TLG 2017 028 :: GREGORIUS NYSSENUS :: In sextum Psalmum GREGORIUS NYSSENUS Theol. In sextum Psalmum Source: McDonough, J. (ed.), Gregorii Nysseni opera, vol. 5. Leiden: Brill, 1962: 187–193. Citation: Volume — page — (line) | ||
5.187(1t) | ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ | |
2t | ΕΙΣ ΤΟΝ ΕΚΤΟΝ ΨΑΛΜΟΝ ΠΕΡΙ ΤΗΣ ΟΓΔΟΗΣ | |
---|---|---|
3 | Οἱ ἐκ δυνάμεως εἰς δύναμιν πορευόμενοι κατὰ τὴν προφητικὴν εὐλογίαν καὶ τὰς καλὰς ἀναβάσεις ἐν ταῖς | |
5 | ἑαυτῶν καρδίαις διατιθέμενοι, ὅταν τινὸς ἀγαθοῦ νοήματος δράξωνται, χειραγωγοῦνται δι’ ἐκείνου πρὸς ὑψηλότερον νόημα δι’ οὗ γίνεται τῇ ψυχῇ ἡ ἐπὶ τὸ ὕψος ἀνάβασις. καὶ οὕτως ἀεὶ τοῖς ἔμπροσθεν ἐπεκτεινόμενος οὐδέποτε τῆς ἀγαθῆς ἀνόδου παύσεται ἀεὶ διὰ τῶν ὑψηλῶν νοημάτων | |
10 | πρὸς τὴν τῶν ὑπερκειμένων κατανόησιν ὁδηγούμενος. ταῦτα εἶπον, ἀδελφοί, πρὸς ὑμᾶς, τῷ ἕκτῳ τῶν ψαλμῶν προσέχων τὴν διάνοιαν καὶ βλέπων τὴν ἀναγκαίαν τῆς τάξεως ἀκολου‐ θίαν, πῶς μετὰ τὴν κληρονομοῦσαν ὁ περὶ τῆς ὀγδόης ἡμῖν προσετέθη λόγος. πάντως δὲ οὐκ ἀγνοεῖτε τὸ τῆς ὀγδόης | |
15 | μυστήριον. οὐ γὰρ δὴ πρὸς Ἰουδαικὰς ὑπολήψεις εἰκός ἐστιν ὑποφέρεσθαί τινων τὴν διάνοιαν· οἱ περὶ τὰ ἀσχήμονα τοῦ σώματος ἡμῶν τὸ μεγαλοφυὲς τοῦ μυστηρίου τῆς ὀγδόης κατάγοντες τὸν τῆς περιτομῆς νόμον καὶ τὸ μετὰ | |
τὴν λοχείαν καθάρσιον καὶ τὰ τοιαῦτα λέγουσι τῷ ἀριθμῷ | 187 | |
5.188 | τῆς ὀγδόης καταμηνύεσθαι. ἡμεῖς δὲ διδαχθέντες παρὰ τοῦ μεγάλου Παύλου ὅτι ὁ νόμος πνευματικός ἐστι, κἂν ἐν τοῖς μνη‐ μονευθεῖσι νόμοις ὁ ἄριθμος οὗτος ἐμφέρηται νομοθετῶν καὶ τῷ ἄρρενι τὴν περιτομὴν καὶ τῇ γυναικὶ τὴν ἐπὶ καθα‐ | |
5 | ρισμοῦ θυσίαν, οὔτε ἀποβάλλομεν τὸν νόμον οὔτε ταπεινῶς ἐκδεχόμεθα εἰδότες ὅτι ἀληθῶς τῇ ὀγδόῃ γίνεται ἡ ἀληθινὴ περιτομὴ διὰ τῆς πετρίνης μαχαίρας ἐνεργουμένη. νοεῖς δὲ πάντως διὰ τῆς τεμνούσης τὸ ἀκάθαρτον πέτρας αὐτὴν τὴν πέτραν ἥτις ἐστὶν ὁ Χριστός, τουτέστι τῆς ἀληθείας | |
10 | ὁ λόγος, καὶ ὅτι τότε παύεται ἡ ῥυπῶσα τῶν τοῦ βίου πραγμάτων ῥύσις, τῆς ἀνθρωπίνης ζωῆς μεταστοιχειωθείσης πρὸς τὸ θειότερον. ὡς δ’ ἂν πᾶσι γένοιτο δῆλον τὸ ἐν τοῖς τοιούτοις νοούμενον, σαφέστερον, ὅπως ἂν οἷός τε ὦ, τὸν λόγον ἐκθήσομαι. ὁ τοῦ βίου τούτου χρόνος ἐν τῇ πρώτῃ | |
15 | δημιουργίᾳ τῆς κτίσεως διὰ μιᾶς ἑβδομάδος ἡμερῶν συνεπληρώθη. ἤρξατό τε γὰρ ἀπὸ τῆς πρώτης ἡ τῶν ὄντων δημιουργία καὶ τῇ ἑβδόμῃ συγκατέληξε τὸ πέρας τῆς κτίσεως. Ἐγένετο γὰρ ἡμέρα μία, φησίν, ἐν ᾗ τὰ πρῶτα ἐγένετο· καὶ οὕτως ἐν τῇ δευτέρᾳ τὰ δεύτερα, καὶ | |
20 | ἀκολούθως ἕως τῶν ἓξ ἅπαντα. ἡ δὲ ἑβδόμη πέρας γενομένη τῆς κτίσεως ἐν ἑαυτῇ περιέγραψε τὸν συμπαρεκτεινόμενον τῇ κατασκευῇ τοῦ κόσμου χρόνον. ὡς τοίνυν οὔτε οὐρανὸς ἐξ ἐκείνου γέγονεν ἄλλος οὔτε τι ἕτερον τῶν τοῦ κόσμου μερῶν προσετέθη τοῖς ἐξ ἀρχῆς γεγονόσιν, ἀλλ’ ἔστη ἐφ’ | |
25 | ἑαυτῆς ἡ κτίσις ἀπροσδεὴς καὶ ἀμείωτος ἐν τοῖς μέτροις ἑαυτῆς διαμείνασα· οὕτως οὔτε χρόνος ἄλλος παρὰ τὸν τῇ παρασκευῇ τοῦ κόσμου συναναδειχθέντα ἐγένετο, ἀλλὰ | |
περιωρίσθη τῇ ἑβδομάδι τῶν ἡμερῶν ἡ τοῦ χρόνου φύσις. καὶ | 188 | |
5.189 | τούτου χάριν ὅταν ἐκμετρῶμεν ταῖς ἡμέραις τὸν χρόνον, ἀπὸ τῆς μιᾶς ἀρχόμενοι καὶ τῇ ἑβδόμῃ τὸν ἀριθμὸν κατακλεί‐ οντες πάλιν ἐπὶ τὴν μίαν ἀναποδίζομεν, ἀεὶ διὰ τοῦ κύκλου τῶν ἑβδομάδων ἀναμετροῦντες ὅλον τὸ τοῦ χρόνου διάστημα, | |
5 | ἕως ἂν παρελθόντων τῶν κινουμένων καὶ παυσαμένης ποτὲ τῆς ῥοώδους τοῦ κόσμου κινήσεως, καθώς φησιν ὁ ἀπόστολος, ἔλθῃ τὰ μηκέτι σαλευόμενα, ὧν μεταβολὴ καὶ ἀλλοίωσις οὐκέτι ἅπτεται, ἐν τοῖς αὐτοῖς ὡσαύτως ἀεὶ πρὸς τοὺς ἐφεξῆς αἰῶνας διαμενούσης ἐκείνης τῆς κτίσεως, ἐν ᾗ | |
10 | γίνεται ἡ ἀληθινὴ περιτομὴ τῆς ἀνθρωπίνης φύσεως ἐν τῇ τῆς σωματικῆς ζωῆς περιαιρέσει καὶ τὸ ἀληθινὸν καθάρσιον τοῦ ἀληθινοῦ ῥύπου. ῥύπος δὲ ἀνθρώπου ἡ ἁμαρτία ἡ συναποτικτομένη τῇ ἀνθρωπίνῃ φύσει (ὅτι Ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου), ἣν ὁ τὸν καθαρισμὸν τῶν | |
15 | ἁμαρτιῶν ἡμῶν ποιησάμενος τότε εἰς τὸ παντελὲς ἐκκαθαίρει ἐξαναλίσκων ἐκ τῆς τῶν ὄντων φύσεως πᾶν ὅσον αἱματῶδές τε καὶ ῥυπαρὸν καὶ ἀκρόβυστον. καὶ οὕτω δεχόμεθα τὸν περὶ τῆς ὀγδόης νόμον τὸν καθαίροντά τε καὶ περιτέμνοντα, διότι τοῦ ἑβδομαδικοῦ παυσαμένου | |
20 | χρόνου ἐνστήσεται ἡμέρα ὀγδόη μετὰ τὴν ἑβδόμην, ὀγδόη μὲν λεγομένη ὅτι μετὰ τὴν ἑβδόμην γίνεται, οὐκέτι δὲ τὴν τοῦ ἀριθμοῦ διαδοχὴν ἐφ’ ἑαυτῆς δεχομένη. μία γὰρ εἰς τὸ διηνεκὲς παραμένει οὐδέποτε νυκτερινῷ διαιρουμένη ζόφῳ. ἄλλος γὰρ αὐτὴν ποιεῖ ἥλιος ὁ τὸ ἀληθινὸν φῶς | |
25 | ἀπολάμπων· ὃς ἐπειδὰν ἅπαξ ἐπιφαύσῃ ἡμῖν, καθώς φησιν ὁ ἀπόστολος, οὐκέτι ἐν δυσμαῖς κρύπτεται, ἀλλὰ πάντα τῇ φωτιστικῇ ἑαυτοῦ δυνάμει περιπτυξάμενος διηνεκές τε καὶ ἀδιάδοχον τοῖς ἀξίοις τὸ φῶς ἐμποιεῖ καὶ αὐτοὺς | |
τοὺς μετέχοντας τοῦ φωτὸς ἐκείνου ἄλλους ἡλίους ἀπερ‐ | 189 | |
5.190 | γαζόμενος, καθώς φησιν ἐν τῷ εὐαγγελίῳ ὁ λόγος, ὅτι Τότε οἱ δίκαιοι λάμψουσιν ὡς ὁ ἥλιος. Ἐπεὶ οὖν ὑπὲρ τῆς κληρονομούσης ἐν τῷ προλαβόντι ψαλμῷ τὸν λόγον πεποίηται, ἡ δὲ κληρονομία ἐν τῇ ὀγδόῃ | |
5 | τοῖς ἀξίοις ἀπόκειται, ἐν ταύτῃ δὲ καὶ ἡ δικαία τοῦ θεοῦ γίνεται κρίσις ἑκάστῳ τὸ κατ’ ἀξίαν νέμουσα, καλῶς ὁ προφήτης τῇ περὶ τῆς ὀγδόης μνήμῃ τὸν περὶ τῆς μετανοίας συνεισήγαγε λόγον. τίς γὰρ τῆς φοβερᾶς τοῦ Χριστοῦ κρίσεως μνήμην λαβὼν οὐκ εὐθὺς ἐν τῷ συνειδότι τῷ ἰδίῳ σπαράσσε‐ | |
10 | ται καὶ φόβῳ καὶ ἀγωνίᾳ συνέχεται; κἂν πρὸς τὸ κρεῖττον ἑαυτῷ συνεγνωκὼς τύχῃ τὸν βίον; ἀλλ’ οὖν πρὸς τὴν ἀκρίβειαν τῆς κρίσεως βλέπων, ἐν ᾗ καὶ τὰ λεπτότατα τῶν παρορα‐ μάτων εἰς ἐξέτασιν ἄγεται, καταπτοεῖται πάντως τῇ τῶν φοβερῶν προσδοκίᾳ, οὐκ εἰδὼς εἰς ὅ τι αὐτῷ τὸ τῆς κρίσεως | |
15 | καταλήξει πέρας. τούτου χάριν ὡς ἐν ὀφθαλμοῖς λαβὼν τὰ φοβερὰ κολαστήρια, τὴν γέεναν ἐκείνην καὶ τὸ σκοτεινὸν πῦρ καὶ τὸν ἀτελεύτητον τῆς συνειδήσεως σκώληκα τὸν ἀεὶ μύζοντα τὴν ψυχὴν δι’ αἰσχύνης καὶ τῇ μνήμῃ τῶν κακῶς βεβιωμένων τὰς ἀλγηδόνας ἀνακαινίζοντα, ἤδη τοῦ θεοῦ | |
20 | ἱκέτης γίνεται δεόμενος μὴ τῷ θυμῷ ἐκείνῳ παραδοθῆναι πρὸς ἔλεγχον μήτε διὰ τῆς ὀργῆς ἐκείνης ἐπαχθῆναι αὐτῷ τὴν ὑπὲρ ὧν ἐπλημμέλησε παίδευσιν. τοῖς γὰρ καταδι‐ κασθεῖσι τῇ πικρᾷ παιδεύσει τῆς φοβερᾶς ἐκείνης κολάσεως θυμοῦ ἔργον νομίζεται καὶ ὀργῆς ἡ διάκρισις. καὶ διὰ τοῦτο | |
25 | ὡς ἐν τοῖς ἀλγεινοῖς ἤδη γενόμενος τὰς τῶν ὀδυνωμένων φωνὰς ὑποκρίνεται, οἷς θυμὸς εἶναι δοκεῖ καὶ ὀργὴ τὸ ἐπὶ | |
τιμωρίᾳ τῶν ἀσεβῶν ἐπαγόμενον. λέγει τοίνυν ὅτι Οὐκ | 190 | |
5.191 | ἀναμένω ἐκ τοῦ θυμοῦ ἐκείνου διὰ τῶν φοβερῶν μαστίγων γενέσθαι μοι τῶν κεκρυμμένων τὸν ἔλεγχον, ἀλλὰ προλαμ‐ βάνω τῇ ἐξαγορεύσει τὴν ἐκ τῆς ὀργῆς ἐκείνης ἀνάγκην. ὅπερ γὰρ ἡ ὀδύνη ἐπὶ τῶν μαστιγουμένων ποιεῖ ἀκόντων | |
5 | αὐτῶν τὰ κρυπτὰ τῆς ἀνομίας ἐμφανῆ ποιοῦσα, τοῦτο ποιεῖ ἀφ’ ἑαυτῆς ἡ προαίρεσις, ἑαυτὴν διὰ τῆς μετανοίας μαστί‐ ζουσά τε καὶ κολάζουσα, καὶ δημοσιεύουσα τὴν κεκαλυμμένην ἐν τοῖς κεκρυμμένοις ἁμαρτίαν. εἰπὼν τοίνυν ὅτι Μήτε τῷ θυμῷ σου ἐλέγξῃς με, μήτε τῇ ὀργῇ σου παιδεύσῃς με, | |
10 | ἀκολούθως καταφεύγει ἐπὶ τὸν ἔλεον, οὐ τοσοῦτον εἰς προαίρε‐ σιν ὅσον εἰς ἀσθένειαν φύσεως τοῦ κακοῦ τὴν αἰτίαν ἀνάγων· Ἐν κακοῖς με γεγονότα ἐλέῳ θεράπευσον· ἐξ ἀσθενείας γὰρ ἦλθον ἐπὶ τὸ πάθος. τίς δὲ ἡ ἀσθένεια; Ἐξηρθρώθη τὰ ὀστᾶ μου καὶ διελύθη ἀπὸ τῆς μετ’ ἀλλήλων ἁρμονίας. | |
15 | ὀστᾶ δὲ λέγει τοὺς σώφρονας λογισμοὺς τοὺς τὴν ψυχὴν διερείδοντας· Ἴασαί με, κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου. καὶ ἑρμηνεύει τοῦ λόγου τὸ αἴνιγμα, δι’ ὧν ἐπήγαγε τοῖς εἰρη‐ μένοις ὅτι Ἡ ψυχή μου ἐταράχθη σφόδρα. Τί οὖν ἀναβάλλῃ, φησίν, πρὸς τὴν ἴασιν, σὺ κύριε; ἕως πότε οὐκ ἐπάγεις τὸν | |
20 | ἔλεον; οὐχ ὁρᾷς τῆς ἀνθρωπίνης ζωῆς τὸ ὠκύμορον; πρόλαβε τῇ ἐπιστροφῇ τῆς ψυχῆς μου τὸ ἀναγκαῖον τῆς ζωῆς ἡμῶν· μή ποτε τοῦ θανάτου ἐπιλαβόντος ἀργῇ πᾶσα πρὸς θεραπείαν ἐπίνοια. οὐκέτι γὰρ ἔσται ἐν τῷ θανάτῳ ὁ διὰ τῆς μνήμης τοῦ θεοῦ θεραπεῦσαι δυνάμενος τὴν ἐκ κακίας αὐτῷ γενομένην | |
25 | νόσον· διότι ἐπὶ γῆς μὲν ἰσχὺν ἡ ἐξομολόγησις ἔχει, ἐν δὲ τῷ ᾅδῃ τοῦτο οὐκ ἔστιν. εἶτα ὡς εἰπόντος τινὸς Πῶς καλεῖς ἐπὶ θεραπείαν τῶν πλημμελημάτων τὸν ἔλεον; ποίῳ τρόπῳ τὸ θεῖον ἱλεωσάμενος; οὕτω φησὶν ὅτι Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου, καὶ ἐκπλυνῶ τὴν ἐξ ἁμαρτίας στρωμνὴν | |
30 | τῷ τῶν δακρύων ὕδατι. διὰ τί ταῦτα; ὅτι ἐν θυμῷ, φησίν, ὁ | 191 |
5.192 | ὀφθαλμός μου ἐταράχθη, καὶ διὰ τοῦτο παλαιός τις καὶ εὐρωτιῶν ἐγενόμην, τοῦ θυμοῦ τοῦ παρὰ τῶν ἐχθρῶν μοι ἐγγενομένου τῇ ψυχῇ τὴν σηπεδόνα ποιήσαντος. εἰ δὲ θυμὸς μόνος τοσοῦτον ἐμποιεῖ φόβον τῷ δι’ αὐτοῦ πλημμελή‐ | |
5 | σαντι, πόσῳ μᾶλλον εἰκός ἐστιν ἐν ἀπογνώσει γενέσθαι τῆς σῳζούσης ἐλπίδος τοὺς μὴ μόνον τὰ ἐκ τοῦ θυμοῦ πάθη τῷ ἰδίῳ βίῳ συνεγνωκότας, ἀλλὰ καὶ ὅσα ἐπιθυμία ἐργάζεται καὶ πλεονεξία καὶ τῦφος καὶ φιλοτιμία καὶ φθόνος καὶ ὁ λοιπὸς ἑσμὸς τῶν ἀνθρωπίνων κακῶν; διὰ τοῦτο πρὸς τοὺς | |
10 | παντοδαποὺς ἐχθροὺς ἀποστρέψας τὸν λόγον, Ἀπόστητε, φησίν, ἀπ’ ἐμοῦ, πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. δείκνυσι δὲ τῷ ἐφεξῆς λόγῳ τὴν ἀγαθὴν ἐλπίδα τοῦ ἐκ μετανοίας προσγινομένου ἡμῖν κατορθώματος. εὐθὺς γὰρ ὁμοῦ τε τοὺς ὑπὲρ τῆς μετανοίας τῷ θεῷ προσήγαγε λόγους, καὶ | |
15 | εἰς συναίσθησιν ἐλθὼν τῆς τοῦ θεοῦ περὶ αὐτὸν εὐμενείας, δημοσιεύει τὴν χάριν καὶ τῇ δωρεᾷ ἐπαγάλλεται, λέγων Εἰσήκουσε κύριος τῆς φωνῆς τῆς δεήσεώς μου· κύριος τὴν προσευχήν μου προσεδέξατο. ὡς ἂν οὖν εἰς τὸ διηνεκὲς αὐτῷ τὸ ἀγαθὸν παραμένοι τὸ ἐκ τῆς μετανοίας αὐτῷ προσγενόμε‐ | |
20 | νον καὶ μὴ δευτέρας πάλιν μετανοίας χρείαν ὁ βίος λάβοι, ἀποστραφῆναι τοὺς ἐχθροὺς αὐτοῦ δεῖται δι’ αἰσχύνης μαστι‐ γουμένους. ὁ γὰρ αἰσχυνθεὶς ἐπὶ τῇ τοῦ κακοῦ ἐγχειρήσει, παιδαγωγῷ πρὸς τὸ μηκέτι τοῖς αὐτοῖς συνενεχθῆναι τῇ αἰσχύνῃ χρώμενος, τῆς τῶν ὁμοίων πείρας εἰς τὸν ἐφεξῆς | |
25 | χρόνον ἀφέξεται. αὕτη τοίνυν τῆς ἀγαθῆς ἀναβάσεως ἡ ἀκολουθία· ὁ τέταρτος ψαλμὸς τὸ ἄυλον ἀγαθὸν ἀπὸ τοῦ | |
σωματικοῦ καὶ σαρκωδεστέρου διέκρινεν· ὁ πέμπτος τοῦ | 192 | |
5.193 | τοιούτου ἀγαθοῦ τὴν κληρονομίαν ἐπηύξατο· ὁ ἕκτος τὸν καιρὸν τῆς κληρονομίας ὑπέδειξε τῆς ὀγδόης μνησθείς· ἡ ὀγδόη τὸν τῆς κρίσεως ἐφανέρωσε φόβον· ἡ κρίσις τοῖς καθ’ ἡμᾶς ἁμαρτωλοῖς προλαβεῖν τῇ μετανοίᾳ τὰ φοβερὰ | |
5 | συνεβούλευσεν· εἶτα ἡ μετάνοια ἡ κατὰ λόγον τῷ θεῷ προσαχθεῖσα τὸ ἐξ αὐτῆς ἡμῖν γινόμενον κέρδος εὐηγγελί‐ σατο εἰποῦσα ὅτι Εἰσήκουσε κύριος τῆς φωνῆς τοῦ μετὰ δακρύων πρὸς αὐτὸν ἐπιστρέφοντος. οὗ γενομένου, ὡς ἂν πρὸς τὸν ἐφεξῆς χρόνον ἀμετάπτωτον ἡμῖν τὸ ἀγαθὸν | |
10 | παραμένοι, τὸν ἀφανισμὸν τῶν ἐχθρῶν νοημάτων δι’ αἰ‐ σχύνης γενέσθαι παρακαλεῖ ὁ προφήτης. οὐ γὰρ ἔστιν ἄλλως ἐχθρόν τε καὶ παράνομον νόημα κατασβεσθῆναι, μὴ αἰσχύνης αὐτοῦ τὸν ἀφανισμὸν ἐμποιούσης· χάσμα γὰρ γίνεται διὰ βάθους ἐστηριγμένον ἡ ἐπὶ τοῖς κακῶς βεβιωμένοις αἰσχύνη | |
15 | δι’ ἑαυτῆς τοῦ ἀνθρώπου τὴν ἁμαρτίαν ἀποτειχίζουσα. εἴπωμεν οὖν ὅτι Αἰσχυνθείησαν καὶ ἐντραπείησαν σφόδρα πάντες οἱ ἐχθροί μου. ἐχθροὶ δὲ δηλονότι οἱ οἰκιακοὶ οἱ ἐκ τῆς καρδίας ἐκπορευόμενοι καὶ κοινοῦντες τὸν ἄνθρωπον· ὧν διὰ τάχους ἀποστραφέντων μετ’ αἰσχύνης διαδέξεται | |
20 | ἡμᾶς ἡ ἐλπὶς τῆς δόξης ἡ εἰς αἰσχύνην μὴ καταλήγουσα | |
χάριτι τοῦ κυρίου, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. | 193 |