TLG 2017 020 :: GREGORIUS NYSSENUS :: De deitate adversus Evagrium (vulgo In suam ordinationem)

GREGORIUS NYSSENUS Theol.
(Nyssenus: A.D. 4)

De deitate adversus Evagrium (vulgo In suam ordinationem)

Source: Gebhardt, E. (ed.), Gregorii Nysseni opera, vol. 9.1. Leiden: Brill, 1967: 331–341.

Citation: Volume — page — (line)

9

.

331

(1t)

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ
2tΕΙΣ ΤΗΝ ΕΑΥΤΟΥ ΧΕΙΡΟΤΟΝΙΑΝ ΠΡΟΣ
3tΕΥΑΓΡΙΟΝ ΠΕΡΙ ΘΕΟΤΗΤΟΣ
4Ἦλθε καὶ ἐφ’ ἡμᾶς ἡ τῆς πνευματικῆς ἑστιάσεως λειτουρ‐
5γία μετέχειν μᾶλλον ἑτέρων ἢ ἑαυτοὺς παρέχειν ἄλλοις ὄντας ἐπιτηδείους. καίτοι γε ἔγωγε καὶ παντελῶς ἠξίουν ἀτελὴς εἶναι τῶν τοιούτων φόρων διὰ τὴν τοῦ λέγειν πενίαν κατά τινα νόμον συμποτικόν· ἀκούω γὰρ τοὺς ἁβροτέρους τὴν δίαιταν ὅταν ἐκ περιόδου τῷ κοινῷ συσσιτίῳ τὰς εὐωχίας παρασκευά‐
10ζωσιν, εἴ τις ἐκ τοῦ καταλόγου τῶν δαιτυμόνων πενέστερος εἴη, τοῦτον ἐκ κοινῆς συνθήκης ἀτελῆ σύνδειπνον ἔχειν. οὕτω καὶ αὐτὸς ἐβουλόμην ἐπισίτιος εἶναι τῆς τῶν πλουσίων τρυφῆς. ἀλλ’ ἐπειδὴ ὁ καλός τε καὶ πλούσιος ἑστιάτωρ οὗτος οὐδὲ ἡμῶν φείδεται, διακονεῖν δὲ προστάττει, ἐρῶ πρὸς
15αὐτόν· Φίλε, χρῆσόν μοι τῶν σῶν ἄρτων· ἄρτους δὲ λέγω τὴν διὰ τῶν εὐχῶν συμμαχίαν. πῶς γὰρ ἔστι τοῖς πνευματι‐ κοῖς τούτοις κηρίοις τὴν ἀκοὴν ὑμῶν ἐντρυφήσασαν πενιχρῷ καὶ πτωχεύοντι δεξιώσασθαι λόγῳ; καὶ τάχα καλῶς εἶχεν ὥσπερ ἐπὶ τῶν γυμνικῶν ἀγώνων (μόνων γὰρ τῶν ἰσχυόντων
20ἐν ἐκείνοις ἐστὶ τὸ στάδιον, οἱ δὲ λοιποὶ θέατρον γίνονται
τῶν ἀγωνιζομένων), οὕτω καὶ εἰς τὸ πνευματικὸν τοῦτο331

9

.

332

στάδιον μόνους τοὺς σφριγῶντας ἐν τῇ δυνάμει τῶν λόγων πρὸς τοὺς ἀγωνιστὰς ἀποδύεσθαι, εἰ δέ τις εἴη τῶν οἷος ἐγώ, ᾧ πολιὰ μὲν ἡ θρίξ, νωθρὰ δὲ ὑπὸ τοῦ χρόνου ἡ δύναμις, ὑπότρομος δὲ καὶ ὑποσκάζων ὁ λόγος, τοῦτον ἐᾶν τοῖς ἱδρῶσι
5τῶν ἀγωνιστῶν ἐπευφραίνεσθαι. οὔκουν μηκύνωμεν ὑμῖν, ἀδελφοί, τὸ προοίμιον ἐνασχολούμενοι τῷ θαύματι τῶν προλαβόντων. ἤδη κεκορεσμένοι ἐστέ, ἤδη ἐπλουτήσατε, ὁ δὲ κόρος ἀπὸ γλυκασμάτων ἐστί· τούτοις γὰρ ὑμᾶς ὁ προλα‐ βὼν λόγος ἐτιθηνήσατο. τάχα οὖν ἄχρηστον κόρον ἐπιβάλλειν
10τῷ κόρῳ ἐπάνω τῶν χρυσῶν λόγων οἷόν τισι μολυβδίνοις νομίσμασι τὴν μνήμην ἐπιφορτίζοντα· πλὴν ὅτι συντελεῖ πολλάκις εἰς συνεργίαν κάλλους καὶ ἡ χείρων ὕλη καταμι‐ χθεῖσα τῇ κρείττονι. ἐγγὺς ἡ ἀπόδειξις· ὁρᾷς τὸν ὑπὲρ κεφαλῆς τοῦτον ὄροφον, ὡς καλὸς ἰδεῖν, ὡς γλαφυρῶς ταῖς
15γλυφαῖς ἐπανθεῖ τὸ χρυσίον; οὗτος χρύσεος ὢν ὅλος τὴν ἐπιφάνειαν κύκλοις τισὶ πολυγώνοις κυάνῳ διακεχρισμένοις ὑποκεχάρακται. τί οὖν δὴ βούλεται τῷ τεχνίτῃ ἡ κύανος; ὡς ἄν, οἶμαι, τῷ ἐναλλάσσοντι τῆς χρόας ὁ χρυσὸς πλέον ἐκλάμ‐ ποι. εἰ οὖν ἡ κύανος ἐμμιχθεῖσα τῷ χρυσῷ περικαλλεστέραν
20τὴν αὐγὴν ἀποδείκνυσιν, οὐκ ἄκαιρον ἴσως τῇ λαμπηδόνι τῶν προρρηθέντων λόγων καὶ τὴν ἡμετέραν παρεγγραφῆναι μελά‐
νην. ἔτι ὑμῖν ἐν προοιμίοις ἀδολεσχοῦμεν, ἀλλ’ ἀκούσατε.332

9

.

333

Ἀκούω Μωυσέα τὸν μέγαν ὅτε τὴν σκηνὴν τοῖς Ἰσραηλί‐ ταις ἐπήγνυτο καὶ τὸν Βεσελεὴλ ἐκεῖνον, ὃς πνεύματι θείῳ τὴν σοφίαν ἔσχε τῆς ἀρχιτεκτονικῆς αὐτοδίδακτον, κοινῇ προθεῖναι τὴν φιλοτιμίαν πλουσίοις καὶ πένησι τῶν μὲν
5πλουσίων χρυσὸν καὶ πορφύραν καὶ τοὺς τιμίους τῶν λίθων ἐκλέγοντας, τῶν δὲ πενήτων ξύλα καὶ δέρματα καὶ τὰς τῶν αἰγῶν τρίχας οὐκ ἀποβάλλοντας. ἀλλ’ οὐκ ἄκαιρος τῆς ἱστορίας ἴσως ἡ μνήμη· ὃ γάρ μου τὴν καρδίαν ὑπέδραμε νόημα, βούλομαι καὶ τῷ κοινῷ παραθέσθαι. πνεύματι θείῳ ὁ
10Βεσελεὴλ σοφὸς ἐξ ἰδιώτου ἐγένετο· οὕτω γὰρ ἡ ἱστορία φησίν. ἀκουέτω τοίνυν ὁ πνευματομάχος· ὁ θεῖον εἰπὼν τὸ πνεῦμα τὸ ἅγιον, οὗ ἡ ἐπίβασις οἷόν τι ἴχνος τὴν τῆς σοφίας χάριν τῇ ψυχῇ ἐνσημαίνεται, ἆρα καθυβρίζει τῇ τοῦ θείου προσηγορίᾳ τὴν ἀξίαν τοῦ πνεύματος; ἆρα μικρόν τι καὶ
15ταπεινὸν περὶ αὐτοῦ νοεῖν ὑποτίθεται ἤ τι τῶν ἐν τῇ κτίσει τῷ ὀνόματι τούτῳ σημαίνεται; μὴ ἐπίκτητον οἴεται τῷ πνεύματι τὴν θειότητα; μὴ διπλόην τινὰ καὶ σύνθεσιν περὶ τὸ ἁπλοῦν καὶ ἀσύνθετον ἐννοεῖ; τάχα οὐκ ἔστι ταῖς τοιαύταις ὑπονοίαις συνενεχθῆναι, ἀλλ’ ὁμολογεῖ πάντως θεῖον ὂν τὸ
20πνεῦμα τῇ φύσει τοιοῦτό τε εἶναι καὶ λέγεσθαι. ὁρᾷς ὡς αὐτομάτως ἐκκαλύπτεταί σοι ἡ ἀλήθεια· πολλὰς γὰρ θείας φύσεις τὸ τῶν Χριστιανῶν οὐκ ἐπίσταται κήρυγμα, ἐπεὶ ἀνάγκη πᾶσα καὶ πολλοὺς θεοὺς ἀναπλάττεσθαι· οὐ γάρ
ἐστι δυνατὸν πολλοὺς νοηθῆναι θεοὺς μὴ τῆς κατὰ φύσιν333

9

.

334

ἑτερότητος τὸ τῶν θεῶν πλῆθος διαγγελλούσης. εἰ οὖν μία παρὰ πάντων ἡ θεία φύσις εἶναι πιστεύεται, θεῖον δὲ τῇ φύσει τὸ πνεῦμα τὸ ἅγιον, τί διατέμνεις τῷ λόγῳ τὸ συνημμέ‐ νον τῇ φύσει; ἀλλὰ τίς μοι δώσει τὴν δύναμιν τοῦ λόγου
5ἐκείνου, οὗ τὸ τέλος σωτηρία τῶν ἀκουόντων ἦν; μίαν προήκατο φωνὴν Ἱεροσολυμίταις ὁ Πέτρος καὶ τοσαῦται χιλιάδες ἀνθρώπων τῇ μιᾷ περιβολῇ τοῦ λόγου ὑπὸ τοῦ ἁλιέως ἐσαγηνεύθησαν. τοσοῦτοι δὲ καὶ τοιοῦτοι παρὰ τῶν διδασκάλων ἐν ἡμῖν τρίβονται λόγοι καὶ τίς γέγονε τῶν
10σῳζομένων προσθήκη; Τὸ ἐκλεῖπον ἐκλείπει, φησί τις τῶν προφητῶν, τὸ ἀποθνῇσκον ἀποθνῄσκει. τὸ πεπλανημένον οὐκ ἐπιστρέφει· λέλυται τῆς ἀγάπης ὁ σύνδεσμος, ἥρπασται τῶν θησαυρῶν ἡμῶν ἡ εἰρήνη. ὢ τῶν κακῶν· προάγομαι γὰρ ἐπιστενάξαι τῷ πάθει· ἡμέτερον κτῆμα ἦν ἡ ἀγάπη
15ποτέ, πατρῷος ἡμῖν οὗτος ὁ κλῆρος, ὃν διὰ τῶν μαθητῶν ἡμῖν ὁ κύριος ἐθησαύρισεν εἰπών· Ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. ἀλλὰ ταύτην τὴν κληρονομίαν οἱ μὲν ἐφεξῆς διάδοχοι παῖς παρὰ πατρὸς ἐκδεχόμενοι μέχρι τῶν πατέρων ἡμῶν διεσώσαντο, ἡ δὲ ἄσωτος αὕτη
20γενεὰ οὐκ ἐφύλαξεν. πῶς οἴχεται τῶν χειρῶν ἡμῶν διαρρυεὶς τῆς ἀγάπης ὁ πλοῦτος; ἡμεῖς τῆς ἀγάπης πτωχεύομεν καὶ οἱ ἐχθροὶ τοῖς ἡμετέροις ἀγαθοῖς ἐναβρύνονται. Ἐζήλωσα
ἐπὶ τοῖς ἀνόμοις· οὕτως φησὶν ὁ ψαλμῳδός, ἐγὼ δὲ μικρόν334

9

.

335

τι παρῳδήσας τὸ ῥηθὲν ἀναγνώσομαι· ἐζήλωσα ἐπὶ τοῖς ἀνομοίοις, ἐζήλωσα εἰρήνην ἁμαρτωλῶν θεωρῶν, ἐκεῖνοι ἀλλήλοις συνίστανται καὶ ἡμεῖς ἀπ’ ἀλλήλων διατεμνόμεθα, ἐκεῖνοι ἑαυτοῖς συνασπίζουσι καὶ ἡμεῖς τὸν ἡμέτερον
5συνασπισμὸν διαλύομεν. κλέψας τὸ ἡμέτερον κτῆμα ὁ τῶν ψυχῶν λωποδύτης τοῖς ἐχθροῖς τῆς ἀληθείας φέρων προσέρ‐ ριψεν οὐκ ἐκείνους εὐεργετῶν, τοῦτο μηδεὶς οἰέσθω (ὁ γὰρ τῶν κακῶν εὑρετὴς εὐεργέτης γενέσθαι οὐ δύναται), ἀλλ’ ἵνα χείρους αὐτοὺς ἐν τῇ περὶ τὸ κακὸν συμπνοίᾳ παρα‐
10σκευάσῃ· ἀλλὰ Τί μοι τοὺς ἔξω κρίνειν; φησὶν ὁ εἰπών, ἐγὼ δέ· πῶς ἀδακρυτὶ βαστάσω τὴν τῶν ἀδελφῶν ἀλλοτρίωσιν; πῶς ᾤχετο καταλιπὼν τὴν πατρῴαν οὐσίαν ὁ ἀδελφὸς ὁ νέος οὗτος; ἄλλος ἐκεῖνος ὁ ἐν τῷ εὐαγγελίῳ δηλούμενος, κἂν ὑποκρύπτῃ τῇ πολιᾷ τοῦ σώματος τῆς ψυχῆς τὴν νεότητα,
15πῶς ἀνεχώρησεν εἰς χώραν μακρὰν δραπετεύσας ἀπὸ τῆς πίστεως; πῶς οἴχεται καὶ αὐτὸς ἡμισεύσας τοῦ πατρὸς τὴν οὐσίαν ἐν τῷ καθελκύσαι τὰ ὑψηλὰ τῶν δογμάτων πρὸς τὰ ταπεινὰ καὶ χοιρώδη νοήματα ταῖς αἱρετικαῖς πόρναις προσδαπανήσας τὸν πλοῦτον; πόρνη γάρ ἐστιν ἡ αἵρεσις ταῖς
20ἠπατημέναις ἡδοναῖς γοητεύουσα. εἰ γὰρ ἔλθοι ποτὲ εἰς ἑαυτὸν ὥσπερ ἐκεῖνος, εἰ γὰρ ἐπιθυμήσειε πάλιν τῆς πατρῴας τρυφῆς, εἰ γὰρ ἐπαναδράμοι πρὸς τὴν πλουσίαν τράπεζαν, ἐν ᾗ πολὺς ὁ ἐπιούσιος ἄρτος ὁ τρέφων τοὺς τοῦ κυρίου μισθίους (μίσθιοι δὲ πάντες οὗτοι οἱ ἐπ’ ἐλπίδι τῆς ἐπαγγελίας
25τὸν ἀμπελῶνα τοῦ θεοῦ ἐργαζόμενοι), οἷος ἂν ἐγένετο πρὸς335

9

.

336

αὐτὸν ὁ δρόμος οὐχ ἑνὸς πατρός, ἀλλὰ τοσούτων πατέρων προσαπαντώντων, περιπλεκομένων, ἀσπαζομένων φιλήμασιν. ἐκεῖ ἡ στολὴ τῆς πίστεως ἡ πρώτη, ἣν αἱ τριακόσιαι ὀκτὼ καὶ δέκα ψυχαὶ καλῶς ἐριθεύουσαι τῇ ἐκκλησίᾳ ἐξύφηναν,
5ἐκεῖ ὁ ἐν τῇ χειρὶ δακτύλιος ἐντετυπωμένην ἔχων ἐν ἑαυτῷ τὴν σφραγῖδα τῆς πίστεως, οἱ χοροί, ὁ μόσχος, ἡ συμφωνία, τὰ ἄλλα πάντα ὅσα ἐν τῷ εὐαγγελίῳ κατείλεκται πλὴν τῆς τοῦ ἀδελφοῦ ζηλοτυπίας. ἀλλὰ τί μάτην ὀνείρους ἑαυτοῖς ἀναπλάττομεν; ἐσκλήρυνται ἡ καρδία τῶν ἀδελφῶν καὶ
10ἀντιτύπως ἔχει· τοὺς κοινοὺς πατέρας προβάλλονται καὶ τὴν κληρονομίαν τὴν ἀπ’ αὐτῶν οὐ προσδέχονται, τῆς κοινῆς εὐγενείας ἀντιποιοῦνται καὶ τῆς πρὸς ἡμᾶς συγγενείας ἀλλοτριοῦνται, τοῖς ἐχθροῖς ἡμῶν ἀντικαθίστανται πρὸς δὲ ἡμᾶς δυσμενῶς ἔχουσιν, ὥσπερ τι μεθόριον ἡμῶν τε καὶ
15τῶν πολεμίων γενόμενοι καὶ ἀμφότερά εἰσι καὶ οὐθέτερον οὔτε τὸν ὀρθὸν λόγον ὁμολογοῦσι καὶ αἱρετικοὶ ὀνομάζεσθαι ἀπαξιοῦσιν. ὢ καινοῦ πράγματος· καὶ πρὸς τὴν ἀλήθειαν καὶ πρὸς τὸ ψεῦδος ἐπίσης ἐκπεπολέμηνται οἷόν τι δένδρον
ἄρριζον ὧδε καὶ ὧδε πρὸς τὰς ἐναντίας ὁρμὰς εὐκόλως336

9

.

337

μετακλινόμενοι. ἤκουσα τοῦ εὐαγγελιστοῦ Ἰωάννου ἐν ἀποκρύφοις πρὸς τοὺς τοιούτους δι’ αἰνίγματος λέγοντος ὡς δέον ἀκριβῶς ζέειν ἢ ἀκριβῶς κατεψῦχθαι, ζέειν μὲν πάντως τῷ πνεύματι, κατεψῦχθαι δὲ τῇ ἁμαρτίᾳ· Ὄφελον γὰρ
5ἦσθα, φησί, ψυχρὸς ἢ ζεστός, τὸ δὲ μηθέτερον τούτων ὂν ἀμφοτέρων δὲ ἐφαπτόμενον ναυτιῶδές ἐστι καὶ πρὸς ἔμετον ἐπιτήδειον. τί οὖν τὸ αἴτιον τοῦ πάλαι μὲν ἐπὶ τῶν μαθητῶν διὰ τοῦ κυρίου πολὺ πλῆθος τῇ ἐκκλησίᾳ προσάγεσθαι, νυνὶ δὲ τοὺς μακροὺς καὶ περικαλλεῖς τῶν διδασκάλων λόγους
10παρατρέχειν ἀπράκτους; Ἐρεῖ τις ἴσως ὅτι τότε συνήργει τοῖς ἀποστόλοις τὰ ἐκ τῶν ἔργων θαύματα καὶ τὸ ἀξιόπιστον ὁ λόγος διὰ τῶν χαρισμά‐ των εἶχε· φημὶ κἀγὼ μεγάλην εἶναι πρὸς τὸ πείθειν ῥοπὴν τὴν ἐκ τῶν ἔργων ἰσχύν. νυνὶ δὲ τί χρὴ τὰ γινόμενα ἡγεῖσθαι;
15ἢ οὐχ ὁρᾷς τὰ ὅμοια τῆς πίστεως θαύματα; οἰκειοῦμαι γὰρ τῶν ὁμοδούλων ἡμῶν τὰ κατορθώματα, οἳ τῷ αὐτῷ πνεύματι στοιχοῦντες ἐν τῇ δυνάμει τῶν ἰάσεων μαρτυροῦσι τῇ ἀληθείᾳ τοῦ λόγου ἄνδρες ἐξ ὑπερορίας ἥκοντες, πολῖται τοῦ πατρὸς ἡμῶν Ἀβραὰμ ἐκ Μεσοποταμίας ὁρμώμενοι,
20ἐξελθόντες καὶ οὗτοι ἐκ τῆς γῆς καὶ τῆς συγγενείας αὐτῶν καὶ τοῦ κόσμου παντός, πρὸς τὸν οὐρανὸν βλέποντες, ἐκδημοῦντες τρόπον τινὰ τῆς ἀνθρωπίνης ζωῆς, ἄνω τῶν τῆς φύσεως παθημάτων ἱστάμενοι, τοσοῦτον ἐφαπτόμενοι τῆς ζωῆς ταύτης
ὅσον ἐπάναγκες, τῷ δὲ πλείονι μέρει ταῖς ἀσωμάτοις337

9

.

338

συμμετεωροποροῦσι δυνάμεσι, γηραιοὶ τὸ εἶδος, σεμνοὶ προσιδεῖν, πολιᾷ στίλβοντες, σιωπῇ κατησφαλισμένοι τὰ στόματα, λογομαχεῖν οὐκ εἰδότες, συζητεῖν οὐ μαθόντες. τοσαύτην ἔχουσι κατὰ τῶν πνευμάτων τὴν ἐξουσίαν ὡς
5προστάγματι μόνῳ τὸ δοκοῦν κατεργάζεσθαι καὶ ὑποχωρεῖν τὰ δαιμόνια οὐ συλλογισμῶν τέχναις ἀλλ’ ἐξουσίᾳ τῆς πίστεως, οὐκ εἰς ἀπορίαν ἀντιφάσεως περιαγόμενα ἀλλ’ εἰς τὸ σκότος τὸ ἐξώτερον ἀπελαυνόμενα. οὕτως οἶδεν ὁ Χριστιανὸς συλλογίζεσθαι, ταῦτα τῆς πίστεως ἡμῶν τὰ κατορθώματα. διὰ
10τί οὖν οὐ πείθομεν, εἰ πλεονάζει τῶν ἰαμάτων ἡ χάρις, εἰ περισσεύει ἡ διδασκαλία τοῦ λόγου, Πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλε‐ ται; διὰ τί οὐ γίνεται ἡ τῶν σῳζομένων προσθήκη; καὶ μή μέ τις ὑπονοείτω μικρὰν τὴν παροῦσαν ἡγεῖσθαι χάριν· ὁρῶ
15κομῶσαν τὴν ἄμπελον εὐθηνουμένην ταῖς κληματίσι καὶ τῷ καρπῷ πλεονάζουσαν, ὁρῶ κυμαινομένην τῷ πλήθει τῶν ἀσταχύων τὴν ἄρουραν· βαθὺ τὸ λήιον, ἁδρὸν τὸ δράγμα, πολὺς ὁ σπόρος. ἀλλὰ τί πάθω; ἀπλήρωτον ἔχων ἐν τοῖς τοιούτοις τὴν φύσιν τῷ πάθει τῶν φιλοπλούτων κατέχομαι.
20οὐδεὶς περιουσίας ὅρος τὴν ἐπιθυμίαν ἵστησι· τὸ ἀεὶ προσγινό‐ μενον πρὸς τὸ πλέον ἐρεθίζει τὴν ὄρεξιν ὑπέκκαυμα τῆς τοῦ
πλείονος ἐπιθυμίας γινόμενον. εὐφραίνει με τὰ ὁρώμενα338

9

.

339

καὶ λυπεῖ τὰ μὴ ὁρώμενα, τοῖς παροῦσιν ἀγάλλομαι καὶ τοῖς ἀποῦσιν ἀλγύνομαι. καινόν τι πάθος ἐκ τῶν ἐναντίων σύμμι‐ κτον τὴν ψυχὴν περιέχει ἡδονῆς πρὸς λύπην συγκεκραμένης. ἐὰν πρὸς ὑμᾶς ἀναβλέψω, ὑμῖν ἐπαναπαύω τὸν πόθον, ἐὰν
5τὸ λεῖπον λογίσωμαι, οὐκ ἔχω ὅπως 〈οὐ〉 στενάξω τὴν συμφοράν· καὶ γὰρ ἀφέντες οἱ ἄνθρωποι τὸ κατατρυφᾶν τοῦ κυρίου καὶ ἐπὶ τῇ εἰρήνῃ τῆς ἐκκλησίας εὐφραίνεσθαι οὐσίας τινὰς τεχνολογοῦσι καὶ μεγέθη καταμετροῦσιν υἱὸν πατρὶ παραμετροῦντες καὶ τὸ περισσότερον τοῦ μέτρου τῷ
10πατρὶ χαριζόμενοι. τίς 〈ἂν〉 εἴποι αὐτοῖς ὅτι τὸ ἄποσον οὐ μετρεῖται, τὸ ἀειδὲς οὐ δοκιμάζεται, τὸ ἀσώματον οὐ σταθμίζεται, τὸ ἀόριστον οὐ συγκρίνεται, τὸ μὴ συγκρινό‐ μενον τὸν τοῦ πλείονος καὶ ἐλάττονος οὐκ ἐπιδέχεται λόγον; ἐκ γὰρ τῆς τῶν περάτων πρὸς ἄλληλα παραθέσεως τὸ πλέον
15ἐπιγινώσκομεν, οὗ δὲ τέλος ἄληπτον, τούτου τὸ πλεονάζον ἀνεπινόητον. ἤκουσα τοῦ ὑποψάλματος, ὃ κοινῇ πάντες ὑμνολογοῦντες ἐπῄειμεν· Μέγας ὁ κύριος ἡμῶν καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός. τί οὖν τοῦτό ἐστιν; ἀρίθμησον τὰ εἰρημένα καὶ νοεῖς τὸ
20μυστήριον. Μέγας ὁ κύριος, οὐκ εἶπε πόσον μέγας (οὐδὲ γὰρ ἦν δυνατὸν εἰπεῖν τὸ πόσον), ἀλλὰ τῷ ἀορίστῳ τῆς σημασίας ἐπὶ τὸ ἄπειρον ὁδηγεῖ τὴν διάνοιαν. ὁμοίως, Μεγάλη, φησίν, ἡ ἰσχὺς αὐτοῦ, ἰσχὺν δὲ ἀκούσας τὴν δύναμιν νόησον. Χριστὸς δὲ θεοῦ δύναμις καὶ θεοῦ σοφία. ἀλλὰ καὶ τῆς
25συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός. ἑρμηνεύει τὴν σύνεσιν
Ἠσαΐας σαφῶς λέγων.· Πνεῦμα σοφίας καὶ συνέσεως.339

9

.

340

Ἤκουσα ἐν τοῖς μακαρισμοῖς μακαριζομένους τοὺς διψῶντας τὸν κύριον. τάχα οὖν οὐκ ἔξω τοῦ καιροῦ τὸ ἐνθύμιον καί μου δέξασθε τὸν λόγον, κἂν ἀπηρτῆσθαι τῶν παρόντων δοκῇ· εἴ τις διὰ μεσημβρίας ὁδεύων τοῦ ἡλίου
5θερμοτέραις ταῖς ἀκτῖσι τῆς κεφαλῆς ὑπερζέοντος καὶ πᾶν τὸ ἐν τῷ σώματι ὑγρὸν τῇ φλογὶ καταφρύσσοντος (προκείσθω δὲ τῷ ὑποδείγματι γῆ τραχεῖα καὶ δυσπόρευτος καὶ διψώδης) εἶτα ἐπιτύχοι πηγῆς ὁ τοιοῦτος, ἧς καλὸν καὶ διαφανὲς τὸ νᾶμα καὶ προσηνῶς καταψῦχον καὶ ἀφθόνως ὑπερχεόμενον,
10ἆρα προσκαθεδεῖται τῷ ὕδατι καὶ φιλοσοφήσει περὶ τῆς φύσεως, ὅθεν καὶ ὅπως καὶ διὰ τίνος καὶ τὰ τοιαῦτα διεξετά‐ ζων, οἷα δὴ τοῖς ματαιολογοῦσι σύνηθες λέγειν ὅτι ἰκμάς τις ἐγκατεσπαρμένη τῷ βάθει τῆς γῆς καὶ διαπηδῶσα καὶ συνθλιβομένη ὕδωρ γίνεται ἢ ὅτι φλέβες ἐκκεχυμέναι ταῖς
15κάτω κοιλότησιν, εἴπερ ἀναστομωθῶσι, τὸ ὕδωρ προχέουσιν, ἢ πάντα τὰ τοιαῦτα χαίρειν ἐάσας ἐπικύπτει τῷ νάματι καὶ προσθεὶς τὰ χείλη θεραπεύει τὴν δίψαν καὶ ἀναψύχει τὴν γλῶσσαν καὶ καταπαύει τὸν πόθον καὶ εὐχαριστεῖ τῷ δεδω‐ κότι τὴν χάριν; μίμησαι τοίνυν καὶ σὺ τὸν διψῶντα, ἐπεὶ καὶ
20εἴρηται [καθὼς εἴρηται] ὅτι Μακάριοι οἱ διψῶντες, καὶ καταμαθὼν οἷα καὶ ὅσα ἀγαθὰ πηγάζει τὸ πνεῦμα τὸ ἅγιον
ποίησον τὸ τοῦ προφήτου, Τὸ στόμα σου ἄνοιξον καὶ ἕλκυσον340

9

.

341

πνεῦμα, Πλάτυνον τὸ στόμα σου καὶ πληρώσει ὁ ἔχων τὴν ἐξουσίαν τῶν χαρισμάτων. βούλει μαθεῖν ὅσα προχεῖται τῆς τοῦ πνεύματος πηγῆς ἀγαθά; ἀφθαρσία ψυχῆς, ἀιδιότης ζωῆς, οὐρανῶν βασιλεία, εὐφροσύνη ἄληκτος, χαρὰ τέλος
5οὐκ ἔχουσα. ἀλλὰ γὰρ εἰς τὰ παρόντα βλέπων ὀλίγην ποιοῦμαι τὴν ζημίαν τοῦ λείποντος· πεπλήρωταί μοι τῶν ἀγαθῶν ὁ οἶκος, πλήρεις οἱ θησαυροὶ τοῦ χρυσίου τῆς Ἀραβίας, ἥξουσι δὲ τάχα μετ’ ὀλίγον καὶ πρέσβεις ἐξ Αἰγύπτου καὶ προ‐ φθάσουσι χεῖρα αὐτῶν τῷ θεῷ καὶ αἱ βασιλεῖαι τῆς γῆς μεθ’
10ἡμῶν τὸν ἐπινίκιον ᾄσουσιν ὕμνον τῷ πάντας εἰς τὴν αὐτοῦ βασιλείαν καλοῦντι, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας
τῶν αἰώνων, ἀμήν.341