TLG 2017 014 :: GREGORIUS NYSSENUS :: In diem luminum (vulgo In baptismum Christi oratio)

GREGORIUS NYSSENUS Theol.
(Nyssenus: A.D. 4)

In diem luminum (vulgo In baptismum Christi oratio)

Source: Gebhardt, E. (ed.), Gregorii Nysseni opera, vol. 9.1. Leiden: Brill, 1967: 221–242.

Citation: Volume — page — (line)

9

.

221

(1t)

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ
2tΕΙΣ ΤΗΝ ΗΜΕΡΑΝ ΤΩΝ ΦΩΤΩΝ
3 Νῦν γνωρίζω τὴν ἐμὴν ἀγέλην, σήμερον βλέπω σχῆμα τῆς ἐκκλησίας τὸ σύνηθες, ἡνίκα καὶ τῶν σαρκικῶν φροντίδων
5τὴν ἀσχολίαν μισήσαντες ἀκεραίῳ τῷ πληρώματι πρὸς τὴν θεραπείαν τοῦ θεοῦ συνεδράμετε. καὶ στενοχωρεῖ μὲν ὁ λαὸς τὸν οἶκον εἴσω τῶν ἱερῶν ἀδύτων γενόμενος, πληροῖ δὲ τὸν ἔξω χῶρον ἐν τοῖς προτεμενίσμασιν, ὅσος οὐ χωρεῖται παρὰ τῶν ἔνδον κατὰ τὴν εἰκόνα τῶν μελισσῶν· αἱ μὲν γὰρ ἔνδον
10ἐργάζονται, αἱ δὲ ἔξωθεν περιβομβοῦσι τὸ σμῆνος. οὕτως οὖν ποιεῖτε, ὦ παῖδες, καὶ μή ποτε ταύτην τὴν σπουδὴν ἀπολίπητε· πάθος γὰρ ὁμολογῶ πάσχειν ποιμαντικὸν καὶ βούλομαι ἐπὶ τῆς ὑψηλῆς ταύτης καθήμενος σκοπιᾶς κύκλῳ περὶ τοὺς πρόποδας τῆς κορυφῆς βλέπειν ἠθροισμένον τὸ
15ποίμνιον. κἂν οὕτως μοι συμβαίνῃ, προθυμίας τε ἐμπίπλαμαι θαυμαστῆς καὶ κάμνω τὸν λόγον ἡδέως ὡς οἱ ποιμένες τὰ μέλη τὰ νόμια, ὅταν δὲ ἑτέρως ἔχῃ καὶ τὴν ἔξω πλάνην ἦτε πλανώμενοι, ὡς ὑπόγυον ἐπὶ τῆς παρελθούσης κυριακῆς
πεποιήκατε, σχετλιάζω πολλὰ καὶ τὴν σιωπὴν ἀσπάζομαι,221

9

.

222

βουλεύομαι δὲ τὴν ἐνθένδε φυγὴν καὶ ζητῶ τὸν Ἠλίου τοῦ προφήτου Κάρμηλον ἤ τινα πέτραν ἀοίκητον· φίλον γάρ πως τοῖς ἀθυμοῦσι τὸ ἄμικτον καὶ φιλέρημον. νῦν δὲ βλέπων ὑμᾶς σὺν αὐτοῖς τοῖς γένεσιν ἀθρόως πανηγυρίζοντας ὑπομι‐
5μνήσκομαι λογίου προφητικοῦ, ὃ πόρρωθεν Ἠσαΐας ἀνύμνησε τὴν εὔτεκνον τοῦ Χριστοῦ καὶ πολύπαιδα προαναφωνῶν ἐκκλησίαν· Τίνες, φησίν, οἵδε; ὡς νεφέλαι πέτονται καὶ ὡς περιστεραὶ σὺν νεοσσοῖς ἐπ’ ἐμέ. οὐ μὴν ἀλλὰ πρὸς τούτῳ κἀκεῖνο· Στενός μοι ὁ τόπος, ποίησόν μοι τόπον, ἵνα κατοική‐
10σω. ταῦτα γὰρ ἡ τοῦ πνεύματος δύναμις εἰς τὴν πολυάνθρωπον τοῦ θεοῦ ἐκκλησίαν ἐθέσπισεν, ἣ χρόνοις ὕστερον ἔμελλεν ἀπ’ ἄκρων εἰς ἄκρα πληρώσειν τὴν οἰκουμένην ἅπασαν. Ἧκε τοίνυν ἄγων καὶ περιφέρων ὁ χρόνος μνήμην ἁγίων μυστηρίων καθαιρόντων τὸν ἄνθρωπον, ἃ καὶ τὴν δυσέκνιπτον
15ἁμαρτίαν ἀπορρύπτει τῆς ψυχῆς καὶ τοῦ σώματος, ἐπανάγει δὲ πρὸς τὸ ἐξ ἀρχῆς κάλλος, ὅπερ ὁ ἀριστοτέχνης θεὸς ἐφ’ ἡμῖν διεπλάσατο. καὶ διὰ τοῦτο ὁ μύστης λαὸς οἱ πεπειραμένοι τῶν ἀγαθῶν τῆς ἡμέρας ἠθροίσθητε, ἐπάγεσθε δὲ καὶ τὸν ἄπειρον ἔτι οἷα πατέρες χρηστοὶ μελέτῃ καὶ προσαγωγῇ
20ὁδηγοῦντες τοὺς ἀμυήτους πρὸς τὴν τελείαν τῆς εὐσεβείας κατάληψιν. ἐγὼ δὲ ἀμφοτέροις συνήδομαι, τοῖς μὲν τελεσ‐ θεῖσιν, ὅτι μεγάλην δωρεὰν ἐπλουτήσατε, τοῖς δὲ ἀμυήτοις, ὅτι καλὴν προσδοκίαν ἐλπίζετε ἄφεσιν εὐθυνῶν, λύσιν δεσμῶν,
οἰκείωσιν πρὸς θεόν, παρρησίαν ἐλευθέριον, ἀντὶ δουλικῆς222

9

.

223

ταπεινότητος ἰσοτιμίαν τὴν πρὸς ἀγγέλους. ταῦτα γὰρ ἡμῖν καὶ εἴ τι τούτοις ἀκόλουθον ἡ τοῦ λουτροῦ χάρις ἐγγυᾶται καὶ δίδωσιν. διὸ τὰς ἄλλας τῶν γραφῶν ὑποθέσεις ἑτέροις καιροῖς ἀναθέμενοι τῷ προκειμένῳ σκοπῷ παραμείνωμεν
5τὰ οἰκεῖα καὶ πρόσφορα τῇ ἑορτῇ δωροφοροῦντες εἰς δύναμιν· φίλον γὰρ ἑκάστῃ πανηγύρει τὸ ἴδιον. οὕτω γάμον μὲν ταῖς ἐπιθαλαμίοις ᾠδαῖς δεξιούμεθα, πένθει δὲ τὰ νενομισμένα τοῖς ἐπικηδείοις θρήνοις εἰσφέρομεν, ἐν πράγμασι σπουδαιο‐ λογούμεθα, ἐν εὐωχίαις λύομεν τῆς ψυχῆς τὸ πεπυκνωμένον
10καὶ σύντονον, ἕκαστον δὲ καιρὸν τηροῦμεν τῶν ἀλλοτρίων ἀνεπιθόλωτον. Ἐγεννήθη τοίνυν Χριστὸς πρὸ ὀλίγων ἡμερῶν ὁ πρὸ πάσης οὐσίας αἰσθητῆς τε καὶ νοηθῆς γεννηθείς, βαπτίζεται σήμερον παρὰ Ἰωάννου, ἵνα τὸν ἐρρυπωμένον ἀποκαθάρῃ, πνεῦμα δὲ
15ἄνωθεν ἀγάγῃ καὶ ἄνθρωπον εἰς οὐρανοὺς ἀνυψώσῃ, ἵνα ὁ πεσὼν διεγερθῇ καὶ ὁ ῥίψας καταισχυνθῇ (καὶ μὴ θαυμάσῃς, εἰ τοσοῦτον ἐγένετο τῷ θεῷ τὸ καθ’ ἡμᾶς περισπούδαστον) ἵνα καὶ αὐτουργήσῃ τοῦ ἀνθρώπου τὴν σωτηρίαν· μετὰ μερίμνης γὰρ τῆς τοῦ κακουργοῦντος ἐπεβουλεύθημεν, μετὰ
20φροντίδος δὲ τοῦ δημιουργοῦ σῳζόμεθα. καὶ ὁ μὲν μοχθηρὸς καὶ βάσκανος κατὰ τοῦ γένους ἡμῶν τὴν ἁμαρτίαν καινοτομῶν ἄξιον τῆς ἑαυτοῦ γνώμης προκάλυμμα τὸν ὄφιν εὕρατο ὁ ἀκάθαρτος τῷ ὁμοίῳ ἐπεισελθών, ὁ γήινος καὶ χθόνιος τὴν προαίρεσιν ἐνοικήσας τῷ ἑρπετῷ, Χριστὸς δὲ ὁ τὴν ἐκείνου
25πονηρίαν ἐπανορθῶν τέλειον ἀναλαμβάνει τὸν ἄνθρωπον223

9

.

224

καὶ σῴζει τὸν ἄνθρωπον καὶ γίνεται πάντων ἡμῶν τύπος καὶ χαρακτήρ, ἵν’ ἑκάστης πράξεως ἁγιάσῃ τὴν ἀπαρχὴν καὶ τὸν ζῆλον τῆς παραδόσεως ἀναμφίβολον καταλίπῃ τοῖς δούλοις. βάπτισμα τοίνυν ἐστὶν ἁμαρτιῶν κάθαρσις, ἄφεσις
5πλημμελημάτων, ἀνακαινισμοῦ καὶ ἀναγεννήσεως αἰτία, ἀναγέννησιν δὲ νόησον ἐννοίᾳ θεωρουμένην, ὀφθαλμοῖς οὐ βλεπομένην· οὐ γὰρ ὄντως κατὰ τὸν Ἑβραῖον Νικόδημον καὶ τὴν ἐκείνου παχυτέραν διάνοιαν τὸν πρεσβύτην ἐναλλάξο‐ μεν εἰς παιδίον οὔτε τὸν ῥυσὸν πεπολιωμένον εἰς ἁπαλὸν καὶ
10νέον μετασκευάσομεν ἢ πάλιν εἰς τὴν γαστέρα τῆς μητρὸς τὸν ἄνθρωπον ἐπανάξομεν, ἀλλὰ τὸν κατεστιγμένον ταῖς ἁμαρτίαις καὶ κακοῖς ἐπιτηδεύμασιν ἐμπαλαιωθέντα χάριτι βασιλικῇ ἐπανάγομεν εἰς τὸ τοῦ βρέφους ἀνεύθυνον. ὡς γὰρ τὸ εὐθύτοκον παιδίον ἐλεύθερόν ἐστιν ἐγκλημάτων καὶ
15τιμωριῶν, οὕτως καὶ ὁ τῆς ἀναγεννήσεως παῖς οὐκ ἔχει περὶ τίνος ἀπολογήσεται βασιλικῇ δωρεᾷ τῶν εὐθυνῶν ἀφεθείς. ταύτην δὲ τὴν εὐεργεσίαν οὐ τὸ ὕδωρ χαρίζεται (ἦν γὰρ ἂν πάσης τῆς κτίσεως ὑψηλότερον), ἀλλὰ θεοῦ πρόσταγμα καὶ ἡ τοῦ πνεύματος ἐπιφοίτησις μυστικῶς
20ἐρχομένη πρὸς τὴν ἡμετέραν ἐλευθερίαν, ὕδωρ δὲ ὑπηρετεῖ πρὸς ἔνδειξιν τῆς καθάρσεως. ἐπειδὴ γὰρ εἰώθαμεν ῥύπῳ καὶ βορβόρῳ τὸ σῶμα καθυβρισθὲν ὕδατι νίπτοντες καθαρὸν ἀποφαίνειν, διὰ τοῦτο καὶ ἐπὶ τῆς μυστικῆς πράξεως αὐτὸ προσλαμβάνομεν τῷ αἰσθητῷ πράγματι τὴν ἀσώματον
25δηλοῦντες λαμπρότητα. μᾶλλον δὲ, εἰ δοκεῖ, καὶ λεπτότερον προσκαρτερήσωμεν τῇ περὶ τοῦ λουτροῦ ζητήσει οἷον ἐκ πηγῆς τινος ἀρξάμενοι τοῦ γραφικοῦ παραγγέλματος· Ἐὰν
μή τις γεννηθῇ, φησίν, ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται224

9

.

225

εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ. διὰ τί τὰ δύο καὶ οὐχὶ μόνον τὸ πνεῦμα αὔταρκες ἐνομίσθη πρὸς τὴν συμπλήρωσιν τοῦ βαπτίσματος; σύνθετος ὁ ἄνθρωπος καὶ οὐχ ἁπλοῦς, ὡς ἀκριβῶς ἐπιστάμεθα, καὶ διὰ τοῦτο τῷ διπλῷ καὶ
5συνεζευγμένῳ τὰ συγγενῆ καὶ ὅμοια φάρμακα πρὸς θεραπείαν ἀπεκληρώθη, σώματι μὲν τῷ φαινομένῳ ὕδωρ τὸ αἰσθητόν, ψυχῇ δὲ τῇ ἀοράτῳ πνεῦμα τὸ ἀφανὲς πίστει καλούμενον, ἀρρήτως παραγινόμενον. Τὸ γὰρ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ’ οὐκ οἶδας πόθεν ἔρχεται
10καὶ ποῦ ὑπάγει. εὐλογεῖ τὸ σῶμα τὸ βαπτιζόμενον καὶ τὸ ὕδωρ τὸ βαπτίζον. διὸ μὴ καταφρονήσῃς τοῦ θείου λουτροῦ μηδὲ ὡς κοινὸν αὐτὸ ἐξευτελίσῃς διὰ τὴν χρῆσιν τοῦ ὕδατος· τὸ γὰρ ἐνεργοῦν μέγα καὶ ἀπ’ ἐκείνου θαυμαστὰ γίνεται τὰ τελούμενα. ἐπεὶ καὶ τὸ θυσιαστήριον τοῦτο τὸ ἅγιον, ᾧ
15παρεστήκαμεν, λίθος ἐστὶ κατὰ τὴν φύσιν κοινὸς οὐδὲν διαφέρων τῶν ἄλλων πλακῶν, αἳ τοὺς τοίχους ἡμῶν ἐπικο‐ σμοῦσι καὶ καλλωπίζουσι τὰ ἐδάφη, ἐπειδὴ δὲ καθιερώθη τῇ τοῦ θεοῦ θεραπείᾳ καὶ τὴν εὐλογίαν ἐδέξατο, ἔστι τράπεξα ἁγία, θυσιαστήριον ἄχραντον οὐκέτι παρὰ πάντων ψηλαφώ‐
20μενον ἀλλὰ μόνων τῶν ἱερέων καὶ τούτων εὐλαβουμένων. ὁ ἄρτος πάλιν ἄρτος ἐστὶ τέως κοινός, ἀλλ’ ὅταν αὐτὸν τὸ μυστήριον ἱερουργήσῃ, σῶμα Χριστοῦ λέγεταί τε καὶ γίνεται. οὕτως τὸ μυστικὸν ἔλαιον, οὕτως ὁ οἶνος, ὀλίγου τινὸς ἄξια ὄντα πρὸ τῆς εὐλογίας μετὰ τὸν ἁγιασμὸν τὸν
25παρὰ τοῦ πνεύματος ἑκάτερον αὐτῶν ἐνεργεῖ διαφόρως. ἡ
αὐτὴ δὲ τοῦ λόγου δύναμις καὶ τὸν ἱερέα ποιεῖ σεμνὸν καὶ225

9

.

226

τίμιον τῇ καινότητι τῆς εὐλογίας τῆς πρὸς τοὺς πολλοὺς κοινότητος χωριζόμενον· χθὲς γὰρ καὶ πρώην εἷς ὑπάρχων τῶν πολλῶν καὶ τοῦ δήμου ἀθρόον ἀποδείκνυται καθηγεμών, πρόεδρος, διδάσκαλος εὐσεβείας, μυστηρίων λανθανόντων
5μυσταγωγός· καὶ ταῦτα ποιεῖ μηδὲν τοῦ σώματος ἢ τῆς μορφῆς ἀμειφθείς, ἀλλ’ ὑπάρχων κατὰ τὸ φαινόμενον ἐκεῖνος ὃς ἦν, ἀοράτῳ δέ τινι δυνάμει καὶ χάριτι τὴν ἀόρατον ψυχὴν μεταμορφωθεὶς πρὸς τὸ βέλτιον. καὶ οὕτως ἐπὶ πολλὰ τῶν πραγμάτων φέρων τὸν νοῦν εὐκαταφρόνητα μὲν ὄψει τὰ
10φαινόμενα, μεγάλα δὲ τὰ ἀπ’ ἐκείνων τελούμενα, μάλισθ’ ὅταν ἐκ τῆς παλαιᾶς ἱστορίας ἀναλέζῃ τὰ συγγενῆ τοῦ ζητουμένου καὶ ὅμοια. τοῦ Μωϋσέως ἡ ῥάβδος ῥάβδος ἦν καρυΐνη, καὶ τί γὰρ ἄλλο ἢ ξύλον κοινόν, ὃ πᾶσα χεὶρ κόπτει καὶ φέρει ῥυθμίζει τε πρὸς τὸ δοκοῦν καὶ τῷ πυρὶ κατ’
15ἐξουσίαν δίδωσιν; ἡνίκα δὲ ὁ θεὸς ἠθέλησεν ἐπιτελέσαι δι’ ἐκείνης τὰ ὑψηλὰ καὶ λόγου κρείττονα θαύματα, μετεβάλ‐ λετο τὸ ξύλον εἰς ὄφιν· καὶ πάλιν ἑτέρωθι τύπτον τὰ ὕδατα ποτὲ μὲν αἷμα τὸ ὕδωρ ἐποίει, ποτὲ δὲ βατράχων γονὴν ἀνέβλυζεν· καὶ πάλιν τὴν θάλατταν ἔτεμνε μέχρι βυθῶν
20διακοπτομένην καὶ μὴ συρρέουσαν. ὁμοίως ἑνὸς τῶν προφητῶν μηλωτὴ αἰγὸς οὖσα δέρμα λόγον τῆς οἰκου‐ μένης τὸν Ἐλισαῖον εἰργάσατο. τὸ δὲ τοῦ σταυροῦ ξύλον πᾶσιν ἀνθρώποις ἐστὶ σωτήριον μέρος ὄν, ὡς ἀκούω, συκομο‐ ρέας εὐκαταφρονήτου φυτοῦ καὶ τῶν πολλῶν ἀτιμοτέρου.
25καὶ θαμνὸς βάτου τῷ Μωϋσεῖ τὰ θεοφάνια ἔδειξε, καὶ τοῦ226

9

.

227

Ἐλισαίου τὰ λείψανα νεκρὸν ἀνέστησε, καὶ πηλὸς τὸν τυφλὸν τὸν ἐκ κοιλίας ἐφώτισε· καὶ ταῦτα πάντα ὕλαι τυγχάνοντα ἄψυχοι καὶ ἀναίσθητοι τοῖς μεγάλοις θαύμασιν ἐμεσίτευσαν τὴν τοῦ θεοῦ δεξάμενα δύναμιν. κατὰ δὲ τὴν ὁμοίαν ἀκολουθίαν
5τῶν λογισμῶν καὶ τὸ ὕδωρ οὐδὲν ἄλλο τυγχάνον ἢ ὕδωρ ἀνακαινίζει τὸν ἄνθρωπον εἰς τὴν νοητὴν ἀναγέννησιν τῆς ἄνωθεν χάριτος εὐλογούσης αὐτό. ἐὰν δέ μοι πάλιν διστάζων τις καὶ ἀμφιβάλλων πράγματα παρέχῃ συνεχῶς ἐρωτῶν καὶ διαπυνθανόμενος, πῶς ὕδωρ ἀναγεννᾷ καὶ ἡ ἐπ’ ἐκείνῳ
10τελουμένη μυσταγωγία, λέξω πρὸς αὐτὸν δικαιότατα· στῆσόν μοι τὸν τρόπον τῆς γεννήσεως τῆς κατὰ σάρκα κἀγώ σοι διηγήσομαι τῆς κατὰ ψυχὴν παλιγγενεσίας τὴν δύναμιν. ἐρεῖς τυχὸν ὥς τινα λόγον ἀποδιδούς· σπέρματος αἰτία ποιεῖ τὸν ἄνθρωπον. ἀντάκουε τοίνυν καὶ παρ’ ἡμῶν, ὡς ὕδωρ
15εὐλογούμενον καθαίρει καὶ φωτίζει τὸν ἄνθρωπον. ἂν δέ μοι πάλιν ἀνθυποκρούσῃς τὸ πῶς, ἀντιβοήσομαί σοι σφο‐ δρότερον· πῶς ἡ ὑγρὰ καὶ ἄμορφος οὐσία ἄνθρωπος γίνεται; καὶ κατὰ πάσης τῆς κτίσεως οὕτως ὁ λόγος προβαίνων ἐφ’ ἑκάστῳ πράγματι γυμνασθήσεται· πῶς οὐρανός; πῶς γῆ;
20πῶς θάλασσα; πῶς τὰ καθέκαστον; πανταχοῦ γὰρ ὁ λογισμὸς τῶν ἀνθρώπων ἀπορῶν πρὸς τὴν εὕρεσιν πρὸς ταύτην καταφεύγει τὴν συλλαβὴν ὡς πρὸς καθέδραν οἱ τῷ βαδίζειν ἀδύνατοι. καὶ ἵνα συνελὼν εἴπω, πανταχοῦ ἡ τοῦ θεοῦ δύναμις καὶ ἐνέργεια ἀκατάληπτός ἐστι καὶ ἀτεχνολόγητος
25ὑφιστῶσα μὲν εὐκόλως ἅπερ ἂν ἐθέλῃ, τὴν δὲ λεπτομερῆ γνῶσιν τῆς ἐνεργείας ἡμῖν ἀποκρύψασα. διὸ καὶ ὁ μακάριος Δαβὶδ ἐπιστήσας ποτὲ τὸν νοῦν τῇ μεγαλοπρεπείᾳ τῆς
κτίσεως καὶ θαύματος ἀπόρου πληρωθεὶς τὴν ψυχὴν ἐκεῖνο227

9

.

228

τὸ παρὰ πάντων ᾀδόμενον ἀπεφθέγξατο. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας. τὴν μὲν γὰρ σοφίαν ἐνενόησε, τὴν δὲ τέχνην τῆς σοφίας οὐχ εὗρεν. Καταλιπόντες τοίνυν τὸ ὑπὲρ δύναμιν ἀνθρωπικὴν πολυ‐
5πραγμονεῖν ἐκεῖνο μᾶλλον ζητήσωμεν, ὃ καὶ μερικὴν ὑποφαίνει κατάληψιν· τίνος ἕνεκεν δι’ ὕδατος ἡ κάθαρσις, καὶ πρὸς ποίαν χρείαν αἱ τρεῖς καταδύσεις παραλαμβάνονται; ὃ τοίνυν καὶ οἱ πατέρες ἐδίδαξαν καὶ ὁ ἡμέτερος νοῦς συντιθέμενος κατεδέξατο, τοῦτο τυγχάνει. τέσσαρα στοιχεῖα γνωρίζομεν,
10ἀφ’ ὧν ὁ κόσμος ἔχει τὴν σύστασιν, γνώριμα πᾶσι, κἂν σιωπηθῇ τὰ ὀνόματα, εἰ δὲ προσῆκε διὰ τοὺς ἁπλουστέρους καὶ τὰς προσηγορίας εἰπεῖν· πῦρ καὶ ἀήρ, γῆ καὶ ὕδωρ. ὁ τοίνυν θεὸς ἡμῶν καὶ σωτὴρ τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν πληρῶν τὸ τέταρτον τούτων ὑπῆλθε τὴν γῆν, ἵν’ ἐκεῖθεν
15τὴν ζωὴν ἀνατείλῃ· ἡμεῖς δὲ τὸ βάπτισμα παραλαμβάνοντες εἰς μίμησιν τοῦ κυρίου καὶ διδασκάλου καὶ καθηγεμόνος ἡμῶν εἰς γῆν μὲν οὐ θαπτόμεθα (αὕτη γὰρ τοῦ νεκρωθέντος παντελῶς σώματος γίνεται σκέπη τὴν ἀσθένειαν καὶ φθορὰν τῆς φύσεως ἡμῶν περιστέλλουσα), ἐπὶ δὲ τὸ συγγενὲς τῆς
20γῆς στοιχεῖον τὸ ὕδωρ ἐρχόμενοι ἐκείνῳ ἑαυτοὺς ἐγκρύπτομεν ὡς ὁ σωτὴρ τῇ γῇ καὶ τρίτον τοῦτο ποιήσαντες τὴν τριήμερον ἑαυτοῖς τῆς ἀναστάσεως χάριν ἐξεικονίζομεν· καὶ ταῦτα ποιοῦμεν οὐ σιωπῇ παραλαμβάνοντες τὸ μυστήριον, ἀλλὰ τῶν τριῶν ἁγίων ὑποστάσεων ἐπιλεγομένων ἡμῖν, εἰς ἃς ἐπιστεύ‐
25σαμεν, ἐφ’ αἷς καὶ ἐλπίζομεν, ἐξ ὧν ἡμῖν καὶ τὸ νῦν εἶναι
καὶ τὸ πάλιν ἔσεσθαι περιγίνεται. τάχα δυσχεραίνεις ὁ πρὸς228

9

.

229

τὴν δόξαν τοῦ πνεύματος τολμηρῶς μαχόμενος καὶ ζηλοτυπεῖς τὸν παράκλητον τοῦ σεβάσματος, ᾧ παρὰ τῶν εὐσεβῶν σέβεται· καταλιπὼν δὲ ἐμοὶ συμπλέκεσθαι ἀντίστηθι ταῖς τοῦ κυρίου φωναῖς, εἰ δύνασαι, αἳ τὴν ἐπίκλησιν τοῦ βαπτί‐
5σματος τοῖς ἀνθρώποις ἐνομοθέτησαν. τί δέ φησι τὸ τοῦ δεσπότου παράγγελμα; Βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. πῶς εἰς τὸ ὄνομα τοῦ πατρός; ἐπειδὴ ἀρχὴ τῶν πάντων. πῶς εἰς τὸν υἱόν; ἐπειδὴ δημιουργὸς τῆς κτίσεως. πῶς εἰς τὸ πνεῦμα
10τὸ ἅγιον; ἐπειδὴ τελειωτικὸν τῶν πάντων. ὑποκύπτομεν οὖν πατρί, ἵνα ἁγιασθῶμεν· ὑποκύπτομεν καὶ υἱῷ, ἵνα αὐτὸ τοῦτο γένηται· ὑποκύπτομεν καὶ ἁγίῳ πνεύματι, ἵνα τοῦτο γενώμεθα ὅπερ ἐκεῖνό ἐστι καὶ λέγεται. οὐκ ἔστι τοῦ ἁγιασμοῦ διαφορὰ ὡς πλέον τοῦ πατρὸς ἁγιάζοντος, ἔλαττον δὲ τοῦ
15υἱοῦ, ἧττον δὲ τῶν δύο τοῦ ἁγίου πνεύματος. διὰ τί οὖν τὰς τρεῖς ὑποστάσεις κατακερματίζεις εἰς διαφόρους φύσεις καὶ τρεῖς ἐργάζῃ θεοὺς ἀνομοίους ἀλλήλων μίαν παρὰ πάντων καὶ τὴν αὐτὴν χάριν δεχόμενος; Ἐπειδὴ δὲ τὰ ὑποδείγματα ἐμψυχότερον ἀεὶ πρὸς τοὺς
20ἀκούοντας τὸν λόγον ἐργάζεται, εἰκόνι βούλομαι παιδεῦσαι τῶν βλασφημούντων τὴν γνώμην ἐκ τῶν γηίνων καὶ ταπεινῶν σαφηνίζων τὰ μεγάλα καὶ καθ’ αἴσθησιν μὴ βλεπόμενα. εἰ γάρ σοι συνέβη συμφορὰν αἰχμαλωσίας ὑπομείναντι εἶναι παρὰ τοῖς πολεμίοις, δουλεύειν δὲ καὶ ταλαιπωρεῖσθαι καὶ
25στένειν τὴν παλαιὰν ἐλευθερίαν ἣν εἶχες, ἀθρόον δέ τινες γνώριμοι καὶ πολῖται ἐν τῇ χώρᾳ τῶν σῶν δεσποτῶν καὶ τυράννων γενόμενοι ἠλευθέρωσάν σε τῆς ἐπικειμένης ἀνάγκης
λύτρα δόντες ἐξ ἴσης καὶ τὴν δαπάνην τῶν χρημάτων229

9

.

230

ἐξ ἰσομοιρίας πρὸς ἑαυτοὺς διελόμενοι, ἆρα τῆς χάριτος ἐκείνης τυχὼν οὐκ ἂν ὁμοίως τοὺς τρεῖς ὡς εὐεργέτας ἑώρας καὶ τῶν λύτρων τὴν ἀμοιβὴν εἰς ἰσομοιρίας εἰσέφερες κοινῆς ὑπὲρ σοῦ καὶ τῆς σπουδῆς καὶ τῆς δαπάνης γεγενημένης,
5ἄν περ δίκαιος ὑπάρχῃς τῆς εὐεργεσίας κριτής; Καὶ ταῦτα μὲν ὅσον ἐν ὑποδείγμασιν· οὐ γὰρ νῦν ἡμῖν σκοπὸς τὸν τῆς πίστεως ἀπευθύνειν λόγον, πρὸς δὲ τὸν ἐνεστῶτα καιρὸν καὶ τὴν προκειμένην ὑπόθεσιν ἀναδράμωμεν. εὑρίσκω γὰρ ὅτι τὴν τοῦ βαπτίσματος χάριν οὐ τὰ μετὰ τὸν
10σταυρὸν ἐκήρυξεν εὐαγγέλια, ἀλλὰ καὶ πρὸ τῆς ἐνανθρωπή‐ σεως τοῦ κυρίου πανταχοῦ ἡ παλαιὰ γραφὴ τῆς παλιγγενεσίας ἡμῶν προετύπωσε τὴν εἰκόνα οὐ τηλαυγῶς τὴν μοφφὴν ἐμφανίζουσα, αἰνίγμασι δὲ τοῦ θεοῦ τὴν φιλανθρωπίαν προϋποφαίνουσα. καὶ ὡς ὁ ἀμνὸς προεκηρύττετο καὶ ὁ
15σταυρὸς προεφητεύετο, οὕτω καὶ τὸ βάπτισμα πρακτικῶς καὶ λογικῶς ἐμηνύετο, ἀναμνήσωμεν δὲ τοὺς φιλοκάλους τῶν τύπων· ἀπαιτεῖ γὰρ ὁ τῆς ἑορτῆς καιρὸς ὡς ἀναγκαίαν τὴν μνήμην. Ἡ Ἄγαρ ἡ παιδίσκη τοῦ Ἀβραὰμ, ἣν καὶ Παῦλος ἀλλη‐
20γορεῖ πρὸς Γαλάτας διαλεγόμενος, ἐκπεμφθεῖσα τῆς οἰκίας τοῦ κυρίου διὰ τὴν ὀργὴν τῆς Σάρρας (χαλεπὸν γὰρ ταῖς νομίμοις γυναιξὶν ὑποπτευομένη δούλη πρὸς τὸν δεσπότην) ἔρημος ἐφέρετο πρὸς ἔρημον γῆν ὑπομάζιον ἔχουσα βρέφος
τὸν Ἰσμαήλ. ἐπειδὴ δὲ ἐν ἀπορίᾳ τῶν ἀναγκαίων γέγονεν230

9

.

231

αὐτή τε ἐγγὺς ἦλθε θανάτου καὶ πρό γε αὐτῆς τὸ παιδίον (τὸ γὰρ ὂν ἐν τῷ ἀσκῷ ὕδωρ ἐδαπανήθη, ἐπεὶ μηδὲ οἷόν τε τὴν συναγωγὴν αὐτάρκειαν ἔχειν ζωῆς τὴν τέως ἐν τοῖς τύποις διάγουσαν τῆς ἀενάου πηγῆς), ἄγγελος ἐκ τοῦ
5παραδόξου φαίνεται καὶ δείκνυσιν αὐτῇ φρέαρ ὕδατος ζῶντος, κἀκεῖθεν ὑδρευσαμένη σῴζει τὸν Ἰσμαήλ. ὅρα τοίνυν τύπον μυστικόν, ὅπως εὐθὺς ἐξ ἀρχῆς δι’ ὕδατος ζῶντος τῷ ἀπολλυ‐ μένῳ ἡ σωτηρία οὐ πρότερον ὄντος, ἀλλὰ δι’ ἀγγέλου κατὰ χάριν δοθέντος.
10 Χρόνοις δὲ ὕστερον πάλιν γάμοις ἔδει καταζευχθῆναι τὸν Ἰσαάκ, δι’ ὃν καὶ ὁ Ἰσμαὴλ σὺν τῇ μητρὶ τῆς πατρικῆς ἑστίας ἠλάθη. ἀποσταλεὶς δὲ ὁ οἰκέτης τοῦ Ἀβραὰμ προμνή‐ στωρ ὥστε τῷ κυρίῳ νυμφεύσασθαι εὑρίσκει τὴν Ῥεβέκκαν ἐπὶ τοῦ φρέατος, καὶ γάμος ὁ μέλλων ποιεῖν τὸ γένος Χριστοῦ
15ἐφ’ ὕδατος ἔλαβε τὴν ἀρχὴν καὶ τὴν πρώτην συνθήκην. οὐ μὴν ἀλλὰ καὶ αὐτὸς ὁ Ἰσαάκ, ἡνίκα ταῖς ἀγέλαις ἐφεστήκει, πανταχοῦ τῆς ἐρημίας ὤρυσσε φρέατα, ἅπερ ἐνέφραττον καὶ κατεχώννυον οἱ ἀλλόφυλοι εἰς τύπον τῶν εἰς ὕστερον ἀσεβῶν, ὅσοι τὴν τοῦ βαπτίσματος χάριν ἐκώλυον καὶ
20ἀνεστόμουν ζυγομαχοῦντες πρὸς τὴν ἀλήθειαν· ἀλλ’ ὅμως οἱ μάρτυρες καὶ οἱ ἱερεῖς φρεωρυχοῦντες ἐνίκησαν καὶ πᾶσαν τὴν οἰκουμένην τὸ τοῦ βαπτίσματος δῶρον ἐπέκλυσεν. Κατὰ τὴν αὐτὴν δὲ τοῦ λόγου δύναμιν σπεύδων καὶ ὁ Ἰακὼβ ἐπὶ μνηστείαν ἀδοκήτως ἐπὶ τοῦ φρέατος συνήντησε
25τῇ Ῥαχήλ. ἐπέκειτο δὲ λίθος μέγας τῷ φρέατι, ὃν πλῆθος ποιμένων συνιὸν ἀπεκύλιον εἶθ’ οὕτως ἑαυτοῖς καὶ τοῖς
προβάτοις ὑδρεύοντο, ὁ δὲ Ἰακὼβ μόνος ἀποκυλίει τὸν λίθον231

9

.

232

καὶ ποτίζει τῆς μνηστῆς τὰ πρόβατα. αἴνιγμα οἶμαι τὸ πρᾶγμα καὶ σκιὰ τοῦ μέλλοντος. τίς γὰρ ὁ ἐπικείμενος λίθος ἢ αὐτὸς ὁ Χριστός; περὶ οὗ φησιν Ἠσαΐας· Καὶ ἐμβαλῶ εἰς τὰ θεμέλια Σιὼν λίθον πολυτελῆ, ἔντιμον,
5ἐκλεκτόν· καὶ Δανιὴλ ὁμοίως· Ἐτμήθη λίθος ἄνευ χειρός, τουτέστιν ἐγεννήθη Χριστὸς ἄνευ ἀνδρός. ὡς γὰρ καινόν ἐστι καὶ παράδοξον λίθον πέτρας ἀποτμηθῆναι ἄνευ λιθοτόμου καὶ ὀργάνων λιθουργικῶν, οὕτω παντὸς ἐπέκεινα θαύματος ἐξ ἀνυμφεύτου παρθένου τόκον ὀφθῆναι. ἐπέκειτο τοίνυν
10τῷ φρέατι ὁ λίθος ὁ νοητὸς Χριστὸς κρύπτων ἐν βάθει καὶ μυστηρίῳ τὸ τῆς παλιγγενεσίας λουτρὸν ἔτι χρόνου πολλοῦ δεόμενον εἰς ἀποκάλυψιν ὡς σχοινίου μακροῦ· οὐδεὶς δὲ τὸν λίθον ἀπεκύλισεν εἰ μὴ Ἰσραήλ, ὅς ἐστι νοῦς ὁρῶν θεόν. ἀλλὰ καὶ ἀνιμᾶται τὸ ὕδωρ καὶ ποτίζει τὰ πρόβατα τῆς
15Ῥαχήλ, τουτέστι μυστήριον κεκρυμμένον ἀποκαλύψας δίδωσι ζωτικὸν ὕδωρ τῇ ἀγέλῃ τῆς ἐκκλησίας· καὶ τὸ τῶν τριῶν ῥάβδων τοῦ Ἰακὼβ πρόσθες· ἀφ’ οὗ γὰρ αἱ τρεῖς ῥάβδοι τῇ πηγῇ παρετέθησαν, ἐκ τότε ὁ Λάβαν ὁ πολύθεος πένης ἐγένετο, πλούσιος δὲ καὶ πολύαρνος Ἰακώβ. ἀλληγορηθήτω
20δὲ ὁ Λάβαν εἰς τὸν διάβολον καὶ ὁ Ἰακὼβ εἰς τὸν Χριστόν· μετὰ γὰρ τὸ βάπτισμα Χριστὸς πᾶσαν ᾖρε τὴν ἀγέλην τοῦ Σατανᾶ καὶ αὐτὸς ἐπλούτησεν. Μωϋσῆς δὲ ὁ μέγας βρέφος ὑπάρχων ἀστεῖον καὶ ὑπομάζιον ὑποπεσὼν τῇ κοινῇ καὶ σκυθρωπῇ ψήφῳ, ἣν ὁ σκληρὸς
25Φαραὼ κατὰ τῶν βρεφῶν τῶν ἀρρένων ἐξήνεγκεν, ἐξετέθη
πρὸς ταῖς ὄχθαις τοῦ ποταμοῦ οὐ γυμνός, ἀλλ’ ἐμβληθεὶς232

9

.

233

λάρνακι (ἔδει γὰρ εἶναι τυπικῶς τὸν νόμον ἐν κιβωτῷ), ἐγγὺς δὲ κατετέθη τοῦ ὕδατος· γειτνιᾷ γὰρ ὁ νόμος τῇ χάριτι καὶ τὰ ἐφήμερα τῶν Ἑβραίων ῥαντίσματα, ἃ μικρὸν ὕστερον ἔμελλε τῷ τελείῳ καὶ θαυμαστῷ βαπτίσματι καλυφθήσεσθαι.
5ὡς δὲ Παύλῳ τῷ θεσπεσίῳ δοκεῖ καὶ ὁ λαὸς αὐτὸς τὴν Ἐρυθρὰν περαιωθεὶς θάλασσαν τὴν ἐξ ὕδατος σωτηρίαν εὐηγγελίζετο· παρῆλθεν ὁ λαὸς καὶ βασιλεὺς ὁ Αἰγύπτιος μετὰ τῆς στρατιᾶς ἐβυθίσθη καὶ τὸ μυστήριον διὰ τῶν ἔργων προεφητεύετο. καὶ νῦν γὰρ ἡνίκα ἂν ὁ λαὸς ἐν τῷ τῆς παλιγγε‐
10νεσίας ὕδατι γένηται φεύγων τὴν Αἴγυπτον τὴν μοχθηρὰν ἁμαρτίαν, αὐτὸς μὲν ἐλευθεροῦται καὶ σῴζεται, ὁ δὲ διάβολος μετὰ τῶν ἰδίων ὑπηρετῶν (λέγω δὴ τῶν πνευμάτων τῆς πονηρίας) ἀποπνίγεται τῇ λύπῃ καὶ φθείρεται συμφορὰν ἰδίαν τὴν τῶν ἀνθρώπων σωτηρίαν ἡγούμενος.
15 Ἱκανὰ μὲν οὖν καὶ ταῦτα εἰς βεβαίωσιν τῆς προκειμένης πραγματείας ἡμῖν, πλὴν οὐδὲ τῶν ἑξῆς ἀμελητέον τῷ φιλο‐ κάλῳ. πολλὰ γὰρ παθὼν ὡς ἐδιδάχθημεν ὁ τῶν Ἑβραίων λαὸς καὶ τὴν μοχθηρὰν διανύσας τῆς ἐρήμου περίοδον οὐ πρότερον τὴν γῆν τῆς ἐπαγγελίας ἀπέλαβε, πρὶν ὁδηγοῦντος
20Ἰησοῦ καὶ τὴν ζωὴν αὐτῷ κυβερνῶντος καὶ κατευθύνοντος εἰς τὸν Ἰορδάνην ἐπεραιώθη. Ἰησοῦς δὲ καὶ τοὺς δώδεκα λίθους ἀποθέμενος ἐν τῷ ῥεύματι πρόδηλός ἐστιν, ὅτι τοὺς δώδεκα μαθητὰς τοὺς ὑπηρέτας τοῦ βαπτίσματος προηυτρέπι‐
ζεν. ἡ δὲ θαυμαστὴ ἱερουργία καὶ πάντα νοῦν ἀνθρώπων233

9

.

234

ὑπερβαίνουσα τοῦ Θεσβίτου τοῦ γέροντος τί ποτε ἄλλο ἢ πρακτικῶς προμηνύει τὴν εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα πίστιν καὶ ἀπολύρτωσιν; ἐπειδὴ γὰρ ἅπας ὁ τῶν Ἑβραίων λαὸς τὴν πατρῴαν πατήσας εὐσέβειαν εἰς τὴν
5πολύθεον πλάνην ἐξέπεσε καὶ ὁ βασιλεὺς Ἀχαὰβ παρὰ τῆς εἰδωλολατρίας ἐπαίζετο κακὴν τοῦ βίου κοινωνὸν καὶ παμμίαρον τῆς ἀσεβείας ἔχων διδάσκαλον τὴν δυσώνυμον Ἰεζάβελ, πλησθεὶς ὁ προφήτης τῆς πνευματικῆς χάριτος ἐλθὼν δὲ εἰς συντυχίαν τῷ Ἀχαὰβ ὑπὸ μάρτυρι τῷ βασιλεῖ
10καὶ παντὶ τῷ λαῷ τοῖς τῆς Βάαλ ἱερεῦσιν ἀντικατέστη πρὸς ἀγῶνα θαυμαστὸν καὶ ἐξαίσιον· καὶ προβαλλόμενος αὐτοῖς τὸ χωρὶς πυρὸς ἱερουργῆσαι τὸν βοῦν καταγελάστους ἔδειξε καὶ ἀθλίους μάτην εὐχομένους καὶ κράζοντας τοῖς οὐκ οὖσι θεοῖς. τέλος ἐπικαλεσάμενος αὐτὸς τὸν ἴδιον καὶ ἀληθινὸν
15θεὸν ὑπερβολαῖς πλείοσι καὶ προσθήκαις θαυμαστῶς ἐξετέ‐ λεσε τὸ προβληθὲν ἀγώνισμα· οὐ γὰρ ἁπλῶς εὐξάμενος ἤγαγε τὸ πῦρ ἐξ οὐρανοῦ κατὰ τῶν ξύλων ξηρῶν ὑπαρχόντων, ἀλλὰ τοῖς ὑπηρέταις ἐγκελευσάμενος καὶ προστάξας ὕδωρ κομίσαι πολύ, τρίτον δὲ τῶν σχιδάκων καταχέας τοὺς
20ἀμφορίσκους εὐχῇ τὸ πῦρ ἀνῆψεν ἐξ ὕδατος, ἵνα ἐκ τῆς φυσικῆς τῶν στοιχείων ἐναντιότητος ἐκ τοῦ παραδόξου συνδραμόντων εἰς φιλίαν καὶ συνεργίαν μετὰ πολλῆς ὑπερ‐ βολῆς τοῦ ἰδίου θεοῦ τὴν δύναμιν ἐπιδείξηται. Ταῦτα μὲν ὁ Ἠλίας σαφῶς τὴν ἐς ὕστερον μέλλουσαν
25τελεῖσθαι τοῦ βαπτίσματος μυσταγωγίαν διὰ τῆς θαυμαστῆς234

9

.

235

ἐκείνης ἱερουργίας ἡμῖν προανεφώνησεν· ὕδατι γὰρ ἀνήφθη τὸ πῦρ τρίτον ἐπαντληθέντι ὥστε δηλοῦσθαι ὅτι, ὅπου ὕδωρ τὸ μυστικόν, ἐκεῖ καὶ πνεῦμα τὸ ζωπυροῦν τὸ θερμόν, τὸ πυροειδές, τὸ τοὺς ἀσεβεῖς καῖον καὶ τοὺς πιστοὺς φωτίζον.
5οὐ μὴν ἀλλὰ καὶ ὁ τούτου μαθητὴς Ἐλισαῖος ἐλθόντος πρὸς αὐτὸν ἱκέτου Ναιμὰν τοῦ Σύρου τοῦ τὴν λέπραν νοσήσαντος λούσας ἐν τῷ Ἰορδάνῃ καθαίρει τὸν ἄρρωστον καὶ τῇ γενικῇ χρήσει τοῦ ὕδατος καὶ τῷ ἰδικῷ τοῦ ποταμοῦ βαπτίσματι σαφῶς προϋποφαίνων τὸ μέλλον· μόνος γὰρ Ἰορδάνης
10ποταμῶν ἐν ἑαυτῷ δεξάμενος τοῦ ἁγιασμοῦ καὶ τῆς εὐλογίας τὴν ἀπαρχὴν ὥσπερ ἔκ τινος πηγῆς τοῦ ἰδίου τύπου τῷ κόσμῳ παντὶ τὴν τοῦ βαπτίσματος ἐπωχέτευσε χάριν. ταῦτα μὲν οὖν ἐνεργὰ καὶ πρακτικὰ μηνύματα τῆς διὰ τοῦ λουτροῦ παλιγγενεσίας.
15 Κατίδωμεν δὲ λοιπὸν τὰς διὰ λόγων καὶ φωνῶν προφητείας. ὁ μὲν οὖν Ἠσαΐας κέκραγε λέγων· Λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν. ὁ δὲ Δαβίδ· Προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε καὶ τὰ πρόσω‐ πα ὑμῶν οὐ μὴ καταισχυνθῇ. Ἰεζεκιὴλ δὲ τῶν δύο σαφέστερον
20καὶ λευκότερον γράφων ὑπισχνεῖται τὴν καλὴν ἐπαγγελίαν· Καὶ ῥανῶ ἐφ’ ὑμᾶς καθαρὸν ὕδωρ καὶ καθαρισθήσεσθε ἀπὸ πασῶν τῶν ἀκαθαρσιῶν ὑμῶν καὶ ἀπὸ πάντων τῶν εἰδώλων
ὑμῶν καθαριῶ ὑμᾶς καὶ δώσω ὑμῖν καρδίαν καινὴν καὶ235

9

.

236

πνεῦμα καινὸν δώσω ὑμῖν καὶ ἀφελῶ τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς ὑμῶν καὶ δώσω ὑμῖν καρδίαν σαρκίνην καὶ τὸ πνεῦμά μου δώσω ἐν ὑμῖν. ἐναργέστατα δὲ καὶ ὁ Ζαχαρίας τόν τε Ἰησοῦν προφητεύει τὸν ἐνδεδυμένον τὸ ῥυπαρὸν
5ἱμάτιον τὴν δουλικὴν καὶ ἡμετέραν σάρκα, ἐκδύων δὲ αὐτὸν τῆς σκυθρωπῆς ἐσθῆτος κοσμεῖ τῇ καθαρᾷ καὶ λαμπούσῃ στολῇ διδάσκων ἡμᾶς διὰ τοῦ εἰκονικοῦ ὑποδείγματος, ὅτι δὴ ἐν τῷ βαπτίσματι τοῦ Ἰησοῦ πάντες ἡμεῖς ἐκδυόμενοι τὰς ἁμαρτίας ὡς χιτῶνα πτωχικόν τε καὶ πολυκόλλητον
10τὸν ἱερὸν καὶ κάλλιστον τὸν τῆς παλιγγενεσίας μετενδυόμεθα. ποῦ δὲ θήσομεν κἀκεῖνο τοῦ Ἠσαΐου τὸ λόγιον τὸ πρὸς τὴν ἔρημον κράζον· Εὐφράνθητι ἔρημος διψῶσα, ἀγαλλιάσθω ἔρημος καὶ ἀνθείτω ὡς κρίνον, καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου. πρόδηλον γὰρ ὡς οὐ τόποις ἀψύχοις
15καὶ ἀναισθήτοις τὴν εὐφροσύνην εὐαγγελίζεται, ἀλλὰ τροπο‐ λογεῖ διὰ τῆς ἐρήμου τὴν αὐχμώδη ψυχὴν καὶ ἀκόσμητον, ὥσπερ δὴ καὶ ὁ Δαβὶδ ὅταν λέγῃ· Ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι, καὶ πάλιν· Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα. καὶ αὖθις ἐν εὐαγγελίοις ὁ κύριος· Ἐάν
20τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω, καὶ πρὸς τὴν Σαμαρῖ‐ τιν· Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν, ὃς δ’ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα. καὶ ἡ τιμὴ δὲ τοῦ Καρμήλου δίδοται τῇ ψυχῇ τῇ ἐχούσῃ τὴν ὁμοίωσιν πρὸς τὴν ἔρημον, τουτέστιν ἡ διὰ τοῦ
25πνεύματος χάρις. ἐπειδὴ γὰρ Ἠλίας μὲν ᾤκει τὸν Κάρμηλον236

9

.

237

(ὀνομαστὸν δὲ τὸ ὄρος ἐγένετο διὰ τὴν τοῦ ἐποικοῦντος ἀρετὴν καὶ ἀοίδιμον) ὁ δέ γε Ἰωάννης ὁ βαπτιστὴς ἐν τῷ πνεύματι Ἠλίου διαλάμπων τὸν Ἰορδάνην ἡγίαζε, διὰ τοῦτο ὁ προφήτης ἐθέσπιζε τὴν τιμὴν τοῦ Καρμήλου τῷ ποταμῷ
5δοθήσεσθαι. καὶ τὴν δόξαν δὲ τοῦ Λιβάνου ἐκ τῆς παραβολῆς τῶν ὑψηλῶν δένδρων ἐπὶ τὸν ποταμὸν μετήνεγκεν· ὡς γὰρ ἐκεῖνος ὁ Λίβανος ἱκανὴν ἔχει θαύματος ἀφορμὴν αὐτὰ τὰ δένδρα, ἃ φύει καὶ τρέφει, οὕτως ὁ Ἰορδάνης δοξάζεται ἀνθρώπους ἀναγεννῶν καὶ φυτεύων ἐν τῷ τοῦ θεοῦ παραδείσῳ,
10ὧν κατὰ τὴν ψαλμικὴν φωνὴν ἀνθούντων ἀεὶ καὶ ταῖς ἀρεταῖς κομώντων τὸ μὲν φύλλον οὐκ ἀπορρυήσεται, τὸν δὲ καρπὸν ἐν καιρῷ δεξάμενος ὁ θεὸς εὐφρανθήσεται ὡς ἀγαθὸς φυτοκόμος τοῖς ἰδίοις ἔργοις ἐπαγαλλόμενος. ὁ δὲ θεσπέσιος Δαβὶδ καὶ τὴν φωνὴν προφητεύων, ἣν ἐξ οὐρανῶν ὁ πατὴρ ἐπαφῆκε
15τῷ υἱῷ βαπτιζομένῳ, ἵνα πρὸς τὸ φυσικὸν τῆς θεότητος ἀξίωμα τοὺς ἀκούοντας ὁδηγήσῃ πρὸς τὴν αἰσθητὴν τέως τὴν κατὰ τὸν ἄνθρωπον εὐτέλειαν βλέποντας, ἐνέγραψεν ἐκεῖνο τῇ βίβλῳ τό· Φωνὴ κυρίου ἐπὶ τῶν ὑδάτων, φωνὴ κυρίου ἐν μεγαλοπρεπείᾳ. ἀλλὰ τὰς μὲν ἐκ τῶν θείων γραφῶν
20μαρτυρίας μέχρι τούτου παυστέον· χωρήσοι γὰρ ὁ λόγος εἰς ἄπειρον, εἴ τις βουληθῇ τὰ καθέκαστον ἐκλέγων ἑνὶ παραθέσθαι βιβλίῳ. Ὑμεῖς δὲ πάντες, ὅσοι τῷ δώρῳ τῆς παλιγγενεσίας ἐγκαλλωπίζεσθε καὶ καύχημα φέρετε ἀνακαινισμὸν τὸν
25σωτήριον, δείξατέ μοι μετὰ τὴν μυστικὴν χάριν τὴν τῶν τρόπων ἐναλλαγὴν καὶ τῆς ἐπὶ τὸ κρεῖττον μετακοσμήσεως τὴν διαφορὰν τῇ καθαρότητι τῆς πολιτείας γνωρίσατε· τῶν
μὲν γὰρ ὑποπιπτόντων τοῖς ὀφθαλμοῖς οὐδὲν ἀλλοιοῦται, οἱ237

9

.

238

δὲ τοῦ σώματος χαρακτῆρες μένουσιν ἀμετάβλητοι καὶ ἡ τῆς ὁρωμένης φύσεως διάπλασις οὐκ ἀμείβεται, χρεία δὲ πάντως τινὸς ἐναργοῦς ἀποδείξεως, δι’ ἧς ἐπιγνωσόμεθα τὸν ἀρτίτοκον ἄνθρωπον συμβόλοις τισὶ φανεροῖς τὸν νέον
5ἀπὸ τοῦ παλαιοῦ διακρίνοντες. ταῦτα δὲ οἶμαι τυγχάνειν τὰ κατὰ πρόθεσιν τῆς ψυχῆς κινήματα, ἀφ’ ὧν ἑαυτὴν χωρίζουσα τῆς παλαιᾶς συνηθείας, νεωτέραν δὲ τέμνουσα τῆς πολιτείας ὁδὸν διδάξει σαφῶς τοὺς γνωρίμους, ὡς ἄλλη τις ἐξ ἄλλης γεγένηται οὐθὲν τῆς παλαιᾶς κακίας ἐφελκομένη
10γνώρισμα. ἔστι δὲ οὗτος τῆς μεταποιήσεως ὁ τρόπος, ἄν μοι πεισθέντες τὸν λόγον ὡς νόμον φυλάξητε· ἦν ὁ πρὸ τοῦ βαπτίσματος ἄνθρωπος ἀκόλαστος, πλεονέκτης, ἅρπαξ τῶν ἀλλοτρίων, λοίδορος, συκοφάντης καὶ εἴ τι τούτοις ὅμοιον καὶ ἀκόλουθον. γενέσθω νῦν κόσμιος, σώφρων, ἀρκούμενος τοῖς
15ἰδίοις καὶ ἐκ τούτων τοῖς ἐν πενίᾳ μεταδιδούς, φιλαλήθης, τιμητικός, εὐπροσήγορος, πᾶσαν ἁπλῶς ἐπαινουμένην πρᾶξιν ἀσκῶν· ὡς γὰρ τῷ φωτὶ τὸ σκότος λύεται καὶ ἀφανίζεται τὸ μέλαν ἐπιχρωσθείσης λευκότητος, οὕτω καὶ ὁ παλαιὸς ἄνθρωπος τοῖς τῆς δικαιοσύνης ἔργοις ἐπικοσμηθεὶς ἀφανίζε‐
20ται. ὁρᾷς ὅπως καὶ ὁ Ζακχαῖος τῇ μεταβολῇ τοῦ βίου τὸν τελώνην ἀπέκτεινε πρὸς μὲν τοὺς ζημιωθέντας ἀδίκως τετραπλῆν ἐπανάγων τὴν ἀπόδοσιν, ἐμέρισε δὲ τοῖς πτωχοῖς τὰ κατάλοιπα, ἃ πρότερον παρὰ τῶν πτωχῶν θλιβομένων κακῶς ἐθησαύρισεν. εὐαγγελιστὴς ὁ Ματθαῖος, ἄλλος τελώ‐
25νης, ὁμότεχνος τοῦ Ζακχαίου εὐθέως μετὰ τὴν κλῆσιν ὥσπερ τι προσωπεῖον ἤμειψε τὸν βίον. διώκτης ὁ Παῦλος, ἀλλὰ μετὰ τὴν χάριν ἀπόστολος βαρείας φέρων τὰς ἁλύσεις ὑπὲρ Χριστοῦ
εἰς ἀπολογίαν καὶ μετάνοιαν τῶν ἀδίκων δεσμῶν, ἃ παρὰ τοῦ238

9

.

239

νόμου ποτὲ λαβὼν κατὰ τῶν εὐαγγελίων ἐβάσταζε. τοιαύτην προσῆκεν εἶναι τὴν ἀναγέννησιν, οὕτως ἐξαλείφειν τὴν πρὸς τὴν ἁμαρτίαν συνήθειαν, οὕτω πολιτεύεσθαι τοὺς υἱοὺς τοῦ θεοῦ· τέκνα γὰρ ἐκείνου μετὰ τὴν χάριν ἀκούομεν. καὶ διὰ
5τοῦτο προσῆκεν ἀκριβῶς ἐπισκοπήσασθαι τὰ τοῦ γεννήτορος ἡμῶν ἰδιώματα, ἵνα πρὸς ὁμοιότητα τοῦ πατρὸς ἑαυτοὺς μορφοῦντες καὶ σχηματίζοντες γνήσιοι φαινώμεθα παῖδες τοῦ πρὸς τὴν εἰσποίησιν ἡμᾶς τὴν κατὰ χάριν καλέσαντος· φαῦλον γὰρ κατηγόρημα ὁ νόθος καὶ ὑποβολιμαῖς καὶ τὴν
10πατρικὴν εὐγένειαν ἐπὶ τῶν ἔργων ψευδόμενος. διό μοι δοκεῖ καὶ αὐτὸς ὁ κύριος ἐν εὐαγγελίοις τοὺς τοῦ βίου κανόνας διατάττων ἡμῖν ἐκείνοις χρῆσθαι πρὸς τοὺς μαθητευομένους τοῖς λόγοις· Καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς καὶ διωκόντων, ὅπως γένησθε
15υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. υἱοὺς γὰρ τότε γίνεσθαι λέγει, ὅταν τῆς πατρικῆς ἀγαθότητος τὴν ὁμοίωσιν ἐν τῇ πρὸς τοὺς ὁμοφύλους φιλανθρωπίᾳ τοῖς οἰκείοις λογισμοῖς ἐντυπώσωνται.
20 Διὰ τοῦτο καὶ μετὰ τὸ τῆς υἱοθεσίας ἀξίωμα καὶ ὁ διάβολος ἡμῖν ἐπιβουλεύει σφοδρότερον βασκάνῳ θηκόμενος ὀφθαλμῷ, ὅταν βλέπῃ τοῦ νεογενοῦς ἀνθρώπου τὸ κάλλος σπεύδοντος πρὸς τὴν ἐπουράνιον πολιτείαν, ἀφ’ ἧς ἐκεῖνος ἐξέπεσε, καὶ πυρώδεις ἡμῶν ἐπεγείρει τοὺς πειρασμοὺς συλῆσαι σπουδά‐
25ζων καὶ τὴν δευτέραν ἐπικόσμησιν ὡς τὸν κόσμον τὸν239

9

.

240

πρότερον. ἀλλ’ ὅταν αἰσθώμεθα τῶν ἐκείνου προσβολῶν προσῆκε τὴν ἀποστολικὴν ῥῆσιν ἑαυτοῖς ἐπιλέγειν· Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθημεν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθη‐ μεν. εἰ δὲ σύμμορφοι τοῦ θανάτου γεγόναμεν νεκρὰ πάντως
5λοιπὸν ἐν ἡμῖν ἡ ἁμαρτία τῷ σειρομάστῃ διελαθεῖσα τοῦ βαπτίσματος ὡς ὁ πόρνος ἐκεῖνος παρὰ τοῦ ζηλωτοῦ Φινεές. φεῦγε τοίνυν ἀφ’ ἡμῶν δυσώνυμε· νεκρὸν γὰρ θέλεις σαλεύειν τὸν πάλαι σοι συνταξάμενον, τὸν ἀπολέσαντα πάλαι πρὸς τὰς ἡδονὰς τὰς αἰσθήσεις. νεκρὸς σωμάτων οὐκ ἐρᾷ, νεκρὸς οὐχ
10ἁλίσκεται πλούτῳ, νεκρὸς οὐ συκοφαντεῖ, νεκρὸς οὐ ψεύδεται, οὐχ ἁρπάζει τὰ μὴ προσήκοντα, οὐ λοιδορεῖται τοῖς προσ‐ τυγχάνουσιν. πρὸς ἄλλην μοι ζωὴν ὁ βίος ἐκανονίσθη· ἐπαι‐ δεύθην τῶν ἐγκοσμίων καταφρονεῖν, τὰ γήινα παρατρέχειν καὶ σπεύδειν πρὸς τὰ οὐράνια, καθὼς καὶ Παῦλος διαρρηδὴν
15μαρτύρεται, ὅτι κόσμος ἐκείνῳ ἐσταύρωται κἀκεῖνος τῷ κόσμῳ. ταῦτα ψυχῆς ἀληθῶς ἀναγεννηθείσης τὰ ῥήματα, αὗται τοῦ νεοτελοῦς ἀνθρώπου φωναὶ τοῦ μεμνημένου τῆς οἰκείας ὁμολογίας, ἣν ἐν τῇ παραδόσει τοῦ μυστηρίου πρὸς θεὸν ἐποιήσατο πάσης καὶ τιμωρίας καὶ ἡδονῆς ὑπὲρ τῆς εἰς
20αὐτὸν ἀγάπης καταφρονεῖν ὑποσχόμενος. Ταῦτα μὲν οὖν αὐτάρκως πρὸς τὴν ἱερὰν τῆς ἡμέρας ὑπόθε‐ σιν, ἣν ὁ κυκλωθεὶς ἐνιαυτὸς τεταγμέναις πρὸς ἡμᾶς ἤνεγκε
περιόδοις, καλὸν δὲ λοιπὸν τῷ φιλανθρώπῳ τῆς τοσαύτης240

9

.

241

δωρεᾶς χορηγῷ προσαναπαῦσαι τὸν λόγον φωνὴν ὀλίγην ὑπὲρ πραγμάτων μεγάλων τὴν ἀμοιβὴν ἀντεισφέροντας· σὺ γὰρ ἀληθῶς ὑπάρχεις δέσποτα καθαρὰ καὶ ἀέναος τῆς ἀγαθωσύνης πηγή, ὃς ἀπεστράφης ἡμᾶς δικαίως καὶ ἠλέησας
5φιλανθρώπως, ἐμίσησας καὶ διηλλάγης, κατηράσω καὶ εὐλόγησας, ἐξώρισας τοῦ παραδείσου καὶ πάλιν ἀνεκαλέσω, ἐξέδυσας τὰ φύλλα τῆς συκῆς τὴν ἀσχήμονα σκέπην καὶ περιέβαλες ἱμάτιον πολυτίμητον, ἤνοιξας τὸ δεσμωτήριον καὶ ἀφῆκας τοὺς κατακεκριμένους, ἐρράντισας ὕδατι καθαρῷ
10καὶ τῶν ῥύπων ἐκάθαρας. οὐκέτι καλούμενος παρά σου ὁ Ἀδὰμ αἰσχυνθήσεται οὐδὲ παρὰ τοῦ συνειδότος ἐλεγχόμενος ἐγκαλύψεται ὑπὸ τῇ λόχμῃ τοῦ παραδείσου κρυπτόμενος οὔτε μὴν ἡ φλογίνη ῥομφαία κυκλώσει τὸν παράδεισον ἀπρόσιτον τοῖς ἐγγίζουσι ποιοῦσα τὴν εἴσοδον, πάντα δὲ
15ἡμῖν τοῖς κληρονόμοις τῆς ἁμαρτίας μετεσκευάσθη πρὸς εὐφροσύνην. καὶ βατὸς μὲν ἀνθρώπῳ παράδεισος καὶ οὐρανὸς αὐτός, συνηρμόσθη δὲ εἰς φιλίαν ἡ κτίσις ἡ ἐγκόσμιός τε καὶ ὑπερκόσμιος πάλαι πρὸς ἑαυτὴν στασιάζουσα καὶ ἄνθρωποι τοῖς ἀγγέλοις ἐγενόμεθα σύμφωνοι τὴν αὐτὴν
20ἐκείνοις εὐσεβοῦντες θεολογίαν. Διὰ δὴ ταῦτα πάντα τὸν τῆς χαρᾶς ὕμνον ἄσωμεν τῷ θεῷ, ὃν στόμα τῷ πνεύματι κάτοχον πάλαι προφητικῶς ἐξεβόησεν· Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης περιέβαλέ μοι,
25ὡς νυμφίῳ περιέθηκέ μοι μίτραν καὶ ὡς νύμφην κατεκόσμησέ241

9

.

242

με κόσμῳ. κοσμήτωρ δὲ πάντως τῆς νύμφης ὁ Χριστὸς ὁ ὢν καὶ πρόων καὶ ἐσόμενος, εὐλογητὸς νῦν καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων, ἀμήν.242