TLG 2017 023 :: GREGORIUS NYSSENUS :: Oratio funebris in Flacillam imperatricem

GREGORIUS NYSSENUS Theol.
(Nyssenus: A.D. 4)

Oratio funebris in Flacillam imperatricem

Source: Spira, A. (ed.), Gregorii Nysseni opera, vol. 9.1. Leiden: Brill, 1967: 475–490.

Citation: Volume — page — (line)

9

.

475

(1t)

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ
2tΕΠΙΤΦΙΟΣ ΕΙΣ ΠΛΑΚΙΛΛΑΝ ΒΑΣΙΛΙΣΣΑΝ
3 Ὁ πιστὸς καὶ φρόνιμος οἰκονόμος (ἐκ γὰρ τῶν ἀνεγνωσ‐ μένων ἀπὸ τοῦ θείου εὐαγγελίου προοιμιάζομαι), ὃν κατέστη‐
5σεν ὁ κύριος ἐπὶ τῆς οἰκετίας ταύτης τοῦ διδόναι ἐν καιρῷ τοῖς οἰκονομουμένοις τὸ σιτομέτριον, καλῶς ἐν τῷ πρὸ τούτου χρόνῳ καταδικάσας τὴν ἀφωνίαν τοῦ λόγου, καλῶς τοῦ μεγέθους τῆς συμφορᾶς ἐπαισθόμενος καὶ τιμήσας τῇ ἡσυχίᾳ τὸ πένθος, οὐκ οἶδ’ ὅπως ἐν τῷ παρόντι συλλόγῳ
10πάλιν ἐπανάγει τῇ ἐκκλησίᾳ τὸν λόγον αὐτὸς ἀναλύων τὴν ἰδίαν κατὰ τοῦ λόγου ψῆφον· καίτοι γε σφόδρα θαυμάζων τῆς συνέσεως ἐν πολλοῖς τὸν διδάσκαλον ἐν τούτῳ μάλιστα πλέον ὑπερεθαύμασα ὡς καλῶς ἐν τῇ συμφορᾷ τὸν λόγον κατασιγά‐ σαντα. προσφυὲς γάρ μοι δοκεῖ καὶ κατάλληλον εἶναι τοῖς
15πενθοῦσι φάρμακον ἡ σιγὴ τὸ διοιδοῦν τῆς ψυχῆς χρόνῳ καὶ κατηφείᾳ δι’ ἡσυχίας ἐκπέττουσα. ὡς εἴ γέ τις ἔτι τὴν
ψυχὴν τοῦ πάθους ὑποθερμαίνοντος ἀνακινοίη τὸν λόγον,475

9

.

476

δυσαλθέστερον τὸ τῆς λύπης τραῦμα γενήσεται τῇ μνήμῃ τῶν ἀλγεινῶν οἷόν τίσιν ἀκάνθαις ἐπιξαινόμενον. εἰ δὲ μὴ λίαν ἐστὶ τολμηρὸν κἀμέ τι τῶν τοῦ διδασκάλου προσδιορθώ‐ σασθαι, τάχα καλῶς ἔσχε μέχρι τοῦ νῦν κατακρατεῖν ἡμῶν
5τὴν ἡσυχίαν, ὡς ἂν μὴ πρὸς τὸ πάθος ὁ λόγος καθελκυσθεὶς τὴν ἀκοὴν ἀνιάσειεν. οὔπω γὰρ τοσοῦτος ὁ ἐν τῷ μέσῳ χρόνος ὥστε προσεθίσαι τῷ κακῷ τὴν διάνοιαν· ἔτι νέον ἐν τῇ ψυχῇ τὸ πάθος (τάχα δὲ καὶ ἀεὶ νέον ἔσται τῷ βίῳ τὸ ἄλγημα), ἔτι ταράσσεται ἡμῶν ἡ καρδία καὶ καθάπερ τις
10θάλασσα κυματουμένη τῇ λαίλαπι τῆς συμφορᾶς ἐκ βυθῶν ἀναστρέφεται, ἔτι διοιδοῦσιν οἱ λογισμοὶ πρὸς τὴν μνήμην τῶν κακῶν ἀναζέοντες. ἀστατούσης οὖν τῷ τοιούτῳ κλύδωνι τῆς ψυχῆς πῶς ἔστι προαγαγεῖν ἐπ’ εὐθείας τὸν λόγον οἷόν τινι καταιγίδι τῷ πάθει τῆς λύπης ἐγχειμαζόμενον; ἀλλ’
15ἐπειδὴ χρὴ κελεύοντι πείθεσθαι, οὐκ οἶδα ὅπως τῷ λόγῳ χρήσομαι· οὐ γὰρ εὑρίσκω τῆς διανοίας τοῦ διδασκάλου καταστοχάσασθαι. ἢ τάχα βούλεταί τι καὶ τῷ πάθει χαρίσα‐ σθαι καὶ τοῖς ἐμπαθεστέροις τῶν λόγων ἀνακινῆσαι τῇ ἐκκλησίᾳ τὸ δάκρυον; καὶ εἰ ταῦτα διανοεῖται, ὀρθῶς κατά
20γε τὴν ἐμὴν κρίσιν καὶ τοῦτο ποιεῖ· δεῖ γὰρ πάντως, ὥσπερ τὴν ἀπόλαυσιν τῶν ἀγαθῶν προθυμούμεθα, οὕτω καὶ πρὸς τὰ λυπηρὰ τῶν συμπιπτόντων οἰκείως ἔχειν· τοῦτο γὰρ καὶ ὁ Ἐκκλησιαστὴς συμβουλεύει· Καιρός, φησί, τοῦ γελάσαι καὶ καιρὸς τοῦ κλαῦσαι. μανθάνομεν γὰρ διὰ τούτων ὅτι
25δεῖ καταλλήλως τῷ ὑποκειμένῳ καὶ τὴν ψυχὴν διατίθεσθαι· κατὰ ῥοῦν τὰ πράγματα φέρεται; εὔκαιρον τὸ εὐφραίνεσθαι·
μετέπεσε τὸ φαιδρὸν εἰς κατήφειαν; μεταβάλλειν προσήκει476

9

.

477

καὶ τὴν εὐθυμίαν εἰς δάκρυον. ὥσπερ γὰρ ὁ γέλως σημεῖον τῆς ἔνδον φαιδρότητος γίνεται, οὕτω καὶ ὁ ἐν τῇ καρδίᾳ πόνος ὑπὸ τῶν θρήνων διερμηνεύεται καὶ γίνεται τῶν τῆς ψυχῆς τραυμάτων ὥσπερ αἷμα τὸ δάκρυον. τοῦτο καὶ ἡ
5Παροιμία Σολομῶντός φησιν ὅτι Καρδίας εὐφραινομένης πρόσωπον θάλλει, τῆς ψυχῆς δὲ ἐν λύπαις οὔσης σκυθρωπάζει. οὐκοῦν ἀνάγκη πᾶσα τῇ διαθέσει τῆς καρδίας συσκυθρωπάσαι τὸν λόγον. καὶ εἴθε δυνατὸν ἦν τοιούτους ἐξευρεῖν τινας λόγους, οἵους ὁ μέγας Ἰερεμίας τῇ συμφορᾷ ποτε τῶν
10Ἰσραηλιτῶν ἐπεθρήνησεν. ἐκείνων γὰρ ἄξια τὰ παρόντα μᾶλλον ἢ εἴ τι τῶν ἀρχαίων ἐν σκυθρωποῖς μνημονεύεται. χαλεπὰ τὰ τοῦ Ἰὼβ διηγήματα· ἀλλὰ τί χρὴ πρὸς τοσοῦτον κακὸν ἀντεξαγαγεῖν μιᾶς οἰκίας εὐαρίθμητα πάθη; κἂν τὰ μεγάλα καὶ κοινότερα τῶν κακῶν διεξέλθῃς, σεισμοὺς καὶ
15πολέμους καὶ ἐπικλύσεις καὶ χάσματα, μικρὰ καὶ ταῦτα εἰ πρὸς τὰ παρόντα κρίνοιτο. διὰ τί; ὅτι οὐ πάσης ἀθρόως τῆς οἰκουμένης ἡ κατὰ πόλεμον ἅπτεται συμφορά, ἀλλὰ τὸ μέν τι πολεμεῖται αὐτῆς, τὸ δὲ εἰρηνεύεται. μέρος τι πάλιν ἢ σκηπτὸς ἐπέφλεξεν ἢ τὸ ὕδωρ ἐπέκλυσεν ἢ κατεπόθη τῷ
20χάσματι. τὸ δὲ παρὸν κακὸν πάσης ἀθρόως τῆς οἰκουμένης ἐστὶ πληγή· οὐκ ἔστιν ἔθνος ἓν ἢ πόλιν μίαν ἀπολοφύρασθαι, ἀλλ’ ἁρμόζει τάχα τὴν τοῦ Ναβουχοδονοσὸρ προέσθαι φωνήν, ἣν πρὸς τοὺς ὑποχειρίους πεποίηται· Ὑμῖν λέγω, λαοί, φυλαί, γλῶσσαι. μᾶλλον δὲ συγχωρήσατέ μοι προσ‐
25θεῖναί τι τῷ Ἀσσυρίῳ κηρύγματι καὶ μεγαλοφωνότερον477

9

.

478

ἀνακηρῦξαι τὴν συμφορὰν καὶ εἰπεῖν, ὡς ἄν τις ἐπὶ σκηνῆς ἀναβοήσας εἴποι· ὦ πόλεις καὶ δῆμοι καὶ ἔθνη καὶ σύμπασα γῆ καὶ τῆς θαλάσσης ὅσον τε πλόϊμον καὶ ὅσον οἰκούμενον, ὦ πάσης τῆς καθ’ ἡμᾶς οἰκουμένης
5ὅσον τῷ σκήπτρῳ τῆς βασιλείας εὐθύνεται, ὦ πάντες οἱ πανταχόθεν ἄνθρωποι, κοινῇ τῷ πάθει ἐπιστενάξατε, κοινῇ τοῦ θρήνου τὴν συνῳδίαν στήσασθε, κοινῇ τὴν πάντων ζημίαν ἀπολοφύρασθε. ἢ βούλεσθε, καθὼς ἂν οἷός τε ὦ, καὶ τὴν ζημίαν ὑμῖν διηγήσωμαι; ἤνεγκεν ἐν τῇ καθ’ ἡμᾶς
10γενεᾷ ἡ ἀνθρωπίνη φύσις ἐκβᾶσα τοὺς ἰδίους ὅρους καὶ τὰ συνήθη μέτρα νικήσασα, ἤνεγκεν ἡ φύσις, μᾶλλον δὲ ὁ τῆς φύσεως κύριος, ἀνθρωπίνην ψυχὴν ἐν γυναικείῳ τῷ σώματι ὑπὲρ πάντα σχεδὸν τὰ προλαβόντα τῆς ἀρετῆς ὑποδείγματα, ἐν ᾗ πᾶσα μὲν σώματος πᾶσα δὲ ψυχῆς ἀρετὴ συνδραμοῦσα
15θαῦμα ἄπιστον ἔδειξε τῇ ἀνθρωπίνῃ ζωῇ, πόσων ἀγαθῶν συνδρομὴν μία ψυχὴ ἐν ἑνὶ ἐχώρησε σώματι. καὶ ὡς ἂν μάλιστα καταφανὲς ἅπασι γένοιτο τῆς γενεᾶς τὸ εὐτύχημα, ἐπὶ τὸν ὑψηλὸν θρόνον τῆς βασιλείας ἀνάγεται, ὅπως ἡλίου δίκην ἐκ τοῦ ὑψηλοῦ ἀξιώματος πᾶσαν τὴν οἰκουμένην ταῖς
20ἀκτῖσι τῶν ἀρετῶν καταλάμψειεν. καὶ τῷ κατὰ θείαν ψῆφον τῆς οἰκουμένης ἁπάσης προτεταγμένῳ εἰς βίου τε καὶ βασιλείας κοινωνίαν συναρμοσθεῖσα μακαριστὸν ἐποίει δι’
ἑαυτῆς τὸ ὑπήκοον, ὄντως, καθώς φησιν ἡ γραφή, βοηθὸς478

9

.

479

αὐτῷ πρὸς πᾶν ἀγαθὸν γινομένη. εἰ φιλανθρωπίας ἦν ὁ καιρός, ἢ συνέτρεχεν αὐτῷ πρὸς τὸ ἀγαθὸν τοῦτο ἢ καὶ προέτρεχεν· ἴσος ἦν ὁ ζυγὸς ἑκατέρωθεν τῇ τῆς φιλανθρω‐ πίας ῥοπῇ. μαρτυρεῖ δὲ τῷ λόγῳ τά τε πρότερα ἀριθμὸν
5νικῶντα καὶ τὰ ἐπὶ τοῦ παρόντος κηρύγματα, ἃ νῦν παρὰ τοῦ κήρυκος τῆς ἀληθείας ἠκούσαμεν. εἰ τὸ εὐσεβὲς ἐπιζητεῖς, κοινὸς ἦν ἀμφοτέρων ὁ πρὸς εὐσέβειαν δρόμος, εἰ τὸ προνοητι‐ κόν, εἰ τὸ δίκαιον, εἰ ἄλλο τι τῶν πρὸς τὸ κρεῖττον σπουδαζο‐ μένων, πάντα ἐν ἁμίλλῃ ἦν ἀλλήλους νικᾶν ἐν ταῖς εὐποιΐαις
10φιλονικούντων καὶ οὐκ ἦν ὁ ἡττώμενος. ἴση τις ἦν ἀμφοτέρων ἡ ἐπ’ ἀλλήλοις χάρις· ἡ μὲν ἀρετῆς ἆθλον εἶχε τὸν τῆς οἰκουμένης προτεταγμένον, ὁ δὲ μικρὰν ἡγεῖτο γῆς τε καὶ θαλάττης τὴν ἐξουσίαν συγκρίσει τοῦ κατ’ αὐτὴν εὐτυχήματος. ἴσας ἀλλήλοις ἀντιπαρεῖχον τὰς εὐφροσύνας ἀλλήλους τε
15βλέποντες καὶ ὑπ’ ἀλλήλων ὁρώμενοι· ὁ μὲν τοιοῦτος ὢν οἷός ἐστι (ποῖον γὰρ ἄν τις κάλλος ὑπὲρ τὸ φαινόμενον δείξειεν; καὶ εἴη γε διαρκέσαι καὶ εἰς ἐκγόνων ζωὴν τὸ ὁρώμενον), τὴν δέ, οἵα τις ἦν, οὐκ ἔστιν ὑποδεῖξαι τῷ λόγῳ· οὐ γὰρ περιλέλειπταί τι αὐτῆς δι’ ἀκριβείας παρὰ τῆς τέχνης
20ὁμοίωμα, ἀλλ’ εἰ καί τι γέγονεν ἐν γραφαῖς ἢ ἐν πλάσμασιν, πάντα τῆς ἀληθείας ἐστὶν ἐνδεέστερα. Τοιαῦτα καὶ μέχρι τούτου τὰ διηγήματα. τὰ δὲ ἐπὶ
τούτοις οἷα· πάλιν βοᾶν ἀναγκάζομαι καί μοι σύγγνωτε479

9

.

480

ὑπερβοῶντι τὸ πάθος· ὦ Θρᾴκη τὸ φευκτὸν ὄνομα, ὦ δυστυχὲς ἔθνος ἐκ συμφορῶν γνωριζόμενον, ὦ πρότερον μὲν πολεμίῳ πυρὶ ταῖς τῶν βαρβάρων ἐπιδρομαῖς δῃωθεῖσα, νῦν δὲ τὸ κεφάλαιον τῆς κοινῆς συμφορᾶς ἐν ἑαυτῇ δεξαμένη.
5ἐκεῖθεν τὸ ἀγαθὸν ἀναρπάζεται, ἐκεῖ ὁ φθόνος κατὰ τῆς βασιλείας ἐκώμασεν, ἐκεῖ γέγονεν τὸ τῆς οἰκουμένης ναυάγιον, ἐκεῖ καθάπερ ἐν κλύδωνι τῷ προβόλῳ προσπταίσαν‐ τες τῷ τῆς λύπης βυθῷ κατεδύημεν. ὦ πονηρᾶς ἐκδημίας ἐκείνης, ἣ τὴν ὑποστροφὴν οὐκ ἀπέδωκεν, ὦ πικρῶν ὑδάτων,
10ὧν τὰς πηγὰς ἐπεπόθησεν, ὡς οὐκ ὤφελεν, ὦ χωρίον, ἐν ᾧ τὸ πάθος ἐγένετο, διὰ τὸ πάθος τῇ σκοτομήνῃ ἐπώνυμον. (ἀκούω γὰρ κατὰ τὴν πάτριον αὐτῶν γλῶσσαν Σκοτούμην τὸν τόπον ἐπονομάζεσθαι.) ἐκεῖ ἐσκοτίσθη ὁ λύχνος, ἐκεῖ κατεσβέσθη τὸ φέγγος, ἐκεῖ αἱ ἀκτῖνες τῶν ἀρετῶν ἠμαυρώθη‐
15σαν. οἴχεται τῆς βασιλείας τὸ ἐγκαλλώπισμα, τὸ τῆς δικαιοσύνης πηδάλιον, ἡ τῆς φιλανθρωπίας εἰκών, μᾶλλον δὲ αὐτὸ τὸ ἀρχέτυπον. ἀφῃρέθη τῆς φιλανδρίας ὁ τύπος, τὸ ἁγνὸν τῆς σωφροσύνης ἀνάθημα, ἡ εὐπρόσιτος σεμνότης, ἡ ἀκαταφρόνητος ἡμερότης, ἡ ὑψηλὴ ταπεινοφροσύνη, ἡ
20πεπαρρησιασμένη αἰδώς, ἡ σύμμικτος τῶν ἀγαθῶν ἁρμονία. οἴχεται ὁ τῆς πίστεως ζῆλος, ὁ τῆς ἐκκλησίας στῦλος, ὁ τῶν θυσιαστηρίων κόσμος, ὁ τῶν πενομένων πλοῦτος, ἡ πολυαρκὴς δεξιά, ὁ κοινὸς τῶν καταπονουμένων λιμήν. πενθείτω ἡ παρθενία, θρηνείτω ἡ χηρεία, ὀδυρέσθω ἡ
25ὀρφανία, γνώτωσαν τί εἶχον ὅτε οὐκ ἔχουσιν. μᾶλλον δὲ τί χρή με κατὰ μέρη καὶ τάξεις διαιρεῖν τὸν θρῆνον; στεναζέτω
πᾶσα ἡ γενεὰ βύθιον ἐκ μέσης καρδίας τὸν στεναγμὸν480

9

.

481

ἀναπέμπουσα. συμπενθείτω καὶ ἡ ἱερωσύνη αὐτὴ τὸν κοινὸν κόσμον τοῦ φθόνου ἀποσυλήσαντος. ἆρα μὴ τολμηρὸν τὸ τοῦ προφήτου εἰπεῖν; τὸ Ἵνα τί ἀπώσω, ὁ θεός, εἰς τέλος, καὶ διωργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; ποίων
5ἁμαρτημάτων τὰς δίκας ἐκτιννύομεν; ὑπὲρ τίνος ταῖς ἐπαλλήλοις τῶν συμφορῶν μαστιζόμεθα; ἢ τάχα διὰ τὸ πλεονάσαι τὴν ἀσέβειαν τῶν ποικίλων αἱρέσεων αὕτη καθ’ ἡμῶν ἡ ψῆφος ἐκράτησεν; ὁρᾶτε γὰρ οἵοις κακοῖς ἐν βραχεῖ συνηνέχθημεν χρόνῳ. οὔπω ἐπὶ τῇ προτέρᾳ πληγῇ ἀναπνεύ‐
10σαντες, οὔπω τὸ δάκρυον τῶν ὀφθαλμῶν ἀποψήσαντες πάλιν ἐν τοσαύτῃ γεγόναμεν συμφορᾷ· τότε τὸ νεοθαλὲς ἄνθος ἀπωδυράμεθα, νῦν αὐτὸ τὸ ἔρνος, ἀφ’ οὗ τὸ ἄνθος ἐβλάστησεν, τότε τὴν ἐλπισθεῖσαν ὥραν, νῦν τὴν ἀκμάσασαν, τότε τὸ προσδοκώμενον ἀγαθόν, νῦν τὸ ἐν πείρᾳ γενόμενον.
15 Ἆρά μοι συγγνώσεσθε, ἀδελφοί, εἴ τι διὰ τὸ πάθος παραληρήσαιμι; τάχα, καθώς φησιν ὁ ἀπόστολος, καὶ αὐτὴ ἡ κτίσις τῷ ἡμετέρῳ κακῷ συνεστέναξεν. ὑπομνήσω δὲ τῶν γεγονότων ὑμᾶς καὶ οἶμαι τοὺς πολλοὺς τοῖς λεγομένοις συνθήσεσθαι· ὅτε χρυσῷ καὶ πορφυρίδι κεκαλυμμένη ἐπὶ
20τὴν πόλιν ἡ βασιλὶς ἐκομίζετο (κλίνη δὲ ἦν ἡ κομίζουσα) καὶ πᾶσα ἀξία καὶ ἡλικία πᾶσα προχεθεῖσα τοῦ ἄστεος ἅπαν ἐστενοχώρει ἀπὸ πλήθους τὸ ὕπαιθρον πάντων ἐκ
ποδῶν καὶ τῶν ὑπερεχόντων τοῖς ἀξιώμασι προπομπευόντων481

9

.

482

τοῦ πάθους (μέμνησθε πάντως ὅπως ὁ ἥλιος ταῖς νεφέλαις τὰς ἀκτῖνας ἑαυτοῦ συνεκάλυψεν, ὡς ἂν μὴ ἴδοι τάχα καθαρῷ τῷ φωτὶ μετὰ τοιούτου σχήματος εἰσελαύνουσαν τὴν βασιλίδα τῇ πόλει, οὐκ ἐπὶ ἅρματός τινος ἢ χρυσοδέτου ἀπήνης
5κατὰ τὸν βασίλειον κόσμον τοῖς δορυφόροις ἀγαλλομένην, ἀλλ’ ἐν σορῷ κεκαλυμμένην, ἐπικρυπτομένην τὸ εἶδος ἐκείνῳ τῷ σκυθρωπῷ προκαλύμματι, θέαμα δεινόν τε καὶ ἐλεεινόν, δακρύων ἀφορμὴν προκειμένην τοῖς ἐντυγχάνουσιν, ἣν ἅπας τῶν συνειλεγμένων ὁ δῆμος ὁ ἔπηλύς τε καὶ ὁ ἐγχώριος
10οὐκ εὐφημίαις, ἀλλὰ θρήνοις εἰσιοῦσαν ἐδέχετο), τότε καὶ ὁ ἀὴρ πενθικῶς ἐσκυθρώπασεν οἷον ἱμάτιόν τι πενθικὸν τὸν ζόφον περιβαλλόμενος, ἀλλὰ καὶ αἱ νεφέλαι καθὼς δυνατὸν αὐταῖς ἦν ἐπεδάκρυον ἁπαλὰς ψεκάδας ἀντὶ δακρύων ἐπαφιεῖσαι τῷ πάθει. ἢ ταῦτα μὲν ὄντως λῆρός ἐστι καὶ
15οὐδὲ λέγειν ἄξιον; εἰ γάρ τι καὶ γέγονεν ἐν τῇ κτίσει τοιοῦτον οἷον ἐπισημῆναι τὴν συμφορὰν, οὐ παρὰ τῆς κτίσεως γέγονε πάντως, ἀλλὰ παρὰ τοῦ δεσπότου τῆς κτίσεως τιμῶντος δι’ ὧν ἐποίει τῆς ὁσίας τὸν θάνατον· Τίμιος γάρ, φησίν, ἐναντίον κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. εἶδον δὲ ἐγὼ
20τότε ἕτερον θέαμα τῶν εἰρημένων παραδοξότερον· εἶδον διπλοῦν ὄμβρον τὸν μὲν ἐκ τοῦ ἀέρος τὸν δὲ ἐκ τῶν δακρύων ἐπὶ τὴν γῆν καταρρέοντα καὶ οὐκ ἦν ὁ ἐξ ὀφθαλμῶν ὑετὸς τοῦ ἐκ τῶν νεφῶν ἐνδεέστερος· ἐν γὰρ τοσαύταις μυριάσι τῶν συμπαρόντων οὐκ ἦν ὀφθαλμὸς ὁ μὴ καταβρέχων τὴν
25γῆν ταῖς τῶν δακρύων σταγόσιν. Ἀλλ’ οὐ καλῶς τάχα τῆς τοῦ διδασκάλου γνώμης ἐστο‐
χασάμεθα πλέον ἢ ἔδει τοῖς σκυθρωποῖς ἐμβαθύναντες.482

9

.

483

ἴσως γὰρ βούλεται θεραπεῦσαι μᾶλλον ἢ ἀνιᾶσαι τὴν ἀκοήν, ἡμεῖς δὲ τὸ ἐναντίον νῦν πεποιήκαμεν, ὥσπερ ἂν εἴ τις ἰατρὸς τραυματίαν λαβὼν μὴ μόνον ἀμελοίη τῆς θεραπείας, ἀλλὰ καὶ βρωτικοῖς τισι φαρμάκοις προσεπιτρίβοι τὸν ὀδυνώμενον.
5οὐκοῦν ἐπαντλητέον τὸν ἐλαιώδη λόγον τῇ διοιδούσῃ πληγῇ· οἶδε γὰρ καὶ ἡ εὐαγγελικὴ ἰατρεία τῇ στύψει τοῦ οἴνου καταμιγνύειν τὸ ἔλαιον. ἐπικλίνωμεν οὖν ὑμῖν παρὰ τῆς γραφῆς λαβόντες τὸν τοῦ ἐλαίου καμψάκην, ὥς ἐστι δυνατόν, τὸ σκυθρωπὸν τῶν εἰρημένων εἰς παραμυθίαν παλινῳδήσαντες.
10ἀλλά μοι μηδεὶς ἀπιστείτω τῷ λεγομένῳ κἂν παράδοξον ᾖ· ἔστιν, ἀδελφοί, τὸ ἀγαθὸν ὃ ζητοῦμεν, ἔστι καὶ οὐκ ἀπόλωλεν. μᾶλλον δὲ μικρότερον εἶπον τῆς ἀληθείας· οὐ μόνον γὰρ ἔστι τὸ ἀγαθόν, ἀλλὰ καὶ ἐν ὑψηλοτέροις ἢ πρότερον. τὴν βασιλίδα ζητεῖς; ἐν τοῖς βασιλείοις τὴν διαγωγὴν ἔχει.
15ἀλλ’ ὀφθαλμῷ γνῶναι τοῦτο ποθεῖς; οὐκ ἔξεστί σοι βασιλίδος θέαν περιεργάζεσθαι, φοβερὰ περὶ αὐτὴν ἡ τῶν δορυφόρων φρουρά, οὐ τούτων λέγω τῶν δορυφόρων οἷς σίδηρος τὸ ὅπλον ἐστίν, ἀλλὰ τῶν τῇ φλογίνῃ ῥομφαίᾳ καθωπλισμένων ὧν τὸ εἶδος ἀνθρώπων ὄψις οὐχ ὑποδέχεται. ἐν τοῖς ἀπορρή‐
20τοις τῆς βασιλείας ἡ οἴκησις· τότε ὄψει ὅταν καὶ σὺ προκύψῃς483

9

.

484

τοῦ σώματος, οὐ γὰρ ἔστιν ἄλλως ἐντὸς τῶν ἀδύτων τῆς βασιλείας γενέσθαι μὴ διασχόντα τὸ τῆς σαρκὸς παραπέτασμα. Ἢ κρεῖττον οἴει τὸ διὰ σαρκὸς μετέχειν τοῦ βίου; οὐκοῦν παιδευσάτω σε ὁ θεῖος ἀπόστολος ὁ τῶν ἀρρήτων τοῦ
5παραδείσου μετεσχηκὼς μυστηρίων. τί λέγει περὶ τῆς ὧδε ζωῆς τάχα ἐκ τοῦ κοινοῦ τῶν ἀνθρώπων φθεγγόμενος; Ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἀπὸ τοῦ σώματος τοῦ θανάτου τούτου; διὰ τί τοῦτο λέγει; ὅτι Τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι πολλῷ κρεῖττον εἶναί φησιν. τί δὲ
10ὁ μέγας Δαυὶδ ὁ τοσαύτῃ δυναστείᾳ κομῶν ὁ πάντα πρὸς ἡδονὴν καὶ κατ’ ἐξουσίαν εἰς ἀπόλαυσιν ἔχων; οὐ στενοχωρεῖται τῷ βίῳ; οὐ φυλακὴν ὀνομάζει τὴν ὧδε ζωήν; οὐ βοᾷ πρὸς τὸν κύριον· Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου; οὐ πρὸς τὴν παράτασιν τῆς ζωῆς δυσχεραίνει Οἴμοι, λέγων, ὅτι ἡ
15παροικία μου ἐμακρύνθη; ἢ οὐκ ᾔδεισαν διακρῖναι οἱ ἅγιοι τὸ καλὸν ἐκ τοῦ χείρονος καὶ διὰ τοῦτο προτιμοτέραν ᾤοντο τῇ ψυχῇ τὴν ἀπὸ τοῦ σώματος ἔξοδον; σὺ δὲ τί καλόν, εἰπέ μοι, παρὰ τὸν βίον ὁρᾷς; κατανόησον ἐν τίσιν ἡ ζωὴ θεωρεῖται. οὐ λέγω σοι τὴν τοῦ προφήτου φωνὴν ὅτι Πᾶσα σὰρξ χόρτος·
20σεμνύνει γὰρ ἐκεῖνος μᾶλλον τῷ ὑποδείγματι τὴν τῆς φύσεως ἡμῶν ἀθλιότητα· τάχα γὰρ κρεῖττον ἦν χόρτον εἶναι μᾶλλον ἢ ὅπερ ἐστίν· διὰ τί; ὅτι οὐδεμίαν ὁ χόρτος ἐκ φύσεως ἀηδίαν ἔχει, ἡ δὲ σὰρξ ἡμῶν ὀσμῆς ἐστιν
ἐργαστήριον ἅπαν τὸ ληφθὲν εἰς διαφθορὰν ἀχρειοῦσα.484

9

.

485

τὸ δὲ τὸν ἅπαντα χρόνον ὑποκεῖσθαι τῇ τῆς γαστρὸς λειτουρ‐ γίᾳ ποίας τιμωρίας οὐκ ἔστιν ἀνιαρώτερον; ὁρᾶτε γὰρ τοῦτον τὸν διηνεκῆ φορολόγον, τὴν γαστέρα λέγω, ὅσην ἐπάγει καθ’ ἡμέραν τὴν ἀνάγκην τῆς ἐπαιτήσεως, ᾧ κἄν ποτε πλέον τοῦ
5τεταγμένου προκαταβάλωμεν, οὐδὲν τοῦ ἐφεξῆς χρέους προεξετίσαμεν. οὐ καθ’ ὁμοιότητα τῶν ἐν τῷ μυλῶνι ταλαιπωρούντων ζῴων κεκαλυμμένοις τοῖς ὀφθαλμοῖς τὴν τοῦ βίου μύλην περιερχόμεθα ἀεὶ διὰ τῶν ὁμοίων περιχωροῦν‐ τες καὶ ἐπὶ τὰ αὐτὰ ἀναστρέφοντες; εἴπω σοι τὴν κυκλικὴν
10ταύτην περίοδον; ὄρεξις, κόρος, ὕπνος, ἐγρήγορσις, κένωσις, πλήρωσις· ἀεὶ ἀπ’ ἐκείνων ταῦτα καὶ ἀπὸ τούτων ἐκεῖνα καὶ πάλιν ταῦτα καὶ οὐδέποτε κύκλῳ περιϊόντες παυόμεθα, ἕως ἂν ἔξω τοῦ μυλῶνος γενώμεθα. καλῶς ὁ Σολομὼν πίθον τετρημένον καὶ οἶκον ἀλλότριον ὀνομάζει τὸν ὧδε βίον.
15ὄντως γὰρ ἀλλότριος οἶκος καὶ οὐχ ἡμέτερος, ὅτι οὐκ ἐφ’ ἡμῖν ἐστιν ἢ ὅτε βουλόμεθα ἢ ἐφ’ ὅσον ἐπιποθοῦμεν ἐν αὐτῷ εἶναι· ἀλλὰ καὶ εἰσαγόμεθα ὡς οὐκ οἴδαμεν καὶ ἐξοικιζόμεθα ὅτε οὐκ οἴδαμεν. τὸ δὲ τοῦ πίθου αἴνιγμα νοήσεις ἐὰν εἰς τὸ ἀπλήρωτον τῶν ἐπιθυμιῶν ἀποβλέψῃς. ὁρᾷς πῶς ἐπαντλοῦσιν
20ἑαυτοῖς οἱ ἄνθρωποι τὰς τιμάς, τὰς δυναστείας, τὰς δόξας καὶ πάντα τὰ τοιαῦτα; ἀλλ’ ὑπορρεῖ τὸ βαλλόμενον καὶ οὐ παραμένει τῷ ἔχοντι· ἡ μὲν γὰρ περὶ τὴν δόξαν καὶ τὴν δυναστείαν καὶ τὴν τιμὴν σπουδὴ πάντοτε ἐνεργεῖται, ὁ δὲ
τῆς ἐπιθυμίας πίθος μένει ἀπλήρωτος. τί δὲ ἡ φιλοχρηματία;485

9

.

486

οὐκ ἀληθῶς πίθος τετρημένος ἐστὶν ὅλῳ τῷ πυθμένι ῥέων ᾧ κἂν πᾶσαν ἐπαντλήσῃς τὴν θάλασσαν πληρωθῆναι φύσιν οὐκ ἔχει; Τί οὖν λυπηρὸν εἰ τῶν τοῦ βίου κακῶν ἡ μακαρία κεχώρι‐
5σται καὶ ὥσπερ τινὰ λήμην τὸν τοῦ σώματος ῥύπον ἀποβαλοῦσα καθαρᾷ τῇ ψυχῇ πρὸς τὴν ἀκήρατον ζωὴν μετανίσταται, ἐν ᾗ ἀπάτη οὐ πολιτεύεται, διαβολὴ οὐ πιστεύεται, κολακεία χώραν οὐκ ἔχει, ψεῦδος οὐ καταμίγνυται, ἡδονή τε καὶ λύπη καὶ φόβος καὶ θράσος καὶ πενία καὶ πλοῦτος καὶ δουλεία
10καὶ κυριότης καὶ πᾶσα ἡ τοιαύτη τοῦ βίου ἀνωμαλία ὡς πορρωτάτω τῆς ζωῆς ἐκείνης ἐξώρισται; Ἀπέδρα ἐκεῖθεν, καθώς φησιν ὁ προφήτης, ὀδύνη καὶ λύπη καὶ στεναγμός. ἀντὶ δὲ τούτων τί; ἀπάθεια, μακαριότης, κακοῦ παντὸς ἀλλοτρίω‐ σις, ἀγγέλων ὁμιλία, τῶν ἀοράτων θεωρία, θεοῦ μετουσία,
15εὐφροσύνη τέλος οὐκ ἔχουσα. ἆρ’ οὖν λυπεῖσθαι προσήκει περὶ τῆς βασιλίδος μαθόντας οἷα ἀνθ’ οἵων ἠλλάξατο; κατέλιπε βασιλείαν γηΐνην, ἀλλὰ τὴν οὐράνιον κατέλαβεν·
ἀπέθετο τὸν ἐκ λίθων στέφανον, ἀλλὰ τὸν τῆς δόξης περιεθή‐486

9

.

487

κατο· ἀπεδύσατο τὴν πορφυρίδα, ἀλλὰ Χριστὸν ἐνεδύσατο. τοῦτό ἐστι τὸ βασιλικὸν ὄντως καὶ τίμιον ἔνδυμα. τὴν ὧδε πορφύραν ἀκούω αἵματι κόχλου τινὸς θαλασσίας φοινίσσεσθαι, τὴν δὲ ἄνω πορφύραν τὸ τοῦ Χριστοῦ αἷμα λάμπειν ποιεῖ·
5εἶδες ὅσον ἐν τῷ ἐνδύματι τὸ διάφορον. βούλει πεισθῆναι ὅτι ἐν ἐκείνοις ἐστίν; ἀνάγνωθι τὸ εὐαγγέλιον· Δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου (φησὶ ταῦτα πρὸς τοὺς δεξιοὺς ὁ κριτής), κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν· τὴν παρὰ τίνος ἡτοιμασμένην; ἣν ἑαυτοῖς, φησί, διὰ τῶν
10ἔργων προητοιμάσασθε. πῶς; ἐπείνων, ἐδίψων, ξένος ἤμην, γυμνός, ἀσθενής, ἐν φυλακῇ· Ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. εἰ οὖν ἡ περὶ ταῦτα σπουδὴ βασιλείας πρόξενος γίνεται, ἀριθμήσατε, εἴπερ δυνατόν ἐστιν ἐξαριθμήσασθαι, πόσοι τοῖς ἐνδύμασι τοῖς
15παρ’ αὐτῆς ἐσκεπάσθησαν, πόσοι τῇ μεγάλῃ ἐκείνῃ δεξιᾷ διετράφησαν, πόσοι τῶν κατακλείστων οὐκ ἐπισκέψεως μόνον, ἀλλὰ καὶ παντελοῦς ἀφέσεως ἠξιώθησαν. εἰ δὲ τὸ ἐπισκέψασθαι τὸν κατάκλειστον προξενεῖ βασιλείαν, τὸ ἐλευθερῶσαι τῆς τιμωρίας δηλαδὴ πλείονος τιμῆς ἄξιον,
20εἴπερ τι βασιλείας ἔστιν ἀνώτερον. ἀλλ’ οὐ μέχρι τούτων ἐστὶν ἐκείνης ὁ ἔπαινος. παρέρχεται γὰρ καὶ τὰ προστεταγ‐ μένα τοῖς κατορθώμασιν. πόσοι δι’ ἐκείνην τὴν τῆς ἀναστά‐ σεως χάριν ἐφ’ ἑαυτῶν ἐγνώρισαν, οἳ τοῖς νόμοις ἀποθανόντες καὶ τὴν ἐπὶ θανάτῳ ψῆφον δεξάμενοι πάλιν δι’ αὐτῆς εἰς τὴν
25ζωὴν ἀνεκλήθησαν. ἐν ὀφθαλμοῖς τῶν εἰρημένων ἡ μαρτυρία.487

9

.

488

εἶδες παρὰ τὸ θυσιαστήριον ἀπογνὸν τὴν σωτηρίαν μειράκιον, εἶδες γύναιον ἐπὶ κατακρίσει ἀδελφοῦ ὀδυρόμενον, ἤκουσας τοῦ τὰ ἀγαθὰ τῇ ἐκκλησίᾳ κηρύσσοντος, ὅπως τῇ μνήμῃ τῆς βασιλίδος ἡ σκυθρωπὴ τοῦ θανάτου ψῆφος εἰς ζωὴν
5ἀναλύεται. ἆρα καὶ μόνον ταῦτα; τὴν δὲ ταπεινοφροσύνην ποῦ θήσομεν ἣν προτιμοτέραν ἡ γραφὴ ποιεῖται παντὸς τοῦ κατ’ ἀρετὴν κατορθώματος; ἥτις συνηνιοχοῦσα τῷ μεγάλῳ βασιλεῖ τὴν τοσαύτην ἀρχὴν πάσης δυναστείας ὑποκυπτούσης, τοσούτων ἐθνῶν ὑποτελούντων, γῆς τε καὶ
10θαλάττης ἐκ τῶν οἰκείων ἑκατέρας δωροφορούσης οὐκ ἔδωκε πάροδον καθ’ ἑαυτῆς τῷ τύφῳ ἀεὶ πρὸς ἑαυτὴν οὐκ εἰς τὰ ἔξω ἑαυτῆς ἀποβλέπουσα. διὰ τοῦτο τοῦ μακαρισμοῦ γίνεται κληρονόμος διὰ τῆς προσκαίρου ταπεινοφροσύνης τὸ ἀληθινὸν ὕψος ἐμπορευσαμένη. εἴπω τι καὶ τῆς φιλανδρίας
15τεκμήριον; ἔδει πάντως διαλυομένης τῆς σωματικῆς συζυγίας καὶ τὰ τίμια τῶν προσόντων αὐτοῖς ἀγαθῶν ἐλθεῖν εἰς διαίρεσιν. πῶς οὖν ἐποιήσατο τὴν διανομήν; τριῶν ὄντων τέκνων (ταῦτα γὰρ τῶν ἀγαθῶν τὰ κεφάλαια) τοὺς ἄρρενας
τῷ πατρὶ προσκατέλιπεν, ὥστε εἶναι αὐτοὺς τῆς βασιλείας488

9

.

489

ἐρείσματα, τῆς δὲ ἰδίας μερίδος μόνην τὴν θυγατέρα πεποίηται. ὁρᾷς πῶς εὐγνώμων τε καὶ φιλόστοργος ἐν τοῖς τιμίοις τὸ πλέον τῷ ἀνδρὶ συγχωρήσασα. Ἀλλ’ ὃ μάλιστα παρ’ ἡμῶν λέγεσθαι χρὴ τοῦτο προσθεὶς
5καταπαύσω τὸν λόγον. τὸ τῶν εἰδώλων μῖσος κοινὸν πάντων ἐστὶ τῶν μετεχόντων τῆς πίστεως, ἀλλ’ ἐκείνης ἐξαίρετον τὸ τὴν Ἀρειανὴν ἀπιστίαν ὁμοίως τῇ εἰδωλολατρίᾳ βδελύτ‐ τεσθαι. τοὺς γὰρ ἐν τῇ κτίσει τὸ θεῖον εἶναι νομίζοντας οὐδὲν ἔλαττον ἀσεβεῖν ᾤετο τῶν εἰδωλοποιούντων τὰς ὕλας,
10καλῶς καὶ εὐσεβῶς τοῦτο κρίνουσα· ὁ γὰρ τὸ κτίσμα προσ‐ κυνῶν, κἂν ἐπ’ ὀνόματι τοῦ Χριστοῦ τοῦτο ποιῇ, εἰδωλολάτ‐ ρης ἐστὶ Χριστὸν ὄνομα τῷ εἰδώλῳ τιθέμενος. διὰ τοῦτο μαθοῦσα ὅτι οὐκ ἔστι θεὸς πρόσφατος, μίαν προσεκύνει θεότητα τὴν ἐν πατρὶ καὶ υἱῷ καὶ πνεύματι ἁγίῳ δοξαζομένην.
15ταύτῃ ἐνηυξήθη τῇ πίστει, ταύτῃ ἐνήκμασεν, ταύτῃ τὸ πνεῦμα παρακατέθετο, ὑπὸ ταύτης προσήχθη τῷ κόλπῳ τοῦ πατρὸς τῆς πίστεως Ἀβραὰμ παρὰ τὴν τοῦ παραδείσου πηγὴν (ἧς ἡ ῥανὶς ἐπὶ τοὺς ἀπίστους οὐκ ἔρχεται), ὑπὸ τὴν σκιὰν
τοῦ ξύλου τῆς ζωῆς τοῦ πεφυτευμένου παρὰ τὰς διεξόδους τῶν489

9

.

490

ὑδάτων ὧν καὶ ἡμεῖς ἀξιωθείημεν ἐν Χριστῷ Ἰησοῦ τῷ
κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.490