TLG 2017 013 :: GREGORIUS NYSSENUS :: Contra fornicarios

GREGORIUS NYSSENUS Theol.
(Nyssenus: A.D. 4)

Contra fornicarios

Source: Gebhardt, E. (ed.), Gregorii Nysseni opera, vol. 9.1. Leiden: Brill, 1967: 211–217.

Citation: Volume — page — (line)

9

.

211

(1t)

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ
2tΕΙΣ ΤΟ Ο ΔΕ ΠΟΡΝΕΥΩΝ
3tΕΙΣ ΤΟ ΙΔΙΟΝ ΣΩΜΑ ΑΜΑΡΤΑΝΕΙ
4Φοβερὰ τῆς ἀποστολικῆς παραγγελίας ἡ σάλπιγξ, πολλὰ μὲν
5καὶ ἄλλα τὸν τῆς εὐσεβείας μαρτυρομένη στρατόν, μάλιστα δὲ τῶν τῆς αἰσχρότητος βαράθρων ἐλαύνουσα, καὶ δὴ καὶ στρατιωτικὸν πρὸς τῷ τέλει παράγγελμα προστιθεῖσα. Φεύγετε γάρ, φησί, τὴν πορνείαν. [πᾶν ἁμάρτημα, ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν.] οἱ γὰρ τῶν
10αἰσθητῶν στρατιῶται πολέμων νῦν μὲν ἀντιπροσώπῳ συμβολῇ νῦν δὲ φυγῇ κεχρημένοι τὰς παρατάξεις σοφίζονται. ἔστι καὶ πόλεμος ψυχαῖς ἀντιστάσει καὶ φυγῇ στρατηγούμενος. καὶ τοῦτο Παῦλος εἰδὼς ὁ τῶν τῆς εὐσεβείας τακτικῶν δι’ ἑκατέρας ἄγων τὸν στρατὸν εὐτεχνίας νῦν μὲν τὴν [μάχην]
15ἐπιμονὴν παραγγέλλει· Στῆτε περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, νῦν δὲ φυγῇ σοφίζεσθαι τὸ πολεμοῦν συμβουλεύει· Φεύγετε τὴν πορνείαν. ἂν πόλεμος ἀπιστίας προσβάλῃ, χρήσιμος πρὸς ἐκεῖνον ἀντίστασις, ἂν δόλων ἀπειλῆται παράταξις, καλὴ ἡ πρὸς τούτους τοὺς ἀνταγωνιστὰς
20προσδρεία, ἂν συκοφαντίας ἐπιφέρηται τόξον, λυσιτελὴς211

9

.

212

ἀντιπρόσωπος συμβολὴ πρὸς τὸ ψεῦδος, ὅταν δὲ μορφὴ πορνικὴ τοξεύῃ, νῶτα διδόναι καλὸν καὶ τὴν ἀντιπρόσωπον φεύγειν· κατευστοχεῖ γὰρ ὀφθαλμῶν ἡ πορνεία καὶ δεῖ μεμνῆσθαι τοῦ στρατηγοῦ παραγγέλλοντος· Φεύγετε τὴν
5πορνείαν. ἔχει γάρ τι τῶν ἄλλων πονηρευμάτων φευκτότερον· τὰ μὲν γὰρ ἄλλα τῆς ἁμαρτίας 〈εἴδη〉 φείδεσθαι δοκεῖ τῆς τῶν πραττόντων σαρκὸς καὶ τὸ πραχθὲν εἰς μόνον τὸν τὴν πρᾶξιν δεχόμενον ἵστησιν· οἷον ἐν ταῖς ἁρπαγαῖς τῶν ἁρπασθέντων τὸ ζημίωμα μόνων, ἐν τῇ τῶν φθονούντων
10ἰσχύϊ περὶ τοὺς φθονουμένους τὸ πάθος ἐκρήγνυται, ἐν ταῖς συκοφαντίαις, ὅταν τύχωσι πίστεως, μόνων αὖθις τῶν συκοφαντουμένων ὁ κίνδυνος, ἐν τοῖς τὸν φόνον ὡσαύτως τολμήσασι τοῦ δεξαμένου τὴν σφαγὴν τὸ δυσπράγημα· πᾶσαν [ἄν] τις ἔργων ἀδίκων ἐπερχόμενος πρᾶξιν εὑρήσει
15τὴν μὲν τῶν ἀδικούντων μερίδα κερδαίνουσαν, τὴν δὲ τῶν ἀδικουμένων ξημιουμένην, πορνεία δὲ τὴν τοιαύτην οὐκ οἶδε διαίρεσιν οὐδὲ χωρίζει τὴν τοῦ παθόντος τῆς τοῦ δράσαντος πρᾶξιν, ἀλλὰ συγκαταστρέφει πρὸς ἀτιμίαν ἐπίκοινον, συνάπ‐
τει δὲ δεσμῷ μολυσμοῦ. τοῖς πλεονέκταις ἔστι ζημιώσασιν212

9

.

213

ἄλλον ἐξημιῶσθαι μηδέν, τοῖς πόρνοις δ’ οὐκ ἔστιν οὐδὲν καταισχύνασιν σῶμα μὴ τῷ καταισχυνθέντι συγκαται‐ σχύνεσθαι· τοῖς πεφονευκόσιν ἔστιν ἐργασαμένοις τὸν φόνον τοῖς σφαγεῖσι μὴ συνεσφάχθαι, τοῖς πόρνοις δ’ οὐκ ἔστι
5μολύνασι σάρκα τοῦ μολυσμοῦ καθαρεύειν. Καὶ σκόπει μοι τὴν εἰς τοῦτο τοῦ Παύλου λεπτολογίαν· Φεύγετε, φησί, τὴν πορνείαν. διὰ τί; ὅτι Πᾶν ἁμάρτημα, ὃ ἐὰν ποιήσῃ ἄνθρωπος, ἐκτὸς τοῦ σώματός ἐστι (τοῦτ’ ἔστι τῇ τοῦ σώματος μὴ λυμαινόμενον φύσει, τῇ τῶν μελῶν μὴ
10συνεσταλμένον ὕβρει, τῷ τῆς σαρκὸς μολυσμῷ μὴ συμπληρού‐ μενον, ἀλλ’ ἔξω τῆς τοῦ πράξαντος σώματος ἐνεργούμενον βλάβης), Ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει· οὐχ ὥσπερ ὁ φονεὺς εἰς ἀλλότριον ἄτρωτον τὸ ἑαυτοῦ σῶμα συντηρῶν, οὐχ ὥσπερ ὁ πλεονέκτης εἰς ἕτερον τὴν τῆς ἰδίας
15σαρκὸς φυλαττόμενος βλάβην, ἀλλ’ αὐτὸς ἑαυτοῦ φθορεὺς ὁ πόρνος, αὐτὸς ὑφ’ ἑαυτοῦ τῷ τῆς ἀτιμίας περιπείρεται βέλει. ὁ κλέπτης, ἵνα θρέψῃ τὸ σῶμα, τολμᾷ τὸ πλημμέλημα, ὁ πόρνος δὲ τῇ τῆς ἰδίας σαρκὸς προσεδρεύει λῃστείᾳ· τὸν πλεονέκτην πρὸς ἁρπαγὴν ἐρεθίζει φιλοκερδὴς λογισμός,
20πορνεία δὲ τῆς τοῦ σώματος ζημία σεμνότητος· τῷ βασκάνῳ κατασκευάζει τὸ πάθος δοξαζόμενος ἕτερος, ὁ πόρνος δὲ τῆς ἰδίας ἐστὶν αὐτουργὸς ἀδοξίας. τί γὰρ ἀτιμότερον σκευοφόρου πορνείας; πᾶσα μὲν γὰρ ἄδοξος ἁμαρτίας δουλεία (ἀτιμοῖ γὰρ τῆς ψυχῆς τὴν εὐγένειαν), ὁ δὲ πόρνος ἁμαρτίας
25ἀδοξότερος δοῦλος· βόρβορον ἀντλεῖν παρ’ αὐτῇ τεταγμένος213

9

.

214

μολυσμοῦ συνάγει σωρὸν καὶ ἀκάθαρτον λειτουργεῖ ἐργασίαν. ἢ οὐ δεινὸν ἐγκυλίεσθαι πηλῷ, αἰσχρότητι τρίβεσθαι, ῥάκους ἔχειν τὸ σῶμα μὴ διαλλάττον; ποία γὰρ ῥάκους καὶ πόρνου διαφορά; τοῦ τῆς εὐσεβείας ἀπεσχίσθη σώματος, φθείρεται
5καθημερινῇ σηπεδόνι, ταῖς τῆς ἁμαρτίας ὁδοῖς ὡς ἄχρηστον ἐναπορρίπτεται ῥάκος, κεῖται πᾶσι καταπάτημα δαίμοσιν, εἰς αὐτὸ ὁ διάβολος τὴν ἰδίαν ἀπομάσσεται σῆψιν. Τῆς νοητῆς δὲ τοῦ πόρνου κακοπραγίας ἡ πρόδηλος καὶ σαφὴς οὐκ ἐλάττων· ἔστι γὰρ φευκτὸς οἰκίαις, ἀπευκτὸς συν‐
10τυχίαις, τοῖς πλησιάζουσιν ὕβρις, τοῖς ἐχθραίνουσιν ὄνειδος, συγγενέσιν αἰσχύνη, συνοίκοις ἐπάρατος, ἀθυμία γονεῦσιν, οἰκέταις θεατρισμός, γελώμενον διήγημα γείτοσι, γῆμαι σπου‐ δάζων ἀπόβλητος, ὕποπτος μετὰ γάμον νυμφίος, μισούμενος τέκνοις πατήρ, εὐκαταφρόνητος σύμβουλος, ἀηδὴς χαριζό‐
15μενος, αἰτῶν ἀηδέστερος, πόρρωθεν ὀφθεὶς λυπηρός, νοσῶν ἀθλιώτερος, τεθνεὼς ἀτιμότερος. τοσούτου πλήθους κακῶν τὴν πορνείαν ὁ Παῦλος μητέρα θεώμενος τὴν νικητήριον φυγὴν ἡμῖν ἀρτίως παραγγέλλων ἐβόα· Φεύγετε τὴν πορνείαν. Αὕτη ἡ φωνὴ νεανίσκου με νῦν ἀνέμνησε σώφρονος κατ’
20Αἰγυπτιακῆς πορνείας διὰ φυγῆς ἀριστεύσαντος. καίτοι γε πολλὰ τῷ νεανίσκῳ τὴν πειθὼ κατεσκεύαζεν· ἡλικία φιλή‐ δονος, δουλείας ζυγός, δεσποίνης ἐρωτικὴ κολακεία, διάλεξις συνεχὴς ἀσελγείας, λαθραία πρὸς μίξιν παράκλησις. Ἐγένετο
γὰρ τοιαύτη τις ἡμέρα καὶ εἰσῆλθεν Ἰωσὴφ εἰς τὴν οἰκίαν214

9

.

215

ποιεῖν τὰ ἔργα αὐτοῦ καὶ οὐδεὶς ἦν τῶν ἐν τῇ οἰκίᾳ ἔσω καὶ ἐπεσπάσατο ἡ κυρία τῶν ἱματίων αὐτοῦ λέγουσα· κοιμήθητι μετ’ ἐμοῦ. μέγα τὸ τῆς σωφροσύνης ἀξίωμα· τοῦ δούλου τὴν δέσποιναν κατεσκεύασε δούλην· ὁ μὲν γὰρ ἱκετεύετο,
5ἡ δὲ ἱκέτευεν· Κοιμήθητι μετ’ ἐμοῦ, κοιμήθητι. πεπυρωμένον τῆς πορνείας τὸ βέλος, ἀλλ’ ὕλην ψυχῆς καιομένην οὐχ εὗρεν, εἰς ἐσθῆτα δὲ τὴν διάλυσιν ἔσχεν, ἣν τὸ τῆς πορνείας ἀναιδὲς περισφίγγον ἐβόα· Κοιμήθητι μετ’ ἐμοῦ. μυκᾶται τὸν τῆς πορνικῆς ἐπιθυμίας λιμόν, ἀλλ’ ἔκλειεν μᾶλλον τὰ τοῦ
10σώφρονος ὦτα. ἡ μὲν γὰρ ἔλεγε· Κοιμήθητι μετ’ ἐμοῦ, ἀντεκήρυττε δὲ ἡ σωφροσύνη τῷ νέῳ· γρηγόρησον μετ’ ἐμοῦ, καὶ τοῖς ἔργοις ἐκεῖνος ἐδήλου τὸ ἄγρυπνον· οὐ γὰρ ἐνύσταξε ταῖς κολακείαις ὁ τόνος, οὐχ ὕπνωσεν ἡ γνώμη ταῖς ἐπῳδαῖς, οὐκ ἐκαθεύδησε τῆς σωφροσύνης ἡ νῆψις, οὐ ταῖς κατασχού‐
15σαις ὑπεξελύθη λαβαῖς, οὐ τοῖς τῆς μορφῆς καλλωπισμοῖς ἡλιεύθη, οὐ ῥημάτων ἐρωτικῶν διεκλάσθη θωπείαις, ἀλλ’ ἦν αὐτῷ πικροτέρα λοιδορίας τῆς δεσποίνης ἡ φωνὴ κολα‐ κευούσης· Κοιμήθητι μετ’ ἐμοῦ. ἕτοιμος εἱστήκει τῆς μοιχείας νυμφαγωγὸς ὁ διάβολος καὶ συνέσφιγγε τὴν
20ἐσθῆτα τῇ πόρνῃ καὶ τῶν παρ’ ἐκείνης συνεκοινώνει λαβῶν, οὐκ ᾔδει δὲ τεχνίτῃ παλαίων ἀθλητῇ σωφροσύνης καὶ καλῶς τὰς ἐκείνης ἀπεκδυομένῳ λαβάς. Καταλιπὼν γάρ, φησί, τὰ ἱμάτια εἰς τὰς χεῖρας αὐτῆς ἔφυγε καὶ ἐξῆλθεν ἔξω. ὢ γυμνότης ἁγιωτέρα ἐνδύσεως. τί γοῦν τῆς Αἰγυπτιακῆς
25ἀκολασίας ἡ λύσσα; τὰ ἑαυτῆς κακὰ τῷ Ἰωσὴφ περιτίθησι215

9

.

216

καὶ δραμοῦσα πρὸς τὸν ἄνδρα φησίν· Εἰσήγαγες ἡμῖν παῖδα Ἑβραῖον ἐμπαίζειν ἡμῖν· εἶπέ μοι γὰρ τῇ γυναικί σου τῇ μέχρι τοῦ νῦν σωφρόνως φυλαξάσῃ τὴν κοίτην σου· κοιμηθήσο‐ μαι μετὰ σοῦ. ὡς δὲ ὕψωσα τὴν φωνήν μου καὶ ἀνεβόησα,
5ἀφῆκε τὰ ἱμάτια αὐτοῦ παρ’ ἐμοὶ καὶ ἔφυγε καὶ ἐξῆλθεν ἔξω. πάλιν Ἰωσὴφ δι’ ἐσθῆτος συκοφαντεῖται· ἀδελφοὶ πρότερον αὐτοῦ τὸν χιτῶνα λαβόντες ὡς θηριόβρωτον αὐτὸν δι’ ἐκείνου ἐσυκοφάντουν κακούργως, νῦν αὕτη τὸν χιτῶνα λαβοῦσα διαβάλλει ὡς πόρνον. πρέπουσα τῷ Ἰωσὴφ ἡ τοῦ
10δεσπότου φωνή· Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἐπέβαλον ψεῦδος. γλυκεία τῷ τῶν σωφρόνων στρατῷ τῆς σωφροσύνης ἡ ῥητορεία, ἀλλ’ ἐπίπονος τῇ τῆς σαρκὸς ἀσθενείᾳ. ὢ τῆς δικαίας ἐπὶ τῷ Ἰωσὴφ παρὰ θεοῦ προστασίας· πρὸ τῶν πειρασμῶν τὸν Ἰωσὴφ οὐκ
15ἐτίμησεν, ἀλλ’ ἔδειξε δι’ ὀνειράτων τὸ μέλλον διδάσκων ὅτι πόρρωθεν τοῖς δικαίοις τὴν δόξαν ηὐτρέπιζε, συνεχώρησε δὲ τοῖς πειρασμοῖς δοκιμάσαι τὸν νέον τὰς τῶν φιλοψόγων ἀποκλείων φωνάς· δοκιμὴν γὰρ μὴ δεδωκότος τοῦ Ἰωσὴφ οἱ φιλόψογοι ἂν ἔλεγον συντυχίας εἶναι τυφλῆς τὰ πραττόμενα·
20Αἰγυπτίων Ἰωσὴφ βασιλεύει, βαρβάρων δεσπόζει παιδάριον· ποίαν ἀρετὴν ἐνδειξάμενον; ὑπὲρ ποίας τούτου τετυχηκὸς
ἀρετῆς; ἵνα οὖν ταῦτα περὶ τοῦ δικαίου μὴ λέγηται, προλαμ‐216

9

.

217

βάνων ὁ θεὸς τοὺς ἐπ’ αὐτὸν πειρασμοὺς συγχωρεῖ, ὥστε [τὴν] ἀπ’ ἐκείνων τῷ δικαίῳ μαρτυρίαν γενέσθαι καὶ ῥάψαι τῶν φιλοψόγων τὰ στόματα. Ἀποστρεφώμεθα τοίνυν τὰς ἐκ μορφῆς πορνικῆς ἐπερχο‐
5μένας βολάς, κλείωμεν ἀσελγήμασι τὸ βλέμμα, γελάσθωσαν παρ’ ἡμῖν ἡδονῶν ἀταξίαι, φρουραρχείτω τὴν σάρκα σωφροσύνη, καθαρότης ἐγκείτω τοῖς μέλεσι, τριβώ‐ μεθα λογισμοῖς φιλοκάλοις, λάμπωμεν ἔργων αὐγαῖς, ἐσμηγμένῳ περιστίλβωμεν βίῳ, καθαρὸν τὸ σῶμα ναὸν
10τῆς τοῦ πνεύματος οἰκήσεως φυλάττωμεν, ἐπιγράψωμεν αὐτὸ ἐπιγράμματι τὴν φοβερὰν τοῖς ἀκολάστοις παραγγελίαν βοῶντι· Εἴ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ θεός. Ἐβουλόμην ὑμῶν μηδὲ πρὸς μικρὸν διαζεύγνυσθαι· τί γὰρ
15γλυκύτερον πατρὶ συνουσίας ἀγαπωμένων υἱῶν; ἀλλ’ ἐπειδὴ καλεῖ πρὸς ἀγῶνας τῆς εὐσεβείας ὁ λόγος, δεῖ δραμεῖν πρὸς τὰ σκάμματα τῆς ἐκκλησίας εὐχῶν συνεργοὺς εἰληφότα. ἀλλ’ ἐκεῖνο παρακαλῶ τὴν ὑμετέραν ἀγάπην· φυλάττετε τὴν ἐκκλησιαστικὴν εὐταξίαν, κἄν τινες ταραχὰς παρεμβάλλωσι,
20νικᾶτε μακροθυμίᾳ τὰς ταραχάς· ἔσται γὰρ οὐκ εἰς μακρὰν τῶν θορύβων διόρθωσις. μὴ ταράττεσθε φήμαις, μὴ φλυαρίαις παρακινεῖσθε, ἀλλ’ εὐχὰς ἡμῖν συνοδοιπόρους συμπέμψατε, ἵνα ταῖς εὐχαῖς ὑμῶν δυναμούμενοι εἴπωμεν ἐν παντὶ καιρῷ παρὰ τῆς θείας βοηθούμενοι ἰσχύος· Πάντα ἰσχύω ἐν τῷ
25ἐνδυναμοῦντί με Χριστῷ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν
αἰώνων, ἀμήν.217