TLG 2017 019 :: GREGORIUS NYSSENUS :: In ascensionem Christi

GREGORIUS NYSSENUS Theol.
(Nyssenus: A.D. 4)

In ascensionem Christi

Source: Gebhardt, E. (ed.), Gregorii Nysseni opera, vol. 9.1. Leiden: Brill, 1967: 323–327.

Citation: Volume — page — (line)

9

.

323

(1t)

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ
2tΕΙΣ ΤΗΝ ΛΕΓΟΜΕΝΗΝ ΤΩΙ ΕΠΙΧΩΡΙΩΙ ΤΩΝ
3tΚΑΠΠΑΔΟΚΩΝ ΕΘΕΙ ΕΠΙΣΩΙΖΟΜΕΝΗΝ ΗΤΙΣ
4tΕΣΤΙΝ Η ΑΝΑΛΗΨΙΣ ΤΟΥ ΚΥΡΙΟΥ
5tΝΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ
6 Ὡς γλυκὺς συνέμπορος τοῦ ἀνθρωπίνου βίου ὁ προφήτης Δαβὶδ ἐν πάσαις ταῖς ὁδοῖς τῆς ζωῆς εὑρισκόμενος καὶ πάσαις ταῖς πνευματικαῖς ἡλικίαις προσφόρως καταμιγνύμε‐ νος καὶ παντὸς τάγματος τῶν προκοπτόντων συνεφαπτόμενος·
10τοῖς κατὰ θεὸν νηπίοις συμπαίζει, τοῖς ἀνδράσι συναγωνίζεται, παιδαγωγεῖ τὴν νεότητα, ὑποστηρίζει τὸ γῆρας, τοῖς πᾶσι πάντα γίνεται· στρατιωτῶν ὅπλον, ἀθλητῶν παιδοτρίβης, γυμναζομένων παλαίστρα, νικώντων στέφανος, ἐπιτραπέζιος εὐφροσύνη, ἐπικήδειος παραμυθία. οὐκ ἔστι τι τῶν κατὰ τὸν
15βίον ἡμῶν τῆς χάριτος ταύτης ἀμέτοχον· τίς προσευχῆς δύναμις, ἧς μὴ Δαβὶδ συνεφάπτεται; τίς ἑορτῆς εὐφροσύνη μὴ τοῦ προφήτου ταύτην φαιδρύνοντος; ὃ δὴ καὶ νῦν ἔστιν ἰδεῖν, ὅτι καὶ ἄλλως μεγάλην ἡμῖν οὖσαν τὴν ἑορτὴν μείζονα δι’ ἑαυτοῦ ὁ προφήτης ἐποίησε προσφόρως τῇ ὑποθέσει
20τὴν ἐκ τῶν ψαλμῶν συνεισενεγκὼν εὐφροσύνην. ἐν μὲν γὰρ τῷ ἑνὶ πρόβατόν σε κελεύει γενέσθαι παρὰ τοῦ θεοῦ ποιμαινό‐ μενον καὶ οὐδενὸς τῶν ἀγαθῶν ὑστερούμενον, ᾧ καὶ πόα
νομῆς καὶ ὕδωρ ἀναπαύσεως καὶ τροφὴ καὶ σκηνὴ καὶ323

9

.

324

τρίβος καὶ ὁδηγία καὶ πάντα γίνεται ὁ ποιμὴν ὁ καλὸς πρὸς πᾶσαν χρείαν τὴν ἑαυτοῦ χάριν προσφόρως καταμερίζων· δι’ ὧν ἁπάντων παιδεύει τὴν ἐκκλησίαν, ὅτι χρή σε πρόβατον πρῶτον γενέσθαι τοῦ καλοῦ ποιμένος διὰ τῆς ἀγαθῆς κατηχή‐
5σεως πρὸς τὰς θείας τῶν διδαγμάτων νομάς τε καὶ πηγὰς ὁδηγούμενον εἰς τὸ συνταφῆναι αὐτῷ διὰ τοῦ βαπτισμοῦ εἰς τὸν θάνατον καὶ μὴ φοβηθῆναι τὸν τοιοῦτον θάνατον· οὐ γὰρ θάνατος οὗτός ἐστιν, ἀλλὰ θανάτου σκιὰ καὶ ἐκτύπωμα. Ἐὰν γὰρ πορευθῶ, φησίν, ἐν μέσῳ σκιᾶς θανάτου, οὐ
10φοβηθήσομαι ὡς κακὸν τὸ γινόμενον, ὅτι σὺ μετ’ ἐμοῦ εἶ. μετὰ ταῦτα παρακαλέσας τῇ βακτηρίᾳ τοῦ πνεύματος (ὁ γὰρ παράκλητος τὸ πνεῦμά ἐστι) τὴν μυστικὴν προτίθησι τράπεζαν τὴν ἐξ ἐναντίου τῆς τῶν δαιμόνων τραπέζης ἑτοιμασθεῖσαν· ἐκεῖνοι γὰρ ἦσαν οἱ διὰ τῆς εἰδωλολατρίας
15τὴν ζωὴν τῶν ἀνθρώπων ἐκθλίβοντες· ὧν ἐξ ἐναντίου ἡ τοῦ πνεύματος τράπεζα. εἶτα μυρίζει τὴν κεφαλὴν τῷ ἐλαίῳ τοῦ πνεύματος καὶ προθεὶς αὐτῷ οἶνον τὸν τὴν καρδίαν εὐφραίνοντα τὴν νήφουσαν ἐκείνην μέθην ἐμποιεῖ τῇ ψυχῇ στήσας τοὺς λογισμοὺς ἀπὸ τῶν προσκαίρων πρὸς τὸ ἀίδιον·
20ὁ γὰρ τῆς τοιαύτης γευσάμενος μέθης διαμείβεται τοῦ ὠκυμόρου τὸ ἀτελεύτητον εἰς μακρότητα ἡμερῶν τὴν ἐν τῷ οἴκῳ τοῦ θεοῦ διαγωγὴν παρατείνων. Τοιαῦτα ἡμῖν ἐν τῷ ἑνὶ τῶν ψαλμῶν χαρισάμενος πρὸς μείζονα καὶ τελεωτέραν εὐφροσύνην ἐν τῷ ἑξῆς ψαλμῷ τὴν
25ψυχὴν ἐπεγείρει, καὶ, εἰ δοκεῖ, καὶ τούτου τὴν διάνοιαν ὑμῖν
παραθώμεθα δι’ ὀλίγων ἐπιτεμόμενοι· Τοῦ κυρίου ἡ γῆ καὶ τὸ324

9

.

325

πλήρωμα αὐτῆς. τί οὖν ξενίζῃ, ὦ ἄνθρωπε, εἰ ὁ θεὸς ἡμῶν ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη; κτίσμα γὰρ ἐκείνου ἡ γῆ, διότι καὶ ποίημα. οὐκοῦν οὐδὲν καινὸν οὐδὲ ἔξω τοῦ πρέποντος τὸ εἰς τὰ ἴδια ἐλθεῖν τὸν δεσπότην· οὐ γὰρ
5ἐν ἀλλοτρίῳ γίνεται κόσμῳ, ἀλλ’ ὃν αὐτὸς συνεστήσατο ὁ ἐπὶ θαλασσῶν θεμελιώσας τὴν γῆν καὶ πρὸς τὴν τῶν ποταμῶν δίοδον εὔθετον αὐτὴν εἶναι παρασκευάσας. ὑπὲρ τίνος οὖν ἡ παρουσία; ἵνα σε τῶν βαράθρων τῆς ἁμαρτίας ἐκβαλὼν ἐπὶ τὸ ὄρος ἀγάγῃ τῆς βασιλείας ὀχήματι πρὸς τὴν ἄνοδον τῇ κατ’
10ἀρετὴν πολιτείᾳ χρησάμενον· οὐ γὰρ ἔστιν ἀνελθεῖν ἐπὶ τὸ ὄρος ἐκεῖνο, εἰ μή 〈τισ〉 ταῖς ἀρεταῖς συνοδεύσειε ταῖς μὲν χερσὶν ἀθῷος γενόμενος καὶ μηδεμιᾷ πονηρᾷ πράξει ῥυπού‐ μενος, καθαρὸς δὲ τῇ καρδίᾳ πρὸς οὐδὲν μάταιον τὴν ψυχὴν ἑαυτοῦ φέρων μηδέ τινα δόλον τῷ πλησίον ἐξαρτυόμενος.
15ταύτης τῆς ἀναβάσεως ἔπαθλόν ἐστιν ἡ εὐλογία, τούτῳ δίδωσι τὴν ἀποκειμένην ἐλεημοσύνην ὁ κύριος, Αὕτη ἐστὶν ἡ τῶν ζητούντων αὐτὸν γενεὰ τῶν δι’ ἀρετῆς πρὸς ὕψος ἀναβαινόντων καὶ Ζητούντων τὸ πρόσωπον τοῦ θεοῦ Ἰακώβ. τὸ δὲ ἐφεξῆς τῆς ψαλμῳδίας καὶ αὐτῆς τάχα τῆς εὐαγγελικῆς
20διδασκαλίας ἐστὶν ὑψηλότερον· τὸ μὲν γὰρ εὐαγγέλιον τὴν ἐπὶ γῆς τοῦ κυρίου διαγωγὴν καὶ τὴν ἀναστροφὴν διηγήσατο, ὁ δὲ ὑψηλὸς οὗτος προφήτης ἐκβὰς αὐτὸς ἑαυτόν, ὡς ἂν μὴ βαρύνοιτο τῷ ἐφολκίῳ τοῦ σώματος, καὶ ταῖς ὑπερκοσμίοις δυνάμεσιν ἑαυτὸν καταμίξας τὰς ἐκείνων ἡμῖν φωνὰς
25διεξέρχεται, ὅτε προπομπεύουσαι τοῦ δεσπότου ἐπὶ τὴν κάθοδον ἐπαρθῆναι κελεύουσι τῶν περιγείων ἀγγέλων τῶν τὴν
ἀνθρωπίνην ζωὴν πεπιστευμένων τὰς εἰσόδους λέγουσαι·325

9

.

326

Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν καὶ ἐπάρθητε πύλαι αἰώνιοι καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. καὶ ἐπειδὴ εἰς ὃ ἂν γένηται ὁ τὸ πᾶν ἐν ἑαυτῷ περιέχων σύμμετρον ἑαυτὸν τῷ δεχομένῳ ποιεῖ (οὐ γὰρ μόνον ἐν ἀνθρώποις ἄνθρωπος
5γίνεται, ἀλλὰ κατὰ τὸ ἀκόλουθον πάντως καὶ ἐν ἀγγέλοις γινόμενος πρὸς τὴν ἐκείνων φύσιν ἑαυτὸν συγκατάγει), διὰ τοῦτο χρῄζουσιν οἱ πυλωροὶ τοῦ δεικνύντος· Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; οὗ χάριν τὸν κραταιὸν αὐτοῖς καὶ δυνατὸν ἐν πολέμῳ ὑποδεικνύουσι, τὸν μέλλοντα πρὸς τὸν
10αἰχμαλωτίσαντα τὴν ἀνθρωπίνην φύσιν συμπλέκεσθαι καὶ καταλύειν τὸν ἔχοντα τοῦ θανάτου τὸ κράτος, ἵνα τοῦ ἐσχάτου ἐχθροῦ ἀφανισθέντος, εἰς ἐλευθερίαν τε καὶ εἰρήνην ἀνακληθῇ τὸ ἀνθρώπινον. πάλιν διεξέρχεται τὰς ὁμοίας φωνάς (πεπλήρωται γὰρ ἤδη τὸ τοῦ θανάτου μυστήριον
15καὶ κατώρθωται κατὰ τῶν πολεμίων ἡ νίκη καὶ ἐγήγερται τὸ κατ’ αὐτῶν τρόπαιον ὁ σταυρὸς καὶ πάλιν Ἀνέβη εἰς ὕψος ὁ αἰχμαλωτεύων τὴν αἰχμαλωσίαν, ὁ δοὺς τὴν ζωήν τε καὶ τὴν βασιλείαν τὰ ἀγαθὰ ταῦτα δόματα τοῖς ἀνθρώποις) καὶ δεῖ πάλιν ἀνοιχθῆναι τὰς ὑπερκειμένας πύλας αὐτῷ. ἀντιμεταλαμ‐
20βάνουσι τὴν προπομπὴν οἱ ἡμέτεροι φύλακες καὶ ἀνοιχθῆναι αὐτῷ τὰς ὑπερκειμένας πύλας παρακελεύονται, ἵνα πάλιν ἐν αὐταῖς δοξασθῇ· ἀλλ’ ἀγνοεῖται ὁ τὴν ῥυπαρὰν στολὴν τοῦ ἡμετέρου βίου περιβαλλόμενος, οὗ τὸ ἐρύθημα τῶν ἱματίων ἐκ τῆς ληνοῦ τῶν ἀνθρωπίνων κακῶν. διὰ τοῦτο παρ’ ἐκείνων
25ἡ ἐρωτηματικὴ αὕτη φωνὴ πρὸς τοὺς προπομπεύοντας γίνεται· Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; εἶτα ἡ τούτων ἀπόκρι‐
σις οὐκέτι· ὁ Κραταιὸς καὶ δυνατὸς ἐν πολέμῳ, ἀλλά· Κύριος326

9

.

327

τῶν δυνάμεων ὁ τοῦ παντὸς ἐξημμένος τὸ κράτος, ὁ ἀνακεφα‐ λαιώσας τὰ πάντα ἐν ἑαυτῷ, ὁ ἐν πᾶσι πρωτεύων, ὁ εἰς τὴν πρώτην κτίσιν ἀποκαταστήσας τὰ πάντα Αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης. ὁρᾶτε, ὅπως ἡμῖν γλυκυτέραν τὴν
5ἑορτὴν ὁ Δαβὶδ ἀπειργάσατο τὴν ἰδίαν χάριν τῇ φαιδρότητι τῆς ἐκκλησίας ἐγκαταμίξας. οὐκοῦν μιμησώμεθα καὶ ἡμεῖς τὸν προφήτην, ἐν οἷς δυνατόν ἐστι κατορθῶσαι τὴν μίμησιν, ἐν τῇ πρὸς θεὸν ἀγάπῃ, ἐν τῇ τοῦ βίου πρᾳότητι, ἐν τῇ πρὸς τοὺς μισοῦντας μακροθυμίᾳ, ἵνα γένηται ἡ τοῦ προφήτου
10διδασκαλία τῆς κατὰ θεὸν πολιτείας χειραγωγία ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων,
ἀμήν.327