5.380 | καθώς φησιν Ἡσαΐας, ἐκ τοῦ θείου τις φόβου κυοφορήσας διὰ τῶν τῆς ψυχῆς ὠδίνων τὴν ἰδίαν σωτηρίαν γεννήσῃ· ἑαυτῶν γὰρ τρόπον τινὰ πατέρες γινόμεθα, ὅταν διὰ τῆς ἀγαθῆς προαιρέσεως ἑαυτοὺς πλάσωμέν τε καὶ γεννήσωμεν | |
5 | καὶ εἰς φῶς προαγάγωμεν. τοῦτο δὲ ποιοῦμεν διὰ τοῦ δέξασθαι ἐν ἑαυτοῖς τὸν θεὸν, Τέκνα θεοῦ καὶ τέκνα δυνάμεως καὶ υἱοὶ ὑψίστου γενόμενοι. καὶ πάλιν ἑαυτοὺς ἀμβλίσκομεν καὶ ἀτελεσφορήτους τε καὶ ὑπηνεμίους ἀπεργαζόμεθα, ὅταν μὴ μορφωθῇ ἐν ἡμῖν, καθώς φησιν ὁ ἀπόστολος, ἡ τοῦ Χριστοῦ | |
10 | μορφή. δεῖ γὰρ εἶναι, φησίν, ἄρτιον τὸν τοῦ θεοῦ ἄνθρωπον. ἄρτιος δὲ πάντως ἐκεῖνός ἐστιν, ᾧ τελείως ὁ τῆς φύσεως συμπεπλήρωται λόγος. οὐκοῦν εἰ μέν τις δι’ ἀρετῆς τέκνον θεοῦ ἑαυτὸν ἐποίησε λαβὼν ἐξουσίαν τῆς εὐγενείας ταύτης, ἔγνω οὗτος τὸν καιρὸν τῆς ἀγαθῆς ὠδῖνος καὶ χαίρει κατὰ | |
15 | τὸ εὐαγγέλιον εἰκότως, Ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον. ὁ δὲ γενόμενος τέκνον ὀργῆς καὶ υἱὸς ἀπωλείας καὶ σκότους ἔκγονος, γέννημα ἐχίδνης, ἔκγονον κακὸν καὶ τὰ ἄλλα πάντα, δι’ ὧν ὁ πονηρὸς διαβάλλεται τόκος, οὐκ ἔγνω τὸν ζωογονοῦντα καιρόν· εἷς γὰρ καιρὸς ὁ εἰς ζωὴν τίκτων καὶ | |
20 | οὐ πολλοί. οὗ ὁ διαμαρτὼν ἐν τῇ ἀκαιρίᾳ τοῦ τόκου τῇ ἀπωλείᾳ | |
ἑαυτὸν ὤδινε καὶ τῷ θανάτῳ τὴν ψυχὴν ἐμαιεύσατο. | 380 | |
5.381 | εἰ δὲ φανερόν ἐστι, πῶς ἐν καιρῷ τικτόμεθα, δῆλον ἂν εἴη, πῶς καὶ ἐν καιρῷ ἀποθνῄσκομεν, οἷον πᾶς τῷ ἁγίῳ Παύλῳ καιρὸς τοῦ ἀγαθοῦ θανάτου εὔκαιρος ἦν. βοᾷ γὰρ ἐν τοῖς ἰδίοις λόγοις, ἔνορκον τρόπον τινὰ ποιούμενος, ἐν οἷς φησιν, | |
5 | ὅτι Καθ’ ἡμέραν ἀποθνῄσκω, νὴ τὴν ὑμετέραν καύχησιν, καὶ τὸ Ἕνεκα σοῦ θανατούμεθα πᾶσαν ἡμέραν, καὶ Αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν. πάντως δὲ οὐκ ἄδηλον, πῶς ἀποθνῄσκει καθ’ ἡμέραν ὁ Παῦλος ὁ μηδέποτε τῇ ἁμαρτίᾳ ζῶν, ὁ ἀεὶ τὰ μέλη τῆς σαρκὸς νεκρῶν | |
10 | καὶ τὴν νέκρωσιν τοῦ σώματος τοῦ Χριστοῦ ἐν ἑαυτῷ περιφέρων, ὁ πάντοτε Χριστῷ συσταυρούμενος, ὁ μηδέποτε ἑαυτῷ ζῶν, ἀλλὰ ζῶντα ἔχων ἐν ἑαυτῷ τὸν Χριστόν. οὗτος ἂν εἴη, κατά γε τὴν ἐμὴν κρίσιν, ὁ εὔκαιρος θάνατος, ὁ τῆς ἀληθοῦς ζωῆς γινόμενος πρόξενος. Ἐγὼ γάρ, φησίν, | |
15 | ἀποκτενῶ καὶ ζῆν ποιήσω, ὡς πεπεῖσθαι ἀληθῶς θεοῦ δῶρον εἶναι τὸ νεκρωθῆναι τῇ ἁμαρτίᾳ καὶ ζωοποιηθῆναι τῷ πνεύματι· διὰ γὰρ τοῦ ἀποκτεῖναι ζωοποιεῖν ἐπαγγέλλεται ἡ θεία φωνή. Ὅμοιον δὲ τοῖς εἰρημένοις καὶ τὸ ἑπόμενον· Καιρός, φησί, | |
20 | τοῦ φυτεῦσαι καὶ καιρὸς τοῦ ἐκτῖλαι τὸ πεφυτευμένον. οἴδαμεν, | 381 |
5.382 | τίς ἡμῶν ὁ γεωργὸς καὶ ἡμεῖς τίνος γεώργιον. τὸ μὲν γὰρ παρὰ τοῦ Χριστοῦ, τὸ δὲ παρὰ τοῦ δούλου τοῦ Χριστοῦ μεμαθήκαμεν Παύλου. ὁ μὲν γὰρ κύριός φησιν, ὅτι Ὁ πατήρ μου ὁ γεωργός ἐστιν, ὁ δὲ ἀπόστολος πρὸς ἡμᾶς λέγει, | |
5 | ὅτι θεοῦ γεώργιόν ἐστε. ὁ οὖν μέγας γεωργὸς τὰ ἀγαθὰ φυτεύειν μόνον ἐπίσταται (Ἐφύτευσε γὰρ ὁ θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς), τὰ δὲ ἐναντία τοῖς ἀγαθοῖς ἀποτίλλει· πᾶσα γὰρ φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος, ἐκριζωθήσεται. οὐκοῦν ἡ Φαρισαϊκὴ κακία τε | |
10 | καὶ ἀπιστία καὶ ἡ πρὸς τὰ γινόμενα παρὰ τοῦ κυρίου θαύματα ἀγνωμοσύνη ταῦτα τὰ φυτά ἐστι τὰ ἐκτιλλόμενα. χρὴ γὰρ ἐπικρατῆσαι τὸ κήρυγμα τῆς σωτηρίας, χρὴ κηρυχθῆ‐ ναι τὸ εὐαγγέλιον ἐν ὅλῳ τῷ κόσμῳ, χρὴ πᾶσαν γλῶσσαν ἐξομολογήσασθαι ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ | |
15 | πατρός. ἐπεὶ οὖν ταῦτα γενέσθαι χρὴ πάντως, ἡ νῦν ἐπι‐ κρατοῦσά τινων ἀπιστία οὐκ ἔστιν ἐκ τῆς τοῦ πατρὸς φυτείας, ἀλλὰ τοῦ παρασπείροντος τὰ ζιζάνια ἢ τοῦ παραφυτεύοντος τῷ δεσποτικῷ ἀμπελῶνι τὴν Σοδομιτικὴν κληματίδα. ὅπερ οὖν ἐκεῖ ἐν τῷ εὐαγγελίῳ παρὰ τῆς δεσποτικῆς φωνῆς | |
20 | ἐπαιδεύθημεν, τοῦτο νῦν καὶ ἐν τῷ αἰνίγματι τοῦ ἐκκλησια‐ | |
στοῦ ἐδιδάχθημεν, ὅτι ὁ αὐτὸς καιρός ἐστι τό τε σωτήριον τῆς | 382 | |
5.383 | πίστεως φυτὸν παραδέξασθαι καὶ τὸ τῆς ἀπιστίας ἀποτῖλαι ζιζάνιον. ὃ δὲ ἐπὶ μέρους περὶ τοῦ κατὰ τὴν πίστιν κατορθώ‐ ματος εἴρηται, τοῦτο καὶ ἐπὶ πάσης ἀρετῆς ἀκολούθως ἄν τις νοήσειε. καιρὸς τοῦ φυτεῦσαι τὴν σωφροσύνην καὶ | |
5 | ἐκτῖλαι τὸ τῆς ἀκολασίας φυτόν. οὕτω καὶ δικαιοσύνης φυτευθείσης ἀπορριζοῦται τὸ ἄδικον βλάστημα, καὶ τὸ τῆς ταπεινοφροσύνης φυτὸν τὸν τῦφον ἀνέτρεψεν ἥ τε ἀγάπη βλαστήσασα τὸ πονηρὸν τοῦ μίσους δένδρον ἐξήρανεν. ὥσπερ οὖν καὶ ἐκ τοῦ ἐναντίου γίνεται· ἡ ἀδικία πληθυνομένη | |
10 | τὴν ἀγάπην κατέψυξε, καὶ τὰ ἄλλα πάντα κατὰ τὸν αὐτὸν τρόπον, ἵνα μὴ τὰ καθ’ ἕκαστον λέγοντες διατρίβωμεν, ὁμοίως νοοῦντες οὐ σφαλησόμεθα. Πάλιν ὁ ἐφεξῆς λόγος σύμφωνος τοῖς προεξητασμένοις ἐστί. Καιρὸς γάρ, φησί, τοῦ ἀποκτεῖναι καὶ καιρὸς τοῦ | |
15 | ἰάσασθαι. τοῦτο δὲ σαφῶς ἐν τῷ προφητικῷ ῥητῷ προηρμή‐ νευται, ὃ ἐκ προσώπου τοῦ θεοῦ φησιν, ὅτι Ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω. ἐὰν γὰρ μὴ ἀποκτείνωμεν ἐν ἑαυτοῖς τὴν ἔχθραν, οὐκ ἰασόμεθα τὴν ἀγαπητικὴν διάθεσιν τὴν ἐν ἡμῖν διὰ τοῦ μίσους νοσήσασαν. οὕτω καὶ τὰ λοιπὰ πάντα, ὅσα | |
20 | ἐπὶ κακῷ καθ’ ἡμῶν ζῇ, λέγω δὴ τὴν κακὴν τῶν παθημάτων παράταξιν καὶ τὸν ἐμφύλιον τοῦτον πόλεμον τὸν καθ’ ἡμῶν | |
διὰ τῶν ἡδονῶν στρατευόμενον καὶ αἰχμαλωτίζοντα ἡμᾶς τῷ | 383 | |
5.384 | νόμῳ τῆς ἁμαρτίας, καιρός ἐστι τοῦ ἀποκτεῖναι. ὁ γὰρ τῶν τοιούτων φόνος ἴασις γίνεται τοῦ διὰ τῆς ἁμαρτίας ἐξασθενήσαντος. φασὶν οἱ ἰατροὶ τὰς ἕλμινθας καὶ ἄλλα τινὰ τοιαῦτα θηρία ἔσωθεν ἐκ κακοχυμίας ἐνζωογονεῖσθαι τοῖς | |
5 | σπλάγχνοις, ὧν ἡ ζωὴ νόσος τῷ σώματι γίνεται· εἰ δὲ ἐκεῖνα διά τινος φαρμακοποσίας ἀναιρεθείη, πάλιν εἰς ὑγείαν ὁ κάμνων ἀναρρωσθήσεται. ἀναλογεῖ τὰ τοιαῦτα τοῦ σώματος πάθη πρὸς τὰ τῆς ψυχῆς ἀρρωστήματα. ὅταν ὁ θυμὸς ἔνδοθεν ἐκμυζῶν ἢ διὰ τῆς μνησικακίας τῆς ψυχῆς τὸν | |
10 | τόνον καὶ τοὺς λογισμοὺς ἐκνευρίζων ἢ τὸ τοῦ φθόνου θηρίον ἢ εἴ τι ἄλλο τοιοῦτον κακὸν ἡ κακὴ δίαιτα ζωογονήσῃ, ὁ αἰσθόμενος ὅτι θηρίον τρέφει ἔνδοθεν αὐτῷ ἡ ψυχὴ εὐκαίρως χρήσεται τῷ ἀναιρετικῷ τῶν παθῶν φαρμάκῳ. τοῦτο δέ ἐστιν ἡ ἐκ τοῦ εὐαγγελίου διδασκαλία, ὥστε ἐκείνων | |
15 | φονοκτονηθέντων ἐπιγενέσθαι τῷ πεπονηκότι τὴν ἴασιν. Καιρὸς τοῦ καθελεῖν καὶ καιρὸς τοῦ οἰκοδομῆσαι. ταῦτα καὶ ἐν τοῖς πρὸς τὸν προφήτην Ἱερεμίαν παρὰ τοῦ θεοῦ ῥηθεῖσιν ἔστι μαθεῖν, ᾧ δέδοται θεόθεν ἡ δύναμις εἰς τὸ πρότερον καθαιρεῖν καὶ ἐκριζοῦν καὶ κατασκάπτειν καὶ | |
20 | τότε ἀνορθοῦν καὶ ἀνοικοδομεῖν καὶ καταφυτεύειν. χρὴ | 384 |
5.385 | γὰρ πρότερον ἐν ἡμῖν ἐρειπωθῆναι τὰ τῆς κακίας οἰκοδομή‐ ματα καὶ τότε καιρόν τε καὶ εὐρυχωρίαν εὑρεῖν πρὸς τὴν τοῦ ναοῦ τοῦ θεοῦ κατασκευὴν τοῦ ἐν ταῖς ψυχαῖς οἰκοδομουμένου, οὗ ἡ ὕλη ἀρετὴ γίνεται. εἴ τις γὰρ ἐποικοδομεῖ ἐπὶ τὸν | |
5 | θεμέλιον τοῦτον χρυσίον καὶ ἀργύριον καὶ λίθους τιμίους, ταῦτα ἡ ἀρετὴ ὀνομάζεται· ξύλῳ δὲ καὶ χόρτῳ καὶ καλάμῃ ἡ τῆς κακίας ἑρμηνεύεται φύσις, ἥτις εἰς οὐδὲν ἄλλο ἢ εἰς πυρὸς δαπάνην παρασκευάζεται. ὅταν οὖν ἐκ χόρτου καὶ | |
10 | καλάμης τὰ οἰκοδομήματα ᾖ, τουτέστιν ἐξ ἀδικίας τε καὶ ὑπερηφανίας καὶ τῆς λοιπῆς τοῦ βίου κακίας, πρότερον ταῦτα εἰς ἀφανισμὸν ἀγαγεῖν ὁ λόγος διακελεύεται, εἶθ’ οὕτω τὸ χρυσίον τῆς ἀρετῆς ὕλην τῆς κατασκευῆς τοῦ πνευματικοῦ οἴκου ποιήσασθαι. οὐ γὰρ ἔστι τῇ καλάμῃ συμφυῆναι τὸν | |
15 | ἄργυρον ἢ τῷ χόρτῳ τὸ χρυσίον προσλιπανθῆναι ἢ τὸν μαργαρίτην τῷ ξύλῳ, ἀλλ’ εἰ μέλλοι τοῦτο εἶναι, χρὴ πάντως ἀφανισθῆναι τὸ ἕτερον. Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος; οὐκοῦν καθαιρεθήτω πρότερον τὰ τοῦ σκότους ἔργα καὶ τότε κατασκευασθήσεται τὰ φωτεινὰ τοῦ βίου οἰκοδομήματα. | |
20 | Καιρὸς τοῦ κλαῦσαι καὶ καιρὸς τοῦ γελάσαι. σαφηνίζεται | |
οὗτος ὁ λόγος τῇ εὐαγγελικῇ φωνῇ τῇ ἐκ προσώπου | 385 | |
5.386 | τοῦ κυρίου γεγενημένῃ, ἥ φησιν ὅτι Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. νῦν οὖν ἐστιν ὁ τοῦ κλαῦσαι καιρός, ὁ δὲ τοῦ γελάσαι δι’ ἐλπίδος ἀπόκειται· ἡ γὰρ παροῦσα κατήφεια τῆς ἐλπιζομένης εὐφροσύνης μήτηρ γενήσεται. | |
5 | τίς δὲ οὐκ ἂν ἐν θρήνοις καὶ σκυθρωπότητι πάντα τὸν βίον ἑαυτοῦ δαπανήσειεν, εἴπερ αἴσθησιν λάβοι αὐτὸς ἑαυτοῦ καὶ γνοίη τὰ καθ’ ἑαυτόν, ἅ τε εἶχεν ἅ τε ἀπώλεσεν καὶ ἐν οἷς ἦν τὸ κατ’ ἀρχὰς ἡ φύσις καὶ ἐν τίσιν ἐπὶ τοῦ παρόντος ἐστίν; τότε θάνατος οὐκ ἦν, νόσος ἀπῆν, τὸ ἐμὸν καὶ τὸ σόν, τὰ | |
10 | πονηρὰ ταῦτα ῥήματα, τῆς ζωῆς τῶν πρώτων ἐξώριστο. ὡς γὰρ κοινὸς ὁ ἥλιος καὶ ὁ ἀὴρ κοινὸς καὶ πρὸ πάντων τοῦ θεοῦ ἡ χάρις καὶ ἡ εὐλογία κοινή, οὕτως ἐν ἴσῳ καὶ ἡ παντὸς ἀγαθοῦ μετουσία κατ’ ἐξουσίαν προέκειτο, καὶ ἡ νόσος τῆς πλεονεξίας οὐκ ἐγνωρίζετο, καὶ τὸ πρὸς τὸ ἐλαττοῦσθαι | |
15 | μῖσος κατὰ τῶν ὑπερεχόντων οὐκ ἦν (οὐδὲ γὰρ ὅλως τὸ ὑπερέχον ἦν) καὶ μυρία ἐπὶ τούτοις ἄλλα, ἃ οὐδ’ ἂν παραστῆ‐ σαί τις δυνηθείη τῷ λόγῳ παμπληθὲς τῶν εἰρημένων κατὰ τὸ μεγαλεῖον προέχοντα, λέγω δὴ τὴν πρὸς ἀγγέλους ὁμοτιμίαν, τὴν ἐπὶ θεοῦ παρρησίαν, τὴν τῶν ὑπερκοσμίων ἀγαθῶν | |
20 | θεωρίαν, τὸ τῷ ἀφράστῳ κάλλει τῆς μακαρίας φύσεως καὶ | |
ἡμᾶς ὡραΐζεσθαι, δεικνύντας ἐν ἑαυτοῖς τὴν θείαν εἰκόνα τῇ | 386 | |
5.387 | ὥρᾳ τῆς ψυχῆς ἐπιστίλβουσαν. τὰ δὲ ἀντ’ ἐκείνων, οἷα ὁ πονηρὸς τῶν παθημάτων ἑσμός, ἡ κακὴ τῶν λυπηρῶν σφηκιά, τί ἄν τις πρῶτον εἴποι τῶν τοῦ βίου κακῶν; πάντα ὁμοτίμως ἔχει πρὸς ἄλληλα, πάντα προτερεύει ταῖς τῶν κακῶν ἐξοχαῖς, | |
5 | πάντα τῶν ἴσων θρήνων ἀφορμὴ γίνεται. τί μᾶλλον γάρ τις θρηνήσει τῆς ἀθλιότητος; πόθεν πλέον τὴν φύσιν ἀπολο‐ φυρεῖται, τὸ ὠκύμορον τῆς ζωῆς, τὸ ἐπίπονον, τὸ ἀπὸ δακρύων ἄρχεσθαι καὶ καταλήγειν εἰς δάκρυον, τὴν ἐλεεινὴν νηπιότητα, τὴν ἐν τῷ γήρᾳ παράνοιαν, τὸ ἀστατοῦν τῆς | |
10 | νεότητος, τὸ πολύμοχθον τῶν τῇ ἡλικίᾳ καθεστηκότων, τοῦ γάμου τὸ φορτικόν, τῆς ἀγαμίας τὸ ἔρημον, τῆς πολυπαιδίας τὸ ἐπαχθές, τῆς ἀπαιδίας τὸ ἄρριζον, τοῦ πλούτου τὸ ἐπίφθονον, τῆς πενίας τὸ ἐπώδυνον; καὶ σιωπῶ τὰς πολυτρό‐ πους τῶν νοσημάτων διαφοράς, τὰς λώβας, τοὺς ἀκρωτη‐ | |
15 | ριασμούς, τὰς σήψεις, τὰς τῶν αἰσθητηρίων πηρώσεις, τὰς ἐκ δαιμόνων παραφοράς, πάντα ὅσα ἡ φύσις ἐν ἑαυτῇ περιέχει, ἃ τῇ δυνάμει ἕκαστος τῶν ἀνθρώπων ἐστὶν ἔχων ἐν τῇ φύσει τὰ πάθη. τὴν δὲ τῶν ἐρώτων μανίαν καὶ τὸν δυσώδη βόρβορον, εἰς ὃν καταστρέφεται ἡ τοιαύτη λύσσα, | |
20 | παρίημι· καὶ τὴν συνεζευγμένην τῇ τροφῇ διὰ τῆς ἀποποιή‐ σεως ἀηδίαν οὐ λέγω, ὡς ἂν μὴ δόξαιμι διὰ πάντων στηλι‐ | |
τεύειν τῷ λόγῳ τὸν βίον, κοπροποιόν τινα τὴν φύσιν ἡμῶν | 387 | |
5.388 | ἀποδεικνύων. ταῦτα ἀφεὶς πάντα καὶ τὰ τοιαῦτα ἐκεῖνο μάλιστά φημι δακρύων ἄξιον εἶναι τοῖς αἰσθανομένοις τὸ εἰδέναι πάντας, ὅτι τῆς σκιοειδοῦς ταύτης παραδραμούσης ζωῆς μένει ἡμᾶς Φοβερά τις ἐκδοχὴ κρίσεως καὶ πυρὸς ζῆλος | |
5 | ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους. ὁ οὖν ταῦτα καὶ τὰ τοιαῦτα λογιζόμενος ἆρ’ οὐκ ἀεὶ τῷ θρήνῳ συζήσεται; οὐκοῦν καιρὸς ἂν εἴη νῦν ταῦτα τῷ λογισμῷ λαμβάνειν. ἐκ γὰρ τοῦ σκυθρωπῶς πρὸς τὴν παροῦσαν ἔχειν ζωὴν τὸ μηδὲν πλημμελεῖν ἐν ταύτῃ κατὰ τὸ εἰκὸς προσγενήσεται. | |
10 | τούτου δὲ κατορθωθέντος ἡ ἐπαγγελθεῖσα τῆς εὐφροσύνης χάρις δι’ ἐλπίδος ἡμῖν ἀποκείσεται. ἡ δὲ ἐλπὶς οὐ καταισχύνει, καθώς φησιν ὁ ἀπόστολος. Τὸ δὲ ἐπαγόμενον οἷον ἐπανάληψις τοῦ προειρημένου ἐστίν. εἰπὼν γὰρ τοῦ δακρύου καὶ τοῦ γέλωτος τὴν εὐκαιρίαν | |
15 | ἐπήγαγε· Καιρὸς τοῦ κόψασθαι καὶ καιρὸς τοῦ ὀρχήσασθαι, ὅπερ οὐδὲν ἄλλο ἢ ἐπίτασις ἑκατέρου τῶν μνημονευθέντων ἐστίν. ὁ γὰρ ἐμπαθής τε καὶ ἐνδιάθετος θρῆνος κοπετὸς ὑπὸ τῆς γραφῆς ὀνομάζεται. ὡσαύτως δὲ καὶ ἡ ὄρχησις σημαίνει τὴν τῆς εὐφροσύνης ἐπίτασιν, καθὼς ἐν τῷ εὐαγγελίῳ τὸ | |
20 | τοιοῦτον ἐμάθομεν, ἐν οἷς φησιν· Ηὐλήσαμεν ὑμῖν καὶ | |
οὐκ ὠρχήσασθε, ἐθρηνήσαμεν καὶ οὐκ ἐκόψασθε. οὕτω φησὶν | 388 | |
5.389 | ἡ ἱστορία κοπετὸν μὲν ἐπὶ τῇ μεταστάσει τοῦ Μωυσέως τοῖς Ἰσραηλίταις γενέσθαι, ὀρχήσασθαι δὲ τὸν Δαβὶδ τῆς κιβωτοῦ προπομπεύοντα, ὅτε αὐτὴν ἐκ τῶν ἀλλοφύλων ἀνεκομίσατο, μὴ ἐν τῷ συνήθει δεικνύμενον σχήματι. ὑποφθέγγεσθαι γὰρ | |
5 | αὐτόν τί φησι τῶν ἐναρμονίων μελῶν ἐν τῷ μουσικῷ ὀργάνῳ ἀνακρουόμενον, συγκινεῖσθαι δὲ πρὸς τὸν ῥυθμὸν τῷ ποδὶ καὶ τῇ ἐνρύθμῳ κινήσει τοῦ σώματος τὴν ἔνδον δημοσιεύειν διά‐ θεσιν. ἐπειδὴ τοίνυν διπλοῦς μὲν ὁ ἄνθρωπος, ἐκ ψυχῆς λέγω καὶ σώματος, διπλῆ δὲ καὶ ἡ ζωὴ καταλλήλως ἐν ἑκατέρῳ | |
10 | τῶν ἐν ἡμῖν ἐνεργουμένη, καλὸν ἂν εἴη τῇ σωματικῇ ζωῇ κοπτομένους (πολλαὶ δὲ τῶν θρήνων κατὰ τὸν βίον τοῦτον αἱ ἀφορμαί) τῇ ψυχῇ παρασκευάζειν τὴν ἐναρμόνιον ὄρχησιν. ὅσῳ γὰρ πλέον καταστυγνάζεται διὰ κατηφείας ὁ βίος, τοσούτῳ μᾶλλον αἱ τῆς εὐφροσύνης ἀφορμαὶ τῇ ψυχῇ συνα‐ | |
15 | θροίζονται. στυγνὸν ἡ ἐγκράτεια, κατηφὲς ἡ ταπεινότης, θρῆνος τὸ ζημιοῦσθαι, πένθους ὑπόθεσις τὸ μὴ τὸ ἴσον πρὸς τοὺς κρατοῦντας ἔχειν, ἀλλ’ Ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται καὶ ὁ ἐναθλῶν τῇ πενίᾳ στεφανωθήσεται καὶ ὁ τοῖς ἕλκεσι βρύων καὶ διὰ πάντων θρήνου ἄξιον τὸν ἑαυτοῦ βίον ἐπιδεικνύμενος τῷ | |
20 | κόλπῳ τοῦ πατριάρχου ἐναναπαύσεται, ἐν ᾧ καὶ ἡμεῖς γενοί‐ μεθα ἐλέει τοῦ σῴζοντος ἡμᾶς Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα | |
εἰς τοὺς αἰῶνας. Ἀμήν. | 389 | |
5.390 | ΟΜΙΛΙΑ Ζʹ Καιρὸς τοῦ βαλεῖν λίθους καὶ καιρὸς τοῦ συναγαγεῖν λίθους. ηὔξησεν ἤδη, δι’ ὧν ἐδίδαξε, τὴν τῶν ἀκουόντων ἰσχὺν ὁ τῆς ἐκκλησιαστικῆς δυνάμεως ταξιάρχης, ὥστε καὶ | |
5 | βαλεῖν δύνασθαι τοὺς ἀντιτεταγμένους καὶ τὰς εἰς τὸ βαλεῖν παρασκευὰς συμπορίζεσθαι. ἃ γὰρ προεπαιδεύθημεν, δι’ ὧν πᾶσιν ἐφαρμόζειν τὸ ἐκ τοῦ χρόνου μέτρον καὶ τὴν ἐπὶ παντὶ εὐκαιρίαν ποιεῖσθαι τοῦ καλοῦ κριτήριον μεμαθήκαμεν, εἰς ταύτην ἡμᾶς ἄγει τὴν δύναμιν, ὡς τονωθῆναί τε ἡμῶν | |
10 | τῆς ψυχῆς τὸν βραχίονα καὶ κατὰ σκοποῦ πέμπειν τοὺς ἀναιρετικοὺς τοῦ ἐχθροῦ λίθους καὶ πάλιν ἀνακαλεῖσθαι τούτους, οἷς ἂν τὸν πολέμιον βάλωμεν, εἰς τὸ ἀεὶ ἔχειν διὰ τῶν αὐτῶν κατακοντίζειν τὸν ἀντικείμενον. οἱ μὲν οὖν πρὸς τὸ γράμμα βλέποντες μόνον καὶ τῇ προχείρῳ παριστάμενοι | |
15 | διανοίᾳ τῶν εἰρημένων τὸν Μωυσέως νόμον ἴσως τοῖς | |
παροῦσι ῥητοῖς ἐφαρμόσουσιν, ἐφ’ ὧν προστάσσει ὁ νόμος | 390 | |
5.391 | βάλλειν λίθους, εἴ τι παρανομοῦντες εὑρίσκοιντο· οἷα δὴ καὶ δι’ αὐτῆς μεμαθήκαμεν τῆς ἱστορίας ἐπί τε τῶν εἰς τὸ σάββατον ἐξαμαρτόντων καὶ τοῦ τὰ ἱερὰ κεκλοφότος καὶ ἐπὶ τῶν ἄλλων πλημμελημάτων, οἷς τὴν διὰ τῶν λίθων | |
5 | τιμωρίαν ὁ νόμος ἐπέταξεν. ἐγὼ δὲ εἰ μὴ καὶ τὸ συναγαγεῖν λίθους εὔκαιρον ὁ ἐκκλησιαστὴς ἐποιεῖτο, περὶ οὗ νόμος οὐδεὶς ἐγκελεύεται οὔτε τις ἐξ ἱστορίας πρᾶξις ὑφηγεῖται τὸ ὅμοιον, συνεθέμην ἂν τοῖς διὰ τοῦ νόμου τὸ ῥητὸν ἑρμη‐ νεύουσιν, ὡς τότε ὄντος καιροῦ τοῦ βαλεῖν λίθους, ὅταν τις ἢ | |
10 | παρανομήσῃ τὸ σάββατον ἤ τι τῶν ἀνατεθέντων ὑφέληται. νυνὶ δὲ ἡ προσθήκη τοῦ δεῖν πάλιν συναγαγεῖν τοὺς λίθους, ὅπερ οὐδενὶ νόμῳ διώρισται, εἰς ἄλλην ἡμᾶς ἄγει διάνοιαν, ὡς ἂν μάθοιμεν ποῖον τοῦτο τὸ γένος λίθων ἐστίν, ὃ μετὰ τὴν βολὴν πάλιν κτῆμα τοῦ προεμένου γίνεσθαι χρή. | |
15 | Ἐπειδὰν γὰρ βάλωμεν κατὰ καιρὸν τοὺς λίθους, πάλιν συνάγειν αὐτοὺς ἐν καιρῷ διδασκόμεθα. ἐμοὶ μὲν οὖν δοκεῖ μηδὲ τὸν νόμον οὑτωσὶ ψιλῶς ἐκλαμβάνειν κατὰ τὴν πρό‐ | |
χειρον ἔννοιαν. τί γὰρ θεοπρεπές τε καὶ μέγα τῇ ψιλῇ διανοίᾳ | 391 | |
5.392 | τῶν γεγραμμένων ἐμφαίνεται; εἰ φρυγανιζόμενός τις ἑάλω κατὰ τὸ σάββατον, διὰ τοῦτο καταλευσθῆναι τὸν ἄνθρωπον ἔδει, μηδεμιᾶς ἀδικίας ἐν τῷ πλημμελήματι φαινομένης; τί γὰρ ἠδίκει τινὰ κάρφη κατὰ τὸ συμβὰν διερριμμένα κατὰ | |
5 | τὴν ἔρημον πρὸς τὴν τοῦ πυρὸς χρείαν συγκομιζόμενος; οὐ γὰρ τὸ ἀλλότριον ἀφαιρεῖσθαι κατηγορεῖται, ὥστε δοκεῖν εὐλόγως τὴν ἀδικίαν κολάζεσθαι, ἀλλὰ τὸ κοινῇ πᾶσι προκείμενον αἴτιον αὐτῷ γίνεται τῆς τῶν λίθων βολῆς. ἀλλ’ ὅτι ἐν σαββάτῳ τοῦτο ἐποίησε, διὰ τοῦτο ὡς κακουργῶν | |
10 | κατακρίνεται. τίς οὐκ οἶδεν, ὅτι τῶν γινομένων ἕκαστον τῇ ἰδίᾳ κρίνεται φύσει, εἴτε κακὸν εἴτε μὴ τοιοῦτόν ἐστιν, ὁ δὲ χρόνος, καθ’ ὃν ἐνεργεῖται ἡ πρᾶξις, ἔξωθεν τῆς τοῦ γινομένου φύσεως θεωρεῖται; τί γὰρ κοινὸν ἔχει τὸ χρονικὸν διάστημα πρὸς τὸ ἐκ προαιρέσεως ἡμετέρας ἀποτελούμενον; | |
15 | ἐὰν ἔρηταί τις ἡμᾶς, τί ἡμέρα ἐστί, τὸ ὑπὲρ γῆς εἶναι τὸν ἥλιον πάντως ἀποκρινούμεθα καὶ μέτρον αὐτῆς ὄρθρον καὶ ἑσπέραν ποιούμεθα. ὁ δὲ τοιοῦτος λόγος τῆς ἡμέρας οὐ μιᾷ τινι μόνῃ τῶν κατὰ τὴν ἑβδομαδικὴν περίοδον ἀνακυκλουμένων ἐφαρμοσθήσεται, ἀλλὰ καὶ πρώτης καὶ δευτέρας καὶ μέχρι | |
20 | τῆς ἑβδόμης ὁ αὐτός ἐστι λόγος καὶ οὐδὲν ἡ τοῦ σαββάτου | |
ἡμέρα παρὰ τὰς λοιπὰς κατὰ τὸ εἶναι ἡμέρα παρήλλακται. | 392 | |
5.393 | ἐὰν δέ τις τὴν τοῦ ἁμαρτήματος ἐξετάσῃ διάνοιαν, τὸ μὴ δεῖν τι κατὰ τοῦ πέλας ποιεῖν πάντως ἐροῦμεν, οἷον Οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις καὶ τὰ λοιπά, ὧν γενικός τις καὶ περιληπτικός ἐστι νόμος τὰ καθ’ ἕκαστον ἐν | |
5 | ἑαυτῷ περιέχων καὶ ὁ περὶ τοῦ ἀγαπῆσαι τὸν πλησίον ὡς ἑαυτόν. ταῦτα δὲ κατὰ πᾶσαν ἡμέραν ἐπ’ ἴσης κατορθούμενά τε καὶ παρανομούμενα ἢ καλὰ πάντως ἐστὶν ἢ ἐκ τοῦ ἐναντίου νοούμενα. οὐκ ἂν δέ τις, ὃ σήμερον κακὸν ἐκρίθη γενόμενον, εἴτε φόνος εἴη τὸ πλημμέλημα εἴτε τι ἄλλο τῶν ἀπειρημένων, | |
10 | τὸ αὐτὸ τοῦτο τῇ ἐφεξῆς καλὸν εἶναι νομίσειεν. εἰ οὖν τὸ κακὸν ἀεὶ τοιοῦτόν ἐστιν, ἐν ᾧπερ ἂν χρόνῳ τύχῃ τολμώμενον, καὶ τῶν ἀνευθύνων πάντως οὐδὲν ἂν γένοιτο παρὰ τὸν χρόνον ὑπεύθυνον. εἰ τοίνυν τὸ πρὸ τοῦ σαββάτου φρυγανίζεσθαι καὶ πῦρ ἀνάπτειν ἔξω ἀδικίας ἐστὶ καὶ κολάσεως, πῶς τὸ | |
15 | αὐτὸ τοῦτο τῇ ἐπιούσῃ ἡμέρᾳ πλημμέλημα γίνεται; ἀλλ’ οἶδα τὸ σάββατον τῆς ἀναπαύσεως, οἶδα τὸν τῆς ἀπραξίας νόμον, ὃς οὐχὶ πεδήσας τὸν ἄνθρωπον τῆς φυσικῆς ἐνεργείας ἄπρακτον εἶναι διακελεύεται. ἦ γὰρ ἂν καὶ ἀδύνατα κελεύοι, ἀπρακτεῖν προστάσσων ἡμῖν, οἷς καὶ δίχα τῶν λοιπῶν ἔργων | |
20 | αὐτὸ τὸ τῆς ζωῆς εἶδος ἔργον ἐστίν; τίς γὰρ οὐκ οἶδεν, ὅτι | |
ἔργον ἐστὶν ὀφθαλμῶν μὲν ἡ ὄψις, ἀκοῆς δὲ ἡ κατὰ φύσιν | 393 | |
5.394 | ἐνέργεια, μυκτήρων δὲ ἡ ὄσφρησις, στόματος ἡ τοῦ ἀέρος ὁλκή, γλώσσης ὁ λόγος, ὀδοῦσιν ἡ τῆς τροφῆς ὑπηρεσία, σπλάγχνοις ἡ πέψις, ποσὶν ἡ κίνησις, χερσὶν ἐκεῖνα, πρὸς ἃ πέφυκεν ἡμῖν ἐνεργεῖν ταῦτα τὰ μέλη. πῶς οὖν ἐστι δυνατὸν | |
5 | κυρωθῆναι τὸν τῆς ἀπραξίας νόμον, οὐ παραδεχομένης τὴν ἀργίαν τῆς φύσεως; πῶς πείσω τὸν ὀφθαλμὸν μὴ ὁρᾶν ἐν σαββάτῳ, οὗ φύσις ἐστὶ τὸ πάντως τι βλέπειν; πῶς τὴν ἀκουστικὴν ἐπίσχω ἐνέργειαν; πῶς πεισθήσεταί μοι ἡ ὄσφρησις τὴν ἀντιληπτικὴν τῶν ἀτμῶν αἴσθησιν ἀποθέσθαι | |
10 | κατὰ τὸ σάββατον; πῶς δὲ οὐκ ἐνεργήσει τὰ σπλάγχνα τὴν ἰδίαν ἐνέργειαν τῷ νόμῳ δουλεύοντα, ὥστε ἄπεπτον τὴν τροφὴν ἐμμεῖναι τῷ σώματι, ἵνα ἀργὴν δείξῃ τὴν φύσιν κατὰ τὸ σάββατον; εἰ δὴ τὰ λοιπὰ τοῦ σώματος ἡμῶν οὐ δύναται δέξασθαι τὸν τῆς ἀργίας νόμον (οὐδὲ γὰρ ὅλως ἐν τῷ ζῆν | |
15 | ἔσται μὴ ἐνεργοῦντα), οὐκ ἔστι πάντως τὸ μὴ παρανομηθῆναι τὸ σάββατον, κἂν ἀκίνητος ἡ χεὶρ ἢ ὁ ποῦς ἐπὶ τοῦ αὐτοῦ σχήματός τε καὶ τόπου μένῃ. ἐπεὶ οὖν οὐχὶ μέρει τινί, ἀλλ’ ὅλῳ κεῖται τῷ ἀνθρώπῳ ὁ νόμος, οὐ μᾶλλον ἀπρακτοῦντες δι’ ἑνὸς τῶν μελῶν νόμον φυλάξομεν ἢ τοῖς λοιποῖς αἰσθητη‐ | |
20 | ρίοις κατὰ φύσιν ἐνεργοῦντες τὸ προσταχθὲν παραλύσομεν. | |
ἀλλὰ μὴν θεόθεν ὁ νόμος, οὐδὲν δὲ τῶν παρὰ τοῦ θεοῦ | 394 | |
5.395 | προστασσομένων τοιοῦτον, οἷον ἢ παρὰ φύσιν εἶναι ἢ ἔξω τοῦ κατ’ ἀρετὴν δείκνυσθαι λόγου, ἡ δὲ ἄλογος ἀργία ἀρετὴ οὐκ ἔστιν. ζητεῖν ἄρα προσήκει τί βούλεται τὸ παράγγελμα τῆς τοῦ σαββάτου ἀργίας. φημὶ τοίνυν ἐγὼ πάσης νομοθεσίας | |
5 | τῆς θεόθεν γεγενημένης ἕνα σκοπὸν εἶναι τὸ καθαρεύειν τῶν τῆς κακίας ἔργων τοὺς δεξαμένους τὸν νόμον, καὶ πᾶς νόμος ὁ τὰ ἀπειρημένα κωλύων σαββατίζειν ἀπὸ τῶν πονηρῶν ἔργων διακελεύεται. τοῦτο αἱ πλάκες, τοῦτο ἡ λευϊτικὴ παρατήρησις, τοῦτο ἡ ἐν τῷ Δευτερονομίῳ ἀκρίβεια, τὸ | |
10 | ἀργοὺς ἡμᾶς καὶ ἀπράκτους ἐκείνων εἶναι, ὧν τὸ ἔργον κακία ἐστίν. εἰ μὲν οὖν οὕτω τις ἐκλαμβάνοι τὸν νόμον, ὡς ἀργὸν ἐν κακίᾳ εἶναι τὸν ἄνθρωπον, κἀγὼ συντίθεμαι τὸν σοφὸν ἐκκλησιαστὴν κατὰ τοῦ ξύλα ἑαυτῷ συνάγοντος καιρὸν ὁρίζειν εἰς τὸ βάλλειν λίθους, δι’ ὧν κωλύεται ἡ | |
15 | συλλογὴ τῶν τῆς κακίας φρυγάνων τῶν εἰς πυρὸς ὕλην συναγομένων· εἰ δὲ ψιλῷ τις παραμένοι τῷ γράμματι, οὐκ οἶδα, ὅπως τὸ θεοπρεπὲς ἐν τῷ νόμῳ λογίσαιτο. Οὐκοῦν νοητέον τοὺς λίθους τίνες εἰσὶν οἱ κατὰ τοῦ τοιούτου βαλλόμενοι, ἵνα μὴ εἰς τέλος ἀφίκοιτο ἡ περὶ τὸν | |
20 | φρυγανισμὸν σπουδή. τί δὲ τὰ ξύλα, δι’ ὧν τὸ πῦρ ἐκκαυθή‐ | 395 |
5.396 | σεται τῷ συνειλοχότι; πάντως δὲ οὐκ ἄδηλα ταῦτα τῷ καὶ ὁπωσοῦν μυστικῶν ἐπαΐοντι λόγων. εἰ γὰρ καλῶς ὁ ἀπόστολος ξύλα καὶ καλάμην καὶ χόρτον τὴν πονηρὰν οἰκοδομὴν ὀνομάζει, διότι τὰ τοιαῦτα οἰκοδομήματα ἐν τῷ | |
5 | τῆς κρίσεως καιρῷ πῦρ γίνεται, καὶ τὸ ἄχυρόν φησιν ἡ τοῦ εὐαγγελίου φωνὴ πυρὶ ἑτοιμάζεσθαι, καὶ τὴν ἄκαρπον κλημα‐ τίδα μόνῳ εὔθετον τῷ πυρὶ ἀπεφήνατο, δῆλον ἂν εἴη, ὅτι ξύλα ἐστὶν εἰς πυρὸς παρασκευὴν συναγόμενα τὰ μάταια τοῦ βίου ἐπιτηδεύματα, καὶ οὗτός ἐστιν ὁ ἐν καιρῷ τοῖς | |
10 | λίθοις βαλλόμενος, ὅνπερ τὸν εἰς τὰ κακὰ ῥέποντα λογισμόν τις νοήσας οὐκ ἂν ἁμάρτοι τοῦ δέοντος. χρὴ δὲ πάντως νοεῖν, ὅτι οἱ ἀναιρετικοὶ τῆς κακίας λογισμοὶ οὗτοί εἰσιν οἱ λίθοι οἱ εὐστόχως ὑπὸ τοῦ ἐκκλησιαστοῦ σφενδονώμενοι, οὓς ἀεὶ καὶ πέμπεσθαι χρὴ καὶ συνάγεσθαι· πέμπεσθαι μὲν εἰς | |
15 | καθαίρεσιν τοῦ κατὰ τῆς ἡμετέρας ζωῆς ὑψουμένου, συνάγε‐ σθαι δὲ εἰς τὸ ἀεὶ πλήρη τὸν τῆς ψυχῆς εἶναι κόλπον τῶν τοιούτων παρασκευῶν, ὥστε πρόχειρον εἶναι κατὰ τοῦ ἐχθροῦ τὴν βολήν, εἴποτε ἄλλως τὴν καθ’ ἡμῶν ἐπιβουλὴν ἐννοήσειεν. πόθεν οὖν συναγάγωμεν λίθους, οἷς τὸν ἐχθρὸν καταλεύσομεν; | |
20 | ἤκουσα τῆς προφητείας εἰπούσης· Λίθοι ἅγιοι κυλίονται ἐπὶ | |
τῆς γῆς. οὗτοι δ’ ἂν εἶεν οἱ ἀπὸ τῆς θεοπνεύστου γραφῆς εἰς | 396 | |
5.397 | ἡμᾶς κατιόντες λόγοι, οὓς χρὴ συνάγειν ἐν τῷ τῆς ψυχῆς κόλπῳ, ἵν’ ἐν καιρῷ κατὰ τῶν λυπούντων χρησώμεθα, ὧν ἡ βολὴ καὶ ἀναιρεῖ τὸν πολέμιον καὶ τῆς τοῦ βάλλοντος δεξιᾶς οὐ χωρίζεται. ὁ γὰρ τῷ λίθῳ τῆς σωφροσύνης κατα‐ | |
5 | βαλὼν τὸν ἀκόλαστον λογισμὸν τὸν διὰ τῶν ἡδονῶν τὰς τοῦ πυρὸς ὕλας φρυγανιζόμενον κἀκεῖνον τῇ βολῇ κατηγωνίσατο καὶ διὰ χειρὸς ἀεὶ φέρει τὸ ὅπλον. οὕτως καὶ ἡ δικαιοσύνη λίθος κατὰ τῆς ἀδικίας γίνεται κἀκείνην ἀναιρεῖ καὶ ἐν τῷ κόλπῳ τοῦ προεμένου φυλάσσεται. κατὰ τὸν αὐτὸν τρόπον | |
10 | πάντα τὰ πρὸς τὸ κρεῖττον νοούμενα ἀναιρετικὰ τῶν χειρόνων γίνεται καὶ τοῦ κατορθοῦντος τὴν ἀρετὴν οὐ χωρίζεται. οὕτως ἔστιν, κατά γε τὸν ἡμέτερον λόγον, ἐν καιρῷ βαλεῖν τοὺς λίθους καὶ ἐν καιρῷ συναγαγεῖν λίθους, ὥστε καὶ ἀεὶ πέμπειν τὰς ἀγαθὰς βολὰς ἐπὶ τὸ καταλεύειν τὰ χείρονα καὶ | |
15 | μηδέποτε ἡμᾶς ἐπιλείπειν τῶν τοιούτων ὅπλων τὴν ἀφθονίαν. Ἡ δὲ ἐφεξῆς κατὰ τὸ ἀκόλουθον ἐγκειμένη ῥῆσις περιλήψεώς τινος καιρὸν καὶ ἀκαιρίαν ὁρίζεται· ἔχει δὲ ἡ λέξις οὕτως· Καιρὸς τοῦ περιλαβεῖν καὶ καιρὸς τοῦ μακρυνθῆναι ἀπὸ περιλήψεως. ταῦτα δὲ οὐκ ἂν ἄλλως γένοιτο ἡμῖν καταφανῆ | |
20 | τὰ νοήματα μὴ τῆς λέξεως πρότερον διὰ τῆς γραφῆς νοηθείσης, | 397 |
5.398 | ὥστε γενέσθαι δῆλον ἡμῖν, ἐπὶ τίνος οἶδεν ὁ θεόπνευστος λόγος τῇ φωνῇ κεχρῆσθαι τῆς περιλήψεως. ὁ μὲν οὖν μέγας Δαβὶδ διὰ ψαλμῳδίας ἡμῖν ἐμβοᾷ λέγων· Κυκλώσατε Σιὼν καὶ περιλάβετε αὐτήν, αὐτὸς δὲ οὗτος ὁ Σολομών, ὅτε τὴν | |
5 | ἐνδιάθετον ἐποίει συζυγίαν τοῦ ἐρωτικῶς πρὸς τὴν Σοφίαν διατεθέντος, τά τε ἄλλα φησί, δι’ ὧν γίνεται ἡμῖν ἡ πρὸς τὴν ἀρετὴν συνάφεια, καὶ τοῦτο ἐπάγει· Τίμησον αὐτήν, ἵνα σε περιλάβῃ. εἰ οὖν Δαβὶδ μὲν τὴν Σιὼν ἡμᾶς περιλαμβάνειν διακελεύεται, Σολομὼν δὲ τοὺς τετιμηκότας τὴν Σοφίαν παρ’ | |
10 | αὐτῆς εἶπε περιλαμβάνεσθαι, τάχα τῆς προσηκούσης ἐννοίας οὐχ ἁμαρτάνομεν μαθόντες τὸ πρᾶγμα, οὗ εὔκαιρός ἐστιν ἡ περίληψις. τὸ γὰρ Σιὼν ὄρος ἐστὶ τῆς Ἱεροσολύμων Ἄκρας ὑπερφαινόμενον. ὁ οὖν ταύτην σε περιλαμβάνειν προτρεπό‐ μενος τῇ ὑψηλῇ πολιτείᾳ συμφυῆναι παρακελεύεται, ὥστε | |
15 | εἰς αὐτὴν φθάσαι τῶν ἀρετῶν τὴν ἀκρόπολιν, ἣν τῷ ὀνόματι | |
Σιὼν παραδηλοῖ δι’ αἰνίγματος· ὁ δὲ τῇ σοφίᾳ σε συνοικίζων | 398 | |
5.399 | τὴν παρ’ ἐκείνης ἐσομένην περίληψίν σοι εὐαγγελίζεται. οὐκοῦν καιρός ἐστι τὴν Σιὼν περιλαμβάνειν καὶ ὑπὸ τῆς Σοφίας περιλαμβάνεσθαι, τοῦ μὲν ὀνόματος Σιὼν τὸ ὑψηλὸν τῆς πολιτείας ἐνδεικνυμένου, τῆς δὲ Σοφίας πᾶσαν ἀπὸ | |
5 | μέρους τὴν ἀρετὴν δι’ ἑαυτῆς σημαινούσης. εἰ τοίνυν ἐγνώκα‐ μεν διὰ τῶν εἰρημένων τὸ τῆς περιλήψεως εὔκαιρον, διὰ τῶν αὐτῶν ἐδιδάχθημεν, τίνων ὁ χωρισμὸς τῆς συμφυΐας ἐστὶ λυσιτελέστερος. Καιρὸς γάρ, φησί, τοῦ μακρυνθῆναι ἀπὸ περιλήψεως. ὁ πρὸς τὴν ἀρετὴν οἰκειωθεὶς τῆς πρὸς τὴν κακίαν | |
10 | σχέσεως ἠλλοτρίωται. τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος ἢ Χριστῷ πρὸς Βελιάρ; ἢ πῶς δυνατόν ἐστι δυσὶ κυρίοις ἐναντίοις δουλεύοντα εὔνουν ἀμφοτέροις γενέσθαι; ἡ γὰρ τοῦ ἑνὸς ἀγάπη μῖσος τοῦ ἑτέρου ἐποίησεν. ὅταν οὖν ἡ ἀγαπητικὴ διάθεσις περιφυῇ τῷ καλῷ (τοῦτο δέ ἐστι τὸ εὔκαιρον), ἐπ‐ | |
15 | ηκολούθησε πάντως ἡ πρὸς τὸ ἀντικείμενον ἀλλοτρίωσις. εἰ ἀληθῶς τὴν σωφροσύνην ἠγάπησας, ἐμίσησας πάντως τὸ ἀντικείμενον. εἰ πρὸς τὴν καθαρότητα βλέπεις ἐρωτικῶς, ἐβδελύξω δηλονότι τὴν τοῦ βορβόρου δυσωδίαν. εἰ τῷ ἀγαθῷ προσεκολλήθης, ἐμακρύνθης πάντως τῆς τοῦ πονηροῦ | |
20 | προσκολλήσεως. εἰ δὲ καὶ πρὸς τὴν τοῦ πλούτου περιβολὴν ἄγοι τις τὸ τῆς περιλήψεως σημαινόμενον, δείκνυσι καὶ | |
οὗτος ὁ λόγος, ποῖον πλοῦτον ἀγαθόν ἐστι προσπεριβάλλεσθαι | 399 | |
5.400 | καὶ ποίων κτημάτων περιβολὴν ἀποπέμπεσθαι. οἶδα θησαυρὸν σπουδαζόμενον τὸν κεκρυμμένον ἐν τῷ ἀγρῷ, οὐχὶ τὸν πᾶσι φαινόμενον. οἶδα πάλιν πλοῦτον ἀτιμαζόμενον, οὐ τὸν ἐλπιζόμενον, ἀλλὰ τὸν τοῖς ὀφθαλμοῖς προφαινόμενον. | |
5 | διδάσκει τοῦτο ἡ τοῦ ἀποστόλου φωνὴ λέγουσα· Μὴ σκο‐ πούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια. εἰ ταῦτα νενοήκαμεν, καὶ τὸν ἐφεξῆς λόγον διὰ τούτων νενοηκότες ἐσόμεθα. | |
10 | Καιρὸς γάρ, φησί, τοῦ ζητῆσαι καὶ καιρὸς τοῦ ἀπολέσαι. ὁ γὰρ νοήσας διὰ τῶν ἐξετασθέντων, τίνων προσήκει μακρύνειν ἑαυτὸν ἀπὸ τῆς περιλήψεως καὶ τίσι συνάπτεσθαι, γνοίη ἄν, τί τε προσήκει ζητεῖν καὶ τίνων ἡ ἀπώλεια κέρδος ἐστίν. Καιρὸς γάρ, φησί, τοῦ ζητῆσαι καὶ καιρὸς τοῦ ἀπολέσαι. | |
15 | τί τοίνυν ἐστίν, ὅ με ζητῆσαι χρή, ὥστε ἐπιτυχεῖν τοῦ καιροῦ τοῦ καθήκοντος; ἀλλὰ τί μὲν ζητεῖσθαι δέον ἡ προφητεία δείκνυσι λέγουσα· Ζητήσατε τὸν κύριον καὶ κραταιώθητε· καὶ πάλιν· Ζητήσατε τὸν κύριον καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν ἐπικαλέσασθε, καὶ Εὐφρανθήτω καρδία | |
20 | ζητούντων τὸν κύριον. ἔγνων τοίνυν διὰ τῶν εἰρημένων, ὅπερ | |
ζητῆσαι χρή, οὗ ἡ εὕρεσίς ἐστιν αὐτὸ τὸ ἀεὶ ζητεῖν. οὐ γὰρ | 400 | |
5.401 | ἄλλο τί ἐστι τὸ ζητεῖν καὶ ἄλλο τὸ εὑρίσκειν, ἀλλὰ τὸ ἐκ τοῦ ζητῆσαι κέρδος αὐτὸ τὸ ζητῆσαί ἐστι. βούλει καὶ τὴν εὐκαιρίαν μαθεῖν, τίς ὁ καιρὸς τοῦ ζητεῖν τὸν κύριον; συντόμως λέγω· ὁ βίος ὅλος. ἐπὶ τούτου γὰρ μόνου εἷς καιρὸς τῆς σπουδῆς | |
5 | ἐστιν ἡ ζωὴ πᾶσα. οὐ γὰρ ἀποτεταγμένῳ τινὶ καιρῷ καὶ χρόνῳ ἀφωρισμένῳ τὸ ζητεῖν τὸν κύριον ἀγαθόν ἐστιν, ἀλλὰ τὸ μηδὲ ὅλως διαλείπειν ἀεὶ ζητοῦντα τοῦτό ἐστιν ἡ ἀληθὴς εὐκαιρία. Οἱ γὰρ ὀφθαλμοί μου, φησί, διὰ παντὸς πρὸς τὸν κύριον. ὁρᾷς πῶς ἐπιμελῶς ἐρευνᾷ ὁ ὀφθαλμὸς τὸ | |
10 | ζητούμενον, οὐδεμίαν ἄνεσιν ἑαυτῷ διδοὺς οὐδέ τι διάλειμμα τῆς τοῦ ζητουμένου κατανοήσεως; τῇ γὰρ τοῦ Διὰ παντὸς προσθήκῃ τὸ διηνεκές τε καὶ ἀδιάλειπτον τῆς σπουδῆς ἐνεδείξατο. ὡσαύτως δὲ νοήσωμεν καὶ τὸν τοῦ ἀπολέσαι καιρόν, κέρδος εἶναι κρίνοντες τὸ ἀπολέσαι ἐκεῖνο, οὗ ἡ | |
15 | ὕπαρξις ζημία τῷ ἔχοντι γίνεται. κακὸν κτῆμα ἡ φιλαργυρία· οὐκοῦν ἀπολέσωμεν. πονηρὸν ἀπόθετον ἡ μνησικακία· οὐκοῦν προώμεθα. ὀλέθριον κτῆμα ἡ ἀκόλαστος ἐπιθυμία· τούτου μάλιστα πρὸ τῶν ἄλλων πτωχεύσωμεν, ἵνα διὰ τῆς τοιαύτης πτωχείας τὴν βασιλείαν κερδήσωμεν. Μακάριοι γὰρ οἱ | |
20 | πτωχοὶ τῷ πνεύματι, δηλαδὴ οἱ τοῦ τοιούτου πλούτου πενό‐ μενοι καὶ τὰ ἄλλα πάντα τὰ πονηρὰ τοῦ διαβόλου κειμήλια. | |
μακαριώτερον μὲν τὸ μηδὲ τὴν ἀρχήν τινα κτήσασθαι, ἵνα | 401 | |
5.402 | καθόλου ἀκτήμονες τῶν μολυνόντων γενώμεθα, καλὸν δὲ οὐχ ἧττον τῷ προληφθέντι τῇ πονηρᾷ κτήσει τὸ ἀπολέσαι τὰ τοιαῦτα κτήματα καὶ εἰς ἀφανισμὸν ἀγαγεῖν. ἀλλὰ τὸ μὲν μηδὲ ὅλως ποτὲ σχεῖν τῶν τοιούτων τὴν μετουσίαν κρεῖττον | |
5 | ἢ κατὰ τὴν ἀνθρωπίνην φύσιν ἐστί, τὸ δὲ λαβόντα ἐξαφανίσαι τούτου καὶ ἡ τῶν ἀνθρώπων δύναμις τὴν ἰσχὺν ἔχει. διὸ τὸ μηδὲν ἐσχηκέναι τῶν τοῦ ἀντικειμένου κτημάτων μόνου τοῦ κυρίου ἐστὶ τοῦ συμμετασχόντος ἡμῖν τῶν αὐτῶν παθημάτων χωρὶς ἁμαρτίας. Ἔρχεται γάρ, φησίν, ὁ ἄρχων | |
10 | τοῦ κόσμου τούτου καὶ ἐν ἐμοὶ εὑρίσκει τῶν ἰδίων οὐδέν. τὸ δὲ δι’ ἐπιμελοῦς μεταμελείας ἑαυτὸν ἐκκαθῆραι, τοῦτο καὶ ἐπ’ ἀνθρώπων τῶν δι’ ἀρετῆς ἑαυτοὺς λαμπρυνόντων ἔστιν ἰδεῖν. ἀπώλεσεν ὁ Παῦλος τὸ πονηρὸν κτῆμα τῆς ἀπιστίας διὰ τοῦ ἐνεργοῦντος ἐν αὐτῷ τῆς προφητείας τὴν | |
15 | χάριν, πλήρης τοῦ θησαυροῦ ἐγένετο ὃν ἐζήτησεν. ἀπώλεσεν ὁ Ἡσαΐας ἐν τῷ καθαρσίῳ τοῦ θείου ἄνθρακος πᾶν ῥυπαρὸν καὶ ῥῆμα καὶ νόημα· διὰ τοῦτο ἐπληρώθη τοῦ ἁγίου πνεύμα‐ τος. ἀπόλλυσι πᾶς ἐν τῇ μεταλήψει τοῦ κρείττονος πᾶν τὸ πρὸς τὸ ἐναντίον νοούμενον. οὕτως ὁ σώφρων τὴν ἀκολασίαν | |
20 | ἀπόλλυσι, τὴν ἀδικίαν ὁ δίκαιος, τὴν ὑπερηφανίαν ὁ μέτριος, ὁ εὔνους τὸν φθόνον, ὁ ἀγαπητικὸς τὴν ἀπέχθειαν. ὥσπερ γὰρ ὁ ἐν τῷ εὐαγγελίῳ τυφλὸς εὗρεν ὃ μὴ εἶχεν, ἐκ | |
τοῦ ἀπολέσαι ὃ εἶχε· τῆς γὰρ τυφλότητος ἀφαιρεθείσης ἡ τοῦ | 402 | |
5.403 | φωτὸς ἀντεισῆλθεν αὐγή· καὶ ἐπὶ τοῦ λεπροῦ τοῦ πάθους ἀφανισθέντος ἡ τῆς ὑγείας ἐπανέρχεται χάρις, καὶ ἐπὶ τῶν ἐκ θανάτου ἀνισταμένων ἡ νεκρότης τῇ παρουσίᾳ τῆς ζωῆς ὑπεχώρησεν· οὕτως καὶ ἐπὶ τῆς προκειμένης ἡμῖν φιλοσοφίας | |
5 | οὐκ ἔστι τι τῶν ὑψηλῶν κτήσασθαι μὴ τὴν περὶ τὰ γήϊνά τε καὶ ταπεινὰ σπουδὴν ἀπολέσαντας. ἐν γὰρ τῷ ταῦτα εὑρίσκειν ἀπόλλυται ἡμῖν τὰ προτιμότερα, καὶ τὸ ἔμπαλιν ἡ τούτων ἀπώλεια τῆς τῶν τιμίων εὑρέσεως πρόξενος γίνεται. ταῦτα παρὰ τῆς τοῦ κυρίου φωνῆς μεμαθήκαμεν· Ὁ εὑρὼν | |
10 | τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν, καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν. τὸ γὰρ ἐν τοῖς κατὰ τὴν ὕλην σπουδαζομένοις τὴν ψυχὴν εὑρεθῆναι αἴτιον γίνεται τοῦ ἐν τοῖς ἀληθινοῖς ἀγαθοῖς αὐτὴν μὴ εὑρεθῆναι, καὶ τὸ ἔμπαλιν ἡ τούτων στέρησις καὶ ἀπώλεια τῶν ἐλπιζομένων | |
15 | ὕπαρξις γίνεται. Τί γὰρ ὠφελεῖται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; Καιρός, φησί, τοῦ ζητῆσαι καὶ καιρὸς τοῦ ἀπολέσαι. εἰ τοίνυν ἔγνωμεν, τί ἐστι τὸ ζητούμενον κέρδος, ὃ διὰ τοῦ ἀπολέσαι τὰ κακῶς κτηθέντα εὑρίσκεται, τὸ μὲν ζητήσωμεν, τὸ δὲ ἀπολέσωμεν· | |
20 | τὰ καλὰ ζητήσωμεν, τὰ κακὰ ἀπολέσωμεν. Καλῶς δὲ καὶ προσφυῶς τοῖς προεξητασμένοις καὶ ἡ | |
ἀκολουθία τῶν γεγραμμένων ἐπάγεται. φησὶ γάρ· Καιρὸς τοῦ | 403 | |
5.404 | φυλάξαι καὶ καιρὸς τοῦ ἐκβαλεῖν. τί φυλάξαι; δηλονότι τὸ εὑρεθὲν ἡμῖν ἐκ τῆς ζητήσεως. τί ἐκβαλεῖν; ἐκεῖνο πάντως, οὗ ἡ ἀπώλεια λυσιτελεῖν ἐνομίσθη. ἐγένετό σοι νόημα δεξιόν, εἰσῆλθεν ἐπιθυμία τοῦ ἰδεῖν τὸν θεόν, ἐδίψησεν ἡ | |
5 | ψυχή σου πρὸς τὸν θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα, πόθος ἐγένετό σοι τοῦ ἐν ταῖς αὐλαῖς τοῦ κυρίου γενέσθαι· αὐλαὶ δ’ ἂν εἶεν τοῦ κυρίου, κατά γε τὸν ἐμὸν λόγον, αἱ ἀρεταί, αἷς ἐναυλίζεται ὁ λόγος καὶ πᾶς ὁ τῷ λόγῳ ἑπόμενος. ταῦτα φύλαξον, ὡς μὴ διαρρυῆναί σοι τὸν πλοῦτον τῶν καθαρῶν τῆς διανοίας | |
10 | κτημάτων. παρεισδύεταί τις λογισμὸς ἐναντίος, οἷόν τις λαθραῖος κλέπτης ἀφανισμὸν τῶν καθαρῶν νοημάτων ποιούμενος· ἐκβλητέος οὗτος καὶ ἀποπεμπτέος τῆς διανοίας. ἐν γὰρ τῷ ἐκεῖνον ἀπώσασθαι δι’ ἀσφαλείας ἡμῖν ὁ τῶν ἀγαθῶν θησαυρὸς φυλαχθήσεται. εἰ δὲ μὴ ἐκβληθείη ὁ | |
15 | λυμαινόμενος, κέρδος οὐδὲν ἔσται τῆς κτήσεως, ἐν τῇ τῶν τοιχωρύχων ἐπιβουλῇ τῆς εὐπορίας ὑπορρεούσης. ἐπεὶ οὖν ἐδιδάχθημεν τὸν καιρὸν τοῦ ζητεῖν, Πᾶς δὲ ὁ ζητῶν εὑρίσκει, ὅπως ἂν τὸ εὑρεθὲν παραμείνειεν, ἀκριβῆ τινα τῷ θησαυρῷ τὴν φρουρὰν ἐπιστήσωμεν. Πάσῃ φυλακῇ, φησί, | |
20 | τήρει σὴν καρδίαν μετὰ τὸ εὑρεῖν τὸ ζητούμενον· μεῖζον γὰρ τοῦ εὑρεῖν τὸ φυλάξαι τὴν εὑρεθεῖσαν χάριν· οἷον εὗρεν ὁ | |
προσελθὼν τῇ πίστει τὴν διὰ τοῦ λουτροῦ καθαρότητα, | 404 | |
5.405 | ἀλλὰ μείζων ὁ πόνος ἐν τῷ φυλάξαι, ὃ ἔλαβεν, ἢ ἐν τῷ εὑρεῖν, ὃ οὐκ εἶχεν. ὥσπερ οὖν εἴπομεν μὴ χρόνῳ τινὶ τὴν τοῦ ζητεῖν εὐκαιρίαν περιορίζεσθαι, ἀλλὰ πάντα τὸν βίον ἕνα καιρὸν εἶναι τῆς ἀγαθῆς ἐκείνης ζητήσεως, οὕτως καὶ τὸν | |
5 | τῆς φυλακῆς καιρὸν πάσῃ τῇ ζωῇ μετρεῖσθαι ἀποφαινόμεθα, τὴν αὐτὴν φωνὴν τῆς προφητείας καὶ νῦν παραθέμενοι τὴν λέγουσαν· Οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν κύριον, ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου. ἐν τούτῳ γάρ ἐστι τὸ ἄσυλον τὴν ἀγαθὴν κτῆσιν ἡμῖν φυλάσσεσθαι | |
10 | ἐν τῷ τὸν θεὸν φύλακα τῶν ἡμετέρων ποιήσασθαι. ὅταν γὰρ οἱ ὀφθαλμοί μου ὦσι διὰ παντὸς πρὸς τὸν κύριον, τότε ἄπρακτοι γίνονται τοῦ ἀντικειμένου αἱ παγίδες, δι’ ὧν ἐκεῖνος τῶν ἐν τῇ ψυχῇ τιμίων τὴν ἐπιβουλὴν τεχνάζεται. Μὴ δῷς, φησίν, εἰς σάλον τὸν πόδα σου, καὶ οὐ νυστάξει ὁ | |
15 | φυλάσσων σε. οὐκοῦν ἀκόλουθος ἡ παροῦσα ῥῆσις τῷ προάγοντι λόγῳ. ἐκεῖνος ἐκέλευσε ζητεῖν, ἵνα εὕρωμεν, οὗτος φυλάττειν συμβουλεύει, ἵνα μὴ ἀπολέσωμεν. ὁ δὲ τοῦ φυλάττειν τὰ ἀγαθὰ τρόπος ἐστὶν ἐν τῷ ἐκβαλεῖν τὰ ἐκ τοῦ ἐναντίου νοούμενα· ὥσπερ ἐπὶ τῆς πολεμουμένης πόλεως | |
20 | ἀσφαλεστέρα γίνεται ἡ φρουρὰ τῶν προδοτῶν ἐκβληθέντων, ἕως δ’ ἂν ἐντὸς ὦσι, μᾶλλον ἐπιβουλεύουσι τῶν φανερῶν ἐχθρῶν οἱ λανθάνοντες. Καιρὸς γάρ, φησίν, τοῦ φυλάσσειν | |
καὶ καιρὸς τοῦ ἐκβάλλειν. | 405 | |
5.406 | Ἡ δὲ ἐφεξῆς ἀκολουθία τοῦ λόγου εἰς μείζονά τινα τὴν περὶ τῶν ὄντων φιλοσοφίαν τὴν ψυχὴν ἄγει. δείκνυσι γάρ, ὅτι συνεχές ἐστι τὸ πᾶν ἑαυτῷ καὶ οὐκ ἔχει τινὰ λύσιν ἡ ἁρμονία τῶν ὄντων, ἀλλά τίς ἐστι σύμπνοια τῶν πάντων πρὸς ἄλληλα. | |
5 | καὶ οὐκ ἀπέσχισται τὸ πᾶν τῆς πρὸς ἑαυτὸ συναφείας, ἀλλ’ ἐν τῷ εἶναι μένει τὰ πάντα τῇ τοῦ ὄντως ὄντος δυνάμει περικρατούμενα. τὸ δὲ ὄντως ὂν ἡ αὐτοαγαθότης ἐστὶν ἢ εἴ τι ὑπὲρ τοῦτό τις ἐπινοεῖ σημαντικὸν τῆς ἀφράστου φύσεως ὄνομα. πῶς δ’ ἄν τις εὕροι ἐκείνου ὄνομα, ὅπερ Ὑπὲρ | |
10 | πᾶν ὄνομα εἶναί φησιν ἡ θεία τοῦ ἀποστόλου φωνή; πλὴν ὅτιπερ ἂν εὑρεθῇ ὄνομα ἑρμηνευτικὸν τῆς ἀνεκφωνήτου δυνάμεώς τε καὶ φύσεως, ἀγαθόν ἐστι πάντως τὸ σημαινό‐ μενον. τοῦτο τοίνυν τὸ ἀγαθὸν ἤτοι ὑπὲρ τὸ ἀγαθὸν αὐτό τε ὡς ἀληθῶς ἔστι καὶ δι’ ἑαυτοῦ τοῖς οὖσι δέδωκέ τε καὶ δίδωσι | |
15 | τήν τε τοῦ γενέσθαι δύναμιν καὶ τὴν ἐν τῷ εἶναι διαμονήν, πᾶν δὲ τὸ ἔξω αὐτοῦ θεωρούμενον ἀνυπαρξία ἐστί· τὸ γὰρ | |
ἔξω τοῦ ὄντος ἐν τῷ εἶναι οὐκ ἔστιν. ἐπεὶ οὖν ἀντιθεωρεῖται | 406 | |
5.407 | τῇ ἀρετῇ ἡ κακία, θεὸς δὲ ἡ παντελὴς ἀρετή, ἔξω ἄρα τοῦ θεοῦ ἡ κακία, ἧς ἡ φύσις οὐκ ἐν τῷ αὐτήν τι εἶναι, ἀλλ’ ἐν τῷ ἀγαθὴν μὴ εἶναι καταλαμβάνεται· τῷ γὰρ ἔξω τοῦ ἀγαθοῦ νοήματι ὄνομα τὴν κακίαν ἐθέμεθα. οὕτως οὖν ἀντιθεωρεῖται | |
5 | τῷ ἀγαθῷ ἡ κακία, ὡς ἀντιδιαιρεῖται τὸ μὴ ὂν τῷ ὄντι. ἐπεὶ οὖν τῷ αὐτεξουσίῳ τῆς ὁρμῆς τοῦ ἀγαθοῦ ἀπερρύημεν, ὥσπερ οἱ ἐν φωτὶ μύσαντες σκότος λέγονται βλέπειν· ἐν γὰρ τῷ μηδὲν βλέπειν ἐστὶ τὸ σκότος βλέπειν· τότε ἡ ἀνύπαρκτος τῆς κακίας φύσις ἐν τοῖς ἀπορρυεῖσι τοῦ ἀγαθοῦ | |
10 | οὐσιώθη, ἥτις ἕως τότε ἐστίν, ἕως ἂν ἡμεῖς ἔξω τοῦ ἀγαθοῦ ὦμεν. εἰ δὲ πάλιν ἡμῶν ἡ αὐτεξούσιος τοῦ θελήματος κίνησις ἀπορραγείη τῆς πρὸς τὸ ἀνύπαρκτον σχέσεως καὶ συμφυείη τῷ ὄντι, ἐκείνη μὲν τὸ ἐν ἐμοὶ εἶναι μηκέτι ἔχουσα οὐδὲ τὸ εἶναι ὅλως ἕξει· κακὸν γὰρ ἔξω προαιρέσεως ἐφ’ ἑαυτοῦ | |
15 | κείμενον οὐκ ἔστιν· ἐγὼ δὲ τῷ ἀληθῶς ὄντι ἐμαυτὸν προσκολ‐ λήσας τε καὶ προσράψας ἐν τῷ ὄντι μενῶ, ὃς ἀεί τε ἦν καὶ εἰς ἀεὶ ἔσται καὶ νῦν ἔστι. ταῦτά μοι δοκεῖ τὰ νοήματα ὁ τοῦ | |
ῥῆξαι καιρὸς καὶ ὁ τοῦ ῥάψαι καιρὸς ὑποτίθεσθαι, ἵνα | 407 | |
5.408 | ἀπορραγέντες ἐκείνου, ᾧ κακῶς συνεφύημεν, προσκολληθῶμεν ἐκείνῳ, οὗ ἀγαθὴ ἡ προσκόλλησις. Ἐμοὶ γάρ, φησί, τὸ προσ‐ κολλᾶσθαι τῷ θεῷ ἀγαθόν ἐστι, τίθεσθαι ἐν τῷ κυρίῳ τὴν ἐλπίδα μου. εἴποι δ’ ἄν τις καὶ πρὸς ἄλλα πολλὰ τὴν συμβουλὴν | |
5 | ταύτην χρησίμως ἔχειν, οἷον Ἐξάρατε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν. ταῦτα κελεύει ὁ θεῖος ἀπόστολος, τὸν ἐπὶ τῇ παρανόμῳ μίξει κατεγνωσμένον τοῦ κοινοῦ τῆς ἐκκλησίας πληρώματος ἀπορραγῆναι κελεύων, ὡς ἂν μὴ Μικρά, φησί, ζύμη τῆς τοῦ κατεγνωσμένου κακίας ὅλον τὸ φύραμα τῆς ἐκκλησια‐ | |
10 | στικῆς εὐχῆς ἀχρειώσειεν. τὸν δὲ ἀπορραγέντα διὰ τῆς ἁμαρτίας πάλιν προσράπτει διὰ τῆς μετανοίας λέγων, ἵνα Μὴ τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. οὕτως οἶδεν εὐκαίρως τε ἀπορρῆξαι τὸ σπιλωθὲν μέρος τοῦ τῆς ἐκκλησίας χιτῶνος καὶ πάλιν εὐκαίρως προσράψαι, ὅταν διὰ τῆς | |
15 | μετανοίας ἐκπλυθῇ τοῦ μολύσματος. καὶ πολλὰ τοιαῦτα ἔστιν ἰδεῖν ἔν τε τοῖς ἀρχαιοτέροις τῶν διηγημάτων καὶ ἐν τῷ καθ’ ἡμᾶς βίῳ, ὅσα ἐν ταῖς ἐκκλησίαις οἰκονομικῶς ἐπιτελεῖται. οἴδατε γὰρ τίνων ἀπορρηγνύμεθα καὶ τίσιν ἀεὶ προσραπτόμεθα· τῆς γὰρ αἱρέσεως ἀποσχιζό‐ | |
20 | μενοι τῇ εὐσεβείᾳ διὰ παντὸς ἐνραπτόμεθα, τότε | 408 |
5.409 | ἄρρηκτον βλέποντες τὸν τῆς ἐκκλησίας χιτῶνα, ὅταν ἀπορραγῇ τῆς πρὸς τὴν αἵρεσιν κοινωνίας. ἀλλ’ εἴτε κατὰ τὴν προεξετασθεῖσαν ἡμῖν θεωρίαν φιλοσοφεῖ περὶ τῶν ὄντων ὁ λόγος εἴτε τὰ τοιαῦτα διὰ τῆς συμβουλῆς ταύτης παιδεύει, | |
5 | κατὰ πάντα τὸ ἐπωφελές τε καὶ χρήσιμον περιέχει ἡ ῥῆσις ἡ ἐν καιρῷ τε ἀπορρηγνῦσα, ὧν πονηρὰ ἡ συνάφεια, καὶ κατὰ καιρὸν πάλιν συνάπτουσα, ὧν ἐπωφελής ἐστιν ἡ ἕνωσις. Ἡμεῖς δὲ πρὸς τὰ ἐφεξῆς τοῦ λόγου προέλθωμεν, δι’ οὗ μοι δοκεῖ μᾶλλον ὁ κατὰ τὴν ὑψηλοτέραν φιλοσοφίαν | |
10 | θεωρηθεὶς λόγος οἰκείως πρὸς τὸ ῥητὸν ἔχειν. προτέτακται γὰρ ὁ τοῦ σιγᾶν καιρὸς καὶ μετὰ τὴν σιγὴν ἔδωκε τὸν τοῦ λέγειν καιρόν. πότε οὖν καὶ περὶ τίνων τὸ σιγᾶν ἐστιν ἄμεινον; εἴποι μὲν ἄν τις τῶν πρὸς τὸ ἦθος βλεπόντων πολλαχῇ τὴν σιωπὴν εὐσχημονεστέραν εἶναι τοῦ λόγου, οἷον | |
15 | καθὼς διακρίνει τῆς σιωπῆς τε καὶ τοῦ λόγου τὴν εὐκαιρίαν ὁ Παῦλος, ποτὲ μὲν νομοθετῶν τὸ σιγᾶν, ποτὲ δὲ ἐπιτρέπων τὸ λέγειν. Πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω· οὗτος σιωπῆς ὁ νόμος· Ἀλλ’ εἴ τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς πίστεως, ἵνα δῷ χάριν τοῖς ἀκούουσιν· | |
20 | οὗτος ὁ τοῦ λέγειν καιρός. Αἱ γυναῖκες ἐν ταῖς ἐκκλησίαις | |
σιγάτωσαν· πάλιν ἔδωκε τῇ σιγῇ τὸν καιρόν· Εἰ δέ τι μαθεῖν | 409 | |
5.410 | θέλουσιν, ὧν ἀγνοοῦσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερω‐ τάτωσαν· πάλιν ὑπέδειξε τοῦ λόγου τὴν εὐκαιρίαν. Μὴ ψεύδεσθε εἰς ἀλλήλους· καὶ αὕτη σιωπῆς εὐκαιρία· Λαλείτω ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ· πάλιν ἡ ἐξουσία | |
5 | τοῦ λόγου. καὶ πολλὰ τοιαῦτα ἔστιν εἰπεῖν καὶ ἐκ τῆς ἀρχαιοτέρας γραφῆς· Ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα ἐξ ἀγαθῶν, καὶ Ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ. καὶ Ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν | |
10 | ἄφωνος γίνεται ὁ πρὸς τὴν ἀντίδοσιν τοῦ κακοῦ μένων ἀκίνητος, ἐν οἷς δὲ προσήκει τῷ λόγῳ χρήσασθαι, ἀνοίγει ἐν παραβολαῖς τὸ στόμα, φθέγγεται προβλήματα, πληροῖ τὸ στόμα αἰνέσεως, κάλαμον ποιεῖ τὴν γλῶσσαν. ἀλλὰ τί χρή, μυρίων ὄντων ἐν τῇ γραφῇ τῶν ὑποδειγμάτων, λεπτουργεῖν | |
15 | ἐν τοῖς ὁμολογουμένοις τὸν λόγον; ὃ δέ μοι πρὸ τούτων ἐπὶ νοῦν ἦλθεν, ὡς συμφωνούσης τῆς περὶ τοῦ σιγᾶν τε καὶ λαλεῖν εὐκαιρίας τῇ ἀποδοθείσῃ περὶ τοῦ ῥήγματος καὶ τῆς ῥαφῆς θεωρίᾳ, τοῦτο βούλομαι πάλιν ἐπαναλαβὼν δι’ ὀλίγων εἰπεῖν. ἐκεῖ τε γὰρ τὴν κακῶς τῷ ἐναντίῳ προσφυεῖσαν ψυχὴν ἀπορ‐ | |
20 | ρήξας ὁ λόγος εἰς γνῶσιν ἤγαγε τοῦ ὄντως ὄντος διὰ τῆς | 410 |
5.411 | προσκολλήσεως, ὅπερ ὑπὲρ λόγον εἶναι ὁ προλαβὼν ἀποδέδω‐ κε λόγος, ἐνταῦθά τε διὰ τοῦτό μοι δοκεῖ τὸ σιγᾶν προτετά‐ χθαι, τοῦτ’ ἔστι διότι τὸ ὑπὲρ πᾶν ἐκεῖνο νόημά τε καὶ ὄνομα, ὃ ἡ τοῦ κακοῦ ἀπορραγεῖσα ψυχὴ καὶ ζητεῖ διὰ παντὸς καὶ | |
5 | ἐνραφῆναι τῷ εὑρεθέντι ἐφίεται, τοῦτο πάσης ἑρμηνευτικῆς φωνῆς ἐστιν ὑψηλότερον· ὅπερ ὁ φιλονεικῶν ὑπὸ τὴν τοῦ λόγου σημασίαν καθέλκειν λανθάνει πλημμελῶν εἰς τὸ θεῖον· τὸ γὰρ ὑπὲρ πᾶν εἶναι πεπιστευμένον καὶ ὑπὲρ λόγον πάντως ἐστίν. ὁ δὲ λόγῳ διαλαμβάνειν ἐπιχειρῶν τὸ ἀόριστον | |
10 | οὐκέτι δίδωσι τὸ ὑπὲρ πᾶν εἶναι ἐκεῖνο, ᾧ ἀντεξάγει τὸν ἴδιον λόγον, τοιοῦτόν τι καὶ τοσοῦτον εἶναι οἰόμενος, οἷον καὶ ὅσον εἰπεῖν ὁ λόγος ἐχώρησεν, οὐκ εἰδὼς ὅτι ἐν τῷ πεπεῖσθαι ὑπὲρ γνῶσιν εἶναι τὸ θεῖον ἐν τούτῳ ἡ θεοπρεπὴς περὶ τοῦ ὄντως ὄντος φυλάσσεται ἔννοια. διὰ τί; ὅτι πᾶν τὸ | |
15 | ἐν τῇ κτίσει ὂν πρὸς τὸ συγγενὲς ἐκ φύσεως βλέπει καὶ οὐδὲν τῶν ὄντων ἔξω ἑαυτοῦ γενόμενον ἐν τῷ εἶναι μένει, οὐ πῦρ ἐν ὕδατι, οὐκ ἐν πυρὶ τὸ ὕδωρ, οὐκ ἐν τῷ βυθῷ τὸ χερσαῖον, οὐκ ἐν τῇ χέρσῳ τὸ ἔνυδρον, οὐκ ἐν ἀέρι τὸ ἔγγειον, οὐκ ἐν γῇ πάλιν τὸ ἐναέριον· ἀλλ’ ἐν τοῖς ἰδίοις ἕκαστον μένον | |
20 | ὅροις τῆς φύσεως ἕως τότε ἔστιν, ἕως ἂν ἐντὸς τῶν ἰδίων ὅρων | |
μένῃ. εἰ δὲ ἔξω ἑαυτοῦ γένοιτο, ἐκτὸς καὶ τοῦ εἶναι γενήσεται. | 411 | |
5.412 | καὶ ὥσπερ τῶν αἰσθητηρίων ἡ δύναμις ταῖς κατὰ φύσιν ἐνεργείαις παραμένουσα μεταβῆναι πρὸς τὴν παρακειμένην οὐ δύναται· οὔτε γὰρ 〈ὁ〉 ὀφθαλμὸς τὰ τῆς ἀκοῆς ἐνεργεῖ, οὔτε ἡ ἁφὴ διαλέγεται, οὔτε ἡ ἀκοὴ γεύεται, οὔτε ἡ γλῶσσα | |
5 | τὰ τῆς ὄψεως ἢ τὰ τῆς ἀκοῆς ἐνεργεῖ, ἀλλ’ ἕκαστον ὅρον ἔχει τῆς ἰδίας δυνάμεως τὴν κατὰ φύσιν ἐνέργειαν· οὕτω καὶ πᾶσα ἡ κτίσις ἔξω ἑαυτῆς γενέσθαι διὰ τῆς καταληπτικῆς θεωρίας οὐ δύναται, ἀλλ’ ἐν ἑαυτῇ μένει ἀεὶ καὶ ὅπερ ἂν ἴδῃ, ἑαυτὴν βλέπει· κἂν οἰηθῇ τι ὑπὲρ ἑαυτὴν βλέπειν, τὸ ἐκτὸς | |
10 | ἑαυτῆς ἰδεῖν φύσιν οὐκ ἔχει. οἷον τὴν διαστηματικὴν ἔννοιαν ἐν τῇ τῶν ὄντων θεωρίᾳ παρελθεῖν βιάζεται, ἀλλ’ οὐ παρέρχε‐ ται. παντὶ γὰρ τῷ εὑρισκομένῳ νοήματι συνθεωρεῖ πάντως τὸ συγκαταλαμβανόμενον τῇ ὑποστάσει τοῦ νοουμένου διάστημα· τὸ δὲ διάστημα οὐδὲν ἄλλο ἢ κτίσις ἐστίν. | |
15 | ἐκεῖνο δὲ τὸ ἀγαθόν, ὃ ζητεῖν τε καὶ φυλάττειν ἐμά‐ θομεν καὶ ᾧ συνάπτεσθαι καὶ προσκολλᾶσθαι συνεβουλεύθη‐ μεν, ἄνω ὂν τῆς κτίσεως ἄνω ἐστὶ τῆς καταλήψεως. ἡ γὰρ ἡμετέρα διάνοια τῇ διαστηματικῇ παρατάσει ἐνδιο‐ δεύουσα πῶς ἂν καταλάβοι τὴν ἀδιάστατον φύσιν; | |
20 | ἄνεισιν διὰ τοῦ χρόνου κατὰ ἀνάλυσιν ἀεὶ διερευνωμένη τὰ τῶν | 412 |
5.413 | εὑρισκομένων πρεσβύτερα. καὶ τὰ μὲν γινωσκόμενα πάντα διὰ τῆς πολυπραγμοσύνης παρέδραμε, τὴν δὲ τοῦ αἰῶνος ἔννοιαν παραδραμεῖν οὐδεμίαν μηχανὴν ἐξευρίσκει, ὅπως ἂν ἔξω ἑαυτὴν στήσειε καὶ ὑπερθείη τοῦ προθεωρουμένου | |
5 | τῶν ὄντων αἰῶνος. ἀλλ’ ὥσπερ ὁ ἐπί τινος εὑρεθεὶς ἀκρω‐ ρείας (ὑποκείσθω δὲ πέτρα τις εἶναι λεία καὶ ἀπότομος, κάτωθεν ἐν ὀρθίῳ τε καὶ περιεξεσμένῳ τῷ σχήματι εἰς ἄπειρον μῆκος ἀνατεινομένη καὶ ἄνωθεν ἐπὶ τοῦ ὕψους τὴν ἄκραν ἐκείνην ἀνέχουσα τὴν ἐν τῇ προβολῇ τῆς ὀφρύος εἴς | |
10 | τι βάθος ἀχανὲς κατακύπτουσαν)· ὅπερ οὖν εἰκὸς παθεῖν τὸν ἄκρῳ τῷ ποδὶ τῆς ἐπινευούσης τῷ βάθει ῥαχίας ἐπιψαύοντα καὶ οὐδεμίαν ἔτι οὔτε τῷ ποδὶ βάσιν οὔτε τῇ χειρὶ ἀντίληψιν | |
ἐξευρίσκοντα, τοῦτό μοι καὶ ἡ ψυχὴ παρελθοῦσα τὸ ἐν τοῖς | 413 | |
5.414 | διαστηματικοῖς νοήμασι βάσιμον ἐν τῇ ζητήσει τῆς προαιω‐ νίου τε καὶ ἀδιαστάτου φύσεως πάσχει. οὐκ ἔχουσά τι, οὗ περιδράξηται, οὐ τόπον, οὐ χρόνον, οὐ μέτρον, οὐκ ἄλλο τι τοιοῦτον οὐδέν, ὃ δέχεται τῆς διανοίας ἡμῶν τὴν ἐπίβασιν, | |
5 | ἀλλὰ πανταχόθεν τῶν ἀλήπτων ἀπολισθαίνουσα ἰλιγγιᾷ τε καὶ ἀμηχανεῖ καὶ πάλιν πρὸς τὸ συγγενὲς ἐπιστρέφεται, ἀγαπῶσα τοσοῦτον μόνον γνῶναι περὶ τοῦ ὑπερκειμένου, ὅσον πεισθῆναι, ὅτι ἄλλο τι παρὰ τὴν τῶν γινωσκομένων φύσιν ἐστί. διὰ τοῦτο ὅταν ἔλθῃ εἰς τὰ ὑπὲρ λόγον ὁ λόγος, | |
10 | γίνεται τότε καιρὸς τοῦ σιγᾶν καὶ τῆς ἀφράστου ἐκείνης δυνάμεως ἀνερμήνευτον ἐν τῷ ἀπορρήτῳ τῆς συνειδήσεως ἔχειν τὸ θαῦμα, εἰδότα ὅτι καὶ οἱ μεγάλοι 〈προφῆται〉 τὰ ἔργα τοῦ θεοῦ καὶ οὐ τὸν θεὸν ἐλάλουν λέγοντες· Τίς λαλήσει τὰς δυναστείας τοῦ κυρίου; καὶ Διηγήσομαι πάντα τὰ ἔργα | |
15 | σου καὶ Γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ἔργα σου. ταῦτα λαλοῦσι καὶ περὶ τούτων διεξέρχονται καὶ τὴν τῶν γεγονότων ἐξαγόρευσιν τῇ φωνῇ ἐπιτρέπουσιν. ὅταν δὲ περὶ αὐτοῦ τοῦ ὑπερανεστῶτος πάσης ἐννοίας ὁ | |
λόγος ᾖ, σιωπὴν ἄντικρυς, δι’ ὧν λέγουσι, νομοθετοῦσι. | 414 | |
5.415 | λέγουσι γὰρ ὅτι Τῆς μεγαλοπρεπείας τῆς δόξης τῆς ἁγιω‐ σύνης αὐτοῦ οὐκ ἔστι πέρας. ὢ τοῦ θαύματος! πῶς ἐφοβήθη τῇ τῆς θείας φύσεως θεωρίᾳ προσεγγίσαι ὁ λόγος, ὅς γε οὐδὲ τῶν ἔξωθέν τινος ἐπιθεωρουμένων τὸ θαῦμα κατέλαβεν. | |
5 | οὐ γὰρ εἶπεν, ὅτι τῆς οὐσίας τοῦ θεοῦ πέρας οὐκ ἔστι, τολμηρὸν κρίνων ὅλως τὸ καὶ εἰς ἔννοιαν τοῦτο λαβεῖν, ἀλλὰ τὴν ἐπι‐ θεωρουμένην τῇ δόξῃ μεγαλοπρέπειαν θαυμάζει τῷ λόγῳ. πάλιν δὲ οὐδὲ αὐτῆς τῆς οὐσίας τὴν δόξαν ἰδεῖν ἠδυνήθη, ἀλλὰ τῆς ἁγιωσύνης αὐτοῦ τὴν δόξαν ἐξεπλάγη κατανοήσας. | |
10 | πόσον τοίνυν ἀπέσχε τοῦ τὴν φύσιν, ἥτις ἐστί, περιεργάσασθαι, ὅς γε τὸ ἔσχατον τῶν προφαινομένων θαυμάσαι οὐκ ἤρκεσεν; οὔτε γὰρ τὴν ἁγιωσύνην αὐτοῦ ἐθαύμασεν οὔτε τὴν δόξαν τῆς ἁγιωσύνης, ἀλλὰ τὴν μεγαλοπρέπειαν μόνην τῆς δόξης τῆς ἁγιωσύνης θαυμάσαι προθέμενος καὶ περὶ τὸ ταύτης | |
15 | θαῦμα ἠτόνησεν· οὐ γὰρ διέλαβε τῇ διανοίᾳ τοῦ θαυμαζομένου τὸ πέρας. διό φησι· Τῆς μεγαλοπρεπείας τῆς δόξης τῆς ἁγιωσύνης αὐτοῦ οὐκ ἔστιν πέρας. οὐκοῦν ἐν τοῖς περὶ θεοῦ λόγοις, ὅταν μὲν περὶ τῆς οὐσίας ἡ ζήτησις ᾖ, καιρὸς τοῦ σιγᾶν, ὅταν δὲ περί τινος ἀγαθῆς ἐνεργείας, ἧς ἡ γνῶσις | |
20 | καὶ μέχρις ἡμῶν καταβαίνει, τότε λαλεῖν τὰς δυναστείας, ἐξαγγέλλειν τὰ θαύματα, διηγεῖσθαι τὰ ἔργα, μέχρις τούτου κεχρῆσθαι τῷ λόγῳ, ἐν δὲ τοῖς ὑπερέκεινα μὴ ἐφιέναι τῇ | |
κτίσει τοὺς ἰδίους ὅρους ἐκβαίνειν, ἀλλ’ ἀγαπᾶν, εἰ ἑαυτὴν | 415 | |
5.416 | εἰδείη. οὔπω γὰρ ἔγνω, κατά γε τὸν ἐμὸν λόγον, ἑαυτὴν ἡ κτίσις, οὐδὲ κατέλαβεν τίς ψυχῆς ἡ οὐσία, τίς σώματος ἡ φύσις, πόθεν τὰ ὄντα, πῶς αἱ ἐξ ἀλλήλων γενέσεις, πῶς τὸ μὴ ὂν οὐσιοῦται, πῶς τὸ ὂν εἰς τὸ μὴ ὂν ἀναλύεται, τίς ἡ ἐκ | |
5 | τῶν ἐναντίων κατὰ τὸν κόσμον τοῦτον εὐαρμοστία. εἰ οὖν ἑαυτὴν ἡ κτίσις οὐκ οἶδε, τὰ ὑπὲρ ἑαυτὴν πῶς διηγήσεται; οὐκοῦν καιρὸς τοῦ ταῦτα σιγᾶν· κρείττων γὰρ ἐν τούτοις ἡ σιωπή. καιρὸς δὲ τοῦ λαλεῖν, δι’ ὧν ὁ βίος ἡμῖν πρὸς ἀρετὴν ἐπιδίδωσιν, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ | |
10 | τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν. ΟΜΙΛΙΑ Ηʹ Καιρὸς τοῦ φιλῆσαι καὶ καιρὸς τοῦ μισῆσαι. τίς ἄρα οὕτως ἔσται τὴν ἀκοὴν κεκαθαρμένος, ὥστε καθαρῶς δέξασθαι τὸν περὶ τοῦ φιλῆσαι λόγον, μηδὲν τῆς ῥυπαρᾶς φιλίας ἑαυτῷ | |
15 | συνεισφέροντα; τάχα καὶ τὰ ἡμέτερα ὦτα χρῄζει τῶν | 416 |
5.417 | δακτύλων τοῦ Ἰησοῦ, ἵνα διὰ τῆς θείας ἐπαφῆς τοῦ ἀληθινοῦ λόγου ἐλευθερωθῇ παντὸς ῥύπου τοῦ τὴν ἀκοὴν ἐμφράσσοντος ἡ ἀκουστικὴ τῆς ψυχῆς ἡμῶν δύναμις, ὥστε καὶ συνιέναι τὴν ἐπαινετὴν φιλίαν καὶ τῇ ψυχῇ παραδέξασθαι, τίς ὁ καιρὸς | |
5 | τοῦ φιλῆσαι καὶ τίς ὁ καιρὸς τοῦ μισῆσαι. οὐκ οἶμαι τοῦτον ἄλλον εἶναι καιρὸν πλὴν τοῦ συμφέροντος. ἡ γὰρ ἀφ’ ἑκατέρου τούτων ὠφέλεια, κατά γε τὴν ἐμὴν κρίσιν, ἡ εὐκαιρία τῆς χρήσεως ἀμφοτέρων ἐστίν, ὡς εἴ γε ἔξω τοῦ λυσιτελοῦντος γένοιτο, ἔξω ἂν εἴη καὶ τοῦ καιροῦ τὸ γινόμενον. | |
10 | Πρότερον δέ, οἶμαι, χρὴ νοῆσαι τῶν δύο τούτων ῥημάτων τὸ σημαινόμενον, τοῦ φιλῆσαι λέγω καὶ τοῦ μισῆσαι, ἵν’ οὕτως καὶ τὴν εὔκαιρον αὐτῶν χρῆσιν τῷ λόγῳ κατανοήσω‐ μεν. φίλτρον ἐστὶν ἡ ἐνδιάθετος περὶ τὸ καταθύμιον σχέσις δι’ ἡδονῆς καὶ προσπαθείας ἐνεργουμένη, μῖσος δὲ ἡ πρὸς τὸ | |
15 | ἀηδὲς ἀλλοτρίωσις καὶ ἡ τοῦ λυποῦντος ἀποστροφή. ἔστι δὲ τούτων ἑκατέρᾳ τῶν διαθέσεων καὶ λυσιτελῶς καὶ ἐπὶ τῶν ἐναντίων χρήσασθαι, καὶ ὡς ἐπίπαν πᾶς ὁ κατ’ ἀρετὴν καὶ κακίαν βίος ἐντεῦθεν τὴν ἀρχὴν ἔχει. ὅπου γὰρ ἂν τῇ ἀγάπῃ ῥέψωμεν, ἐκεῖνο ταῖς ψυχαῖς οἰκειούμεθα, καὶ πρὸς | |
20 | ὅπερ ἂν μισητικῶς διατεθῶμεν, τούτου ἀλλοτριούμεθα. εἴτε γὰρ πρὸς τὸ καλὸν εἴτε πρὸς τὸ κακὸν ἡ τῆς ψυχῆς γένοιτο | |
σχέσις, κατακιρνᾶταί πως τῇ ψυχῇ τὸ ἀγαπώμενον. ὅ τι δ’ ἂν ᾖ | 417 | |
5.418 | καὶ οὗπερ ἂν παρεμπέσῃ διὰ μέσου τὸ μῖσος, τούτου τὸν χωρισμὸν κατειργάσατο, εἴτε τοῦ καλοῦ εἴτε τοῦ χείρονος. οὐκοῦν ἐπισκεπτέον ἂν εἴη, τί μὲν ἀγαπητόν, τί δὲ μισητόν ἐστι τῇ φύσει, ὡς ἂν ἐν καιρῷ τῇ τοιαύτῃ τῆς ψυχῆς διαθέσει | |
5 | χρησάμενοι τῶν τε κακῶν ἀλλότριοι διὰ τοῦ μίσους γενοίμεθα καὶ τῇ φύσει τῶν ἀγαθῶν συγκραθείημεν. καὶ εἴθε τοῦτο πρὸ πάντων ἡ τῶν ἀνθρώπων ἐπαιδεύετο φύσις, τὴν τοῦ καλοῦ λέγω καὶ μὴ τοιούτου διάκρισιν! οὐ γὰρ ἂν ἔσχεν πάροδον κατὰ τῆς ζωῆς ἡμῶν τὰ πάθη, εἰ ἐξ ἀρχῆς τὸ καλὸν | |
10 | ἐγνωρίζομεν. νυνὶ δὲ τὴν ἄλογον αἴσθησιν τοῦ καλοῦ κριτήριον παρὰ τὴν πρώτην ποιούμενοι συντρεφόμεθα τῇ κατ’ ἀρχὰς ἐγγινομένῃ περὶ τῶν ὄντων κρίσει καὶ τούτου χάριν δυσ‐ αποσπάστως ἔχομεν τῶν τῇ αἰσθήσει νομισθέντων εἶναι καλῶν, βεβαίαν ἑαυτοῖς τὴν περὶ ταῦτα σχέσιν τῇ συντροφίᾳ | |
15 | ποιήσαντες. καλὸν φαίνεται τοῖς ἀνθρώποις, ὃ τοῖς ὀφθαλμοῖς τινα ἡδονὴν διὰ τῆς εὐχροίας ἐντίθησιν, εἴτε ἐν τῇ ἀψύχῳ ὕλῃ εἴτε ἐν τοῖς ἐμψύχοις θεάμασι. καλὸν τῇ ἀκοῇ τὸ μελῴδη‐ μα, καὶ ἐν τοῖς χυμοῖς τε καὶ ἐν τοῖς ἀτμοῖς τὸ τοιόνδε καλὸν ὁρίζεται τὸ μὲν ἡ γεῦσις, τὸ δὲ ἡ ὄσφρησις. τὸ δὲ πάντων βαρύ‐ | |
20 | τατόν τε καὶ ἀλογώτατόν ἐστιν ἡ ἁφή, δι’ ἧς ἡ ἀκόλαστος ἡδονὴ ἐν τῇ τοῦ καλοῦ ψήφῳ προτερεύει τῇ φύσει. ἐπεὶ οὖν αἱ μὲν | |
αἰσθήσεις ἡμῖν εὐθὺς γινομένοις συναποτίκτονται, καὶ ταύ‐ | 418 | |
5.419 | ταις παρὰ τὴν πρώτην ζωὴν συντρεφόμεθα, πολλὴ δέ ἐστι τῇ αἰσθητικῇ δυνάμει πρὸς τὴν ἄλογον ζωὴν ἡ οἰκείωσις· πάντα γὰρ τὰ τοιαῦτα καὶ ἐν τοῖς ἀλόγοις ὁρᾶται· ὁ δὲ νοῦς ἐμποδίζεταί πως πρὸς τὴν οἰκείαν ἐνέργειαν ὑπὸ τῆς νηπιότη‐ | |
5 | τος μήπω χωρούμενος, ἀλλ’ ἐκθλίβεται τρόπον τινὰ τῇ ἐπικρατήσει τῆς ἀλογωτέρας αἰσθήσεως· διὰ τοῦτο ἡ πεπλανημένη τε καὶ διημαρτημένη τῆς ἀγαπητικῆς διαθέσεως χρῆσις ἀρχὴ καὶ ὑπόθεσις τοῦ κατὰ κακίαν γίνεται βίου. ἐπειδὴ γὰρ διπλῆ τίς ἐστιν ἡμῖν ἡ φύσις τῷ νοητῷ τε καὶ | |
10 | αἰσθητῷ συγκεκραμένη, διπλῆ κατὰ τὸ ἀκόλουθόν ἐστιν ἡμῖν καὶ ἡ ζωὴ ἑκατέρῳ τῶν ἐν ἡμῖν καταλλήλως ἐγγινομένη, σωματικὴ μὲν τῷ αἰσθητῷ μέρει, τῷ δὲ ἑτέρῳ νοητὴ καὶ ἀσώματος. ὡσαύτως δὲ καὶ τὸ καλόν τε καὶ μὴ τοιοῦτον οὐ τὸ αὐτό ἐστιν ἑκατέρῳ τῷ τῆς ζωῆς ἡμῶν εἴδει, ἀλλὰ νοητὸν | |
15 | μὲν τῷ νοητῷ, τῷ δὲ αἰσθητῷ τε καὶ σωματικῷ μέρει τοιοῦ‐ τον, οἷον ἡ αἴσθησις βούλεται. ἐπεὶ οὖν ἡ μὲν αἴσθησις ἅμα τῇ πρώτῃ γενέσει συμφύεται, ὁ δὲ νοῦς ἀναμένει τὴν εἰς τὸ σύμμετρον τῆς ἡλικίας ἀναδρομήν, ὥστε δυνηθῆναι κατ’ ὀλίγον ἐμφανῆναι τῷ ὑποκειμένῳ, τούτου χάριν δυναστεύεται | |
20 | ὑπὸ τῆς αἰσθήσεως ὅλης οὔσης ὁ κατὰ μικρὸν ἐγγινόμενος νοῦς καὶ κατὰ κράτος ἀεὶ τῷ πλεονάζοντι πρὸς τὸ ὑπακούειν αὐτῇ συνεθίζεται, ἐκεῖνο καλὸν ἢ φαῦλον κρίνων, ὅπερ ἂν ἢ | |
προέληται ἢ ἀποβάλῃ ἡ αἴσθησις. διὰ τοῦτο χαλεπή τε καὶ | 419 | |
5.420 | δυσκατόρθωτος ἡμῖν ἡ τοῦ ἀληθῶς ἀγαθοῦ κατανόησις γίνεται, ὅτι προειλήμμεθα τοῖς αἰσθητικοῖς κριτηρίοις, ἐν τῷ εὐφραίνοντί τε καὶ ἥδοντι τὸ καλὸν ὁριζόμενοι. ὥσπερ γὰρ οὐκ ἔστι πρὸς τὰ ἐν οὐρανῷ κάλλη βλέπειν, ὁμίχλης | |
5 | τὸν ὑπὲρ κεφαλῆς ἀέρα διαλαβούσης, οὕτως οὐδὲ ὁ τῆς ψυχῆς ὀφθαλμὸς πρὸς τὴν ἀρετὴν καθορᾷ, οἷον ἀχλύϊ τινὶ πρὸς τὴν ὄψιν διὰ τῆς ἡδονῆς ἀμβλυνόμενος. ἐπεὶ οὖν ἡ μὲν αἴσθησις πρὸς τὴν ἡδονὴν βλέπει, ὁ δὲ νοῦς διὰ τῆς ἡδονῆς πρὸς τὴν ἀρετὴν ὁρᾶν ἐμποδίζεται, αὕτη γίνεται ἡ τῆς κακίας ἀρχή, | |
10 | διότι τὴν ἄλογον περὶ τοῦ καλοῦ κρίσιν καὶ ὁ νοῦς ὑπὸ τῆς αἰσθήσεως δυναστευθεὶς ἐπεψήφισε, κἂν εἴπῃ ὁ ὀφθαλμὸς ἐν τῇ εὐχροίᾳ τοῦ φαινομένου τὸ καλὸν εἶναι, συνεπιρρέπει τούτῳ καὶ ἡ διάνοια· καὶ ἐπὶ τῶν λοιπῶν δὲ ὡσαύτως τὸ εὐφραῖνον τὴν αἴσθησιν τὴν τοῦ καλοῦ ψῆφον ἠνέγκατο. | |
15 | εἰ δέ πως οἷόν τε ἦν ἐξ ἀρχῆς ἡμῖν τὴν ἀληθῆ περὶ τοῦ καλοῦ κρίσιν ἐγγίνεσθαι, τοῦ νοῦ τὸ ἀγαθὸν ἐφ’ ἑαυτοῦ δοκιμάζοντος, οὐκ ἂν τῇ ἀλόγῳ αἰσθήσει δεδουλωμένοι κτηνώδεις γινόμενοι κατεδουλούμεθα. ὡς ἂν οὖν ἡ τοιαύτη σύγχυσις ἐν ἡμῖν διακριθείη καὶ τὸ τῇ φύσει ἀγαπητὸν καὶ τὸ ὡς ἑτέρως ἔχον | |
20 | ἀπλανῶς ἐπιγνωσθείη, ταῦτά φησι νῦν ὁ ἐκκλησιαστὴς ἐν τῷ λόγῳ, ὅτι καιρός ἐστι τοῦ φιλῆσαι καὶ καιρὸς τοῦ μισῆ‐ | |
σαι. δι’ ὧν διακρίνει τὴν τῶν πραγμάτων φύσιν, δεικνὺς τί | 420 | |
5.421 | τὸ συμφερόντως φιλούμενον καὶ τί τὸ μισούμενον. λέγει ἡ νεότης τοῖς τῆς ἡλικίας πάθεσι ζέουσα καιρὸν εἶναι αὐτῇ τοῦ φιλῆσαι ταῦτα, ἃ τῇ νεότητι φίλα ἐστίν. ἀλλ’ ἀντιβοᾷ ὁ ἐκκλησιαστὴς τῇ νεότητι ἄλλον τῆς καθαρᾶς φιλίας καιρὸν | |
5 | ὁριζόμενος· μηδὲ γὰρ εἶναι τοῦτο φιλίαν τὴν διημαρτημένην τῆς ψυχῆς περὶ τὰ ἄτοπα σχέσιν. ὥσπερ γὰρ εὐοδουμένης ἐν ὑγείᾳ τῆς φύσεως ἐν καιρῷ προσγίνεται τὸ δίψος τῷ σώματι, οἷς δὲ τὸ δῆγμα τῆς διψάδος ἐχίδνης τὴν τοιαύτην διάθεσιν ἐνεποίησεν, οὐκ ἄν τις εἴποι κατὰ καιρὸν ἐνεργεῖσθαι | |
10 | τὴν δίψαν· οὐ γὰρ φυσικὴ ὄρεξις ἐπὶ τούτων, ἀλλὰ πάθος ἡ δίψα γίνεται· οὕτως καὶ τὸ ῥυπαρὸν τῆς νεότητος φίλτρον οὐ φίλτρον, ἀλλὰ νόσος ἐστὶ τῷ διακαεῖ τε καὶ ἰώδει τῆς ἡλικίας δήγματι ἐγγινομένη. οὐ πᾶσα τοίνυν φιλία τὸ εὔκαιρον ἔχει, ἀλλ’ ἡ περὶ τὸ μόνον ἀγαπητὸν γινομένη. | |
15 | ἀλλ’ οὐκ ἔστι σαφῆ τὴν περὶ τούτων γνῶσιν λαβεῖν μὴ οὑτωσὶ διελόμενον ἐν τῇ θεωρίᾳ τὸν λόγον· τῶν ἀγαθῶν ὅσα παρὰ τῶν ἀνθρώπων σπουδάζεται τὰ μὲν ὄντως τοιαῦτά ἐστιν, οἷα καὶ ὀνομάζεται, τὰ δὲ ψευδώνυμον τὴν ἐπωνυμίαν ἔχει. ὅσα γὰρ οὐχὶ πρόσκαιρον δίδωσι τὴν ἀπόλαυσιν οὐδέ τινι | |
20 | δοκοῦντα καλὰ ἑτέροις ἄχρηστα γίνεται, ἀλλὰ πάντοτε καὶ | |
διὰ πάντων καὶ ἐν πᾶσίν ἐστιν ἀγαθά, οἷς ἂν ἐγγένηται, | 421 | |
5.422 | ταῦτα ὡς ἀληθῶς ἐστιν ἀγαθά, ἀεὶ ὡσαύτως ἔχοντα καὶ τὴν τοῦ χείρονος ἐπιμιξίαν οὐ προσδεχόμενα· ἅπερ τοῖς ἀκριβῶς ἐξετάζουσι περὶ μόνην τὴν θείαν τε καὶ ἀΐδιον θεωρεῖται φύσιν. τὰ δὲ ἄλλα πάντα, ὅσα τῇ αἰσθήσει καλά ἐστι, διὰ τῆς | |
5 | κατὰ τὴν οἴησιν ἀπάτης καλὰ φαινόμενα οὔτε ἔστι τῇ φύσει οὔτε ὑφέστηκεν, ἀλλὰ τῆς ῥοώδους καὶ παροδικῆς ὄντα φύσεως δι’ ἀπάτης τινὸς καὶ ματαίας προλήψεως ὡς κατ’ ἀλήθειαν ὄντα τοῖς ἀπαιδεύτοις νομίζεται. οἱ οὖν τῶν ἀστάτων περιεχόμενοι τῶν ἀεὶ ἑστώτων οὐκ ἐπορέγονται. ἔοικε τοίνυν | |
10 | οἷον ἐπί τινος ὑψηλῆς σκοπιᾶς ἑστὼς ὁ ἐκκλησιαστὴς ἐμ‐ βοᾶν τῇ ἀνθρωπίνῃ φύσει, δι’ ὧν λέγει· Καιρὸς τοῦ φιλῆσαι καὶ καιρὸς τοῦ μισῆσαι, ὅτι ἄλλα ἐστὶ τὰ ὄντως ἀγαθά, ἃ καὶ αὐτά ἐστι καλὰ καὶ τοὺς μετέχοντας τοιούτους ποιεῖ. οἷον γὰρ ἂν ᾖ τῇ φύσει τὸ μετεχόμενον, πρὸς τοῦτο ἀνάγκη | |
15 | καὶ τὸ μετέχον συμμετατίθεσθαι. οἷον εὔπνουν γίνεται τὸ στόμα τοῦ λαβόντος τι τῶν εὐπνοούντων ἀρωμάτων διὰ τοῦ στόματος καὶ δυσῶδες πάλιν τοῦ σκορόδων ἐντραγόντος ἤ τινος ἄλλου τῶν δυσωδεστέρων. οὐκοῦν ἐπειδὴ δυσώδης μὲν πᾶς ῥύπος τῆς ἁμαρτίας, ἐκ δὲ τοῦ ἐναντίου ἡ ἀρετὴ | |
20 | Χριστοῦ ἐστιν εὐωδία, ἡ δὲ ἀγαπητικὴ σχέσις τὴν πρὸς τὸ | |
ἀγαπώμενον ἀνάκρασιν φυσικῶς κατεργάζεται· ὅπερ ἂν οὖν | 422 | |
5.423 | διὰ τῆς φιλίας ἑλώμεθα, ἐκεῖνο γινόμεθα, ἢ εὐωδία Χριστοῦ ἢ δυσωδία. ὁ γὰρ τὸ καλὸν ἀγαπήσας καλὸς καὶ αὐτὸς ἔσται, τῆς ἀγαθότητος τοῦ ἐν αὐτῷ γενομένου πρὸς ἑαυτὴν τὸν δεξάμενον μεταποιούσης. διὰ τοῦτο ἐδώδιμον ἡμῖν ἑαυτὸν | |
5 | προτίθησιν ὁ ἀεὶ ὤν, ἵνα ἀναλαβόντες αὐτὸν ἐν ἑαυτοῖς ἐκεῖνο γενώμεθα, ὅπερ ἐκεῖνός ἐστι· φησὶ γάρ, ὅτι Ἡ σάρξ μου ἀληθῶς ἐστι βρῶσις, καὶ τὸ αἷμά μου ἀληθῶς ἐστι πόσις. ὁ οὖν ταύτην ἀγαπῶν τὴν σάρκα οὐκ ἔσται φιλόσαρκος, καὶ ὁ πρὸς τοῦτο τὸ αἷμα διατεθεὶς τοῦ αἰσθητοῦ αἵματος καθα‐ | |
10 | ρεύσει. ἡ γὰρ τοῦ λόγου σὰρξ καὶ τὸ τῇ σαρκὶ ταύτῃ ἐγκεί‐ μενον αἷμα οὐ μίαν τινὰ χάριν ἔχει, ἀλλ’ ἡδύ τε γίνεται τοῖς γευομένοις καὶ ὀρεκτὸν τοῖς ἐπιθυμοῦσι καὶ τοῖς ἀγαπῶσιν ἐράσμιον. εἰ δέ τις τρέψειε πρὸς τὰ μὴ ὑφεστῶτα τὸ φίλτρον, οἷα τῇ φύσει ταῦτά ἐστιν ἀνάγκη πᾶσα τοιοῦτον γενέσθαι | |
15 | καὶ τὸν ἐν ἐκείνοις γενόμενον. ἐπεὶ οὖν ἐν τοῖς οὖσι τὸ μέν τι ἀληθές ἐστι, τὸ δὲ μάταιον, γνῶναι προσήκει τὸ μάταιον, ἵνα διὰ τῆς ἀντιπαραθέσεως τὴν τῶν ἀληθῶς ὄντων φύσιν νοήσωμεν. οὕτω γὰρ ποιοῦσι πάντες οἱ ἅγιοι οἱ τοὺς ἀποσφα‐ λέντας τῆς εὐθείας ὁδοῦ καὶ διὰ τῆς πεπλανημένης | |
20 | ὁδοιποροῦντας πρὸς τὴν ὁδόν, ἀφ’ ἧς ἐξετράπησαν, ἐπανάγον‐ | |
τες, ἐμβοῶντες πόρρωθεν, ὅτι φύγε τὴν ὁδόν, ἐν ᾗ πορεύῃ· | 423 | |
5.424 | λῃσταὶ γὰρ κατ’ αὐτὴν καὶ λωποδύται καὶ φονέων ἐνέδραι, ἵνα μαθὼν ὁ ὁδίτης τὸν κίνδυνον ἐκτραπῇ τῆς ὀλεθρίας ὁδοῦ· ἡ δὲ ἀναχώρησις ἐκείνης ὁδηγία τῆς σῳζούσης γίνεται. οὕτως καὶ ὁ μέγας ἐκκλησιαστὴς ἄνωθεν ἐμβοᾷ τῇ ἀνθρωπίνῃ | |
5 | φύσει τῇ ἐν ἀβάτῳ πλανωμένῃ καὶ οὐχ ὁδῷ, καθώς φησιν ὁ προφήτης, ταῦτα ἄντικρυς, δι’ ὧν φθέγγεται, λέγων· τί πλανᾶσθε διὰ τοῦ βίου, ὦ ἄνθρωποι; τί ἀγαπᾶτε τὰ μάταια καὶ φιλεῖτε τὰ ἀνυπόστατα καὶ προστετήκατε τῇ διαθέσει τούτοις, ὧν οὐκ ἔστιν ὑπόστασις; ἄλλη ἐστὶν ὁδὸς ἀπλανής | |
10 | τε καὶ σωτήριος. ἐκείνην φιλήσατε, ἐν ἐκείνῃ διὰ τῆς ἀγάπης ὁδοιπορήσατε, ἧς τὸ ὄνομα ἀλήθειά ἐστι καὶ ζωὴ καὶ φῶς καὶ ἀφθαρσία καὶ τὰ τοιαῦτα. αὕτη δὲ ἡ ὁδός, δι’ ἧς νῦν τρέχετε, μίσους καὶ ἀποστροφῆς ἀξία· ἀφεγγὴς γάρ ἐστι καὶ σκότῳ διειλημμένη, εἰς κρημνοὺς δὲ ἄγει καὶ βάραθρα καὶ | |
15 | θηριώδεις τόπους καὶ λῃστῶν ἐνέδρας. ὁ τοίνυν εἰπὼν ὅτι Καιρὸς τοῦ φιλῆσαι τὸ φιλητὸν ὡς ἀληθῶς καὶ ἀγαπητὸν ἐνεδείξατο, καὶ ὁ τῷ μίσει τὸν καιρὸν προσγράψας ὧν χρὴ τὴν ἀποστροφὴν ἔχειν ἐδίδαξεν. οὐκοῦν μαθόντες τὸ ἀγαπητὸν | |
τῇ φύσει τούτου διὰ τῆς ἀγάπης περιεχώμεθα, μηδαμοῦ | 424 | |
5.425 | παρατραπέντες ὑπὸ τῆς περὶ τὸ καλὸν ἀκρισίας, ἐν τούτοις τὸ φίλτρον δαπανήσαντες, ἐν οἷς ἀπαγορεύει καὶ ὁ μέγας Δαβὶδ λέγων· Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; ἵνα τί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος; ἓν γὰρ μόνον | |
5 | ἀγαπητὸν τῇ φύσει τὸ ἀληθῶς ὄν, περὶ οὗ φησι καὶ ἡ δεκάλογος νομοθεσία, ὅτι Ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίας σου· καὶ ἓν πάλιν μισητὸν τῇ ἀληθείᾳ ὁ τῆς κακίας εὑρετής, ὁ τῆς ζωῆς ἡμῶν πολέμιος, περὶ οὗ φησιν | |
10 | ὁ νόμος, ὅτι Μισήσεις τὸν ἐχθρόν σου. ἡ γὰρ τοῦ θεοῦ ἀγάπη ἰσχὺς τοῦ ἀγαπῶντος γίνεται, ἡ δὲ πρὸς τὴν κακίαν διάθεσις ὄλεθρον φέρει τῷ τὸ κακὸν ἀγαπῶντι. οὕτω γάρ φησιν ἡ προφητεία· Ἀγαπήσω σε, κύριε ἡ ἰσχύς μου· κύριος στερέωμά μου καὶ καταφυγή μου καὶ ῥύστης μου, περὶ δὲ τοῦ ἐναντίου | |
15 | φησίν· Ὁ δὲ ἀγαπῶν ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψυχήν, ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδα. καιρὸς οὖν τοῦ πρὸς τὸν θεὸν φίλτρου ἡ ζωὴ πᾶσα καὶ τῆς τοῦ ἀντικειμένου ἀλλοτριώ‐ σεως ὁ βίος ὅλος. ὁ δὲ μικρόν τι τῆς ἑαυτοῦ ζωῆς ἔξω τοῦ | |
φιλεῖν τὸν θεὸν γενόμενος ἔξω γίνεται πάντως, οὗ τῆς | 425 | |
5.426 | ἀγάπης κεχώρισται. τὸν δὲ ἔξω τοῦ θεοῦ γενόμενον ἔξω εἶναι τοῦ φωτὸς ἀνάγκη, διότι φῶς ὁ θεός, ἔξω δὲ καὶ τῆς ζωῆς καὶ τῆς ἀφθαρσίας καὶ παντὸς τοῦ πρὸς τὸ κρεῖττον θεωρουμένου νοήματός τε καὶ πράγματος· ἅπερ πάντα ὁ | |
5 | θεός ἐστιν. ὁ γὰρ ἐν τούτοις μὴ ὢν ἐν τοῖς ἐναντίοις πάντως ἐστίν. οὐκοῦν ἐκδέχεται τὸν τοιοῦτον σκότος καὶ διαφθορὰ καὶ πανωλεθρία καὶ θάνατος. Ταῦτα ἐν βραχείᾳ φωνῇ ὁ τοῦ ἐκκλησιαστοῦ λόγος διελὼν ἐπιδείκνυσι, τῇ εὐκαίρῳ φιλίᾳ καὶ τῷ κατὰ καιρὸν | |
10 | ἐνεργουμένῳ μίσει τὴν ἑκατέρου τῶν κατὰ τὸ ἐναντίον νοου‐ μένων φύσιν ἀποκαλύψας. Καιρός, φησίν, τοῦ φιλῆσαι, σὺ τὸ ἀγαθὸν πρόσθες, πάλιν Καιρὸς τοῦ μισῆσαι λέγει, σὺ πρὸς τὸ κακὸν οἴου βλέπειν τὸν λόγον. ἡ γὰρ ὑπηλλαγμένη τε καὶ πεπλανημένη πρὸς ἑκάτερον τούτων τῆς ψυχῆς ἡμῶν διάθεσις | |
15 | ῥίζα καὶ ἀρχὴ τῆς ἁμαρτίας ἐστίν. Οὐδεὶς δύναται, φησίν, δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει. ἔδειξεν ἡ ἀντιδιαστολή, τίς ὁ κακῶς κυριεύων, οὗ χρὴ διὰ τοῦ μίσους ἀλλοτριοῦσθαι, καὶ τίς ὁ ἐπ’ ἀγαθῷ τοῦ ἀρχομένου κρατῶν, ᾧ προσήκει δι’ ἀγάπης | |
20 | συνάπτεσθαι. εἰ δέ τις τοῦ μισητοῦ μὲν ἀντέχοιτο, τοῦ δὲ | |
ἀγαπητοῦ καταφρονοίη, οὗτός ἐστιν ὁ ὑπαλλάσσων τῆς φιλίας | 426 | |
5.427 | καὶ τοῦ μίσους τὴν εὐκαιρίαν τῷ ἰδίῳ κακῷ. ὁ γὰρ κατα‐ φρονῶν πράγματος καταφρονηθήσεται ὑπ’ αὐτοῦ, ὁ δὲ ἀντεχό‐ μενος τῆς ἀπωλείας περιποιήσεται τοῦτο ἑαυτῷ, οὗ ἀντέσχετο. διαστείλας τοίνυν τῷ λόγῳ τὰ κατ’ ἀρετήν τε καὶ κακίαν | |
5 | νοούμενα ἐπιγνώσῃ τὴν εὐκαιρίαν τοῦ πῶς χρὴ πρὸς ἑκάτερον τούτων ἔχειν. ἐγκράτεια καὶ ἡδονή, σωφροσύνη καὶ ἀκολα‐ σία, μετριότης καὶ τῦφος, εὔνοια καὶ κακόνοια καὶ πάντα τὰ ἐξ ἐναντίου νοούμενα φανερῶς ὑπὸ τοῦ ἐκκλησιαστοῦ σοι ὑποδείκνυται, ὅπως τῇ ψυχῇ περὶ ταῦτα διατεθειμένος | |
10 | λυσιτελῶς βουλεύσῃ. καιρὸς οὖν τοῦ φιλῆσαι τὴν ἐγκράτειαν καὶ τοῦ μισῆσαι τὴν ἡδονήν, ἵνα μὴ γένῃ φιλήδονος μᾶλλον ἢ φιλόθεος, καὶ τὰ ἄλλα πάντα ὡσαύτως, τὸ φιλόνεικον, τὸ φιλοκερδές, τὸ φιλόδοξον καὶ πάντα, ἃ τῇ ἐπὶ τὰ μὴ δέοντα τῆς φιλίας χρήσει τῆς πρὸς τὸ ἀγαθὸν σχέσεως | |
15 | ἀφορίζει. οἷον ἐκ παρόδου δόγμα ἐμάθομεν, ὅτι πᾶσα τῆς ψυχῆς κίνησις ἐπ’ ἀγαθῷ παρὰ τοῦ δημιουργήσαντος τὴν φύσιν ἡμῶν κατεσκευάσθη, ἀλλ’ ἡ διημαρτημένη τῶν | |
τοιούτων κινημάτων χρῆσις τὰς εἰς κακίαν ἐγέννησεν | 427 | |
5.428 | ἀφορμάς· καλὸν γάρ τι οὖσα ἡ αὐτεξούσιος δύναμις ἡμῶν, ὅταν πρὸς τὸ κακὸν ἐνεργῇ, κακῶν ἔσχατον γίνεται. καὶ τὸ ἔμπαλιν ὄργανον ἀρετῆς ἐστιν ἡ ἀπωστικὴ τῶν ἀηδῶν δύναμις, ᾗ ὄνομα τὸ μῖσός ἐστιν, ὅταν κατὰ τοῦ | |
5 | ἐναντίου ὁπλίζηται, ἀλλὰ ἁμαρτίας γίνεται ὅπλον, ὅταν πρὸς τὸ ἀγαθὸν ἀντιστατικῶς ἔχῃ. οὐκοῦν πᾶν κτίσμα θεοῦ τῶν ἐν ἡμῖν κατεσκευασμένων καλὸν καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον, ἡ δὲ ἀχάριστος τούτων χρῆσις πάθος τὸ κτίσμα ἐποίησε, δι’ οὗ ἐκβαίνει μὲν ἡ πρὸς τὸν | |
10 | θεὸν οἰκειότης, ἀντεισελθόντα δὲ τὰ ἐναντία εἰς τὸν τοῦ θεοῦ τόπον ἀντικαθίσταται, ὥστε τοῖς τοιούτοις θεοποιεῖσθαι τὰ πάθη. οὕτω τοῖς λαιμαργοῦσι γίνεται θεὸς ἡ κοιλία. οὕτως εἰδωλοποιοῦσιν ἑαυτοῖς οἱ πλεονέκται τὴν νόσον. οὕτως οἱ δι’ ἀπάτης σκοτισθέντες ἐν τῷ αἰῶνι τούτῳ | |
15 | τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς θεὸν ἑαυτοῖς τὴν κενοδοξίαν ἐποίησαν. καὶ συνελόντι φράσαι ᾧπερ ἄν τις τὸν ἑαυτοῦ λογισμὸν ὑποζεύξας δοῦλον ποιήσῃ καὶ ὑποχείριον, τοῦτο ἐν τῷ ἰδίῳ πάθει ἐθεοποίησεν, οὐκ ἂν τοῦτο παθών, εἰ μὴ διὰ τῆς ἀγάπης τὸ κακὸν ᾠκειώσατο. εἰ οὖν ἐνοήσαμεν τῆς τε | |
20 | φιλίας καὶ τοῦ μίσους τὴν εὐκαιρίαν, τὸ μὲν ἀγαπήσωμεν | |
τὸ δὲ πολεμήσωμεν. | 428 | |
5.429 | Καιρὸς γάρ, φησί, πολέμου καὶ καιρὸς εἰρήνης. ὁρᾷς τῶν ἀντικειμένων παθῶν τὴν παράταξιν, τὸν νόμον τῆς σαρκὸς τὸν ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός σου καὶ αἰχμαλωτί‐ ζοντα τῷ νόμῳ τῆς ἁμαρτίας. πρόσχες τῇ ποικίλῃ τῆς | |
5 | μάχης διασκευῇ, πῶς μυριότροπός ἐστι κατὰ τῆς σῆς πόλεως τοῦ ἀντικειμένου ἡ στρατηγία. κατασκόπους πέμπει, προδό‐ τας ὑποποιεῖται, ταῖς ὁδοῖς ἐφεδρεύει, λόχους καὶ ἐνέδρας συνίστησι, συμμάχους προσεταιρίζεται, μηχανήματα κατα‐ σκευάζει, σφενδονήτας καὶ τοξότας καὶ τοὺς συστάδην | |
10 | συμπλεκομένους καὶ τὴν ἱππικὴν δύναμιν καὶ πάντα τὰ τοιαῦτα κατά σου ἐξαρτύεται. πάντως δὲ οὐκ ἀγνοεῖς τὴν τῶν εἰρημένων διάνοιαν, τίς ὁ προδότης, τίς ὁ κατάσκοπος, τίνες οἱ ἐνεδρευταί, τίνες οἱ σφενδονῆται καὶ ἀκοντισταὶ καὶ τοξόται καὶ τίνες οἱ ἀγχέμαχοι καὶ ἡ τῶν ἱππέων ἴλη καὶ ποῖα τὰ | |
15 | μηχανήματα, δι’ ὧν τὸ τῆς ψυχῆς κατασείεται τεῖχος. πρὸς ἃ πάντα οὖν βλέποντας χρὴ καὶ αὐτοὺς καθοπλίζεσθαι καὶ τοὺς | |
συμμάχους παρακαλεῖν καὶ φυλοκρινεῖν ἐν τοῖς ὑποχειρίοις, | 429 | |
5.430 | μή τις τὰ τῶν πολεμίων φρονῇ, προβλέπειν τε τὰς παροδίους ἐνέδρας καὶ θυρεοῖς τὰς βολὰς ἀσφαλίζεσθαι πρός τε τοὺς συστάδην ἡμῖν συμπλεκομένους ἀντέχειν καὶ ἀποταφρεύειν τοῖς καθ’ ἡμῶν ἱππόταις τὴν πάροδον, ἐρύμασι δέ τισι καὶ | |
5 | προβολαῖς τὰ τείχη κατασφαλίζεσθαι, ὡς ἂν μὴ κατασει‐ σθείη τοῖς μηχανήμασι. πάντως δὲ οὐδενὶ λόγῳ τὰ καθ’ ἕκαστον ἑρμηνεύειν δεόμεθα, πῶς ὁ ἐχθρὸς τῆς ἑκάστου ἡμῶν πόλεως τῆς ἐν τῇ ψυχῇ παρὰ τοῦ θεοῦ συνῳκισμένης διὰ κατασκόπων ἀποπειρᾶται ἡμῶν τῆς δυνάμεως καί τίνας | |
10 | ἔχει τοὺς ἐξ ἡμῶν αὐτῶν προδότας γινομένους τῆς ἡμετέρας δυνάμεως. ὡς δ’ ἂν φανερώτερον τὸ νόημα ἐκκαλυφθείη, τοιοῦτόν ἐστιν ἡ πρώτη τοῦ πειρασμοῦ προσβολὴ, ὅθεν τὰ πάθη τὴν ἀρχὴν λαμβάνει, τοῦτο τῆς ἡμετέρας δυνάμεως κατάσκοπος γίνεται, οἷον ἐνέπεσε τῷ ὀφθαλμῷ θέαμα τὴν | |
15 | ἐπιθυμίαν ἀνακινῆσαι δυνάμενον. διὰ οὖν τούτου κατασκοπεῖ τὴν ἔν σοι δύναμιν ὁ πολέμιος, εἴτε ἰσχυρός τις καὶ ἐμπαρά‐ σκευος εἶ εἴτε ἄτονος καὶ εὐάλωτος. εἰ γὰρ οὐκ ὤκλασας τῷ θεάματι οὐδέ σοι πρὸς τὸ φανὲν διελύθη τῆς διανοίας ὁ τόνος, ἀλλ’ ἀπαθῶς παρεπέμψω τὴν συντυχίαν, εὐθὺς | |
20 | ἐπτόησας τὸν κατάσκοπον οἷον ὁπλιτῶν τινα φάλαγγα | |
τοῖς δόρασι φρίσσουσαν, τὴν τῶν λογισμῶν λέγω παρασκευήν, | 430 | |
5.431 | τῷ κατασκόπῳ δείξας. εἰ δὲ μαλαχθείη δι’ ἡδονῆς πρὸς τὴν θέαν ἡ αἴσθησις καὶ τὸ τοῦ χαρακτῆρος εἴδωλον ἐντὸς τῆς διανοίας διὰ τῶν ὀφθαλμῶν εἰσδύη, τότε καταπολεμεῖται μὲν ὁ στρατηγὸς τῶν ἔνδον ὁ νοῦς, ὡς οὐδὲν ἀνδρῶδες ἢ νεανι‐ | |
5 | κὸν ἔχων, ἀλλὰ βλακώδης τις καὶ ἔκλυτος ὤν, καὶ πλῆθος προδοτῶν ἐκ τοῦ δήμου τῶν λογισμῶν περὶ τὸν κατάσκοπον συγκροτεῖται. οὗτοι δέ εἰσιν οἱ προδόται, περὶ ὧν φησιν ὁ κύριος, ὅτι Ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ οἱ ἐκ τῆς καρδίας ἐκπορευόμενοι καὶ κοινοῦντες τὸν ἄνθρωπον, ὧν | |
10 | τὰ ὀνόματα σαφῶς ἔστιν ἐκ τοῦ εὐαγγελίου μαθεῖν. τὸ δὲ ἀπὸ τούτου οὐκέτι ἄν σοι γένοιτο δυσχερὲς δι’ ἀκολούθου τὰ καθ’ ἕκαστον τῆς πολεμικῆς ἐκείνης διασκευῆς κατανοῆσαι· τοὺς ἐκ τοῦ ἀφανοῦς προλοχίζοντας, οἷς περιπίπτουσιν οἱ ἀπροόπτως κατὰ τὴν τοῦ βίου ὁδὸν πορευόμενοι· οἱ γὰρ ἐν | |
15 | σχήματι φιλίας καὶ εὐνοίας πρὸς τὸν τῆς ἁμαρτίας ὄλεθρον καθέλκοντες τὸν πειθόμενον οὗτοί εἰσιν οἱ κατὰ τὰς ὁδοὺς ἐνεδρεύοντες, οἱ τῆς ἡδονῆς ἐπαινέται, οἱ πρὸς τὰ θέατρα χειραγωγοῦντες, οἱ τοῦ κακοῦ τὴν εὐκολίαν ὑποδεικνύοντες, | |
καὶ δι’ ὧν ποιοῦσι πρὸς τὴν τῶν ὁμοίων μίμησιν ἐκκαλούμενοι, | 431 | |
5.432 | ἀδελφοὺς ἑαυτοὺς καὶ φίλους ἐπ’ ὀλέθρῳ τῶν ἀπολλυμένων κατονομάζοντες. περὶ ὧν γέγραπται, ὅτι Πᾶς ἀδελφὸς πτέρνῃ πτερνιεῖ, καὶ πᾶς φίλος δόλῳ πορεύσεται. εἰ δὴ νενοήκαμεν τὰς ἐνέδρας, σαφὲς ἂν εἴη καὶ τὸ τῶν σφενδονητῶν τε καὶ | |
5 | τοξοτῶν καὶ ἀκοντιστῶν στῖφος. οἱ γὰρ ὑβρισταί τε καὶ θυμώδεις καὶ λοίδοροι τῷ προκατάρχειν τῶν ὕβρεων ἀντὶ βελῶν ἢ λίθων τοὺς παροξυντικοὺς λόγους ἀποτοξεύοντες καὶ σφενδονῶντες, καὶ ἀκοντίζοντες μέσην τιτρώσκουσι τὴν καρδίαν τῶν ἀθωρακίστως καὶ ἀφυλάκτως διοδευόντων. τὸ | |
10 | δὲ τοῦ τύφου καὶ τῆς ὑπερηφανίας πάθος εἰς τὸ γαυρίαμα τῶν ἵππων μετενεγκών τις οὐκ ἂν ἁμάρτοι. ἵπποι γάρ εἰσί τινες ἀτεχνῶς ὑψαύχενές τε καὶ ὑψικάρηνοι ... τοῖς ὑπερόγ‐ κοις τοῦ τύφου ῥήμασιν οἷόν τισιν ὁπλαῖς κοίλαις τοὺς μετρίους | |
κατακροαίνοντες· περὶ ὧν φησιν ἡ γραφή, ὅτι Μὴ | 432 | |
5.433 | ἐλθέτω μοι ποὺς ὑπερηφανίας. τὰ δὲ μηχανήματα, δι’ ὧν λύεται ἡ ἁρμονία τοῦ τείχους, καλῶς ἄν τις τὴν φιλοχρηματίαν κατονομάσειεν. οὐδὲν γὰρ οὕτως ἐστὶ βαρὺ καὶ δυσάντητον ἐν τῇ τῶν πολεμίων παρασκευῇ ὡς τὸ τῆς φιλαργυρίας | |
5 | μηχάνημα. κἂν ὅτι μάλιστα τὰς ἄλλας ἀρετὰς διὰ τῆς ἐναρμονίου συνθέσεως ταῖς ψυχαῖς περιοικοδομήσωσιν, οὐδὲν ἧττον καὶ διὰ τῶν τοιούτων πολλάκις εἰσδύεται τὸ μηχάνημα. ἔστι γὰρ ἰδεῖν καὶ διὰ σωφροσύνης τὴν φιλοχρηματίαν εἰσπίπτουσαν καὶ πίστεως καὶ μυστηρίων ἀκριβείας ἐγκρα‐ | |
10 | τείας τε καὶ ταπεινοφροσύνης καὶ τῶν τοιούτων πάντων ἐντὸς γινομένην τὴν βαρεῖαν ταύτην καὶ ἄμαχον τοῦ κακοῦ προσβολήν, ὅθεν τινὲς ἐγκρατεῖς τε καὶ σώφρονες καὶ περὶ τὴν πίστιν διάπυροι καὶ κατεσταλμένοι τὸν τρόπον καὶ διὰ τῶν ἠθῶν μετριάζοντες πρὸς ταύτην μόνην ἀντισχεῖν τὴν | |
15 | νόσον ἀδυνατοῦσιν. Εἰ οὖν νενόηται ἡμῖν τῶν πολεμίων τὸ στῖφος, καιρὸς ἂν εἴη τοῦ πολεμεῖν. οὐκ ἂν δέ τις θαρσήσειε τὴν τῶν ἐναντίων παράταξιν μὴ τῇ πανοπλίᾳ τοῦ ἀποστόλου φραξάμενος. πάντως δὲ οὐδεὶς ἀγνοεῖ τὸν τρόπον τῆς θείας ἐκείνης | |
20 | ὁπλίσεως, δι’ ἧς ἄτρωτον ποιεῖ τοῖς ἐναντίοις βέλεσι τὸν πρὸς τὴν φάλαγγα τῶν πολεμίων ἱστάμενον. διελὼν γὰρ εἰς εἴδη τὰς ἀρετὰς ὁ ἀπόστολος ἴδιον ὅπλον ἑκάστου τῶν ἐν ἡμῖν καιρίων ἕκαστον ἀρετῆς εἶδος πεποίηται. τῇ πίστει γὰρ τὴν δικαιοσύνην ἐμπλέξας καὶ συνυφήνας διὰ τούτων | |
25 | κατασκευάζει τῷ ὁπλίτῃ τὸν θώρακα, καλῶς καὶ | 433 |
5.434 | ἀσφαλῶς δι’ ἀμφοτέρων θωρακίζων τὸν στρατιώτην. οὐ γὰρ ἔστιν ἕτερον τοῦ ἑτέρου διεζευγμένον ἀσφαλὲς ὅπλον ἐφ’ ἑαυτοῦ τῷ μεταχειριζομένῳ γενέσθαι. οὔτε γὰρ ἡ πίστις χωρὶς τῶν ἔργων τῆς δικαιοσύνης ἱκανὴ περισώσασθαι, οὐδ’ | |
5 | αὖ πάλιν ἡ τοῦ βίου δικαιοσύνη ἀσφαλὴς εἰς σωτηρίαν ἐστὶ καθ’ ἑαυτὴν διεζευγμένη τῆς πίστεως. διὰ τοῦτο καθάπερ ὕλας τινὰς τῷ ὅπλῳ τούτῳ τὴν πίστιν τε καὶ τὴν δικαιοσύνην συμπλέξας τὸ περικάρδιον μέρος τοῦ ὁπλίτου κατασφαλίζε‐ ται· ἐν γὰρ τῷ θώρακι ἡ καρδία νοεῖται. τὴν δὲ κεφαλὴν τοῦ | |
10 | ἀριστέως τῇ ἐλπίδι κατασφαλίζεται, σημαίνων, ὅτι προσήκει τοῦ καλοῦ στρατιώτου τὴν ἐλπίδα τῶν ὑψηλῶν οἷόν τινα λοφιὰν εἰς τὸ ἄνω νεύειν. ὁ δὲ θυρεός, τὸ σκεπαστήριον ὅπλον, ἡ ἀρραγὴς πίστις ἐστίν, ἧς ἡ τῶν ἀκίδων ἀκμὴ διαδυῆναι οὐ δύναται. ἀκίδας δὲ πάντως τὰς παρὰ τῶν | |
15 | πολεμίων ἐκτοξευομένας τὰς ποικίλας προσβολὰς τῶν παθημά‐ των νοήσωμεν. τὸ δὲ ἀμυντήριον ὅπλον, ὃ τὴν δεξιὰν ὁπλίζει τοῦ κατὰ τῶν ἐχθρῶν ἀριστεύοντος, τὸ ἅγιον πνεῦμά ἐστι, φοβερὸν μὲν τῷ ὑπεναντίῳ, τῷ δὲ μεταχειριζομένῳ σωτήριον. πᾶσα δὲ ἡ εὐαγγελικὴ διδασκαλία τοῖς ποσὶ ποιεῖ τὴν | |
20 | ἀσφάλειαν, ὡς μηδὲν τοῦ σώματος εὑρεθῆναι γυμνὸν καὶ πρὸς | |
πληγὴν ἐπιτήδειον. | 434 | |
5.435 | Εἰ οὖν μεμαθήκαμεν, οἷς τε πολεμεῖν χρὴ καὶ ὅπως τῆς μάχης ἀντιλαμβάνεσθαι, μαθεῖν προσήκει καὶ τὸ ἕτερον μέρος, οἷς ἔνσπονδον εἶναι καὶ εἰρηνικὸν ὁ λόγος διαμαρτύρε‐ ται. τίς οὖν ὁ ἀγαθὸς στρατός, ᾧ διὰ τῆς εἰρήνης ἐμαυτὸν | |
5 | οἰκειώσω; τίς δὲ ὁ τοῦ τοιούτου στρατοῦ βασιλεύς; ἦ δῆλόν ἐστιν, ἀφ’ ὧν παρὰ τῆς θεοπνεύστου γραφῆς ἀκηκόαμεν, ὅτι στρατιᾶς οὐρανίου ἡ παράταξις τῶν ἀγγέλων ἐστίν. Ἐγένετο γάρ, φησί, πλῆθος οὐρανίου στρατιᾶς αἰνούντων τὸν θεόν. καὶ ὁ Δανιὴλ μυρίας μυριάδας παρεστώτων ὁρᾷ καὶ χι‐ | |
10 | λιάδων χιλιάδας ἐν τοῖς λειτουργοῦσι βλέπει. καὶ οἱ προφῆται τὸ τοιοῦτον μαρτύρονται, κύριον στρατιῶν καὶ κύριον δυνάμεων τὸν τοῦ παντὸς ὀνομάζοντες κύριον. καὶ πρὸς τὸν τοῦ Ναυῆ Ἰησοῦν ὁ δυνατὸς ἐν πολέμῳ Ἐγώ, φησίν, ὁ ἀρχιστράτη‐ γός εἰμι τῆς δυνάμεως. εἰ δὴ νενοήκαμεν, τίς ἐστιν ἡ ἀγαθὴ | |
15 | συμμαχία καὶ τίς ὁ τῶν συμμάχων τούτων ἡγούμενος, σπονδὰς πρὸς αὐτὸν ποιησώμεθα, προσδράμωμεν αὐτοῦ τῇ δυναστείᾳ, φίλοι γενώμεθα τοῦ τοσαύτην δύναμιν κεκτημένου. τίς δὲ ὁ τρόπος τῆς πρὸς αὐτὸν οἰκειώσεως διδάσκει ὁ τῆς | |
φιλίας ταύτης συναγωγεὺς, ὁ μέγας ἀπόστολος, ἐν οἷς φησι· | 435 | |
5.436 | Δικαιωθέντες οὖν ἐκ πίστεως εἰρήνην ἔχωμεν πρὸς τὸν θεόν, καὶ πάλιν· Ὑπὲρ Χριστοῦ πρεσβεύομεν ὡς τοῦ θεοῦ παρακαλοῦντος δι’ ἡμῶν· δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλά‐ γητε τῷ θεῷ. ἕως γὰρ ἦμεν Τέκνα φύσει ὀργῆς ἐν τῷ ποιεῖν | |
5 | τὰ μὴ καθήκοντα, τοῖς ἀνθεστηκόσι τῇ δεξιᾷ τοῦ ὑψίστου συνετετάγμεθα· ἀποθέμενοι δὲ τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας ἐν τῷ ὁσίως καὶ δικαίως καὶ εὐσεβῶς ζῆν διὰ τῆς εἰρήνης ταύτης τῇ ἀληθινῇ εἰρήνῃ συναφθησόμεθα. οὕτως γὰρ περὶ αὐτοῦ φησι ὁ ἀπόστολος, ὅτι Αὐτός ἐστιν ἡ εἰρήνη | |
10 | ἡμῶν. οὗτος ὁ λόγος πάντων τῶν κατὰ καιρὸν γινομένων τὸ πέρας ἐστὶ καὶ τὸ κεφάλαιον. πάντα γὰρ ἐν καιρῷ ποιεῖν ἐδιδάχθημεν, ἵνα τοῦτο ἑαυτοῖς κατορθώσωμεν τὸ εἰρήνην ἔχειν πρὸς τὸν θεὸν διὰ τοῦ πολεμίως διατεθῆναι πρὸς τὸν ἀντίπαλον. πάντως δὲ κἂν τὰς ἀρετάς τις εἴπῃ τὸν εἰρηναῖον | |
15 | στρατόν, πρὸς ἃς χρὴ φιλικῶς ἔχειν ἡμᾶς, οὐκ ἔξω τῆς ἀποδοθείσης διανοίας ἄξει τὸν λόγον, διότι πᾶν ἀρετῆς ὄνομά τε καὶ νόημα εἰς τὸν κύριον τῶν ἀρετῶν ἀναφέρεται. Καὶ τί ἄν τις ἐν τοῖς τοιούτοις τὸν λόγον μηκύνοι, ἱκανῶν ὄντων καὶ τῶν εἰρημένων ἐκκαλύψαι τὴν τοῖς ῥητοῖς ἐγκει‐ | |
20 | μένην διάνοιαν; ἀλλ’ ἐπειδὴ διὰ τούτων ἐπῆρέ πως τὴν ψυχὴν τοῦ προπαιδευθέντος ἐν τοῖς ὑψηλοῖς τούτοις μαθήμασι, πάλιν ἀνάγει πρὸς ὑψηλήν τινα κατάστασιν τὴν ψυχὴν τοῦ ἑπομένου τῷ λόγῳ καί φησι· Τίς περισσεία τοῦ ποιοῦντος, ἐν | |
οἷς αὐτὸς μοχθεῖ; ὅπερ ἴσον ἐστὶ τῷ εἰπεῖν· τί ἐκ τῶν | 436 | |
5.437 | πόνων τῷ ἀνθρώπῳ πλέον, ἐξ ὧν οὐδέν ἐστι πλέον; γεωργεῖ, ναυτίλλεται, στρατιωτικοῖς ἐγκακοπαθεῖ πόνοις, ἐμπορεύεται, κτᾶται, ζημιοῦται, κερδαίνει, δικάζεται, μάχεται· ἡττηθεὶς ἀπῆλθε, τὴν νικῶσαν φέρεται ψῆφον· ταλανίζεται, μακαρίζε‐ | |
5 | ται· μένει ἐφέστιος, ἐν ἀλλοτρίοις πλανᾶται· πάντα ὅσα κατὰ τὸν βίον ὁρῶμεν ἐν ποικίλοις ἐπιτηδεύμασιν ἄλλα ἐν ἄλλοις, τί φέρει πλέον τῷ διὰ τῶν τοιούτων τὸν ἴδιον δαπα‐ νῶντι βίον ἡ περὶ ταῦτα σπουδή; οὐχ ὁμοῦ τε τοῦ ζῆν ἐπαύσατο καὶ λήθῃ συνεκαλύφθη τὰ πάντα· καὶ μονωθεὶς | |
10 | τῶν ἐσπουδασμένων γυμνὸς οἴχεται, ἐπαγόμενος μεθ’ ἑαυτοῦ τῶν τῇδε πραγμάτων οὐδὲν πλὴν τῆς ἐπὶ τοῖς πράγμασι συνειδήσεως μόνης; παρ’ ἧς τρόπον τινὰ αὕτη μετὰ τοῦτο γίνεται πρὸς τὸν ἄνθρωπον ἡ φωνὴ τὸν διὰ τῶν τοιούτων ἀσχολιῶν ἐμπλανηθέντα τῷ βίῳ, ὅτι· τίς περισσεία γέγονέ | |
15 | σοι τῶν πολλῶν ἐκείνων πόνων, ἐν οἷς ἐμόχθησας; ποῦ αἱ λαμπραὶ οἰκίαι; ποῦ τὰ κατορωρυγμένα βαλλάντια; ποῦ αἱ χαλκαῖ εἰκόνες καὶ αἱ τῶν εὐφημούντων φωναί; ἰδοὺ πῦρ καὶ μάστιγες καὶ ἡ ἀδέκαστος κρίσις καὶ ἡ ἀπαραλόγιστος τῶν βεβιωμένων ἐξέτασις. | |
20 | Τίς περισσεία τοῦ ποιοῦντος, ἐν οἷς αὐτὸς μοχθεῖ; καὶ | |
μετὰ ταῦτα, Εἶδον, φησί, τὸν περισπασμόν, ὃν ἔδωκεν | 437 | |
5.438 | ὁ θεὸς τοῖς υἱοῖς τῶν ἀνθρώπων τοῦ περισπᾶσθαι ἐν αὐτῷ. τὰ σύμπαντα, ἃ ἐποίησε καλὰ ἐν καιρῷ αὐτοῦ, καί γε σὺν τὸν αἰῶνα ἔδωκεν ἐν καρδίᾳ αὐτῶν, ὅπως μὴ εὕρῃ ἄνθρωπος τὸ ποίημα, ὃ ἐποίησεν ὁ θεὸς ἀπ’ ἀρχῆς μέχρι τέλους. τί | |
5 | ταῦτα λέγει; ἐπέγνων, φησίν, ὅθεν περιεσπάσθη τῆς ζωῆς ἡ ἀνθρωπίνη φύσις, ἐκ τῶν θείων εὐεργεσιῶν τὰς ἀφορμὰς λαβοῦσα. ὁ μὲν γὰρ ἐπ’ ἀγαθῷ τὰ πάντα ἐποίησε καὶ λογισμὸν ἔδωκε τοῖς τῶν ὄντων μετέχουσι διακριτικὸν τοῦ βελτίονος, δι’ οὗ ἡ εὐκαιρία τῆς ἑκάστου χρήσεως ἐπιγνωσθεῖσα τὴν | |
10 | τοῦ καλοῦ αἴσθησιν τοῖς κεχρημένοις χαρίζεται. ἐπειδὴ δὲ ἀπεσφάλη τῆς ὀρθῆς περὶ τῶν ὄντων κρίσεως διὰ πονηρᾶς συμβουλῆς παρατραπεὶς τοῦ καθεστῶτος ὁ λογισμός, ἡ ὑπαλλαγὴ τοῦ καιροῦ τὸ ἀφ’ ἑκάστου χρήσιμον εἰς ἐναντίαν ἔτρεψε πεῖραν. ὥσπερ εἴ τις ἐπὶ τραπέζης πᾶσαν προθεὶς | |
15 | παρασκευὴν εὐωχίας καὶ σκεύη τινὰ πρὸς τὴν τῆς τροφῆς συνεργίαν ἐπιτηδείως ἔχοντα συμπαραθείη, οἷα δὴ παρὰ τῶν τὰ τοιαῦτα φιλοτεχνούντων κατασκευάζεται, ἢ λεπτὰς μαχαίρας, δι’ ὧν οἱ δαιτυμόνες ἑαυτοῖς τι διαιροῦν‐ ται τῶν προτεθέντων, ἢ τὰς ἀργυρᾶς περόνας, αἷς ἡ | |
20 | συμπεφυκυῖα κατὰ τὸ ἕτερον μέρος κοιλότης πρὸς τὸ | 438 |
5.439 | ἔτνος ἐπιτηδείως ἔχειν πεποίηται· ἔπειτά τις τῶν ἐπ’ εὐωχίᾳ συγκεκλημένων ὑπαλλάξας τῶν προκειμένων τὴν χρῆσιν ἑκάστῳ πρὸς τὰ μὴ δέοντα χρῷτο καὶ τῇ μαχαίρᾳ μὲν ἢ ἑαυτὸν ἤ τινα τῶν παρανακειμένων τέμοι, τῇ δὲ περόνῃ τὸν | |
5 | ὀφθαλμὸν ἢ τοῦ πέλας ἢ τὸν ἑαυτοῦ ἐκκεντήσειεν· εἴποι τις ἄν, ὅτι τῇ παρασκευῇ τοῦ ἑστιάτορος ὁ δεῖνα εἰς κακὸν ἀπεχρήσατο, οὐ τοῦ παρασκευάσαντος τὴν αἰτίαν τῶν ἐκβησομένων προετοιμάσαντος, ἀλλὰ τῆς κακῆς τῶν προτε‐ θέντων χρήσεως εἰς τοῦτο τὸ πάθος προαγαγούσης τὸν | |
10 | ἀβούλως τοῖς προκειμένοις χρησάμενον· οὕτως, φησίν, ἔγνων καὶ ἐγώ, ὅτι παρὰ τοῦ θεοῦ μὲν γέγονεν ἕκαστον ἐπὶ παντὶ τῷ βελτίονι, εἴπερ ἐν καιρῷ κατὰ τὸ προσῆκον ἡ ἑκάστου γίνοιτο χρῆσις, ἡ δὲ παρατροπὴ τῆς ὀρθῆς περὶ τῶν ὄντων κρίσεως εἰς ἀφορμὴν κακῶν τὰ ἀγαθὰ περιήγαγεν. | |
15 | οἷον τί λέγω; τί γλυκύτερον τῆς τῶν ὀφθαλμῶν ἐνεργείας; ἀλλ’ ὅταν ἡ ὄψις πάθους ὑπηρέτις γίνηται τοῖς τοιούτοις, τὸ ἐπ’ εὐεργεσίᾳ γενόμενον αἴτιον κακοῦ γεγενῆσθαι λέγεται· ὅπερ οὐδὲν ἄλλο ἐστὶν ἢ ὅτι κακῶς τῷ καλῷ τις χρησά‐ μενος πάθος τὴν χρῆσιν ἐποίησεν. οὕτω καὶ τὰ ἄλλα πάντα, | |
20 | ὅσα παρὰ τοῦ θεοῦ ἔχει ἡ φύσις, ἐν τῇ προαιρέσει τῶν | 439 |
5.440 | κεχρημένων κεῖται ἢ καλῶν ἢ κακῶν ὕλη γενέσθαι. διό φησι· Τὰ σύμπαντα, ἃ ἐποίησε καλὰ ἐν καιρῷ αὐτοῦ, καί γε σὺν τὸν αἰῶνα ἔδωκεν ἐν καρδίᾳ αὐτῶν. ὁ δὲ αἰὼν διαστηματικόν τι νόημα ὢν πᾶσαν δι’ ἑαυτοῦ σημαίνει τὴν κτίσιν τὴν ἐν | |
5 | αὐτῷ γενομένην. οὐκοῦν ἐκ τοῦ περιέχοντος ἅπαν τὸ ἐμ‐ περιεχόμενον δείκνυσιν ὁ λόγος. πάντα οὖν ὅσα ἐν τῷ αἰῶνι γέγονεν, ἔδωκε τῇ ἀνθρωπίνῃ καρδίᾳ ἐπ’ ἀγαθῷ ὁ θεός, ὥστε ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναθεωρεῖν δι’ αὐτῶν τὸν ποιήσαντα. οἱ δὲ δι’ ὧν εὐεργετήθησαν, διὰ | |
10 | τούτων ἐβλάβησαν τῷ μὴ κατὰ τὸ δέον ἑκάστῳ καὶ πρὸς τὸ λυσιτελοῦν ἀποχρήσασθαι. διὰ τοῦτό φησιν· Ὅπως μὴ εὕρῃ ἄνθρωπος τὸ ποίημα, ὃ ἐποίησεν ὁ θεός, ὅπερ σημαίνει, ὅτι διὰ τοῦτο ἐπεκράτησεν ἡ ἀπάτη τῆς ἀνθρωπίνης ψυχῆς, ὅπως μὴ ἐπιγνῷ τὸ ἀγαθὸν Ποίημα, ὃ ἐποίησεν ὁ θεὸς ἐπὶ | |
15 | τῷ τῆς ὠφελείας σκοπῷ, ἐν πᾶσι τοῖς γεγονόσιν ἀπ’ ἀρχῆς τῆς κτίσεως καὶ μέχρι τῆς τοῦ παντὸς συμπληρώσεως οὐδενὸς ἐν τοῖς οὖσιν ὄντος κακοῦ· οὐδὲ γὰρ ἔχει φύσιν ἐξ ἀγαθοῦ κακόν τι φῦναι. εἰ δὲ ἀγαθὸς ὁ τῶν πάντων αἴτιος, | |
ἀγαθὰ πάντως, ὅσα ἐκ τοῦ ἀγαθοῦ τὴν ὑπόστασιν ἔχει. | 440 | |
5.441 | Εἶτα, Ἔγνων, φησίν, ὅτι οὐκ ἔστιν ἀγαθὸν ἐν αὐτοῖς, εἰ μὴ τοῦ εὐφρανθῆναι καὶ τοῦ ποιεῖν ἀγαθὸν ἐν ζωῇ αὐτοῦ. ἀνακεφαλαιοῦται τῷ λόγῳ τὰ εἰρημένα. εἰ γὰρ ἡ ἐν καιρῷ τῶν θείων ποιημάτων χρῆσις τὸ καλὸν ὁρίζει τῇ ἀνθρωπίνῃ | |
5 | ζωῇ, ἓν ἂν εἴη καλὸν ἡ διηνεκὴς ἐπὶ τοῖς καλοῖς εὐφροσύνη, ἥτις ἐκ τῶν ἀγαθῶν ἔργων γεννᾶται. ἡ γὰρ τῶν ἐντολῶν ἐργασία νῦν μὲν διὰ τῆς ἐλπίδος εὐφραίνει τὸν τῶν καλῶν προϊστάμενον ἔργων, μετὰ ταῦτα δὲ ἡ ἀπόλαυσις τῶν ἀγαθῶν τὴν ἐλπίδα ἐκδεξαμένη ἀΐδιον τοῖς ἀξίοις τὴν | |
10 | εὐφροσύνην προτίθησιν, ὅτε φησὶν ὁ κύριος τοῖς τὸ ἀγαθὸν πεποιηκόσιν, ὅτι Δεῦτε οἱ εὐλογημένοι, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν. καὶ ὅπερ ἐστὶν ἡ βρῶσις καὶ ἡ πόσις τῷ σώματι, δι’ ὧν συντηρεῖται ἡ φύσις, τοῦτό ἐστι τῇ ψυχῇ τὸ πρὸς τὸ ἀγαθὸν βλέπειν· καὶ τοῦτο ὡς | |
15 | ἀληθῶς δόμα ἐστὶ θεοῦ τὸ ἐνατενίζειν θεῷ. τοῦτο γάρ ἐστι τὸ νόημα, ὃ ἐν τοῖς ἐφεξῆς εἰρημένοις διερμηνεύεται. ἔχει δὲ ἡ λέξις οὕτως· Καί γε πᾶς ἄνθρωπος, ὃς φάγεται καὶ πίεται καὶ ἴδῃ ἀγαθὸν ἐν παντὶ μόχθῳ αὐτοῦ, τοῦτο δόμα θεοῦ ἐστιν. ὡς γὰρ ὁ ἄνθρωπος, φησίν, ὁ σαρκώδης | |
20 | ἐν τῷ φαγεῖν καὶ πιεῖν τὴν ἰσχὺν ἔχει, οὕτως ὁ τὸ ἀγαθὸν | |
βλέπων (ἀγαθὸν δὲ ἀληθινὸν ὁ μόνος ἀγαθὸς ἂν εἴη) δόμα | 441 | |
5.442 | θεοῦ ἔχει ἐν παντὶ μόχθῳ αὐτοῦ αὐτὸ τοῦτο τὸ πρὸς τὸ ἀγαθὸν ἀεὶ βλέπειν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. | |
Ἀμήν. | 442 |