TLG 2017 025 :: GREGORIUS NYSSENUS :: De professione Christiana ad Harmonium

GREGORIUS NYSSENUS Theol.
(Nyssenus: A.D. 4)

De professione Christiana ad Harmonium

Source: Jaeger, W. (ed.), Gregorii Nysseni opera, vol. 8.1. Leiden: Brill, 1963: 129–142.

Citation: Volume — page — (line)

8,1

129

(t1)

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ
t2ΠΡΟΣ ΑΠΜΟΝΙΟΝ
t3ΠΕΡΙ ΤΟΥ ΤΙ ΤΟΥ ΧΡΙΣΤΙΑΝΟΥ
t4ΕΠΑΓΓΕΛΜΑ
1 Ὅπερ ποιοῦσι πρὸς τοὺς κρατοῦντας οἱ τοῖς ἡμερινοῖς ὑποκείμενοι φόροις, εἰ πλειόνων ἡμερῶν ἐλλειφθείη τὸ χρέος, ἀθρόως τῶν κατὰ μέρος ὀφλημάτων ἀποτιννύντες ἐν κεφαλαίῳ τὸ ὄφλημα, εἴ τινος ἐπιτύχοιεν εὐπορίας,
5τοῦτο ποιήσω καὶ αὐτὸς ἐπὶ τῆς σεμνότητός σου. χρεωστῶν γάρ σοι τὸ συνεχῶς ἐπιστέλλειν (διότι τοῖς Χριστιανοῖς ἡ ἐπαγγελία χρέος ἐστί), τὴν ἐν τῷ παρελθόντι χρόνῳ τῶν γραμμάτων ἔλλειψιν, ἣν ἀκουσίως πεποίημαι, νῦν ἀναπληρῶσαι βούλομαι, τοσοῦτον ἐκτείνας τῆς ἐπιστολῆς
10τὸ μέτρον, ὥστε πρὸς τὰ συνήθη μέτρα τῶν γραμμάτων διαιρουμένην ἀντὶ πολλῶν νομισθῆναι. ὡς δ’ ἂν μὴ μάτην ἀδολεσχοίην τῷ μήκει τοῦ γράμματος, καλῶς ἔχειν ἡγοῦμαι διὰ τῆς ἐπιστολιμαίου ταύτης φωνῆς τὴν κατὰ πρόσωπον ἡμῶν συνουσίαν μιμήσασθαι. μέμνησαι γὰρ
15πάντως, ὅτι τῶν πρὸς ἀλλήλους πάντοτε ἡμῖν λόγων αἱ
ἀφορμαὶ μελέται πρὸς ἀρετὴν καὶ γυμνάσιον πρὸς θεοσέ‐129

8,1

130

βειαν ἦσαν, σοῦ μὲν ἐπιστατικῶς ἀεὶ τοῖς λεγομένοις ἀνθυποφέροντος καὶ οὐδὲν ἀνεξετάστως παραδεχομένου τῶν λεγομένων, ἡμῶν δὲ διὰ τὸ προήκειν τῷ χρόνῳ τὰ ἑκά‐ στοτε παρὰ τῆς τοῦ λόγου ἀκολουθίας ἐπιζητούμενα δια‐
5λυόντων. εἰ μὲν οὖν ἦν δυνατὸν καὶ νῦν γίνεσθαι οὕτως, ὥστε παρὰ τῆς σῆς συνέσεως δίδοσθαι τῷ λόγῳ τὴν ἀφορμήν, τῷ παντὶ κρεῖττον ἂν ἦν τὸ τοιοῦτον· διχόθεν γὰρ ἂν ὑπῆρχεν ἀμφοτέροις τὸ κέρδος ἔκ τε τοῦ προσορᾶν ἀλλήλους (οὗ τί γλύκιον τῶν κατὰ τὸν βίον ἐμοί;) καὶ
10ἐκ τοῦ παρὰ τῆς σῆς φρονήσεως πλήκτρου δίκην τὴν γηραιὰν ἡμῶν ἀνακινεῖσθαι κιθάραν. ἐπεὶ δὲ ἡ τοῦ βίου ἀνάγκη διεστάναι ἡμᾶς παρασκευάζει τῷ σώματι, κἂν ἀεὶ τὰς ψυχὰς συναπτώμεθα, ἀναγκαῖον ἂν εἴη καὶ τὸ σὸν πρόσωπον ὑποδύεσθαι, εἴ πού τις ἀντίρρησις πρὸς
15τὸν λόγον κατὰ τὸ ἀκόλουθον ἡμῖν ἀναφανείη. καλῶς δ’ ἂν ἔχοι πρῶτον ὑπόθεσίν τινα τῶν ψυχωφελῶν προθεῖναι τῷ τῶν γραμμάτων σκοπῷ, εἶθ’ οὕτω πρὸς τὸ προκείμενον ἀσχοληθῆναι τῷ λόγῳ. οὐκοῦν ὡς ἐν προβλήματι ζητείσθω παρ’ ἡμῶν
20Τί τοῦ Χριστιανοῦ τὸ ἐπάγγελμα; τάχα γὰρ οὐκ ἔξω τοῦ λυσιτελοῦντος ἡ περὶ τούτου σκέψις γενήσεται. εἰ γὰρ ἀκριβῶς εὑρεθείη τὸ διὰ τοῦ ὀνόματος τούτου δηλούμενον, πολλὴν ἂν λάβοιμεν πρὸς τὸν
κατ’ ἀρετὴν βίον συνεργίαν, ἀληθῶς ὅπερ ὀνομαζόμεθα130

8,1

131

τοῦτο καὶ εἶναι διὰ τῆς ὑψηλῆς πολιτείας σπουδάζοντες. ὥσπερ γὰρ εἴ τις ἰατρὸς ἢ ῥήτωρ ἢ γεωμέτρης καλεῖσθαι ποθήσειεν, οὐκ ἂν δέξαιτο τῇ ἀπαιδευσίᾳ τὴν ἐπωνυμίαν ἐλέγχεσθαι, μὴ εὑρισκόμενος ἐπὶ τῆς πείρας ὃ ὀνομάζεται,
5ἀλλ’ ὁ κατὰ ἀλήθειάν τι τούτων προσαγορεύεσθαι θέλων, ὡς ἂν μὴ ψευδώνυμος ἡ κλῆσις ἐλέγχοιτο, αὐτῷ τῷ ἐπιτη‐ δεύματι τὴν προσηγορίαν πιστώσεται· τὸν αὐτὸν καὶ ἡμεῖς τρόπον, εἴπερ τὸν ἀληθῆ σκοπὸν τοῦ Χριστιανοῦ ἐπαγγέλματος ἐξετάζοντες εὕροιμεν, οὐκ ἂν ἑλοίμεθα μὴ
10εἶναι τοῦτο, ὅπερ τὸ ὄνομα ὑπὲρ ἡμῶν ἐπαγγέλλεται, ὡς ἂν μὴ τὸ περὶ τοῦ πιθήκου διήγημα τὸ παρὰ τοῖς
ἔξω περιφερόμενον καὶ ἡμῖν ἐφαρμόσειε. φασὶ γάρ τινα τῶν131

8,1

132

θαυματοποιῶν ἐπὶ τῆς Ἀλεξάνδρου πόλεως ἀσκήσαντα πίθηκον διά τινος εὐστροφίας ὀρχηστικῶς σχηματίζεσθαι, περιθεῖναι δὲ αὐτῷ πρόσωπόν τε ὀρχηστικὸν καὶ ἐσθῆτα τῷ ἐπιτηδεύματι πρόσφορον καὶ χορὸν αὐτῷ περιστή‐
5σαντα ἐνευδοκιμεῖν τῷ πιθήκῳ πρὸς τὸν τοῦ μέλους ῥυθμὸν ἑαυτὸν ἐκλυγίζοντι καὶ διὰ πάντων ἐπικρυπτομένῳ τὴν φύσιν, οἷς ἐποίει τε καὶ ἐφαίνετο. κατεχομένου δὲ τοῦ θεάτρου πρὸς τὸ καινοπρεπὲς τοῦ θεάματος παρόντα τινὰ τῶν ἀστειοτέρων παιδιᾷ τινι δεῖξαι τοῖς προσκε‐
10χηνόσι τῷ θεάματι πίθηκον ὄντα τὸν πίθηκον. ἐπιβοώντων γὰρ πάντων καὶ ἐπικροτούντων ταῖς τοῦ πιθήκου περι‐ στροφαῖς εὐρύθμως πρὸς τὴν ᾠδὴν καὶ τὸ μέλος συγκινου‐ μένου, ῥίψαι φασὶν αὐτὸν ἐπὶ τῆς ὀρχήστρας τῶν τραγη‐ μάτων ἐκεῖνα ὅσα τὴν λιχνείαν τῶν τοιούτων θηρίων
15ἐφέλκεται· τὸν δὲ μηδὲν μελλήσαντα, ἐπειδὴ διασπαρέντα εἶδε πρὸ τοῦ χοροῦ τὰ ἀμύγδαλα, ἐκλαθόμενον τῆς τε ὀρχήσεως καὶ τῶν κρότων καὶ τῶν τῆς ἐσθῆτος καλλωπι‐ σμῶν ἐπιδραμεῖν τε αὐτοῖς καὶ ταῖς τῶν χειρῶν παλάμαις ἐγκρατεῖν τὰ εὑρισκόμενα· καὶ ὡς ἂν μὴ ἐμποδὼν εἴη τὸ
20προσωπεῖον τῷ στόματι, περιαιρεῖσθαι κατὰ σπουδὴν ἑαυτοῦ τοῖς ὄνυξι τὴν σεσοφισμένην μορφὴν περιθρύ‐ πτοντα, ὥστε αὐτὸν ἀθρόως γέλωτα κινῆσαι τοῖς θεαταῖς
ἀντὶ τῶν ἐπαίνων τε καὶ τοῦ θαύματος, εἰδεχθῶς καὶ132

8,1

133

γελοίως ἐκ τῶν τοῦ προσωπείου λειψάνων διαφαινόμενον. ὥσπερ οὖν οὐκ ἐπήρκεσεν ἐκείνῳ τὸ σεσοφισμένον σχῆμα πρὸς τὸ νομισθῆναι ἄνθρωπον, ἀπελεγχθείσης ἐν τῇ λιχνείᾳ τῶν τραγημάτων τῆς φύσεως, οὕτως οἱ μὴ ἀληθῶς αὐτὴν
5τὴν φύσιν ἑαυτῶν τῇ πίστει μορφώσαντες ῥᾳδίως ἐν ταῖς τοῦ διαβόλου λιχνείαις ἀπελεγχθήσονται ἄλλο τι ὄντες παρ’ ὃ ἐπαγγέλλονται. ἀντὶ γὰρ ἰσχάδος ἢ ἀμυγδάλης ἢ τῶν τοιούτων τινὸς τὸ κενόδοξον καὶ φιλότιμον καὶ τὸ φιλοκερδὲς καὶ φιλήδονον καὶ ὅσα ἄλλα τοιαῦτα ἡ κακὴ
10τοῦ διαβόλου ἀγορὰ τοῖς λίχνοις τῶν ἀνθρώπων ἀντὶ τραγημάτων προτιθεῖσα ῥᾳδίως εἰς ἔλεγχον ἄγει τὰς πιθηκώδεις ψυχάς, οἳ διὰ μιμήσεως ἐσχηματισμένης τὸν χριστιανισμὸν ὑποκρίνονται, τὸ τῆς σωφροσύνης ἢ τὸ τῆς πραότητος ἤ τινος ἄλλης ἀρετῆς προσωπεῖον ἐν τῷ
15καιρῷ τῶν παθημάτων ἑαυτοῖς ἀφανίζοντες. οὐκοῦν ἀναγ‐ καῖον ἂν εἴη νοῆσαι τοῦ χριστιανισμοῦ τὸ ἐπάγγελμα· τάχα γὰρ ἂν τοῦτο γενοίμεθα, ὅπερ τὸ ὄνομα βούλεται, ἵνα μὴ ψιλῇ τῇ ὁμολογίᾳ καὶ τῷ προσχήματι τοῦ ὀνόματος μόνου μεταμορφούμενοι, ἄλλο τι παρὰ τὸ φαινόμενον
20ὄντες, τῷ τὰ κρυπτὰ καθορῶντι ἐπιδειχθείημεν. Τί τοίνυν ὁ χριστιανισμὸς ἐξ αὐτῆς τῆς προσηγο‐ ρίας νοεῖται, πρῶτον ἐπισκεψώμεθα. ἔστι μὲν οὖν παρὰ
τῶν σοφωτέρων μείζονά τινα καὶ μεγαλοφυεστέραν133

8,1

134

πάντως ἐξευρεθῆναι διάνοιαν συνεπηρμένην τῷ ὑψηλῷ τοῦ ὀνόματος. ἃ δὲ ἡμεῖς χωροῦμεν περὶ τούτου τοῦ ὀνόματος, ταῦτά ἐστι· τὸ τοῦ Χριστοῦ ὄνομα, εἰ πρὸς τὸ σαφέστερόν τε καὶ γνωριμώτερον ῥῆμα μετενεχθείη, τὸν βασιλέα σημαί‐
5νει, τῆς ἁγίας γραφῆς τὴν βασιλικὴν ἀξίαν τῇ τοιαύτῃ φωνῇ κατά τινα ἰδιάζουσαν χρῆσιν ἐνδεικνυμένης. ἀλλ’ ἐπειδή, καθώς φησιν ἡ γραφή, ἄφραστόν ἐστι τὸ θεῖον καὶ ἀκατάληπτον, πάσης ὑπερκείμενον καταληπτικῆς ἐπινοίας, ἀναγκαίως οἱ τῷ ἁγίῳ πνεύματι θεοφορούμενοι προφῆται
10καὶ ἀπόστολοι πολλοῖς ὀνόμασί τε καὶ νοήμασιν ἐπὶ τὴν σύνεσιν τῆς ἀφθάρτου φύσεως ἡμᾶς χειραγωγοῦσιν, ἄλλου πρὸς ἄλλο τι τῶν θεοπρεπῶν νοημάτων ἡμᾶς διευθύνοντος· ὥστε τὴν μὲν ἐπὶ πάντων ἐξουσίαν τῷ τῆς βασιλείας ὀνό‐ ματι παραδηλοῦσθαι, τὸ δὲ πάθους παντὸς καὶ κακίας
15πάσης ἀμιγὲς καὶ ἐλεύθερον τοῖς τῆς ἀρετῆς ὀνόμασιν ὀνομάζεσθαι, ἑκάστης πρὸς τὸ κρεῖττον νοουμένης τε καὶ λεγομένης· ὥστε τὸ αὐτὸ δικαιοσύνην τε εἶναι καὶ σοφίαν καὶ δύναμιν καὶ ἀλήθειαν ἀγαθότητά τε καὶ ζωὴν καὶ σωτηρίαν καὶ ἀφθαρσίαν καὶ τὸ ἀμετάβλητόν τε καὶ
20ἀναλλοίωτον καὶ πᾶν ὅ τί πέρ ἐστιν ὑψηλὸν νόημα διὰ τῶν
τοιούτων ὀνομάτων δηλούμενον, πάντα τὸν Χριστὸν καὶ134

8,1

135

εἶναι καὶ λέγεσθαι. εἰ τοίνυν περίληψις παντὸς ὑψηλοῦ νοήματος ἐν τῷ τοῦ Χριστοῦ νοεῖται ὀνόματι (τῷ γὰρ ὑψηλοτέρῳ τῶν σημαινομένων καὶ τὰ λοιπὰ περιέχεται, ὡς ἕκαστον τῶν ἄλλων τῇ ἐννοίᾳ τῆς βασιλείας ἐνθεω‐
5ρεῖσθαι), τάχα δι’ ἀκολούθου γένοιτο ἄν τις ἡμῖν τῆς τοῦ χριστιανισμοῦ ἑρμηνείας ἡ κατανόησις. εἰ γὰρ τῷ ὑπερέχοντι τῶν τῆς ἀφθάρτου φύσεως ἑρμηνευτικῶν ὀνο‐ μάτων συνονομαζόμεθα οἱ διὰ τῆς εἰς αὐτὸν πίστεως πρὸς αὐτὸν συναπτόμενοι, ἀνάγκη πᾶσά ἐστι, καὶ ὅσα μετὰ
10τοῦ ὀνόματος τούτου περὶ τὴν ἄφθαρτον ἐκείνην θεωρεῖται φύσιν νοήματα, καὶ πρὸς ἐκεῖνα ἡμῖν τὴν ὁμωνυμίαν κατὰ τὸ ἀκόλουθον γίνεσθαι. ὡς γὰρ τῇ μετοχῇ τοῦ Χριστοῦ τὴν τοῦ Χριστιανοῦ προσηγορίαν ἐσχήκαμεν, οὕτω προσή‐ κει κατὰ τὸ ἀκόλουθον καὶ πάντων ἡμᾶς τῶν ὑψηλῶν
15ὀνομάτων τὴν κοινωνίαν ἐφέλκεσθαι. καὶ καθάπερ ἐπὶ ἁλύσεως ὁ τὴν κατὰ τὸ ἄκρον ἀγκύλην ἐπισπασάμενος τὰς συμφυῶς ἐχομένας ἀλλήλων διὰ τῆς μιᾶς ἂν ἐφελκύσαιτο, οὕτως ἐπειδὴ τῷ τοῦ Χριστοῦ ὀνόματι συμφυῶς ἔχει καὶ τὰ λοιπὰ τῶν ἑρμηνευτικῶν τῆς ἀφράστου καὶ πολυει‐
20δοῦς ἐκείνης μακαριότητος, ἐπάναγκες ἂν εἴη τὸν τοῦ ἑνὸς δραξάμενον καὶ τὰ λοιπὰ τῷ ἑνὶ συνεφέλκεσθαι. Εἰ τοίνυν τὸ μὲν ὄνομά τις τοῦ Χριστοῦ ὑπο‐ δύοιτο, ὅσα δὲ τῷ ὀνόματι τούτῳ συνθεωρεῖται μὴ δει‐ κνύοι τῷ βίῳ, καταψεύδεται τοῦ ὀνόματος ὁ τοιοῦτος
25κατὰ τὸ προτεθὲν ἡμῖν ὑπόδειγμα προσωπεῖον ἄψυχον135

8,1

136

ἀνθρωπίνῳ χαρακτῆρι μεμορφωμένον περιθεὶς τῷ πιθήκῳ. οὔτε γὰρ τὸν Χριστὸν ἔστι μὴ δικαιοσύνην εἶναι καὶ καθαρότητα καὶ ἀλήθειαν καὶ κακοῦ παντὸς ἀλλοτρίωσιν, οὔτε Χριστιανὸν ἔστιν εἶναι (τόν γε ἀληθῶς Χριστιανόν)
5μὴ κἀκείνων τῶν ὀνομάτων τὴν κοινωνίαν ἐν ἑαυτῷ δει‐ κνύοντα. οὐκοῦν ὡς ἄν τις ὅρῳ τοῦ χριστιανισμοῦ τὴν διάνοιαν ἑρμηνεύσειεν, οὕτως ἐροῦμεν, ὅτι χριστιανισμός ἐστι τῆς θείας φύσεως μίμησις. καὶ μηδεὶς ὡς ὑπέρογκον καὶ ὑπερβαίνοντα τὴν τῆς φύσεως ἡμῶν ταπεινότητα
10διαβαλλέτω τὸν λόγον· οὐ γὰρ ἐξέβη τὴν φύσιν ὁ ὅρος. εἰ γάρ τις τὴν πρώτην κατάστασιν τοῦ ἀνθρώπου λογίσαιτο, εὑρήσει διὰ τῶν γραφικῶν διδαγμάτων, ὅτι οὐκ ἐξῆλθε τὰ μέτρα τῆς φύσεως ἡμῶν ὁ ὅρος. ἥ τε γὰρ πρώτη τοῦ ἀνθρώπου κατασκευὴ κατὰ μίμησιν τῆς τοῦ θεοῦ ὁμοιό‐
15τητος ἦν, οὕτω τοῦ Μωϋσέως περὶ τοῦ ἀνθρώπου φιλοσο‐ φήσαντος, ἐν οἷς φησιν ὅτι Ἐποίησεν ὁ θεὸς τὸν ἄνθρω‐ πον· κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν, καὶ ἡ τοῦ χριστια‐ νισμοῦ ἐπαγγελία ἐστὶ τὸ εἰς τὴν ἀρχαίαν εὐκληρίαν ἐπαναχθῆναι τὸν ἄνθρωπον.
20 Εἰ δὲ τὸ ἀρχαῖον θεοῦ ὁμοίωμα ὁ ἄνθρωπος ἦν, τάχα οὐκ ἔξω τοῦ σκοποῦ τὸν ὁρισμὸν πεποιήμεθα μίμησιν θείας φύσεως τὸν χριστιανισμὸν εἶναι ἀποφηνάμενοι. ἡ μὲν οὖν ὑπόσχεσις τῆς προσηγορίας οὕτω μεγάλη.
καιρὸς δ’ ἂν εἴη διασκοπῆσαι, εἰ τὸ μὴ οὕτως ἔχειν κατὰ136

8,1

137

τὸν βίον ἀκίνδυνόν ἐστι τῷ προβαλλομένῳ τὸ ὄνομα. γένοιτο δ’ ἂν ἐξ ὑποδειγμάτων σαφὲς τὸ ζητούμενον· ὑποκείσθω τις γραφικὴν ἐπαγγελλόμενος τέχνην, γενέσθω δὲ τούτῳ πρόσταγμα τοῦ κρατοῦντος τοῖς πόρρωθεν
5ἀπῳκισμένοις χαράξαι τὴν τῆς βασιλείας μορφήν. εἰ τοίνυν εἰδεχθές τι καὶ δύσμορφον εἶδος ἐπὶ τοῦ πίνακος διαχαρά‐ ξας εἰκόνα βασιλέως τὴν ἀσχήμονα ταύτην γραφὴν ὀνομά‐ σειεν, ἆρ’ οὐκ εἰκὸς ἀγανακτῆσαι τὴν ἐξουσίαν, ὡς τοῦ ἀρχετύπου κάλλους διὰ τῆς κακῆς ἐκείνης γραφῆς ἐν τοῖς
10ἀγνοοῦσιν ὑβριζομένου; οἷον γὰρ ἐπὶ τῆς εἰκόνος τὸ εἶδος δείκνυται, τοιαύτην ἀνάγκη καὶ τὴν ἀρχέτυπον νομισθῆναι μορφήν. εἰ οὖν θεοῦ μίμησιν τὸν χριστιανισμὸν ὁ ὅρος φησὶν, ὁ μήπω δεξάμενος τοῦ μυστηρίου τὸν λόγον, οἷον ἂν ἐν ἡμῖν ἴδῃ τὸν βίον τὸν κατὰ μίμησιν θεοῦ κατορ‐
15θοῦσθαι πεπιστευμένον, τοιοῦτον ἡμῶν καὶ τὸ θεῖον οἰήσεται. ὥστε εἰ μὲν παντὸς ἀγαθοῦ ὑποδείγματα βλέποι, ἀγαθὸν τὸ θεῖον εἶναι πιστεύσει τὸ παρ’ ἡμῶν σεβαζόμενον· εἰ δέ τις ἐμ‐ παθὴς εἴη καὶ θηριώδης, ἄλλοτε πρὸς ἄλλα πάθη μεταμορφού‐ μενος καὶ πολλὰς ὑποδυόμενος θηρίων ἐν τῷ ἤθει μορφὰς
20(θηρία γὰρ ἄντικρυς ἔστιν ἰδεῖν ταῖς τῆς φύσεως ἡμῶν παρατροπαῖς ἐμμορφούμενα), ἔπειτα Χριστιανὸν ἑαυτὸν ὁ τοιοῦτος ὀνομάζοι, φανεροῦ πᾶσιν ὄντος, ὅτι ἡ ὑπόσχεσις τοῦ ὀνόματος μίμησιν θεοῦ ἐπαγγέλλεται, ψεκτὸν ἐν τῷ ἰδίῳ βίῳ τὸ πεπιστευμένον παρ’ ἡμῶν θεῖον ἐν τοῖς ἀπί‐
25στοις ποιήσει. διὸ καὶ ἀπειλήν τινα φοβερωτέραν ἡ γραφὴ τοῖς τοιούτοις ἐπαγγέλλεται λέγουσα· Οὐαὶ δι’ οὓς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσι. καί μοι δοκεῖ πρὸς
ταύτην μάλιστα τὴν διάνοιαν ὁδηγῶν ἡμᾶς ὁ κύριος τοῦτο137

8,1

138

πρὸς τοὺς ἀκοῦσαι δυναμένους εἰπεῖν ὅτι Γίνεσθε τέλειοι, ὡς καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν. ὁ γὰρ πατέρα τῶν πεπιστευκότων τὸν ἀληθινὸν ὀνομάσας πατέρα βούλεται πρὸς τὴν ἐν ἐκείνῳ θεωρουμένην τῶν ἀγαθῶν
5τελειότητα καὶ τοὺς δι’ αὐτοῦ γεννηθέντας ὁμοίως ἔχειν. ἐρεῖς οὖν μοι· καὶ πῶς ἂν γένοιτο ἀνθρωπίνην ταπεινότητα πρὸς τὴν ἐν τῷ θεῷ καθορωμένην μακαριότητα ἐπεκτεί‐ νεσθαι, ὡς αὐτόθεν ἐν τῷ προστάγματι τῆς ἀμηχανίας προφαινομένης; πῶς γὰρ ἂν γένοιτο δυνατὸν πρὸς τὸν
10ἐν οὐρανοῖς ὁμοιωθῆναι τὸν γήϊνον, αὐτῆς τῆς κατὰ τὴν φύσιν διαφορᾶς δεικνυούσης τὸ ἀνέφικτον τῆς μιμήσεως; ἐπ’ ἴσης γὰρ εἶναι ἀμήχανον τῷ τε οὐρανίῳ μεγέθει καὶ τοῖς ἐν αὐτῷ κάλλεσι τὴν ὄψιν παρισάζεσθαι καὶ τὸν ἐκ γῆς ἄνθρωπον τῷ οὐρανίῳ ὁμοιοῦσθαι θεῷ. ἀλλὰ σαφὴς
15ὁ περὶ τούτου λόγος, ὅτι οὐ τῇ φύσει τὴν φύσιν, τὴν ἀνθρω‐ πίνην λέγω τῇ θείᾳ, συγκρίνεσθαι κελεύει τὸ εὐαγγέλιον, ἀλλὰ τὰς ἀγαθὰς ἐνεργείας, καθὼς ἂν ᾖ δυνατόν, μιμεῖσθαι τῷ βίῳ. τίνες οὖν εἰσιν αἱ παρ’ ἡμῶν ἐνέργειαι πρὸς τὰς τοῦ θεοῦ ἐνεργείας ὁμοίως ἔχουσαι; τὸ πάσης κακίας
20ἀλλοτριοῦσθαι, καθὼς ἂν ᾖ δυνατὸν, ἔργῳ τε καὶ λόγῳ καὶ διανοίᾳ τῶν παρ’ αὐτῆς μολυσμῶν καθαρεύοντας, τοῦτο μίμησίς ἐστιν ὡς ἀληθῶς τῆς θείας τε καὶ τῆς περὶ τὸν οὐράνιον θεὸν τελειότητος. Οὐ γάρ μοι δοκεῖ τὸ στοιχεῖον τοῦ οὐρανοῦ καθάπερ
25τι κεχωρισμένον ἐνδιαίτημα θεοῦ λέγειν τὸ εὐαγγέλιον, ἐν οἷς προστάσσει τελειοῦσθαι ἡμᾶς κατὰ τὸν ἐπουράνιον
πατέρα, διότι τὸ θεῖον κατὰ τὸ ἴσον ἐν πᾶσίν ἐστι καὶ διὰ138

8,1

139

πάσης ὡσαύτως διήκει τῆς κτίσεως καὶ οὐδὲν ἂν χωρισθὲν τοῦ ὄντος ἐν τῷ εἶναι μένοι, ἀλλ’ ὁμοτίμως ἑκάστου τῶν ὄντων ἡ θεία φύσις ἐφάπτεται, πάντα τῇ περιεκτικῇ δυνάμει ἐντὸς ἑαυτῆς περιείργουσα· καθάπερ καὶ ὁ προφή‐
5της τοῦτο παιδεύει λέγων, ὅτι κἂν ἐν τῷ οὐρανῷ γένωμαι τῇ διανοίᾳ, κἂν τὰ ὑπόγεια τῷ λογισμῷ καταδυεὶς ἐξ‐ ετάσω, κἂν ἐπὶ τὰ πέρατα τῶν ὄντων τὸ διανοητικὸν τῆς ψυχῆς ἐπεκτείνω, πάντα ὁρῶ τῇ δεξιᾷ σου περικρατού‐ μενα. ἔχει δὲ ἡ λέξις τοῦτον τὸν τρόπον· Ἐὰν ἀναβῶ εἰς
10τὸν οὐρανόν, σὺ εἶ ἐκεῖ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει. ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ’ ὄρθρον καὶ κατα‐ σκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης· καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με καὶ καθέξει με ἡ δεξιά σου. οὐκοῦν ἐκ τούτων ἔστι μαθεῖν τὸ μὴ ἀφωρίσθαι κατ’ ἐξαίρετον
15τῷ θεῷ τὴν οὐράνιον οἴκησιν. ἀλλ’ ἐπειδή γε ἐπίσταται καθαρεύειν κακίας ἡ ἄνω λῆξις, τοῦτο πολλαχῇ τῆς ἁγίας γραφῆς παρασημηναμένης ἡμῖν δι’ αἰνίγματος, καὶ τῇ κάτω ταύτῃ τῇ ὑλωδεστέρᾳ ζωῇ τὰ κατὰ κακίαν ἐνεργεῖται πάθη, ὧδε τοῦ εὑρετοῦ τῆς κακίας ὄφεως περὶ τὸν γήϊνον
20βίον ἰλυσπωμένου καὶ ἕρποντος, καθώς φησιν ὁ λόγος περὶ αὐτοῦ ἐν αἰνίγματι, ὅτι ἐπὶ τὸ στῆθος καὶ τὴν κοιλίαν πορεύεται καὶ γῆν σιτεῖται διὰ παντός, τοῦτό τε τὸ σχῆμα τῆς κινήσεως ἡμῖν ἑρμηνεύει καὶ τὸ τῆς βρώσεως εἶδος,
ὅτι γήϊνος οὗτος καὶ κάτω κείμενος ὁ βίος ἐστίν, ὃς τὴν139

8,1

140

ἑρπηδόνα τῆς πολυτρόπου κακίας ἐφ’ ἑαυτοῦ δέχεται καὶ τροφὴ τοῦ ἐφέρποντος αὐτὸν θηρίου γίνεται· οὐκοῦν ὁ τὸν οὐράνιον μιμεῖσθαι κελεύων πατέρα τῶν γηΐνων παθῶν καθαρεύειν κελεύει, ὧν ἡ ἀπόστασις οὐ διὰ τοπικῆς
5μεταβάσεως, ἀλλὰ διὰ προαιρέσεως ἐνεργεῖται μόνης. εἰ οὖν ἐν μόνῃ τῇ τῆς διανοίας ὁρμῇ κατορθοῦσθαι πέφυκεν ἡ τοῦ κακοῦ ἀλλοτρίωσις, οὐδὲν ἐπίπονον ἡμῖν ὁ εὐαγγε‐ λικὸς ἐγκελεύεται λόγος. οὐδὲ γὰρ συνέζευκται κόπος τῇ τῆς διανοίας ὁρμῇ, ἀλλ’ ἔξεστιν ἡμῖν ἀπραγματεύτως,
10ὅπουπερ ἂν θέλωμεν, δι’ ἐνθυμήσεων παραγίνεσθαι· ὥστε τὴν οὐράνιον διαγωγὴν ῥᾳδίαν εἶναι τῷ βουλομένῳ καὶ ἐπὶ γῆς ἔχειν, καθὼς ὑφηγεῖται τὸ εὐαγγέλιον, ἐν τῷ φρονεῖν τὰ οὐράνια καὶ τοῖς ἐκεῖ θησαυροῖς τὸν τῆς ἀρετῆς πλοῦτον ἐναποτίθεσθαι. Μὴ θησαυρίζετε γάρ φησι
15θησαυροὺς ἐπὶ τῆς γῆς, ἀλλὰ θησαυρίζετε θησαυροὺς ἐν οὐρανοῖς, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει οὔτε κλέπται διορύσσουσι καὶ κλέπτουσιν. ἐνδείκνυται δὲ διὰ τούτων τὸ μηδεμίαν τῇ ἄνω ζωῇ φθαρτικὴν τῆς μακαριότητος ἐμπολιτεύεσθαι δύναμιν. ὁ γὰρ ἐπὶ λύμῃ τοῦ τῇδε βίου
20πολυειδῶς τὴν ποικίλην ἑαυτοῦ κακίαν κατὰ τῆς ἀνθρω‐ πίνης ζωῆς ἐνεργῶν ἤτοι σητὸς τρόπον ταῖς διανοίαις
ἐντίκτεται, ἀχρειῶν τὸ μέρος ᾧπερ ἂν ἐμφυῇ διὰ τῆς βρω‐140

8,1

141

τικῆς τε καὶ ἀφανιστικῆς δυνάμεως, εἰ μὴ ταχέως ἀποτι‐ ναχθείη τοῦ μέρους, πρὸς τὰ παρακείμενα μεθέρπων, καὶ διαφθορᾶς ἴχνος, οἷς ἂν ἐμπελάσῃ, διὰ τῆς κινήσεως ἐνσημαίνεται· ἢ εἴπερ τὰ ἐντὸς ἀσφαλῶς ἔχοι, διὰ τῶν
5ἔξωθεν περιστάσεων ἐπιβουλεύει. ἢ γὰρ δι’ ἡδονῆς τὸν θησαυρὸν τῆς καρδίας ἐτοιχωρύχησεν ἢ δι’ ἑτέρου πάθους κενὸν τῆς ἀρετῆς τὸ τῆς ψυχῆς δοχεῖον ἐποίησε, θυμῷ ἢ λύπῃ ἢ ἄλλῳ τινὶ τοιούτῳ πάθει τὸν λογισμὸν ὑποκλέψας. ἐπεὶ οὖν ἐν τοῖς ἄνω θησαυροῖς οὔτε σῆτά φησιν οὔτε βρῶσιν
10ὁ κύριος γίνεσθαι οὔτε τὴν ἀπὸ τῆς κλεπτικῆς κακίαν διδάσκουσαν ταῦτα, ἅπερ ὑπενοήσαμεν, ἐκεῖ μεταθετέον τὴν ἐμπορίαν, [ἐν] ᾗ τὸ θησαυρισθὲν οὐ μόνον ἄσυλόν τε καὶ ἀμείωτον εἰς ἀεὶ διαμένει, ἀλλὰ καὶ σπερμάτων δίκην ἐπὶ τὸ πολλαπλάσιον κατεργάζεται τὴν ἐπαύξησιν. χρὴ
15γὰρ πάντως τῇ φύσει τοῦ τὴν παραθήκην δεχομένου μεγαλύνεσθαι τὴν ἀντίδοσιν. ὥσπερ γὰρ ἡμεῖς κατὰ τὴν ἑαυτῶν ἐνεργοῦμεν φύσιν πτωχὰ προσάγοντες διὰ τὸ πεφυκέναι τοιοῦτοι, οὕτως εἰκὸς τὸν ἐν παντὶ πλούσιον ὄντα, ἃ πέφυκεν ἔχειν, ταῦτα τοῖς προδεδωκόσιν ἀντιχαρί‐
20ζεσθαι. μηδεὶς οὖν ἀθυμείτω τὰ κατὰ τὴν ἑαυτοῦ δύναμιν τοῖς θείοις θησαυροῖς συνεισφέρων; ὡς πρὸς τὸ μέτρον ὧν δέδωκε κομιούμενος, ἀλλ’ ἀναμενέτω κατὰ τὴν ἐπαγγελίαν τοῦ εἰπόντος ὅτι μεγάλα τῶν μικρῶν ἀντικα‐ ταλλάξεται, οὐράνια μὲν τῶν γηΐνων, ἀΐδια δὲ τῶν ὠκυ‐
25μόρων διαμειβόμενος· ἃ τοιαῦτα τῇ φύσει ἐστίν, ὡς μήτε διανοίᾳ δυνατὸν εἶναι ληφθῆναι μήτε εἰς ἑρμηνείαν
λόγου ἐλθεῖν, περὶ ὧν ἡ θεόπνευστος διδάσκει γραφὴ ὅτι141

8,1

142

οὔτε ὁ ὀφθαλμὸς εἶδεν οὔτε οὖς ἤκουσεν οὔτε ἐπὶ καρ‐ δίαν ἀνθρώπου ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. ταῦτά σοι, ὦ τιμία κεφαλή, οὐ μόνον ὑπὲρ τῶν ἐλλειφθέντων γραμμάτων ἀνεπληρώσαμεν, ἀλλὰ καὶ τὰ
5μετὰ ταῦτα γενησόμενα ἐλλείμματα διὰ τῆς ὑποθέσεως προεξετίσαμεν. σὺ δέ μοι πράττοις ἐν κυρίῳ καταθυμίως. τοῦτο δέ σοι εἴη διὰ παντὸς καταθύμιον, ὃ καὶ τῷ θεῷ
κεχαρισμένον ἐστὶ καὶ ἡμῖν καταθύμιον.142