TLG 2017 026 :: GREGORIUS NYSSENUS :: De perfectione Christiana ad Olympium monachum

GREGORIUS NYSSENUS Theol.
(Nyssenus: A.D. 4)

De perfectione Christiana ad Olympium monachum

Source: Jaeger, W. (ed.), Gregorii Nysseni opera, vol. 8.1. Leiden: Brill, 1963: 173–214.

Citation: Volume — page — (line)

8,1

173

(t1)

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ
t2ΠΡΟΣ ΟΛΥΜΠΙΟΝ ΠΕΡΙ ΤΕΛΕΙΟΤΗΤΟΣ
1 Πρέπουσα τῇ προαιρέσει σου ἡ σπουδὴ ἡ περὶ τοῦ γνῶναι πῶς ἄν τις διὰ τοῦ κατ’ ἀρετὴν βίου τελειωθείη, ὥστε διὰ πάντων κατορθωθῆναί σου τῇ ζωῇ τὸ ἀμώμητον. ἐγὼ δὲ περὶ παντὸς μὲν ἂν ἐποιησάμην ἐν τῷ ἐμῷ βίῳ
5τῶν σοὶ σπουδαζομένων εὑρεθῆναι τὰ ὑποδείγματα, ὥστε τοῖς ἔργοις πρὸ τῶν λόγων τὴν ἐπιζητουμένην ὑπὸ σοῦ παρασχεῖν διδασκαλίαν. οὕτω γὰρ ἂν ἀξιόπιστος ἦν τῶν ἀγαθῶν ἡ ὑφήγησις, τοῦ βίου τοῖς λόγοις συμφθεγγομένου. ἐπειδὴ δὲ τοῦτο μὲν εὔχομαι γενέσθαι ποτέ, νῦν δὲ οὔπω
10τοιοῦτον ἐμαυτὸν βλέπω, ὡς ἀντὶ τοῦ λόγου προδεικνύειν τὸν βίον, ἵνα μὴ καθόλου δοκοίην ἀσυντελὴς εἶναί σοί τις πρὸς τὸν σκοπὸν καὶ ἀνόνητος, ἐφ’ ὃ δεῖ συντεῖναι τὸν ἀκριβῆ βίον ὑποθέσθαι διενοήθην, ἐντεῦθεν τοῦ λόγου τὴν ἀρχὴν ποιησάμενος.
15Τοῦ ἀγαθοῦ δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ χαρισα‐173

8,1

174

μένου τὴν κοινωνίαν ἡμῖν τοῦ προσκυνουμένου ὀνόματος, ὥστε ἡμᾶς ἐκ μηδενὸς ἄλλου τῶν περὶ ἡμᾶς ὀνομάζεσθαι, κἂν πλούσιός τις ὢν τύχῃ καὶ εὐπατρίδης κἂν δυσγενὴς ᾖ ἢ πένης, κἂν ἐξ ἐπιτηδευμάτων τινῶν ἢ ἀξιωμάτων
5τὸ γνώριμον ἔχῃ, πάντων 〈δὲ〉 τῶν τοιούτων ὀνομάτων ἀργούντων μίαν εἶναι κυρίαν κλῆσιν τοῖς εἰς αὐτὸν πεπι‐ στευκόσι τὸ Χριστιανοὺς ὀνομάζεσθαι· ταύτης τοίνυν ἄνωθεν ἡμῖν ἐπικυρωθείσης τῆς χάριτος ἀναγκαῖον ἂν εἴη πρῶτον μὲν τῆς δωρεᾶς νοῆσαι τὸ μέγεθος, ὥστε κατ’
10ἀξίαν εὐχαριστῆσαι τῷ τὰ τηλικαῦτα δωρησαμένῳ θεῷ, ἔπειτα δὲ τοιούτους ἑαυτοὺς διὰ τοῦ βίου δεῖξαι, οἵους ἐπιζητεῖ ἡ τοῦ μεγάλου τούτου ὀνόματος δύναμις. τὸ μὲν οὖν μέγεθος τῆς δωρεᾶς, ἧς διὰ τοῦ συνονομασθῆναι τῷ δεσπότῃ τῆς ζωῆς ἡμῶν ἠξιώθημεν, οὕτως ἂν γένοιτο
15δῆλον ἡμῖν, εἰ αὐτὸ τὸ σημαινόμενον τοῦ κατὰ τὸν Χριστὸν ὀνόματος ἐπιγνοίημεν, ὥστε συνεῖναι, ὅταν διὰ ταύτης τῆς φωνῆς τὸν τοῦ παντὸς κύριον ἐν ταῖς εὐχαῖς προσκα‐ λώμεθα, ποίαν ταῖς ψυχαῖς ἡμῶν ἀναλαμβάνομεν ἔννοιαν ἢ τί διὰ τοῦ ὀνόματος τούτου κατανοοῦντες εὐσεβῶς αὐτὸν
20ἐπικαλεῖσθαι πιστεύομεν. ἐπειδὰν δὲ τοῦτο νοήσωμεν, τότε δι’ ἀκολούθου καὶ οἵους προσήκει ἡμᾶς διὰ τῆς περὶ τὸν βίον σπουδῆς ἐπιδειχθῆναι σαφῶς μαθησόμεθα, διδα‐ σκάλῳ καὶ ὁδηγῷ πρὸς τὸν βίον τῷ ὀνόματι χρώμενοι.
οὐκοῦν τὸν ἅγιον Παῦλον πρὸς τὰ δύο ταῦτα καθηγεμόνα174

8,1

175

ποιούμενοι ἀσφαλεστάτην ἕξομεν ὁδηγίαν πρὸς τὴν τῶν ζητουμένων σαφήνειαν. οὗτος γὰρ μάλιστα πάντων ἀκρι‐ βῶς καὶ τί ἐστιν ὁ Χριστὸς κατενόησε καὶ οἷον εἶναι χρὴ τὸν ἐπονομαζόμενον αὐτῷ δι’ ὧν ἐποίησεν ὑφηγήσατο,
5οὕτως ἐναργῶς αὐτὸν μιμησάμενος, ὡς ἐν ἑαυτῷ δεῖξαι τὸν ἑαυτοῦ δεσπότην μεμορφωμένον, διὰ τῆς ἀκριβεστάτης μιμήσεως μεταβληθέντος τοῦ τῆς ψυχῆς αὐτοῦ εἴδους πρὸς τὸ πρωτότυπον, ὡς μηκέτι Παῦλον εἶναι δοκεῖν τὸν ζῶντά τε καὶ φθεγγόμενον, ἀλλ’ αὐτὸν τὸν Χριστὸν
10ἐν αὐτῷ ζῆν· καθώς φησιν ὁ καλῶς τῶν ἰδίων ἀγαθῶν ἐπαισθόμενος ὅτι Ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λα‐ λοῦντος Χριστοῦ, καὶ ὅτι Ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Οὗτος οὖν καὶ τοῦ κατὰ Χριστὸν ὀνόματος ἐγνώρισεν
15ἡμῖν τὸ σημαινόμενον εἰπὼν ὅτι Χριστός ἐστι θεοῦ δύναμις καὶ θεοῦ σοφία· ἀλλὰ καὶ εἰρήνην αὐτὸν ἐκάλεσε καὶ φῶς ἀπρόσιτον, ἐν ᾧ οἰκεῖ ὁ θεός, ἁγιασμόν τε καὶ ἀπολύτρωσιν ἀρχιερέα τε μέγαν καὶ πάσχα, ἱλαστήριον ψυχῶν, ἀπαύγα‐ σμα δόξης, χαρακτῆρα ὑποστάσεως καὶ ποιητὴν αἰώνων,
20βρῶμα πνευματικὸν καὶ πόμα, πέτραν καὶ ὕδωρ, θεμέλιον175

8,1

176

πίστεως καὶ γωνίας κεφαλὴν καὶ θεοῦ τοῦ ἀοράτου εἰκόνα καὶ μέγαν θεὸν κεφαλήν τε τοῦ τῆς ἐκκλησίας σώματος καὶ τῆς καινῆς κτίσεως πρωτότοκον καὶ ἀπαρχὴν τῶν κεκοιμημένων, πρωτότοκον ἐκ νεκρῶν καὶ πρωτότοκον
5ἐν πολλοῖς ἀδελφοῖς καὶ μεσίτην θεοῦ καὶ ἀνθρώπων καὶ υἱὸν μονογενῆ δόξῃ καὶ τιμῇ ἐστεφανωμένον καὶ κύριον τῆς δόξης καὶ ἀρχὴν τῶν ὄντων, οὕτως εἰπὼν περὶ αὐτοῦ· Ὅς ἐστιν ἀρχή, βασιλέα τε δικαιοσύνης πρὸς τούτοις καὶ βασιλέα εἰρήνης καὶ βασιλέα τῶν ἁπάντων ἀπερίγραπτον
10ἔχοντα τῆς βασιλείας τὸ κράτος καὶ ἄλλα τοιαῦτα πολλά, ὧν οὐκ ἔστι τὸ πλῆθος ῥᾳδίως ἐξαριθμήσασθαι· ἅπερ πάντα συντεθέντα πρὸς ἄλληλα, τῆς ἑκάστης τῶν ἐπωνυ‐ μιῶν διανοίας τὸ παρ’ ἑαυτῆς εἰς ἔνδειξιν τοῦ σημαινο‐ μένου συνεισφερούσης, ἔμφασίν τινα τῆς σημασίας τοῦ
15κατὰ Χριστὸν ὀνόματος ἡμῖν ἐμποιεῖ, ὅσον χωροῦμεν τῇ ψυχῇ κατανοῆσαι, τοσοῦτον τῆς ἀφράστου μεγαλειό‐ τητος ἡμῖν ἐνδεικνύμενα. ἐπειδὴ τοίνυν πάσης ἀξίας τε καὶ ἐξουσίας καὶ δυναστείας ὑπέρκειται τὸ τῆς βασιλείας
ἀξίωμα, τῇ δὲ τοῦ Χριστοῦ προσηγορίᾳ κυρίως καὶ πρώ‐176

8,1

177

τως τὸ βασιλικὸν διασημαίνεται κράτος (προηγεῖτο γάρ, καθὼς ἐν ταῖς ἱστορίαις ἐμάθομεν, τῆς βασιλείας ἡ χρῖσις), τῇ δὲ βασιλείᾳ πᾶσα ἡ τῶν λοιπῶν ὀνομάτων ἐμπεριέχεται δύναμις, τούτου χάριν ὁ τὰ ἐμπεριεχόμενα κατανοήσας
5καὶ τὴν περιεκτικὴν τῶν κατὰ μέρος συγκατενόησε δύ‐ ναμιν, αὕτη δέ ἐστιν ἡ βασιλεία, ἧς ἐνδεικτικὸν ὄνομα ἡ τοῦ Χριστοῦ κλῆσίς ἐστιν. οὐκοῦν ἐπειδὴ τοῦ μεγίστου τε καὶ θειοτάτου καὶ πρώτου τῶν ὀνομάτων γέγονε παρὰ τοῦ ἀγαθοῦ δεσπότου ἡμῖν ἡ κοινωνία, ὥστε τοὺς τῇ ἐπωνυ‐
10μίᾳ τοῦ Χριστοῦ τιμηθέντας Χριστιανοὺς ὀνομάζεσθαι, ἀναγκαῖον ἂν εἴη πάντα τὰ ἑρμηνευτικὰ τῆς τοιαύτης φωνῆς ὀνόματα καὶ ἐν ἡμῖν καθορᾶσθαι, ὡς μὴ ψευδώνυμον ἐφ’ ἡμῶν εἶναι τὴν κλῆσιν, ἀλλ’ ἐκ τοῦ βίου τὴν μαρτυ‐ ρίαν ἔχειν. οὐ γὰρ ἐκ τοῦ καλεῖσθαί τι τὸ εἶναι γίνεται,
15ἀλλ’ ἡ ὑποκειμένη φύσις, οἵα δ’ ἂν οὖσα τύχῃ, διὰ τῆς προσφυοῦς τοῦ ὀνόματος σημασίας γνωρίζεται. οἷόν τι λέγω· εἰ δένδρῳ τις ἢ πέτρᾳ προσηγορίαν ἀνθρώπου χαρίσαι‐ το, ἆρα ἄνθρωπος ἔσται διὰ τὴν κλῆσιν ἢ τὸ φυτὸν ἢ ὁ λίθος; οὐκ ἔστι ταῦτα· ἀλλὰ χρὴ πρῶτον εἶναι ἄνθρωπον,
20εἶθ’ οὕτως ὀνομασθῆναι τῇ προσηγορίᾳ τῆς φύσεως. οὐδὲ γὰρ ἐπὶ τῶν ὁμοιωμάτων αἱ κλήσεις τὸ κύριον ἔχουσι, ὡς εἴ τις ἄνθρωπον λέγοι τὸν ἀνδριάντα ἢ ἵππον τὸ μί‐ μημα· ἀλλ’ εἰ μέλλοι τι κυρίως καὶ ἀψευδῶς ὀνομάζεσθαι, ἀληθῆ δείξει πάντως τὴν προσηγορίαν ἡ φύσις. ἡ δὲ
25ἀναδεξαμένη τὴν μίμησιν ὕλη, ὅπερ ἂν οὖσα τύχῃ, τοῦτο
καὶ ὀνομάζεται, χαλκὸς ἢ λίθος ἤ τι τοιοῦτον ἕτερον,177

8,1

178

ᾧ ἐπέβαλεν ἡ τέχνη τὸ εἶδος πρὸς τὸ δοκοῦν σχηματίσασα. Οὐκοῦν τοὺς ἀπὸ τοῦ Χριστοῦ ἑαυτοὺς ὀνομάζοντας πρῶτον γενέσθαι χρὴ ὅπερ τὸ ὄνομα βούλεται, εἶθ’ οὕτως ἑαυτοῖς ἐφαρμόσαι τὴν κλῆσιν. καὶ ὥσπερ εἴ τις διακρίνοι
5ἀπὸ τοῦ ὄντως ἀνθρώπου τὸν ὁμωνύμως ἐπὶ τῆς εἰκόνος λεγόμενον, ἐκ τῶν ἰδιωμάτων ποιήσεται τὴν διάκρισιν (τὸ μὲν γὰρ ζῶον λογικὸν διανοητικὸν ὀνομάσει, τὸ δὲ ἕτερον ὕλην ἄψυχον διὰ μιμήσεως ὑπελθοῦσαν τὸ εἶδος)· οὕτω καὶ τὸν Χριστιανὸν τόν τε ὄντως ὄντα καὶ τὸν
10δοκοῦντα διὰ τῶν ἐπιφαινομένων τοῖς χαρακτῆρσιν ἰδιω‐ μάτων ἐπιγνωσόμεθα. χαρακτῆρες δὲ τοῦ ὄντως Χριστιανοῦ πάντα ἐκεῖνά ἐστιν, ὅσα περὶ τὸν Χριστὸν ἐνοήσαμεν. ὧν ὅσα μὲν χωροῦμεν, μιμούμεθα· ὅσα δὲ οὐ χωρεῖ ἡ φύσις πρὸς μίμησιν, σεβόμεθά τε καὶ προσκυνοῦμεν.
15οὐκοῦν πάντα τὰ ἑρμηνευτικὰ τῆς τοῦ Χριστοῦ σημασίας ὀνόματα ἐπιλάμπειν χρὴ τῷ τοῦ Χριστιανοῦ βίῳ, τὰ μὲν διὰ μιμήσεως, τὰ δὲ διὰ προσκυνήσεως, εἰ μέλλοι ἄρτιος εἶναι ὁ τοῦ θεοῦ ἄνθρωπος, καθώς φησιν ὁ ἀπόστο‐ λος, μηδαμοῦ διὰ τῆς κακίας ἀκρωτηριάζων τὴν ἀρτιότητα.
20ὥσπερ γὰρ οἱ τὰς μυθικὰς τερατείας ἢ διὰ τῶν λόγων ἢ διὰ τῆς γραφικῆς πλάσσοντες τέχνης βουκεφάλους τινὰς
ἢ ἱπποκενταύρους ἢ δρακοντόποδας ἢ ἄλλο τι τοιοῦτον ἐξ178

8,1

179

ἑτερογενῶν συντιθέντες οὐ πρὸς τὸ τῆς φύσεως ἀρχέτυπον τὴν μίμησιν ἄγουσιν, ἀλλὰ διὰ τῆς παραλόγου ταύτης ἐπινοίας τὴν φύσιν ἐκβαίνοντες ἄλλο τι πλάσσουσι καὶ οὐκ ἄνθρωπον, σχηματίζοντες πρὸς τὸ δοκοῦν τὸ ἀνύπαρ‐
5κτον, καὶ οὐκ ἄν τις ἄνθρωπον εἴποι τὸ πεπλασμένον διὰ τῆς ἀλλοκότου ταύτης συνθέσεως, κἂν μέρει τινὶ τοῦ ἀνθρωπίνου σώματος προσεοικὸς τύχῃ τὸ μέρος τοῦ πλάσματος· οὕτως οὐδ’ ἂν Χριστιανὸς ἀκριβῶς ὀνομασθείη ὁ τὴν κεφαλὴν ἄλογον ἔχων, τουτέστιν ὁ τὴν τοῦ παντὸς
10κεφαλὴν ἥτις ὁ λόγος ἐστὶν ἐν τῇ πίστει μὴ ἔχων, κἂν ἐν τοῖς ἄλλοις ἄρτιος ᾖ, ἢ ὁ τῇ κεφαλῇ τῆς πίστεως μὴ κατάλληλον ἐνδεικνύμενος τῆς πολιτείας τὸ σῶμα, ἢ δρα‐ κόντων θυμοῖς συμφυόμενος καὶ καθ’ ὁμοιότητα τῶν ἑρπετῶν τούτων ἐκθηριούμενος ἢ τὸ θηλυμανὲς τῶν
15ἵππων τῷ ἀνθρωπίνῳ χαρακτῆρι συμβάλλων καὶ διφυής τις ἱπποκένταυρος ἐκ λογικοῦ τε καὶ ἀλόγου γινόμενος. τοιούτους δὲ πολλοὺς ἔστιν ἰδεῖν ἢ ἐν μόσχου κεφαλῇ, τουτέστιν ἐν τῷ τῆς εἰδωλολατρίας δόγματι, τὸν εὐσχήμονα κατορθοῦντας βίον, οἷον τὸν Μινώταυρον γράφουσιν, ἢ
20Χριστιανῷ προσώπῳ θηριῶδες ὑφαρμόζοντας τῷ βίῳ τὸ σῶμα, οἵους τοὺς κενταύρους ἢ τοὺς δρακοντόποδας πλάτ‐ τουσιν. ὡς ἂν τοίνυν καθάπερ ἐπὶ σώματος ἀνθρωπίνου
ὁ Χριστιανὸς δι’ ὅλου γνωρίζοιτο, πάντων προσήκει τῶν179

8,1

180

κατὰ τὸν Χριστὸν νοουμένων ἀγαθῶν τὸν πιστὸν ἐνσημαί‐ νεσθαι τῷ βίῳ τοὺς χαρακτῆρας. τὸ γὰρ ἔν τινι μὲν εἶναι τοιοῦτον οἷον τὸ ὄνομα βούλεται, ἐν ἑτέροις δὲ πρὸς τὰ ἐναντία ῥέπειν οὐδέν ἐστιν ἕτερον ἢ εἰς πολεμίου τάξιν
5αὐτὸν πρὸς ἑαυτὸν διατέμνεσθαι, δι’ ἀρετῆς καὶ κακίας ἐν ἑαυτῷ στασιάζοντα, ἄσπονδον αὐτὸν ἑαυτῷ καὶ ἀσύμ‐ βατον τῷ βίῳ γινόμενον. Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος; φησὶν ὁ ἀπόστολος. Ἐπειδὴ γὰρ ἄμικτος τῷ φωτὶ πρὸς τὸ σκότος καὶ
10ἀμεσίτευτός ἐστιν ἡ ἐναντίωσις, ὁ ἀμφοτέρων ἐχόμενος καὶ μὴ θάτερον αὐτῶν μεθιεὶς τῇ τῶν ἀντιστοιχούντων ἀλλήλοις ἐναντιότητι καὶ αὐτὸς κατ’ ἀνάγκην συνδιασχίζε‐ ται καὶ φῶς κατὰ ταὐτὸν καὶ σκότος ἐν τῷ συμμίκτῳ βίῳ γινόμενος, τῆς μὲν πίστεως τὸν φωτισμὸν ἐνιείσης, τοῦ
15δὲ σκοτεινοῦ βίου τὴν ἐκ τοῦ λόγου λαμπηδόνα κατα‐ μελαίνοντος. ἐπεὶ οὖν ἀμήχανός ἐστι καὶ ἀσύμβατος τῷ φωτὶ πρὸς τὸ σκότος ἡ κοινωνία, ὁ ἑκατέρου τῶν ἐναντίων περιεχόμενος αὐτὸς ἑαυτῷ πολέμιος γίνεται, διχῇ μερισθεὶς πρὸς ἀρετὴν καὶ κακίαν καὶ ἑαυτῷ πρὸς ἀντίπαλον τάξιν
20ἀντικαθιστάμενος. ὥσπερ δὲ οὐκ ἔστιν ἐν δυσὶ πολεμίοις ἀμφοτέρους νικητὰς κατ’ ἀλλήλων γενέσθαι (ἡ γὰρ τοῦ ἑνὸς νίκη θάνατον τοῦ ἀντικειμένου πάντως ἐργάζεται),
οὕτω καὶ ἐπὶ ταύτης τῆς ἐμφυλίου μάχης τῆς διὰ τοῦ180

8,1

181

συμμίκτου βίου συνισταμένης οὐκ ἔστι νικῆσαι τὴν κρείττω παράταξιν, μὴ πανωλεθρίᾳ τῆς ἄλλης διαφθαρείσης. πῶς γὰρ ὁ τῆς εὐσεβείας στρατὸς κρείττων τῆς κακίας γενήσε‐ ται, τῆς πονηρᾶς φάλαγγος τῶν ἐναντίων ἀντιβαινούσης;
5ἀλλ’ εἰ μέλλοι νικᾶν τὸ κρεῖττον, φονευθήσεται πάντως τὸ ἀντικείμενον. καὶ οὕτως ἡ ἀρετὴ κατὰ τῆς κακίας ἕξει τὰ νικητήρια, ὅταν πᾶν τὸ πολέμιον αὐτῇ διὰ τῆς τῶν λογισμῶν σομμαχίας μεταχωρήσῃ πρὸς τὸ ἀνύπαρκτον. καὶ τότε πληροῦται τὸ ἐκ προσώπου τοῦ θεοῦ διὰ τῆς
10προφητείας λεγόμενον ὅτι Ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω. οὐ γὰρ ἔστιν ἄλλως τὸ ἐν ἐμοὶ ἀγαθὸν ζῆσαι, μὴ τῷ θανάτῳ τοῦ πολεμίου ζωοποιούμενον. ἕως δ’ ἂν τῶν δύο περιεχώ‐ μεθα ἑκατέρᾳ χειρὶ τῶν ἐναντίων ἁπτόμενοι, ἀδύνατον κατὰ ταὐτὸν ἀμφοτέρων ἔχειν τὴν μετουσίαν. τοῦ γὰρ περι‐
15δραξαμένου τῆς κακίας ἡ ἀρετὴ τῆς λαβῆς ἐξωλίσθησεν. Οὐκοῦν πάλιν τὸν ἐξ ἀρχῆς ἀναλάβωμεν λόγον, ὅτι μία πρὸς τὴν καθαράν τε καὶ θείαν ζωήν ἐστι τοῖς φιλαρέτοις ὁδὸς τὸ γνῶναι τί σημαίνει τὸ τοῦ Χριστοῦ ὄνομα, ᾧ χρὴ καὶ τὸν ἡμέτερον συμμορφωθῆναι βίον, διὰ τῆς τῶν λοιπῶν
20ὀνομάτων ἐμφάσεως εἰς ἀρετὴν ῥυθμιζόμενον. ὅσα τοίνυν ἐν τοῖς προοιμίοις τοῦ λόγου ῥήματά τε καὶ ὀνόματα παρὰ τῆς ἁγίας τοῦ Παύλου φωνῆς ἑρμηνευτικὰ τῆς τοῦ Χριστοῦ σημασίας συνελεξάμεθα, ταῦτα προθέντες εἰς τὴν προκει‐ μένην ἡμῖν σπουδὴν ἀσφαλεστάτην ὁδηγίαν εἰς τὸν βίον
25τὸν κατ’ ἀρετὴν ποιησόμεθα, τὰ μὲν μιμούμενοι, καθὼς181

8,1

182

ἐν τοῖς φθάσασιν εἴρηται, τὰ δὲ προσκυνοῦντες καὶ σε‐ βαζόμενοι. γενέσθω δὲ ἡμῖν τάξις τῶν εἰρημένων ἡ ἀπ‐ αρίθμησις. οὐκοῦν ἀπὸ τῶν πρώτων ἀρξώμεθα· Χριστός, φησί, θεοῦ δύναμις καὶ θεοῦ σοφία. διὰ τούτων πρῶτον
5μὲν τὰς θεοπρεπεῖς ἐννοίας διὰ τῆς τοῦ Χριστοῦ προση‐ γορίας μανθάνομεν, δι’ ὧν σεβάσμιον ἡμῖν τὸ ὄνομα γί‐ νεται. ἐπειδὴ γὰρ πᾶσα ἡ κτίσις ὅση τε τῇ αἰσθήσει γινώ‐ σκεται καὶ ἡ τῆς αἰσθητικῆς ὑπερκειμένη κατανοήσεως δι’ αὐτοῦ γέγονε καὶ ἐν αὐτῷ συνέστηκεν, ἀναγκαίως πρὸς
10τὸν ὁρισμὸν τῆς τοῦ Χριστοῦ σημασίας τοῦ τὰ πάντα ποιήσαντος ἡ σοφία τῇ δυνάμει συμπλέκεται, τοῦτο νοούν‐ των ἡμῶν διὰ τῆς τῶν δύο τούτων φωνῶν συζυγίας, τῆς δυνάμεώς τε λέγω καὶ τῆς σοφίας, ὅτι οὐκ ἂν ἦν τὰ με‐ γάλα ταῦτα καὶ ἄφραστα τῆς κτίσεως θαύματα, μὴ σοφίας
15μὲν τὴν γένεσιν αὐτῶν ἐπινοούσης, δυνάμεως δὲ τῇ σοφίᾳ παρομαρτούσης πρὸς τὴν τῶν νοηθέντων τελείωσιν, δι’ ἧς ἔργα τὰ νοήματα γίνεται. Μερίζεται τοίνυν καταλλήλως εἰς διπλῆν ἔμφασιν τὸ τοῦ Χριστοῦ σημαινόμενον, εἰς τὴν σοφίαν τε καὶ τὴν
20δύναμιν, ἵν’ ὅταν μὲν πρὸς τὸ μέγεθος τῆς τῶν ὄντων συστάσεως ἀποβλέψωμεν, τὴν ἄφραστον αὐτοῦ δύναμιν
διὰ τῶν καταλαμβανομένων νοήσωμεν, ὅταν δὲ λογισώ‐182

8,1

183

μεθα πῶς τὰ μὴ ὄντα παρῆλθεν εἰς γένεσιν, τῆς πολυειδοῦς ἐν τοῖς οὖσι φύσεως διὰ θείου νεύματος οὐσιωθείσης, τότε τὴν ἀκατάληπτον σοφίαν τοῦ ταῦτα νοήσαντος προσκυνή‐ σωμεν, ἧς πράγματά ἐστι τὰ νοήματα. γίνεται δὲ οὐκ
5ἀργὸν καὶ ἀνωφελὲς ἡμῖν πρὸς τὴν τοῦ ἀγαθοῦ κτῆσιν τὸ δύναμιν καὶ σοφίαν τὸν Χριστὸν πιστεύειν. ὃ γάρ τις ἐπικαλεῖται προσευχόμενος καὶ πρὸς ὃ βλέπει τῷ τῆς ψυχῆς ὀφθαλμῷ, τοῦτο πρὸς ἑαυτὸν διὰ τῆς εὐχῆς ἐπισπᾶ‐ ται· καὶ οὕτω δυνάμει τε κραταιοῦται πρὸς τὸν ἔσω
10ἄνθρωπον, καθώς φησιν ὁ ἀπόστολος, ὁ πρὸς τὴν δύναμιν βλέπων (Χριστὸς δέ ἐστιν ἡ δύναμις), καὶ σοφὸς γίνεται, καθὼς ἡ παροιμία φησίν, ὁ τὴν σοφίαν ἐπικαλούμενος, ἥτις πάλιν νοεῖται ὁ κύριος. οὐκοῦν ὁ τῷ Χριστῷ συνονο‐ μαζόμενος, ὅς ἐστι δύναμίς τε καὶ σοφία, καὶ τῇ δυνάμει
15συνονομάζεται δυναμωθεὶς κατὰ τῆς ἁμαρτίας, καὶ τὴν σοφίαν ἐν ἑαυτῷ δείξει τῇ ἐκλογῇ τοῦ βελτίονος. σοφίας δὲ καὶ δυνάμεως ἐν ἡμῖν δεικνυμένων, τῆς μὲν τὸ καλὸν αἱρουμένης, τῆς δὲ τὸ νοηθὲν βεβαιούσης, κατορθοῦται τοῦ βίου τὸ τέλειον δι’ ἀμφοῖν συμπλεκόμενον. οὕτω καὶ
20εἰρήνην τὸν Χριστὸν νοήσαντες ἀληθῆ τοῦ Χριστιανοῦ τὴν κλῆσιν ἐφ’ ἑαυτῶν ἐπιδείξομεν, ἐὰν διὰ τῆς ἐν ἡμῖν εἰρήνης τὸν Χριστὸν τῷ βίῳ ἐπιδειξώμεθα. ἐκεῖνος τὴν ἔχθραν ἀπέκτεινε, καθώς φησιν ὁ ἀπόστολος. οὐκοῦν μηδὲ ἡμεῖς
ἐν ἑαυτοῖς ταύτην ζωοποιήσωμεν, ἀλλὰ νεκρὰν αὐτὴν ἐν183

8,1

184

τῷ ἡμετέρῳ δείξωμεν βίῳ. μήποτε τὴν καλῶς ἐπὶ σωτηρίᾳ ἡμῶν παρὰ τοῦ θεοῦ νεκρωθεῖσαν ἡμεῖς ἐπ’ ὀλέθρῳ τῶν ψυχῶν ἡμῶν δι’ ὀργῆς καὶ μνησικακίας καθ’ ἑαυτῶν ἀναστήσωμεν, πονηρὰν ἀνάστασιν τῆς καλῶς ἀποθανούσης
5κατεργασάμενοι. ἀλλ’ εἰ τὸν Χριστὸν ἔχομεν, ὅς ἐστιν ἡ εἰρήνη, καὶ ἡμεῖς ἐν ἑαυτοῖς τὴν ἔχθραν νεκροποιήσωμεν, ἵν’ ὅπερ ἐν ἐκείνῳ πιστεύομεν, τοῦτο καὶ ἐν τῷ ἡμετέρῳ κατορθώσωμεν βίῳ. ὡς γὰρ ἐκεῖνος τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας τοὺς δύο ἔκτισεν ἐν ἑαυτῷ εἰς ἕνα καινὸν
10ἄνθρωπον, ποιῶν εἰρήνην, οὕτω καὶ ἡμεῖς εἰς καταλλαγὰς ἀγάγωμεν οὐ μόνον τοὺς ἔξωθεν ἡμῖν προσμαχομένους, ἀλλὰ καὶ τοὺς ἐν ἡμῖν αὐτοῖς στασιάζοντας, ἵνα μηκέτι ἡ σὰρξ ἐπιθυμῇ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· ἀλλ’ ὑποταγέντος τοῦ σαρκώδους φρονήματος
15τῷ θείῳ νόμῳ, εἰρηνεύωμεν ἐν ἑαυτοῖς εἰς ἕνα τὸν καινόν τε καὶ εἰρηνικὸν ἄνθρωπον ἀναστοιχειωθέντες καὶ εἷς οἱ δύο γενόμενοι. εἰρήνης γὰρ ὅρος ἡ τῶν διεστηκότων ἐστὶν ὁμοφωνία. ὅταν οὖν ἐξαιρεθῇ τῆς φύσεως ἡμῶν ὁ ἐμφύλιος πόλεμος, τότε καὶ ἡμεῖς ἐν ἑαυτοῖς εἰρηνεύ‐
20σαντες εἰρήνη γινόμεθα, ἀληθῆ καὶ κυρίαν ἐφ’ ἡμῶν τοῦ Χριστοῦ τὴν ἐπωνυμίαν ἐπιδεικνύοντες. φῶς δὲ ἀληθινὸν καὶ τῷ ψεύδει ἀπρόσιτον νοήσαντες τὸν Χριστὸν τοῦτο μανθάνομεν, ὅτι χρὴ καὶ τὸν ἡμέτερον βίον ταῖς τοῦ ἀλη‐
θινοῦ φωτὸς ἀκτῖσι καταφωτίζεσθαι. ἀρεταὶ δέ εἰσιν αἱ184

8,1

185

ἀκτῖνες αἱ τοῦ ἡλίου τῆς δικαιοσύνης εἰς φωτισμὸν ἡμῶν ἀπορρέουσαι, δι’ ὧν γίνεται τὸ ἀποθέσθαι τὰ ἔργα τοῦ σκότους καὶ ὡς ἐν ἡμέρᾳ περιπατεῖν εὐσχημόνως καὶ ἀπειπάμενον τὰ κρυπτὰ τῆς αἰσχύνης, καὶ πάντα ἐν φωτὶ
5ποιοῦντα καὶ αὐτὸν φῶς γενέσθαι, ὥστε καὶ ἄλλοις λάμ‐ πειν, ὅπερ φωτός ἐστιν ἴδιον. κἂν ἁγιασμὸν τὸν Χριστὸν νοήσωμεν, τῷ πάσης βεβήλου τε καὶ ἀκαθάρτου πράξεως καὶ ἐννοίας ἑαυτοὺς ἀποστῆσαι κοινωνοὺς ἀληθῶς τοῦ ὀνόματος ἑαυτοὺς ἀποδείξωμεν, ἔργω καὶ οὐχὶ ῥήματι τοῦ
10ἁγιασμοῦ τὴν δύναμιν ὁμολογοῦντες, τῷ βίῳ. Ἀπολύτρωσιν δὲ εἶναι τὸν Χριστὸν μαθόντες τὸν ἑαυτὸν δόντα λύτρον ὑπὲρ ἡμῶν τοῦτο διὰ τῆς τοιαύτης φωνῆς παιδευόμεθα, τὸ μαθεῖν ὅτι καθάπερ τιμήν τινα τῆς ἑκάστου ψυχῆς παρασχόμενος ἡμῖν τὴν ἀθανασίαν κτῆμα
15ἴδιον τοὺς ἐκ τοῦ θανάτου παρ’ αὐτοῦ διὰ τῆς ζωῆς ἐξα‐ γορασθέντας ἐποίησεν. εἰ τοίνυν δοῦλοι τοῦ λυτρωσαμένου γεγόναμεν, πρὸς τὸν κυριεύοντα πάντως ὀψόμεθα, ὡς μηκέτι ἡμᾶς ἑαυτοῖς ζῆν, ἀλλὰ τῷ κτησαμένῳ ἡμᾶς διὰ τοῦ τῆς ζωῆς ἀνταλλάγματος. οὐκέτι γὰρ ἑαυτῶν ἐσμεν
20κύριοι, ἀλλ’ ὁ ὠνησάμενός ἐστι τῶν ἰδίων κτημάτων δε‐ σπότης, ἡμεῖς δὲ αὐτοῦ τὰ κτήματα. οὐκοῦν νόμος ἔσται
τῆς ἡμετέρας ζωῆς τὸ τοῦ κυριεύοντος θέλημα. ὥσπερ185

8,1

186

γὰρ τοῦ θανάτου κατακρατοῦντος ἡμῶν ὁ τῆς ἁμαρτίας ἐν ἡμῖν νόμος ἐπολιτεύετο, οὕτως ἐπειδὴ τῆς ζωῆς κτῆμα γεγόναμεν, ἀναγκαῖον ἂν εἴη πρὸς τὴν κρατοῦσαν μεθ‐ αρμοσθῆναι ἡμῶν τὴν πολιτείαν, μή ποτε τοῦ τῆς ζωῆς
5παρατραπέντες θελήματος, πάλιν πρὸς τὸν πονηρὸν τῶν ψυχῶν ἡμῶν τύραννον, τὸν θάνατον λέγω, διὰ τῆς ἁμαρτίας αὐτομολήσωμεν. ἡ δὲ αὐτὴ διάνοια προσοικειώσει ἡμᾶς τῷ Χριστῷ, κἂν πάσχα αὐτὸν εἶναι κἂν ἀρχιερέα παρὰ τοῦ Παύλου ἀκούσωμεν. ἐτύθη γὰρ ὡς ἀληθῶς ὑπὲρ ἡμῶν
10τὸ πάσχα Χριστός· ἀλλ’ ὁ ἱερεὺς ὁ προσαγαγὼν τῷ θεῷ τὴν θυσίαν οὐκ ἄλλος τίς ἐστι παρ’ αὐτὸν τὸν Χριστόν. Ἑαυτὸν γάρ, φησίν, ἀνήνεγκε προσφορὰν καὶ θυσίαν ὑπὲρ ἡμῶν. οὐκοῦν τοῦτο διὰ τούτων μανθάνομεν, ὅτι ὁ πρὸς ἐκεῖνον βλέπων τὸν ἑαυτὸν προσαγαγόντα προσφορὰν
15καὶ θυσίαν καὶ πάσχα γενόμενον καὶ αὐτὸς ἑαυτὸν παρα‐ στήσει τῷ θεῷ θυσίαν ζῶσαν ἁγίαν εὐάρεστον, λογικὴ λατρεία γενόμενος· ὁ δὲ τρόπος τῆς ἱερουργίας ἐστὶ τὸ Μὴ συσχηματίζεσθαι τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦ‐ σθαι τῇ ἀνακαινώσει τοῦ νοὸς αὐτοῦ ἐν τῷ δοκιμάζειν, τί
20τὸ θέλημα τοῦ θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον.186

8,1

187

οὐ γὰρ ἔστι ζώσης τῆς σαρκὸς καὶ μὴ κατὰ τὸν πνευματικὸν ἱερουργηθείσης νόμον τὸ ἀγαθὸν θέλημα τοῦ θεοῦ ἐν αὐτῇ δειχθῆναι· Διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεὸν καὶ τῷ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται. οὐδὲ γὰρ δύναται,
5ἕως ἂν ζῇ ἡ σάρξ, ἧς διὰ τῆς ζωοποιοῦ θυσίας ἱερουργηθείσης διὰ τοῦ νεκρῶσαι τὰ ἐπὶ τῆς γῆς μέλη, δι’ ὧν ἐνεργεῖται τὰ πάθη, ἀνεμποδίστως τὸ εὐάρεστον καὶ τέλειον θέλημα τοῦ θεοῦ ἐν τῇ ζωῇ τῶν πεπιστευκότων κατορθωθήσεται. οὕτως καὶ ἱλαστήριον ἐν τῷ ἰδίῳ αἵματι ὁ Χριστὸς νοού‐
10μενος διδάσκει τὸν ταῦτα νοήσαντα αὐτὸν ἕκαστον γενέ‐ σθαι ἑαυτῷ ἱλαστήριον, διὰ τῆς τῶν μελῶν νεκρώσεως τὴν ψυχὴν ἀφαγνίζοντα. ὅταν δὲ δόξης ἀπαύγασμα καὶ χαρακτὴρ ὑποστάσεως ὁ Χριστὸς λέγηται, τῆς προσκυνου‐ μένης αὐτοῦ μεγαλωσύνης διὰ τῶν ῥημάτων τούτων τὰς
15ἐννοίας ἀναλαμβάνομεν. ὁ γὰρ θεόπνευστος ὡς ἀληθῶς καὶ θεοδίδακτος Παῦλος, ὁ ἐν τῷ βάθει τοῦ πλούτου τῆς σοφίας καὶ τῆς γνώσεως τοῦ θεοῦ τὰ ἄδηλα καὶ τὰ κρύφια τῶν θείων μυστηρίων διερευνώμενος, τὰς γινομένας αὐτῷ θεό‐ θεν ἐλλάμψεις περὶ τῆς τῶν ἀνεξερευνήτων τε καὶ ἀνεξιχνι‐
20άστων κατανοήσεως, ἀτονωτέραν ἔχων τῆς διανοίας τὴν γλῶτταν, καθὼς ἐχώρει ἡ ἀκοὴ τῶν δεχομένων τὴν σύν‐
εσιν αὐτοῦ τὴν ἐν τῷ μυστηρίῳ δι’ ἐναυσμάτων τινῶν187

8,1

188

ὑπέδειξεν, ὅσον ὑπουργεῖν τῇ διαναίᾳ δυνατῶς εἶχεν ὁ λόγος, τοσοῦτον φθεγγόμενος. πάντα γὰρ ὅσα χωρεῖ ἡ ἀνθρωπίνη δύναμις περὶ τῆς θείας φύσεως κατανοήσας ἀνέφικτόν τε καὶ ἀνεπίληπτον λογισμοῖς ἀνθρωπίνοις τὸν
5τῆς ὑπερκειμένης οὐσίας ἀποφαίνεται λόγον. Διὸ τὰ περὶ αὐτὴν θεωρούμενα λέγων, εἰρήνην καὶ δύναμιν καὶ ζωὴν καὶ δικαιοσύνην καὶ φῶς καὶ ἀλήθειαν καὶ τὰ τοιαῦτα, τὸν περὶ αὐτῆς ἐκείνης λόγον ἄληπτον εἶναι παντελῶς διωρίσατο, εἰπὼν μήτε ἑωρᾶσθαί ποτε
10τὸν θεὸν μήτε ὀφθήσεσθαι. Ὃν εἶδε γάρ φησιν ἀνθρώπων οὐδεὶς οὐδὲ ἰδεῖν δύναται. διὰ τοῦτο ἀναζητῶν πῶς ὀνο‐ μάσει τὸ μὴ δυνάμενον λογισμοῖς ληφθῆναι, ὡς οὐχ εὗρεν ἐμφαντικὸν ὄνομα τῆς τῶν ἀκαταλήπτων ἑρμηνείας, δόξαν καὶ ὑπόστασιν ὠνόμασε τὸ ὑπερκείμενον παντὸς ἀγαθοῦ
15τὸ μήτε νοούμενον ἀξίως μήτε φραζόμενον. τὴν μὲν οὖν ὑπερκειμένην τῶν ὄντων οὐσίαν ἀφῆκεν ἀκατονόμαστον· τὸ δὲ συναφές τε καὶ ἀδιάστατον τοῦ υἱοῦ πρὸς τὸν πατέρα διερμηνεύων καὶ τὸ τῷ ἀορίστῳ τε καὶ ἀϊδίῳ πατρὶ ἀορί‐ στως τε καὶ ἀϊδίως συνθεωρούμενον ἀπαύγασμα δόξης
20καὶ χαρακτῆρα 〈ὑποστάσεωσ〉 προσαγορεύει, τῷ μὲν
ἀπαυγάσματι τὸ συμφυὲς ἐνδεικνύμενος, τῷ δὲ χαρα‐188

8,1

189

κτῆρι τὸ ἰσοστάσιον. οὔτε γὰρ αὐγῆς πρὸς τὴν ἀπαυγάζουσαν φύσιν ἐπινοεῖταί τι μέσον οὔτε τις τοῦ χαρακτῆρος ἐλάττω‐ σις πρὸς τὴν ὑπ’ αὐτοῦ χαρακτηριζομένην ὑπόστασιν, ἀλλὰ καὶ ὁ τὴν ἀπαυγάζουσαν φύσιν νοήσας καὶ τὸ ἀπαύ‐
5γασμα ταύτῃ πάντως συγκατενόησε καὶ ὁ τὸ μέγεθος τῆς ὑποστάσεως ἐν νῷ λαβὼν τῷ ἐπιφαινομένῳ χαρακτῆρι πάντως ἐμμετρεῖ καὶ τὴν ὑπόστατιν. διὸ καὶ μορφὴν θεοῦ λέγει τὸν κύριον, οὐ κατασμικρύνων τῇ τῆς μορφῆς ἐννοίᾳ τὸν κύριον, ἀλλὰ τὸ μέγεθος τοῦ θεοῦ διὰ τῆς μορφῆς
10ἐνδεικνύμενος, ᾗ ἐνθεωρεῖται τοῦ πατρὸς ἡ μεγαλειότης, οὐδαμοῦ τῆς ἰδίας μορφῆς ὑπερπίπτουσα οὐδὲ ἔξω τοῦ περὶ αὐτὴν χαρακτῆρος εὑρισκομένη. ἄμορφον γὰρ καὶ ἀκαλλὲς περὶ τὸν πατέρα οὐδέν, ὃ μὴ τῇ ὡραιότητι τοῦ μονογενοῦς ἐπαγάλλεται· διό φησιν ὁ κύριος ὅτι Ὁ ἑωρακὼς
15ἐμὲ ἑώρακε τὸν πατέρα, σημαίνων διὰ τούτου τὸ μήτε ἔλλειψίν τινα εἶναι μήτε ὑπέρπτωσιν. ἀλλὰ καὶ φέρειν αὐτὸν λέγων τὰ σύμπαντα τῷ τῆς δυνάμεως ῥήματι λύει τῶν τὰ ἀνεξερεύνητα πολυπραγμονούντων τὴν ἀμηχανίαν, οἳ τὸν περὶ τῆς ὕλης ἀναζητοῦντες λόγον οὐδαμοῦ τῆς πολυπραγ‐
20μοσύνης ἵστανται, πόθεν, λέγοντες, τῷ ἀΰλῳ ἡ ὕλη, καὶ πῶς τὸ ποσὸν ἐκ τοῦ ἀπόσου καὶ ἐκ τοῦ ἀσχηματίστου τὸ σχῆμα, καὶ ἐκ τοῦ ἀοράτου τὸ χρῶμα καὶ ἐκ τοῦ ἀορίστου
τὸ τοῖς ἰδίοις μέτροις ἐμπερατούμενον; καὶ εἰ μηδεμία189

8,1

190

ποιότης περὶ τὸ ἁπλοῦν καὶ ἀσύνθετον, πόθεν ἐμπλέκεται ταῖς περὶ αὐτὴν ποιότησιν ἡ ὕλη; πάντα γὰρ ταῦτα καὶ τὰ τοιαῦτα τῶν ζητουμένων λύει ὁ εἰπών, ὅτι τὰ σύμπαντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ φέρει ὁ λόγος ἐκ τοῦ μὴ
5ὄντος εἰς γένεσιν. πάντα γάρ, ὅσα περὶ τὴν ὕλην ἐστὶ καὶ ὅσα τὴν ἄϋλον εἴληχε φύσιν, μίαν αἰτίαν ἔχει τῆς ὑπο‐ στάσεως, τὸ ῥῆμα τῆς ἀφράστου δυνάμεως. ἐκ δὲ τούτων παιδευόμεθα τὸ πρὸς αὐτὸν βλέπειν, ἀφ’ οὗ τῶν ὄντων ἐστὶν ἡ γένεσις. εἰ γὰρ ἐκεῖθεν εἰς τὸ εἶναι παρήχθημεν
10καὶ ἐν αὐτῷ συνεστήκαμεν, ἀνάγκη πᾶσα μηδὲν ἔξω τῆς γνώσεως πιστεύειν εἶναι τοῦ ἐν ᾧ ἐσμεν καὶ ἀφ’ οὗ γεγό‐ ναμεν καὶ εἰς ὃν ἀναλύομεν. ταύτῃ δὲ τῇ διανοίᾳ συγκατορ‐ θοῦται κατὰ τὸ εἰκὸς τὸ κατὰ τὴν ζωὴν ἀναμάρτητον. τίς γὰρ ἐξ αὐτοῦ καὶ δι’ αὐτοῦ καὶ ἐν αὐτῷ ζῆν πιστεύων
15μάρτυρα τῆς ἀπεμφαινούσης ζωῆς τολμήσει ποιήσασθαι τὸν ἐν ἑαυτῷ τὴν ἑκάστου ζωὴν περιέχοντα; βρῶμα δὲ καὶ πόμα πνευματικὸν ὀνομάζων τὸν κύριον ὁ θεῖος ἀπόστολος ταῦτα διὰ τῶν λεγομένων νοεῖν ὑποτίθεται, ὅτι οὐ μονοειδής ἐστιν ἡ ἀνθρωπίνη φύσις, ἀλλὰ τοῦ
20νοητοῦ πρὸς τὸ αἰσθητὸν συγκεκραμένου ἰδιάζουσα καθ’ ἑκάτερον τῶν ἐν ἡμῖν θεωρουμένων ἐστὶν ἡ τροφή, τῆς μὲν αἰσθητῆς βρώσεως τὸ σῶμα διακρατούσης, τῆς δὲ πνευματικῆς τροφῆς τὴν ψυχικὴν ἐμποιούσης ἡμῖν εὐεξίαν. ἀλλ’ ὥσπερ ἐπὶ τοῦ σώματος τὸ στερεόν τε καὶ ὑγρὸν τῆς
25τροφῆς μετ’ ἀλλήλων μιγνύμενα συντηρητικὰ τῆς φύσεως190

8,1

191

γίνεται, διὰ τῆς καταλλήλου πέψεως ἑκάστῳ τῶν ἐν ἡμῖν στοιχειωδῶς συγκεκραμένων καταμιγνύμενα, κατὰ τὸν αὐτὸν τρόπον ἀναλογικῶς ὁ Παῦλος καὶ τὴν νοητὴν κατα‐ μερίζει τροφήν, βρῶσιν ὀνομάζων καὶ πόσιν τὸ αὐτὸ
5πρᾶγμα, πρὸς τὴν χρείαν τῶν προσφερομένων οἰκείως μεθαρμοζόμενον. τοῖς μὲν γὰρ ἀτονοῦσι καὶ ἐκλελυμένοις ἄρτος γίνεται, στηρίζων καρδίαν ἀνθρώπου· τοῖς δὲ κεκμηκόσι διὰ τὴν πρὸς τὸν βίον τοῦτον ταλαιπωρίαν καὶ διὰ τοῦτο γενομένοις διψώδεσιν οἶνος γίνεται, τὴν
10καρδίαν εἰς εὐφροσύνην ἄγων. Νοεῖν δὲ χρὴ διὰ τῶν εἰρημένων τοῦ λόγου τὴν δύναμιν, δι’ οὗ τρέφεται ἡ ψυχὴ καταλλήλως τῇ χρείᾳ τὴν ἀπ’ αὐτοῦ χάριν προσδεχομένη κατὰ τὸ αἴνιγμα τοῦ προφήτου, ὃς τόπῳ χλόης καὶ ὕδατι ἀναπαύσεως τὴν ἐκ τοῦ λόγου
15γινομένην τοῖς κεκμηκόσι παραμυθίαν διασημαίνει. εἰ δὲ καὶ πρὸς τὸ μυστήριόν τις βλέπων βρῶμα καὶ πόμα πνευ‐ ματικὸν κυρίως ὀνομάζεσθαι λέγοι τὸν κύριον, οὐδὲ τοῦτο τῆς κυρίας ἐμφάσεως ἀπεξένωται· ἀληθῶς γὰρ ἡ σὰρξ αὐτοῦ βρῶσίς ἐστι καὶ τὸ αἷμα αὐτοῦ ἀληθῶς ἐστι πόσις. ἀλλ’
20ἐπὶ μὲν τῆς προρρηθείσης διανοίας πᾶσι κατ’ ἐξουσίαν ἐστὶν ἡ μετουσία τοῦ λόγου, ὃς γίνεται βρῶμα καὶ πόμα προσφερόμενον ἀδιακρίτως ὑπὸ τῶν ἐπιζητούντων αὐτὸν
λαμβανόμενος· ἐπὶ δὲ τῆς ἑτέρας ἐννοίας οὐκέτι ἀνεξέ‐191

8,1

192

ταστός ἐστι καὶ ἀδιάκριτος ἡ τῆς τοιαύτης τροφῆς τε καὶ πόσεως μετουσία, οὕτω τοῦ ἀποστόλου προσδιορίσαντος ὅτι Δοκιμαζέτω δὲ ἕκαστος ἑαυτὸν καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω. ὁ δὲ ἀναξίως
5ἐσθίων καὶ πίνων κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει. πρὸς ὅ μοι δοκεῖ καὶ ὁ εὐαγγελιστὴς βλέπων ἠσφαλισμένως τὸ τοιοῦτον παρασημήνασθαι, ὅτε ἐν τῷ καιρῷ τοῦ μυστικοῦ πάθους ὁ εὐσχήμων ἐκεῖνος βουλευτὴς ἀσπίλῳ τε καὶ καθαρᾷ τῇ σινδόνι τὸ σῶμα τοῦ κυρίου διαλαβὼν
10καινῷ τε καὶ καθαρῷ τῷ μνήματι ἐναπέθετο· ὥστε νόμον πᾶσιν ἡμῖν τό τε τοῦ ἀποστόλου παράγγελμα γενέσθαι καὶ τὸ τοῦ εὐαγγελιστοῦ παρατήρημα τοῦ καθαρᾷ τῇ συνειδήσει τὸ ἅγιον ὑποδέχεσθαι σῶμα· εἴ πού τις ἐξ ἁμαρτίας εἴη κηλίς, τῷ ὕδατι τῶν δακρύων αὐτὴν ἀπορρύ‐
15ψαντας. ἀλλὰ καὶ πέτρα λεγόμενος ὁ Χριστὸς ὠφελήσει διὰ τοῦ ὀνόματος τούτου ἡμᾶς, ἐν τῷ παγίῳ τε καὶ ἀμεταθέτῳ τῆς κατ’ ἀρετὴν ζωῆς καὶ ἐν τῷ στερρῶς ἔχειν πρὸς τὴν τῶν παθημάτων ὑπομονὴν καὶ διὰ τοῦ πρὸς πᾶσαν προσ‐ βολὴν ἁμαρτίας ἀντίτυπον καὶ ἀνένδοτον τὴν ψυχὴν ἐπι‐
20δείκνυσθαι· διὰ τούτων γὰρ καὶ τῶν τοιούτων πέτρα καὶ ἡμεῖς ἐσόμεθα, μιμούμενοι, καθώς ἐστι δυνατόν, ἐν τῇ τρεπτῇ φύσει τὸ ἄτρεπτον τοῦ δεσπότου καὶ ἀμετάθετον. εἰ δὲ ὁ αὐτὸς παρὰ τοῦ σοφοῦ ἀρχιτέκτονος καὶ θεμέλιος πίστεως καὶ γωνίας κεφαλὴ ὀνομάζεται, οὐδὲ τοῦτο πρὸς
25τὴν τοῦ κατ’ ἀρετὴν βίου συνεισφορὰν ἀσυντελὲς ἡμῖν ἐπιδει‐ χθήσεται. διδασκόμεθα γὰρ διὰ τούτων, ὅτι πάσης ἀγαθῆς
πολιτείας καὶ παντὸς ἀγαθοῦ μαθήματός τε καὶ ἐπιτηδεύ‐192

8,1

193

ματος καὶ ἀρχὴ καὶ τέλος ἐστὶν ὁ κύριος. ἥ τε γὰρ ἐλπίς, ἣν ἀντὶ τῆς κεφαλῆς νοοῦμεν, πρὸς ἣν πάντα βλέπει τὰ κατ’ ἀρετὴν σπουδαζόμενα, ἐκεῖνός ἐστιν, οὕτως ὠνομα‐ σμένος παρὰ τοῦ Παύλου, καὶ ἡ ἀρχὴ τῆς ὑψηλῆς ταύτης
5τοῦ βίου πυργοποιΐας ἡ εἰς αὐτὸν γίνεται πίστις, ἐφ’ ἧς οἷόν τινα θεμέλιον τὰς ἀρχὰς τοῦ βίου καταβαλλομένων ἡμῶν καὶ διὰ τῶν καθημερινῶν κατορθωμάτων τὰς κα‐ θαρὰς ἐννοίας τε καὶ ἐνεργείας νομοθετούντων, οὕτως ἡ τοῦ παντὸς κεφαλὴ καὶ ἡμετέρα γίνεται κεφαλή, τοῖς
10δυσὶ τῆς ζωῆς ἡμῶν τοίχοις, τοῖς τε κατὰ σῶμα καὶ ψυχήν, δι’ εὐσχημοσύνης καὶ καθαρότητος ἐποικοδομου‐ μένοις διὰ τῆς διαγωνίου συμφυΐας ἑαυτὴν ἐφαρμόζουσα. ὡς ἐὰν ἐλλείπῃ τὸ ἕτερον τῶν οἰκοδομημάτων, ἤτοι τῆς κατὰ τὸ φαινόμενον εὐσχημοσύνης τῇ τῆς ψυχῆς καθαρό‐
15τητι μὴ συνοικοδομουμένης ἢ τῆς ψυχικῆς ἀρετῆς τῷ φαινομένῳ μὴ συμβαινούσης, οὐκ ἂν γένοιτο τοῦ ἡμιτελοῦς τούτου βίου κεφαλὴ ὁ Χριστὸς ὁ μόνῃ τῇ διπλῇ τε καὶ δια‐ γωνίᾳ οἰκοδομίᾳ ἑαυτὸν ἐφαρμόζων· οὐδὲ γάρ ἐστι δυνατὸν χωρὶς τῆς τῶν δύο τοίχων συμβολῆς γωνίαν γενέσθαι.
20τότε οὖν ἐπιτεθήσεται τῷ οἰκοδομήματι ἡμῶν τοῦ ἀκρο‐
γωνιαίου τὸ κάλλος, ὅταν ἀμφοτέρωθεν κατὰ τὸν ὀρθὸν193

8,1

194

τοῦ βίου κανόνα τῇ τῶν ἀρετῶν σπάρτῳ ἀποταθῇ ἐναρ‐ μονίως ὁ διπλοῦς βίος ὀρθός τε καὶ ἀδιάστροφος καὶ οὐδὲν ἔχων ἐν ἑαυτῷ σκολιὸν ἢ κατηγκυλωμένον. Εἰκόνα δὲ τοῦ θεοῦ τοῦ ἀοράτου τὸν Χριστὸν ὀνομάζων
5ὁ Παῦλος τὸν ἐπὶ πάντων θεὸν καὶ μέγαν θεόν (καὶ ταύταις γὰρ ταῖς φωναῖς ἀνακηρύσσει τοῦ ἀληθινοῦ δεσπότου τὸ μεγαλεῖον λέγων· Τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς
10αἰῶνας)· ταῦτα οὖν λέγων τοῦτο παιδεύει διὰ τῶν λεγομέ‐ νων ἡμᾶς, ὅτι ὁ ἀεὶ ὢν ὅπερ ἐστίν (ἔστι δὲ ἐκεῖνο, ὅπερ ὁ ὢν ἐπίσταται μόνος, τῆς δὲ ἀνθρωπίνης καταλήψεως, κἂν ἀεὶ αὐτῷ διὰ προκοπῆς προσεγγίζῃ ὁ τὰ ἄνω φρονῶν, πάντοτε τῷ ἴσῳ μέτρῳ ὑπερανέστηκεν)· οὗτος τοίνυν ὁ
15ὑπερέκεινα πάσης γνώσεώς τε καὶ καταλήψεως, ὁ ἄφραστος
καὶ ἀνεκλάλητος καὶ ἀνεκδιήγητος, ἵνα σε ποιήσῃ πάλιν194

8,1

195

εἰκόνα θεοῦ, καὶ αὐτὸς ὑπὸ φιλανθρωπίας ἐγένετο εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, ὥστε τῇ ἰδίᾳ μορφῇ, ἣν ἀνέλαβεν, ἐν σοὶ μορφωθῆναι καὶ σὲ πάλιν δι’ ἑαυτοῦ πρὸς τὸν χαρακτῆρα τοῦ ἀρχετύπου συσχηματισθῆναι κάλλους, εἰς τὸ γενέσθαι
5ὅπερ ἦς ἐξ ἀρχῆς. οὐκοῦν εἰ μέλλοιμεν γίνεσθαι καὶ ἡμεῖς εἰκὼν θεοῦ τοῦ ἀοράτου, πρὸς τὸ ἐκκείμενον ἡμῖν τοῦ βίου ὑπόδειγμα τυποῦσθαι προσήκει τῆς ζωῆς ἡμῶν τὸ εἶδος· τοῦτο δέ ἐστι τί; τὸ ἐν σαρκὶ ζῶντας μὴ κατὰ σάρκα ζῆν. καὶ γὰρ ἡ πρωτότυπος ἐκείνη τοῦ ἀοράτου θεοῦ εἰκὼν
10ἡ διὰ τῆς παρθένου ἐπιδημήσασα ἐπειράθη μὲν κατὰ πάντα καθ’ ὁμοιότητα τῆς ἀνθρωπίνης φύσεως, μόνης δὲ οὐ συμπαρεδέξατο τῆς ἁμαρτίας τὴν πεῖραν. Ὃς ἁμαρτίαν οὐκ ἐποίησε, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. ὥσπερ τοίνυν, εἰ τὴν ζωγραφικὴν ἐπαιδευόμεθα τέχνην,
15προθέντος ἡμῖν τοῦ διδασκάλου κεκαλλωπισμένην τινὰ μορφὴν ἐπὶ πίνακος, ἔδει πάντως τὸ ἐκείνης κάλλος ἐπὶ
τῆς ἰδίας ἕκαστον ζωγραφίας μιμήσασθαι, ὥστε τοὺς195

8,1

196

πάντων πίνακας κατὰ τὸ ἐκκείμενον τοῦ κάλλους ὑπό‐ δειγμα καλλωπισθῆναι, κατὰ τὸν αὐτὸν τρόπον, ἐπειδὴ τῆς ἰδίας ἕκαστος ζωῆς ἐστι ζωγράφος, τεχνίτης δὲ τῆς δημιουργίας ταύτης ἐστὶν ἡ προαίρεσις, χρώματα δὲ πρὸς
5τὴν ἀπεργασίαν τῆς εἰκόνος αἱ ἀρεταί, κίνδυνος οὐ μικρὸς μεταχαράξαι τοῦ πρωτοτύπου κάλλους τὴν μίμησιν εἰς εἰδεχθές τι καὶ ἄμορφον πρόσωπον, διὰ τῶν ῥυπαρῶν χρω‐ μάτων ἀντὶ τοῦ δεσποτικοῦ εἴδους τὸν τῆς κακίας χαρα‐ κτῆρα σκιαγραφήσαντας. ἀλλ’ ὥς ἐστι δυνατόν, καθαρὰ
10〈δεῖ〉 τῶν ἀρετῶν τὰ χρώματα κατά τινα τεχνικὴν μίξιν πρὸς ἄλληλα συγκεκραμένα πρὸς τὴν τοῦ κάλλους μίμησιν παραλαμβάνειν, ὥστε γενέσθαι ἡμᾶς τῆς εἰκόνος εἰκόνα, δι’ ἐνεργοῦς ὡς οἷόν τε μιμήσεως ἐκμαξαμένους τὸ πρω‐ τότυπον κάλλος, ὡς ἐποίει ὁ Παῦλος μιμητὴς τοῦ Χριστοῦ
15διὰ τοῦ κατ’ ἀρετὴν βίου γινόμενος. εἰ δὲ χρὴ καὶ τὰ καθ’ ἕκαστον διευκρινῆσαι τῷ λόγῳ, δι’ ὧν ἡ τῆς εἰκόνος μί‐ μησις γίνεται, ἓν χρῶμα ἡ ταπεινοφροσύνη. Μάθετε γάρ, φησίν, ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. ἕτερον χρῶμα ἡ μακροθυμία ἡ ποσῶς τῇ εἰκόνι τοῦ θεοῦ
20τοῦ ἀοράτου ἐπιφανεῖσα. μάχαιρά τε καὶ ξύλα καὶ δεσμὰ καὶ μάστιγες, σιαγόνες ῥαπιζόμεναι, πρόσωπον ἐμπτυό‐
μενον, νῶτον πληγαῖς ἐκδιδόμενον, κριτήριον ἀσεβές,196

8,1

197

ἀπόφασις ἀπηνής, στρατιῶται τῆς σκυθρωπῆς ἀποφάσεως κατατρυφῶντες, ἐν χλευασμοῖς καὶ εἰρωνείαις καὶ ὕβρεσι καὶ ταῖς ἐκ καλάμου πληγαῖς, ἧλοι καὶ χολὴ καὶ ὄξος καὶ πάντα τὰ δεινότατα ἄνευ αἰτίας αὐτῷ προσαγόμενα, μᾶλλον
5δὲ ὑπὲρ τῆς πολυτρόπου εὐεργεσίας ἀντιδιδόμενα. τίς οὖν κατὰ τῶν ταῦτα ποιούντων ἡ ἄμυνα; Πάτερ, συγχώρησον αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσι. μὴ οὐκ ἦν δυνατὸν ἄνωθεν αὐτοῖς αὐτὸν ἐπιρρῆξαι τὸν οὐρανὸν ἢ χάσματι γῆς ἐξαφα‐ νίσαι τοὺς ὑβριστὰς ἢ ἐπεκβαλεῖν ἔξω τῶν ἰδίων ὅρων τὴν
10θάλασσαν καὶ τοῖς βυθοῖς ποιῆσαι τὴν γῆν ὑποβρύχιον ἢ τὴν Σοδομιτικὴν αὐτοῖς ἐπιβαλεῖν τοῦ πυρὸς ἐπομβρίαν ἢ ἄλλο τι τῶν σκυθρωπῶν ποιῆσαι διὰ προστάγματος; ἀλλὰ ταῦτα πάντα ἤνεγκεν ἐν πρᾳότητι καὶ μακροθυμίᾳ ὁ τῷ σῷ βίῳ δι’ ἑαυτοῦ νομοθετῶν τὸ μακρόθυμον. οὕτω
15καὶ τὰ ἄλλα πάντα περὶ τὴν πρωτότυπον τοῦ θεοῦ εἰκόνα ἔστιν ἰδεῖν, πρὸς ἣν ὁ βλέπων καὶ κατ’ ἐκείνην ἐναργῶς τὴν ἑαυτοῦ καλλωπίζων μορφὴν εἰκὼν καὶ αὐτὸς γίνεται τοῦ θεοῦ τοῦ ἀοράτου διὰ τῆς ὑπομονῆς ζωγραφούμενος. Ὁ δὲ κεφαλὴν τῆς ἐκκλησίας τὸν Χριστὸν εἶναι
20μαθὼν τοῦτο πρὸ πάντων διανοείσθω, ὅτι πᾶσα κεφαλὴ τῷ ὑποκειμένῳ σώματι ὁμοφυής ἐστι καὶ ὁμοούσιος καὶ μία τίς ἐστι τῶν καθ’ ἕκαστον μελῶν πρὸς τὸ ὅλον ἡ συμφυΐα, διὰ μιᾶς συμπνοίας κατεργαζομένη πρὸς τὰ μέρη τῷ παντὶ τὴν συμπάθειαν. οὐκοῦν εἴ τι τοῦ σώματός ἐστιν ἐκτός,
25τοῦτο πάντως καὶ πρὸς τὴν κεφαλὴν ἀλλοτρίως ἔχει.197

8,1

198

παιδεύει τοίνυν διὰ τούτων ὁ λόγος ἡμᾶς, ὅπερ ἐστὶν ἡ κεφαλὴ κατὰ τὴν φύσιν, τοῦτο καὶ τὰ καθ’ ἕκαστον γίνεσθαι μέλη, ἵνα πρὸς τὴν κεφαλὴν οἰκείως ἔχῃ. ἡμεῖς δέ ἐσμεν τὰ μέλη, οἱ εἰς τὸ σῶμα τοῦ Χριστοῦ συντελοῦντες. εἰ
5τοίνυν τις ἄρας τὸ μέλος τοῦ Χριστοῦ ποιήσει μέλος πόρνης, οἷόν τινα μάχαιραν ἐμβαλὼν τὴν ἀκόλαστον λύσσαν, διὰ τοῦ πονηροῦ τούτου πάθους τὸ μέλος πάντως τῆς κεφαλῆς ἠλλοτρίωσεν. οὕτω δὲ καὶ τὰ λοιπὰ τῆς κακίας ὄργανα μάχαιραι γίνονται, δι’ ὧν τὰ μέλη τοῦ συμφυοῦς ἀποτέμνε‐
10ται σώματος καὶ τῆς κεφαλῆς ἀφορίζεται πάντα, καθ’ ὧν ἂν τὴν τομὴν ἐνεργήσῃ τὰ πάθη. ἵνα τοίνυν ὅλον ἐν τῷ κατὰ φύσιν διαμένῃ τὸ σῶμα, πρὸς τὴν κεφαλὴν οἰκείως ἔχειν προσήκει καὶ τὰ καθ’ ἕκαστον μέλη, οἷον εἰ καθαρότητα
τῷ λόγῳ τῆς οὐσίας τὴν κεφαλὴν εἶναι ὑποτιθέμεθα, κα‐198

8,1

199

θαρὰ πάντως εἶναι δεῖ τὰ μέλη τὰ ὑπὸ τὴν τοιαύτην κεφαλὴν συντελοῦντα· εἰ ἀφθαρσίαν νοοῦμεν τὴν κεφαλήν, ἐν ἀφθαρσίᾳ χρὴ πάντως συνεστάναι τὰ μέλη. οὕτω καὶ τὰ ἄλλα νοήματα, ὅσα ἡ κεφαλὴ νοεῖται, καὶ ἐπὶ τῶν μελῶν
5ἀκόλουθόν ἐστι καθορᾶσθαι, τὴν εἰρήνην, τὸν ἁγιασμόν, τὴν ἀλήθειαν καὶ πάντα τὰ τοιαῦτα. διὰ γὰρ τοῦ ταῦτα καὶ τὰ τοιαῦτα ἐν τοῖς μέλεσι δείκνυσθαι τὸ συμφυῶς ἔχειν αὐτὰ πρὸς τὴν κεφαλὴν μαρτυρεῖται, οὕτως εἰπόντος τοῦ ἀποστόλου, ὅτι ἐκεῖνος μέν ἐστιν ἡ κεφαλή, ἐξ αὐτοῦ δὲ
10πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συμβιβαζόμενον διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας τῆς κατ’ ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους τὴν αὔξησιν τοῦ σώματος ποιεῖται. καὶ τοῦτο δὲ προσήκει διὰ τοῦ τῆς κεφαλῆς ὀνόματος παιδευθῆναι, ὅτι ὥσπερ ἐπὶ τῶν ζῴων ἐκ τῆς κεφαλῆς
15ἐστι τῷ σώματι τὸ πρὸς τὰς ἐνεργείας ἐνδόσιμον· ὀφθαλμῷ γὰρ καὶ ἀκοῇ τὰ καθ’ ἕκαστον εὐθύνεται ἥ τε διὰ ποδῶν κίνησις καὶ ἡ διὰ χειρῶν ἐνέργεια· οὐ γὰρ ἔστιν ἢ ὀφθαλμοῦ μὴ ἐπιστατοῦντος τῶν σπουδαζομένων ἢ μὴ δεχομένης τῆς ἀκοῆς τὴν ὑφήγησιν δεόντως τι τῶν προκειμένων γε‐
20νέσθαι· οὕτω χρὴ κατὰ τὴν ἀληθινὴν κεφαλὴν καὶ ἡμᾶς τὸ σῶμα καταλλήλως κινεῖσθαι πρὸς πᾶσαν ὁρμὴν καὶ ἐνέργειαν, ὅπουπερ ὁ πλάσας τὸν ὀφθαλμὸν ἢ ὁ φυτεύσας
τὸ οὖς καθηγήσεται. ἐπεὶ οὖν ἡ κεφαλὴ τὰ ἄνω βλέπει,199

8,1

200

καὶ τὰ μέλη δεῖ πάντως τὰ ὑφηρμοσμένα τῇ κεφαλῇ ἕπεσθαι τῇ τῆς κεφαλῆς ὁδηγίᾳ καὶ πρὸς τὰ ἄνω τὴν ῥοπὴν ἔχειν. Ὅταν δὲ πρωτότοκον τῆς κτίσεως αὐτὸν εἶναι ἀκού‐
5σωμεν καὶ πρωτότοκον ἐκ τῶν νεκρῶν καὶ πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς, πρῶτον μὲν τὰς αἱρετικὰς ὑπολή‐ ψεις ἀποπεμπώμεθα, ὡς οὐδεμίαν συνηγορίαν τῆς πονηρᾶς αὐτῶν δογματοποιΐας ἐκ τῶν προκειμένων ῥημάτων ἐχού‐ σης· μετὰ ταῦτα δὲ καὶ τὰ πρὸς τὸν ἠθικὸν βίον διὰ τούτων
10ἡμῖν συντελοῦντα κατανοήσωμεν. ἐπειδὴ γὰρ τὸν μονογενῆ θεὸν τὸν τοῦ παντὸς δημιουργόν, τὸν ἐξ οὗ καὶ δι’ οὗ καὶ ἐν ᾧ τὰ πάντα, ἔργον εἶναι τοῦ θεοῦ καὶ κτίσμα καὶ ποίημα λέγουσιν οἱ θεομάχοι καὶ διὰ τοῦτο πάσης κτίσεως πρω‐ τότοκον αὐτὸν λέγεσθαι διορίζονται, ὡς ἀδελφὸν ὄντα τῆς
15κτίσεως, μόνοις τοῖς τοῦ χρόνου πρεσβείοις αὐτὸν προτε‐ ρεύοντα, ὡς τὸν Ῥουβὶμ τῶν ἰδίων ἀδελφῶν, οὐ φύσει προτεταγμένον, ἀλλὰ τοῖς ἐκ χρόνου πρεσβείοις· πρῶτον μὲν τοῦτο πρὸς ἐκείνους ῥητέον, ὅτι οὐκ ἔστι τὸν αὐτὸν καὶ μονογενῆ καὶ πρωτότοκον εἶναι πιστεύεσθαι. οὔτε γὰρ
20ὁ μονογενὴς μετὰ ἀδελφῶν νοεῖται οὔτε χωρὶς ἀδελφῶν200

8,1

201

ὁ πρωτότοκος, ἀλλ’ εἰ μονογενής ἐστιν, ἀδελφοὺς οὐκ ἔχει, εἰ δὲ ἀδελφῶν πρωτότοκος, μονογενὴς πάντως οὔτε ἔστιν οὔτε λέγεται. οὐκοῦν ἀσύμβατά ἐστι καὶ ἀκοινώνητα ταῦτα πρὸς ἄλληλα ἐπὶ τοῦ αὐτοῦ τὰ ὀνόματα, ὡς ἀδύνατον εἶ‐
5ναι τὰ δύο τὸν αὐτὸν ὀνομάζεσθαι, καὶ μονογενῆ καὶ πρωτότοκον. ἀλλὰ μὴν εἴρηται παρὰ τῆς γραφῆς περὶ τοῦ ἐν ἀρχῇ ὄντος λόγου, ὅτι μονογενὴς θεός, καὶ πάλιν παρὰ τοῦ Παύλου ὅτι πρωτότοκος πάσης κτίσεως. οὐκοῦν ἐπιμερίσαι προσήκει τῷ κριτηρίῳ τῆς ἀληθείας, ἑκάτερον
10τούτων τῶν ὀνομάτων ἀκριβῶς διαστείλαντα· ὥστε μο‐ νογενῆ μὲν εἶναι τὸν προαιώνιον λόγον, τῆς δὲ μετὰ ταῦτα ἐν τῷ Χριστῷ γενομένης κτίσεως πάσης πρωτότοκον γενέσθαι τὸν λόγον σάρκα γενόμενον. καὶ ὅπερ ἂν ἡμῖν ἐγγένηται νόημα, πρωτότοκον αὐτὸν ἐκ νεκρῶν εἶναι
15μαθοῦσι καὶ πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς, ἐκεῖνο
καὶ ἐπὶ τοῦ πρωτοτόκου τῆς κτίσεως ἀκολούθως νοήσωμεν.201

8,1

202

οὐκοῦν ἐκ νεκρῶν μὲν πρωτότοκος γίνεται ὁ ἀπαρχὴ τῶν κεκοιμημένων γενόμενος, ἵνα ὁδοποιήσῃ πάσῃ σαρκὶ τὴν ἀνάστασιν, καὶ μέλλων ἡμᾶς διὰ τῆς ἄνωθεν γεννήσεως τῆς δι’ ὕδατος καὶ πνεύματος υἱοὺς ἡμέρας καὶ υἱοὺς
5φωτὸς ἀπεργάζεσθαι, τοὺς πρότερον ὄντας φύσει τέκνα ὀργῆς, αὐτὸς καθηγεῖται τῆς τοιαύτης γεννήσεως ἐν τῷ ῥείθρῳ τοῦ Ἰορδάνου, ἐπὶ τὴν ἀπαρχὴν τῆς φύσεως ἡμῶν τὴν τοῦ πνεύματος χάριν ἐπισπασάμενος, ὥστε πάντας τοὺς ἐκ τῆς πνευματικῆς ἀναγεννήσεως εἰς ζωὴν γεννωμένους
10ἀδελφοὺς χρηματίσαι τοῦ προγεννηθέντος διὰ τοῦ ὕδατος καὶ τοῦ πνεύματος. κατὰ τὸν αὐτὸν τρόπον καὶ τῆς ἐν Χριστῷ γενομένης κτίσεως πρωτότοκον αὐτὸν νοοῦντες οὐκ ἔξω γινόμεθα τῆς εὐσεβοῦς ὑπολήψεως. ἐπειδὴ γὰρ ἡ ἀρχαία κτίσις παρῆλθε διὰ τῆς ἁμαρτίας ἀχρειωθεῖσα,
15ἀναγκαίως τὴν τῶν ἀφανισθέντων πάροδον διεδέξατο ἡ καινὴ τῆς ζωῆς κτίσις ἡ διὰ τῆς ἀναγεννήσεως καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως συνισταμένη, ἧς ὁ ἀρχηγὸς τῆς ζωῆς ἡγησάμενος πρωτότοκος τῆς κτίσεως γίνεται καὶ ὀνο‐ μάζεται. ἀλλ’ ὅπως μὲν χρὴ πρὸς τοὺς ἀντιτεταγμένους
20ἔχειν, δι’ ὀλίγων τῶν εἰρημένων ῥᾴδιον ἂν γένοιτο τοῖς φιλο‐
πονωτέροις† αὐτάρκη συμμαχίαν πρὸς τὴν ἀλήθειαν ἔχειν.202

8,1

203

ὅπως δ’ ἂν φανείη συντελοῦντα πρὸς τὸν κατ’ ἀρετὴν βίον τὰ ῥήματα ταῦτα, διὰ βραχέων ἐπελευσόμεθα. πρωτό‐ τοκος ἦν τῶν μετ’ αὐτὸν διὰ γεννήσεως παραχθέντων ὁ Ῥουβίμ, ἀλλ’ ἐμαρτύρει τοῖς μετ’ αὐτὸν γεννηθεῖσι τὴν
5πρὸς αὐτὸν συγγένειαν καὶ ὁ ἐπιφαινόμενος αὐτοῖς χαρα‐ κτὴρ οἰκείως πρὸς τὸν πρωτότοκον ἔχων, ὥστε μὴ ἀγνοεῖ‐ σθαι τὴν ἀδελφότητα διὰ τῆς κατὰ τὴν μορφὴν ὁμοιότητος μαρτυρουμένην. οὐκοῦν εἰ διὰ τῆς ὁμοτρόπου ἀναγεννή‐ σεως τῆς δι’ ὕδατος καὶ πνεύματος καὶ ἡμεῖς ἀδελφοὶ τοῦ
10κυρίου γεγόναμεν τοῦ δι’ ἡμᾶς γενομένου πρωτοτόκου ἐν πολλοῖς ἀδελφοῖς, ἀκόλουθον ἂν εἴη διὰ τῶν τοῦ βίου χαρα‐ κτήρων ἐπιδεικνύειν τὴν πρὸς αὐτὸν ἀγχιστείαν, ἐμμορφου‐ μένου τῇ ζωῇ ἡμῶν τοῦ πρωτοτόκου τῆς κτίσεως. τίνα δὲ χαρακτῆρα τῆς ἐκείνου μορφῆς παρὰ τῆς γραφῆς
15μεμαθήκαμεν; ὃν πολλάκις εἰρήκαμεν ὅτι Ἁμαρτίαν οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. οὐκοῦν εἰ μέλλοιμεν ἀδελφοὶ χρηματίζειν τοῦ καθηγησαμένου ἡμῶν τῆς γεννήσεως, τὸ ἀναμάρτητον τῆς ζωῆς ἡμῶν πι‐ στώσεται τὴν πρὸς ἐκεῖνον συγγένειαν, μηδενὸς ῥύπου
20τῆς πρὸς τὴν καθαρότητα συναφείας ἡμᾶς ἀφορίζοντος. ἀλλὰ καὶ δικαιοσύνη καὶ ἁγιασμὸς ὁ πρωτότοκός ἐστι καὶ ἀγάπη καὶ ἀπολύτρωσις καὶ τὰ τοιαῦτα. οὐκοῦν εἰ
διὰ τῶν τοιούτων καὶ ὁ ἡμέτερος χαρακτηρίζεται βίος,203

8,1

204

ἐναργῆ παρεξόμεθα τῆς εὐγενείας ἡμῶν τὰ γνωρίσματα, ὥστε τὸν ταῦτα καθορῶντα ἐν τῇ ζωῇ τῇ ἡμετέρᾳ προσ‐ μαρτυρεῖν ἡμῖν τὴν πρὸς τὸν Χριστὸν ἀδελφότητα. αὐτὸς γάρ ἐστιν ὁ ἀνοίξας ἡμῖν τὴν θύραν τῆς ἀναστάσεως καὶ
5διὰ τοῦτο ἀπαρχὴ τῶν κεκοιμημένων γενόμενος. ὅτι μὲν οὖν ἀναστησόμεθα πάντες ἐν ῥιπῇ ὀφθαλμοῦ ἐν τῇ ἐσχάτῃ σάλπιγγι, τοῦτο ἔδειξεν οἷς τε ἐφ’ ἑαυτοῦ καὶ οἷς ἐπὶ τῶν λοιπῶν τῶν ὑπὸ τοῦ θανάτου κρατηθέντων ἐποίησεν. Οὐ μὴν ἴση κατάστασις ἐν τῷ μετὰ ταῦτα βίῳ πάντας
10τοὺς ἐκ τοῦ τῆς γῆς χώματος ἀναστάντας ἐκδέχεται, ἀλλὰ Πορεύσονται, φησίν, οἱ μὲν τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως. ὥστε εἴ τινος πρὸς τὴν φοβερὰν ἐκείνην κατά‐ κρισιν ὁ βίος βλέπει, οὗτος, κἂν διὰ τῆς ἄνωθεν γεννήσεως
15τοῖς ἀδελφοῖς τοῦ κυρίου συναριθμούμενος τύχῃ, κατα‐ ψεύδεται τοῦ ὀνόματος, ἐν τῇ μορφῇ τῆς κακίας τὴν πρὸς τὸν πρωτότοκον ἀγχιστείαν ἀρνούμενος. ὁ δὲ μεσίτης θεοῦ καὶ ἀνθρώπων ὁ δι’ ἑαυτοῦ συνάπτων τῷ θεῷ τὸ ἀνθρώπινον ἐκεῖνο συνάπτει μόνον, ὅπερ ἂν τῆς πρὸς
20τὸν θεὸν συμφυΐας ἄξιον ᾗ. ὥσπερ γὰρ τὸν ἑαυτοῦ ἄνθρωπον
τῇ δυνάμει τῆς θεότητος 〈ἐν〉 ἑαυτῷ προσῳκείωσε, μέρος204

8,1

205

μὲν τῆς κοινῆς φύσεως ὄντα, οὐ μὴν τοῖς πάθεσιν ὑποπεπτω‐ κότα τῆς φύσεως τοῖς εἰς ἁμαρτίαν ἐκκαλουμένοις (Ἁμαρ‐ τίαν γάρ, φησίν, οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ)· οὕτω καὶ τοὺς καθ’ ἕκαστον προσάξει
5τῇ συναφείᾳ τῆς θεότητος, εἰ μηδὲν ἐπάγοιντο τῆς πρὸς τὸ θεῖον συμφυΐας ἀνάξιον. ἀλλ’ εἴ τις ἀληθῶς εἴη θεοῦ ναὸς μηδὲν κακίας εἴδωλον καὶ ἀφίδρυμα ἐν ἑαυτῷ περιέ‐ χων, οὗτος ὑπὸ τοῦ μεσίτου πρὸς μετουσίαν τῆς θεότητος παραληφθήσεται, καθαρὸς γενόμενος πρὸς τὴν ὑποδοχὴν
10τῆς αὐτοῦ καθαρότητος. οὔτε γὰρ εἰς κακότεχνον ψυχὴν εἰσελεύσεται σοφία, καθὼς ὁ λόγος φησίν, οὔτε ὁ καθαρὸς τῇ καρδίᾳ ἄλλο τι παρὰ τὸν θεὸν ἐν ἑαυτῷ βλέπει, ᾧ διὰ τῆς ἀφθαρσίας προσκολληθεὶς ἐντὸς ἑαυτοῦ πᾶσαν τὴν ἀγαθὴν βασιλείαν ἐδέξατο. μᾶλλον δ’ ἂν γένοιτο ἡμῖν
15καταφανὲς τὸ λεγόμενον, εἰ τὴν τοῦ κυρίου φωνήν, ἣν διὰ τῆς Μαρίας πρὸς τοὺς ἀποστόλους πεποίηται, πρὸς τὴν σαφήνειαν τῶν εἰρημένων συμπαραλάβοιμεν· Πορεύο‐ μαι, φησί, πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν, καὶ θεόν μου καὶ θεὸν ὑμῶν. ταῦτα γὰρ ὁ μεσίτης μεταξὺ τοῦ
20πατρὸς καὶ τῶν ἀποκηρύκτων φησὶν ὁ δι’ ἑαυτοῦ τοὺς ἐχθροὺς τοῦ θεοῦ καταλλάξας τῇ ἀληθινῇ καὶ μόνῃ θεότητι. ἐπειδὴ γὰρ κατὰ τὸν προφητικὸν λόγον ἀπηλλοτριώθησαν τῆς ζωοποιοῦ μήτρας διὰ τῆς ἁμαρτίας οἱ ἄνθρωποι καὶ
ἀπὸ τῆς γαστρὸς ἐπλανήθησαν, ἐν ᾗ ἐπλάσθησαν, τὸ ψεῦδος205

8,1

206

ἀντὶ τῆς ἀληθείας λαλήσαντες, τούτου χάριν τὴν ἀπαρχὴν τῆς κοινῆς φύσεως ἀναλαβὼν διὰ ψυχῆς τε καὶ σώματος ἁγίαν ἐποίησε, πάσης κακίας ἀμιγῆ τε καὶ ἀπαράδεκτον αὐτὴν ἐν ἑαυτῷ διασώσας, ἵνα ταύτην ἀναθεὶς διὰ τῆς
5ἀφθαρσίας τῷ πατρὶ τῆς ἀφθαρσίας συνεπισπάσηται δι’ αὐτῆς πᾶν τὸ συγγενὲς κατὰ τὴν φύσιν αὐτῇ καὶ ὁμόφυλον καὶ προσδέξηται τοὺς ἀποκηρύκτους εἰς τὴν υἱοθεσίαν καὶ τοὺς ἐχθροὺς τοῦ θεοῦ εἰς τὴν τῆς θεότητος αὐτοῦ μετουσίαν. οὐκοῦν ὥσπερ ἡ ἀπαρχὴ τοῦ φυράματος διὰ
10καθαρότητός τε καὶ ἀπαθείας ᾠκειώθη τῷ ἀληθινῷ πατρὶ καὶ θεῷ, οὕτω καὶ ἡμεῖς τὸ φύραμα διὰ τῶν ὁμοίων ὁδῶν τῷ πατρὶ τῆς ἀφθαρσίας κολληθησόμεθα διὰ τοῦ μιμή‐ σασθαι, καθὼς ἂν ᾖ δυνατόν, τοῦ μεσίτου τὸ ἀπαθές τε καὶ ἀναλλοίωτον. οὕτω γὰρ ἐσόμεθα τοῦ μονογενοῦς θεοῦ
15στέφανος ἐκ λίθων τιμίων, τιμὴ καὶ δόξα διὰ τοῦ βίου γενόμενοι. φησὶ γὰρ ὁ Παῦλος ὅτι βραχύ τι ἑαυτὸν ἐλατ‐ τώσας παρὰ τοὺς ἀγγέλους διὰ τὸ πάθημα τοῦ θανάτου τοὺς πρότερον εἰς ἀκάνθης φύσιν μετατεθέντας διὰ τῆς ἁμαρτίας στέφανον ἑαυτῷ διὰ τῆς κατὰ τὸν θάνατον
20οἰκονομίας ἐποίησεν, εἰς τιμὴν καὶ δόξαν μεταστοιχειώσας διὰ τοῦ πάθους τὴν ἄκανθαν. κίνδυνος οὖν οὐ μικρὸς ἅπαξ τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου τὸν ἐξ ἀκανθῶν στέφανον ἀναλαβόντος τῇ κεφαλῇ, ἵνα ποιήσῃ τὸν ἐκ τιμῆς τε καὶ δόξης συμπλεκόμενον στέφανον εὑρε‐
25θῆναί τινα τρίβολον ὄντα διὰ τοῦ κακοῦ βίου καὶ ἄκανθαν,206

8,1

207

εἶτα ἐν μέσῳ τῷ δεσποτικῷ στεφάνῳ διὰ τῆς τοῦ σώματος αὐτοῦ κοινωνίας παρενειρόμενον. πρὸς ὃν ἐρεῖ πάντως ἡ δικαία φωνή· Πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; πῶς συνεπλάκης τοῖς διὰ τιμῆς καὶ δόξης τῷ ἐμῷ στεφάνῳ
5ἐνηρμοσμένοις ἄκανθα ὤν; τίς κοινωνία Χριστῷ πρὸς Βελίαρ; τίς μερὶς πιστῷ μετὰ ἀπίστου; τί κοινὸν τῷ φωτὶ πρὸς τὸ σκότος; ὡς ἂν οὖν μὴ ταῦτά ποτε τὰ ῥήματα καθ’ ἡμῶν ὁ βίος ἡμῶν ἐγκαλέσαιτο, ἐπιμελητέον ἂν εἴη τοῦ πᾶν ἀκανθῶδες ἔργον τε καὶ ῥῆμα καὶ νόημα διὰ
10πάσης τῆς ζωῆς [τοῦ βίου] ἡμῶν ἀποσκευάζεσθαι, ἵνα τῇ καθαρᾷ τε καὶ ἀπαθεῖ πολιτείᾳ τιμὴ καὶ δόξα γενόμενοι, τὴν τοῦ παντὸς κεφαλὴν δι’ ἑαυτῶν στεφανώσωμεν, ὥσπερ τι κειμήλιον καὶ κτῆμα τῷ δεσπότῃ γενόμενοι. οὐδενὸς γὰρ ἀτίμου καταδέχεται κύριος εἶναί τε καὶ
15λέγεσθαι ὁ τῆς δόξης κύριος. οὐκοῦν ὁ πάσης ἀσχημοσύνης τε καὶ βδελυρίας ἀλλότριος, κατά τε τὸν κρυπτὸν καὶ τὸν φαινόμενον ἄνθρωπον δεσπότην ἑαυτοῦ ποιεῖ τὸν δόξης, οὐκ ἀτιμίας, κύριον ὄντα τε καὶ λεγόμενον. Ἔστι δὲ καὶ ἀρχή· ἀρχὴ δὲ παντὸς πράγματος οὐκ
20ἀλλοτρίως πρὸς τὰ μεθ’ ἑαυτὴν ἔχει. εἰ γὰρ ζωὴν τὴν ἀρχὴν εἶναί τις ὁρίσαιτο, ζωὴ πάντως καὶ τὸ μετὰ τὴν ἀρχὴν ἔσται νοούμενον· καὶ εἰ φῶς ἡ ἀρχή, φῶς καὶ τὸ
μετὰ τὴν ἀρχὴν νοηθήσεται. τί οὖν διὰ τοῦ πιστεύειν αὐτὸν207

8,1

208

εἶναι ἀρχὴν ὠφελούμεθα; τὸ γενέσθαι τοιούτους ἡμᾶς, οἵαν εἶναι τὴν ἀρχὴν ἡμῶν πεπιστεύκαμεν. οὐ γὰρ σκότους ἀρχὴ τὸ φῶς ὀνομάζεται οὐδὲ τῆς ζωῆς εἰς ἀρχὴν τεταγ‐ μένης τὸν θάνατον τὸ συνεχὲς τῆς ἀρχῆς ἐννοήσομεν.
5ἀλλ’ εἰ μή τις ὁμοφυῶς πρὸς τὸ καθηγούμενον ἔχοι δι’ ἀπαθείας καὶ ἀρετῆς τῇ ἀρχῇ συναπτόμενος, οὐκ ἂν γένοιτο τούτου ἀρχὴ ἡ τῶν ὄντων ἀρχή. ἀρχὴ τοῦ σκοτεινοῦ βίου ὁ κοσμοκράτωρ τοῦ σκότους, τῆς θανατηφόρου ἁμαρ‐ τίας ὁ ἔχων τοῦ θανάτου τὸ κράτος. οὐκ ἔστιν οὖν τὸν διὰ
10μοχθηρᾶς ζωῆς ὑπὸ τὴν τοῦ σκότους ἀρχὴν τεταγμένον τὴν παντὸς ἀγαθοῦ ἀρχὴν ἑαυτοῦ εἶναι λέγειν ἀρχήν· τῆς δὲ αὐτῆς ἔχεται διανοίας τοῖς πρὸς τὸ ἴδιον ἀγαθὸν τὰς θείας φωνὰς ἐκλαμβάνουσι τὸ καὶ βασιλέα δικαιο‐ σύνης τε καὶ εἰρήνης αὐτὸν ὀνομάζεσθαι. ὁ γὰρ κατὰ τὴν
15διδασκαλίαν τῆς προσευχῆς ἐλθεῖν ἐπ’ αὐτὸν τὴν τοῦ θεοῦ βασιλείαν εὐχόμενος, μαθὼν ὅτι δικαιοσύνης τε καὶ εἰρήνης ἐστὶ βασιλεὺς ὁ ἀληθινὸς βασιλεύς, κατορθώσει πάντως τῷ ἰδίῳ βίῳ τὴν δικαιοσύνην τε καὶ εἰρήνην, ἵνα βασιλεύσῃ αὐτοῦ ὁ τῆς δικαιοσύνης τε καὶ τῆς εἰρήνης
20βασιλεύς. οὐκοῦν στρατὸς ἐννοεῖται τοῦ βασιλέως πᾶσα ἀρετή· διὰ γὰρ τῆς δικαιοσύνης τε καὶ εἰρήνης πάσας οἶμαι
δεῖν τὰς ἀρετὰς ἐννοεῖν. εἴ τις οὖν λειποτακτήσας ἀπὸ τῆς208

8,1

209

τοῦ θεοῦ στρατιᾶς τῇ παρατάξει τῶν ἀλλοφύλων ἑαυτὸν καταλέξειε, τοῦ εὑρετοῦ τῆς κακίας ὁπλίτης γενόμενος καὶ ἀποδυσάμενος τὸν θώρακα τῆς δικαιοσύνης καὶ πᾶσαν τὴν εἰρηνικὴν παντευχίαν, πῶς οὗτος ὑπὸ τὸν βασιλέα
5τῆς εἰρήνης ταχθήσεται, ῥίψασπις τῆς ἀληθείας γενόμενος; δῆλον γὰρ ὅτι τὸ ἐπίσημον αὐτοῦ τῆς ὁπλίσεως δείξει τὸν βασιλεύοντα, ἀντὶ τῆς ἐνσκιαγραφουμένης τοῖς ὅπλοις εἰκόνος ἐν τῷ χαρακτῆρι τοῦ βίου δεικνύον τὸν καθηγού‐ μενον. ὡς μακάριος ἐκεῖνος ὁ ὑπὸ τὴν θείαν στρατηγίαν
10τεταγμένος καὶ τοῖς τάγμασι τῶν ἐν μυρίαις μυριάσιν ἀριθμουμένων κατειλεγμένος καὶ κατὰ τῆς κακίας διὰ τῶν ἀρετῶν ὁπλιζόμενος, αἳ τὴν εἰκόνα τοῦ βασιλέως τῷ ἐνδυσαμένῳ αὐτὰς ἐνσημαίνονται! Καὶ τί χρὴ περαιτέρω προάγειν τὸν λόγον πάσας τὰς
15φωνάς, αἷς τὸ τοῦ Χριστοῦ διερμηνεύεται ὄνομα, προτι‐ θέντα τῇ ἀκολουθίᾳ τῆς ἐξετάσεως, δι’ ὧν ἔστι πρὸς τὸν κατ’ ἀρετὴν βίον ὁδηγηθῆναι, ἑκάστου ὀνόματος διὰ τῆς οἰκείας ἐμφάσεως συνεργοῦντός τι πάντως ἡμῖν πρὸς τὴν τοῦ βίου τελείωσιν; ἀλλὰ καλῶς ἔχειν φημὶ τὴν τῶν
20μνημονευθέντων ἀνακεφαλαιώσασθαι μνήμην, ὥστε τινὰ γενέσθαι χειραγωγίαν ἡμῖν πρὸς τὸν τοῦ λόγου σκοπόν, ὃν ἐξ ἀρχῆς ὑπεθέμεθα ζητοῦντες, πῶς ἄν τις τὸ τέλειον ἐν ἑαυτῷ κατορθώσειεν. οἶμαι γάρ, εἴ τις ἀεὶ τοῦτο λογίζοιτο,
ὅτι κοινωνός ἐστι τοῦ προσκυνουμένου ὀνόματος κατὰ209

8,1

210

τὸ δόγμα τῶν ἀποστόλων Χριστιανὸς χρηματίζων, ἀναγκαί‐ ως καὶ τῶν ἄλλων ὀνομάτων, οἷς ὁ Χριστὸς νοεῖται, καὶ ἐφ’ ἑαυτοῦ δείξει τὴν δύναμιν, κοινωνὸς ἑκάστης κλήσεως διὰ τοῦ βίου γινόμενος. οἷόν τι λέγω· τρία τὰ χαρακτηρί‐
5ζοντα τοῦ Χριστιανοῦ τὸν βίον ἐστί· πρᾶξις, λόγος, ἐνθύμιον. ἐκ τούτων ἀρχικώτερον τῶν ἄλλων ἐστὶ τὸ ἐνθύμιον. ἀρχὴ γὰρ γίνεται λόγου παντὸς ἡ διάνοια, δεύτερον δὲ μετὰ τὴν ἐνθύμησιν ὁ λόγος ἐστί, τὴν ἐντυπω‐ θεῖσαν τῇ ψυχῇ διάνοιαν διὰ τῆς φωνῆς ἐκκαλύπτων,
10τρίτην δὲ τάξιν ἐπέχει μετὰ τὸν νοῦν καὶ τὸν λόγον ἡ πρᾶξις, τὸ νοηθὲν εἰς ἐνέργειαν ἄγουσα. οὐκοῦν ὅταν εἴς τι τούτων ἡμᾶς ἡ ἀκολουθία τοῦ βίου προαγάγη‐ ται, καλῶς ἔχει παντὸς καὶ λόγου καὶ ἔργου καὶ ἐν‐ θυμήματος τὰ θεῖα ταῦτα νοήματα, δι’ ὧν ὁ Χριστὸς
15νοεῖται καὶ ὀνομάζεται, δι’ ἀκριβείας ἐπισκοπεῖσθαι, μὴ ἔξω τῆς δυνάμεως τῶν ὑψηλῶν ἐκείνων ὀνομάτων φέρηται ἡμῶν ἢ τὸ ἔργον ἢ ὁ λόγος ἢ τὸ ἐνθύμιον. ὡς γὰρ ὁ Παῦλός φησιν, ὅτι πᾶν ὃ μὴ ἐκ πίστεως ἁμαρτία ἐστίν, οὕτως ἔστιν
ἐκ τοῦ ἀκολούθου νοήσαντα σαφῶς ἀποφήνασθαι, ὅτι πᾶν210

8,1

211

ὃ μὴ εἰς Χριστὸν βλέπει ἢ ῥῆμα ἢ ἔργον ἢ νόημα εἰς τὸ ἀντικείμενον τῷ Χριστῷ πάντως ὁρᾷ. οὐ γὰρ ἔστι τὸν ἔξω φωτὸς ἢ ζωῆς γενόμενον μὴ ἐν σκότει πάντως ἢ ἐν θανάτῳ εἶναι. εἰ τοίνυν τὸ μὴ κατὰ Χριστὸν ἐνεργούμενόν
5τε καὶ λαλούμενον καὶ νοούμενον πρὸς τὸ τῷ ἀγαθῷ ἀντι‐ κείμενον οἰκείως ἔχει, παντὶ δῆλον ἂν εἴη τὸ διὰ τούτων ἀναφαινόμενον, ὅτι ἀφίησι τὸν Χριστὸν ὁ ἔξω ἐκείνου γενό‐ μενος, δι’ ὧν ἢ νοεῖ τι ἢ πράττει ἢ φθέγγεται. οὐκοῦν ἀληθεύει ἡ θεία τοῦ προφήτου φωνή, ἥ φησι· Παρα‐
10βαίνοντας ἐλογισάμην πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς. ὡς γὰρ ὁ τὸν Χριστὸν ἐν τοῖς διωγμοῖς ἀρνησάμενος παρα‐ βάτης ἐστὶ τοῦ προσκυνουμένου ὀνόματος, οὕτω καὶ εἴ τις τὴν ἀλήθειαν ἢ τὴν δικαιοσύνην ἀρνήσαιτο ἢ τὸν ἁγιασμόν τε καὶ τὴν ἀφθαρσίαν, ἢ εἴ τι ἄλλο τῶν κατ’ ἀρε‐
15τὴν νοουμένων ἐν καιρῷ τῆς τῶν παθημάτων ἐπικρατή‐ σεως ἀποβάλοι τοῦ βίου, παραβάτης ὀνομάζεται ὑπὸ τῆς προφητείας, δι’ ἑκάστου τούτων τὸν ταῦτα ὄντα παρα‐ βαίνων τῷ βίῳ. τί οὖν χρὴ πράττειν τὸν τῆς μεγάλης τοῦ Χριστοῦ ἐπωνυμίας ἀξιωθέντα; τί ἄλλο ἢ διὰ παντὸς
20φυλοκρινεῖν ἐν ἑαυτῷ τὰ νοήματά τε καὶ ῥήματα καὶ τὰ ἔργα, εἴτε πρὸς Χριστὸν ἕκαστον τούτων βλέπει εἴτε τοῦ Χριστοῦ ἠλλοτρίωται· πολλὴ δὲ τῆς διακρίσεως τῶν τοιούτων ἐστὶν ἡ εὐκολία. ὃ γὰρ διὰ πάθους τινὸς ἢ ἐνεργεῖ‐
ται ἢ νοεῖται ἢ λέγεται, τοῦτο οὐδεμίαν ἔχει πρὸς τὸν211

8,1

212

Χριστὸν συμφωνίαν, ἀλλὰ τὸν χαρακτῆρα τοῦ ἀντικειμένου φέρει, ὃς ἀντὶ βορβόρου τὰ πάθη τῷ μαργαρίτῃ τῆς ψυχῆς προσαλείφων τὴν λαμπηδόνα τοῦ τιμίου λίθου διαλυμαί‐ νεται. τὸ δὲ καθαρεῦον πάσης ἐμπαθοῦς διαθέσεως πρὸς
5τὸν ἀρχηγὸν τῆς ἀπαθείας βλέπει, ὅς ἐστιν ὁ Χριστός, ἐξ οὗ καθάπερ ἐκ καθαρᾶς καὶ ἀφθάρτου πηγῆς ἀρυόμενός τις εἰς ἑαυτὸν τὰ νοήματα τοιαύτην ἑαυτῷ πρὸς τὸ πρω‐ τότυπον δείξει τὴν ὁμοιότητα, οἵα ἐστὶ πρὸς τὸ ὕδωρ τῷ ὕδατι τῷ τε πηγαίῳ τῷ βρύοντι καὶ τῷ ἐκεῖθεν ἐν τῷ
10ἀμφορεῖ γεγενημένῳ. μία γὰρ τῇ φύσει ἡ καθαρότης ἥ τε ἐν τῷ Χριστῷ καὶ ἡ ἐν τῷ μετέχοντι θεωρουμένη, ἀλλ’ ὁ μὲν πηγάζει, ὁ δὲ μετέχων ἀρύεται, μετάγων ἐπὶ τὸν βίον τὸ ἐν τοῖς νοήμασι κάλλος· ὥστε συμφωνίαν εἶναι τοῦ κρυπτοῦ ἀνθρώπου πρὸς τὸν φαινόμενον, συμβαινούσης
15τῆς τοῦ βίου εὐσχημοσύνης τοῖς κατὰ Χριστὸν κινουμένοις νοήμασι. Τοῦτο τοίνυν ἐστὶ κατά γε τὴν ἐμὴν κρίσιν τὸ ἐν τῷ Χριστιανῷ βίῳ τέλειον, τὸ πάντων τῶν ὀνομάτων, οἷς τὸ τοῦ Χριστοῦ διασημαίνεται ὄνομα, τὴν κοινωνίαν ἔχειν
20ἐν ψυχῇ τε καὶ λόγῳ καὶ ἐν τοῖς τοῦ βίου ἐπιτηδεύμασιν, ὥστε ὁλοτελῆ τὸν ἁγιασμὸν κατὰ τὴν εὐλογίαν τοῦ Παύλου ἐφ’ ἑαυτοῦ ἀναδέξασθαι ἐν ὁλοκλήρῳ τῷ σώματι καὶ τῇ
ψυχῇ καὶ τῷ πνεύματι ἔξω τῆς πρὸς τὸ κακὸν ἐπιμιξίας212

8,1

213

διηνεκῶς φυλασσόμενον. εἰ δέ τις λέγοι δυσκατόρθωτον εἶναι τὸ ἀγαθόν, ἐπειδὴ ἄτρεπτος μόνος ὁ τῆς κτίσεως κύριος, τρεπτὴ δὲ ἡ ἀνθρωπίνη φύσις καὶ πρὸς τὰς μετα‐ βολὰς ἐπιτηδείως ἔχει· πῶς οὖν ἐστι δυνατὸν τὸ ἐν τῷ
5ἀγαθῷ πάγιόν τε καὶ ἀμετάπτωτον ἐν τῇ τρεπτῇ κατορ‐ θωθῆναι φύσει; πρὸς τοίνυν τὸν τοιοῦτον λόγον ἐκεῖνό φαμεν, ὅτι οὐκ ἔστι στεφανωθῆναί τινα τὸν μὴ νομίμως ἀθλήσαντα· οὐκ ἂν δὲ γένοιτο νόμιμος ἄθλησις μὴ ὄντος τοῦ προσπαλαίοντος. εἰ οὖν μὴ ἦν ὁ ἀντίπαλος, οὐδ’ ἂν
10ὁ στέφανος ἦν· νίκη γὰρ καθ’ ἑαυτὴν οὐκ ἔστιν, ἐὰν μὴ ᾖ τὸ ἡττώμενον. οὐκοῦν πρὸς αὐτὸ τὸ τρεπτὸν τῆς φύσεως ἡμῶν ἀγωνισώμεθα, οἷόν τινι ἀντιπάλῳ διὰ τῶν λογισμῶν συμπλεκόμενοι, οὐ διὰ τοῦ καταβαλεῖν αὐτὴν νικηταὶ γινόμε‐ νοι, ἀλλὰ διὰ τοῦ μὴ συγχωρῆσαι πεσεῖν. οὐδὲ γὰρ μόνον πρὸς
15τὸ κακὸν ὁ ἄνθρωπος τῇ τροπῇ χρῆται· ἦ γὰρ ἂν ἀμήχανον ἦν αὐτὸν ἐν ἀγαθῷ γενέσθαι, εἰ πρὸς τὸ ἐναντίον μόνον τὴν ῥοπὴν εἶχεν ἐκ φύσεως· νυνὶ δὲ τὸ κάλλιστον τῆς τροπῆς ἔργον ἡ ἐν τοῖς ἀγαθοῖς ἐστιν αὔξησις, πάντοτε τῆς πρὸς τὸ κρεῖττον ἀλλοιώσεως ἐπὶ τὸ θειότερον μετα‐
20ποιούσης τὸν καλῶς ἀλλοιούμενον. οὐκοῦν τὸ φοβερὸν εἶναι δοκοῦν (λέγω δὲ τὸ τρεπτὴν ἡμῶν εἶναι τὴν φύσιν) οἷόν τι πτερὸν πρὸς τὴν ἐπὶ τὰ μείζω πτῆσιν ὁ λόγος ὑπέδειξεν, ὡς ζημίαν εἶναι ἡμῖν τὸ μὴ δύνασθαι τὴν πρὸς τὸ κρεῖττον ἀλλοίωσιν δέξασθαι. μὴ τοίνυν λυπείσθω ὁ
25βλέπων ἐν τῇ φύσει τὸ πρὸς τὴν μεταβολὴν ἐπιτήδειον,
ἀλλὰ πρὸς τὸ κρεῖττον διὰ παντὸς ἀλλοιούμενος καὶ ἀπὸ213

8,1

214

δόξης εἰς δόξαν μεταμορφούμενος οὕτω τρεπέσθω, διὰ τῆς καθ’ ἡμέραν αὐξήσεως πάντοτε κρείττων γινόμενος καὶ ἀεὶ τελειούμενος καὶ μηδέποτε πρὸς τὸ πέρας φθάνων τῆς τελειότητος. αὕτη γάρ ἐστιν 〈ἡ〉 ὡς ἀληθῶς τελειότης
5τὸ μηδέποτε στῆναι πρὸς τὸ κρεῖττον αὐξανόμενον μηδέ
τινι πέρατι περιορίσαι τὴν τελειότητα.214