TLG 2017 015 :: GREGORIUS NYSSENUS :: In sanctum pascha (vulgo In Christi resurrectionem oratio iii) GREGORIUS NYSSENUS Theol. In sanctum pascha (vulgo In Christi resurrectionem oratio iii) Source: Gebhardt, E. (ed.), Gregorii Nysseni opera, vol. 9.1. Leiden: Brill, 1967: 245–270. Citation: Volume — page — (line) | ||
9.245(1t) | ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ | |
2t | ΛΟΓΟΣ | |
---|---|---|
3t | ΕΙΣ ΤΟ ΑΓΙΟΝ ΠΑΣΧΑ | |
4 | Οἱ πένητες τῶν ἀνθρώπων φιλέορτοι δὲ καὶ προθύμῳ τῇ | |
5 | ψυχῇ καὶ γαύρῳ τῷ σχήματι τὰς πανηγύρεις κατασπαζόμενοι, κἂν οἴκοθεν ἑαυτοῖς μὴ ἐπαρκῶσιν εἰς τὴν σπουδαζομένην φαιδρότητα, παρὰ τῶν οἰκείων καὶ γνωρίμων πᾶσαν πολυτέ‐ λειαν συνερανιζόμενοι ἀνενδεεῖς ἑαυτοὺς εἰς τὴν προκειμένην χρείαν παρασκευάζουσιν. ὅπερ δοκῶ μοι πρὸς τὴν παροῦσαν | |
10 | ἡμέραν πάσχειν ἐγώ· οὐδὲν γὰρ ἔχων μεγαλοπρεπὲς ἐν ταῖς προκειμέναις εὐφημίαις παρ’ ἐμαυτοῦ συντελεῖν πρὸς τὴν ἱερὰν ᾠδήν, ἣν ἀρτίως ᾔσαμεν, καταφεύξομαι. ἐκεῖθεν δὲ ταῖς ἀφορμαῖς χρησάμενος ἀποτίσω τὸ χρέος τῇ γραφικῇ λέξει προσυφήνας καὶ τὰ ἐμά, εἴ τινα ἄρα καὶ τυγχάνει παρὰ | |
15 | τῷ πένητι δούλῳ τῆς εἰς τὸν δεσπότην εὐχαριστίας ἐγκώμια. ἔλεγε τοίνυν ἀρτίως ὁ Δαβὶδ καὶ ἡμεῖς μετ’ ἐκείνου· Αἰνεῖτε τὸν κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί. | |
πάντα τὸν ἐξ Ἀδὰμ ἄνθρωπον πρὸς τὸν ὕμνον καλεῖ μηδένα | 245 | |
9.246 | καταλιμπάνων ἔξω τῆς κλήσεως, ἀλλὰ τοὺς ἑσπερίους, τοὺς ἑῴους, τοὺς παρ’ ἑκάτερα, εἴ τις τῆς ἄρκτου γείτων καὶ τῆς μεσημβρίας ἔνοικος, ὁμοῦ πάντας δημαγωγεῖ τῷ ψαλμῷ. καὶ ἀλλαχοῦ μὲν ἀπὸ μέρους τισὶ τῶν ἀνθρώπων προσδιαλέγε‐ | |
5 | ται ἢ τοὺς ὁσίους καλῶν ἢ τοὺς παῖδας πρὸς ὕμνον ἐγείρων, ἐπὶ δὲ τοῦ παρόντος ἔθνη καὶ λαοὺς τῷ ψαλτηρίῳ συνάγει. ὅταν γὰρ κατὰ τὸν ἀπόστολον παρέλθῃ τὸ σχῆμα τοῦ κόσμου τούτου, βασιλεὺς δὲ καὶ θεὸς ἐπιφανῇ πᾶσιν Χριστὸς πᾶσαν ψυχὴν ἄπιστον πληροφορήσας καὶ γλῶσσαν βλάσφημον | |
10 | χαλινώσας, στήσῃ δὲ Ἑλλήνων τὴν ματαιότητα καὶ Ἰουδαίων τὴν πλάνην καὶ τῶν αἱρέσεων τὴν ἀδάμαστον γλωσσαλγίαν, τότε δὴ, τότε πάντα τὰ ἔθνη καὶ οἱ ἀπ’ αἰῶνος λαοὶ ὑποκύψαν‐ τες ἄμαχον τὴν προσκύνησιν ἀναπέμψουσι καὶ θαυμαστή τις ἔσται συμφωνία δοξολογίας τῶν μὲν ὁσίων συνήθως | |
15 | ὑμνούντων τῶν δὲ ἀσεβῶν ἐξ ἀνάγκης ἱκετευόντων· καὶ τότε ἀληθῶς ὁ ἐπινίκιος ὕμνος συμφώνως παρὰ πάντων ᾀσθήσεται καὶ τῶν κρατηθέντων καὶ τῶν νικησάντων· τότε καὶ ὁ τῆς ταραχῆς ὑπαίτιος, ὁ τὴν τοῦ δεσπότου φαντασθεὶς ἀξίαν μαστιγίας οἰκέτης ὀφθήσεται πᾶσι παρ’ ἀγγέλων πρὸς τὴν | |
20 | τιμωρίαν συρόμενος καὶ πάντες οἱ τῆς ἐκείνου κακίας ὑπηρέται καὶ συνεργοὶ ταῖς πρεπούσαις κολάσεσι καὶ δικαίαις ὑποβληθήσονται, εἷς δὲ φανήσεται βασιλεὺς καὶ κριτὴς κοινὸς δεσπότης παρὰ πάντων ὁμολογούμενος, ἡσυχία δὲ ἔσται κατεσταλμένη, ὥσπερ ὅταν ἄρχοντος ἐπὶ βήματος | |
25 | καθημένου ὁ μὲν κήρυξ ὑποσημαίνῃ τὴν σιωπήν, οἱ λαοὶ δὲ | |
καὶ ὄψιν καὶ ἀκοὴν συντείναντες τὴν τῆς δημηγορίας ἀκρόασιν | 246 | |
9.247 | ἀναμένωσιν. διὰ τοῦτο Αἰνεῖτε τὸν κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί. αἰνέσατε ὡς δυνατόν, ἐπαινέσατε ὡς φιλάνθρωπον, ὅτι πεσόντας καὶ νεκροὺς ὄντας αὖθις ἐζωοποίησε καὶ τὸ πονέσαν σκεῦος ἀνενεώσατο πάλιν | |
5 | καὶ τὴν ἐν τοῖς τάφοις τῶν λειψάνων ἀηδίαν εἰς ζῷον ἄφθαρτον φιλανθρώπως ἐμόρφωσε καὶ ψυχὴν τὴν πρὸ [τεσσάρων] χιλιάδων ἐτῶν καταλιποῦσαν τὸ σῶμα ὡς ἐκ μακρᾶς ἀποδη‐ μίας εἰς 〈τὴν〉 ἰδίαν οἰκίαν ἐπανήγαγεν οὐδὲν ἀπὸ χρόνου καὶ λήθης ξενιζομένην πρὸς τὸ ἴδιον ὄργανον, ἀλλὰ θᾶττον ἐπ’ | |
10 | αὐτὸ χωροῦσαν ἢ ὄρνις ἐπὶ τὴν καλιὰν τὴν οἰκείαν καθίπταται. Εἴπωμεν γὰρ τὰ οἰκεῖα τῆς ἑορτῆς, ἵνα ἀκολούθως καὶ προσφυῶς τοῖς πράγμασιν ἑορτάσωμεν· τὸ γὰρ ἀνοίκειον καὶ ἀλλότριον πρὸς τῷ μηδὲν ὠφελεῖν ἄτακτόν ἐστι καὶ ἀλλόκοτον οὐκ ἐν τοῖς περὶ θρησκείας καὶ εὐσεβείας λόγοις | |
15 | μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἔξωθεν καὶ τῆς τοῦ κόσμου σοφίας. τίς γὰρ οὕτως ἀνόητος καὶ ὑπεργέλοιος ῥήτωρ, ὡς κληθεὶς εἰς φαιδρότητα γάμου ἀποστῆναι μὲν τῶν ἁρμοδίων λόγων καὶ γλαφυρῶν συνευπαθούντων ταῖς τῆς πανηγύρεως χάρισι, γοερὰ δὲ μέλη θρηνεῖν καὶ τὰ ἐκ τραγῳδίας κακὰ τῶν | |
20 | παστάδων κατολοφύρεσθαι, ἢ τὸ ἔμπαλιν ἐπιταχθεὶς ἑνὶ τῶν τετελευτηκότων τὰ νενομισμένα τελεῖν ἐπιλαθέσθαι μὲν τοῦ πάθους, φαιδρύνεσθαι δὲ πρὸς τὸν κατηφείας γέμοντα σύλλογον; εἰ δὲ ἐν τοῖς ἐγκοσμίοις καλὸν ἡ τάξις καὶ ἐπιστήμη, πολλῷ δήπου πλέον ἐν τοῖς μεγάλοις καὶ οὐρανίοις ἁρμοδιώ‐ | |
25 | τερον. | |
Χριστὸς τοίνυν ἀνέστη σήμερον ὁ θεός, ὁ ἀπαθής, ὁ | 247 | |
9.248 | ἀθάνατος (καὶ μικρὸν ἐπίσχες ὁ ἐθνικὸς παρεὶς τὸν προπετῆ γέλωτα, μέχρις ἂν πάντων ἀκούσῃς), οὐ πρὸς ἀνάγκην παθὼν οὐδὲ τὴν ἐξ οὐρανῶν κάθοδον βιασθεὶς οὐδὲ τὴν ἀνάστασιν ὡς ἀπροσδόκητον εὐεργεσίαν παρ’ ἐλπίδας εὑρών, ἀλλ’ | |
5 | εἰδὼς πάντων τῶν πραγμάτων τὸ τέλος καὶ οὕτω τὴν ἀρχὴν ποιησάμενος. ἔχων ἐν ὀφθαλμοῖς τῆς θεότητος τῶν προκει‐ μένων τὴν γνῶσιν καὶ πρὶν ἐξ οὐρανῶν κατελθεῖν βλέπων καὶ τῶν ἐθνῶν τὴν ταραχὴν καὶ τοῦ Ἰσραὴλ τὴν σκληρότητα καὶ Πιλάτον προκαθήμενον καὶ Καϊάφαν ἑαυτῷ τὴν ἐσθῆτα | |
10 | περισπαράσσοντα καὶ τὸν στασιώδη δῆμον φλεγμαίνοντα καὶ Ἰούδαν προδιδόντα καὶ Πέτρον ὑπερμαχόμενον καὶ μετ’ ὀλίγον ἑαυτὸν τῇ ἀναστάσει εἰς δόξαν ἀφθαρσίας μεταμορφού‐ μενον καὶ πᾶν τὸ μέλλον ἔχων ὑπογεγραμμένον τῇ γνώσει οὐκ ἀνεβάλετο τὴν εἰς τὸν ἄνθρωπον χάριν οὐδὲ ὑπερέθετο | |
15 | τὴν οἰκονομίαν, ἀλλ’ ὥσπερ οἱ τὸν ἀσθενῆ παρὰ χαράδρας συρόμενον βλέποντες εἰδότες, ὡς ἔστι καὶ τῷ βορβόρῳ τοῦ χειμάρρου ἐνειληθῆναι καὶ τῆς πληγῆς ἀνασχέσθαι τῶν λίθων τῶν συνωθουμένων παρὰ τοῦ ὕδατος, ὅμως διὰ τὸ συμπαθὲς τὸ περὶ τὸν κινδυνεύοντα οὐκ ὀκνοῦσι τὴν εἴσοδον, | |
20 | οὕτω καὶ ὁ φιλάνθρωπος ἡμῶν σωτὴρ ἐθελοντὴς ὑβριστικὰ καὶ ἄτιμα κατεδέξατο, ἵνα τὸν ἐξ ἀπάτης ἀπολλύμενον σώσῃ. κατῆλθεν εἰς τὸν βίον, ἐπειδὴ προῄδει καὶ τὴν ἄνοδον ἔνδοξον, ἀποθανεῖν τῷ ἀνθρωπίνῳ ἑαυτοῦ συνεχώρησεν, ἐπειδὴ καὶ τὴν ἔγερσιν προεγίνωσκεν· οὐ γὰρ ὡς εἷς τῶν κοινῶν | |
25 | ἀνθρώπων ῥιψοκινδύνως ἐτόλμα τῇ ἀδηλίᾳ τοῦ μέλλοντος ἐπιτρέπων τὴν ἔκβασιν, ἀλλ’ ὡς θεὸς ᾠκονόμει τὸ προκείμενον | |
ἐπὶ ῥητῷ καὶ ἐγνωσμένῳ τῷ τέλει. | 248 | |
9.249 | Αὕτη τοίνυν ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ· μὴ μέθαις καὶ κώμοις, μὴ χοροῖς καὶ παροινίαις, ἀλλὰ ταῖς θεοειδέσιν ἐννοίαις. σήμερον ἅπασαν τὴν οἰκουμένην ἔστιν ἰδεῖν ὡς μίαν οἰκίαν εἰς συμφω‐ | |
5 | νίαν ἑνὸς † πράγματος συναχθεῖσαν καὶ παντὸς ἀμελήσασαν τοῦ κατὰ συνήθειαν πράγματος, μετασκευασθεῖσαν δὲ ἑνὶ συνθήματι εἰς τὴν σπουδὴν τῆς εὐχῆς. αἱ λεωφόροι τοὺς ὁδοιπόρους οὐκ ἔχουσιν, ἡ θάλασσα σήμερον ναυτῶν καὶ πλωτήρων ἔρημος, ὁ γεωργὸς τὴν σκαπάνην καὶ τὸ ἄροτρον | |
10 | ῥίψας εἰς τὸ τοῦ ἑορτάζοντος σχῆμα ἐκαλλωπίσατο, αἱ καπηλεῖαι τῆς ἐμπορίας σχολάζουσιν, αἱ ὀχλήσεις ἐλύθησαν ὡς χειμὼν ἐπιφανέντος ἔαρος, θόρυβοι καὶ ταραχαὶ καὶ ζάλαι τοῦ βίου τῇ εἰρήνῃ τῆς ἑορτῆς ὑπεξέστησαν, ὁ πένης ὡς πλούσιος καλλωπίζεται, ὁ πλούσιος τῆς συνηθείας | |
15 | περιφανέστερος δείκνυται, ὁ πρεσβύτης ὡς νέος τρέχει πρὸς τὴν μετουσίαν τῆς εὐφροσύνης, ὁ ἀσθενὴς καὶ τὴν νόσον βιάζεται, τὸ παιδίον τῇ ἐξαλλαγῇ τῆς ἐσθῆτος αἰσθητῶς ἑορτάζει, ἐπειδὴ νοητῶς οὐδέπω δύναται, ἡ παρθένος ὑπερ‐ γάνυται τὴν ψυχήν, ὅτι τῆς ἰδίας ἐλπίδος λαμπρὰν καὶ οὕτω | |
20 | τιμωμένην τὴν ὑπόμνησιν βλέπει, ἡ ἔγγαμος ὅλῳ τῷ πληρώ‐ ματι τῆς οἰκίας ἑορτάζουσα χαίρει· νῦν γὰρ αὐτῇ καὶ ὁ σύνοικος καὶ οἱ παῖδες καὶ οἱ οἰκέται καὶ πάντες ἐφέστιοι ἀγάλλονται. καὶ ὥσπερ τὸ σμῆνος τῶν μελισσῶν τὸ νέον καὶ ἀρτίτοκον πρῶτον τῆς καταδύσεως ἢ τῶν καλαθίσκων πρὸς | |
25 | τὸν ἀέρα καὶ τὸ φῶς ἐξιπτάμενον ἄθρουν ὁμοῦ καὶ συνημμένον | 249 |
9.250 | ἑνὶ κλάδῳ δένδρου προσπλάσσεται, οὕτως ἐπὶ ταύτης τῆς ἑορτῆς ὁλόκληρα τὰ γένη πρὸς τὰς ἑστίας συντρέχει. καὶ ἀληθῶς τῇ μιμήσει πρὸς τὴν μέλλουσαν ἡμέραν ἡ παροῦσα καλῶς ἀναφέρεται· ἀθροιστικαὶ γὰρ ἀνθρώπων ἀμφότεραι, | |
5 | ἐκείνη τῶν καθόλου, αὕτη τῶν ἐπὶ μέρους. ἵνα δὲ τὸ ἀλη‐ θέστερον εἴπωμεν, ὅσον εἰς φαιδρότητα φέρει καὶ εὐθυμίαν, αὕτη τῆς προσδοκωμένης χαριεστέρα, ἐπειδὴ τότε μὲν ἐπάναγκες καὶ τοὺς ὀδυρομένους ὁρᾶσθαι, ὧν αἱ ἁμαρτίαι ἀποκαλύπτονται, νῦν δὲ ἀνεπίδεκτος τῶν σκυθρωπῶν ἐστιν | |
10 | ἡ εὐπάθεια· ὅ τε γὰρ δίκαιος εὐφραίνεται καὶ ὁ τὸ συνειδὸς μὴ καθαρεύων ἀναμένει τὴν ἐκ τῆς μετανοίας διόρθωσιν καὶ πᾶσα λύπη ἐπὶ τῆς παρούσης ἡμέρας κοιμίζεται, οὐδεὶς δὲ οὕτω κατώδυνος, ὡς ἄνεσιν μὴ εὑρέσθαι τῇ μεγαλοπρεπείᾳ τῆς ἑορτῆς. νῦν ὁ δεσμώτης λύεται, ὁ χρεώστης ἀφίεται, ὁ | |
15 | δοῦλος ἐλευθεροῦται τῷ ἀγαθῷ καὶ φιλανθρώπῳ τῆς ἐκκλη‐ σίας κηρύγματι οὐ ῥαπιζόμενος ἀσχημόνως κατὰ τῆς παρειᾶς καὶ πληγῇ τῆς πληγῆς ἀφιέμενος οὐδὲ ὥσπερ ἐν πομπῇ τῷ δήμῳ δεικνύμενος ἐφ’ ὑψηλῷ βήματι, ὕβριν δὲ ἔχων καὶ ἐρυθριασμὸν τὴν ἀρχὴν τῆς ἐλευθερίας, ἀλλ’ οὕτω κοσμίως | |
20 | ἀφιέμενος ὡς γινώσκεται. εὐεργετεῖται καὶ ὁ μένων ἐπὶ τῆς δουλείας ἔτι· εἰ γὰρ καὶ πολλὰ καὶ βαρέα τὰ ἁμαρτήματα παραίτησιν ὑπερβαίνοντα καὶ συγγνώμην, αἰδούμενος ὁ δεσπότης τὸ τῆς ἡμέρας γαληνὸν καὶ φιλάνθρωπον δέχεται τὸν ἀπερριμμένον καὶ ἐν τοῖς ἀτίμοις ὁρώμενον ὡς ὁ Φαραὼ | |
25 | τὸν οἰνοχόον ἐκ τοῦ δεσμωτηρίου· οἶδε γὰρ, ὡς κατὰ τὴν προθεσμίαν τῆς ἀναστάσεως, ἧς καθ’ ὁμοιότητα τὴν παροῦσαν τιμῶμεν, χρῄζει καὶ αὐτὸς τῆς ἀνεξικακίας καὶ τῆς ἀγαθότη‐ | |
τος τοῦ δεσπότου καὶ δανείζων ἐνταῦθα τὸν ἔλεον προσδοκᾷ | 250 | |
9.251 | τὴν ἀπόδοσιν ἐν καιρῷ. ἠκούσατε οἱ δεσπόται, φυλάξατε τὸν λόγον ὡς ἀγαθόν, μὴ διαβάλητέ με παρὰ τοῖς δούλοις ὡς ψευδῶς τὴν ἡμέραν ἐγκωμιάζοντα, ἀφέλετε τὴν λύπην τῶν θλιβομένων ψυχῶν ὡς ὁ κύριος τῶν σωμάτων τὴν | |
5 | νέκρωσιν, μεταμορφώσατε τοὺς ἀτίμους εἰς ἐπιτιμίαν, τοὺς θλιβομένους εἰς χαράν, τοὺς ἀπαρρησιάστους εἰς παρρησίαν, ἐξαγάγετε τῆς γωνίας τοὺς ῥιφέντας ὡς τάφων, ἐπανθησάτω τὸ τῆς ἑορτῆς κάλλος ὡς ἄνθος τοῖς πᾶσιν. εἰ γὰρ βασιλέως ἀνθρώπου γενέθλιος ἡμέρα ἀνοίγει δεσμωτήριον ἢ ἐπινίκιος | |
10 | ἑορτή, Χριστὸς ἀναστὰς οὐκ ἀφήσει τοὺς τεθλιμμένους; οἱ πτωχοὶ τὴν ὑμετέραν τροφὸν ἀσπάσασθε, οἱ διερρυηκότες καὶ λελωβημένοι τὰ σώματα τὴν ἰωμένην ὑμῶν τὰς συμφοράς· διὰ γὰρ τὴν ἀπὸ τῆς ἀναστάσεως ἐλπίδα καὶ ἀρετὴ σπουδάζε‐ ται καὶ κακία μισεῖται, ἐπεὶ ἀναστάσεως ἀνῃρημένης εἷς | |
15 | παρὰ πᾶσι κρατῶν εὑρεθήσεται λόγος· Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν. Πρὸς ταύτην βλέπων ὁ ἀπόστολος τὴν ἡμέραν τῆς ζωῆς τῆς ἐπικαίρου καταφρονεῖ, ἐπιθυμεῖ δὲ τῆς μελλούσης, ἐξευτελίζων δὲ τὰ ὁρώμενά φησιν· Εἰ ἐπὶ τῇ ζωῇ ταύτῃ | |
20 | ἠλπικότες ἐσμέν, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν. διὰ ταύτην τὴν ἡμέραν κληρονόμοι θεοῦ ἄνθρωποι καὶ συγκληρονόμοι Χριστοῦ. διὰ ταύτην τὴν ἡμέραν, ὅπερ οἱ σαρκοβόροι ὄρνιθες ἔφαγον πρὸ χιλίων ἐνιαυτῶν μέρος τοῦ σώματος, εὑρεθήσεται μὴ λεῖπον, καὶ ὅπερ κήτη καὶ κύνες | |
25 | καὶ τὰ ἐνάλια ζῷα κατεβοσκήθησαν, ἐγειρομένῳ τῷ ἀνθρώπῳ συναναστήσεται, καὶ ὅπερ διέφλεξε πῦρ καὶ σκώληξ ἐν τάφοις κατεδαπάνησε καὶ ἁπλῶς πάντα τὰ σώματα, ὅσα μετὰ τὴν | |
γένεσιν ἠφάνισεν ἡ φθορά, ἀνελλιπῆ καὶ ἀκέραια ἀναδοθήσεται | 251 | |
9.252 | ἐκ τῆς γῆς καὶ, ὡς Παῦλος διδάσκει, ἐν ῥιπῇ ὀφθαλμοῦ τελεσθήσεται ἡ ἀνάστασις (ῥιπὴ δὲ ὀφθαλμοῦ ἐπίμυσις βλεφάρων ἐστί)· καὶ τούτου τοῦ τάχους οὐκ ἂν ἕτερον ὀξύτερον γένοιτο. σὺ δὲ ἀνθρωπικῶς καὶ κατὰ τὴν δύναμιν | |
5 | τὴν σαυτοῦ λογιζόμενος πόσα διαστήματα χρόνων διαγράφεις ἐν τῇ ψυχῇ σου; πρῶτον, ἵνα τὰ διασαπέντα τῶν ὀστέων καὶ γεωθέντα εἰς τὴν σκληρότητα καὶ λειότητα συμπαγῇ, ἑνωθέντα δὲ ἐκ τῆς θρύψεως πάλιν εἰς ῥυθμὸν ἁρμονίας καὶ τὴν φυσικὴν συνέλθῃ συνάφειαν· εἶτα ἐπινοεῖς τὴν τῶν | |
10 | σαρκῶν περίπλασιν καὶ νεύρων ἀποτεταμένας συνδέσεις καὶ φλεβῶν καὶ ἀρτηριῶν λεπτοὺς ὀχετοὺς ὑφηπλωμένους τῷ δέρματι, ψυχῶν δὲ ἀμύθητον καὶ ἀναρίθμητον πλῆθος ἔκ τινων οἰκήσεων ἀπορρήτων κινούμενον, γνωρίζουσαν δὲ ἑκάστην ὡς ἱμάτιον ἐξαίρετον τὸ ἴδιον σῶμα καὶ τούτῳ πάλιν | |
15 | ἐνοικοῦσαν ὀξέως, ἀπλανῆ δὲ ἔχουσαν τὴν διάκρισιν κατὰ πλήθους τοσούτου ὁμοφύλων πνευμάτων. ἐννόησον γὰρ τὰς ἀπὸ Ἀδὰμ ψυχὰς καὶ τὰ ἀπ’ ἐκείνου σώματα πλῆθος τοσούτων οἰκιῶν λυθεισῶν καὶ οἰκοδεσποτῶν ἐκ μακρᾶς τῆς ἀποδημίας ὑποστρεφόντων, πάντα δὲ παραδόξως | |
20 | τελούμενα· οὔτε γὰρ ἡ οἰκία ἀνακτιζομένη βραδύνει οὔτε ὁ ἔνοικος πλανᾶται καὶ θυραυλεῖ ζητῶν, ποῦ τὰ ἴδια καὶ ἐξαίρετα, εὐθὺς δὲ ἐπ’ αὐτὴν χωρεῖ ὡσεὶ περιστερὰ πρὸς τὸν ἴδιον πύργον, κἂν πολλοὶ καὶ συνεχεῖς περὶ τὸν αὐτὸν τόπον ὦσι δι’ ὁμοίων σχημάτων ἐκλάμποντες. πόθεν πάλιν | |
25 | ἡ ἀνάμνησις καὶ ὁ ἀναλογισμὸς τοῦ προτέρου βίου καὶ | |
ἑκάστης πράξεως ἔννοια οὕτως ὀξέως συναπαρτιζομένη τῷ | 252 | |
9.253 | ζῴῳ πρὸ τοσούτων αἰώνων διαλυθέντι; καίτοιγε καὶ ἐξ ὕπνου ἄνθρωπος ἀνεγερθεὶς βαρυτέρου ἐπ’ ὀλίγον ἀγνοεῖ, ὅστις ἐστὶ καὶ ὅπου διάγει, καὶ τῶν συνήθων ἐπιλανθάνεται, μέχρις ἂν ἡ ἐγρήγορσις τὴν νάρκην ἀποσκεδάσασα πάλιν τὸ | |
5 | μνημονικὸν καὶ ἐνεργὲς ἀναζωπυρήσῃ. Ταῦτα καὶ τὰ τοιαῦτα τοὺς λογισμοὺς τῶν πολλῶν ὑπο‐ τρέχοντα θαύματος ὑπερβάλλοντος πληροῖ τὴν διάνοιαν, συνεισάγει δὲ τὴν ἀπιστίαν τῷ θαύματι· ἐπειδὴ γὰρ ὁ νοῦς οὐχ εὑρίσκει τῶν ἀπορουμένων καὶ ζητουμένων τὴν λύσιν | |
10 | οὐδὲ δύναται τὴν ἑαυτοῦ πολυπραγμοσύνην εὑρέσει καὶ καταλήψει προσαναπαῦσαι, χωρεῖ πρὸς ἀπιστίαν λοιπὸν ἐν τῇ ἀσθενείᾳ τῶν ἰδίων λογισμῶν ἐκβάλλων καὶ ἀθετῶν τὴν τῶν πραγμάτων ἀλήθειαν. μᾶλλον δὲ ἐπειδὴ ὁδῷ προβαίνων ὁ λόγος πρὸς τὸ συνεχῶς λαλούμενον ἀφίκετο ζήτημα καὶ | |
15 | τῆς παρούσης ἑορτῆς ἡ ὑπόθεσις οἰκεία καὶ συγγενής, φέρε μικρὸν εἰς ἀρχὴν πρέπουσαν ἀναγαγόντες τὸ προκείμενον πληροφορίαν ἐμποιῆσαι πειραθῶμεν τοῖς πρὸς τὰ φανερὰ κακῶς ἀμφιβάλλουσιν. Ὁ τῶν ὅλων δημιουργὸς θελήσας κτίσαι τὸν ἄνθρωπον οὐχ | |
20 | ὡς εὐκαταφρόνητον ζῷον ἀλλ’ ὡς τιμιώτερον πάντων εἰς τὸ εἶναι παρήγαγε καὶ τῆς ὑπ’ οὐρανὸν κτίσεως ἀνέδειξε βασιλέα. τοῦτο δὲ προελόμενος καὶ τοιοῦτον ἀπαρτίσας σοφὸν καὶ θεοειδῆ καὶ πολλῇ κατακοσμήσας τῇ χάριτι ἆρα μετὰ γνώμης τοιαύτης εἰς τὸ εἶναι παρήγαγεν, ἵνα γεννηθεὶς | |
25 | φθαρῇ καὶ τελείαν ὑποστῇ τὴν ἀπώλειαν; ἀλλὰ μάταιος ὁ σκοπὸς καὶ σφόδρα γε ἀνάξιον τὴν τοιαύτην ἔννοιαν | |
εἰς θεὸν ἀναφέρειν· παιδίοις γὰρ οὕτως ἀπεικάζεται | 253 | |
9.254 | οἰκοδομοῦσι σπουδῇ καὶ λύουσι ταχέως τὸ κατασκεύασμα πρὸς οὐδὲν πέρας εὔχρηστον τῆς διανοίας αὐτῶν καταλη‐ γούσης. πᾶν δὲ τοὐναντίον ἐδιδάχθημεν, ὅτι τὸν πρωτόπλαστον ἀθάνατον ἔκτισεν, ἐπισυμβάσης δὲ τῆς παραβάσεως καὶ | |
5 | τῆς ἁμαρτίας εἰς δίκην τοῦ πλημμελήματος τῆς ἀθανασίας ἐστέρησεν· εἶτα ἡ πηγὴ τῆς ἀγαθότητος ὑπερβλύζουσα τὴν φιλανθρωπίαν καὶ πρὸς τὸ ἔργον ἐπικλασθεῖσα τῶν ἰδίων χειρῶν σοφίᾳ καὶ ἐπιστήμῃ κατεκόσμησεν οὓς εἰς τὴν ἀρχαίαν [ἡμᾶς] εὐδόκησεν ἀνακαινίσαι κατάστασιν. | |
10 | Ταῦτα καὶ ἀληθῆ τυγχάνει καὶ τῆς περὶ θεοῦ ὑπολήψεως ἄξια· προσμαρτυρεῖ γὰρ αὐτῷ μετὰ τῆς ἀγαθότητος καὶ τὴν δύναμιν. τὸ δὲ ἀπαθῶς ἔχειν καὶ σκληρῶς πρὸς τὰ ἀρχόμενά τε καὶ ποιμαινόμενα οὐδὲ ἀνθρώπων ἐστὶ χρηστῶν καὶ βελτίστων· οὕτως ὁ ποιμὴν βούλεται ἐρρῶσθαι τὸ | |
15 | ποίμνιον αὐτῷ καὶ σχεδὸν ὑπάρχειν ἀθάνατον καὶ ὁ βουκόλος παντοδαπαῖς θεραπείαις αὔξει τὰς βοῦς καὶ τὰς αἶγας διδυμοτόκους ὑπάρχειν ὁ αἰπόλος εὔχεται καὶ πᾶς ἀγελάρχης ἁπλῶς διαμένειν αὐτῷ καὶ εὐθηνεῖσθαι ποθεῖ τὴν ἀγέλην πρός τι τέλος εὔχρηστον ἀφορῶν. τούτου δὲ οὕτως ἔχοντος καὶ ἐκ | |
20 | τῶν ἀρτίως ἡμῖν εἰρημένων δειχθέντος πρεπωδέστατον ὑπάρχειν τῷ δημιουργῷ καὶ τεχνίτῃ τοῦ γένους ἡμῶν ἀναπλάσαι τὸ φθαρὲν ποίημα πρόδηλον, ὡς οἱ τοῖς ἑξῆς ἀπειθοῦντες οὐκ ἄλλοθέν ποθεν ἀπομάχονται ἢ διὰ τὸ νομίζειν ἀδύνατον εἶναι τῷ θεῷ τὸ τεθνηκὸς καὶ διαλυθὲν | |
25 | ἀνεγεῖραι. νεκρῶν ἀληθῶς καὶ ἀναισθήτων τὸ φρόνημα τὸ ἀδύνατον καὶ ἀμήχανον ἐπὶ θεοῦ λογιζομένων καὶ τὰ τῆς ἰδίας ἀσθενείας ἐπὶ τὴν παντοδύναμον φερόντων μεγαλοπρέ‐ | |
πειαν. ἵνα δὲ λόγοις ἐλεγκτικοῖς τῆς ἀνοίας αὐτῶν | 254 | |
9.255 | καθικώμεθα, ἐκ τῶν γεγονότων καὶ ὄντων ἀποδειχθήτω τὸ μέλλον καὶ ἀπιστούμενον· ἤκουσας, ὅτι ὁ χοῦς ἐπλάσθη καὶ ἐγένετο ἄνθρωπος, δίδαξον οὖν με, παρακαλῶ, ὁ πάντα ἀξιῶν τῇ σοφίᾳ τῇ ἑαυτοῦ περιδράσσεσθαι, πῶς ὁ λεπτὸς | |
5 | χοῦς ὁ ἐσκεδασμένος συνήχθη, πῶς ἡ γῆ σὰρξ ἐγένετο καὶ ἡ αὐτὴ ὕλη καὶ ὀστέα ἐποίησε καὶ δέρμα καὶ πιμελὴν καὶ τρίχας, πῶς μιᾶς οὔσης τῆς σαρκὸς διάφοροι αἱ ἰδέαι τῶν μελῶν καὶ αἱ ποιότητες καὶ ἁφαί, πῶς ὁ πνεύμων ἁπαλὸς τὴν ἁφήν, πελιδνὸς τὴν χρόαν, τὸ ἧπαρ στριφνὸν καὶ ἐρυθρόν, ἡ καρδία | |
10 | πεπιλημένη καὶ σκληρότατον μόριον ἐν σαρκί, ὁ σπλὴν ἀραιὸς καὶ μέλας, ὁ ἐπίπλους λευκὸς καὶ ὡς δίκτυον ἁλιευτικὸν συμπεπλεγμένος παρὰ τῆς φύσεως. σκεψώμεθα κἀκεῖνα, πῶς ἡ πρώτη γυνὴ ἀπὸ μικροῦ μέρους τῆς πλευρᾶς ὑπέστη ζῷον ὁλόκληρον ὅμοιον τῷ τελείῳ καὶ πρώτῳ καὶ τὸ μέρος πρὸς | |
15 | πάντα διήρκεσε καὶ τὸ ὀλίγον τὸ πᾶν συνεστήσατο· ἡ πλευρὰ ἐγένετο κεφαλή, χεῖρες καὶ πόδες, ἐγκάτων σκολιὰ καὶ ποικίλη διάπλασις, σὰρξ καὶ τρίχες, ὀφθαλμὸς καὶ ῥὶς καὶ στόμα καὶ πάντα ἁπλῶς, ἵνα μὴ μακρὰν ἀπαγάγω τὸν λόγον, πάντα θαυμαστὰ καὶ παράδοξα ἡμῖν τοῖς ὀλίγοις. | |
20 | πρόχειροι δὲ παρὰ θεῷ τῆς κατασκευῆς οἱ λόγοι καὶ λίαν ὁμολογούμενοι· πῶς οὖν σωφρονεῖν δόξουσιν οἱ τὴν μὲν μίαν πλευρὰν συγχωροῦντες γενέσθαι ἄνθρωπον, ἀπὸ δὲ ὁλοκλήρου τῆς τοῦ ἀνθρώπου ὕλης ἀπιστοῦντες τὸν αὐτὸν ἀνακτίζεσθαι; οὐκ ἔστιν, οὐκ ἔστιν ἐπινοίαις ἀνθρωπικαῖς | |
25 | θεοῦ πολυπραγμονεῖν ἐνεργείας· εἰ γὰρ πάντα ἦν ἡμῖν καταληπτά, οὐκ ἂν κρείττων ἦν ἡμῶν ὁ κρείττων. τί λέγω | |
περὶ θεοῦ; οὐδὲ πρὸς τὰ ἄλογα τῶν ζῴων ἐπί τινων δυνάμεων | 255 | |
9.256 | σύγκρισίν τινα ἔχομεν, ἀλλὰ κἀκείνων ἀπολειπόμεθα. αὐτίκα δρόμῳ μὲν ἡμᾶς ὑπερβάλλονται ἵπποι καὶ κύνες καὶ ἄλλα πολλά, δυνάμει δὲ κάμηλοι καὶ ἡμίονοι, σημειώσει δὲ ὁδῶν οἱ ὄνοι καὶ τὸ τῆς δορκάδος ὀξυωπὸν ἐν ἡμετέροις ὀφθαλμοῖς | |
5 | οὐχ εὑρίσκεται. διὸ εὐγνωμόνων καὶ σωφρονούντων ἐστὶ πιστεύειν τοῖς παρὰ τοῦ θεοῦ λεγομένοις, τοὺς δὲ τρόπους καὶ τὰς αἰτίας τῶν ἐνεργειῶν ὡς ὑπερβαινούσας μὴ ἀπαιτεῖν, ἐπεὶ λεχθήσεται ἑνὶ τῶν πολυπραγμόνων· δεῖξόν μοι τῷ λόγῳ σου τὴν τῶν ὁρωμένων οὐσίωσιν, εἰπὲ ποίᾳ τέχνῃ τὴν | |
10 | πολύμορφον ταύτην ἐργασίαν ἐδημιούργησεν. ἂν γὰρ ταῦτα ἐξεύρῃς, εἰκότως ἀμηχανεῖς καὶ ἀσχάλλεις, διότι τὴν τῆς παλιγγενεσίας μετακόσμησιν ἀγνοεῖς ὁ τῆς γενέσεως τὸν λόγον εἰδώς. εἰ δὲ ὄναρ σοι ἐκεῖνα καὶ φαντασία καὶ πανταχό‐ θεν ἡ ἐπίγνωσις ἄπορος, μὴ ἀγανάκτει, εἰ τὸν λόγον τῆς | |
15 | κατασκευῆς ἀγνοῶν καὶ τὴν διόρθωσιν τοῦ φθαρέντος οὐ συνορᾷς, ὁ αὐτὸς τεχνίτης ἐστὶ καὶ τῆς πρώτης κτίσεως καὶ τῆς δευτέρας μετακοσμήσεως. οἶδεν ὅπως τὸ ἴδιον ἔργον διάλυσιν ὑπομεῖναν συναρμόσει πάλιν εἰς τὴν ἀρχαίαν κατάστασιν. εἰ σοφίας χρεία, ἡ πηγὴ τῆς σοφίας παρ’ ἐκείνῳ, | |
20 | εἰ δυνάμεως, οὐ χρῄζει συνεργοῦ καὶ συλλήπτορος. οὗτός ἐστιν ὁ κατὰ τὴν φωνὴν τοῦ σοφωτάτου προφήτου μετρήσας τῇ χειρὶ τὸ ὕδωρ καὶ τὸν μέγαν καὶ ἄπλετον οὐρανὸν σπιθαμῇ καὶ τὴν γῆν δρακί. θεώρησον εἰκόνας ἐναργεῖς σημασίας παρεχομένας τῆς ἀρρήτου δυνάμεως, ἀπόγνωσιν ἐμποιούσας | |
25 | τοῖς λογισμοῖς ἡμῶν τοῦ μηδὲν δύνασθαι ἄξιον τῆς τοῦ θεοῦ φύσεως φαντασθῆναι. παντοδύναμος καὶ ἔστι καὶ λέγεται | |
(τάχα γὰρ οὐ ζυγομαχήσεις πρὸς τοῦτο, ἀλλὰ δώσεις ὡς | 256 | |
9.257 | συγκεχωρημένον κρατεῖν), τῷ δὲ πάντα δυναμένῳ οὐδὲν ἄπορον ἢ ἀμήχανον. ἔχεις πολλὰ τῆς πίστεως ἐνέχυρα ἀναγκαστικῶς σε συνελαύνοντα πρὸς τὸ συντίθεσθαι τοῖς παρ’ ἡμῶν λεγομένοις· πρῶτον μὲν πᾶσαν τὴν ποικίλην | |
5 | καὶ πολυσύνθετον κτίσιν βοῶσαν παντὸς κηρύγματος εὐση‐ μότερον, ὅτι ὁ μέγας καὶ σοφὸς τεχνίτης ὁ πάντα τὰ βλεπό‐ μενα τεχνησάμενος· πρὸς δὲ ταύτην προμηθὴς ὢν ὁ θεὸς καὶ τὰ τῶν ἀπίστων ψυχάρια πόρρωθεν καθορῶν ἔργῳ τὴν τῶν νεκρῶν ἔγερσιν ἐβεβαίωσεν πολλὰ σώματα τῶν τετελευ‐ | |
10 | τηκότων ψυχώσας. διὰ τοῦτο Λάζαρος τετραήμερος νεκρὸς τῆς θήκης ἐξήλατο καὶ τῆς χήρας ὁ μονογενὴς ἀπεδόθη τῇ μητρὶ ἐκ τῆς κλίνης καὶ τῆς ἐκφορᾶς πρὸς τοὺς ζῶντας ἀναλυθεὶς καὶ ἄλλοι μυρίοι, οὓς ἀπαριθμεῖσθαι νῦν ὀχληρόν. τί λέγω περὶ τοῦ θεοῦ καὶ σωτῆρος, ὁπότε, ἵνα ἐπὶ πλέον | |
15 | δυσωπηθῶσιν οἱ ἀμφιβάλλοντες, καὶ τοῖς δούλοις αὐτοῦ τοῖς ἀποστόλοις τὴν τοῦ ἐγείρειν νεκροὺς ἐχαρίσατο δύναμιν; ἔστιν οὖν ἡ ἀπόδειξις ἐναργής, καὶ διὰ τί οἱ φιλόνεικοι πράγ‐ ματα ἡμῖν παρέχετε ὡς ἀναποδείκτων λόγων ἐξηγηταῖς; ὡς εἷς ἠγέρθη, οὕτω καὶ δέκα, ὡς οἱ δέκα καὶ τριακόσιοι, | |
20 | ὡς τριακόσιοι καὶ οἱ πολλοί· ὁ γὰρ ἑνὸς ἀνδριάντος τε‐ χνίτης ἔσται ῥᾳδίως καὶ μυρίων δημιουργός. οὐκ εἴδετε τοὺς μηχανικούς, ὅπως τῶν μεγάλων καὶ ἐξαισίων οἰκοδο‐ μημάτων ἐν ὀλίγῳ κηρῷ τὰς μορφὰς καὶ τοὺς τύπους προαναπλάττουσι καὶ ὁ ἐν τῷ μικρῷ λόγος τὴν αὐτὴν | |
25 | ἔχει δύναμιν ἐν ταῖς πολλαῖς καὶ μεγάλαις κατασκευαῖς; μέγας ὁ οὐρανός, τεχνικὸν τοῦ θεοῦ δημιούργημα· | |
ἐπειδὴ δὲ λογικὸν ζῷον ὁ θεὸς τὸν ἄνθρωπον ἐποίησεν, | 257 | |
9.258 | ἵνα τῇ καταλήψει τῶν ποιημάτων δοξάσῃ τὸν σοφὸν καὶ εὐμήχανον ποιητήν, ὄψει τὸ τοῦ ἀστρονόμου σφαιρίον μικρὸν μέν, ἐν δὲ τῇ χειρὶ κινούμενον τοῦ ἐπιστήμονος οὕτως ὡς 〈ὁ〉 οὐρανὸς παρὰ τοῦ θεοῦ. καὶ τὸ ἐλάχιστον κατασκεύα‐ | |
5 | σμα τοῦ μεγάλου δημιουργήματος εἰκὼν γίνεται καὶ ἐν τοῖς μικροῖς ὁ λόγος ἑρμηνεύει τὰ ὑπέρογκα καὶ τὰ τὴν αἴσθησιν ἡμῶν ὑπερβαίνοντα. ταῦτα δὲ πρὸς τί διῆλθον; ἵνα γινώσκῃς, ὅτι κἂν ἐρωτήσῃς με, πῶς ἔσται τῶν ἀπ’ αἰῶνος σωμάτων ἡ ἀνάστασις, ἀντακούσῃ ταχέως· πῶς ὁ τετραήμερος ἠγέρθη | |
10 | Λάζαρος; πρόδηλον γὰρ ὡς τὴν ἐπὶ τῷ ἑνὶ πληροφορίαν κἀν τοῖς πολλοῖς ὁμοίως ὁ σωφρονῶν παραδέξεται. θεὸν ὑποτιθέ‐ μενος τὸν ποιοῦντα μηδὲν εἴπῃς ἀδύνατον μηδὲ τῇ σαυτοῦ ἐννοίᾳ καταληπτὴν νομίσῃς τὴν τοῦ ἀκαταλήπτου σοφίαν· οὔτε γὰρ ἐκείνῳ τι ἄπειρον καὶ σοὶ τὰ τοῦ ἀπείρου ἀνεξε‐ | |
15 | ρεύνητα. Ὀψόμεθα δὲ τοῦτον τὸν λόγον καλῶς, ἂν πρὸς τοῖς εἰρημέ‐ νοις καὶ τὸν τρόπον τῆς γενέσεως ἡμῶν δοκιμάσωμεν, οὐ τὸν πρῶτον καὶ πρεσβύτατον ἐκεῖνον τὸν παρὰ θεοῦ, περὶ οὗ ἐν τοῖς ἔμπροσθεν εἴρηται, ἀλλὰ τὸν μέχρι νῦν ἀκολούθως | |
20 | παρὰ τῆς φύσεως ἐκτελούμενον· ἄπορος γὰρ οὗτος καὶ λογισμῷ ἀνθρωπίνῳ ἀπρόσιτος. πῶς γὰρ τὸ σπέρμα οὐσία οὖσα ὑγρὰ καὶ ἄπλαστος καὶ ἀνείδεος εἰς κεφαλὴν πήγνυται καὶ εἰς ἀντικνήμια καὶ πλευρὰς στερεοῦται καὶ ποιεῖ ἐγκέφα‐ λον ἁπαλὸν καὶ μανὸν καὶ τὸ περιέχον αὐτὸν ὀστέον οὕτω | |
25 | σκληρὸν καὶ ἀντιτυπὲς καὶ τὴν ποικίλην τοῦ ζῴου κατασκευήν, ἵνα συντόμως εἴπω καὶ μὴ παρέλκω λεπτομερῶς ἐπεξιὼν τοῖς καθ’ ἕκαστα; ὡς οὖν τὸ σπέρμα ὑπάρχον ἄμορφον ἐν ἀρχαῖς εἰς σχῆμα τυποῦται καὶ εἰς ὄγκους ἁδρύνεται τῇ ἀπορρήτῳ | |
τοῦ θεοῦ κατασκευαζόμενον τέχνῃ, οὕτως οὐδὲν ἀπεικός, | 258 | |
9.259 | ἀλλὰ καὶ πάνυ ἀκόλουθον, τὴν ἐν τοῖς τάφοις ὕλην τήν ποτε οὖσαν ἐν εἴδει αὖθις εἰς τὴν παλαιὰν ἀνακαινισθῆναι διάπλασιν καὶ πάλιν γενέσθαι τὸν χοῦν ἄνθρωπον, ὥσπερ δὴ καὶ τὸ πρῶτον ἐκεῖθεν ἔσχε τὴν γένεσιν. | |
5 | Συγχωρήσωμεν τῷ θεῷ δύνασθαι τοσοῦτον ὅσον ὁ κεραμεὺς ἰσχύει. τί γὰρ οὗτος ποιεῖ, λογισώμεθα· πηλὸν λαβὼν ἄμορφον εἰς σκεῦος εἰδοποιεῖ καὶ τοῦτο πρὸς τὴν ἀκτῖνα τὴν ἡλιακὴν προθέμενος ξηραίνει καὶ στερεὸν ἀπεργάζεται, ἔστι δὲ ἀμφορίσκος ἢ πίναξ ἢ πίθος τὸ πλαττόμενον· ἀλλ’ ἐμπεσόντος | |
10 | τινὸς ἀτάκτως καὶ ἀνατρέψαντος συντρίβεται καταπεσὼν καὶ γίνεται ἀμόρφωτος γῆ, ὁ δὲ τεχνίτης βουληθεὶς ὀξέως ἐπανορθοῖ τὸ συμβὰν καὶ πάλιν πηλὸν σχηματίσας τῇ τέχνῃ οὐδὲν χεῖρον τοῦ ποτε ὄντος ἀπεργάζεται τὸ σκεῦος. καὶ ὁ μὲν κεραμεὺς οὕτως μικρὸν τῆς τοῦ θεοῦ δυνάμεως | |
15 | κτίσμα, ὁ δὲ θεὸς ἀπιστεῖται ὑπισχνούμενος ἀνακαινίζειν τὸν τεθνηκότα. πολλῆς ταῦτα τῆς ἀνοίας ἐστίν. Θεωρήσωμεν καὶ τὸ τοῦ σίτου ὑπόδειγμα, ᾧ Παῦλος ὁ πάνσοφος παιδεύει τοὺς ἄφρονας λέγων· Ἄφρων σύ, ὃ σπείρεις, 〈οὐ ζωοποιεῖται, ἐὰν μὴ ἀποθάνῃ, καὶ ὃ σπείρεις,〉 | |
20 | οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις, ἀλλὰ γυμνὸν κόκκον, εἰ τύχοι, σίτου ἤ τινος τῶν λοιπῶν σπερμάτων, ὁ δὲ θεὸς δίδωσιν αὐτῷ σῶμα, καθὼς ἠθέλησεν. ἀκριβῶς προσέχωμεν τῇ γενέσει τοῦ σίτου, καὶ τάχα τὸν περὶ ἡμῶν λόγον διδαχθη‐ σόμεθα. ὁ σῖτος ῥίπτεται εἰς τὴν γῆν, διασαπεὶς δὲ ἐν τῇ | |
25 | νοτίδι καὶ, ὡς ἂν εἴποι τις, τελευτήσας ἀπολήγει εἴς τινα | |
γαλακτώδη οὐσίαν, ἥτις παγεῖσα μικρὸν ὀξὺ καὶ λευκὸν | 259 | |
9.260 | γίνεται κέντρον, αὐξηθεῖσα δὲ ὅσον προκύψαι τῆς γῆς ἐκ τοῦ λευκοῦ πρὸς τὸ ἠρέμα χλοαινόμενον μεταβάλλεται, εἶτα γίνεται πόα καὶ κόμη τῶν βώλων, ἐφαπλωθεῖσα δὲ αὐτοῖς καὶ σκεδασθεῖσα μετρίως πολυσχιδῆ κάτωθεν ὑποτρέ‐ | |
5 | φει τὴν ῥίζαν τῷ μέλλοντι βάρει τὴν ὑποβάθραν προευτρεπί‐ ζουσα· καὶ ὥσπερ οἱ ἱστοὶ τῶν πλοίων πλείστοις πανταχόθεν διατείνονται κάλοις, ἵνα πάγιοι μένωσιν ἰσορρόποις ταῖς ὁλκαῖς ἀντισπώμενοι, οὕτως αἱ σχοινοειδεῖς ἀποφύσεις τῆς ῥίζης ἀντιλαβαὶ τῶν ἀσταχύων γίνονται καὶ ἐρείσματα. | |
10 | ἐπειδὰν δὲ εἰς κάλαμον ὁ σῖτος διαναστῇ καὶ πρὸς τὸ ὕψος ἐπείγηται, γόνασιν αὐτὸν καὶ κόμβοις ὁ θεὸς ὑπερείδει οἷον οἰκίαν τινὰ συνδέσμοις ἀσφαλιζόμενος διὰ τὴν προσδοκωμένην τῆς κόμης βαρύτητα. εἶτα τῆς ἰσχύος ἑτοιμασθείσης τὴν κάλυκα σχίσας προάγει τὸν ἄσταχυν. καὶ πάλιν ἐκεῖ θαύματα | |
15 | κρείττονα· στοιχηδὸν γὰρ ὁ σῖτος αὐτῷ περιφύεται καὶ τῶν κόκκων ἕκαστος ἐξαίρετον ἔχει τὴν ἀποθήκην καὶ τελευταῖοι προβέβληνται οἱ ἀνθέρικες ὀξεῖς καὶ λεπτοί, ὅπλα οἶμαι κατὰ τῶν σπερμολόγων ὀρνίθων, ἵνα ταῖς ἐκείνων ἀκμαῖς νυττόμενοι τῷ καρπῷ μὴ λυμαίνωνται. ὁρᾷς, ὅσην εἷς κόκκος | |
20 | διασαπεὶς θαυματουργίαν ἔχει καὶ μόνος πεσὼν μεθ’ ὅσων ἐγείρεται· ἄνθρωπος δὲ οὐδὲν προσλαμβάνει πλέον, ὃ δὲ εἶχεν, ἀπολαμβάνει, καὶ διὰ τοῦτο τῆς γεωργίας τοῦ σίτου ὁ ἡμέτερος ἀνακαινισμὸς εὐκολώτερος ἀναφαίνεται. Ἐντεῦθεν μετάβηθι πρὸς τὴν ἔννοιαν τῶν δένδρων, ὅπως ὁ | |
25 | χειμὼν αὐτοῖς καθ’ ἕκαστον ἔτος ἀντὶ θανάτου γίνεται· ἀπορρύεται γὰρ ἡ ὀπώρα καὶ τὸ φύλλον πίπτει καὶ ξηρὰ μένει τὰ ξύλα πάσης χάριτος ἐστερημένα. ἐπειδὰν δὲ τοῦ ἔαρος ὁ | |
καιρὸς ἐπιλάβοι, ἄνθος αὐτοῖς χαριέστατον ὑπερφύεται καὶ | 260 | |
9.261 | μετὰ τὸ ἄνθος ἐπιγίνεται τῶν φύλλων ἡ σκέπη καὶ τότε ὡς εὐειδὲς θέαμα ἀνθρώπων τε τὰς ὄψεις ἐφέλκεται καὶ ὀρνίθων ᾠδικῶν ἐργαστήρια γίνεται τοῖς πετάλοις ἐγκαθη‐ μένων καὶ θαυμαστή τις περὶ αὐτὰ χάρις ἐκλάμπει, ὥστε | |
5 | πολλοὶ καὶ οἶκον ἀφῆκαν χρυσῷ κεκοσμημένον καὶ λίθῳ τῷ Θεσσαλῷ καὶ Λάκωνι, τερπνὴν δὲ μᾶλλον ἑαυτοῖς ἔθεντο τὴν ὑπὸ δένδρα διαγωγήν. διὸ καὶ ὁ πατριάρχης Ἀβραὰμ ὑπὸ δρυῒ τὴν σκηνὴν ἐπήξατο οὐκ οἰκίας πάντως ἀπορῶν, ἀλλὰ τῇ σκέπῃ τῶν κλάδων ἐπαγαλλόμενος. | |
10 | Ὁδηγεῖ με πρὸς συγκατάθεσιν τοῦ προκειμένου λόγου καὶ τῶν ἑρπετῶν ἡ ζωή· νεκροῦται γὰρ ἐκείνων ὥρᾳ χειμῶνος ἡ ζώπυρος δύναμις καὶ τὸν χρόνον τῶν ἓξ μηνῶν ἐν τοῖς φωλεοῖς κατάκειται παντελῶς ἀκίνητα. ἐπειδὰν δὲ ὁ τεταγ‐ μένος ἔλθῃ καιρὸς καὶ βροντὴ κατηχήσῃ τοῦ κόσμου, ὥσπερ | |
15 | τι σύνθημα τῆς ζωῆς τὸν κτύπον δεχόμενα ὀξέως ἀναπηδᾷ καὶ διὰ μακροῦ τοῦ χρόνου ἐνεργεῖ τὰ συνήθη. τίς ὁ λόγος οὗτος; λεγέτω μοι ὁ τῶν πράξεων τοῦ θεοῦ βασανιστὴς καὶ ἐπιγνώμων καὶ διδασκέτω με, πῶς βροντῇ μὲν τοὺς ὄφεις διεγείρεσθαι συγχωρεῖ νεκροὺς ὑπάρχοντας, ἀνθρώπους δὲ | |
20 | οὐ δίδωσι ψυχοῦσθαι τῆς τοῦ θεοῦ σάλπιγγος ἐξ οὐρανῶν ἐπηχούσης, καθὼς ὁ θεῖος λόγος φησί· Σαλπίσει γὰρ καὶ οἱ νεκροὶ ἀναστήσονται· καὶ ἀλλαχοῦ πάλιν σαφέστερον· Καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος φωνῆς μεγάλης καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς αὐτοῦ. | |
25 | Μὴ τοίνυν ταῖς ἀλλοιώσεσι καὶ τοῖς ἀνακαινισμοῖς | |
ἀπιστῶμεν· καὶ γὰρ φυτῶν καὶ ζῴων διαφόρων ὁ βίος καὶ | 261 | |
9.262 | αὐτῶν γε τῶν ἀνθρώπων ἡμᾶς ἐκπαιδεύει, ὡς οὐδὲν ἐν ταυτότητι τῶν ἐν φθορᾷ καὶ γενέσει, ἐν ἀλλοιώσει δὲ καὶ τροπῇ. καὶ πρῶτόν γε εἰ δοκεῖ τὴν ἐν ταῖς ἡλικίαις ἡμῶν μεταβολὴν καταμάθωμεν· τὸ παιδίον τὸ ὑπομάζιον οἷόν ἐστι | |
5 | γνωρίζομεν. ὀλίγου χρόνου παρελθόντος τὴν ἑρπυστικὴν λαμβάνει δύναμιν καὶ οὐδὲν διαφέρει τῶν μικρῶν σκυλάκων τέτρασιν ἐρειδόμενον βάσεσιν· περὶ τὸν τρίτον ἐνιαυτὸν ὄρθιον γίνεται καὶ φωνὴν ὑποτραυλιζομένην καὶ ψελλιζομένην προΐεται· εἶτα διαρθροῖ τὸν λόγον καὶ χαρίεν ἀποτελεῖται | |
10 | μειράκιον· ἀπ’ ἐκείνης τῆς ἡλικίας πρὸς τὸν ἔφηβον καὶ νεανίσκον ἐκβαίνει· ἰούλου δὲ τὴν παρειὰν καλύψαντος γενειὰς λάσιος μετ’ ὀλίγον καὶ ἄλλος ἐξ ἄλλου· εἶτα ἀνὴρ ἀκμάζων τραχὺς τληπαθής. ἐπειδὰν δὲ παρέλθωσι τέσσαρες δεκάδες ἐνιαυτῶν, ἀρχὴ τῆς ὑποστροφῆς καὶ πολιὰ ἠρέμα | |
15 | ὑπολευκαίνει τὴν κεφαλὴν καὶ ἡ ῥώμη πρὸς ἀσθένειαν ἀποκλίνει καὶ παραγίνεται τελευταῖον τὸ γῆρας τέλειος ἀφανισμὸς τῆς ἰσχύος, κλίνεται δὲ τὸ σῶμα καὶ κυρτοῦται πρὸς γῆν ὡς οἱ ὑπερξηρανθέντες τῶν ἀσταχύων καὶ τὸ λεῖον ἀποτελεῖται ῥυσὸν καὶ πάλιν βρέφος ὅ ποτε νεανίσκος καὶ | |
20 | ἀριστεὺς ψελλιζόμενος, ἀνοηταίνων, ἐπὶ χειρῶν καὶ ποδῶν ὁμοίως ἕρπων ὡς πάλαι. ταῦτα πάντα τί σοι δοκεῖ; οὐκ ἀλλοιώσεις; οὐ μεταβολαὶ πολύτροποι; οὐ διάφοροι καινότητες τὸ θνητὸν ζῷον μεταμορφοῦσαι καὶ πρὸ θανάτου; ὁ δὲ ὕπνος ἡμῶν καὶ ἡ ἐγρήγορσις πῶς οὐκ ἂν τῷ σοφῷ | |
25 | γένοιτο διδασκάλιον τοῦ ζητουμένου; ὁ μὲν γὰρ εἰκών ἐστι | |
τοῦ θανάτου, ἡ δὲ τῆς ἀναστάσεως μίμημα. διὸ καί τινες τῶν | 262 | |
9.263 | ἔξωθεν σοφῶν ἀδελφὸν προσεῖπον τοῦ θανάτου τὸν ὕπνον διὰ τὴν ὁμοιότητα τῶν ἀφ’ ἑκατέρου συμβαινόντων παθῶν· λήθη γὰρ ὁμοίως ἐπ’ ἀμφοτέρων καὶ ἄγνοια τῶν παρελθόντων καὶ τῶν μελλόντων καὶ τὸ σῶμα κεῖται ἀναίσθητον φίλον | |
5 | οὐκ εἰδός, ἐχθρὸν οὐ γινῶσκον, τοὺς περιεστῶτας καὶ θεω‐ ροῦντας μὴ βλέπον, παρειμένον νεκρόν, πάσης ἀμοιροῦν ἐνεργείας, οὐδὲν διαφέρον τῶν ἀποκειμένων ἐν τάφοις καὶ θήκαις. οὕτω τοι συλᾷς ὡς νεκρὸν εἰ θέλοις τὸν καθεύδοντα, κενοῖς τὴν οἰκίαν, δεσμὰ προσάγεις καὶ οὐδεμία τῶν | |
10 | πραττομένων αἴσθησις ἐπιγίνεται· ὀλίγον δὲ ὕστερον, ὅταν ἀνοχή τις καὶ λώφησις γένηται τοῦ πάθους, ὥσπερ ἄρτι ζωοποιηθεὶς ὁ ἄνθρωπος διανίσταται κατὰ μικρὸν εἰς συναίσθησιν ἑαυτοῦ καὶ τῶν πραγμάτων ἐρχόμενος καὶ σχολῇ τὰς ἐνεργείας ἀναλαμβάνων καὶ οἷον ψυχούμενος τῇ | |
15 | ζωπυρήσει τῆς ἐγρηγόρσεως. εἰ δὲ ὑφεστῶτος ἔτι τοῦ ζῴου καὶ περιόντος τοσαῦται νύκτωρ καὶ μεθ’ ἡμέραν ἐκστάσεις ἀλλοιώσεις μεταβολαὶ λῆθαι καὶ μνῆμαι τῷ βίῳ παραπεπή‐ γασι, λίαν ἀνόητον καὶ φιλόνεικον θεῷ μὴ πιστεύειν τὸν ἔσχατον ἀνακαινισμὸν ἐπαγγελλομένῳ τῷ καὶ τὴν πρώτην | |
20 | πλάσιν δημιουργήσαντι. Ὃ δὲ μάλιστα φράττει τοὺς ἀντιλέγοντας καὶ ἀπιστεῖν παρασκευάζει, τοῦτο πρὸ πάντων ὡς οἶμαι τὸ νομίζειν ἀφανισμὸν παντελῆ γίνεσθαι τῶν σωμάτων. ἔχει δὲ οὐχ οὕτως· οὐ γὰρ τέλεον ἀφανίζεται, ἀλλὰ διαλύεται εἰς τὰ ἐξ | |
25 | ὧν συνετέθη καὶ ἔστιν ἐν ὕδατι καὶ ἀέρι καὶ γῇ καὶ πυρί. τῶν δὲ πρωτοτύπων στοιχείων μενόντων καὶ τῶν ἀπ’ ἐκείνων μετὰ τὴν διάλυσιν ἐκείνοις προσχωρησάντων ἐν τοῖς | |
καθόλου σῴζεται καὶ τὰ μέρη. θεῷ δὲ μάλιστα μὲν εὔπορον | 263 | |
9.264 | ἐξ οὐκ ὄντων δημιουργεῖν (καὶ γὰρ οὕτως ἐν ἀρχαῖς ἔλαβε τὰ πάντα τὴν γένεσιν), τὸ δὲ ἐξ ἀρχῶν τῶν οὐσῶν γενεσιουρ‐ γεῖν πολλῷ δήπου ῥᾷστον καὶ εὐκολώτατον. μὴ τοίνυν τὴν καλὴν ἐλπίδα τῶν ἀνθρώπων ἀνέλωμεν τὴν ἐπανόρθωσιν | |
5 | τῆς ἀσθενείας ἡμῶν καὶ τὴν δευτέραν ὡς ἂν εἴποι τις γένεσιν τὴν ἐλευθέραν θανάτου μηδὲ φιληδονίας ὑπερβολῇ τὴν ἀγαθὴν καὶ φιλάνθρωπον τοῦ θεοῦ ὑπόσχεσιν καθυβρίσωμεν· ἐμοὶ γὰρ δοκοῦσιν οἱ τῆς προκειμένης ὑποθέσεως ἐναντίοι ἄνδρες εἶναι κακίας ἑταῖροι καὶ ἀρετῆς ἐχθροί, λάγνοι καὶ | |
10 | πλεονέκται καὶ ἀκρατεῖς ὀφθαλμοῖς καὶ ἀκοῇ καὶ ὀσφρήσει καὶ πάσαις ταῖς αἰσθήσεσι ῥέουσαν ἐπ’ αὐτοῖς τὴν ἡδονὴν εἰσδεχόμενοι. ἐπειδὴ δὲ ὁ τῆς ἀναστάσεως λόγος προκειμένην ἔχει τὴν κρίσιν καὶ τῶν ἱερῶν βίβλων ἀκούουσι λεγουσῶν διαρρήδην, ὡς οὐκ ἀνεύθυνος ἡμῶν ὁ βίος (ἀλλ’ ὅταν πρὸς | |
15 | τὴν δευτέραν ἀνακαινισθῶμεν ζωήν, πάντες παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ, ὡς ὑπ’ ἐκείνῳ κριτῇ τὰς πρὸς ἀξίαν ἀμοιβὰς τῶν βεβιωμένων κομίσασθαι), συνειδότες ἑαυτοῖς πράξεις αἰσχίστας πολλῶν ἀξίας τιμωριῶν μίσει τῆς κρίσεως ἀναιροῦσι καὶ τὴν ἀνάστασιν, ὥσπερ οἱ πονηροὶ τῶν δούλων | |
20 | οἱ τὴν οὐσίαν τοῦ κυρίου δαπανήσαντες, θανάτους δὲ τοῦ δεσπότου καὶ ἀπωλείας ἑαυτοῖς ὑπογράφοντες καὶ πρὸς τὴν ἰδίαν ἐπιθυμίαν διακένους λογισμοὺς ἀναπλάσσοντες. ἀλλ’ οὐδὲ εἷς οὕτω φρονήσει τῶν σωφρονούντων· τί γὰρ ὄφελος δικαιοσύνης καὶ ἀληθείας καὶ χρηστότητος καὶ παντὸς τοῦ | |
25 | καλοῦ, ὑπὲρ τίνος δὲ μοχθοῦσι καὶ φιλοσοφοῦσιν ἄνθρωποι γαστρὸς ἡδονὴν δουλαγωγοῦντες καὶ ἀγαπῶντες ἐγκράτειαν καὶ ὕπνου πρὸς ὀλίγον μεταλαγχάνοντες καὶ παραταττόμενοι πρὸς χειμῶνα καὶ πνῖγος, εἰ ἀνάστασις οὔκ ἐστιν; εἴπωμεν | |
πρὸς ταῦτα τὰ ῥήματα Παύλου· Φάγωμεν καὶ πίωμεν, | 264 | |
9.265 | αὔριον γὰρ ἀποθνῄσκομεν. εἰ ἀνάστασις οὔκ ἐστιν, ἀλλὰ πέρας τοῦ βίου θάνατος, ἄνελέ μοι κατηγορίας καὶ ψόγους, δὸς ἀκώλυτον τῷ ἀνδροφόνῳ τὴν ἐξουσίαν, ἄφες τὸν μοιχὸν μετὰ παρρησίας ἐπιβουλεύειν τοῖς γάμοις, τρυφάτω κατὰ τῶν | |
5 | ἀλλοτρίων ὁ πλεονέκτης, μηδεὶς ἐπικοπτέτω τὸν λοίδορον, ὀμνύτω συνεχῶς ὁ ἐπίορκος, μένει γὰρ θάνατος καὶ τὸν εὔορκον, ψευδέσθω ἄλλος ὅσα βούλεται, οὐδεὶς γὰρ τῆς ἀληθείας καρπός, μηδεὶς ἐλεείτω τὸν πέντητα, ἄμισθος γάρ ἐστιν ὁ ἔλεος. ταῦτα τὰ φρονήματα χείρονα ποιεῖ τοῦ | |
10 | κατακλυσμοῦ σύγχυσιν καὶ πάντα μὲν ἐκβάλλει σώφρονα λόγον, πᾶν δὲ νόημα μανικὸν καὶ λῃστρικὸν ἐπιθήγει· εἰ γὰρ ἀνάστασις οὔκ ἐστιν, οὐδὲ κρίσις, εἰ δὲ κρίσις ἀνῄρηται, καὶ φόβος θεοῦ συνεκβάλλεται· ὅπου δὲ φόβος οὐ σωφρονίζει, ἐκεῖ χορεύει μετὰ τῆς ἁμαρτίας ὁ διάβολος. καὶ λίαν ἁρμο‐ | |
15 | δίως πρὸς τοὺς τοιούτους ὁ Δαβὶδ ἐκεῖνον ἀνέγραψε τὸν ψαλμόν· Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· οὐκ ἔστι θεός. διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασιν. εἰ ἀνάστασις οὐκ ἔστι, μῦθος ὁ Λάζαρος καὶ ὁ πλούσιος καὶ τὸ φρικῶδες χάσμα καὶ ἡ τοῦ πυρὸς ἄσχετος φλόγωσις καὶ ἡ διακαὴς | |
20 | γλῶσσα καὶ ἡ ποθουμένη σταγὼν τοῦ ὕδατος καὶ ὁ δάκτυλος τοῦ πτωχοῦ. πρόδηλον γάρ, ὅτι ταῦτα πάντα τὸ μέλλον ἐξεικονίζει τῆς ἀναστάσεως· γλῶσσα γὰρ καὶ δάκτυλος οὐ τῆς ἀσωμάτου ψυχῆς μέλη νοεῖται, ἀλλὰ μέρη τοῦ σώματος. καὶ μηδεὶς οἰέσθω ταῦτα ἤδη πεπρᾶχθαι, ἀλλὰ | |
25 | προαναφώνησιν εἶναι τοῦ μέλλοντος· ἔσται δὲ τότε, ὅταν ἡ μετακόσμησις ψυχώσασα τοὺς νεκροὺς πρὸς τὰς εὐθύνας ἕκαστον τῶν βεβιωμένων ἀναγάγῃ σύνθετον ὄντα καθὼς | |
πρότερον καὶ διὰ ψυχῆς καὶ σώματος συνεστῶτα. ὁ δὲ | 265 | |
9.266 | θεοφορούμενος Ἰεζεκιὴλ καὶ τῶν μεγάλων ὀπτασιῶν θεωρὸς πρὸς ποίαν ἄρα διάνοιαν ὁδηγούμενος ἔβλεπε τὸ μέγα καὶ ἀνηπλωμένον ἐκεῖνο πεδίον τὸ γέμον τῶν ἀνθρωπίνων ὀστέων, καθ’ ὧν ἐκελεύετο προφητεύειν; καὶ σάρκες μὲν | |
5 | εὐθὺς ἐκείνοις περιεφύοντο, τὰ δὲ λελυμένα καὶ ἀτάκτως διερριμμένα εἰς τάξιν καὶ ἁρμονίαν ἀλλήλοις συνεκολλᾶτο. ἢ πρόδηλον, ὡς διὰ τῶν τοιούτων λόγων τὴν τῆς σαρκὸς ταύτης ἀναβίωσιν ἡμῖν ἱκανῶς ὑποδείκνυσιν; ἐμοὶ δὲ δοκοῦσιν οἱ πρὸς τοῦτον τὸν λόγον ἐριστικῶς ἔχοντες οὐ δυσσεβεῖς μόνον ἀλλὰ | |
10 | καὶ παραπαίοντες εἶναι· ἀνάστασις γὰρ καὶ ἀναβίωσις καὶ μετακόσμησις καὶ πάντα τὰ τοιαῦτα ὀνόματα πρὸς τὸ σῶμα τὸ τῇ φθορᾷ ὑποκείμενον τοῦ ἀκροωμένου φέρει τὴν ἔννοιαν. ὡς ἥ γε ψυχὴ αὐτὴ καθ’ ἑαυτὴν ἐξεταζομένη οὔποτε ἀναστή‐ σεται, ἐπειδὴ μήτε τελευτᾷ, ἀλλ’ ἄφθαρτός ἐστι καὶ ἀνώλεθ‐ | |
15 | ρος, ἀθάνατος δὲ ὑπάρχουσα θνητὸν ἔχει τὸ κοινωνὸν τῶν πραγμάτων καὶ διὰ τοῦτο παρὰ τῷ δικαίῳ κριτῇ ἐν τῷ καιρῷ τῶν εὐθυνῶν ἐνοικήσει πάλιν τῷ συνεργῷ, ἵνα μετ’ ἐκείνου κοινὰς δέξηται τὰς κολάσεις ἢ τὰς τιμάς. μᾶλλον δὲ ἵνα καὶ πλέον ἡμῖν ὁ λόγος ἀκολουθότερος γένηται, οὕτω | |
20 | σκοπήσωμεν· τὸν ἄνθρωπον τί φαμεν; τὸ συναμφότερον ἢ τὸ ἕτερον; ἀλλὰ πρόδηλον, ὡς ἡ συζυγία τῶν δύο χαρακτηρίζει τὸ ζῷον· οὐ γὰρ προσῆκεν ἐν τοῖς ἀναμφισβητήτοις καὶ γνωρίμοις παρέλκειν. τούτου δὲ οὕτως ἔχοντος κἀκεῖνο προσλογισώμεθα, πότερον, ἃ πράττουσιν ἄνθρωποι οἷον | |
25 | μοιχείαν φόνον κλοπὴν καὶ πᾶν εἴ τι τούτοις ἐχόμενον ἢ τοὐναντίον σωφροσύνην ἐγκράτειαν καὶ πᾶσαν τὴν ἀντίθετον τῆς κακίας ἐνέργειαν, τῶν δύο φαμὲν ὑπάρχειν ἀποτελέσματα, | |
ἢ τῇ ψυχῇ μόνῃ τὰς πράξεις περιορίζομεν; ἀλλὰ κἀν τούτῳ | 266 | |
9.267 | πρόδηλος ἡ ἀλήθεια· οὐδαμοῦ γὰρ ἀποσχίζουσα τοῦ σώματος ἡ ψυχὴ ἢ τὴν κλοπὴν ἐπιτηδεύει ἢ τὴν τοιχωρυχίαν ἐργάζεται οὐδ’ αὖ μόνη τῷ πεινῶντι ἄρτον δίδωσιν ἢ ποτίζει τὸν διψῶντα ἢ πρὸς τὸ δεσμωτήριον ἀόκνως ἐπείγεται, ἵνα | |
5 | θεραπεύσῃ τὸν δεσμωτηρίῳ κεκαωμένον, ἀλλ’ ἐπὶ πάσης πράξεως ἀλλήλοις ἀμφότερα συνεφάπτεται καὶ συναποτελεῖ τὰ γινόμενα. πῶς τοίνυν τούτων οὕτως ἐχόντων καὶ κρίσιν τῶν βεβιωμένων ἔσεσθαι συγχωρῶν ἀποσπᾷς τοῦ ἑτέρου τὸ ἕτερον καὶ κοινῶν ὄν〈των〉 τῶν εἰργασμένων τῇ ψυχῇ μόνῃ | |
10 | περιορίζεις τὸ δικαστήριον; εἰ δέ τις ἀκριβὴς γένοιτο δικαστὴς τῶν ἀνθρωπίνων πλημμελημάτων καὶ σκοπήσειεν ἐπιμελῶς, πόθεν φύονται αἱ πρῶται τῆς ἁμαρτίας αἰτίαι, τάχα πρῶτον ἀτακτοῦν ἐν τοῖς ἐγκλήμασιν εὑρήσει τὸ σῶμα. ἠρεμούσης γὰρ πολλάκις τῆς ψυχῆς καὶ γαλήνην ἐχούσης ἀτάραχον | |
15 | εἶδεν ὁ ὀφθαλμὸς ἐμπαθῶς, ἃ μὴ θεάσασθαι βέλτιον ἦν, καὶ τῇ ψυχῇ παραπέμψας τὴν νόσον εἰς χειμῶνα καὶ κλύδωνα τὴν ἡσυχίαν μετέβαλεν. ὁμοίως αἱ ἀκοαὶ ἀσχημόνων τινῶν ἢ παροξυντικῶν ἐπακούσασαι λόγων οἷον διά τινων σωλήνων ἑαυτῶν τὸν τῆς ταραχῆς ἢ τὸν τῆς ἀκοσμίας βόρβορον τοῖς | |
20 | λογισμοῖς ἐπεισφέρουσιν. ἔστι δὲ ὅτε καὶ ἡ ῥὶς διὰ τῆς ὀσφρήσεως καὶ τῶν ἀτμῶν μεγάλα τε καὶ ἀνήκεστα κακὰ † διατίθησι τὸν ἔσωθεν ἄνθρωπον. οἴδασι δὲ καὶ αἱ χεῖρες διὰ τῆς ἐπαφῆς καρτερᾶς ψυχῆς ἐκθηλύνειν στερρότητα. καί μοι κατὰ μικρὸν οὕτως ἐπιόντι καὶ σκοπουμένῳ ὑπαίτιον | |
25 | εὑρίσκεται τῶν πολλῶν ἁμαρτιῶν τὸ σωμάτιον. | |
Φέρει δὲ καὶ τοὺς ὑπὲρ ἀρετῆς πόνους καὶ τοῖς ἀγῶσιν | 267 | |
9.268 | ἐμμοχθεῖ τῶν καλῶν τεμνόμενον σιδήρῳ καὶ πυρὶ φλεγόμενον καὶ ξαινόμενον μάστιξι καὶ βαρυνόμενον ἀργαλέοις δεσμοῖς καὶ πᾶσαν ὑπομένον λώβην, ἵνα μὴ προδῷ τὴν ἱερὰν φιλοσο‐ φίαν ὥσπερ τινὰ πόλιν καλλίπυργον κεκυκλωμένην τῷ τῆς | |
5 | κακίας πολέμῳ. εἰ τοίνυν ἐν κατορθώμασι συμμοχθεῖ τῇ ψυχῇ καὶ ἐν ἁμαρτήμασιν οὐκ ἀπολιμπάνεται, πόθεν ὁρμώ‐ μενος μόνην τὴν ἀσώματον ἐπὶ τὸ δικαστήριον ἄγεις; ἀλλ’ οὐκ ἔστιν οὔτε δίκαιος οὔτε σωφρονούντων ὁ λόγος. εἰ μόνη καὶ γυμνὴ διήμαρτε, μόνην καὶ κόλασον, εἰ δὲ φανερὸν | |
10 | ἔχει τὸν συνεργόν, οὐκ ἀφήσει τοῦτον ὁ κριτὴς δίκαιος ὤν. ἐγὼ δὲ καὶ τοῦτο τῆς γραφῆς ἀκούω λεγούσης, ὅτι τοῖς κατεγνωσμένοις ἐπιτεθήσονται δίκαιαι τιμωρίαι πῦρ καὶ σκότος καὶ σκώληξ· ἃ πάντα τῶν συνθέτων καὶ ὑλικῶν σωμάτων κολάσεις εἰσίν, ψυχῆς δὲ καθ’ ἑαυτὴν οὔποτ’ ἂν | |
15 | ἅψαιτο πῦρ οὐδ’ ἂν σκότος αὐτὴν λυπήσειεν ἀμοιροῦσαν ὀφθαλμῶν καὶ τῶν βλεπτικῶν ὀργάνων. τί δ’ ἂν καὶ ὁ σκώληξ πράξειε σωμάτων ὑπάρχων φθαρτικός, οὐ πνευμάτων; καὶ διὰ τοῦτο τοῖς ἀκολούθοις τούτοις λογισμοῖς πανταχόθεν συνελαυνόμεθα πρὸς συγκατάθεσιν τῆς ἐγέρσεως τῶν νεκρῶν, | |
20 | ἣν τοῖς καθήκουσι χρόνοις ἐκτελέσει ὁ θεὸς ἔργοις βεβαιῶν τὰς ἰδίας ἐπαγγελίας. Πιστεύσωμεν τοίνυν τῷ λέγοντι· Σαλπίσει γὰρ καὶ οἱ | |
νεκροὶ ἀναστήσονται, καὶ πάλιν· Ἔρχεται ὥρα, ἐν ᾗ πάντες | 268 | |
9.269 | οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς αὐτοῦ καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως. οὐ γὰρ ὑπισχνεῖται μόνον, ἀλλὰ καὶ τοῖς ἔργοις, οἷς ἐκτελεῖ καθ’ | |
5 | ἡμέραν, διδάσκει σαφῶς, ὥς ἐστι παντοδύναμος· οὔτε γὰρ ἐν ἀρχῇ δημιουργῶν ἔκαμεν οὔτε μεταμορφῶν ἀπορήσει σοφίας. τὰ παρόντα θεωρήσωμεν, καὶ τῷ μέλλοντι οὐκ ἀπιστήσομεν· πάσης γὰρ ἐνεργείας τοῦ θεοῦ ἀκόλουθον ἐχούσης τὴν ἔκπληξιν καὶ πολὺ τὸ θαῦμα καὶ ἄφραστον ὅταν | |
10 | τὰς τῶν πατέρων καὶ προπάππων ὁμοιότητας κατίδωμεν μεταβαινούσας ἀκριβῶς εἰς τὰς τῶν ἀπογόνων μορφὰς καὶ ἐκμαγεῖα γινομένους τοὺς παῖδας ἀπὸ τῶν προπατόρων, τότε δὴ τὴν πάνσοφον τέχνην τοῦ ἀριστοτέχνου θεοῦ καὶ σωτῆρος ὑπερεκπλήττομαι, πῶς τῶν μήτε ὄντων μήτε | |
15 | φαινομένων ἀρχετύπων αἱ μιμήσεις ἐν ἀπορρήτῳ μυστηρίῳ δημιουργοῦνται καὶ ἀναπλάσσονται ἄλλους τινὰς τοὺς τεθνεῶτας διὰ τῆς ἐνεργείας τῶν τύπων ἐγείρουσαι. πολλάκις δὲ καὶ πολλῶν ὁμοῦ προσώπων τὰ ἰδιώματα ἐν ἑνὶ ἐξεικονίζε‐ ται σώματι· τοῦ πατρὸς ἡ ῥίς, τοῦ πάππου ὁ ὀφθαλμός, τοῦ | |
20 | θείου τὸ βάδισμα, τῆς μητρὸς τὸ φθέγμα, καὶ εἷς ἄνθρωπος θεωρεῖται καθάπερ τι φυτὸν πολλῶν δένδρων τὰς ἐπιβολὰς δεξάμενον καὶ μυρία καρποφοροῦν γένη τοῖς ὀπωρίζουσιν. Ταῦτα πάντα θαυμαστὰ μὲν καὶ ὅπως γίνεται ἡμῖν ἀγνοούμενα, πρόχειρα δὲ τῷ δημιουργῷ καὶ μετὰ πολλῆς | |
25 | ὡς ἴσμεν τῆς ῥᾳστώνης ἐπιτελούμενα. ἄτοπον δὲ λίαν καὶ ἀμαθές, τὰ μὲν τῶν σαπέντων καὶ φθαρέντων ἤδη σωμάτων γνωρίσματα ἐν τοῖς νῦν καθ’ ἡμέραν φυομένοις ἐγείρεσθαι καὶ τὰ ἀλλότρια μεταβαίνειν εἰς ἄλλους, τὰ | |
δὲ ἴδια καὶ ἐξαίρετα περὶ αὐτῶν τῶν ποτε κεκτημένων | 269 | |
9.270 | ἀνανεοῦσθαι καὶ ἀναβιώσκεσθαι μὴ συνομολογεῖν, ἀλλὰ τοὐναντίον ἀκυροῦν καὶ διαμάχεσθαι καὶ μῦθον οὐ λόγον τὴν ἐπαγγελίαν νομίζειν τοῦ πᾶν τόδε τὸ ὁρώμενον συστησα‐ μένου καὶ κοσμήσαντος, ὡς ἠθέλησεν. ἀλλ’ ἡμεῖς γε πεπιστεύ‐ | |
5 | καμεν τῇ ἀναστάσει δόξαν ἀναπέμποντες τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας | |
τῶν αἰώνων, ἀμήν. | 270 |