TLG 2017 024 :: GREGORIUS NYSSENUS :: De instituto Christiano

GREGORIUS NYSSENUS Theol.
(Nyssenus: A.D. 4)

De instituto Christiano

Source: Jaeger, W. (ed.), Gregorii Nysseni opera, vol. 8.1. Leiden: Brill, 1963: 40–89.

Citation: Volume — page — (line)

8,1

40

(t1)

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ
t2ΠΕΡΙ ΤΟΥ ΚΑΤΑ ΘΕΟΝ ΣΚΟΠΟΥ ΚΑΙ ΤΗΣ
t3ΚΑΤΑ ΑΛΗΘΕΙΑΝ ΑΣΚΗΣΕΩΣ
1 Εἴ τις μικρὸν ἀποστήσας τοῦ σώματος τὴν διάνοιαν καὶ τῆς τῶν παθῶν δουλείας τε καὶ ἀφροσύνης ἔξω γενό‐ μενος ἀδόλῳ καὶ εἰλικρινεῖ λογισμῷ τὴν αὐτὸς ἑαυτοῦ κατίδοι ψυχήν, ὄψεται καθαρῶς ἐν τῇ ταύτης φύσει τοῦ
5θεοῦ τήν τε πρὸς ἡμᾶς ἀγάπην καὶ τὸ βούλημα τῆς ἐκείνου δημιουργίας. εὑρήσει γὰρ τοῦτον τὸν τρόπον ἐπισκοπῶν συνουσιωμένην τε καὶ συμπεφυκυῖαν τῷ ἀνθρώπῳ τὴν ἐπὶ τὸ καλόν τε καὶ ἄριστον τῆς ἐπιθυμίας ὁρμὴν καὶ τῆς νοητῆς ἐκείνης καὶ μακαρίας εἰκόνος, ἧς ὁ ἄνθρωπος μίμημα,
10τὸν ἀπαθῆ καὶ μακάριον ἔρωτα συνημμένον τῇ φύσει. ἀλλὰ πλάνη τις τῶν ὁρατῶν τούτων καὶ ῥεόντων ἀεὶ διὰ πάθους ἀλόγου καὶ πικρᾶς ἡδονῆς τὴν ἀμελῆ καὶ ἀφύ‐
λακτον ὑπὸ ῥᾳθυμίας ψυχὴν ἀπατῶσα καὶ γοητεύουσα40

8,1

41

πρὸς κακίαν ἕλκει δεινήν, γεννωμένην τε ἐκ τῶν ἡδονῶν τοῦ βίου καὶ γεννῶσαν θάνατον τοῖς ἑαυτῆς ἐρασταῖς. διὰ τοῦτο τὴν γνῶσιν τῆς ἀληθείας, τὸ σωτήριον ταῖς ψυχαῖς φάρμακον, ἡ τοῦ σωτῆρος ἡμῶν τοῖς πόθῳ δεχομένοις
5ἐδωρήσατο χάρις· ὑφ’ ἧς λύεται μὲν ἡ γοητεύουσα τὸν ἄνθρωπον πλάνη, τὸ δὲ τῆς σαρκὸς ἄτιμον κατασβέννυται φρόνημα, τῷ τῆς ἀληθείας φωτὶ πρὸς τὸ θεῖόν τε καὶ τὴν ἑαυτῆς σωτηρίαν ὁδηγουμένης τῆς ψυχῆς, ἣ τὴν γνῶσιν ἐδέξατο.
10 Ἐπειδὴ τοίνυν ταύτην ὑμεῖς ἀξίως λαμβάνοντες τὴν γνῶσιν καὶ τὸν θεῖον ἔρωτα κατὰ τὴν δοθεῖσαν τῇ ψυχῇ φύσιν εὐθύνοντες συνεληλύθατε προθύμως, κοινῇ πληροῦν‐ τες τὸν ἀποστολικὸν ἐν ταῖς πράξεσι χαρακτῆρα καὶ πο‐ θοῦντες ὁδηγόν τινα παρ’ ἡμῶν καὶ ἡγεμόνα τῆς τοῦ
15βίου πορείας λόγον λαβεῖν, ὃς εἰς τὴν εὐθεῖαν ἄξει, δεικνὺς ἀκριβῶς τίς μὲν ὁ τοῦ βίου τούτου τοῖς μετιοῦσι σκοπός, τί δὲ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον βούλημα τοῦ θεοῦ καὶ ποία τις πρὸς τὸν σκοπὸν τοῦτον ὁδός, ὅπως τε συνεῖναι προσήκει τοὺς ταύτην πορευομένους ἀλλήλοις,
20καὶ ὅπως χρὴ τοὺς προεστῶτας εὐθύνειν τὸν τῆς φιλοσο‐ φίας χορόν, οἵοις τε δεῖ πόνοις κεχρῆσθαι τοὺς ἐπὶ τὸ ἀκρότατον μέλλοντας ἀνιέναι τῆς ἀρετῆς καὶ τὰς ἑαυτῶν ψυχὰς πρὸς τὴν τοῦ πνεύματος ὑποδοχὴν ἀξίας παρασκευά‐
ζειν· ἐπειδὴ τοίνυν τοῦτον ἡμᾶς ἀπαιτεῖτε τὸν λόγον, οὐχ41

8,1

42

ἁπλῶς ἀπὸ στόματος ἀλλὰ γράμμασι τυπωθέντα, ὅπως ἐν τούτοις ἔχοντες αὐτὸν ἀποκείμενον καθάπερ ἐκ ταμιείου μνήμης πρὸς τὰς κατὰ καιρὸν χρείας ταύτην † λαμβάνητε, πειρασόμεθα κατὰ τὴν χορηγοῦσαν ἡμῖν τοῦ πνεύματος
5χάριν ἐπὶ τῇ παρούσῃ προθυμίᾳ εἰπεῖν, εἰδότες ἀκριβῶς ὡς ὁ τῆς εὐσεβείας ἐν ὑμῖν κανὼν τῷ ὀρθῷ τῆς πίστεως πέπηγε δόγματι, μίαν ἔχων τῆς μακαρίας τε καὶ ἀϊδίου τριάδος θεότητα μηδαμῶς μηδαμῇ παρηλλαγμένην ἀλλ’ ἐν μιᾷ μὲν οὐσίᾳ, μιᾷ δὲ δόξῃ, τῷ αὐτῷ δὲ βουλήματι νοουμένην
10τε καὶ προσκυνουμένην κατὰ τὰς τρεῖς ὑποστάσεις, ὡς προλαβόντες ὑπὸ μάρτυσι πολλοῖς κατεθέμεθα τὴν ὁμολο‐ γίαν τῷ λούσαντι ἡμᾶς ἐν τῇ τοῦ μυστηρίου πηγῇ πνεύματι· ταύτην συνειδότες ὑμῖν τὴν εὐσεβῆ καὶ ἀδιαμάρτητον τῆς πίστεως ὁμολογίαν ἐν τῷ βάθει τῆς ψυχῆς ἀσφαλῶς
15ἱδρυμένην τήν τε ἄνω πρὸς τὸ ἀγαθὸν καὶ μακάριον διὰ τῆς τῶν πραγμάτων πορείας ὁρμὴν ὑμῶν καὶ ἀνάβασιν, γράφομεν ὑμῖν βραχέα τὰ σπέρματα τῆς διδασκαλίας, ἀπὸ
τῶν προδωρηθέντων ἡμῖν παρὰ τοῦ πνεύματος †γραφῶν42

8,1

43

ἐκλεγόμενοι, καὶ αὐτὰ δὲ πολλαχοῦ τὰ τῆς γραφῆς ῥήματα κατὰ τὴν χρείαν τιθέντες εἰς πίστιν τῶν λεγομένων καὶ εἰς φανέρωσιν τῆς ἡμετέρας περὶ αὐτὴν ὑπολήψεως, ὅπως ἂν μὴ δοκοίημεν ἀφέντες τὴν ἄνωθεν χάριν νόθα τίκτειν
5αὐτοὶ φαύλῃ τινὶ καὶ ταπεινῇ διανοίᾳ καὶ τοῖς ἔξωθεν λογισμοῖς τύπους εὐσεβείας πλάττοντες τούτους ἐπεισά‐ γειν ἀμαθῶς ταῖς γραφαῖς φρονήματι ματαίῳ πεφυσημένοι. Δεῖ τοίνυν τὸν μέλλοντα ψυχὴν καὶ σῶμα κατὰ τὸν τῆς εὐσεβείας νόμον προσάγειν θεῷ καὶ τὴν ἀναίμακτον
10αὐτῷ καὶ καθαρὰν ἀποδιδόναι λατρείαν, ἡγεμόνα [τε] τοῦ βίου τὴν εὐσεβῆ πίστιν ποιούμενον, ἣν αἱ τῶν ἁγίων φωναὶ διὰ πάσης ἡμῖν βοῶσι γραφῆς, οὕτως εὐπειθῆ καὶ εὐήνιον τὴν ψυχὴν τοῖς τῆς ἀρετῆς ἐπιδιδόναι δρόμοις, λύοντα μὲν ἑαυτὸν καθαρῶς τῶν τοῦ βίου τούτου πεδῶν καὶ
15πάσης ἀπηλλαγμένον τῆς τῶν ταπεινῶν καὶ ματαίων δουλείας, ὅλον δὲ τῇ πίστει καὶ τῷ βίῳ τοῦ θεοῦ μόνου γινόμενον, εἰδότα σαφῶς ὡς ἐν ᾧ πίστις εὐσεβείας καὶ βίος ἄμεμπτος, ἐκεῖ καὶ Χριστοῦ πάρεστι δύναμις, ἐν ᾧ δὲ Χριστοῦ πάρεστι δύναμις, ἐκεῖ κακίας πάσης φυγὴ
20καὶ τοῦ λῃστεύοντος τὴν ζωὴν ἡμῶν θανάτου· οὐ γὰρ ἔχει τὰ πονηρὰ δύναμιν ἐν ἑαυτοῖς τοσαύτην ὡς ἀνθίστασθαι
τῇ δεσποτικῇ δυνάμει, ἀλλὰ τῇ παρακοῇ τῶν ἐντολῶν43

8,1

44

ἐπιγίνεσθαι πέφυκεν· ὃ πάλαι μὲν πέπονθεν ὁ πρῶτος πλασθείς, νῦν δὲ πάντες οἱ τὴν τούτου παρακοὴν αὐθαι‐ ρέτῳ προαιρέσει μιμούμενοι· τοὺς δὲ προσερχομένους ἀδόλῳ γνώμῃ τῷ πνεύματι καὶ πίστιν ἔχοντας ἐν πάσῃ
5πληροφορίᾳ, μηδεμιᾶς ἐν τῷ συνειδότι κηλῖδος ὑπούσης, ἡ τοῦ πνεύματος αὕτη καθαίρει δύναμις κατὰ τὸν εἰπόντα Ὅτι τὸ εὐαγγέλιον ἡμῶν τὸ πρὸς ὑμᾶς οὐκ ἐγενήθη ἐν λόγῳ μόνῳ, ἀλλὰ καὶ ἐν δυνάμει καὶ ἐν πνεύματι ἁγίῳ καὶ ἐν πληροφορίᾳ πολλῇ καθὼς οἴδατε, καὶ πάλιν Ὁλόκληρον
10ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως τηρηθείη ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς παρέσχε διὰ τοῦ λουτροῦ τοῖς ἀξίοις τὸ τῆς ἀθανασίας ἐνέχυρον, ὅπως τὸ πιστευθὲν ἑκάστῳ τάλαντον τῇ τῶν πιστευθέντων ἐργασίᾳ τὸν ἀόρατον κομίσῃ πλοῦτον. μέγα
15γάρ, ἀδελφοί, μέγα πρὸς κτῆσιν τῶν νοητῶν τοῖς φόβῳ δεχομένοις τὸ ἅγιον βάπτισμα· τὸ γὰρ πλούσιον καὶ ἄφθονον πνεῦμα τὸ ῥέον ἀεὶ τοῖς δεχομένοις τὴν χάριν, ἧς οἱ ἅγιοι πληρωθέντες ἀπόστολοι ταῖς τοῦ Χριστοῦ ἐκκλησίαις τοὺς καρποὺς ἐπεδείξαντο τοῦ πληρώματος,
20τοῦτο τοῖς τὴν δωρεὰν εἰλικρινῶς δεξαμένοις κατὰ τὸ μέτρον τῆς ἑκάστου τῶν μετειληφότων πίστεως συνεργὸν καὶ σύνοικον παραμένει, οἰκοδομοῦν ἐν ἑκάστῳ τὸ ἀγαθὸν πρὸς τὴν τῆς ψυχῆς ἐν τοῖς τῆς πίστεως ἔργοις σπουδὴν κατὰ τὴν τοῦ κυρίου φωνὴν τὴν λέγουσαν, ὡς ὁ λαβὼν
25τὴν μνᾶν ἐκείνην† ἐπὶ ἐργασίᾳ τοῦ δοθέντος, τουτ‐ έστιν εἰς προκοπὴν καὶ αὔξησιν τοῦ λαμβάνοντος ἑκάστῳ
δίδοται ἡ τοῦ ἁγίου πνεύματος χάρις· δεῖ γὰρ τρέφεσθαι44

8,1

45

τὴν ἀναγεννηθεῖσαν τῇ τοῦ θεοῦ δυνάμει ψυχὴν μέχρι τοῦ μέτρου τῆς ἐν τῷ πνεύματι νοητῆς ἡλικίας, ἀρδομένην διαρκῶς τῷ τε ἱδρῶτι τῆς ἀρετῆς καὶ τῇ τῆς χάριτος χορηγίᾳ· ὥσπερ γὰρ ἡ τοῦ σώματος φύσις γεννηθέντος
5ἄρτι τοῦ βρέφους οὐκ ἐν τῷ ἁπαλῷ καταμένει τῆς ἡλικίας, ἀλλὰ ταῖς τοῦ σώματος τροφαῖς ἀρδομένη κατὰ τὸν τῆς φύσεως νόμον πρὸς τὸ δοθὲν ἐπείγεται μέτρον, οὕτω προσ‐ ήκει καὶ τὴν ἀρτιγενῆ ψυχήν, ἧς ἡ μετουσία τοῦ πνεύ‐ ματος τὴν ἐπεισελθοῦσαν διὰ παρακοῆς διαφθείρουσα
10νόσον τὸ παλαιὸν ἀνανεοῖ τῇ φύσει κάλλος, μὴ μένειν ἀεὶ νήπιον μηδὲ ἀργεῖν καὶ σχολάζειν ἀκίνητον ἐν τῇ τῆς γεννήσεως καθεύδουσαν στάσει, ἀλλ’ ἑαυτὴν ταῖς οἰκείαις ἄρδειν τροφαῖς καὶ πρὸς ὅπερ ἡ φύσις ἀπαιτεῖ μέγεθος διὰ πάσης ἀρετῆς καὶ πόνων ἐκτρέφειν, ὅπως ἂν τῷ ἀοράτῳ
15λῃστῇ καὶ πολλὰς ἀφανεῖς μηχανὰς προσβάλλοντι ταῖς ψυχαῖς ἀμήχανον ἑαυτὴν τῇ δυνάμει τοῦ πνεύματος δι’ οἰκείας ἀρετῆς καταστήσαι. Χρὴ οὖν ἀεὶ προάγειν ἑαυτὸν εἰς ἄνδρα τέλειον κατὰ τὸν ἀπόστολον Μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα
20τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ εἰς ἄνδρα τέλειον εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, ἵνα μηκέτι ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης, ἀληθεύοντες δὲ αὐξήσωμεν
25εἰς αὐτὸν κατὰ πάντα, ὅς ἐστιν ἡ κεφαλὴ ὁ Χριστός· καὶ45

8,1

46

ἀλλαχοῦ ὁ αὐτὸς Μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον, θέλημα τέλειον τοῦ θεοῦ λέγων τὸ
5ὑπὸ εὐσεβείας μορφωθῆναι ψυχήν, ἣν εἰς ἄκρον ἀνθίζει κάλλος ἡ τοῦ πνεύματος χάρις, τοῖς τοῦ μορφουμένου συγγενομένη πόνοις. ἡ μὲν οὖν τοῦ σώματος πρὸς τὸ ἀνελθεῖν ἐπίδοσις οὐδὲν ἐφ’ ἡμῖν· οὐ γὰρ τῇ τοῦ ἀνθρώπου γνώμῃ καὶ ἡδονῇ μετρεῖ τὸ μέγεθος ἡ φύσις, ἀλλὰ τῇ
10αὐτῆς ὁρμῇ καὶ ἀνάγκῃ· τὸ δὲ τῆς ψυχῆς ἐν τῇ τῆς γεννή‐ σεως ἀνανεώσει μέτρον καὶ κάλλος, ὃ παρέχει διὰ τῆς τοῦ δεχομένου σπουδῆς ἡ τοῦ πνεύματος χάρις, τῆς ἡμετέ‐ ρας ἤρτηται γνώμης· ὅσον γὰρ ἐκτείνεις τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγῶνας, τοσοῦτον καὶ τὸ τῆς ψυχῆς συνεκτείνεται
15μέγεθος, διά τε ἀγώνων καὶ πόνων ὑπὲρ ὧν καὶ ὁ κύριος ἡμῶν ἐγκελεύεται λέγων. Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς θύρας· καὶ πάλιν Βιάζεσθε· βιασταὶ γὰρ ἁρπά‐ ζουσι τὴν βασιλείαν τῶν οὐρανῶν· καὶ Ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται· καὶ Ἐν τῇ ὑπομονῇ ὑμῶν
20κτήσασθε τὰς ψυχὰς ὑμῶν· καὶ ὁ ἀπόστολος δὲ Δι’ ὑπο‐ μονῆς τρέχομεν τὸν προκείμενον ἡμῖν ἀγῶνα· καὶ Οὕτως, φησί, τρέχετε ἵνα καταλάβητε· καὶ πάλιν Ὡς θεοῦ διά‐ κονοι ἐν ὑπομονῇ πολλῇ καὶ τὰ ἑξῆς. διὰ τοῦτο δὲ παρα‐ καλεῖ τρέχειν καὶ ἐγκελεύεται συντόνως ἔχεσθαι τῶν
25ἀγώνων, ἐπειδὴ τοῖς τοῦ δεχομένου πόνοις ἡ δωρεὰ
μετρεῖται τῆς χάριτος· τὴν μὲν γὰρ ἀίδιον ζωὴν καὶ46

8,1

47

τὴν ἄῤῥητον ἐν οὐρανοῖς εὐφροσύνην ἡ τοῦ πνεύματος δωρεῖται χάρις, τὴν δὲ ἀξίαν τοῦ δέξασθαι τὰ δῶρα καὶ ἀπολαῦσαι τῆς χάριτος ὁ διὰ τῆς πίστεως περὶ τοὺς πόνους ἔρως παρέχει. συνελθοῦσαι δὲ εἰς ταὐτὸν δικαιοσύνης
5ἔργον καὶ πνεύματος χάρις, εἰς ἣν συνῆλθον ψυχήν, ταύτην ζωῆς μακαρίας μετ’ ἀλλήλων ἐνέπλησαν· διαζυγεῖσαι δὲ ἀπ’ ἀλλήλων οὐδὲν τῇ ψυχῇ κέρδος παρέχουσιν· ἥ τε γὰρ τοῦ θεοῦ χάρις ψυχαῖς φευγούσαις τὴν σωτηρίαν οὐκ ἔχει φύσιν ἐπιφοιτᾶν, ἥ τε τῆς ἀνθρωπείας ἀρετῆς δύναμις
10οὐκ ἐξαρκεῖ καθ’ ἑαυτὴν πρὸς τὸ τῆς ζωῆς εἶδος ἀναβι‐ βάσαι ψυχὰς ἀμοιρούσας τῆς χάριτος. Ἐὰν γάρ, φησί, μὴ κύριος οἰκοδομήσῃ οἶκον καὶ φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων καὶ κοπιᾷ ὁ οἰκοδομῶν· καὶ πάλιν Οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆν,
15καὶ ὁ βραχίων αὐτῶν οὐκ ἔσωσεν αὐτούς, καίτοι ῥομφαίαις καὶ βραχίοσιν πρὸς τοὺς ἀγῶνας χρωμένων, ἀλλ’ ἡ δεξιά σου καὶ ὁ βραχίων σου καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου. τί τοῦτο λέγων; τὴν ἄνωθεν εἰς τοὺς ἐργάτας τοῦ κυρίου συμμαχίαν, καὶ ἅμα τὸ μὴ δεῖν φρονεῖν ταῖς ἀνθρωπίναις
20σπουδαῖς τοὺς νομίζοντας ἐν τοῖς ἑαυτῶν πόνοις ὅλον κεῖσθαι τὸν στέφανον, ἀλλὰ ἀναφέρειν ἐπὶ τὸ τοῦ θεοῦ θέλημα τὰς περὶ τοῦ τέλους ἐλπίδας. Δεῖ οὖν εἰδέναι τί τὸ θέλημα τοῦ θεοῦ, πρὸς ὃ βλέποντα σπουδάζειν 〈χρὴ〉 τὸν τῆς μακαρίας ζωῆς ὀρεγόμενον καὶ
25πρὸς ἐκείνην ἐπιθυμοῦντα τὸν ἑαυτοῦ διαθεῖναι βίον.47

8,1

48

ἔστιν οὖν θέλημα τέλειον τοῦ θεοῦ τὸ καθᾶραι διὰ τῆς χάριτος τὴν ψυχὴν παντὸς μολυσμοῦ, τῶν τοῦ σώματος ἡδονῶν ὑψηλοτέραν ποιήσαντα, καὶ προσάγειν αὐτὴν καθα‐ ρὰν τῷ θεῷ, ποθοῦσαν καὶ δυναμένην ἰδεῖν τὸ νοητὸν
5ἐκεῖνο καὶ ἄφραστον φῶς. τοὺς τοιούτους καὶ ὁ κύριος μακαρίζει λέγων· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται· καὶ ἐν ἄλλοις παραγγέλλει· Γίνεσθε οὖν ὑμεῖς τέλειοι ὡς ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν. ἐπὶ ταύτην τὴν τελειότητα καὶ ὁ ἀπόστολος παρα‐
10καλεῖ τρέχειν λέγων· Ἵνα παραστήσω πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ εἰς ὃ καὶ κοπιῶ ἀγωνιζόμενος· καὶ ὁ Δαβὶδ πνεύματι λαλῶν διδάσκει τοὺς ὀρθῶς φιλοσοφεῖν θέλοντας τὴν τῆς ἀληθινῆς φιλοσοφίας ὁδόν, δι’ ἧς χρὴ βαδίζειν πρὸς τὸν τέλειον σκοπόν, αἰτοῦντας παρὰ τοῦ διδόν‐
15τος ἅπερ διὰ τοῦ Δαβὶδ τὸ πνεῦμα διδάσκει· Γενηθήτω, φησίν, ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασίν σου, ὅπως ἂν μὴ αἰσχυνθῶ. φοβεῖσθαι κελεύει τὴν αἰσχύνην καὶ ἀπο‐ δύεσθαι καθάπερ ἐσθῆτα ῥυπῶσαν καὶ ἄτιμον τοὺς ἐκείνην ἐκ τῆς κακίας περιθεμένους· πάλιν γάρ φησιν· Τότε οὐ μὴ
20αἰσχυνθῶ ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου.
ὁρᾷς ὡς ἐν τῷ πληρώματι τῶν ἐντολῶν τίθεται τὸ πνεῦμα48

8,1

49

τὴν παρρησίαν· καὶ πάλιν Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με· ἀλλαχοῦ δὲ ἐρωτᾷ· Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ κυρίου; εἶτα ἀποκρίνεται·
5Ἀθῷος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ. τὸν διὰ πάντων καθαρὸν τοῦτον ἐπὶ τὸ τοῦ θεοῦ ὄρος ἀνάγει, ὃς μήτε ἐννοίᾳ μήτε γνώσει μήτε ταῖς πράξεσιν εἰς τέλος κατεμίανε τὴν ψυχὴν ἐμμείνας τοῖς κακοῖς, καὶ ὅστις δι’ ἔργων τε καὶ 〈νοημάτων〉 ἀγαθῶν τὸ ἡγεμονικὸν ὑποδεξάμενος
10πνεῦμα τὴν ἑαυτοῦ καρδίαν διεφθαρμένην ὑπὸ κακίας πάλιν ἀνέκτισεν. ὁ δὲ ἅγιος ἀπόστολος περὶ παρθενίας λέγων τοῖς μετ’ αὐτῆς ζῆν ᾑρημένοις ὑπογράφει τὸν βίον ὁποῖον εἶναι δεῖ τὸν τοιοῦτον· Ἡ παρθένος, φησί, μεριμνᾷ τὰ τοῦ κυρίου, ἵνα ᾖ ἁγία τῷ σώματι καὶ τῷ πνεύματι,
15ψυχῇ τε καὶ σαρκὶ λέγων καθαρεύειν· καὶ φεύγειν πᾶσαν ἁμαρτίαν ὡς πορρωτάτω κελεύει, τήν τε ἐμφανῆ καὶ ὅση λαθραία, τουτέστι 〈παντελῶς ἀπέχεσθαι ἁμαρτημάτων τῶν τε〉 πρακτικῶν καὶ τῶν λογισμῷ τελουμένων· σκοπὸς γὰρ τῇ τὴν παρθενίαν τιμώσῃ ψυχῇ θεῷ πλησιάσαι καὶ γενέσθαι
20νύμφην Χριστοῦ.49

8,1

50

Δεῖ οὖν τὸν ἐπιθυμοῦντα οἰκειωθῆναί τινι τὸν ἐκείνου τρόπον τῇ μιμήσει λαβεῖν ᾧ οἰκειοῦται· οὐκοῦν ἀνάγκη καὶ τὴν Χριστοῦ ποθοῦσαν γενέσθαι νύμφην τῷ τοῦ Χριστοῦ ὁμοιωθῆναι κάλλει δι’ ἀρετῆς κατὰ δύναμιν· οὐ γὰρ ἔστι
5συναφθῆναί ποτε φωτὶ μὴ πρὸς ἐκεῖνο λάμψαντα τὸ φῶς· καὶ τοῦ ἀποστόλου Ἰωάννου λέγοντος ἤκουσα· Πᾶς γάρ φησιν ὁ ἔχων τὴν ἐλπίδα ταύτην ἁγνίζει ἑαυτὸν καθὼς ἐκεῖνος ἁγνός ἐστιν· καὶ ὁ ἀπόστολος δὲ Παῦλος Μιμηταί μου γίνεσθε καθὼς κἀγὼ Χριστοῦ· δεῖ γὰρ τὴν μέλλουσαν
10ἀνίπτασθαι πρὸς τὸ θεῖον ψυχὴν καὶ κολλᾶσθαι Χριστῷ πᾶσαν ἐξελαύνειν ἁμαρτίαν ἀφ’ ἑαυτῆς, ὅση τε φανερῶς ταῖς πράξεσιν ἀποτελεῖται, κλοπὴν λέγω καὶ ἁρπαγὴν καὶ μοιχείαν καὶ πλεονεξίαν καὶ πορνείαν καὶ γλώσσης νόσον καὶ πᾶν ὅσον ἐμφανὲς ἁμαρτημάτων γένος, καὶ
15ὅση λάθρα ταῖς ψυχαῖς ἐγκαθημένη καὶ τοὺς ἔξω λανθά‐ νουσα διεσθίει τὸν ἄνθρωπον πικρῶς τοῖς κακίστοις ὀδοῦσιν· αὕτη δέ ἐστι φθόνος ἀπιστία κακοήθεια δόλος, ὄρεξις ὧν μὴ δεῖ, μῖσος ἀλαζονεία κενοδοξία καὶ πᾶν τὸ ὕπουλον τῆς κακίας σμῆνος, ὅπερ ἐξ ἴσου τῷ φανερῷ γένει
20τῶν ἁμαρτημάτων ἡ γραφὴ μισεῖ καὶ βδελύττεται, συγγενῆ τε ὄντα ἀλλήλοις καὶ ἀπὸ τῆς αὐτῆς φυόμενα κακίας.
τίνος δὲ ἐσκόρπισεν ὀστᾶ ὁ κύριος; οὐ τῶν ἀνθρωπαρέ‐50

8,1

51

σκων; τίνα βδελύττεται ὁ κύριος ὥσπερ τὸν ἐναγῆ καὶ μιαιφόνον; οὐ τὸν ὕπουλον ἄνδρα καὶ δόλιον; Ἄνδρα γὰρ αἱμάτων καὶ δόλιον βδελύσσεται κύριος. οὐ φανερῶς ὁ Δαβὶδ τοῖς λαλοῦσιν εἰρήνην μετὰ τῶν πλησίον αὐτῶν,
5κακὰ δὲ ἐν ταῖς καρδίαις αὐτῶν, καταρᾶται βοῶν πρὸς τὸν θεὸν Δὸς αὐτοῖς κατὰ τὰ ἔργα αὐτῶν; καὶ Ἐν καρδίᾳ, φησίν, ἀνομίας ἐργάζεσθε ἐν τῇ γῇ. τὴν ἐν τῷ κρυπτῷ κίνησιν τῆς ἁμαρτίας ἔργον ἐκάλεσεν ὁ θεός· διὰ τοῦτο παραγγέλλει μήτε τὰς παρὰ ἀνθρώπων εὐφημίας διώκειν
10μήτε τὰς παρ’ αὐτῶν ἀτιμίας αἰσχύνεσθαι. τοὺς γὰρ ἐπιδεικτικῶς ἐλεοῦντας τὸν πένητα καὶ τὴν μετάδοσιν ἐπὶ γῆς θριαμβεύοντας ἀποστερεῖ τῶν ἐν οὐρανοῖς μισθῶν ἡ γραφή· εἰ γὰρ ζητεῖς ἀνθρώποις ἀρέσαι καὶ διὰ τοῦτο δίδως, ἵνα ἐπαινεθῇς, πεπλήρωταί σου ὁ μισθὸς τῆς
15εὐποιίας τοῖς τῶν ἀνθρώπων ἐπαίνοις, δι’ οὓς τὸν ἔλεον ἐπεδείκνυσο. μὴ οὖν ζήτει μισθὸν ἐν οὐρανοῖς, κάτω τὰ ἔργα ἀποθέμενος, μηδὲ παρὰ θεοῦ προσδόκα τιμήν, παρὰ γὰρ τῶν ἀνθρώπων ταύτην ἀπείληφας. ποθεῖς ἀθάνατον δόξαν; τῷ δυναμένῳ παρασχεῖν ἣν ποθεῖς δεῖξον ἐν τῷ
20κρυπτῷ τὸν βίον. δέδοικας αἰσχύνην αἰώνιον; φοβοῦ τὸν ἀνακαλύπτοντα ταύτην ἐν τῇ τῆς κρίσεως ἡμέρᾳ. πῶς οὖν λέγει ὁ κύριος Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν
ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν καὶ δοξάσωσι51

8,1

52

τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς; ὅτι κελεύει τὸν ἑπόμενον ταῖς ἐντολαῖς τοῦ θεοῦ πᾶν ὅπερ ἂν ποιῇ πρὸς ἐκεῖνον βλέποντα ποιεῖν καὶ τούτῳ μόνον ἀρέσκειν, μηδε‐ μίαν παρὰ τῶν ἀνθρώπων δόξαν θηρώμενον· ἀλλὰ φεύγειν
5μὲν τοὺς παρὰ τούτων ἐπαίνους καὶ τὴν ἐπίδειξιν, διὰ δὲ τοῦ βίου καὶ τῶν ἔργων γνωρίζεσθαι πᾶσιν, ὅπως θεαταὶ τούτων γενόμενοι, οὐκ εἶπε „θαυμάσωσι τὸν ἐπιδεικνύ‐ μενον“, ἀλλὰ „δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.“ ἐκεῖ γὰρ κελεύει πᾶσαν ἀναφέρεσθαι δόξαν
10καὶ πρὸς τὸ ἐκείνου θέλημα πᾶσαν ἀπαρτίζεσθαι πρᾶξιν, παρ’ ᾧ καὶ ὁ μισθὸς ἀπόκειται τῶν τῆς ἀρετῆς ἔργων. σὲ δὲ κελεύει φεύγειν καὶ ἀποστρέφεσθαι τὴν ἀπὸ τῶν γλωσσῶν καὶ τῆς γῆς εὐφημίαν· ὁ δὲ ταύτην ζητῶν καὶ πρὸς ταύτην ἕλκων τὸν βίον οὐ τῆς αἰωνίου δόξης ἀποστε‐
15ρεῖται μόνον, ἀλλ’ ἤδη προσδοκάτω καὶ τιμωρίαν· Οὐαὶ γάρ, φησίν, ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες οἱ ἄνθρωποι. φεῦγε οὖν πᾶσαν ἀνθρωπίνην τιμήν, ἧς τὸ πέρας αἰσχύνη καὶ ἀτιμία αἰώνιος, καὶ ὀρέγου τῶν ἄνω ἐπαίνων, τὸ τοῦ Δαβὶδ λέγων· Παρὰ σοῦ ὁ ἔπαινός μου· καὶ Ἐν τῷ κυρίῳ
20ἐπαινεθήσεται ἡ ψυχή μου· ὁ δὲ μακάριος ἀπόστολος οὐδὲ τὸν ἐσθίοντα κελεύει ῥᾳθύμως μετέχειν τῆς προκειμένης τροφῆς, ἀλλ’ ἀποδιδόναι πρότερον τὴν δόξαν τῷ δεδωκότι τὰς τοῦ ζῆν ἀφορμάς· οὕτω μέχρι παντὸς παρεγγυᾶται τὰς μὲν παρὰ τῶν ἀνθρώπων ἀτιμάζειν δόξας, τὴν δὲ παρὰ
25τοῦ μόνου θεοῦ ζητεῖν. ὁ γὰρ οὕτως ἔχων πιστὸς ὀνομά‐
ζεται παρὰ τοῦ κυρίου· τὸν δὲ τῆς ἐνταῦθα τιμῆς ἐφιέμενον52

8,1

53

τοῖς ἀπίστοις ἐγκαταλέγει· Πῶς γὰρ δύνασθε, φησίν, ὑμεῖς πιστεύειν δόξαν παρ’ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου θεοῦ οὐ ζητεῖτε; τὸ δὲ μῖσος ὁποῖόν ἐστιν, ἄκουσον τοῦ Ἰωάννου λέγοντος· Ὁ μισῶν
5τὸν ἀδελφὸν αὐτοῦ ἀνθρωποκτόνος ἐστί, καὶ οἴδατε ὅτι πᾶς ἀνθρωποκτόνος οὐκ ἔχει ζωὴν αἰώνιον. ἐκβάλλει τῆς ζωῆς τὸν μισοῦντα τὸν ἀδελφὸν ὥσπερ τὸν ἀνδροφόνον, μᾶλλον δὲ ἄντικρυς φόνον ὀνομάζει τὸ μῖσος· ὁ γὰρ τὴν πρὸς τὸν πλησίον ἀγάπην ἀνελὼν καὶ διαφθείρας καὶ
10ἀντὶ φίλου πολέμιος γεγονὼς εἰκότως ἄν †τις συναριθμοῖτο, τὴν ἐκείνων πρὸς τοὺς ἐπιβουλευομένους ἔχθραν κεκρυμμέ‐ νην τῷ πλησίον φυλάσσων· ὡς δὲ οὐδεμία διαφορὰ τῶν ἔνδον κεκρυμμένων κακῶν πρὸς τὰ ἐμφανῆ καὶ ὁρώμενα, σαφῶς διὰ τούτων δηλοῖ ὁ ἀπόστολος συνάγων αὐτὰ καὶ
15ὁμοτίμως ἀπαριθμούμενος· Καθὼς οὐκ ἐδοκίμασαν, φησί, τὸν θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα, πεπληρωμένους πάσῃ ἀδικίᾳ πορνείᾳ πονηρίᾳ πλεονεξίᾳ κακίᾳ· μεστοὺς φθόνου φόνου ἔριδος δόλου κακοηθείας· ψιθυριστὰς καταλάλους
20θεοστυγεῖς ὑβριστὰς ὑπερηφάνους ἀλαζόνας ἐφευρετὰς κα‐ κῶν, γονεῦσιν ἀπειθεῖς, ἀσυνέτους ἀσυνθέτους ἀστόργους ἀσπόνδους ἀνελεήμονας, οἵτινες τὸ δικαίωμα τοῦ θεοῦ
ἐπιγνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου53

8,1

54

εἰσίν, 〈οὐ μόνον αὐτὰ ποιοῦσιν ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσιν〉. Ὁρᾷς πῶς τὴν κακοήθειαν καὶ τὴν ὑπερηφανίαν καὶ τὸν δόλον καὶ τὰ λοιπὰ τῶν κρυπτῶν τῷ φόνῳ καὶ τῇ
5πλεονεξίᾳ καὶ τοῖς τοιούτοις πᾶσι συνέπλεξε; τί δὲ αὐτὸς ὁ κύριος βοᾷ λέγων· Τὸ ὑψηλὸν παρὰ τοῖς ἀνθρώποις βδέλυγμα παρὰ τῷ θεῷ ἐστιν, καὶ Ὁ ὑψῶν ἑαυτὸν ταπεινω‐ θήσεται καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται· καὶ ἡ Σοφία φησὶν Ἀκάθαρτος παρὰ κυρίῳ πᾶς ὑψηλοκάρδιος· πολλὰ
10δὲ καὶ ἐν ταῖς ἄλλαις γραφαῖς εὕροι τις ἂν εἰς κατηγορίαν τῶν ταῖς ψυχαῖς ἐγκρυπτομένων παθῶν. οὕτω δέ ἐστι πονηρὰ ταῦτα καὶ δυσίατα καὶ τὴν ἰσχὺν ἐν τῷ βάθει τῆς ψυχῆς κεκτημένα, ὥστε μὴ δυνατὸν εἶναι διὰ μόνης τῆς ἀνθρωπίνης σπουδῆς καὶ ἀρετῆς ἐκτρῖψαι καὶ ἀνελεῖν, εἰ
15μή τις τὴν τοῦ πνεύματος δύναμιν σύμμαχον δι’ εὐχῆς προσλαβὼν ἐπικρατήσειεν τῆς ἔνδον τυραννούσης κακίας, ὡς αὐτὸ διδάσκει τὸ πνεῦμα τῇ τοῦ Δαβὶδ φωνῇ χρώμενον· Ἐκ τῶν κρυφίων μου καθάρισόν με καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου.
20Δύο γὰρ ὄντων [ἀνθρώπων], ἐξ ὧν ὁ εἷς ἄνθρωπος
ἥρμοσται, ψυχῆς τε καὶ σώματος, καὶ τοῦ μὲν ἔξωθεν54

8,1

55

περιέχοντος, τῆς δὲ ἔνδον παρὰ τὸν βίον μενούσης, τῷ μὲν δεῖ καθάπερ ναῷ θεοῦ παραγρυπνεῖν, τηροῦντα μή τι τῶν φανερῶν ἁμαρτημάτων προσπεσὸν κατασείσῃ καὶ δια‐ φθείρῃ· περὶ τούτου γὰρ ἀπειλεῖ καὶ ὁ ἀπόστολος λέγων·
5Ὁ φθείρων τὸν ναὸν τοῦ θεοῦ φθερεῖ τοῦτον ὁ θεός· τὴν δὲ ἔνδον χρὴ διὰ πάσης φρουρεῖν φυλακῆς, μή τις λόχος κακίας ἐκ βάθους ποθὲν ἀνακύψας καὶ τὸν τῆς εὐσεβείας λογισμὸν διαφθείρας δουλώσῃ τὴν ψυχήν, πληρώσας τῶν διελκόντων αὐτὴν λάθρα παθῶν.
10 Δεῖ οὖν φρουρεῖν ἀσφαλῶς ἐπιστρεφόμενον πυκνὰ πρὸς τὴν ψυχὴν ὥσπερ τὸν στρατηγὸν ἐπιβοῶντα καὶ ἐπικελευό‐ μενον· ἄνθρωπε, Πάσῃ φυλακῇ τήρει τὴν σὴν καρδίαν· ἐκ γὰρ τούτων ἔξοδοι ζωῆς· ψυχῆς δὲ φρουρὰ λογισμὸς εὐσεβὴς φόβῳ θεοῦ καὶ χάριτι πνεύματος καὶ ἀρετῆς ἔργοις
15ὠχυρωμένος· ὁ γὰρ τούτοις τὴν ἑαυτοῦ ψυχὴν καθοπλίσας ῥᾳδίως τρέπεται τοῦ τυράννου τὰς προσβολάς, δόλον λέγω καὶ ἐπιθυμίαν καὶ τῦφον ὀργήν τε καὶ φθόνον καὶ ὅσα πονηρὰ τῆς κακίας ἔνδον ἔστι κινήματα. χρὴ δὲ τὸν τῆς ἀρετῆς γεωργὸν ἁπλοῦν τινα εἶναι καὶ βέβαιον, μόνους
20εἰδότα γεωργεῖν τοὺς τῆς εὐσεβείας καρπούς, καὶ μήτε
τὸν βίον ἐκτρέπειν ποτὲ πρὸς τὰς τῆς κακίας ὁδοὺς μήτε55

8,1

56

τὸν λογισμὸν τῆς εὐσεβείας ἀφέλκειν τῆς πίστεως, ἀλλ’ εἶναι μονότροπόν τινα καὶ εὐθῆ καὶ ἄπειρον τῶν ἔξω τῆς ἰδίας ὁδοῦ κειμένων παθῶν· οὐδὲ γὰρ δυνατὸν τὴν τῷ μόνῳ ἀνδρὶ συζῶσαν καὶ τὴν τοῦ γάμου καταπορνεύουσαν
5τὸν αὐτὸν προσδοκᾶν τοῦ βίου μισθόν. Οὐ ζεύξεις, φησὶν ὁ μακάριος Μωυσῆς, ἐν τῇ ἅλῳ σου ἀλλογενῆ ζῷα ἐπὶ τὸ αὐτὸ οἷον βοῦν καὶ ὄνον, ἀλλὰ τὰ ὁμογενῆ ζεύξας ἀλοήσεις τὸν ἀμητόν σου· οὐδὲ συνυφανεῖς ἐρεῷ ἱματίῳ λῖνον οὐδὲ πάλιν λινῷ ἐρέαν· οὐ γεωργήσεις
10ἐν τῇ χώρᾳ τῆς γῆς σου δύο καρποὺς ἐπὶ τὸ αὐτὸ οὐδὲ δεύτερον τοῦ ἐνιαυτοῦ· οὐκ ἐπιβαλεῖς ἑτερογενὲς ζῷον ἐπὶ ἕτερον εἰς γονήν, ἀλλὰ τὰ ὁμογενῆ τοῖς ὁμογενέσι συζεύξεις. Τί ταῦτα τῷ ἁγίῳ βούλεται τὰ αἰνίγματα; τὸ μὴ δεῖν
15ἐν τῇ αὐτῇ ψυχῇ κακίαν καὶ ἀρετὴν συμφυτεύειν ἀλλήλαις μηδὲ μερίζοντα τὸν βίον τοῖς ἐναντίοις ἀκάνθας τε ὁμοῦ καὶ σῖτον ἐκ τῆς αὐτῆς ψυχῆς γεωργεῖν μηδὲ τὴν τοῦ Χριστοῦ νύμφην τοῖς ἐχθροῖς τοῦ Χριστοῦ μοιχᾶσθαι καὶ τὸ μὲν κύειν φῶς, τὸ δὲ ζόφον τίκτειν· οὐ γὰρ πέφυκε
20ταῦτα συμβαίνειν ἀλλήλοις ὥσπερ οὐδὲ τὰ τῆς ἀρετῆς μέρη56

8,1

57

τοῖς μέρεσι τῆς κακίας. ποία γὰρ φιλία σωφροσύνης πρὸς ἀκρασίαν; ποία δὲ πρὸς ἀδικίαν δικαιοσύνης ὁμόνοια; τίς δὲ φωτὶ κοινωνία πρὸς σκότος; οὐχὶ ἀεὶ τὸ ἕτερον ὑπεξίσταται τῷ ἑτέρῳ καὶ μένειν οὐκ ἐθέλει πρὸς τὸ
5μαχόμενον; δεῖ οὖν τὸν σοφὸν γεωργὸν καθάπερ ἐκ πηγῆς ποτίμου καὶ ἀγαθῆς καθαρὰ πέμπειν τοῦ βίου τὰ νάματα καὶ παντὸς ἀμιγῆ βορβόρου, μόνα τὰ τοῦ θεοῦ γεώργια εἰδότα καὶ τούτοις πονοῦντα διὰ βίου καὶ παραμέ‐ νοντα, ὅπως κἂν ὑποφύηταί τις ξένος ἐν τῷ κρυπτῷ τῶν
10τῆς ἀρετῆς καρπῶν λογισμός, τοὺς σοὺς ἰδὼν πόνους ὁ πάντα ὁρῶν ταχέως τῇ ἑαυτοῦ δυνάμει τὴν δολερὰν ἐκείνην καὶ ὕπουλον ῥίζαν τῶν λογισμῶν πρὸ τῆς βλάστης ἐκτέμῃ. τῷ γὰρ τοῖς τῆς ἀρετῆς προσκαρτεροῦντι πόνοις ἀκολουθεῖ ταχέως ἡ τοῦ πνεύματος χάρις τὰ τῆς κακίας διαφθείρουσα
15σπέρματα, καὶ οὐκ ἔστιν ἁμαρτεῖν τῆς ἐλπίδος οὐδὲ ἀνεκ‐ δίκητον παροφθῆναι τὸν ἀεὶ παρεδρεύοντα τῷ θεῷ. Εἶδες τὴν ἐν τῷ εὐαγγελίῳ χήραν, ἣ προσῆγε μὲν οὐ φιλανθρώπῳ κριτῇ τὸ τῆς ἀδικίας μέγεθος, ἡ δὲ πολλὴ περὶ τὴν δέησιν σχολὴ καὶ καρτερία νικήσασα τοῦ δικαστοῦ
20τὸν τρόπον ἐκκαλεῖ πρὸς τὴν τοῦ ἀδικήσαντος τιμωρίαν. μὴ τοίνυν μηδὲ σὺ προσευχόμενος ἀπείπῃς· εἰ γὰρ τὸ ἐκείνης περὶ τὴν δέησιν ἀναιδὲς ἄρχοντος ἀνηλεοῦς ἔκλινε γνώμην, πῶς ἡμᾶς χρὴ τῆς περὶ τὸν θεὸν ἀπογνῶναι
σπουδῆς, οὗ τὸ ἔλεος φθάνειν οἶδε πολλάκις τοὺς αἰτοῦντας;57

8,1

58

ἀλλὰ καὶ αὐτὸς ὁ κύριος ἀποδεχόμενος τὴν περὶ τὰς εὐχὰς ἡμῶν ἐπιμονὴν καὶ προτρέπων χρῆσθαι τῇ σπουδῇ Ἴδετε, φησί, τί λέγει ὁ ἄδικος κριτής· πόσῳ μᾶλλον ποιήσει ὁ πατὴρ ἡμῶν ὁ οὐράνιος τὴν ἐκδίκησιν τῶν
5βοώντων πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας· ναὶ λέγω ὑμῖν ποιήσει τὴν ἐκδίκησιν ἐν τάχει. καὶ ὁ ἀπόστολος δὲ πολλὴν σπουδὴν καὶ ἀγῶνα ἔχων εἰς τελείαν προκοπὴν τοὺς τῆς εὐσεβείας μαθητὰς ἐλθεῖν, ἅμα δὲ καὶ τὸν τῆς ἀληθείας σκοπὸν φανερὸν πᾶσι καθιστῶν φησί· Νουθετοῦντες πάντα
10ἄνθρωπον καὶ διδάσκοντες ἐν πάσῃ σοφίᾳ, ἵνα παραστή‐ σωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ, εἰς ὃ καὶ κοπιῶ ἀγωνιζόμενος. καὶ πάλιν τοῖς τὴν σφραγῖδα τοῦ πνεύματος διὰ τοῦ βαπτίσματος †κατηξιωμένοις ἐπεύχεται τῆς νοητῆς ἡλικίας λαβεῖν αὐτοὺς αὔξησιν διὰ τῆς ἐπιχορηγίας τοῦ
15πνεύματος λέγων· Διὰ τοῦτο ἀκούσας τὴν καθ’ ὑμᾶς πίστιν καὶ τὴν ἀγάπην ἣν ἔχετε εἰς πάντας τοὺς ἁγίους οὐ παύομαι προσευχόμενος ὑπὲρ ὑμῶν καὶ αἰτούμενος, ἵνα ὁ θεὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῆς δόξης, δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν
20ἐπιγνώσει αὐτοῦ, πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρ‐ δίας ὑμῶν εἰς τὸ εἰδέναι ὑμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας· εἶτά φησι περὶ τοῦ τρό‐
25που τῆς μεταλήψεως τοῦ πνεύματος· Κατὰ τὴν ἐνέργειαν
τῆς δυνάμεως αὐτοῦ, ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ, ἐγείρας58

8,1

59

αὐτὸν ἐκ τῶν νεκρῶν. καθαρῶς περὶ τῆς τοῦ πνεύματος λέγει μετουσίας καὶ τῆς ἐκείνου πρὸς τοὺς μεταλαμβάνον‐ τας ἐνεργείας, ὅπως ἄν, φησίν, καὶ ὑμεῖς τὸν αὐτὸν δέξησθε τρόπον τὴν ἐκείνου πληροφορίαν· εἶτα ὀλίγον ὑποκαταβὰς
5τῆς ἐπιστολῆς μεῖζόν τι αὐτοῖς ἐπεύχεται, τελειοτέραν ζητῶν ἐλθεῖν ἐπ’ αὐτοὺς τὴν τοῦ πνεύματος δύναμιν· Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται· ἵνα δῴη ὑμῖν κατὰ τὸ
10πλοῦτος τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν, ἐν ἀγάπῃ ἐρριζωμένους καὶ τεθεμελιωμένους· ἵνα ἐξισχύσητε κατα‐ λαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις, τί τὸ πλάτος καὶ μῆκος
15καὶ βάθος καὶ ὕψος, γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ. Ἤδη δὲ καὶ ἐν ἑτέρᾳ ἐπιστολῇ περὶ τῶν αὐτῶν τοῖς μαθηταῖς διαλέγεται τὸν τοῦ πνεύματος θησαυρὸν αὐτοῖς
20ἀποκαλύπτων καὶ παρακαλῶν μετασχεῖν· Ζηλοῦτε γάρ φησιν τὰ πνευματικὰ χαρίσματα· καὶ ἔτι καθ’ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι. ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. καὶ ἐὰν ἔχω προφητείαν καὶ
25εἰδῶ τὰ μυστήρια καὶ πᾶσαν τὴν γνῶσιν, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι· καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά
μου καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι, ἀγάπην59

8,1

60

δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. τί δὲ τὸ κέρδος τῆς ἀγάπης καὶ ποῖα τὰ ταύτης βλαστήματα, τίνων τε ἀφίστησι τὸν ἔχοντα αὐτὴν καὶ τίνα παρέχει, σαφῶς ἐν τούτοις δηλοῖ· Ἡ ἀγάπη οὐ ζηλοῖ, οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ
5ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, 〈οὐ παροξύνεται, οὐ λογί‐ ζεται τὸ κακόν,〉 οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ, πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει· ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει. πάνυ σοφῶς καὶ ἀκριβῶς Οὐδέποτε, φησίν, ἐκπίπτει ἡ ἀγάπη. τί δὲ
10τοῦτό ἐστιν; κἂν τῶν ἄλλων τις τύχῃ χαρισμάτων, ὧν τὸ πνεῦμα παρέχει (γλώσσας λέγω ἀγγέλων καὶ προφητείαν καὶ γνῶσιν καὶ χαρίσματα ἰαμάτων), μηδέπω δὲ λυτρωθῇ καθαρῶς ἀπὸ τῶν ἔνδον ἐνοχλούντων παθῶν τῇ τοῦ πνεύ‐ ματος ἀγάπῃ μηδὲ τὸ τέλειον τῆς σωτηρίας ἐν τῇ ψυχῇ
15δέξηται φάρμακον, ἐν φόβῳ καθέστηκεν ἔτι τῆς πτώσεως, τὴν στηρίζουσαν καὶ βεβαιοῦσαν ἐν τῇ τῆς ἀρετῆς στάσει μὴ ἔχων ἀγάπην. Μὴ οὖν οἰηθεὶς διὰ τὴν πλουσίαν καὶ ἄφθονον τοῦ πνεύματος χάριν μηδενὸς ἔτι δεῖσθαι πρὸς τὴν τελείωσιν
20ἐναπομείνῃς τοῖς ἐκείνου δωρήμασιν· ἀλλ’ ὅταν ἔλθῃ πρὸς60

8,1

61

σὲ τῆς δωρεᾶς ἐκείνης ὁ πλοῦτος, τότε γίνου τῷ φρονήματι πένης, ὑποπτήσσων ἀεὶ καὶ τὴν ἀγάπην ὥσπερ τινὰ κρηπῖδα τοῦ τῆς χάριτος θησαυροῦ προσδοκῶν τῇ ψυχῇ καὶ πρὸς πᾶν ἀγωνιζόμενος πάθος, μέχρις 〈ἂν〉 ἐπὶ τὸ ἄκρον τοῦ τῆς
5εὐσεβείας ἀφίκῃ σκοποῦ, ἐφ’ ὃν αὐτός τε ἔφθασεν ὁ ἀπόστο‐ λος καὶ τοὺς μαθητὰς ἀνάγει δι’ εὐχῆς τε καὶ διδαχῆς ὑποδεικνὺς τοῖς ἀγαπῶσι τὸν κύριον, τὴν ὑπὸ τῆς ἀγάπης ἐπὶ τὸ κρεῖττον μεταβολήν τε καὶ χάριν λέγων· Οὔτε γὰρ περιτομή τί ἐστιν οὔτε ἀκροβυστία, ἀλλὰ κτίσις καινή·
10καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχοῦσιν, εἰρήνη ἐπ’ αὐτοὺς καὶ ἔλεος καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ θεοῦ. καὶ πάλιν· Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθε. τὸ καινὴ κτίσις ἀποστολικός ἐστι κανών· ἔστι δὲ οὗτος ὃν αὐτὸς ἐν ἄλλῳ μέρει σαφῶς ἐδήλωσεν εἰπών· Ἵνα παρα‐
15στήσω αὐτὸς ἑαυτῷ τὴν ἐκκλησίαν ἔνδοξον, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ’ ἵνα ᾖ ἁγία καὶ ἄμωμος. καινὴν κτίσιν ἐκάλεσε τὴν ἐν καθαρᾷ καὶ ἀμώμῳ ψυχῇ καὶ πάσης ἀπηλλαγμένῃ κακίας καὶ πονηρίας καὶ αἰσχύνης ἐνοίκησιν τοῦ ἁγίου πνεύματος. ὅταν γὰρ μισήσῃ
20μὲν ἡ ψυχὴ τὸ ἁμαρτάνειν, οἰκειώσῃ δὲ ἑαυτὴν τῷ θεῷ κατὰ δύναμιν τῇ τῆς ἀρετῆς πολιτείᾳ καὶ δέξηται μετα‐
ποιηθεῖσα τῷ βίῳ τὴν τοῦ πνεύματος εἰς ἑαυτὴν χάριν,61

8,1

62

καινὴ γέγονεν ὅλη καὶ ἀνεκτίσθη. καὶ τὸ Ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, τοῦτο δηλοῖ, καὶ τὸ Ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ, ἀλλ’ ἐν ἀζύμοις εἰλι‐ κρινείας καὶ ἀληθείας. ἐπειδὴ γὰρ πολλοὺς μὲν ἵστησιν ὁ
5πειρατὴς τῇ ψυχῇ βρόχους πανταχόθεν αὐτῇ τὴν ἑαυτοῦ κακίαν προβάλλων, ἐλάττων δὲ καθ’ ἑαυτὴν ἡ ἀνθρωπίνη δύναμις τῆς κατ’ ἐκείνου νίκης, ὁπλίζειν ἡμᾶς ὁ ἀπόστολος κελεύει τὰ μέλη τοῖς οὐρανίοις ὅπλοις, τὸν θώρακα τῆς δικαιοσύνης κελεύων ἐνδύσασθαι καὶ ὑποδήσασθαι τοὺς
10πόδας ἐν ἑτοιμασίᾳ τῆς εἰρήνης καὶ περιζώσασθαι τὴν ὀσφὺν ἐν ἀληθείᾳ, ἐπὶ πᾶσι δὲ τὸν θυρεὸν τῆς πίστεως ἀναλαβόντες, δι’ ἧς φησι Δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυ‐ ρωμένα σβέσαι· βέλη δέ ἐστι πεπυρωμένα τὰ ἀκόλαστα πάθη· καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθαι πα‐
15ρεγγυᾷ καὶ τὴν ἁγίαν μάχαιραν τοῦ πνεύματος· μάχαιραν δὲ ἁγίαν λέγει τὸν ἐν δυνάμει θεοῦ λόγον, ᾧ χρὴ τὴν δεξιὰν τῆς ψυχῆς ὁπλίσαντα τὰς τοῦ ἐχθροῦ μηχανὰς ἀποκρούεσθαι.
Πῶς οὖν ἡμῖν ληπτέον τὰ ὅπλα, παρ’ αὐτοῦ μάθε62

8,1

63

τοῦ ἀποστόλου λέγοντος· Διὰ πάσης προσευχῆς καὶ δεή‐ σεως προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν πνεύματι καὶ εἰς αὐτὸ ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει· ὅθεν καὶ ὑπερεύχεται πάντων οὕτως· Ἡ χάρις τοῦ κυρίου
5ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ θεοῦ καὶ ἡ κοινωνία τοῦ ἁγίου πνεύματος μετὰ πάντων ὑμῶν. καὶ πάλιν· Ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως τηρηθείη ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. ὁρᾷς ὅσους ὑπέδειξέ σοι τρόπους τῆς σωτηρίας
10εἰς μίαν τείνοντας ὁδὸν καὶ σκοπὸν ἕνα τοῦ τέλειον εἶναι Χριστιανόν; τοῦτο γάρ ἐστι τὸ πέρας εἰς ὃ δεῖ φθάσαι διὰ πίστεως ἰσχυρᾶς καὶ ἐλπίδος βεβαίας τοὺς τῆς ἀληθείας ἐραστὰς ἐν ἡδονῇ μετὰ ἀγῶνος καὶ προθυμίας βαδίζοντας. τούτοις καὶ πληροῦται ῥᾳδίως ὁ πρὸς τὸ ἄκρον τῶν ἐν‐
15τολῶν τοῦ βίου δρόμος, ὧν ἐξήρτηται πᾶς προφήτης μετὰ τοῦ νόμου. τίνας λέγω τὰς ἐντολάς; Ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ τὸν πλησίον σου ὡς σεαυτόν.
20Ὁ μὲν οὖν σκοπὸς τῆς εὐσεβείας τοιοῦτος, ὃν αὐτός
τε ὁ κύριος καὶ οἱ παρ’ ἐκείνου τὸ εἰδέναι λαβόντες ἀπό‐63

8,1

64

στολοι παρέδοσαν ἡμῖν· εἰ δὲ διὰ μακροτέρων ἀποδεικνύν‐ τες εἰς μῆκος προηγάγομεν τὸν λόγον, τοῦ παραστῆσαι τὴν ἀλήθειαν μᾶλλον ἢ τοῦ συντεμεῖν τὰ λεγόμενα φροντί‐ ζοντες, μεμφέσθω μηδείς. δεῖ γὰρ τοὺς ὀρθῶς φιλοσοφεῖν
5ἐγνωκότας καὶ τὰς ψυχὰς ἐκ τῶν τῆς κακίας μολυσμῶν λυτρουμένους ἀκριβῶς εἰδέναι τὸν τῆς φιλοσοφίας σκοπόν, ὅπως μεμαθηκότες τῆς τε πορείας τὸν πόνον καὶ τοῦ δρόμου τὸ πέρας ῥίψωσι μὲν πάντες τὴν αὐθάδειαν καὶ τὸ μέγα φρονεῖν ἐπὶ τοῖς κατορθώμασι, τὴν δὲ ἑαυτῶν
10ψυχὴν μετὰ τοῦ βίου κατὰ τὸ πρόσταγμα τῆς γραφῆς ἀρνησάμενοι πρὸς ἕνα βλέπωσι πλοῦτον, ὃν τῆς εἰς Χριστὸν ἀγάπης ἆθλον τοῖς ἀγαπῶσιν ἔθηκεν ὁ θεός, καλῶν εἰς αὐτὸν πάντας τοὺς τὸν ἀγῶνα τοῦ λαβεῖν προθύμως ὑφισταμένους, οἷς ἐξαρκεῖ πρὸς τὴν τοῦ τοιούτου βίου
15πορείαν ἐφόδιον ὁ σταυρὸς τοῦ Χριστοῦ· ὃν δεῖ μετ’ εὐφροσύνης καὶ ἀγαθῆς ἐλπίδος βαστάζοντας ἀκολουθεῖν τῷ σωτῆρι θεῷ, νόμον καὶ ὁδὸν τοῦ βίου τὴν ἐκείνου ποιουμένους οἰκονομίαν, καθὼς εἶπεν αὐτὸς ὁ ἀπόστολος· Μιμηταί μου γίνεσθε καθὼς κἀγὼ Χριστοῦ· καὶ πάλιν·
20Δι’ ὑπομονῆς τρέχομεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε
σταυρὸν αἰσχύνης καταφρονήσας ἐν δεξιᾷ τε τοῦ θρόνου64

8,1

65

τοῦ θεοῦ κεκάθικεν· δέος γὰρ μὴ τοῖς παρὰ τοῦ πνεύματος δωρήμασιν ἐπαιρόμενοι καὶ τὸ κατορθῶσαί τι δι’ ἀρετὴν ἀφορμὴν λαβόντες εἰς τὸ φρονεῖν καὶ σεμνύνεσθαι, πρὶν εἰς τέλος τῶν ἐλπιζομένων ἐλθεῖν, ἐκπέσωμεν τῆς ὁρμῆς,
5ἀχρεῖον ἑαυτοῖς καὶ τὸν προλαβόντα πόνον τῇ αὐθαδείᾳ ποιήσαντες καὶ ἀνάξιοι φανέντες τῆς τελειότητος, εἰς ἣν ἡ τοῦ πνεύματος εἷλκεν ἡμᾶς χάρις. Δεῖ οὖν μηδαμοῦ τὸν τοῦ πόνου τόνον ἐκλύειν μηδὲ ἐξίστασθαι τῶν προκειμένων ἀγώνων μηδὲ τοῖς κατόπιν
10εἴ τι πέπρακται σπουδαῖον προσέχειν, ἀλλ’ ἐκείνων μὲν λήθην λαμβάνειν, ἐπὶ δὲ τὸ ἔμπροσθεν κατὰ τὸν ἀπόστολον ἐπεκτείνεσθαι καὶ συντρίβειν ταῖς τῶν πόνων φροντίσι τὴν καρδίαν, ἀκόρεστον ἔχοντας τὴν τῆς δικαιοσύνης ἐπιθυμίαν, ἧς μόνης χρὴ πεινῆν καὶ διψῆν τοὺς εἰς τὸ τέλειον φθάσαι
15ζητοῦντας, ταπεινοὺς δὲ καὶ περιδεεῖς γινομένους ὡς πόρρω που τῶν ἐπηγγελμένων τυγχάνοντας καὶ τῆς τελείας τοῦ Χριστοῦ μακρὰν ἀπῳκισμένους ἀγάπης· ὁ γὰρ ἐκείνης ἐρῶν καὶ πρὸς τὴν ἄνω βλέπων ἐπαγγελίαν οὔτε νηστεύων οὔτε ἀγρυπνῶν οὔτε ἄλλο τι τῶν τῆς ἀρετῆς σπουδάζων
20ἵσταται τοῖς προλαβοῦσι κατορθώμασιν ἐπηρμένος, ἀλλὰ μεστὸς ὢν τοῦ θείου πόθου καὶ πρὸς τὸν καλοῦντα συντόνως βλέπων πᾶν μὲν ὅτι ἂν ἀγωνίσηται πρὸς τὸ τυχεῖν ἐκείνου
μικρὸν ἡγεῖται καὶ τῶν ἄθλων ἀνάξιον· φιλονεικεῖ δὲ μέχρι65

8,1

66

τῆς τοῦ βίου τούτου τελευτῆς, πόνοις πόνους καὶ ἀρεταῖς ἀρετὰς συνάπτων, μέχρις ἂν τίμιον ἑαυτὸν τῷ θεῷ κατα‐ στήσῃ διὰ τῶν ἔργων, οὐκ ἔχων ἐν τῷ συνειδότι τὸ νομίζειν ἄξιον ἑαυτὸν πεποιηκέναι θεῷ. τοῦτο γάρ ἐστι κατόρθωμα
5μέγιστον φιλοσοφίας τὸ μέγαν ὄντα τοῖς ἔργοις συστέλλε‐ σθαι τῇ καρδίᾳ καὶ καταγινώσκειν τοῦ βίου, κάτω που ῥίψαντα τῷ πρὸς θεὸν φόβῳ τὴν οἴησιν, ὅπως ἀπολαύσῃ τῆς ἐπαγγελίας καθόσον πιστεύσας ἠράσθη ταύτης, οὐ καθόσον πονέσας εἰργάσατο. μεγάλων γὰρ ὄντων τῶν
10δώρων οὐκ ἔστι πόνους ἀξίους εὑρεῖν· μεγάλης δὲ δεῖ πίστεως καὶ ἐλπίδος εἰς τὸ ταύταις μετρηθῆναι, μὴ τοῖς πόνοις, τὴν ἀμοιβήν· πίστεως δὲ ὑπόστασις πνεύματος πτωχεία καὶ ἡ πρὸς θεὸν ἀμέτρητος ἀγάπη. Τὰ μὲν δὴ κατὰ τὴν ἐλπίδα τοῦ σκοποῦ τοῖς φιλοσόφως
15ζῆν ᾑρημένοις ἱκανῶς εἰρῆσθαι νομίζω. δεῖ δὲ λοιπὸν προσθεῖναι τοῖς εἰρημένοις, ὅπως μὲν χρὴ συνεῖναι τοὺς τοιούτους ἀλλήλοις, ὁποίους δὲ ἀγαπᾶν πόνους, ὅπως δὲ τρέχειν μετ’ ἀλλήλων, ἕως ἂν ἐπὶ τὴν ἄνω πόλιν ἀφίκωνται. δεῖ τοίνυν τὸν τὰ τοῦ βίου τούτου σεμνὰ καθαρῶς ἀτιμά‐
20ζοντα καὶ ἀρνούμενον μὲν τοὺς συγγενεῖς, ἀρνούμενον δὲ
πᾶσαν τὴν κάτω δόξαν καὶ ἐρῶντα τῆς οὐρανίας τιμῆς66

8,1

67

καὶ τοῖς κατὰ θεὸν ἀδελφοῖς πνευματικῶς συναπτόμενον ἀρνήσασθαι μετὰ τοῦ βίου καὶ τὴν ἑαυτοῦ ψυχήν. ἄρνησις δὲ ψυχῆς τὸ μηδαμοῦ ζητεῖν τὸ ἑαυτοῦ θέλημα θεραπεύειν, μᾶλλον δὲ ἑαυτοῦ θέλημα ποιεῖν τὸν ἐφεστῶτα τοῦ θεοῦ
5λόγον καὶ τούτῳ κεχρῆσθαι καθάπερ ἀγαθῷ κυβερνήτῃ τῷ τὸ κοινὸν τῆς ἀδελφότητος πλήρωμα μεθ’ ὁμονοίας ἐπὶ τὸν λιμένα τοῦ θελήματος τοῦ θεοῦ διευθύνοντι. κε‐ κτῆσθαι δὲ οὐδὲν χρὴ ἢ νομίζειν ἴδιον παρὰ τὸ κοινὸν πλὴν τοῦ τὸ σῶμα καλύπτοντος ἱματίου. εἰ γὰρ μηδὲν ἔχοι
10τούτων ἀλλὰ γυμνὸς εἴη τῆς καθ’ ἑαυτὸν τοῦ βίου φροντί‐ δος, τῆς κοινῆς ἔσται χρείας θεραπευτὴς καὶ τὸ παρὰ τῶν προεστώτων ἐπιτασσόμενον μεθ’ ἡδονῆς καὶ ἐλπίδος προ‐ θύμως ἐπιτελῶν καθάπερ εὔνους καὶ ἁπλοῦς δοῦλος τοῦ
Χριστοῦ πρὸς τὴν κοινὴν τῶν ἀδελφῶν χρείαν ἠγορασμένος.67

8,1

68

τοῦτο γὰρ καὶ ὁ κύριος βούλεται καὶ παρακαλεῖ λέγων· Ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος καὶ μέγας ἔσται πάντων ἔσχατος καὶ πάντων δοῦλος. Χρὴ οὖν τὴν δουλείαν παρὰ τοῖς ἀνθρώποις ἄμισθον
5εἶναι καὶ μηδεμίαν φέρουσαν τῷ δουλεύοντι τιμὴν μηδὲ δόξαν, ὅπως μὴ παρὰ τὸ γεγραμμένον ἀνθρωπάρεσκος φαίνηται, σχηματίζων ἑαυτὸν ἐν ὀφθαλμοδουλείᾳ μηδὲ ἀνθρώποις ἀλλ’ ὡς αὐτῷ τῷ κυρίῳ δουλεύων καὶ τὴν τεθλιμμένην ὁδὸν βαδίζων, ἐν ᾗ τῷ ἐκείνου ζυγῷ 〈προθύ‐
10μωσ〉 ὑποθεὶς τὸν αὐχένα καὶ βαστάζων διὰ τέλους ἐν ἡδονῇ φέρεται πρὸς τὸ τέλος 〈μετὰ ἀγαθῆς ἐλπίδοσ〉. δεῖ οὖν ὑποτετάχθαι πᾶσι καὶ καθάπερ δανείου χρεώστην θεραπεύειν τοὺς ἀδελφούς, τὰς ὑπὲρ ἁπάντων φροντίδας ἐναποθέμενον τῇ ψυχῇ καὶ ἀποπληροῦντα τὴν ὀφειλομένην
15ἀγάπην. χρὴ δὲ καὶ τοὺς προεστῶτας τοῦ πνευματικοῦ
τούτου χοροῦ τό τε μέγεθος τῆς αὑτῶν σκοποῦντας68

8,1

69

φροντίδος καὶ τῆς ἐφεδρευούσης τῇ πίστει κακίας λογιζο‐ μένους τὰς τέχνας ἀξίως τῆς ἐπιστασίας ἀγωνίζεσθαι, μὴ πρὸς τὴν ἐξουσίαν αἴροντας τὸ φρόνημα. κίνδυνος γὰρ ἐνταῦθα, καί τινες ἤδη δοκοῦντες ἑτέρων προεστάναι καὶ
5τούτους ἐπὶ τὴν οὐράνιον εὐθύνειν ζωὴν ἔλαθον ὑπὸ φρονή‐ ματος ἑαυτοὺς ἀπολέσαντες. δεῖ οὖν ἐν τῇ ἐπιστασίᾳ μείζονα μὲν τῶν ἄλλων τοὺς προεστῶτας πονεῖν, ταπεινό‐ τερα δὲ τῶν ἀρχομένων φρονεῖν καὶ τύπον δουλείας τὸν ἑαυτῶν βίον παρέχειν τοῖς ἀδελφοῖς, παρακαταθήκην θεοῦ
10νομίζοντας ἔχειν οὓς ἐπιστεύθησαν. Εἰ γὰρ οὕτως ἔχοιεν συγκροτοῦντες τὸν ἱερὸν τῇ θερα‐ πείᾳ χορὸν καὶ τὴν μὲν διδαχὴν κατὰ τὴν ἑκάστου χρείαν ἐν φανερῷ ποιούμενοι πρὸς τὸ σῴζειν τὴν πρέπουσαν ἕκαστον τάξιν, ἐν τῷ κρυπτῷ δὲ κατὰ διάνοιαν τὴν ταπει‐
15νοφροσύνην καθάπερ εὐγνώμονες δοῦλοι τηροῦντες τῇ πίστει, μέγαν ἑαυτοῖς ἐργάζονται τῷ τοιούτῳ βίῳ μισθόν. οὕτως οὖν ἐπιμελεῖσθε αὐτῶν ὡς ἂν χρηστοὶ παιδαγωγοὶ παίδων ἁπαλῶν, οὓς ἐπιστεύθησαν παρὰ τῶν πατέρων αὐ‐ τῶν. ἐκεῖνοί τε γὰρ τῶν παίδων τὰς ἕξεις σκοποῦντες τῷ
20μὲν πληγάς, τῷ δὲ νουθεσίαν, τῷ δὲ ἔπαινον, τῷ δὲ ἄλλο τι τοιοῦτον προσάγουσιν, οὐδὲν οὔτε πρὸς χάριν οὔτε πρὸς
ἀπέχθειαν τούτων ποιοῦντες, ἀλλ’ ὡς ἀνῆκε τῷ πράγματι69

8,1

70

καὶ ὁ τοῦ παιδὸς ἀπαιτεῖ τρόπος, εἰς τὸ γενέσθαι αὐτοὺς 〈ζηλωτὰσ〉 τοῦ βίου τούτου σεμνούς· καὶ ὑμᾶς χρὴ πᾶν μῖσος κατὰ τῶν ἀδελφῶν καὶ πᾶσαν αὐθάδειαν ἀποθεμένους πρὸς τὴν ἑκάστου δύναμιν καὶ γνώμην ἁρμόζειν τὸν
5λόγον· τῷ μὲν ἐπιτίμησον, τὸν δὲ νουθέτησον, ἄλλον παρα‐ κάλεσον, πρὸς τὴν ἑκάστου χρείαν καθάπερ ἀγαθὸς ἰατρὸς προσάγων τὸ φάρμακον· ἐκεῖνός τε γὰρ πρὸς τὰ πάθη σκοπῶν τῷ μὲν πρᾶον, τῷ δὲ σφοδρότερον ἐπέθηκε φάρ‐ μακον, οὐδενὶ τῶν θεραπείας δεομένων ἀχθόμενος, ἀλλὰ
10ταῖς ψυχαῖς καὶ τοῖς σώμασιν ἁρμόζων τὴν τέχνην· σύ τε ἀκολούθει τῇ χρείᾳ τοῦ πράγματος, ὅπως τὴν ψυχὴν τοῦ πρὸς σὲ βλέποντος μαθητοῦ καλῶς ἐκπαιδεύσας λαμπρὰν τὴν ἐκείνης ἀρετὴν προσαγάγῃς τῷ πατρί, κληρονόμον ἄξιον τῆς ἐκείνου δωρεᾶς.
15 Ἐὰν οὕτως ἔχητε πρὸς ἀλλήλους οἵ τε ἐφεστῶτες καὶ οἱ τούτοις χρώμενοι διδασκάλοις, οἱ μὲν πειθόμενοι μετὰ χαρᾶς τοῖς ἐπιταττομένοις, οἱ δὲ μεθ’ ἡδονῆς τοὺς ἀδελφοὺς ἐπὶ τὸ τέλειον προσαγόμενοι, καὶ ταῖς τιμαῖς ἀλλήλους προηγῆσθε, τὸν τῶν ἀγγέλων ἐπὶ τῆς γῆς ζήσεσθε βίον.
20μηδεὶς οὖν ἐν ὑμῖν γνωριζέσθω τῦφος, ἀλλὰ ἁπλότης καὶ
ὁμόνοια καὶ διάθεσις ἄδολος συγκροτείτω τὸν χορόν·70

8,1

71

πειθέτω δὲ ἕκαστος ἑαυτόν, ὡς οὐ τοῦ συνόντος ἀδελφοῦ μόνον ἐστὶ καταδεέστερος, ἀλλὰ καὶ παντὸς ἀνθρώπου· τοῦτο γὰρ γινώσκων μαθητὴς ἔσται ὄντως Χριστοῦ. Ὁ γὰρ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, καθὼς ὁ σωτὴρ
5εἶπεν, καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται· καὶ πάλιν· Ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος, ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος, καθὼς Ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι, ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν· καὶ ὁ ἀπόστολος· Οὐ
10γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ κύριον Ἰησοῦν Χριστόν, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν. εἰδότες οὖν τῆς τε ταπεινότητος τοὺς καρποὺς καὶ τὴν ζημίαν τοῦ τύφου μιμήσασθε τὸν δεσπότην ἀγαπῶντες ἀλλήλους, καὶ μήτε θάνατον μήτε ἄλλην τινὰ τιμωρίαν εἰς ἀγαθὸν μετ’ ἀλλήλων
15ὀκνεῖτε· ἀλλ’ ἣν ἐβάδισεν ὁδὸν ἐν ἡμῖν ὁ θεός, ταύτην ὑμεῖς πρὸς ἐκεῖνον βαδίζοντες ἑνὶ σώματι καὶ ψυχῇ μιᾷ χωρεῖτε πρὸς τὴν ἄνω κλῆσιν, ἀγαπῶντες τὸν θεὸν καὶ ἀλλήλους. ἀγάπη γὰρ καὶ φόβος ὁ πρὸς τὸν κύριον τὸ πρῶ‐ τον τοῦ νόμου ἐστὶ πλήρωμα.
20 Δεῖ οὖν ἕκαστον ὑμῶν καθάπερ ἰσχυράν τινα καὶ στε‐ ρεὰν κρηπῖδα τὸν φόβον τε καὶ τὴν ἀγάπην ἐν τῇ ἑαυτοῦ τιθέναι ψυχῇ καὶ ταύτην ἐπάρδειν ἔργοις τε ἀγαθοῖς καὶ εὐχῇ διαρκεῖ· οὐ γὰρ ἁπλῶς οὐδὲ αὐτομάτως ἡμῖν ἡ πρὸς
τὸν θεὸν ἀγάπη ἐγγίνεσθαι πέφυκεν, ἀλλὰ διὰ πολλῶν71

8,1

72

πόνων καὶ μεγάλων φροντίδων καὶ συνεργίας τῆς τοῦ Χριστοῦ, καθὼς εἴρηκεν ἡ Σοφία· Ἐὰν γὰρ ζητήσῃς αὐτήν, φησίν, ὡς ἀργύριον καὶ ὡς θησαυροὺς ἐξερευνήσῃς αὐτήν, τότε συνήσεις φόβον κυρίου καὶ ἐπίγνωσιν θεοῦ
5εὑρήσεις· θεοῦ δὲ ἐπίγνωσιν εὑρὼν καὶ φόβον συνεὶς ῥᾳδίως καὶ τὸ ἐφεξῆς κατορθώσεις, τὸ ἀγαπᾶν λέγω τὸν πλησίον· τοῦ γὰρ πρώτου καὶ μεγάλου πόνῳ κτηθέντος τὸ δεύτερον ἔλαττον ὂν ἀπονώτερον ἕπεται τῷ πρώτῳ· ἐκείνου δὲ μὴ παρόντος οὐδὲ τὸ δεύτερον ἂν γένοιτο καθα‐
10ρῶς. ὁ γὰρ θεὸν μὴ ἀγαπῶν ἐξ ὅλης καρδίας καὶ ἐξ ὅλης διανοίας, πῶς ἂν ὑγιῶς καὶ ἀδόλως ἐπιμελοῖτο τῆς τῶν ἀδελφῶν ἀγάπης, ἐκείνῳ μὴ πληρῶν τὴν ἀγάπην δι’ ὃν ἐπιμελεῖται ταύτης; τὸν γὰρ οὕτως ἔχοντα καὶ μὴ τὴν ψυχὴν ὅλην ἀποδόντα τῷ θεῷ μηδὲ πρὸς τὴν ἐκείνου κε‐
15κοινωμένον ἀγάπην εὑρὼν ἐξωπλισμένον ὁ τῆς κακίας τεχνίτης χειροῦται ῥᾳδίως λογισμοῖς πονηροῖς ὑποσκελί‐ ζων, νῦν μὲν βαρέα φαίνεσθαι ποιῶν τὰ τῆς γραφῆς ἐπι‐ τάγματα καὶ ἐπαχθῆ τὴν εἰς τοὺς ἀδελφοὺς θεραπείαν,
νῦν δὲ ἐπαίρων εἰς ἀλαζονείαν καὶ τῦφον ἀπ’ αὐτῆς τῆς72

8,1

73

εἰς τοὺς ὁμοδούλους διακονίας καὶ πείθων αὐτὸν ὡς ἐπλή‐ ρωσε τὰς ἐντολὰς τοῦ κυρίου καὶ ἔσται μέγας ἐν οὐρανοῖς· οὐ μικρὸν δὲ τοῦτο ἀδίκημα· δεῖ γὰρ τὸν εὔνουν καὶ σπουδαῖον δοῦλον τῷ δεσπότῃ πιστεύειν τῆς εὐνοίας τὴν
5κρίσιν, ἀλλὰ μὴ αὐτὸν ἀντὶ τοῦ δεσπότου δικαστὴν καὶ ἐπαινέτην τῆς αὑτοῦ γίνεσθαι πολιτείας· εἰ γὰρ αὐτὸς γένοιτο κριτὴς τὸν ἀληθινὸν παρωσάμενος, οὐδὲ τὸν μισθὸν ἐκεῖθεν ἕξει, πρὸ τῆς ἐκείνου κρίσεως ἑαυτῷ τοῖς ἐπαίνοις καὶ τῇ οἰήσει ἀποπληρώσας. δεῖ γὰρ κατὰ τὸ λόγιον
10Παύλου τὸ πνεῦμα τοῦ θεοῦ συμμαρτυρεῖν τῷ πνεύματι ἡμῶν, ἀλλὰ μὴ τῇ ἡμετέρᾳ κρίσει τὰ ἡμέτερα δοκιμάζεσθαι· Οὐ γάρ, φησίν, ὁ ἑαυτὸν συνιστῶν ἐστι δόκιμος ἀλλ’ ὃν ὁ κύριος συνίστησιν· ὁ δὲ μὴ παρὰ τοῦ κυρίου τὴν σύστασιν ἀναμένων, ἀλλὰ φθάνων τὴν ἐκείνου κρίσιν, εἰς τὰς ἀν‐
15θρωπίνας ἐκπίπτει δόξας, τιμὴν ἑαυτῷ τὴν παρὰ τῶν ἀδελφῶν ἐκ τῶν ἰδίων πόνων πραγματευόμενος καὶ ποιῶν τὰ τῶν ἀπίστων· ἄπιστος γὰρ ὁ τὰς ἀνθρωπίνας ἀντὶ τῶν οὐρανίων θηρεύων τιμάς, ὡς αὐτός πού φησιν ὁ κύριος· Πῶς δύνασθε ὑμεῖς πιστεύειν δόξαν παρ’ ἀλλήλων λαμ‐
20βάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου θεοῦ οὐ
ζητεῖτε;73

8,1

74

Τίσιν οὖν ἐοικέναι μοι δοκοῦσιν; ἢ τοῖς [τὸ] τοῦ ποτηρίου καὶ τῆς παροψίδος τὸ ἐκτὸς περικαθαίρουσιν, ἐντὸς δὲ μεστοῖς παντοίας οὖσι κακίας; ὁρᾶτε οὖν μή τι πάθητε τοιοῦτον, ἀλλὰ ἄνω† δόντες τὰς ψυχὰς καὶ μίαν
5ἔχοντες φροντίδα τοῦ ἀρέσαι τῷ κυρίῳ καὶ μηδέποτε τῆς τῶν οὐρανίων ἐκπίπτειν μνήμης μηδὲ δέξασθαι τὰς τοῦ βίου τούτου τιμάς, οὕτω τρέχετε κρύπτοντες τῷ λόγῳ τοὺς ὑπὲρ τῆς ἀρετῆς ἀγῶνας, ὅπως μὴ καιρὸν εὑρὼν ὁ τὰς ἐκ τῆς γῆς τιμὰς ὑποβάλλων καὶ ἐντεῦθεν ἁρπάσας
10ὑμῶν τὸν νοῦν ἐκ τῆς τῶν ἀληθινῶν ἀσχολίας ἐπὶ τὰ μάταια καὶ πλάνης μεστὰ καταβάλῃ· μὴ εὑρὼν δὲ καιρὸν ὅλως μηδὲ παρείσδυσιν εἰς τὸ δελεάσαι τοὺς ἄνω ταῖς ψυχαῖς διατρίβοντας ἀπόλωλε καὶ κεῖται νεκρός· θάνατος γὰρ διαβόλου τὸ ἄπρακτον ἔχειν καὶ ἀνενέργητον τὴν κακίαν.
15ἀγάπης οὖν ἐν ὑμῖν παρούσης τοῦ θεοῦ ἀνάγκη καὶ τὰ λοιπὰ ταύτῃ συνέπεσθαι· τὸ φιλάδελφον, τὸ πρᾶον, τὸ ἀνυπόκριτον, τὸ περὶ τὰς εὐχὰς διαρκὲς καὶ σπουδαῖον καὶ ἁπλῶς πᾶσαν ἀρετήν.
Ὡς οὖν μεγάλου τοῦ κτήματος ὄντος μεγάλων καὶ74

8,1

75

πόνων δεῖ περὶ τὴν κτῆσιν, οὐ πρὸς ἔνδειξιν ἀνθρώπων γινομένων, ἀλλ’ εἰς τὸ ἀρέσαι τῷ κυρίῳ τῷ τὰ κρυπτὰ εἰδότι. πρὸς ὃν δεῖ βλέπειν ἀεὶ καὶ τὸ ἔνδον τῆς ψυχῆς διερευνᾶν καὶ περιφράσσειν τοῖς τῆς εὐσεβείας λογισμοῖς,
5ὅπως μὴ παρείσδυσιν εὕρῃ τινὰ μηδὲ χώραν ἐπιβουλῆς ὁ ἀντίδικος, γυμνάζειν δὲ καὶ προσάγειν πρὸς τὴν τοῦ καλοῦ καὶ πονηροῦ διάγνωσιν τὰ ἠσθενηκότα τῆς ψυχῆς μέλη· γυμνάζειν δὲ αὐτὰ οἶδεν ὁ τῷ θεῷ ἑπόμενος νοῦς καὶ συνοικίζων ἑαυτῷ πᾶσαν τὴν ψυχὴν πρὸς ἐκεῖνον ἐκ
10τῆς πρὸς θεὸν ἀγάπης καὶ τῶν κρυπτῶν τῆς ἀρετῆς ἐννοιῶν καὶ ἔργων ἐντολῆς ἰώμενος τὸ σαθρὸν καὶ συνάπτων τῷ δυνατῷ. ἐπεὶ οὖν μία ἐστὶ φρουρὰ καὶ θεραπεία ψυχῆς τὸ μεμνῆσθαι ἐν πόθῳ θεοῦ καὶ ἀεὶ τῶν ἀγαθῶν ἔχεσθαι ἐννοιῶν, μὴ ἀποστῶμεν τῆς τοιαύτης σπουδῆς μήτε
15ἐσθίοντες μήτε πίνοντες μήτε ἠρεμοῦντες μήτε ποιοῦντές τι ἢ φθεγγόμενοι, ὅπως πάντα τὰ παρ’ ἡμῖν εἰς τὴν τοῦ θεοῦ συντελῇ δόξαν καὶ μὴ εἰς τὴν ἡμετέραν αὐτῶν μηδὲ ἔχῃ τινὰ ῥύπον ἢ κηλῖδα ὁ βίος ἡμῶν ἐκ τῆς τοῦ πονηροῦ ἐπιβουλῆς.
20 Καὶ ἄλλως δὲ τοῖς ἀγαπῶσι τὸν θεὸν εὔκολος καὶ ἡδὺς ὁ πόνος τῶν ἐντολῶν, ἐλαφρὸν καὶ ἐπέραστον ἡμῖν τὸν ἀγῶνα τῆς πρὸς ἐκεῖνον ποιούσης ἀγάπης. διὰ τοῦτο καὶ ὁ πονηρὸς πάντα ἀγωνίζεται τρόπον ἐκβαλεῖν τὸν τοῦ
κυρίου φόβον ἐκ τῶν ψυχῶν ἡμῶν καὶ διαλῦσαι τὴν πρὸς75

8,1

76

ἐκεῖνον ἀγάπην ἡδοναῖς παρανόμοις καὶ τερπνοῖς ἀγκίστροις φιλονεικῶν, ὅπως γυμνὴν τῶν πνευματικῶν ὅπλων καὶ ἄφρουρον λαβὼν τὴν ψυχὴν τοὺς πόνους ἡμῶν διαφθείρῃ, τὴν ἐκ τῆς γῆς ἡμῖν δόξαν ἐπεισάγων τῇ οὐρανίᾳ καὶ ἐπιθολῶν
5τὰ ὄντως καλὰ τοῖς δοκοῦσιν εἶναι καλοῖς τῇ τῶν ἀπατω‐ μένων φαντασίᾳ. δεινὸς γάρ ἐστιν, εἰ ῥᾳθυμοῦντας εὕροι τοὺς φύλακας, κλέψαι καιρὸν καὶ ἐπεισελθεῖν τοῖς τῆς ἀρετῆς πόνοις καὶ συγκατασπεῖραι τῷ σίτῳ τὰ αὑτοῦ ζιζάνια, λοιδορίαν, λέγω, καὶ τῦφον καὶ κενοδοξίαν καὶ
10τιμῆς ἐπιθυμίαν καὶ ἔριν καὶ τὰ λοιπὰ τῆς κακίας δημιουρ‐ γήματα. δεῖ οὖν ἐγρηγορέναι καὶ τηρεῖν πάντοθεν τὸν ἐχθρόν, ὅπως κἂν προσβάλῃ τινὰ μηχανὴν ὑπ’ ἀναισχυν‐ τίας, πρὶν ἅψασθαι τῆς ψυχῆς ἀποκρουσθῇ. Μνημονεύετε δέ μοι συνεχῶς κἀκείνων, ὅτι Ἄβελ μὲν
15προσέφερε τῷ κυρίῳ θυσίαν ἀπὸ πρωτοτόκων προβάτων καὶ ἀπὸ στεάτων, Κάιν δὲ ἀπὸ μὲν καρπῶν τῆς γῆς, ἀλλ’ οὐκ ἀπὸ τῶν πρώτων καρπῶν· Καὶ ἐπεῖδε, φησίν, ὁ θεὸς ἐπὶ ταῖς θυσίαις τοῦ Ἄβελ, ἐπὶ δὲ τοῖς δώροις τοῦ Κάιν οὐ προσέσχεν. τί τοίνυν τῆς ἱστορίας τὸ κέρδος; ὅτι ἔστι
20μαθεῖν ὡς εὐάρεστον τῷ θεῷ πᾶν τὸ μετὰ φόβου καὶ πίστεως,
οὐ τὸ πολυτελῶς ἄνευ ἀγάπης γινόμενον. οὐδὲ γὰρ Ἀβραὰμ76

8,1

77

παρὰ τοῦ Μελχισεδὲκ ἄλλως ἐδέξατο τὴν εὐλογίαν ἀλλὰ τὰς ἀπαρχὰς καὶ τὰ καίρια προσενέγκας τῷ ἱερεῖ τοῦ θεοῦ. τὰ καίρια δὲ λέγει καὶ τὰ ἀκροθίνια τῶν ὑπαρχόντων αὐτὴν τὴν ψυχὴν καὶ τὸν νοῦν αὐτόν, κελεύων [ἡμῖν]
5μὴ μικροπρεπῶς θύειν τῷ θεῷ τὰς αἰνέσεις καὶ τὰς εὐχὰς μηδὲ τὰ τυχόντα τῷ δεσπότῃ προσάγειν, ἀλλ’ εἴ τι καίριον τῆς ψυχῆς, μᾶλλον δὲ αὐτὴν ὅλην ἀνατιθέναι μετὰ πάσης ἀγάπης καὶ προθυμίας, ὅπως ἀεὶ τρεφόμενοι τῇ τοῦ πνεύ‐ ματος χάριτι καὶ δύναμιν τὴν ἐκ τοῦ Χριστοῦ προσλαμ‐
10βάνοντες τρέχωμεν ῥᾳδίως τὸν σωτήριον δρόμον, κοῦφον καὶ ἡδὺν ποιοῦντες τὸν ὑπὲρ τῆς δικαιοσύνης ἀγῶνα, συναντιλαμβάνοντος ἡμῖν αὐτοῦ τοῦ θεοῦ πρὸς τὴν τῶν πόνων σπουδὴν καὶ ἀποτελοῦντος δι’ ἡμῶν τὰ τῆς δικαιοσύ‐ νης ἔργα.
15 Καὶ ταῦτα μὲν μέχρι τούτου· περὶ δὲ τῶν τῆς ἀρετῆς μερῶν, ποῖον δεῖ κρεῖττον ἡγεῖσθαι καὶ πρὸ τῶν ἄλλων ἐπιτηδεύειν, ποῖον δὲ τούτου δεύτερον καὶ τὰ ἄλλα ἐφεξῆς καθ’ ἕκαστον, οὐκ ἔστιν εἰπεῖν. ἀλλήλων γὰρ ὁμοτίμως ἔχονται καὶ δι’ ἀλλήλων ἐπὶ τὴν κορυφὴν τοὺς χρωμένους
20ἀνάγουσιν. ἡ μὲν γὰρ ἁπλότης τῇ ὑπακοῇ παραδίδωσιν, ἡ δὲ77

8,1

78

ὑπακοὴ τῇ πίστει, αὕτη δὲ τῇ ἐλπίδι, καὶ ἡ ἐλπὶς τῇ δικαιο‐ σύνῃ, κἀκείνη τῇ διακονίᾳ, κἀκείνη τῇ ταπεινότητι· παρὰ δὲ ταύτης ἡ πραότης παραλαμβάνουσα τῇ χαρᾷ προσάγει, ἡ δὲ χαρὰ τῇ ἀγάπῃ καὶ ἡ ἀγάπη τῇ εὐχῇ· καὶ οὕτως ἀλ‐
5λήλων ἐξηρτημέναι καὶ ἐξαρτήσασαι τὸν ἐχόμενον ἐπ’ αὐτὴν ἀνάγουσι τοῦ ποθουμένου τὴν κορυφήν, καθάπερ ἀπεναντίον ἡ πονηρία τοὺς ἑαυτῆς φίλους διὰ τῶν οἰκείων αὐτῆς μερῶν ἐπὶ τὴν ἐσχάτην κατάγει κακίαν. δεῖ δὲ ἡμᾶς τῇ εὐχῇ πλέον προσκαρτερεῖν· οἷον γὰρ κορυφαῖός τις τοῦ χοροῦ
10τῶν ἀρετῶν αὕτη τυγχάνει δι’ ἧς καὶ τὰς λοιπὰς ἀρετὰς αἰτούμεθα παρὰ τοῦ θεοῦ ᾧ κοινωνεῖ καὶ συνάπτεται δι’ ἁγιότητος μυστικῆς καὶ πνευματικῆς ἐνεργείας καὶ δια‐ θέσεως ἀρρήτου ὁ τῇ εὐχῇ προσκαρτερῶν. τὸ γὰρ πνεῦμα λαβὼν ἐντεῦθεν ὁδηγὸν καὶ σύμμαχον φλέγεται πρὸς τὴν
15τοῦ κυρίου ἀγάπην καὶ ζέει τῷ πόθῳ κόρον τῆς εὐχῆς οὐχ εὑρίσκων, ἀλλ’ ἀεὶ πρὸς τὸν ἔρωτα τοῦ ἀγαθοῦ ἐκκαιόμενος καὶ ἄρδων τῇ προθυμίᾳ τὴν ψυχήν, καθὼς εἴρηται· Οἱ τρώγοντές με ἔτι πεινάσουσι, καὶ οἱ πίνοντές με ἔτι διψή‐ σουσι, καὶ ἀλλαχοῦ· Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν
20μου. καὶ ὁ κύριος· Ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν
ἐστι.78

8,1

79

Τίνα δὲ λέγει βασιλείαν ἐντὸς ἡμῶν εἶναι; τίνα δὲ ἄλλην ἢ τὴν ἄνωθεν διὰ τοῦ πνεύματος ἐγγινομένην ταῖς ψυχαῖς εὐφροσύνην; αὕτη γάρ ἐστιν οἷον εἰκὼν καὶ ἀρρα‐ βὼν καὶ δεῖγμα τῆς αἰωνίου χαρᾶς, ἧς ἀπολαύσουσιν αἱ
5τῶν ἁγίων ψυχαὶ ἐν τῷ προσδοκωμένῳ αἰῶνι. παρακαλεῖ οὖν ἡμᾶς ὁ κύριος διὰ τῆς ἐνεργείας τοῦ πνεύματος ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν εἰς τὸ σῶσαι καὶ μεταδοῦναι τῶν πνευματικῶν ἀγαθῶν καὶ τῶν ἑαυτοῦ χαρισμάτων· Ὁ παρακαλῶν γάρ φησιν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν εἰς
10τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει· καὶ Ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ θεὸν ζῶντα· καὶ Ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου· ταῦτα πάντα τὴν ἐκ τοῦ πνεύματος εὐφροσύνην καὶ παράκλησιν δι’ αἰνιγμάτων παραδηλοῖ.
15 Ἐπειδὴ τοίνυν δέδεικται, τίς ὁ τῆς εὐσεβείας σκοπὸς ὃν χρὴ προκεῖσθαι τοῖς τὸν θεοφιλῆ βίον ζῆν αἱρουμένοις, ὅς ἐστι ψυχῆς καθαρισμὸς καὶ τοῦ πνεύματος δι’ ἔργων
ἀγαθῶν προκοπῆς ἐνοίκησις, ἕκαστος ὑμῶν κατὰ τὸν79

8,1

80

ὑποδειχθέντα τρόπον παρασκευάσας τὴν ψυχὴν καὶ μεστὴν θείου ποιήσας ἔρωτος οὕτως ἀποδότω ἑαυτὸν ταῖς τε εὐχαῖς καὶ 〈ταῖσ〉 νηστείαις κατὰ τὸ αὐτοῦ θέλημα, μεμνημένος τοῦ παρακαλοῦντος τὸ Ἀδιαλείπτως προσεύ‐
5χεσθε καὶ Τῇ εὐχῇ προσκαρτεροῦντες, καὶ τῆς τοῦ κυρίου ἐπαγγελίας, ἐν ᾗ φησι· Πόσῳ μᾶλλον ὁ θεὸς ποιήσει τὴν ἐκδίκησιν τῶν βοώντων πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας· Ἔλεγεν γάρ φησιν καὶ παραβολὴν πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι καὶ μὴ ἐκκακεῖν· ὅτι δὲ ἡ περὶ τὴν εὐχὴν
10σπουδὴ μεγάλα χαρίζεται καὶ αὐτὸ δὴ τὸ πνεῦμα ταῖς ψυχαῖς ἐνοικίζει, δηλοῖ σαφῶς δι’ ὧν προτρέπει ἡμᾶς ὁ ἀπόστολος λέγων· Διὰ πάσης προσευχῆς καὶ δεήσεως προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν πνεύματι καὶ εἰς αὐτὸ τοῦτο ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει.
15ὥστε εἴ τις τῶν ἀδελφῶν τούτῳ τῷ μέρει τῶν ἀρετῶν
ἑαυτὸν ἀποδίδωσι, τῷ τῆς εὐχῆς λέγω, καλὸν θησαυρὸν80

8,1

81

περιέπει καὶ ἐρᾷ τοῦ μεγίστου κτήματος· μόνον συντόνῳ καὶ ὀρθῇ συνειδήσει τοῦτο ποιείτω ἕκαστος, μηδαμοῦ κατὰ τὴν διάνοιαν ἑκουσίως περιπλανώμενος μηδὲ ὥσπερ ἀκούσιον ἀποδιδοὺς ὑπ’ ἀνάγκης χρέος, ἀλλ’ ἔρωτα καὶ
5πόθον ἀποπληρῶν τῆς ψυχῆς καὶ τοὺς ἀγαθοὺς τῆς παρα‐ μονῆς καρποὺς πᾶσιν ἐπιδεικνύς· χρὴ δὲ καὶ τοὺς λοιποὺς διδόναι τῷ τοιούτῳ καιρὸν καὶ συγχαίρειν τῇ παραμονῇ τῆς προσευχῆς, ὅπως καὶ αὐτοὶ μετάσχωσι τῶν ἀγαθῶν καρπῶν, ἅτε δὴ κοινωνοὶ τοῦ τοιούτου βίου τῷ συνή‐
10δεσθαι γεγονότες. δώσει δὲ καὶ αὐτὸς ὁ κύριος τοῖς αἰτοῦσιν ὅπως εὔχεσθαι δεῖ κατὰ τὸ εἰρημένον· Ὁ διδοὺς εὐχὴν τῷ εὐχομένῳ. δεῖ οὖν αἰτεῖν καὶ εἰδέναι τὸν τῇ εὐχῇ προσ‐ καρτεροῦντα πράγματι τοσούτῳ μετὰ πολλῆς σπουδῆς καὶ πάσης δυνάμεως ἐναθλεῖν τῷ ἀγῶνι. τὰ γὰρ μεγάλα ἆθλα
15μεγάλων δεῖται καὶ πόνων, ἐπειδὴ μάλιστα ἡ κακία τοῖς τοιούτοις ἐφεδρεύει, πανταχόθεν περιεργαζομένη καὶ περι‐ τρέχουσα καὶ ζητοῦσα περιτρέψαι τὴν σπουδήν. ἐκεῖθεν ὕπνος καὶ βάρησις σώματος καὶ ψυχῆς μαλακία καὶ ἀκηδία καὶ ὀλιγωρία καὶ ἀνυπομονησία καὶ τὰ λοιπὰ τῆς
20κακίας 〈πάθη καὶ〉 ἐνεργήματα, δι’ ὧν ἀπόλλυται ψυχὴ κατὰ μέρος ἁρπαζομένη καὶ αὐτομολοῦσα πρὸς τὸν ἐχθρὸν
αὐτῆς.81

8,1

82

Χρὴ οὖν ἐφεστάναι τῇ ψυχῇ καθάπερ σοφὸν κυβερνήτην τὸν λογισμὸν μηδαμοῦ τὴν διάνοιαν ἐνδιδόντα πρὸς τὰς τοῦ πονηροῦ πνεύματος ταραχὰς μηδὲ τοῖς ἐκείνου κύμασι συμπεριφερόμενον, ἀλλ’ εὐθὺ βλέποντα πρὸς τὸν ἄνω λι‐
5μένα καὶ τὴν ψυχὴν ἀκέραιον ἀποδιδόντα τῷ πιστεύσαντι καὶ ἀπαιτοῦντι θεῷ. οὐ γὰρ τὸ πεσεῖν ἐπὶ γόνυ καὶ ἐν τῷ σχήματι τῶν δι’ εὐχὴν κειμένων ἐκτετάσθαι σπουδαῖον τῇ γραφῇ καὶ εὐάρεστον, τῆς διανοίας ἔξω τοῦ θεοῦ πλα‐ νωμένης, ἀλλὰ τὸ πᾶσαν ἐκβαλόντα τῶν λογισμῶν ῥᾳθυμίαν
10τε καὶ ἄδικον ἔννοιαν ὅλην μετὰ τοῦ σώματος ἀποδοῦναι τὴν ψυχὴν ταῖς εὐχαῖς. Καὶ τοὺς προεστῶτας δὲ χρὴ συναντιλαμβάνειν τῷ τοιούτῳ καὶ διὰ πάσης σπουδῆς καὶ νουθεσίας τρέφειν τὴν περὶ τὸ προκείμενον τοῦ εὐχομένου ἐπιθυμίαν καὶ καθαίρειν
15ἀκριβῶς τὴν τούτου ψυχήν. τῶν γὰρ οὕτως εὐχομένων ὁ καρπὸς τῶν ἀρετῶν τοῖς συνοῦσιν ἐπιδεικνύμενος οὐ τῷ προκόψαντι μόνον, ἀλλὰ καὶ τοῖς ἔτι νηπίοις καὶ δεομένοις διδασκαλίας χρήσιμος γίνεται, παρακαλῶν αὐτοὺς καὶ προτρέπων εἰς μίμησιν ὧν ὁρῶσι. καρπὸς δ’ εἰλικρινοῦς
20εὐχῆς ἁπλότης, ἀγάπη, ταπεινοφροσύνη, καρτερία, ἀκακία καὶ τὰ τοιαῦτα, ἃ πρὸ τῶν αἰωνίων καρπῶν παρὰ τὸν βίον
ὁ τοῦ σπουδαίου περὶ τὴν εὐχὴν πόνος ἐνταῦθα βλαστάνει.82

8,1

83

τούτοις εὐχὴ καλλωπίζεται τοῖς καρποῖς, ἀποροῦσα δὲ τούτων μάταιον ἔχει τὸν πόνον· καὶ οὐκ εὐχὴ μόνον, ἀλλὰ καὶ πᾶσα φιλοσοφίας ὁδὸς τοιαύτην μὲν ἔχουσα τὴν βλάστην δικαιοσύνης ὄντως ἐστὶν ὁδὸς καὶ πρὸς ὀρθὸν
5ἄγει τὸ τέλος, τούτων δὲ ἐστερημένη κενὸν ὄνομα κατα‐ λείπεται καὶ ταῖς μωραῖς ἐοικὸς παρθένοις αἷς παρὰ τὸν καιρὸν τῆς χρείας οὐ παρῆν ἐν τῷ νυμφῶνι τὸ ἔλαιον· οὐ γὰρ εἶχον ἐν ταῖς ψυχαῖς τὸ φῶς, τὸν τῆς ἀρετῆς καρ‐ πόν, οὐδὲ τὸν τοῦ πνεύματος ἐν τῇ διανοίᾳ λύχνον· ὅθεν
10καὶ μωρὰς εἰκότως ὠνόμασεν ἡ γραφή, σβεσθείσης αὐτῶν τῆς ἀρετῆς πρὶν ἐλθεῖν τὸν νυμφίον, καὶ διὰ τοῦτο τοῦ ἄνω νυμφῶνος τὰς ἀθλίας ἀπέκλεισεν· οὐ γὰρ ἐλογίσατο αὐταῖς τὴν σπουδὴν τῆς παρθενίας τῷ μὴ παρεῖναι τὴν τοῦ πνεύματος ἐνέργειαν, καὶ πάνυ δικαίως. τί γὰρ ὄφελος
15ἀμπέλου πεπονημένης καρπῶν μὴ παρόντων, ὧν ἕνεκεν ὑπέμεινε τὸν πόνον ὁ γεωργός; τί δὲ κέρδος νηστείας καὶ προσευχῆς καὶ ἀγρυπνίας, εἰρήνης ἀπούσης καὶ χαρᾶς καὶ
ἀγάπης καὶ τῶν λοιπῶν τῆς τοῦ πνεύματος χάριτος καρ‐83

8,1

84

πῶν, οὓς ὁ ἅγιος ἀπαριθμεῖται ἀπόστολος; πάντα γὰρ ὑφίσταται πόνον τούτων ἕνεκεν ὁ τῆς ἄνω χαρᾶς ἐραστής, δι’ ὧν ἐφέλκεται τὸ πνεῦμα, καὶ τῆς ἐκεῖθεν μεταλαμβάνων χάριτος καρποφορεῖ καὶ ἀπολαύει μετ’ εὐφροσύνης τῆς
5γεωργίας, ἣν ἐν τῇ ἑαυτοῦ ταπεινοφροσύνῃ καὶ ἐπιμελείᾳ τῶν ἔργων ἡ τοῦ πνεύματος ἐγεώργησε χάρις. Δεῖ οὖν τοὺς μὲν πόνους τῆς εὐχῆς καὶ νηστείας καὶ τῶν λοιπῶν ἔργων μετὰ πολλῆς ἡδονῆς καὶ ἀγάπης καὶ ἐλπίδος ὑφίστασθαι, τὰ δὲ ἄνθη τῶν πόνων καὶ τοὺς
10καρποὺς τοῦ πνεύματος εἶναι πιστεύειν ἐνεργείας. εἰ γὰρ ἑαυτῷ τις λογίζοιτο ταῦτα καὶ τὸ πᾶν ἀνατιθείη τοῖς πόνοις, ἀντὶ τῶν ἀκηράτων ἐκείνων καρπῶν ἀλαζονεία τῷ τοιούτῳ καὶ φρόνημα φύεται, ταῦτα δὲ τὰ πάθη καθάπερ τις σηπεδὼν ταῖς τῶν εὐκόλων ψυχαῖς ἐμφυόμενα δια‐
15φθείρει καὶ ἀπολλύει τοὺς πόνους. Τί οὖν χρὴ ποιεῖν τὸν τῷ θεῷ καὶ τῇ ἐκείνου ζῶντα ἐλπίδι; τοὺς μὲν ὑπὲρ τῆς ἀρετῆς ἀγῶνας μεθ’ ἡδονῆς ὑπομένειν, τὴν [δὲ] λύτρωσιν τῆς ψυχῆς ἐκ τῶν παθῶν καὶ τὴν πρὸς τὸ ἀκρότατον τῶν ἀρετῶν ἄνοδον, τῆς 〈δὲ〉
20τελειότητος ἐπ’ ἐκείνῳ παρίστασθαι τὴν ἐλπίδα καὶ
τῇ παρ’ ἐκείνου φιλανθρωπίᾳ πιστεύειν· οὕτω γὰρ84

8,1

85

παρασκευασάμενος καὶ ἀπολαύσας τῆς ᾧ πεπίστευκε χάριτος ἀπόνως τρέχει καταφρονῶν τῆς τοῦ ἐχθροῦ κακίας ἅτε δὴ ξένος ἐκείνου καὶ λελυτρωμένος τῶν παθῶν αὐτοῦ τῇ τοῦ Χριστοῦ χάριτι· ὥσπερ γὰρ οἱ τὰ πονηρὰ πάθη διὰ τῆς
5τῶν καλῶν ῥᾳθυμίας τῇ ἑαυτῶν ἐπεισάγοντες φύσει καὶ διατρίβοντες ἐν αὐτοῖς μετὰ χαρᾶς ἐπιτελοῦσι ῥᾳδίως ὥσπερ τινὰ ἔμφυτον ἡδονὴν καὶ οἰκείαν καρπούμενοι πλεονεξίαν καὶ τὸν φθόνον καὶ τὴν πορνείαν καὶ τὰ λοιπὰ μέρη τῆς ἀντικειμένης κακίας, οὕτως οἱ τοῦ Χριστοῦ
10καὶ τῆς ἀληθείας ἐργάται διά τε τῆς πίστεως καὶ τῶν τῆς ἀρετῆς πόνων τὰ ὑπὲρ τὴν φύσιν αὐτῶν ἀγαθὰ παρὰ τῆς τοῦ πνεύματος δεχόμενοι χάριτος μεθ’ ἡδονῆς ἀρρήτου καρποῦνται καὶ ἀπόνως ἐπιτελοῦσι τὴν ἄδολον καὶ ἄτρεπτον ἀγάπην, τὴν ἀκίνητον πίστιν, τὴν ἀμετάπτωτον εἰρήνην,
15τὴν ὄντως ἀγαθότητα τά τε λοιπὰ πάντα, δι’ ὧν ἡ ψυχὴ κρείττων ἑαυτῆς γινομένη καὶ τῆς τοῦ ἐχθροῦ δυνατωτέρα κακίας οἰκητήριον καθαρὸν ἑαυτὴν παρέχει τῷ προσκυνη‐ τῷ καὶ ἁγίῳ πνεύματι, παρ’ οὗ τὴν ἀθάνατον τοῦ Χριστοῦ λαβοῦσα εἰρήνην συνάπτεται δι’ αὐτῆς καὶ προσκολλᾶται
20τῷ κυρίῳ. λαβοῦσα δὲ τὴν τοῦ πνεύματος χάριν καὶ κολ‐ ληθεῖσα τῷ κυρίῳ καὶ εἰς ἓν πνεῦμα μετ’ αὐτοῦ γενομένη οὐ μόνον τὰ τῆς οἰκείας ἀρετῆς ἔργα ῥᾳδίως ἐπιτελεῖ μηδὲν ἀγωνιζομένη πρὸς τὸν ἐχθρὸν τῷ κρείττων τῆς ἐκεί‐
νου τυγχάνειν ἐπιβουλῆς, ἀλλὰ τὸ πάντων μεῖζον, τὰ τοῦ85

8,1

86

σωτῆρος εἰς ἑαυτὴν ἀναδέχεται πάθη καὶ ἐντρυφᾷ τούτοις πλέον ἢ οἱ ἐρασταὶ τοῦ βίου τούτου ταῖς παρὰ τῶν ἀνθρώ‐ πων τιμαῖς καὶ δόξαις καὶ δυναστείαις. Χριστιανῷ γὰρ διὰ πολιτείας ἀγαθῆς καὶ τῆς τοῦ πνεύματος δωρεᾶς εἰς
5τὸ τῆς νοητῆς ἡλικίας μέτρον τῆς δεδομένης αὐτῷ χάριτος προελθόντι δόξα καὶ τρυφὴ καὶ πάσης ἡδονῆς κρείττων ἀπόλαυσις τὸ μισεῖσθαι διὰ Χριστόν, τὸ ἐλαύνεσθαι, τὸ πᾶσαν ὕβριν καὶ αἰσχύνην ὑπὲρ τῆς εἰς θεὸν πίστεως ὑπομένειν· τῆς γὰρ ἐλπίδος ὅλης οὔσης τῷ τοιούτῳ πρὸς
10τῇ ἀναστάσει καὶ τοῖς μέλλουσιν ἀγαθοῖς ὕβρις πᾶσα καὶ μάστιγες καὶ διωγμοὶ καὶ τὰ λοιπὰ πάθη μέχρι τοῦ σταυροῦ 〈πάντα〉 τρυφὴ καὶ ἀνάπαυσις καὶ τῶν οὐρανίων ἐνέχυρα θησαυρῶν· Μακάριοι γὰρ ἐστέ, φησίν, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι πάντες οἱ ἄνθρωποι καὶ εἴπωσι πᾶν
15πονηρὸν ῥῆμα καθ’ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ· χαίρετε καὶ ἀγαλλιᾶσθε ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. καὶ ὁ ἀπόστολος· Οὐ μόνον δὲ ἀλλὰ καὶ καυχώμενοι ἐν ταῖς θλίψεσι· καὶ ἀλλαχοῦ· Ἥδιστα οὖν καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ’ ἐμὲ ἡ δύναμις
20τοῦ Χριστοῦ· διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν φυλακαῖς· ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι· καὶ πάλιν· Ὡς θεοῦ διάκονοι ἐν ὑπομονῇ πολλῇ· αὕτη γὰρ ἡ χάρις τοῦ ἁγίου πνεύματος ὅλην κατασχοῦσα τὴν ψυχὴν καὶ πληρώσασα τὸ οἰκητήριον εὐφροσύνης τε
25καὶ δυνάμεως γλυκέα ποιεῖ τῇ ψυχῇ τὰ τοῦ κυρίου παθή‐86

8,1

87

ματα τῇ τῶν μελλόντων ἐλπίδι τῆς παρούσης ὀδύνης ἀφαιροῦσα τὴν αἴσθησιν. Ὡς οὖν οὕτως ἐφ’ ὑψηλὴν δύναμιν καὶ δόξαν μέλλοντες ἀνιέναι τῇ συνεργίᾳ τοῦ πνεύματος οὕτω πολιτεύεσθε πάντα
5πόνον καὶ ἀγῶνα μετὰ χαρᾶς ὑφιστάμενοι πρὸς τὸ ἄξιοι φανῆναι τῆς ἐν ὑμῖν ἐπιδημίας τοῦ πνεύματος καὶ τῆς μετὰ τοῦ Χριστοῦ κληρονομίας, μηδαμοῦ χαυνούμενοι μηδὲ ἐκλυόμενοι ὑπὸ ῥᾳθυμίας πρὸς τὸ μήτε αὐτοὶ πεσεῖν μήτε τοῖς ἄλλοις αἴτιοι τοῦ ἁμαρτάνειν γενέσθαι· εἰ δέ τινες
10μήπω τὸν τῆς ἄκρας εὐχῆς ἔχοντες τόνον μηδὲ τὴν ὀφειλομέ‐ νην τῷ πράγματι σπουδήν τε καὶ δύναμιν ἀπολιμπάνονται ταύτης τῆς ἀρετῆς, ἐν τοῖς ἄλλοις πληρούτωσαν τὴν ὑπακοὴν κατὰ δύναμιν, διακονοῦντες προθύμως, ἐργαζό‐ μενοι σπουδαίως, θεραπεύοντες μεθ’ ἡδονῆς, μὴ ἐπὶ μισθῷ
15τιμῆς μηδὲ τῆς ἀνθρωπίνης δόξης ἕνεκα μηδὲ ἐνδιδόντες ὑπὸ μαλακίας ἢ ῥᾳθυμίας τοῖς πόνοις μηδὲ ὡς ἀλλοτρίοις σώμασι καὶ ψυχαῖς ὑπηρετούμενοι, ἀλλ’ ὡς Χριστοῦ δούλοις, ὡς ἡμετέροις σπλάγχοις, ἵνα καθαρὸν ὑμῶν τὸ ἔργον καὶ ἄδολον ἀποφανθῇ τῷ κυρίῳ. προφασιζέσθω δὲ
20μηδεὶς πρὸς καλῶν ἔργων σπουδὴν ὡς ἀδύνατος ἐπιτελεῖν τὰ σῴζοντα τὴν ψυχήν· οὐδὲν γὰρ ὁ θεὸς ἀδύνατον ἐπιτάττει
τοῖς δούλοις ἀλλ’ οὕτως ἐκκεχυμένην καὶ πλουσίαν87

8,1

88

πρὸς ἅπαντας ἔδειξε τὴν 〈ἀγάπην καὶ〉 ἀγαθότητα τῆς θεότητος τῆς ἑαυτοῦ, ὡς ἑκάστῳ κατὰ τὸ θέλημα παρα‐ σχεῖν τὸ πράττειν τι δύνασθαι ἀγαθὸν καὶ μηδένα τῶν σπουδὴν ἐχόντων σωθῆναι διαμαρτεῖν τοῦ δύνασθαι·
5Ὃς ἄν, φησί, ποτίσῃ ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ. Τί τῆς ἐντολῆς ταύτης δυνατώτερον; ψυχρῷ ποτηρίῳ μισθὸς ἐπουράνιος ἕπεται. καί μοι σκόπει τῆς φιλανθρωπίας
10τὸ ἄμετρον· Ἐφ’ ὅσον ἑνὶ τούτων ἐποιήσατέ φησιν, ἐμοὶ ἐποιήσατε. τὸ μὲν ἐπίταγμα μικρόν, τὸ δὲ τῆς ὑπακοῆς κέρδος πολὺ καὶ παρὰ θεῷ πλουσίως ἀνταποδιδόμενον· ὥστε οὐδὲν ὑπὲρ δύναμιν ἀπαιτεῖ, ἀλλὰ κἂν μικρὸν κἂν μέγα ποιῇς, ἕπεταί σοι κατὰ τὴν προαίρεσιν ὁ μισθός.
15ἐὰν μὲν γὰρ εἰς ὄνομα καὶ φόβον θεοῦ, λαμπρὰ καὶ ἀναφαί‐ ρετος ἦλθεν ἡ δωρεά· ἐὰν δὲ εἰς ἐπίδειξιν 〈καὶ δόξαν
ἀνθρώπων〉, ἄκουσον ὀμνύντος αὐτοῦ τοῦ κυρίου· Ἀμὴν88

8,1

89

λέγω ὑμῖν, ἀπέχουσι τὸν μισθὸν αὐτῶν. ἵνα οὖν μὴ τοῦτο πάθωμεν, παραγγέλλει τοῖς μαθηταῖς καὶ δι’ ἐκείνων ἡμῖν· Βλέπετε μὴ ποιήσητε τὴν ἐλεημοσύνην ὑμῶν ἢ τὴν εὐχὴν ἢ τὴν νηστείαν ἔμπροσθεν τῶν ἀνθρώπων· εἰ δὲ μή γε,
5μισθὸν οὐκ ἔχετε παρὰ τῷ πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς. οὕτως ἀποστρέφεσθαι κελεύει καὶ φεύγειν 〈τοὺς θνητοὺς τούτουσ〉 καὶ παρὰ θνητῶν ἐπαίνους καὶ τὴν μαραινομένην καὶ φεύγουσαν ἡμᾶς δόξαν, ζητεῖν δὲ μόνην ἐκείνην, ἧς οὐδὲ κάλλος ἔστιν εἰπεῖν οὐδὲ πέρας εὑρεῖν· δι’ ἧς καὶ
10αὐτοὶ δυνησόμεθα δοξάζειν πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα νῦν τε καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ἀμήν.89