TLG 2017 022 :: GREGORIUS NYSSENUS :: Oratio consolatoria in Pulcheriam

GREGORIUS NYSSENUS Theol.
(Nyssenus: A.D. 4)

Oratio consolatoria in Pulcheriam

Source: Spira, A. (ed.), Gregorii Nysseni opera, vol. 9.1. Leiden: Brill, 1967: 461–472.

Citation: Volume — page — (line)

9

.

461

(1t)

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ
2tΕΙΣ ΠΟΥΛΧΕΡΙΑΝ ΠΑΡΑΜΥΘΗΤΙΚΟΣ ΛΟΓΟΣ
3 Οὐκ οἶδα ὅπως τῷ λόγῳ χρήσομαι· διπλῆν τε γὰρ ὁρῶ τὴν ὑπόθεσιν καὶ σκυθρωπὴν καθ’ ἑκάτερον, ὡς μὴ
5ῥᾴδιον ἔξω δακρύων τὸν λόγον ἐλθεῖν, ὁτιοῦν ἐξ ἀμφοτέρων ἑλόμενον. ἡ παροῦσα τοῦ ἔτους περίοδος, καθὼς ἡμῖν χθὲς τοῦτο παρὰ τοῦ ποιμένος ἐπήγγελται, σκυθρωπῶν πραγμάτων τῶν τῇ γείτονι πόλει ποτὲ διὰ τοῦ σεισμοῦ συμπεπτωκότων περιέχει τὴν μνήμην. ἃ τίς ἂν ἀδακρυτὶ διεξέλθοι; ἡ δὲ
10μεγάλη καὶ περιφανὴς αὕτη καὶ τῆς ὑφ’ ἥλιον πάσης προτε‐ ταγμένη καλλίπολις ἄλλον σεισμὸν ὑπέστη καὶ οὐ μικρὸν ἀπεσυλήθη κόσμον, τοῦ ἐν αὐτῇ λάμψαντος φωστῆρος εἰς προσθήκην τῆς βασιλικῆς εὐκληρίας ἀθρόως ἀφαιρεθεῖσα καὶ διὰ τοῦτο τῇ κατηφείᾳ τῶν βασιλέων συσκυθρωπάζουσα.
15τὸ δὲ λεγόμενον οὐκ ἀγνοεῖτε πάντως οἱ πληροῦντες τὸν σύλλογον ὁρῶντες αὐτόν τε τὸν τόπον τοῦτον, ἐν ᾧ συνειλέγ‐ μεθα, καὶ τὴν ἐν τῷ τόπῳ κατήφειαν. οὐκ οἶδα τοίνυν πρὸς ποῖον σεισμὸν τρέψω τὸν λόγον, πρὸς τὸν νῦν ἢ τὸν πάλαι γενόμενον. ἢ καλῶς ἔχει πρὸς τὸ ὑπερβάλλον τοῦ πάθους
20στῆναι καὶ καταπραῧναι τῆς πόλεως τὴν ἰδίαν ἀλγηδόνα λογισμοῖς τισι καταφαρμάσσοντα; εἰ γὰρ καὶ μὴ πάντες οἱ τοῦ κακοῦ συμμετέχοντες τῷ συλλόγῳ πάρεισιν, ἀλλὰ διὰ τῶν παρόντων ἴσως καὶ εἰς τοὺς μὴ παρόντας ὁ λόγος διαδοθήσεται. καὶ γὰρ καὶ τῶν ἰατρῶν ἐκεῖνοι σοφοὶ
25οἱ πρὸς τὸ πλεονάζον τῶν ἀλγηδόνων διὰ τῆς τέχνης ἱστά‐461

9

.

462

μενοι, τῶν δὲ ἧττον ὀδυνηρῶν τὴν θεραπείαν ὑπερτιθέμενοι. ὥσπερ δέ φασιν οἱ περὶ ταῦτα δεινοί, εἰ δύο κατὰ ταὐτὸν ἑνὶ σώματι πόνοι συμπέσοιεν, μόνου τοῦ ὑπερβάλλοντος τὴν αἴσθησιν γίνεσθαι, ἐν τῷ πλεονάζοντι τῆς ἐπικρατούσης
5ἀλγηδόνος ἐκκλεπτομένης τῆς ἥττονος, οὕτω καὶ ἐπὶ τοῦ παρόντος βλέπω· τὸ γὰρ νέον τε καὶ ἡμέτερον ἄλγημα τῶν διὰ τῆς μνήμης ἀλγυνόντων ἡμᾶς ἐστιν ἐπικρατέστερον. πῶς γὰρ οὐκ ἄν τις ἐπὶ τοῖς συμβεβηκόσι πάθοι; τίς οὕτως ἀπαθὴς τὴν ψυχήν; τίς οὕτω τὸν τρόπον σιδήρεος, ὡς
10ἀναλγητὶ τὸ συμβὰν δέξασθαι; ἔγνωτε πάντως τὴν νέαν ταύτην περιστερὰν τὴν ἐντρεφομένην τῇ βασιλικῇ καλιᾷ, τὴν ἄρτι μὲν πτερουμένην ἐν λαμπρῷ τῷ πτερῷ, ὑπερβᾶσαν δὲ τὴν ἡλικίαν ταῖς χάρισιν ὅπως ἀφεῖσα τὴν καλιὰν οἴχεται, ὅπως ἔξω τῶν ὀφθαλμῶν ἡμῶν ἀπέπτη, ὅπως αὐτὴν ἀθρόως ὁ
15φθόνος τῶν χειρῶν ἡμῶν ἀφήρπασεν, εἴτε περιστερὰν χρὴ λέγειν ταύτην, εἴτε νεοθαλὲς ἄνθος, ὃ οὔπω μὲν ὅλον τῶν καλύκων ἐξέλαμψεν, ἀλλὰ τὸ μὲν ἔλαμπεν ἤδη, τὸ δὲ λάμψειν ἠλπίζετο καὶ ὅμως ἐν τῷ μικρῷ τε καὶ ἀτελεῖ ὑπερέλαμπεν· ὅπως ἀθρόως ἐναπέσβη τῇ κάλυκι καὶ πρὶν
20εἰς ἀκμὴν προελθεῖν καὶ ὅλον ἄνω διαπετάσαι τὸ ἄνθος, αὐτὸ περὶ ἑαυτὸ κατερρύη καὶ κόνις ἐγένετο, ὃ οὔτε ἐδρέψατό τις οὔτε ἐστεφανώσατο, ἀλλὰ μάτην ἡ φύσις ἐπόνησεν· οὗ τὸ μὲν ἀγαθὸν ἐν ἐλπίσιν ἦν, ὁ δὲ φθόνος ξίφους δίκην πλάγιος ἐμπεσὼν τὴν ἐλπίδα διέκοψεν. σεισμός τις ἦν
25ἄντικρυς, ἀδελφοί, τὸ γενόμενον, σεισμὸς οὐδὲν τῶν χαλεπῶν συμπτωμάτων φιλανθρωπότερος· οὐ γὰρ ἄψυχον οἰκοδομη‐ μάτων κάλλος διελυμήνατο, οὐδὲ εὐανθεῖς γραφὰς ἢ λίθων περικαλλῆ θεάματα εἰς γῆν κατέβαλεν, ἀλλ’ αὐτῆς τῆς
φύσεως τὸ οἰκοδόμημα λαμπρὸν τῷ κάλλει, ὑπεραστράπτον462

9

.

463

ταῖς χάρισιν, ἀθρόως προσπεσὼν ὁ σεισμὸς οὗτος διέλυσεν. εἶδον ἐγὼ καὶ τὸ ὑψηλὸν ἔρνος, τὸν ὑψίκομον φοίνικα (τὸ βασιλικόν φημι κράτος) τὸν ταῖς βασιλικαῖς ἀρεταῖς οἷόν τισι κλάδοις πάσης ὑπερανεστῶτα τῆς οἰκουμένης καὶ
5πάντα διαλαμβάνοντα· εἶδον αὐτὸν τῶν μὲν ἄλλων κρατοῦντα, τῇ δὲ φύσει καμπτόμενον καὶ πρὸς τὴν ἀποβολὴν τοῦ ἄνθους ἐπικλινόμενον. εἶδον καὶ τὴν εὐγενῆ κληματίδα τὴν περιειλημ‐ μένην τῷ φοίνικι τὴν τὸ ἄνθος ἡμῖν τοῦτο ὠδίνασαν, οἵας ὑπέστη ἐκ δευτέρου πάλιν ὠδῖνας ἐν ψυχῇ, οὐκ ἐν σώματι,
10ὅτε αὐτῆς οὗτος ὁ βλαστὸς ἀπετίλλετο. τίς ἀστενάκτως τὸ πάθος παρέδραμεν; τίς τὴν τοῦ βίου ζημίαν οὐκ ὠλοφύρατο; τίς οὐκ ἐπαφῆκε τῷ πάθει δάκρυα; τίς οὐ κατέμιξε τῇ κοινῇ συνῳδίᾳ τοῦ θρήνου τὰς ἰδίας φωνάς; εἶδον θέαμα ἄπιστον, ὃ οὐκ ἂν εἰς πίστιν ἔλθοι τοῖς ἀκοῇ παραδεχομένοις τὰ
15θαύματα· εἶδον ἐξ ἀνθρώπων πέλαγος τῇ πυκνότητι τῶν συνεστώτων οἷόν τι ὕδωρ κατὰ πᾶν μέρος τοῖς ὀφθαλμοῖς προφαινόμενον· πλήρης ὁ ναός, πλῆρες τοῦ ναοῦ τὸ προαύλιον, ἡ ἐκδεχομένη πλατεῖα, οἱ στενωποί, τὰ ἄμφοδα, ἡ μέση, τὰ πλάγια, ἡ ἐπὶ τῶν δωμάτων εὐρυχωρία· πᾶν τὸ ὁρώμενον
20ἀνθρώπων πλήρωμα ἦν, ὥσπερ πάσης τῆς οἰκουμένης εἰς ταὐτὸν συνδραμούσης ἐπὶ τῷ πάθει. θέαμα δὲ προέκειτο πᾶσι τὸ ἱερὸν ἄνθος ἐκεῖνο ἐπὶ κλίνης χρυσῆς κομιζόμενον. πῶς κατηφῆ πάντων ἦν τῶν προσορώντων τὰ πρόσωπα. πῶς δεδακρυμένα τὰ ὄμματα. χεῖρες ἀλλήλαις συναρασσόμεναι.
25στεναγμοὶ πρὸς τούτοις τὴν ἐγκάρδιον ὀδύνην καταμηνύοντες. οὔ μοι ἔδοξε κατὰ τὴν ὥραν ἐκείνην (τάχα δὲ οὐδὲ τοῖς ἄλλοις τῶν τότε παρόντων) τὴν ἐκ φύσεως χάριν ὁ χρυσὸς ἀποστίλβειν. ἀλλὰ καὶ αἱ τῶν λίθων αὐγαὶ καὶ τὰ ἐκ χρυσοῦ
ὑφάσματα καὶ αἱ τοῦ ἀργύρου μαρμαρυγαὶ καὶ τὸ ἐκ τοῦ463

9

.

464

πυρὸς φῶς πολύ τε καὶ ἄφθονον κατὰ τὰ πλάγια ἑκατέρωθεν τῇ συνεχείᾳ τῶν ἐκ τοῦ κηροῦ λαμπάδων παρατεινόμενον, πάντα τῷ πένθει συνεμελαίνετο καὶ πάντα μετεῖχε τῆς κοινῆς κατηφείας. τότε καὶ ὁ μέγας Δαβὶδ τὰς ἰδίας ὑμνῳδίας τοῖς
5θρήνοις ἔχρησε καὶ ἀντὶ τῆς φαιδρᾶς χοροστασίας μεταλαβὼν τὴν γοεράν τε καὶ πένθιμον ἐξεκαλεῖτο τοὺς θρήνους τοῖς μέλεσιν, πάσης δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον ἡδονῆς τῶν ψυχῶν ἀπελαθείσης μόνον ἦν ἐν ἡδονῇ τοῖς ἀνθρώποις τὸ δάκρυον.
10 Ἐπειδὴ τοίνυν τοσοῦτον ἡττήθη τοῦ πάθους ὁ λογισμός, καιρὸς ἂν εἴη τὸ κεκμηκὸς τῆς διανοίας διὰ τῆς τῶν λογισμῶν συμβουλῆς ὡς ἔστι δυνατὸν ἀναρρώννυσθαι. κίνδυνος γὰρ οὐ μικρὸς παρακούσαντας ἐν τούτῳ τῆς τοῦ Ἀποστόλου φωνῆς συγκατακριθῆναι τοῖς ἀνελπίστοις. φησὶ γάρ, καθὼς
15τοῦ ὑπαναγινώσκοντος ἀρτίως ἠκούσαμεν, Μὴ δεῖν ἐπὶ τῶν κεκοιμημένων λυπεῖσθαι· μόνων γὰρ τοῦτο τῶν οὐκ ἐχόντων ἐλπίδα τὸ πάθος εἶναι. ἀλλ’ εἴποι τις ἄν, οἶμαι, τῶν μικρο‐ ψυχοτέρων ἀδύνατα κελεύειν τὸν θεῖον Ἀπόστολον καὶ ὑπερβαίνειν τὴν φύσιν τοῖς ἐπιτάγμασιν. πῶς γάρ ἐστι
20δυνατὸν ὑπεραρθῆναι τοῦ πάθους τὸν ἐν τῇ φύσει ζῶντα καὶ μὴ κρατηθῆναι τῇ λύπῃ ἐπὶ τοιούτῳ θεάματι, ὅταν μὴ καθ’ ὥραν ἐν γήρᾳ συμπέσῃ ὁ θάνατος, ἀλλ’ ἐν τῇ πρώτῃ ἡλικίᾳ κατασβεσθῇ μὲν τῷ θανάτῳ ἡ ὥρα, καλυφθῇ δὲ τοῖς βλεφάροις ἡ τῶν ὀμμάτων ἀκτίς, μεταπέσῃ δὲ εἰς ὠχρότητα
25τῆς παρειᾶς τὸ ἐρύθημα, κρατηθῇ δὲ τῇ σιωπῇ τὸ στόμα, μελαίνηται δὲ τὸ ἐπὶ τοῦ χείλους ἄνθος, χαλεπὸν δὲ μὴ μόνον τοῖς γεννησαμένοις τοῦτο δοκῇ, ἀλλὰ καὶ παντὶ τῷ
πρὸς τὸ πάθος βλέποντι; τί οὖν πρὸς τούτοις ἡμεῖς; οὐχ464

9

.

465

ἡμέτερον ἐροῦμεν, ἀδελφοί, λόγον, ἀλλὰ τὴν ἀναγνωσθεῖσαν ἡμῖν ἐκ τοῦ Εὐαγγελίου ῥῆσιν παραθησόμεθα. ἠκούσατε γὰρ λέγοντος τοῦ κυρίου· Ἄφετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἔρχεσθαι πρός με· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία
5τῶν οὐρανῶν. οὐκοῦν εἰ καὶ σοῦ ἀπεφοίτησε τὸ παιδίον, ἀλλὰ πρὸς τὸν δεσπότην ἀπέδραμεν. σοὶ τὸν ὀφθαλμὸν ἔκλεισεν, ἀλλὰ τῷ φωτὶ τῷ αἰωνίῳ διήνοιξεν. τῆς σῆς ἀπέστη τραπέζης, ἀλλὰ τῇ ἀγγελικῇ προσετέθη. ἔνθεν τὸ φυτὸν ἀνεσπάσθη, ἀλλὰ τῷ παραδείσῳ ἐνεφυτεύθη. ἐκ
10βασιλείας εἰς βασιλείαν μετέστη. ἐξεδύσατο τὸ τῆς πορφύρας ἄνθος, ἀλλὰ τῆς ἄνω βασιλείας τὴν περιβολὴν ἐνεδύσατο. εἴπω σοι τὴν ὕλην τοῦ θείου ἐνδύματος; οὐ λίνον ἐστὶν οὐδὲ ἔριον οὐδὲ τὰ ἐκ σηρῶν νήματα. ἄκουσον τοῦ Δαβίδ, ὅθεν ἐξυφαίνεσθαι λέγει τῷ θεῷ τὰ ἐνδύματα· Ἐξομολόγησιν
15καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον. ὁρᾷς οἷα ἀνθ’ οἵων ἠλλάξατο; λυπεῖ σε τὸ τοῦ σώματος κάλλος μηκέτι φαινόμενον, οὐ γὰρ ὁρᾷς αὐτῆς τὸ ἀληθινὸν τῆς ψυχῆς κάλλος, ᾧ νῦν ἐν τῇ πανηγύρει τῶν οὐρανίων ἀγάλλεται. ὡς καλὸς ἐκεῖνος ὁ ὀφθαλμὸς ὁ τὸν θεὸν βλέπων.
20ὡς ἡδὺ τὸ στόμα τὸ ταῖς θείαις ὑμνῳδίαις καλλωπιζόμενον. Ἐκ στόματος γάρ, φησίν, νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον. ὡς καλαὶ αἱ χεῖρες αἱ μηδέποτε τὸ κακὸν ἐνεργήσασαι. ὡς ὡραῖοι οἱ πόδες οἱ μὴ ἐπιβάντες κακίας, μηδὲ τῇ ὁδῷ τῶν ἁμαρτωλῶν τὸ ἴχνος ἑαυτῶν ἐπιστήσαντες. ὡς καλὴ
25πᾶσα τῆς ψυχῆς ἐκείνης ἡ ὄψις, οὐ λίθων αὐγαῖς κεκοσμημένη,
ἀλλ’ ἁπλότητι καὶ ἀκακίᾳ ἐκλάμπουσα. ἀλλὰ λυπεῖ σε τυχὸν465

9

.

466

τὸ μὴ εἰς γῆρας ἐλθεῖν. τί γάρ, εἰπέ μοι, καλὸν ἐνορᾷς τῷ γήρᾳ; ἆρα καλὸν τὸ κνυζοῦσθαι τὰ ὄμματα, τὸ ῥυσοῦσθαι τὴν παρειάν, τὸ ἀπορρεῖν τοὺς ὀδόντας τοῦ στόματος καὶ ψελλισμὸν ἐμποιεῖν τῇ γλώσσῃ, τὸ ὑποτρέμειν τῇ χειρὶ καὶ
5εἰς γῆν κύπτειν, καὶ ὑποσκάζειν τῷ ποδὶ καὶ χειραγωγοῖς ἐπερείδεσθαι καὶ παρανοεῖν τῇ καρδίᾳ καὶ παραφθέγγεσθαι τῇ φωνῇ, οἷα τῇ ἡλικίᾳ ταύτῃ κατ’ ἀνάγκην συμβαίνει πάθη; καὶ ὑπὲρ τούτου ἀγανακτοῦμεν, ὅτι μὴ ἀφίκετο εἰς τὴν τῶν τοιούτων πεῖραν; καὶ μὴν συγχαίρειν προσήκει ἐκείνοις,
10ὧν ἡ ζωὴ τὴν τῶν σκυθρωπῶν πεῖραν οὐ παρεδέξατο καὶ οὔτε ἐνταῦθα τῶν λυπηρῶν ᾔσθετο οὔτε τι τῶν ἐκεῖ σκυθρωπῶν ἐπιγνώσεται. ἡ γὰρ τοιαύτη ψυχὴ ἡ οὐκ ἔχουσα ἐφ’ ὅτῳ εἰς κρίσιν ἔλθῃ, γέενναν οὐ φοβεῖται, κρίσιν οὐ δέδοικεν, ἄφοβος διαμένει καὶ ἀκατάπληκτος, οὐδενὸς πονηροῦ
15συνειδότος τὸν τῆς κρίσεως φόβον ἐπάγοντος. ἀλλ’ ἔδει, φησίν, αὐτὴν εἰς μέτρον ἡλικίας ἐλθεῖν καὶ νυμφικῷ θαλάμῳ ἐμφαιδρυνθῆναι. ἀλλ’ ἐρεῖ σοι πρὸς τοῦτο ὁ ἀληθινὸς νυμφίος, ὅτι κρείττων ἡ οὐρανία παστάς, προτιμότερος ἐκεῖνος ὁ θάλαμος, ἐν ᾧ χηρείας φόβος οὐκ ἔστιν. τίνος οὖν, εἰπέ μοι,
20τῶν καλῶν ἀπεστέρηται τὸν σάρκινον τοῦτον ἐκδυσαμένη βίον; εἴπω σοι τὰ τοῦ βίου καλά; λῦπαι καὶ ἡδοναί, θυμοὶ καὶ φόβοι, ἐλπίδες καὶ ἐπιθυμίαι. ταῦτά ἐστι καὶ τὰ τοιαῦτα, οἷς κατὰ τὴν παροῦσαν ζωὴν συμπεπλέγμεθα. τί οὖν κακὸν πέπονθεν ἡ τοσούτων ἀπαλλαγεῖσα τυράννων; ἕκαστον γὰρ
25πάθος, ὅταν ἐπικρατῇ τῆς ψυχῆς, τύραννος ἡμῶν γίνεται τοὺς λογισμοὺς δουλωσάμενος. ἢ λυπεῖ ἡμᾶς, ὅτι μὴ
κατεπονήθη διὰ ὠδίνων, ὅτι μὴ συνετρίβη διὰ φροντίδων466

9

.

467

παιδοτροφίας, ὅτι μὴ τὰς ὁμοίας ἀλγηδόνας ἐδέξατο, ἃς ἐπ’ αὐτῆς οἱ γεγεννηκότες ὑπέμειναν; ἀλλὰ τὰ τοιαῦτα μακαρισμῶν οὐκ ὀδυρμῶν ἐστιν ἄξια. τὸ γὰρ ἐν μηδενὶ γενέσθαι κακῷ κρεῖττον ἢ κατὰ τὴν ἀνθρωπίνην φύσιν ἐστίν.
5οὕτως καὶ ὁ σοφὸς Σολομὼν ἐν τῇ ἰδίᾳ γραφῇ μακαρίζει πρὸ τοῦ περιόντος τὸν κατοιχόμενον καὶ ὁ μέγας Δαβὶδ θρήνου καὶ οἰμωγῆς ἀξίαν τὴν ἐν σαρκὶ διαγωγὴν εἶναί φησιν. καίτοι γε ἀμφότεροι λαμπροὶ κατὰ τὴν βασιλείαν ὑπάρχοντες, πάντων κατ’ ἐξουσίαν τῶν κατὰ τὸν βίον ἡδέων μετέχοντες,
10οὐδὲν πρὸς τὴν παροῦσαν ἀπόλαυσιν ἐπεκλίθησαν, ἀλλὰ τῶν ἀπορρήτων ἀγαθῶν τῶν ἐν τῇ ἀσωμάτῳ ζωῇ προκειμένων τὴν ἐπιθυμίαν ἔχοντες συμφορὰν ἐποιοῦντο τὴν ἐν σαρκὶ ζωήν. ἤκουσα πολλαχῇ τοῦ Δαβὶδ ἐν ταῖς ἱεραῖς ψαλμῳδίαις ἔξω γενέσθαι τῆς τοιαύτης ἀνάγκης ἐπιθυμοῦντος, ἐν οἷς φησι
15νῦν μέν, ὅτι Ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ κυρίου, νῦν δέ, ὅτι Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου. ὡσαύτως δὲ καὶ ὁ Ἰερεμίας κατάρας ἀξίαν κρίνει τὴν ἡμέραν ἐκείνην τὴν ἄρξασαν αὐτῷ τῆς τοιαύτης ζωῆς. καὶ πολλάς ἐστι τοιαύτας τῶν παλαιῶν ἁγίων φωνὰς ἐν τῇ
20θείᾳ γραφῇ φερομένας εὑρεῖν, οἳ δι’ ἐπιθυμίαν τῆς ὄντως ζωῆς τὴν ἐν σαρκὶ διαγωγὴν ἐβαρύνοντο. Οὕτως καὶ ὁ μέγας ποτὲ Ἀβραὰμ προθύμως τῷ θεῷ διὰ θυσίας προσῆγε τὸν ἠγαπημένον υἱόν, εἰδὼς ὅτι πρὸς τὸ κρεῖττόν τε καὶ θειότερον γενήσεται τῷ παιδὶ ἡ μετάστασις.
25ὅσοι δὲ τῆς ἱστορίας ἐμπείρως ἔχετε, πάντως οὐκ ἀγνοεῖτε467

9

.

468

τὰ περὶ αὐτοῦ διηγήματα. τί γάρ φησιν ἡ γραφή; ὅτι νέῳ μὲν ὄντι τῷ Ἀβραὰμ θεόθεν περὶ τοῦ παιδὸς ἐπαγγελία γίνεται, παρεληλυθότι δὲ τὴν ἀκμὴν καὶ ἤδη καταμαρανθέντι ὑπὸ τοῦ χρόνου, ὅτε παύεται ἡ φύσις ἑαυτὴν αὔξουσα οὐκέτι τοῦ
5γήρως ταῖς ὁρμαῖς ὑπακούοντος, τότε παρὰ τὰς ἀνθρωπίνας ἐλπίδας εἰς πέρας ἡ ὑπόσχεσις ἄγεται, καὶ τίκτεται παῖς ὁ Ἰσαάκ· καὶ συμμέτρου διαγεγονότος χρόνου, οἷόν τι ἔρνος ἀναδραμὼν εἰς κάλλος καὶ μέγεθος, ἡδὺς ἦν τοῖς ὀφθαλμοῖς τῶν γονέων τῷ τῆς νεότητος κάλλει λαμπόμενος. τότε
10προσάγεται τῷ Ἀβραὰμ ἡ τῆς ψυχῆς δοκιμασία καὶ βάσανος, εἰ ἀκριβῶς ἐν τῇ τῶν ὄντων φύσει διαγιγνώσκει τὸ κάλλιον, εἰ μὴ πρὸς τὴν παροῦσαν βλέπει ζωήν, καί φησι πρὸς αὐτὸν ὁ θεός· ἀνένεγκε τὸν υἱόν σου διὰ θυσίας εἰς ὁλοκάρπωσιν. οἴδατε πάντως ὅσοι πατέρες ἐστὲ καὶ παῖδας ἔχετε καὶ τὴν
15πρὸς τὰ τέκνα στοργὴν παρὰ τῆς φύσεως ἐδιδάχθητε, ὅπως εἰκὸς διατεθῆναι τὸν Ἀβραάμ, εἰ πρὸς τὴν παροῦσαν μόνην ἀφεώρα ζωήν, εἰ δοῦλος τῆς φύσεως ἦν, εἰ ἐν τῷ παρόντι βίῳ τὸ γλυκὺ τῆς ζωῆς ἐλογίζετο. τί δὲ περὶ ἐκείνου φημί, καταλιπὼν τὴν γυναῖκα, τὸ ἀσθενέστερον μέρος τῆς ἀνθρω‐
20πίνης φύσεως; εἰ μὴ πεπαίδευτο κἀκείνη ὑπὸ τοῦ ἀνδρὸς τὰ θειότερα, εἰ μὴ ἠπίστατο τὴν κεκρυμμένην ζωὴν εἶναι τῆς φαινομένης ἀμείνονα, οὐκ ἂν ἐπέτρεπε τῷ ἀνδρὶ τοιαῦτα κατὰ τοῦ παιδὸς ἐνεργῆσαι· πάντως γὰρ τοῖς μητρικοῖς συγκινη‐ θεῖσα σπλάγχνοις περιεχύθη τῷ τέκνῳ καὶ ταῖς ὠλέναις αὐτὸν
25ἐμπλεξαμένη πρὸ αὐτοῦ τὴν καιρίαν ἐδέχετο. ἆρ’ οὐκ εἶπεν ἂν πρὸς τὸν Ἀβραὰμ ταῦτα τὰ ῥήματα; φεῖσαι τοῦ παιδός,
ἄνερ, μὴ πονηρὸν γένῃ τοῦ βίου διήγημα, μὴ μῦθος τῷ μετὰ468

9

.

469

ταῦτα χρόνῳ γενώμεθα, μὴ φθονήσῃς τῷ υἱῷ τῆς ζωῆς, μὴ στερήσῃς αὐτὸν τῆς γλυκείας ἀκτῖνος· θάλαμος τέκνοις οὐ τάφος παρὰ πατέρων σπουδάζεται, στέφανος γαμικὸς οὐ ξίφος φονικόν, γαμήλιος λαμπὰς οὐ πῦρ ἐπιτάφιον· ταῦτα
5λῃσταὶ καὶ πολέμιοι, οὐ πατέρων χεῖρες ἐπὶ τῶν τέκνων ἐργάζονται· εἰ δὲ χρὴ πάντως γενέσθαι τὸ κακόν, μὴ ἴδοι Σάρρας ὀφθαλμὸς νεκρούμενον τὸν Ἰσαάκ· ἰδοὺ δι’ ἀμφοτέ‐ ρων ὦσον τὸ ξίφος, ἀπ’ ἐμοῦ τῆς δειλαίας ἀρξάμενος· μία τοῖς δυσὶν ἀρκέσει πληγή, κοινὸν ἐπ’ ἀμφοτέρων γενέσθω τὸ
10χῶμα, μία στήλη τὴν κοινὴν συμφορὰν τραγῳδείτω. ταῦτα πάντως ἂν καὶ τὰ τοιαῦτα διεξῄει ἡ Σάρρα, εἰ μὴ ἐκεῖνα τοῖς ὀφθαλμοῖς ἔβλεπεν, ἅπερ ἡμῖν ἐστιν ἀθέατα. ᾔδει γὰρ ὅτι τὸ τέλος τῆς ἐν σαρκὶ ζωῆς ἀρχὴ τοῦ θειοτέρου βίου τοῖς μεταστᾶσι γίνεται· καταλείπει σκιάς, καταλαμβάνει ἀλήθειαν,
15ἀφίησιν ἀπάτας καὶ πλάνας καὶ θορύβους, καὶ εὑρίσκει ἐκεῖνα τὰ ἀγαθά, ἃ ὑπὲρ ὀφθαλμόν τε καὶ ἀκοὴν καὶ καρδίαν ἐστίν· οὔτε ἔρως αὐτὸν ἀνιάσει οὔτε ἐπιθυμία ῥυπαρὰ διαστρέψει, οὐχ ὑπερηφανία χαυνώσει, οὐκ ἄλλο τι πάθος τῶν λυπούντων τὴν ψυχὴν ἐνοχλήσει, ἀλλὰ πάντα γίνεται αὐτῷ ὁ θεός. διὰ
20τοῦτο προθύμως δίδωσι τῷ θεῷ τὸν παῖδα. τί δὲ ὁ μέγας Ἰώβ; ὅτε αὐτῷ γυμνωθέντι πάντων τῶν περιόντων ἀθρόως, πρὶν ἐπὶ ταῖς προλαβούσαις πληγαῖς τὴν ψυχὴν ἀναλέξασθαι, ἡ τελευταία κατεμηνύθη πληγή, πῶς ἐδέξατο τὴν ἐπὶ τοῖς παισὶ συμφοράν; τρεῖς αὐτῷ θυγατέρες ἦσαν, καὶ παῖδες
25ἑπτά. μακαριστὸς ἦν τῆς εὐπαιδίας· τοσοῦτοι γὰρ ὄντες εἷς
ἦσαν οἱ πάντες τῇ μετ’ ἀλλήλων στοργῇ οὐ διῃρημένως καθ’469

9

.

470

ἑαυτὸν ἕκαστος βιοτεύοντες, ἀλλὰ πάντες παρ’ ἀλλήλους φοιτῶντες διὰ τῆς ἐγκυκλίου φιλοφροσύνης διετέλουν εὐφραίνοντες ἀλλήλους ἐν τῷ μέρει καὶ εὐφραινόμενοι. καὶ δῆτα καὶ τότε κατὰ περίοδον παρὰ τῷ πρεσβυτέρῳ τῶν
5ἀδελφῶν ἦν τὸ συμπόσιον· πλήρεις οἱ κρατῆρες, πλήρης τῶν ἐδωδίμων ἡ τράπεζα, ἐν χερσὶν αἱ κύλικες, θεάματα ὡς εἰκὸς ἐπὶ τούτοις καὶ ἀκροάματα καὶ πᾶσαι θυμηδίαι συμποτι‐ καί· προπόσεις, φιλοφροσύναι, παίγνια, μειδιάματα· πάντα ὅσα εἰκὸς ἐν συνόδῳ νέων ἐφ’ ἑστίας ἁβρύνεσθαι. τί οὖν ἐπὶ
10τούτοις; ἐν ἀκμῇ τῆς ἀπολαύσεως τῶν ἡδίστων ἐπισεισθέντος αὐτοῖς τοῦ ὀρόφου τάφος τῶν δέκα παίδων τὸ συμπόσιον γίνεται, καὶ τοῖς αἵμασι τῶν νέων ὁ κρατὴρ καταμίγνυται, καὶ τὰ ἐδώδιμα τῷ ἐκ τῶν σωμάτων λύθρῳ κατεμολύνετο. τοιαύτης συμφορᾶς τῷ Ἰὼβ ἀγγελθείσης (θέασαί μοι τῷ
15λόγῳ τὸν ἀθλητήν, οὐχ ἵνα θαυμάσῃς μόνον τὸν νικητήν, μικρὸν γὰρ τὸ ἐκ τοῦ θαύματος κέρδος, ἀλλ’ ἵνα ζηλώσῃς ἐν τοῖς ὁμοίοις τὸν ἄνδρα καί σοι γένηται παιδοτρίβης ὁ ἀθλητής, τῷ καθ’ ἑαυτὸν ὑποδείγματι πρὸς ὑπομονὴν καὶ ἀνδρείαν τὴν ψυχὴν ἀλείφων ἐν καιρῷ τῆς τῶν πειρασμῶν
20συμπλοκῆς), τί οὖν ἐποίησεν ὁ ἀνήρ; ἆρά τι δυσγενὲς καὶ μικρόψυχον ἢ εἶπε τῷ ῥήματι ἢ διὰ σχήματος ἐνεδείξατο ἢ παρειὰν ἀμύξας τοῖς ὄνυξιν ἢ τρίχας τῆς κεφαλῆς ἀποτίλας ἢ κόνιν καταπασάμενος ἢ τὰ στήθη ταῖς χερσὶ μαστιγώσας ἢ ἐπὶ γῆν ἑαυτὸν ῥίψας ἢ θρηνῳδοὺς ἑαυτῷ περιστήσας ἢ
25ἀνακαλῶν τὰ τῶν κατοιχομένων ὀνόματα καὶ ἐποιμώζων τῇ μνήμῃ; οὐκ ἔστι τούτων οὐδέν. ἀλλ’ ὁ μὲν τῶν κακῶν μηνυτὴς τὴν κατὰ τοὺς παῖδας συμφορὰν διηγήσατο, ὁ δὲ ὁμοῦ τε ἤκουσε καὶ εὐθὺς περὶ τῆς τῶν ὄντων ἐφιλοσόφει φύσεως, πόθεν τὰ ὄντα λέγων καὶ παρὰ τίνος εἰς γένεσιν
30ἄγεται καὶ τίνα εἰκὸς τῶν ὄντων ἐπιστατεῖν· Ὁ κύριος
ἔδωκεν, ὁ κύριος ἀφείλετο. ἐκ θεοῦ, φησί, τοῖς ἀνθρώποις470

9

.

471

ἡ γένεσις, καὶ πρὸς αὐτὸν ἡ ἀνάλυσις· ὅθεν παρῆκται, πρὸς ἐκεῖνο καὶ ἀναλύεται. θεὸς οὖν ὁ τοῦ διδόναι τὴν ἐξουσίαν ἔχων, ὁ αὐτὸς ἔχει καὶ τοῦ ἀφαιρεῖσθαι τὴν ἐξουσίαν· ἀγαθὸς ὢν ἀγαθὰ βουλεύεται, σοφὸς ὢν τὸ συμφέρον ἐπίστα‐
5ται. Ὡς τῷ κυρίῳ ἔδοξεν (ἔδοξε δὲ πάντως καλῶς), οὕτως καὶ ἐποίησεν· Εἴη τὸ ὄνομα κυρίου εὐλογημένον. Ὁρᾷς πόσον τὸ ὕψος τῆς τοῦ ἀθλητοῦ μεγαλοφυΐας· τὸν τῆς θλίψεως καιρὸν εἰς ἐπίσκεψιν τῆς περὶ τῶν ὄντων φιλοσοφίας μετέστησεν. ᾔδει γὰρ ἀκριβῶς, ὅτι ἡ ὄντως ζωὴ
10δι’ ἐλπίδος ἀπόκειται, ἡ δὲ παροῦσα ζωὴ οἱονεὶ σπέρμα τῆς μελλούσης ἐστίν. πολὺ δὲ διενήνοχε τῶν παρόντων τὰ προσδοκώμενα, ὅσον διαφέρει ὁ στάχυς τοῦ κόκκου ὅθεν ἐκφύεται. ὁ νῦν βίος ἀναλογεῖ πρὸς τὸν κόκκον, ὁ δὲ προσ‐ δοκώμενος βίος ἐν τῷ κάλλει τοῦ στάχυος δείκνυται· Δεῖ
15γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν. πρὸς ταῦτα βλέπων ὁ Ἰὼβ συγχαίρει τοῖς τέκνοις τῆς εὐκληρίας, ὡς θᾶττον ἐκλυθεῖσι τῶν τοῦ βίου δεσμῶν. τεκμήριον δὲ ὅτι τῆς ἐπαγγελίας τοῦ θεοῦ τὸ διπλάσιον ἀντὶ τῶν ἀφαιρεθέντων πάντων
20ὑποσχομένης, ἐν τοῖς ἄλλοις ἅπασι διπλασιασθείσης τῆς ἀντιδόσεως, μόνων τῶν τέκνων τὸν διπλασιασμὸν οὐκ ἐζήτησεν, ἀλλὰ δέκα μόνα ἀντὶ τῶν ἀφαιρεθέντων δέδοται. ἐπειδὴ δὲ αἱ τῶν ἀνθρώπων ψυχαὶ εἰς ἀεὶ διαμένουσιν, τούτου χάριν τῶν ἀπολλυμένων διπλασίαν δέχεται τὴν
25ἀντίδοσιν, ἐπὶ δὲ τῶν τέκνων τὰ ἐπιγενόμενα τοῖς προγεννη‐ θεῖσι συναριθμεῖται ὡς πάντων τῷ θεῷ ζώντων, καὶ
οὐδὲν τοῦ προσκαίρου θανάτου τοὺς κατοιχομένους πρὸς471

9

.

472

τὸ εἶναι κωλύοντος. οὐδὲ γὰρ ἄλλο τί ἐστιν ἐπ’ ἀνθρώπων ὁ θάνατος, εἰ μὴ κακίας καθάρσιον. ἐπειδὴ γὰρ οἷόν τι σκεῦος ἀγαθῶν δεκτικὸν τὸ κατ’ ἀρχὰς ἡ φύσις ἡμῶν παρὰ τοῦ θεοῦ τῶν ὅλων κατεσκευάσθη, τοῦ δὲ ἐχθροῦ τῶν ψυχῶν
5ἡμῶν δι’ ἀπάτης ἡμῖν τὸ κακὸν παρεγχέαντος τὸ ἀγαθὸν χώραν οὐκ ἔσχεν, τούτου ἕνεκεν, ὡς ἂν μὴ διαιωνίζοι ἡμῖν ἡ ἐμφυεῖσα κακία, προνοίᾳ κρείττονι θανάτῳ τὸ σκεῦος πρὸς καιρὸν διαλύεται, ἵνα τῆς κακίας ἐκρυείσης ἀναπλασθῇ τὸ ἀνθρώπινον καὶ ἀμιγὲς κακίας τῷ ἐξ ἀρχῆς ἀποκαταστῇ
10βίῳ. τοῦτο γάρ ἐστιν ἡ ἀνάστασις, ἡ εἰς τὸ ἀρχαῖον τῆς φύσεως ἡμῶν ἀναστοιχείωσις. εἰ οὖν ἀμήχανόν ἐστιν ἀναστοιχειωθῆναι πρὸς τὸ κρεῖττον τὴν φύσιν χωρὶς ἀναστά‐ σεως, θανάτου δὲ μὴ προηγησαμένου ἀνάστασις γενέσθαι οὐ δύναται, ἀγαθὸν ἂν εἴη ὁ θάνατος, ἀρχὴ καὶ ὁδὸς τῆς πρὸς
15τὸ κρεῖττον μεταβολῆς ἡμῖν γενόμενος. οὐκοῦν ἐκβάλωμεν, ἀδελφοί, τὴν λύπην τὴν περὶ τῶν κεκοιμημένων, ἣν μόνοι ὑπομένουσιν οἱ μὴ ἔχοντες ἐλπίδα. ἐλπὶς δέ ἐστιν ὁ Χριστός·
ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.472