TLG 2017 021 :: GREGORIUS NYSSENUS :: Oratio funebris in Meletium episcopum

GREGORIUS NYSSENUS Theol.
(Nyssenus: A.D. 4)

Oratio funebris in Meletium episcopum

Source: Spira, A. (ed.), Gregorii Nysseni opera, vol. 9.1. Leiden: Brill, 1967: 441–457.

Citation: Volume — page — (line)

9

.

441

(1t)

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ
2tΕΠΙΤΑΦΙΟΣ ΕΙΣ ΜΕΛΕΤΙΟΝ ΕΠΙΣΚΟΠΟΝ
3tΑΝΤΙΟΧΕΙΑΣ
4Ηὔξησεν ἡμῖν τὸν ἀριθμὸν τῶν ἀποστόλων ὁ νέος ἀπόστο‐
5λος, ὁ συγκαταψηφισθεὶς μετὰ τῶν ἀποστόλων· εἵλκυσαν γὰρ οἱ ἅγιοι πρὸς ἑαυτοὺς τὸν ὁμότροπον, τὸν ἀθλητὴν οἱ ἀθληταί, τὸν στεφανίτην οἱ στεφανῖται, τὸν ἁγνὸν τῇ ψυχῇ οἱ καθαροὶ τῇ καρδίᾳ, τὸν κήρυκα τοῦ λόγου οἱ ὑπηρέται τοῦ λόγου. ἀλλὰ μακαριστὸς μὲν ὁ πατὴρ ἡμῶν τῆς τε ἀποστολικῆς
10συσκηνίας καὶ τῆς πρὸς τὸν Χριστὸν ἀναλύσεως, ἐλεεινοὶ δὲ ἡμεῖς· οὐ γὰρ ἐᾷ μακαρίζειν ἡμᾶς τοῦ πατρὸς τὴν εὐκληρίαν ἡ ἀωρία τῆς ὀρφανίας. ἐκείνῳ κρεῖττον ἦν τὸ σὺν Χριστῷ εἶναι διὰ τῆς ἀναλύσεως, ἀλλ’ ἡμῖν χαλεπὸν τὸ διαζευχθῆναι τῆς πατρικῆς προστασίας. ἰδοὺ γάρ, βουλῆς καιρός, καὶ ὁ
15συμβουλεύων σιγᾷ· πόλεμος ἡμᾶς περιεστοίχισται, πόλεμος441

9

.

442

αἱρετικός, καὶ ὁ στρατηγῶν οὐκ ἔστιν· κάμνει ταῖς ἀρρωστίαις τὸ κοινὸν σῶμα τῆς ἐκκλησίας, καὶ τὸν ἰατρὸν οὐχ εὑρίσκομεν. ὁρᾶτε ἐν ποταποῖς τὰ ἡμέτερα. ἐβουλόμην, εἴ πως οἷόν τε ἦν, τονώσας ἐμαυτοῦ τὴν ἀσθένειαν συναναβῆναι τῷ ὄγκῳ τῆς
5συμφορᾶς καί τινα ῥῆξαι φωνὴν κατ’ ἀξίαν τοῦ πάθους, καθάπερ οἱ γενναῖοι πεποιήκασιν οὗτοι μεγαλοφώνως τὴν ἐπὶ τῷ πατρὶ συμφορὰν ὀδυρόμενοι. ἀλλὰ τί πάθω; πῶς βιάσωμαι γλῶσσαν εἰς ὑπηρεσίαν τοῦ λόγου καθάπερ τινὶ πέδῃ βαρείᾳ τῇ συμφορᾷ πεδηθεῖσαν; πῶς ἀνοίξω στόμα τῇ
10ἀφασίᾳ κεκρατημένον; πῶς προῶμαι φωνὴν εἰς πάθη καὶ θρήνους ἐκ συνηθείας κατολισθαίνουσαν; πῶς ἀναβλέψω τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς τῷ τῆς συμφορᾶς γνόφῳ κεκαλυμμένοις; τίς μοι διασχὼν τὴν βαθεῖαν ταύτην καὶ σκοτεινὴν τῆς λύπης νεφέλην πάλιν ἐξ αἰθρίας λαμπρὰν ἀναδείξει τὴν τῆς
15εἰρήνης ἀκτῖνα; πόθεν δὲ καὶ ἀναλάμψει ἡ ἀκτὶς τοῦ φωστῆρος ἡμῶν καταδύντος; ὢ κακῆς σκοτομήνης ἀνατολὴν φωστῆρος οὐκ ἐλπιζούσης. Ὡς ἀπεναντίον ἡμῖν ἐν τῷ παρόντι τόπῳ νῦν τε καὶ πρώην οἱ λόγοι γίνονται. τότε γαμικῶς ἐχορεύομεν, νῦν
20ἐλεεινῶς ἐπὶ τῷ πένθει στενάζομεν. τότε ἐπιθαλάμιον,442

9

.

443

νῦν ἐπιτάφιον ᾄδομεν. μέμνησθε γὰρ ὅτε τὸν πνευματικὸν γάμον ὑμᾶς εἱστιάσαμεν τῷ καλῷ νυμφίῳ συνοικίζοντες τὴν παρθένον, ὑμᾶς, καὶ τὰ τῶν λόγων ἕδνα κατὰ δύναμιν ἡμῶν εἰσ‐ ηνεγκάμεθα εὐφραίνοντες ἐν τῷ μέρει καὶ εὐφραινόμενοι. ἀλλὰ
5νῦν εἰς θρῆνον ἡμῖν ἡ χαρὰ μεθηρμόσθη καὶ ἡ τῆς εὐφροσύνης περιβολὴ σάκκος ἐγένετο. ἢ τάχα σιωπᾶν ἔδει τὸ πάθος καὶ ἔνδον ἀποκλείειν τῇ σιωπῇ τὴν ἀλγηδόνα, ὡς ἂν μὴ διοχλοίη‐ μεν τοὺς υἱοὺς τοῦ νυμφῶνος οὐκ ἔχοντες τὸ φαιδρὸν τοῦ γάμου ἔνδυμα ἀλλὰ μελανειμονοῦντες τῷ λόγῳ; ἐπειδὴ γὰρ
10ἀπήρθη ἀφ’ ἡμῶν ὁ καλὸς νυμφίος, ἀθρόως τῷ πένθει κατεμελάνθημεν, καὶ οὐκ ἔστι συνήθως καταφαιδρῦναι τὸν λόγον τὴν κοσμοῦσαν ἡμᾶς στολὴν τοῦ φθόνου ἀποσυλή‐ σαντος. πλήρεις ἀγαθῶν πρὸς ὑμᾶς ἀπηντήσαμεν· γυμνοὶ καὶ πένητες ἀφ’ ὑμῶν ὑποστρέφομεν. ὀρθὴν εἴχομεν ὑπὲρ
15κεφαλῆς τὴν λαμπάδα πλουσίῳ τῷ φωτὶ καταλάμπουσαν· ταύτην ἐσβεσμένην ἀνακομίζομεν εἰς καπνὸν καὶ κόνιν διαλυ‐ θέντος τοῦ φέγγους. εἴχομεν τὸν θησαυρὸν τὸν μέγαν ἐν ὀστρα‐ κίνῳ τῷ σκεύει· ἀλλ’ ὁ μὲν θησαυρὸς ἀφανής, τὸ δὲ ὀστράκινον σκεῦος κενὸν τοῦ πλούτου τοῖς δεδωκόσιν ἐπανασῴζεται.
20τί ἐροῦσιν οἱ ἀποστείλαντες; τί ἀποκρινοῦνται οἱ ἀπαιτούμε‐443

9

.

444

νοι; ὢ πονηροῦ ναυαγίου. πῶς ἐν μέσῳ τῷ λιμένι τῆς ἐλπίδος ἡμῶν ἐναυαγήσαμεν; πῶς ἡ μυριοφόρος ὁλκὰς αὐτῷ πληρώματι καταδῦσα γυμνοὺς ἡμᾶς τούς ποτε πλουτοῦντας κατέλιπεν; ποῦ τὸ λαμπρὸν ἱστίον ἐκεῖνο τὸ τῷ ἁγίῳ πνεύματι
5διὰ παντὸς εὐθυνόμενον; ποῦ τὸ ἀσφαλὲς τῶν ψυχῶν ἡμῶν πηδάλιον, δι’ οὗ τὰς τρικυμίας τὰς αἱρετικὰς ἀπαθῶς παρεπλέομεν; ποῦ ἡ ἀμετάθετος τῆς γνώμης ἄγκυρα, ᾗ μετὰ πάσης ἀσφαλείας πεποιθότες ἀνεπαυόμεθα; ποῦ ὁ καλὸς κυβερνήτης ὁ πρὸς τὸν ἄνω σκοπὸν διευθύνων τὸ
10σκάφος; ἆρα μικρὰ τὰ συμβάντα καὶ μάτην παθαίνομαι; ἢ μᾶλλον οὐκ ἐφικνοῦμαι τοῦ πάθους, κἂν ὑπερφωνήσω τῷ λόγῳ; χρήσατε ἡμῖν, ἀδελφοί, χρήσατε τὸ ἐκ συμπαθείας δάκρυον. καὶ γὰρ ὅτε ὑμεῖς ηὐφραίνεσθε, ἡμεῖς τῆς εὐφροσύνης ὑμῖν ἐκοινωνήσαμεν. οὐκοῦν ἀπόδοτε ἡμῖν τὸ πονηρὸν τοῦτο
15ἀντάλλαγμα. Χαίρειν μετὰ χαιρόντων, τοῦτο ἡμεῖς ἐποιήσα‐
μεν· Κλαίειν μετὰ κλαιόντων, τοῦτο ὑμεῖς ἀνταπόδοτε.444

9

.

445

ἐδάκρυσέ ποτε ξένος λαὸς ἐπὶ τοῦ πατριάρχου Ἰακὼβ καὶ τὴν ἀλλοτρίαν συμφορὰν ᾠκειώσατο, ὅτε τὸν πατέρα ἐξ Αἰγύπτου οἱ ἀπ’ ἐκείνου μετακομίσαντες πανδημεὶ τὴν ἐπ’ αὐτῷ συμφορὰν ἐπὶ τῆς ἀλλοτρίας κατωλοφύραντο ἡμέραις
5τριάκοντα καὶ τοσαύταις νυξὶ τὸν ἐπ’ αὐτῷ θρῆνον συμπαρα‐ τείνοντες. μιμήσασθε τοὺς ἀλλοφύλους οἱ ἀδελφοὶ καὶ ὁμόφυλοι. κοινὸν ἦν τότε τῶν ξένων καὶ τῶν ἐγχωρίων τὸ δάκρυον· κοινὸν ἔστω καὶ νῦν, ἐπεὶ καὶ τὸ πάθος κοινόν. ὁρᾶτε τοὺς πατριάρχας τούτους· πάντες οὗτοι τέκνα τοῦ
10ἡμετέρου εἰσὶν Ἰακώβ. ἐξ ἐλευθέρας οἱ πάντες. οὐδεὶς νόθος οὐδὲ ὑπόβλητος. οὐδὲ γὰρ ἦν θέμις ἐκείνῳ δουλικὴν δυσγένειαν ἐπεισάγειν τῇ εὐγενείᾳ τῆς πίστεως. οὐκοῦν καὶ ὑμέτερος ἐκεῖ‐ νος πατήρ, διότι τοῦ πατρὸς ἦν τοῦ ὑμετέρου πατήρ. Ἠκούσατε ἀρτίως τοῦ Ἐφραὶμ καὶ τοῦ Μανασσῆ, οἷα
15καὶ ὅσα περὶ τοῦ πατρὸς διηγήσαντο, ὡς ὑπερβαίνει λόγον τὰ θαύματα. δότε κἀμοί τι περὶ τούτων εἰπεῖν· καὶ γὰρ ἀκίνδυνον τὸ μακαρίζειν λοιπόν· οὐκέτι φοβοῦμαι τὸν φθόνον· τί γάρ με χεῖρον ἐργάσεται; οὐκοῦν γνῶτε τίς ὁ ἀνήρ. Εὐγενὴς τῶν ἀφ’ ἡλίου ἀνατολῶν, Ἄμεμπτος, δίκαιος, ἀληθινός, θεοσεβής,
20ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος (οὐ γὰρ δὴ445

9

.

446

ζηλοτυπήσει ὁ μέγας Ἰώβ, εἰ ταῖς περὶ αὐτοῦ μαρτυρίαις καὶ ὁ μιμητὴς ἐκείνου ἐγκαλλωπίζοιτο). ἀλλ’ ὁ τὰ καλὰ πάντα βλέπων φθόνος εἶδε καὶ τὸ ἡμέτερον ἀγαθὸν πικρῷ ὀφθαλμῷ, καὶ ὁ ἐμπεριπατῶν τῇ οἰκουμένῃ καὶ δι’ ἡμῶν
5περιεπάτησε πλατὺ τὸ ἴχνος τῆς θλίψεως ταῖς εὐπραγίαις ἡμῶν ἐναπερείσας. οὐ βοῶν καὶ προβάτων ἀγέλας διελυμήνα‐ το, πλὴν εἰ μὴ ἄρα τις κατὰ τὸ μυστικὸν εἰς τὴν ἐκκλησίαν μεταλάβοι τὸ ποίμνιον· πλὴν οὐκ ἐν τούτοις ἡμῖν παρὰ τοῦ φθόνου ἡ βλάβη, οὐδὲ ἐν ὄνοις καὶ καμήλοις τὴν ζημίαν
10εἰργάσατο, οὐδὲ τραύματι σαρκὸς τὰς αἰσθήσεις ἐδρίμυξεν, ἀλλ’ αὐτῆς ἡμᾶς τῆς κεφαλῆς ἀπεσύλησεν. τῇ δὲ κεφαλῇ συναπῆλθε τὰ τίμια ἡμῶν αἰσθητήρια. οὐκέτι ἔστιν ὁ ὀφθαλμὸς ὁ τὰ οὐράνια βλέπων, οὐδὲ ἡ ἀκοή 〈ἡ〉 τῆς θείας φωνῆς ἐπαΐουσα, οὐδὲ ἡ γλῶσσα ἐκείνη, τὸ ἁγνὸν ἀνάθημα τῆς
15ἀληθείας. ποῦ ἡ γλυκεῖα τῶν ὀμμάτων γαλήνη; ποῦ τὸ φαιδρὸν ἐπὶ τοῦ χείλους μειδίαμα; ποῦ ἡ εὐπροσήγορος δεξιὰ τῇ τοῦ στόματος εὐλογίᾳ τοὺς δακτύλους συνεπισείουσα; προάγομαι δὲ ὡς ἐπὶ σκηνῆς ἀναβοῆσαι τὴν συμφοράν.
ἐλεῶ σε, ὦ ἐκκλησία· πρὸς σὲ λέγω τὴν Ἀντιόχου πόλιν·446

9

.

447

ἐλεῶ σε τῆς ἀθρόας ταύτης μεταβολῆς. πῶς ἀπεκοσμήθη τὸ κάλλος; πῶς ἀπεσυλήθη ὁ κόσμος; πῶς ἐξαίφνης ἀπερρύη τὸ ἄνθος; ὄντως Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσεν. τίς ὀφθαλμὸς πονηρός, τίς βασκανία κακὴ
5κατὰ τῆς ἐκκλησίας ἐκείνης ἐκώμασεν; οἷα ἀνθ’ οἵων ἠλλάξατο. ἐξέλιπεν ἡ πηγή. ἐξηράνθη ὁ ποταμός. πάλιν εἰς αἷμα μετεποιήθη τὸ ὕδωρ. ὢ δυστυχοῦς ἀγγελίας ἐκείνης τῆς διαγγελούσης τῇ ἐκκλησίᾳ τὸ πάθος. τίς ἐρεῖ τοῖς τέκνοις ὅτι ἀπωρφανίσθησαν; τίς ἀπαγγελεῖ τῇ
10νύμφῃ ὅτι ἐχήρευσεν; ὢ τῶν κακῶν. τί ἐξέπεμψαν; καὶ τί ὑποδέχονται; κιβωτὸν προέπεμψαν καὶ σορὸν ὑποδέ‐ χονται. κιβωτὸς γὰρ ἦν, ἀδελφοί, ὁ τοῦ θεοῦ ἄνθρωπος· κιβωτός, περιέχων ἐν ἑαυτῷ τὰ θεῖα μυστήρια. ἐκεῖ ἡ στάμνος ἡ χρυσῆ, πλήρης τοῦ θείου μάννα, πλήρης
15τῆς οὐρανίου τροφῆς. ἐν ἐκείνῃ αἱ πλάκες τῆς διαθήκης ἐν ταῖς πλαξὶ τῆς καρδίας ἐγγεγραμμέναι πνεύματι θεοῦ
ζῶντος, οὐ μέλανι· οὐδὲν γὰρ τῇ καθαρότητι τῆς447

9

.

448

καρδίας ζοφῶδες καὶ μέλαν ἐνεκέκαυτο νόημα· ἐν ἐκείνῃ ἡ ῥάβδος τῆς ἱερωσύνης ἡ ἐν ταῖς χερσὶ ταῖς ἐκείνου βλαστήσασα. καὶ εἴ τι ἄλλο τὴν κιβωτὸν ἔχειν ἀκούομεν, πάντα τῇ ψυχῇ τοῦ ἀνδρὸς περιείληπτο.
5 Ἀλλ’ ἀντ’ ἐκείνων τί; σιωπάτω ὁ λόγος. σινδόνες καθαραὶ καὶ τὰ ἐκ σηρῶν ὑφάσματα, μύρων καὶ ἀρωμάτων δαψίλεια, γυναικὸς φιλοτιμία κοσμίας τε καὶ εὐσχήμονος· εἰρήσεται γάρ, ὡς ἂν καὶ ταῦτα γένοιτο εἰς μαρτυρίαν αὐτῇ, ὃ περὶ τὸν ἱερέα ἐποίησεν δαψιλῶς τὴν ἀλάβαστρον τοῦ μύρου τῆς τοῦ
10ἱερέως κεφαλῆς καταχέασα. ἀλλὰ τὸ ἐν τούτοις διασῳζόμενον, τί; ὀστέα νεκρὰ καὶ πρὸ τοῦ θανάτου προμεμελετηκότα τὴν νέκρωσιν, τὰ λυπηρὰ τῶν συμφορῶν ἡμῶν μνημόσυνα. ὢ οἵα φωνὴ πάλιν ἐν Ῥαμὰ ἀκουσθήσεται· Ῥαχὴλ κλαίουσα οὐχὶ τὰ τέκνα ἑαυτῆς ἀλλὰ τὸν ἄνδρα καὶ οὐ προσιεμένη
15παράκλησιν. ἄφετε, οἱ παρακαλοῦντες, ἄφετε. μὴ κατισχύσητε448

9

.

449

παρακαλέσαι. βαρὺ πενθείτω ἡ χήρα. αἰσθέσθω τῆς ζημίας, ἣν ἐζημίωται· καίτοι οὐκ ἀμελέτητός ἐστι τοῦ χωρισμοῦ ἐν τοῖς ἀγῶσι τοῦ ἀθλητοῦ προεθισθεῖσα φέρειν τὴν μόνωσιν. μέμνησθε πάντως ὅπως ὑμῖν ὁ πρὸ ἡμῶν λόγος τοὺς ἀγῶνας
5τοῦ ἀνδρὸς διηγήσατο, ὅτι διὰ πάντων τιμῶν τὴν ἁγίαν τριάδα καὶ ἐν τῷ ἀριθμῷ τῶν ἀγώνων τὴν τιμὴν διεσώσατο τρισὶ πειρασμῶν προσβολαῖς ἐναθλήσας. ἠκούσατε τὴν ἀκολουθίαν τῶν πόνων, οἷος ἐν πρώτοις, οἷος ἐν μέσοις, ἐν τελευταίοις οἷος ἦν. περιττὴν κρίνω τὴν ἐπανάληψιν
10τῶν εἰρημένων καλῶς, ἀλλὰ τοσοῦτον εἰπεῖν μόνον ἴσως οὐκ ἄκαιρον· ὅτε τὸ πρῶτον εἶδεν ἡ σώφρων ἐκκλησία ἐκείνη τὸν ἄνδρα, εἶδε πρόσωπον ἀληθῶς ἐν εἰκόνι θεοῦ μεμορφωμένον, εἶδεν ἀγάπην πηγάζουσαν, εἶδε χάριν περικεχυμένην τοῖς χείλεσιν, ταπεινοφροσύνης τὸν ἀκρότατον ὅρον, μεθ’ ὃν οὐκ
15ἔστιν ἐπινοῆσαι τὸ πλέον· κατὰ τὸν Δαβὶδ τὴν πραότητα, κατὰ τὸν Σολομῶντα τὴν σύνεσιν, κατὰ τὸν Μωϋσέα τὴν ἀγα‐ θότητα, κατὰ τὸν Σαμουὴλ τὴν ἀκρίβειαν, κατὰ τὸν Ἰωσὴφ τὴν σωφροσύνην, κατὰ τὸν Δανιὴλ τὴν σοφίαν, κατὰ τὸν
μέγαν Ἠλίαν ἐν τῷ ζήλῳ τῆς πίστεως, κατὰ τὸν ὑψηλὸν Ἰω‐449

9

.

450

άννην ἐν τῇ ἀφθορίᾳ τοῦ σώματος,· εἶδε τοσούτων ἀγαθῶν συνδρομὴν περὶ μίαν ψυχήν· ἐτρώθη τῷ μακαρίῳ ἔρωτι ἐν τῇ ἁγνῇ καὶ ἀγαθῇ φιλοφροσύνῃ τὸν νυμφίον ἑαυτῆς ἀγαπήσασα. ἀλλὰ πρὶν τὴν ἐπιθυμίαν ἐμπλῆσαι, πρὶν ἀναπαῦσαι τὸν
5πόθον, ἔτι τῷ φίλτρῳ ζέουσα, κατελείφθη μόνη τῶν πειρα‐ σμῶν τὸν ἀθλητὴν ἐπὶ τοὺς ἀγῶνας καλούντων. καὶ ὁ μὲν ἐνήθλει τοῖς ὑπὲρ τῆς ἀληθείας ἱδρῶσιν, ἡ δὲ ὑπέμενεν ἐν σωφροσύνῃ τὸν γάμον φυλάσσουσα. χρόνος ἦν ἐν τῷ μέσῳ πολὺς καί τις μοιχικῶς κατεπεχείρει τῆς ἀχράντου παστάδος.
10ἀλλ’ ἡ νύμφη οὐκ ἐμιαίνετο. καὶ πάλιν ἐπάνοδος καὶ πάλιν φυγὴ καὶ ἐκ τρίτου ὡσαύτως, ἕως διασχὼν τὸν αἱρετικὸν ζόφον ὁ κύριος καὶ τὴν ἀκτῖνα τῆς εἰρήνης ἐπιβαλὼν ἔδωκεν ἀνάπαυσίν τινα τῶν μακρῶν πόνων ἐλπίζειν. ἀλλ’ ἐπειδὴ πάλιν εἶδον ἀλλήλους καὶ ἀνενεώθησαν εὐφροσύναι καὶ
15θυμηδίαι πνευματικαὶ καὶ πάλιν ἀνεφλέχθη ὁ πόθος, εὐθὺς διακόπτει τὴν ἀπόλαυσιν ἡ ἐσχάτη αὕτη ἀποδημία. ἦλθε νυμφοστολήσων ὑμᾶς καὶ οὐ διήμαρτε τοῦ σπουδάσματος.
ἐπέθηκε τῇ καλῇ συζυγίᾳ τοὺς τῆς εὐλογίας στεφάνους.450

9

.

451

ἐμιμήσατο τὸν δεσπότην τὸν ἴδιον. ὡς ἐν Κανᾶ τῆς Γαλιλαίας ὁ κύριος, οὕτως καὶ ἐνταῦθα ὁ μιμητὴς τοῦ κυρίου. τὰς γὰρ Ἰουδαϊκὰς ὑδρίας τοῦ αἱρετικοῦ ὕδατος πεπληρωμένας πλήρεις τοῦ ἀκηράτου οἴνου ἐποίησεν ἐν τῇ δυνάμει τῆς
5πίστεως μεταποιήσας τὴν φύσιν. ἔστησεν ἐν ὑμῖν πολλάκις κρατῆρα νηφάλιον τῇ γλυκείᾳ ἑαυτοῦ φωνῇ δαψιλῶς οἰνοχοή‐ σας τὴν χάριν. πολλάκις ὑμῖν προεθήκατο τὴν λογικὴν πανδαισίαν. ὁ μὲν εὐλογῶν καθηγεῖτο, οἱ δὲ καλοὶ οὗτοι μαθηταὶ διηκόνουν τοῖς ὄχλοις λεπτοποιοῦντες τὸν λόγον.
10καὶ ἡμεῖς ηὐφραινόμεθα τὴν τοῦ γένους ὑμῶν δόξαν οἰκείαν ποιούμενοι. Ὡς καλὰ μέχρι τούτου τὰ διηγήματα. ὡς μακάριον ἦν τούτοις ἐναπολῆξαι τὸν λόγον. ἀλλὰ μετὰ ταῦτα τί; Καλέσατε τὰς θρηνούσας, ὁ Ἰερεμίας φησίν. οὐ γὰρ ἔστιν ἄλλως
15φλεγομένην καρδίαν καταπεφθῆναι ὑπὸ τοῦ πάθους οἰδαίνου‐ σαν, μὴ στεναγμοῖς καὶ δακρύοις κουφιζομένην. τότε παρεμυθεῖτο τὸν χωρισμὸν ἡ τῆς ἐπανόδου ἐλπίς, νυνὶ δὲ τὸν ἔσχατον ἡμῶν χωρισμὸν ἀπεσχίσθη. χάσμα μέγα μεταξὺ
αὐτοῦ τε καὶ τῆς ἐκκλησίας κατὰ τὸ μέσον ἐστήρικται.451

9

.

452

ὁ μὲν ἐν τοῖς κόλποις τοῦ Ἀβραὰμ ἀναπαύεται, ὁ δὲ διακομί‐ ζων τὴν σταγόνα τοῦ ὕδατος, ἵνα καταψύξῃ τῶν ὀδυνωμένων τὴν γλῶσσαν, οὐκ ἔστιν. οἴχεται τὸ κάλλος ἐκεῖνο, σιγᾷ ἡ φωνή, μέμυκε τὰ χείλη, ἀπέπτη ἡ χάρις, διήγημα γέγονεν ἡ
5εὐκληρία. ἐλύπει ποτὲ καὶ τὸν Ἰσραηλίτην λαὸν Ἠλίας ἀπὸ γῆς πρὸς τὸν θεὸν ἀνιπτάμενος. ἀλλὰ παρεμυθεῖτο τὸν χωρισμὸν Ἐλισσαῖος τῇ μηλωτῇ τοῦ διδασκάλου κοσμούμε‐ νος. νυνὶ δὲ τὸ τραῦμα ὑπὲρ θεραπείαν ἐστίν, ὅτι καὶ Ἠλίας ἀνελήφθη καὶ Ἐλισσαῖος οὐχ ὑπελείφθη. ἠκούσατε τοῦ Ἰερε‐
10μίου φωνάς τινας σκυθρωπὰς καὶ γοώδεις, αἷς ἐρημωθεῖσαν τὴν πόλιν Ἱεροσολυμιτῶν κατεθρήνησεν, ὃς ἄλλα τέ τινα περιπαθῶς διεξῆλθε καὶ τοῦτό φησιν· Ὁδοὶ Σιὼν πενθοῦσιν. ταῦτα τότε μὲν εἴρηται, νῦν δὲ πεπλήρωται. ὅταν γὰρ περιαγγείλῃ τὸ πάθος ἡ φήμη, τότε πλήρεις ἔσονται αἱ
15ὁδοὶ τῶν πενθούντων καὶ προχυθήσονται οἱ ὑπ’ αὐτοῦ ποιμαινόμενοι τὴν τῶν Νινευϊτῶν φωνὴν ἐπὶ τοῦ πάθους μιμούμενοι, μᾶλλον δὲ κἀκείνων ἀλγεινότερον ὀδυνώμενοι. τοῖς μὲν γὰρ ὁ θρῆνος τὸν φόβον ἔλυσεν, τούτοις δὲ λύσις
οὐδεμία τῶν κακῶν ἀπὸ τῶν θρήνων ἐλπίζεται. οἶδά τινα452

9

.

453

τοῦ Ἰερεμίου καὶ ἄλλην φωνὴν ταῖς βίβλοις οὖσαν τῶν ψαλμῶν ἐναρίθμιον, ἣν ἐπὶ τῇ αἰχμαλωσίᾳ τοῦ Ἰσραὴλ ἐποιήσατο, ὅτε ἐπὶ τῶν Βαβυλωνίων ποταμῶν καθήμενοι τὴν μνήμην τῶν ἰδίων ἀγαθῶν ἀπεκλάοντο. φησὶ δὲ ὁ
5λόγος ὅτι Ἐν ἰτέαις ἐκρεμάσαμεν ἑαυτῶν τὰ ὄργανα, σιωπὴν ἑαυτῶν τε καὶ τῶν ὀργάνων καταδικάσαντες. ἐμὴν ποιοῦμαι τὴν ᾠδὴν ταύτην. ἐὰν γὰρ ἴδω τὴν αἱρετικὴν σύγχυσιν (Βαβυλὼν δέ ἐστιν ἡ σύγχυσις) καὶ ἐὰν ἴδω τοὺς πειρασμοὺς τοὺς διὰ τῆς συγχύσεως
10ῥέοντας, ταῦτα ἐκεῖνά φημι τὰ Βαβυλώνια ῥεύματα, οἷς προσκαθήμενοι κλαίομεν, ὅτι τὸν διάγοντα ἡμᾶς διὰ τούτων οὐκ ἔχομεν. κἂν τὰς ἰτέας εἴπῃς καὶ τὰ ἐπὶ τούτων ὄργανα, ἐμὸν καὶ τοῦτο τὸ αἴνιγμα. ὄντως γὰρ ἐν ἰτέαις ὁ βίος. δένδρον γὰρ ἄκαρπον ἡ ἰτέα ἐστίν. ἡμῶν δὲ ἀπερρύη τῆς
15ζωῆς ὁ γλυκὺς καρπός. οὐκοῦν ἰτέαι γεγόναμεν ἄκαρποι ἀργὰ καὶ ἀκίνητα τὰ τῆς ἀγάπης ὄργανα ἐπὶ τῶν ξύλων κρεμάσαντες. Ἐὰν ἐπιλάθωμαί σου, φησίν, Ἰερουσαλήμ, ἐπιλησθείη ἡ δεξιά μου. δότε μοι μικρὸν ὑπαλλάξαι τὸ γεγραμμένον, ὅτι οὐχ ἡμεῖς τῆς δεξιᾶς, ἀλλ’ ἡ δεξιὰ ἡμῶν
20ἐπιλέλησται, καὶ ἡ γλῶσσα τῷ ἰδίῳ λάρυγγι κολληθεῖσα453

9

.

454

τὰς τῆς φωνῆς διεξόδους ἀπέφραξεν, ἵνα μηκέτι ἡμεῖς τῆς γλυκείας ἐκείνης φωνῆς πάλιν ἀκούσωμεν. Ἀλλ’ ἀποψήσασθέ μοι τὰ δάκρυα. αἰσθάνομαι γὰρ πέρα τοῦ δέοντος ἐπὶ τῷ πάθει γυναικιζόμενος. οὐκ
5ἀπήρθη ἀφ’ ἡμῶν ὁ νυμφίος, μέσος ἡμῶν ἕστηκεν, κἂν ἡμεῖς μὴ βλέπωμεν. ἐν τοῖς ἀδύτοις ὁ ἱερεύς· εἰς τὰ ἐνδότερα τοῦ καταπετάσματος, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθε Χριστός. κατέλιπε τὸ τῆς σαρκὸς παραπέτασμα. οὐκέτι ὑποδείγματι καὶ σκιᾷ τῶν ἐπουρανίων λατρεύει, ἀλλ’ εἰς αὐτὴν
10βλέπει τὴν τῶν πραγμάτων εἰκόνα. οὐκέτι δι’ ἐσόπτρου καὶ δι’ αἰνίγματος, ἀλλ’ αὐτοπροσώπως ἐντυγχάνει τῷ θεῷ, ἐντυγχάνει δὲ ὑπὲρ ἡμῶν καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων. ἀπέθετο τοὺς δερματίνους χιτῶνας· οὐδὲ γάρ ἐστι χρεία
τοῖς ἐν παραδείσῳ διάγουσι τῶν τοιούτων χιτώνων· ἀλλ’454

9

.

455

ἔχει ἐνδύματα, ἃ τῇ καθαρότητι τοῦ βίου ἑαυτῷ ἐξυφήνας ἐπεκομίσατο. τίμιος ἐναντίον κυρίου τοῦ ὁσίου ὁ θάνατος, μᾶλλον δὲ οὐχὶ θάνατος, ἀλλὰ ῥῆξίς ἐστι δεσμῶν. Διέρρηξας γάρ, φησίν, τοὺς δεσμούς μου. ἀπελύθη ὁ Συμεών, ἠλευθερώθη
5τῶν δεσμῶν τῶν τοῦ σώματος. ἡ παγὶς συνετρίβη, τὸ δὲ στρουθίον ἀπέπτη. κατέλιπε τὴν Αἴγυπτον, τὸν ἰλυώδη βίον. ἐπέρασεν οὐχὶ τὴν ἐρυθρὰν ἐκείνην, ἀλλὰ τὴν μέλαιναν ταύτην καὶ ζοφώδη τοῦ βίου θάλασσαν. εἰσῆλθεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, ἐπὶ τοῦ ὄρους προσφιλοσοφεῖ τῷ θεῷ.
10ἐλύσατο τὸ ὑπόδημα τῆς ψυχῆς, ἵνα καθαρᾷ τῇ βάσει τῆς
διανοίας τῆς ἁγίας γῆς ἐπιβατεύσῃ, ἐν ᾗ καθορᾶται455

9

.

456

θεός. ταύτην ἔχοντες, ἀδελφοί, τὴν παράκλησιν ὑμεῖς οἱ τὰ ὀστᾶ τοῦ Ἰωσὴφ ἐπὶ τὴν χώραν τῆς εὐλογίας μετακομί‐ ζοντες ἀκούσατε τοῦ Παύλου παρεγγυῶντος· Μὴ λυπεῖσθε ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. εἴπατε τῷ ἐκεῖ λαῷ,
5διηγήσασθε τὰ καλὰ διηγήματα. εἴπατε τὸ ἀπιστούμενον θαῦμα, πῶς εἰς θαλάσσης ὄψιν καταπυκνωθέντες ὁ μυριάνθρω‐ πος δῆμος ἓν ἦν κατὰ τὸ συνεχὲς σῶμα οἱ πάντες οἷόν τι ὕδωρ περὶ τὴν τοῦ σκηνώματος πομπὴν πελαγίζοντες· πῶς ὁ καλὸς Δαβὶδ πολυμερῶς καὶ πολυτρόπως εἰς μυρίας τάξεις
10ἑαυτὸν καταμερίσας ἐν ἑτερογλώσσοις καὶ ὁμογλώσσοις περὶ τὸ σκῆνος ἐχόρευεν· πῶς ἑκατέρωθεν οἱ τοῦ πυρὸς ποταμοὶ τῇ συνεχείᾳ τῶν λαμπάδων οἷόν τις ὑδάτων ὁλκὸς ἀδιασπάστως ῥέοντες, ἕως οὗ δυνατὸν ἦν ὀφθαλμῷ λαβεῖν, παρετείνοντο. εἴπατε τοῦ λαοῦ παντὸς τὴν προθυμίαν,
15τῶν ἀποστόλων τὴν συσκηνίαν· πῶς τὰ σουδάρια τῶν χρωτῶν αὐτοῦ εἰς φυλακτήρια τῶν πιστῶν διετίλλετο. προσκείσθω τῷ διηγήματι βασιλεὺς σκυθρωπάζων ἐπὶ τῷ
πάθει καὶ θρόνων ἐξανιστάμενος, καὶ πόλις ὅλη τῇ πομπῇ456

9

.

457

τοῦ ἁγίου συμμεταβαίνουσα, καὶ παρακαλεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις. καλῶς ὁ Σολομὼν ἰατρεύει τὴν λύπην. κελεύει γὰρ οἶνον τοῖς ἐν λύπῃ διδόναι, πρὸς ὑμᾶς τοῦτο λέγων, τοὺς τοῦ ἀμπελῶνος ἐργάτας. δότε οὖν τὸν
5ὑμέτερον οἶνον τοῖς λυπουμένοις, οὐ τὸν τῆς μέθης ἐργάτην ἀλλὰ τὸν τὴν καρδίαν εὐφραίνοντα. ζωροτέρῳ τῷ κράματι καὶ ἀφθονωτέραις δεξιοῦσθε τοῦ λόγου ταῖς κύλιξιν, ὥστε ἡμῖν πάλιν εἰς εὐφροσύνην περιστραφῆναι τὸ πένθος ἐν Χριστῷ
Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.457