TLG 2017 010 :: GREGORIUS NYSSENUS :: De beneficentia (vulgo De pauperibus amandis i)

GREGORIUS NYSSENUS Theol.
(Nyssenus: A.D. 4)

De beneficentia (vulgo De pauperibus amandis i)

Source: van Heck, A. (ed.), Gregorii Nysseni opera, vol. 9.1. Leiden: Brill, 1967: 93–108.

Citation: Volume — page — (line)

9

.

93

(1t)

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ
2tΠΕΡΙ ΕΥΠΟΙΙΑΣ
3 Ὁ τῆς ἐκκλησίας ταύτης πρόεδρος καὶ οἱ τῆς ἀπλανοῦς εὐσεβείας καὶ τῆς κατ’ ἀρετὴν πολιτείας διδάσκαλοι πολλὴν
5ἔχουσι πρὸς τοὺς γραμματιστὰς καὶ τοὺς παιδευτὰς τῶν πρώτων στοιχείων τὴν ὁμοιότητα. ὥσπερ γὰρ ἐκεῖνοι τοὺς νηπίους καὶ ψελλιζομένους ἔτι παῖδας παρὰ τῶν πατέρων ὑποδεξάμενοι οὐκ εὐθὺς ἐπὶ τὰ τελειότερα τῶν μαθημάτων ἄγουσιν, ἀλλὰ πρῶτον ἐν τῷ κηρῷ τὸ ἄλφα χαράξαντες καὶ
10τὰ ἑξῆς τῶν στοιχείων τά τε ὀνόματα αὐτῶν εἰδέναι διδά‐ σκουσι καὶ τοῖς τύποις τοῖς γραφεῖσιν ἐνασκοῦσι τὴν χεῖρα, μετὰ δὲ τοῦτο ταῖς συλλαβαῖς προσβιβάζουσι καὶ τῶν ὀνομάτων ἑξῆς παιδεύουσι τὴν ἐκφώνησιν· οὕτως καὶ οἱ τῆς ἐκκλησίας καθηγεμόνες τοῖς στοιχειώδεσι πρῶτον τῶν
15μαθημάτων προσάγοντες τὸν ἀκροατὴν κατὰ προκοπὴν παρέχουσι τῶν τελειοτέρων τὴν γνῶσιν. Ἐπεὶ τοίνυν ἐν δύο ταῖς προλαβούσαις ἡμέραις τῆς φάρυγγος καὶ τῆς γαστρὸς τὴν φιληδονίαν ἐσωφρονίσαμεν, μή με οἰηθῆτε καὶ σήμερον τὰ συνήθη λέξειν, ὡς καλὸν
20καταφρονῆσαι κρεῶν καὶ ἀποσχέσθαι τοῦ φιλογέλωτος
οἴνου καὶ βακχευτοῦ, ἐπισχεῖν δὲ τοὺς μαγείρους καὶ93

9

.

94

παῦσαι τοῦ οἰνοχόου τὴν χεῖρα κάμνουσαν. ταῦτα γὰρ ἐμοί τε ἱκανῶς εἴρηται καὶ ὑμεῖς διὰ τῶν πραγμάτων ἐνεργὸν τὴν συμβουλὴν ἐπεδείξατε. τὸ δὲ πρῶτον μάθημα ἀσκηθεῖσιν ὑμῖν καλὸν ἐκ προαγωγῆς μεταδοῦναι τῶν
5μειζόνων καὶ ἀνδρικωτέρων λοιπὸν διδαγμάτων. Ἔστι τοίνυν καὶ ἀσώματος νηστεία καὶ ἄϋλος ἐγκράτεια, ἡ περὶ ψυχὴν στρεφομένη ἀποχὴ τῶν κακῶν καὶ δι’ ἐκείνην ἡμῖν καὶ αὕτη ἐνομοθετήθη ἡ ἀποχὴ τῶν βρωμάτων. νηστεύσατε τοίνυν ἀπὸ κακίας· ἐγκρατεύσασθε ἀπὸ τῆς τῶν
10ἀλλοτρίων ἐπιθυμίας· ἀπόσχεσθε κέρδους ἀδίκου· λιμο‐ κτονήσατε τοῦ μαμωνᾶ τὴν φιλαργυρίαν· μηδὲν ἐπὶ τῆς οἰκίας ἔστω κειμήλιον ἐκ βίας καὶ ἁρπαγῆς. τί γὰρ ὄφελος, ἂν κρέα μὴ προσενέγκῃς τῷ στόματι καὶ δάκνῃς τῇ κακίᾳ τὸν ἀδελφόν; ἢ τίς ὄνησις, ἂν τὰ σὰ μὴ φάγῃς καὶ λάβῃς τὰ τοῦ
15πένητος ἀδίκως; τίς δὲ αὕτη εὐσέβεια, ἂν ὕδωρ πίνων ῥάψῃς δόλον καὶ αἵματος διψήσῃς ἐκ πονηρίας; ἐνήστευσε πάντως μετὰ τῶν ἕνδεκα καὶ Ἰούδας, ἀλλὰ τὸν φιλάργυρον μὴ δαμάσας τρόπον οὐδὲν εἰς τὴν σωτηρίαν ὠφελήθη παρὰ τῆς ἀσιτίας. καὶ ὁ διάβολος οὐκ ἐσθίει (πνεῦμα γάρ ἐστιν
20ἀσώματον), ἀλλὰ διὰ κακίαν τοῦ ὕψους ἀπέπεσεν. ὁμοίως καὶ τῶν δαιμόνων ἕκαστος οὔτε ὄψα προσφέρεται οὔτε πολυποσίας ἢ μέθης δέχεται κατηγόρημα (φύσις γὰρ αὐτοὺς τῆς τῶν βρωμάτων μετουσίας ἐχώρισεν), ἀλλ’ ὅμως καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν ἐμπλανώμενοι τῷ ἀέρι κακίας εἰσὶ ποιηταί τε καὶ
25ὑπηρέται καὶ τὰς καθ’ ἡμῶν ἐπιβουλὰς ἐνεργοῦσι σπουδαίως.94

9

.

95

φθόνῳ δὲ καὶ βασκανίᾳ τήκονται, εἰ μέλλοιμεν ἄνθρωποι πρὸς τὸν θεὸν συγγενῶς ἔχειν, ἐκείνων ἐκπεσόντων τῆς πρὸς τὸ ἀγαθὸν οἰκειότητος. Παιδαγωγείτω τοίνυν τὸν βίον τῶν Χριστιανῶν τρόπος
5φιλόσοφος, καὶ ἡ ψυχὴ φευγέτω τῆς κακίας τὴν βλάβην. ἂν γὰρ οἴνου καὶ κρεῶν ἀπεχόμενοι τοῖς κατὰ πρόθεσιν ἁμαρτήμασιν ὦμεν ὑπεύθυνοι, προλέγω καὶ προμαρτύρομαι, ὡς οὐδὲν ἡμᾶς ὀνήσει ὕδωρ καὶ λάχανα καὶ ἀναίμακτος τράπεζα, ἀνόμοιον τῆς ἔξωθεν ἐπιφανείας τὴν ἔνδοθεν
10διάθεσιν ἔχοντας. διὰ καθαρότητα ψυχῆς ἐνομοθετήθη νηστεία. εἰ δὲ ἐκείνη τῇ προαιρέσει καὶ ταῖς ἄλλαις ἐνερ‐ γείαις μολύνεται, τί μάτην προσδαπανῶμεν τὸ πινόμενον ὕδωρ τῇ ἀνέκπλυτον καὶ πολὺν γεωργούσῃ τὸν βόρβορον; τίς ὄνησις τῆς σωματικῆς νηστείας, ἂν μὴ καθαρεύῃ ὁ νοῦς;
15οὐδὲ γὰρ ὄφελος, ἐὰν τὸ ἅρμα ἰσχυρὸν ὑπάρχῃ καὶ τὸ τέθριπ‐ πον εὔτακτον μαινομένου τοῦ ἡνιόχου. τί δὲ ὄφελος τῆς εὖ ἡρμοσμένης νηός, ἐὰν μεθύῃ ὁ κυβερνήτης; νηστεία θεμέλιος ἀρετῆς. ὥσπερ δὲ θεμέλιος οἰκίας καὶ τρόπις πλοίου ἄχρηστα καὶ ἀνόνητα, κἂν σφόδρα καρτερῶς ὑποβληθῶσιν, ἂν μὴ
20τὰ ἑξῆς αὐτοῖς ἐπιστημόνως ἐποικοδομηθῇ, οὕτως καὶ τῆς ἐγκρατείας ταύτης οὐδὲν ὄφελος, ἂν μὴ τὴν ἄλλην δικαιοσύνην προσφυῆ καὶ ἀκόλουθον δέξηται. φόβος θεοῦ διδασκέτω τὴν γλῶτταν φθέγγεσθαι ἃ προσῆκεν, μὴ λαλεῖν τὰ μά‐
ταια, εἰδέναι καιροὺς καὶ μέτρα, καὶ λόγον ἀναγκαῖον καὶ95

9

.

96

ἀπόκρισιν εὔστοχον· λαλεῖν εὐρύθμως, μὴ χαλαζοῦν τοὺς ἐντυγχάνοντας τῇ σφοδρότητι. διὰ τοῦτο γὰρ καὶ ὁ λεπτό‐ τατος ἐκεῖνος ὑμὴν ὁ ὑποδεσμῶν αὐτὴν τῇ κάτω γένυι χαλινὸς λέγεται, ἵνα μὴ ἄτακτα καὶ ἀνοικονόμητα φθέγγηται.
5εὐλογείτω καὶ μὴ λοιδορείτω· ψαλλέτω καὶ μὴ βλασφημείτω· εὐφημείτω καὶ μὴ καταλαλείτω· ἡ χεὶρ ἡ προπετὴς τῇ μνήμῃ τοῦ θεοῦ ὡς ἁλύσει δεσμείσθω. διὰ τοῦτο νηστεύομεν, ἐπειδὴ τὸν ἀμνὸν τὸν ἡμέτερον λοιδορίαι καὶ ῥαπίσματα πρὸ τῶν ἥλων καθύβρισαν. μὴ τοίνυν τὸν Ἰουδαϊκὸν τρόπον ζηλώσωμεν οἱ
10τοῦ Χριστοῦ μαθηταί. ἐὰν γὰρ οὕτως ὦμεν διακείμενοι, λέξει ἡμῖν Ἠσαΐας· Ἵνα τί εἰς κρίσεις καὶ μάχας νηστεύετε καὶ τύπτετε πυγμαῖς ταπεινόν; παρὰ τοῦ αὐτοῦ προφήτου διδάχθητι καὶ τὰ τῆς ἀδόλου καὶ καθαρᾶς νηστείας ἐνεργή‐ ματα· Λύε πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλίας
15βιαίων συναλλαγμάτων, διάθρυπτε πεινῶντι τὸν ἄρτον σου καὶ πτωχοὺς ἀστέγους εἰσάγαγε εἰς τὸν οἶκόν σου. Πολλὴν δὲ ἡμῖν ἀφθονίαν τῶν γυμνῶν καὶ τῶν ἀστέγων ὁ νῦν ἤνεγκε χρόνος· πλῆθος γὰρ αἰχμαλώτων πρὸς ταῖς θύραις ἑκάστου. καὶ ὁ ξένος καὶ μετανάστης οὐ λείπει καὶ τὴν
20ζητοῦσαν χεῖρα πανταχοῦ τεταμένην ἔστιν ἰδεῖν. τούτοις οἶκος μὲν ὁ ὕπαιθρος ἀήρ, καταγώγια δὲ στοαὶ καὶ ἄμφοδα καὶ τὰ τῆς ἀγορᾶς ἐρημότερα. κατὰ δὲ τοὺς νυκτικόρακας καὶ τὰς γλαῦκας ταῖς ὀπαῖς ἐμφωλεύουσιν. ἐσθὴς αὐτοῖς
τὰ περικεκεντημένα ῥάκια· γεωργία τῶν ἐλεούντων ἡ γνώμη·96

9

.

97

τροφή, ἥτις ἂν ἐκ τοῦ προστυχόντος ἐμπέσῃ· ποτὸν ὡς τοῖς ἀλόγοις αἱ κρῆναι· ποτήριον τῶν χειρῶν ἡ κοιλότης· ταμιεῖον ὁ κόλπος καὶ οὗτος ἂν μὴ διερρυηκὼς ᾖ, ἀλλὰ στέγων τὰ ἐμβαλλόμενα· τράπεζα ἡ τῶν γονάτων συνέρεισις· κλίνη
5τὸ ἔδαφος· λουτρὸν ποταμὸς ἢ λίμνη, ὃ ὁ θεὸς κοινὸν πᾶσι καὶ ἀκατάσκευον ἔδωκεν. ἀλητικὸς αὐτοῖς ὁ βίος καὶ ἄγριος, οὐ τοιοῦτος ὢν ἐξ ἀρχῆς, ἀλλ’ ἐκ τῆς συμφορᾶς καὶ τῆς ἀνάγκης γενόμενος. Τούτοις ὁ νηστευτὴς ἐπάρκεσον. περὶ τοὺς ἀτυχοῦντας
10τῶν ἀδελφῶν γενοῦ φιλότιμος. ὃ τῆς σῆς ὑφεῖλες γαστρός, τῷ πεινῶντι πρόσθες. γενέσθω ὁ τοῦ θεοῦ φόβος δίκαιος ἐπανισωτής. θεράπευσον ἐγκρατείᾳ σώφρονι δύο πάθη ἐναντία ἀλλήλοις, τὸν σὸν κόρον καὶ τοῦ ἀδελφοῦ τὸν λιμόν. οὕτως γὰρ ποιοῦσι καὶ οἱ ἰατροί· τοὺς μὲν κενοῦσι, τοὺς δὲ πληροῦσι,
15ἵνα τῇ προσθήκῃ καὶ ὑφαιρέσει ἡ περὶ ἕκαστον οἰκονομηθῇ ὑγίεια. πείσθητε καλῇ παραινέσει· ἀνοιξάτω ὁ λόγος τῶν εὐπόρων τὰς θύρας· εἰσαγαγέτω ἡ συμβουλὴ τὸν πένητα πρὸς τὸν ἔχοντα· μὴ διάλεξις πλουτισάτω τοὺς στένοντας· δότω αὐτοῖς καὶ οἰκίαν καὶ κλίνην καὶ τράπεζαν ὁ τοῦ θεοῦ
20λόγος ὁ προαιώνιος διὰ λόγου οἰκετικοῦ· γεώργησον τὰ πρὸς τὴν χρείαν τοῖς σοῖς κτήμασιν. Πρὸς τούτοις ἄλλοι πτωχοὶ πολλοὶ ἀσθενοῦντες καὶ κατακείμενοι. ἕκαστος περιεργαζέσθω τοὺς γείτονας. μὴ ἀφῇς παρ’ ἄλλου θεραπευθῆναι τὸν ἐγγύς σου· μὴ λάβῃ
25ἄλλος τὸν θησαυρὸν τὸν σοὶ παρακείμενον· περίπτυξαι τὸν κακούμενον ὡς χρυσόν· ἐναγκάλισαι τὸν κεκακωμένον ὡς σὴν
ὑγίειαν, ὡς σωτηρίαν γυναικός, τέκνων, οἰκετῶν καὶ πάσης97

9

.

98

τῆς οἰκίας. ὁ πένης καὶ ἄρρωστος διπλοῦς ἐστι πτωχός· οἱ μὲν γὰρ ὑγιαίνοντες ἄποροι καὶ θύραν ἐκ θύρας ἀμείβουσι καὶ βαδίζουσι πρὸς τοὺς ἔχοντας καὶ ταῖς τριόδοις ἐπικαθή‐ μενοι πάντας ἀνακαλοῦσι τοὺς διοδεύοντας, οἱ δὲ παρὰ τῆς
5νόσου πεπεδημένοι, ἐγκαθειργμένοι δὲ τοῖς στενοῖς καταλύ‐ μασι καὶ ταῖς στεναῖς γωνίαις, ὡς ὁ Δανιὴλ τῷ λάκκῳ, σὲ τὸν εὐλαβῆ καὶ φιλόπτωχον ὡς τὸν Ἀμβακοὺμ ἀναμένουσιν. γενοῦ δὲ τοῦ προφήτου δι’ ἐλεημοσύνης ἑταῖρος· ταχὺς τροφεὺς καὶ ἄοκνος τῷ δεομένῳ παράστηθι. οὐκ ἔστι ζημία
10ἡ δόσις· μὴ φοβηθῇς· πολύχους βλαστάνει ὁ τῆς ἐλεημοσύνης καρπός. σπεῖρον διδοὺς καὶ πληρώσεις τῶν ἀγαθῶν δραγμά‐ των τὴν οἰκίαν. Ἀλλ’ ἐρεῖς· πένης κἀγώ. ἔστω· δεδόσθω. δὸς ὃ ἔχεις· οὐ γὰρ τὰ ὑπὲρ δύναμιν ζητεῖ ὁ θεός. σὺ ἄρτον, ἕτερος
15ποτήριον οἴνου, ἄλλος ἱμάτιον, καὶ οὕτως ἐκ συνεισφορᾶς ἡ τοῦ ἑνὸς λύεται συμφορά. οὐδὲ Μωϋσῆς τὴν δαπάνην τῆς σκηνῆς παρ’ ἑνὸς ἔλαβε λειτουργοῦ, ἀλλὰ τοῦ δήμου παντός. ὁ μὲν γὰρ πλουτῶν χρυσὸν ἤνεγκεν ἐκείνῳ, ἄλλος ἄργυρον, ὁ πένης δέρματα, ὁ τούτου πενέστερος τρίχας.
20ὁρᾷς ὡς καὶ ὁ τῆς χήρας κοδράντης ὑπερέβαλε τῶν πλουσίων τὰ ἀναθήματα; ἡ μὲν γὰρ ὃ εἶχεν ὅλον ἐκένωσε, τῶν δὲ ὀλίγον ἐξέπεσεν. Μὴ καταφρονήσῃς τῶν κειμένων ὡς οὐδενὸς ἀξίων. λόγισαι τίνες εἰσὶ καὶ εὑρήσεις αὐτῶν τὸ ἀξίωμα· τοῦ
25σωτῆρος ἡμῶν τὸ πρόσωπον ἐνεδύσαντο. ὁ γὰρ φιλάνθρωπος98

9

.

99

ἔχρησεν αὐτοῖς τὸ ἴδιον πρόσωπον, ἵνα δι’ ἐκείνου δυσωπῶσι τοὺς ἀσυμπαθεῖς καὶ μισοπτώχους, ὥσπερ οἱ τὰς βασιλικὰς εἰκόνας κατὰ τῶν βιαζομένων αὐτοὺς προβαλλόμενοι, ἵν’ ἐκ τῆς μορφῆς τοῦ κρατοῦντος τὸν καταφρονητὴν δυσωπήσωσιν.
5οὗτοί εἰσιν οἱ ταμίαι τῶν προσδοκωμένων ἀγαθῶν, οἱ θυρωροὶ τῆς βασιλείας, οἱ ὑπανοίγοντες τὰς θύρας τοῖς χρηστοῖς καὶ κλείοντες τοῖς δυσκόλοις καὶ μισανθρώποις· οὗτοι καὶ κατήγοροι σφοδροὶ καὶ συνήγοροι ἀγαθοί· συνηγοροῦσι δὲ καὶ κατηγοροῦσιν, οὐ λέγοντες, ἀλλ’ ὁρώμενοι παρὰ τοῦ
10κριτοῦ. τὸ γὰρ περὶ αὐτοὺς γενόμενον ἔργον παρὰ τῷ καρδιογνώστῃ βοᾷ παντὸς κήρυκος εὐσημότερον. Διὰ τούτους ἡμῖν καὶ τὸ φοβερὸν ἀνεγράφη διὰ τῶν εὐαγγε‐ λίων τοῦ Θεοῦ δικαστήριον, οὗ πολλάκις ἠκούσατε. εἶδον γὰρ ἐκεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐξ οὐρανῶν καὶ
15τὸν ἀέρα ὡς γῆν πεζεύοντα καὶ ταῖς πολλαῖς μυριάσι τῶν ἀγγέλων δορυφορούμενον· ἔπειτα θρόνον δόξης ἀνυψούμενον καὶ ἐπ’ αὐτὸν τὸν βασιλέα προκαθήμενον, καὶ πᾶν φῦλον ἀνθρώπων, ὅσον παρῆλθεν εἰς γένεσιν καὶ ἡλίῳ κατελάμφθη καὶ τούτου τοῦ ἀέρος ἀνέσπασεν, ἐν δύο μέρεσιν ἀποκεκρι‐
20μένον καὶ προσεστηκὸς τῷ κριτηρίῳ τὸ πλῆθος. ἐκαλοῦντο δὲ οἱ μὲν ἀρνειοί, ὅσοι ἐκ δεξιῶν· ἐρίφους δὲ τοὺς ἐπὶ θάτερον ἤκουσα, ἐκ τῆς ὁμοιότητος τῶν τρόπων ἐφ’ ἑαυτοὺς τὰς
προσηγορίας ἑλκύσαντας. καὶ διαλέξεις ἐκεῖ τοῦ δικαστοῦ99

9

.

100

πρὸς τοὺς κρινομένους καὶ ἀποκρίσεις τῶν εὐθυνομένων πρὸς τὸν βασιλέα. ἀπεκληροῦτο δὲ ἑκάστοις τὰ πρόσφορα· τοῖς μὲν τὸν ἄριστον βεβιωκόσι βίον βασιλείας ἀπόλαυσις, τοῖς δὲ μισανθρώποις καὶ πονηροῖς τιμωρία πυρὸς καὶ
5αὕτη διαιωνίζουσα. Ἐγράφη δὲ τὰ πάντα ἐπιμελῶς καὶ ἀκριβὲς ἡμῖν τὸ δικαστήριον ἀνεζωγραφήθη παρὰ τοῦ λόγου, οὐκ ἄλλου του χάριν ἢ τοῦ μαθεῖν εὐποιίας χρηστότητα. αὕτη γάρ ἐστιν ἡ τὸν βίον συνέχουσα, μήτηρ τῶν πενομένων, διδάσκαλος τῶν
10πλουσίων, ἀγαθὴ κουροτρόφος, πρεσβυτέρων γηρωκόμος, ταμιεῖον τῶν δεομένων, κοινὸς τῶν ἀτυχούντων λιμήν, πάσαις ἡλικίαις καὶ συμφοραῖς τὴν ἀφ’ ἑαυτῆς μερίζουσα πρόνοιαν. ὡς γὰρ οἱ ἀγωνοθέται τῆς ματαιότητος ὑπὸ σάλ‐ πιγγι τὴν ἑαυτῶν φιλοτιμίαν σημαίνοντες πᾶσι τοῖς τῆς
15παλαίστρας τὴν τοῦ πλούτου διανομὴν ἐπαγγέλλονται, οὕτως ἡ εὐποιία ἅπαντας πρὸς ἑαυτὴν καλεῖ τοὺς ἐν δυσκολίαις καὶ περιστάσεσιν, οὐ πληγῶν τιμὰς τοῖς προσιοῦσιν, ἀλλὰ συμφορῶν θεραπείας μερίζουσα. ἔστι δὲ αὕτη πάσης ἐπαινου‐ μένης πράξεως ὑψηλοτέρα, θεοῦ πάρεδρος, τοῦ ἀγαθοῦ
20φίλη καὶ πολλὴν πρὸς αὐτὸν τὴν οἰκείωσιν ἔχουσα. οὕτω τοι πρὸ πάντων τὰς ἀγαθὰς καὶ φιλανθρώπους πράξεις αὐτὸς ὁ θεὸς ἡμῖν αὐτουργῶν ἀναφαίνεται· τὴν γὰρ κτίσιν τῆς γῆς καὶ τὴν τοῦ οὐρανοῦ διακόσμησιν καὶ τὴν εὔτακτον ἐναλλαγὴν τῶν ὡρῶν καὶ ἡλίου θερμότητα καὶ κρυστάλλου γένεσιν
25ψύχουσαν καὶ πάντα τὰ καθ’ ἕκαστον οὐκ αὐτὸς ἑαυτῷ ὁ100

9

.

101

θεός (ἀπροσδεὴς γὰρ τῶν τοιούτων ἐκεῖνος), ἀλλ’ ὑπὲρ ἡμῶν διηνεκῶς ἐνεργεῖ, γεωργὸς ἀόρατος τῆς τῶν ἀνθρώπων τροφῆς, σπορεὺς εὔκαιρος καὶ ὀχετηγὸς ἐπιστήμων. οὗτος γὰρ δίδωσι κατὰ τὸν Ἠσαΐαν σπέρμα τῷ σπείροντι, καὶ τὸ
5ὕδωρ ἐκ νεφελῶν νῦν μὲν ἠρεμαῖον ἐπιρραίνει τῇ γῇ, πάλιν δὲ λάβρον καταχεῖ τῶν αὐλάκων. ὅταν δὲ αὐξηθῇ τὰ λήια καὶ παρέλθῃ τὸ χλοαινόμενον, τὰς νεφέλας ἀποσκεδάζων τοῦ οὐρανοῦ παντὸς τότε προκαλύμματος γυμνὸν αὐτοῖς ἐφίστησι τὸν ἥλιον θερμὴν καὶ ἔμπυρον διατείνοντα τὴν
10ἀκτῖνα, ἵν’ ὡραῖοι γένωνται πρὸς τομὴν οἱ ἀστάχυες. τρέφει καὶ ἄμπελον ταῖς ὥραις τῷ διψῶντι τὸ ποτὸν εὐτρεπί‐ ζων καὶ ἀγέλας ἡμῖν τρέφει διαφόρων γενῶν, ἵν’ ὑπάρχῃ τοῖς ἀνθρώποις ἄφθονον ὄψον· καὶ τῶν μὲν αἱ δοραὶ ἔριον γεωργοῦσαι τὴν σκέπην παρέχουσι, τῶν δὲ τὰ ὑποδήματα
15ἡμῖν ἀπεργάζονται. ὁρᾷς ὅτι πρῶτος τῆς εὐποιίας εὑρετὴς ὁ θεός, οὕτω τρέφων τὸν πεινῶντα καὶ ποτίζων τὸν διψῶντα καὶ ἀμφιεννὺς τὸν γυμνόν, ὡς προείρηται. Εἰ δὲ θέλεις ἀκοῦσαι πῶς καὶ θεραπεύει τὸν κεκακωμένον, μάνθανε· τίς ἐδίδαξε τὴν μέλισσαν ἐργάζεσθαι τὸν κηρὸν
20καὶ σὺν ἐκείνῳ τὸ μέλι; τίς τὴν πίτυν καὶ τὴν τερέβινθον καὶ τῆς μαστίχης τὸ δένδρον τὸν λιπαρὸν ἐκεῖνον χυμὸν ἀποστάζειν ἐποίησεν; τίς τὴν Ἰνδῶν χώραν ἐδημιούργησε
ξηρῶν καρπῶν καὶ εὐωδῶν μητέρα; τίς τὴν ἐλαίαν ἔφυσε101

9

.

102

πόνων σωματικῶν καὶ ἀλγηδόνων ἐπίκουρον; τίς ἔδωκεν ἡμῖν ῥιζῶν καὶ βοτανῶν διάγνωσιν καὶ τῶν ἐν αὐταῖς ποιοτήτων τὴν μάθησιν; τίς τὴν ποιητικὴν ὑγιείας ἰατρικὴν συνεστήσατο; τίς ἀνῆκεν ἐκ τῆς γῆς θερμῶν ὑδάτων πηγάς,
5τὰς μὲν τὸ ψυχρὸν καὶ ὑγρὸν ἡμῶν ἰωμένας, τὰς δὲ τὸ ξηρὸν ἢ πεπυκνωμένον λυούσας; καὶ προσῆκεν εὐκαίρως εἰπεῖν κατὰ τὸν Βαρούχ· Οὗτος ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ. διὰ τοῦτο τέχναι ἔμπυροι καὶ πυρὸς χωρὶς καὶ ἄλλαι ἔνυδροι καὶ μυρίαι τῶν
10ἐπιτηδευμάτων εὑρέσεις, ἵνα ταῖς τοῦ βίου χρείαις ἀνενδεὴς ἡ διακονία τελῆται· καὶ ὁ μὲν θεὸς οὕτως, ὁ πρῶτος τῆς εὐποιίας εὑρετὴς καὶ τῶν ἡμῖν ἀναγκαίων πλούσιος ὁμοῦ καὶ συμπαθὴς χορηγός. Ἡμεῖς δὲ οἱ καθ’ ἕκαστον γράμμα τῆς γραφῆς παιδευόμενοι
15ζηλοῦν τὸν ἑαυτῶν κύριον καὶ δημιουργόν, καθ’ ὅσον τῷ θνητῷ ἡ τοῦ μακαρίου καὶ ἀθανάτου μίμησις ἐφικτή, πάντα παρασύρομεν πρὸς τὴν οἰκείαν ἀπόλαυσιν καὶ τὰ μὲν τῇ ἑαυτῶν ἀποκληροῦμεν ζωῇ, τὰ δὲ κληρονόμοις ταμιευόμεθα· τῶν δὲ δυσπραγούντων λόγος οὐδεὶς οὐδὲ τῶν πενομένων
20ἀγαθὴ μέριμνα. ὢ τῆς ἀνηλεοῦς γνώμης. ἄνθρωπος ἄνθρωπον ὁρᾷ ἄρτου πενόμενον καὶ τὴν ἀναγκαίαν ζωπύρησιν τῆς τροφῆς οὐκ ἔχοντα. οὐκ ἐπαρκεῖ δὲ προθύμως καὶ ὀρέγει τὴν σωτηρίαν, ἀλλὰ περιορᾷ οἷόν τι φυτὸν εὐθαλὲς ὑδάτων ἀπορίᾳ ἐλεεινῶς ξηραινόμενον, καὶ ταῦτα πλημμυροῦσαν ἔχων τὴν
25ἀφθονίαν καὶ πολλοῖς ἐποχετεύειν δυνάμενος τὴν ἀπὸ τῶν
ὑπαρχόντων παραμυθίαν. ὡς γὰρ μιᾶς πηγῆς ἐπιρροὴ102

9

.

103

πολλὰς πεδιάδας ἀνηπλωμένας πιαίνει, οὕτως καὶ μιᾶς οἰκίας εὐπορία δήμους πενήτων ἐξαρκεῖ διασώσασθαι, μόνον ἐὰν μὴ γνώμῃ φειδωλὸς καὶ ἀκοινώνητος ὡς λίθος ἐμπεσοῦσα τῇ διεξόδῳ τὴν ἐπιρροὴν ἀνακρούσηται.
5 Μὴ τὰ πάντα τῇ σαρκί· ζήσωμέν τι καὶ τῷ θεῷ. τρυφὴ μὲν γὰρ ἐπεισελθοῦσα δι’ ἀπολαυσέως ὀλίγον τῆς σαρκὸς μόριον θεραπεύει, τὴν φάρυγγα· τῇ γαστρὶ δὲ τὰς ὕλας ἐνσήψασα τέλος ἔχει τὸν ἀφεδρῶνα. ἔλεος δὲ καὶ εὐποιία θεῷ τέ εἰσι πράγματα φίλα καί, ᾧπερ ἂν ἐνοικήσωσιν
10ἀνθρώπῳ, θεοῦσιν αὐτὸν καὶ πρὸς μίμησιν ἀποτυποῦσι τοῦ ἀγαθοῦ, ἵν’ ὑπάρχῃ εἰκὼν τῆς πρώτης καὶ ἀκηράτου καὶ πάντα νοῦν ὑπερβαινούσης οὐσίας. τῆς δὲ σπουδῆς τὸ πέρας ὁποῖον ἐγγυῶνται; ἐνταῦθα μὲν καλὴν ἐλπίδα καὶ προσδοκίαν εὐφραίνουσαν, ἐν δὲ τοῖς ἔπειτα, ὅταν τὴν ῥέουσαν ταύτην
15ἀποσκευασάμενοι σάρκα τὴν ἀφθαρσίαν μετενδυσώμεθα, μακαρίαν ζωήν, ἄληκτον καὶ ἀνώλεθρον, ἐν θαυμασταῖς τισι καὶ νῦν οὐ γινωσκομέναις ἡμῖν εὐπαθείαις εὐτρεπισμένην. Οὐκοῦν οἱ λογικοὶ κτισθέντες καὶ τὸν νοῦν ἔχοντες τῶν θείων ἑρμηνέα καὶ παιδευτὴν μὴ τοῖς προσκαίροις δελεασθῆτε.
20κτήσασθε δὲ τὰ μηδέποτε καταλιμπάνοντα τὸν κτησάμενον· ὁρίσατε μέτρα τῇ χρήσει τοῦ βίου. μὴ πάντα ἡμέτερα, ἀλλὰ μέρος ἔστω καὶ τῶν πενήτων τῶν ἀγαπητῶν τοῦ θεοῦ· πάντα γὰρ τοῦ θεοῦ, τοῦ κοινοῦ πατρός· ἡμεῖς δὲ ἀδελφοὶ ὡς ὁμόφυλοι· ἀδελφοὺς δὲ τὸ μὲν ἄριστον καὶ δικαιότερον
25κατ’ ἰσομοιρίαν μεταλαγχάνειν τοῦ κλήρου· ἐν δὲ τάξει
δευτέρᾳ, κἂν τὸ πλέον εἷς ἢ δεύτερος σφετερίσηται, τὸ γοῦν103

9

.

104

μέρος κερδανέτωσαν οἱ λειπόμενοι. εἰ δέ τις καθόλου κύριος εἶναι τῶν πάντων ἐθέλοι καὶ αὐτῆς τῆς τρίτης ἢ πέμπτης μοίρας ἐξείργων τοὺς ἀδελφούς, οὗτος πικρὸς τύραννος, βάρβαρος ἀδιάλλακτος, θηρίον ἄπληστον, μόνον ἡδέως
5περιχαίνων τῇ θοίνῃ, μᾶλλον δὲ καὶ αὐτῶν ἀγριώτερος τῶν θηρίων· εἴγε λύκος μὲν τὸν λύκον εἰς βορὰν παραδέχεται καὶ κύνες ἐν ταὐτῷ πολλοὶ ἓν σπαράττουσι σῶμα· ὁ δέ, ἄπλη‐ στος, οὐδένα τῶν ὁμοφύλων εἰς τὴν μετουσίαν παραλαμβάνει τοῦ πλούτου. ἀρκεῖ σοι ἡ σύμμετρος τράπεζα. μὴ πρὸς τὸ
10πέλαγος τῆς ἀκολάστου πανδαισίας ἐκπέσῃς· χαλεπὸν γὰρ τὸ ἐπ’ ἐκείνης ναυάγιον, οὐ πέτραις περιρρηγνύον ὑφάλοις, ἀλλ’ εἰς τὸ σκότος ἐξωθοῦν τὸ βαθύτατον, ὅθεν οὔποτε ὁ ἐμπεσὼν ἐκβήσεται. Χρῆσαι, μὴ παραχρήσῃ· τοῦτο γάρ σε καὶ Παῦλος
15ἐδίδαξεν. ἄνες σαυτὸν ἀπολαύσει μεμετρημένῃ· μὴ βακχεύσῃς ταῖς ἡδοναῖς· μὴ πάντων ἁπλῶς ζῴων ὄλεθρος ἔσο, τετραπό‐ δων μεγάλων, τετραπόδων μικρῶν, ὀρνίθων, ἰχθύων, τῶν εὐπορίστων, τῶν σπανίων, τῶν εὐώνων, τῶν πολυτίμων· μὴ πολλῶν θηρευτῶν ἱδρῶτι μίαν πλήρου γαστέρα, ὥσπερ
20τι φρέαρ βαθύτατον πολυχειρίᾳ τῶν χωννύντων μὴ γεμιζό‐ μενον. διὰ τοὺς τρυφῶντας οὐδὲ ὁ βυθὸς τῆς θαλάσσης ἀνενόχλητος μένει οὐδὲ οἱ τῷ ὕδατι ἐννηχόμενοι ἰχθύες μόνον ἀγρεύονται, ἀλλὰ καὶ ὅσα ἅλια ζῷα τῇ ὑποστάθμῃ τῶν ὑδάτων ἐμφέρεται, καὶ ταῦτα πρὸς τὴν ἤπειρον καὶ τὸν ἀέρα
25τοῦτον ἐξέλκεται. οὕτως τὰ γένη τῶν ὀστρέων οὐκ ἔλαθε104

9

.

105

καὶ ὁ ἐχῖνος ἀγρεύεται καὶ ἡ σηπία ἕρπουσα σαγηνεύεται καὶ ὁ πολύπους ταῖς πέτραις προσπεφυκὼς ἀποσπᾶται καὶ οἱ κοχλίαι τῶν κατωτάτων βυθῶν ἀποσύρονται καὶ πάντα γένη ζῴων, ὅσα τοῖς τῆς ἐπιφανείας κύμασιν ἐπινήχεται
5καὶ ὅσα τὸν πυθμένα τῆς θαλάσσης ἔλαχε κατοικεῖν, πρὸς τὸν ἀέρα τοῦτον ἐκφέρεται, τῆς τῶν φιληδόνων μηχανῆς ποικίλα κατ’ ἐκείνων σοφιζομένης τὰ θήρατρα. Οἷα δὲ καὶ τὰ ἑξῆς τῶν τρυφώντων; ἐπάναγκες γὰρ τὴν κακίαν, ὅπου ποτ’ ἂν ὡς νόσος ἐνσκήψῃ, τὰς ἀκολούθους
10ὕλας ἐφέλκεσθαι. διὸ οἱ τὴν ἁβροδίαιτον καὶ συβαριτικὴν παρατιθέμενοι τράπεζαν ἕλκονται πρὸς ἀνάγκην εἰς κατα‐ σκευὰς μεγαλοφυῶν οἰκοδομημάτων καὶ τὴν πολλὴν εὐπορίαν δαπανῶσιν εἰς μέγεθος οἴκων καὶ κόσμον περίεργον. ἐπὶ τούτοις τὰς κλισίας φιλοκαλοῦσιν, ἐσθῆτος ἀνθινῆς καὶ
15πεποικιλμένης φροντίζουσι καὶ τραπέζας πολυταλάντους ἀργύρου χαλκεύονται, τὰς μὲν εἰς λειότητα ἐληλαμένας, τὰς δὲ πεποικιλμένας τῇ γλυπτικῇ, ὡς ἐξεῖναι ὁμοῦ τῇ φάρυγγι καὶ τὴν ὄψιν εὐωχεῖσθαι ταῖς ἱστορίαις. ἐπιλόγισαί μοι τὰ ἑξῆς· κρατῆρας, τρίποδας, κάδους, τὰ πρόχοα σκεύη,
20τὰ ὀψοφόρα, ἐκπωμάτων γένη μυρία, γελωτοποιούς, μίμους, κιθαριστάς, ᾠδούς, κομψολόγους, μουσικούς, μουσικάς, ὀρχηστρίδας, πάντα τῆς ἀσελγείας τὸν ὁρμαθόν, παῖδας θηλυνομένους ταῖς κόμαις, κόρας ἀναιδεῖς, ἀδελφὰς τῆς Ἡρωδιάδος εἰς ἀκοσμίαν, ἀναιρούσας Ἰωάννην, τὸν ἐν
25ἑκάστῳ θεοειδῆ καὶ φιλόσοφον νοῦν.105

9

.

106

Τούτων πάντων ἐπὶ τῆς οἰκίας τελουμένων προσεδρεύουσι τῷ πυλῶνι μυρίοι Λάζαροι, οἱ μὲν ἡλκωμένοι χαλεπῶς, ἄλλοι τὸν ὀφθαλμὸν ἐκκεκομμένοι, ἕτεροι λώβην στένοντες τῶν ποδῶν, τινὲς δὲ αὐτῶν ἕρποντες παντελῶς καὶ πάντων
5τῶν μελῶν στέρησιν ὑπομείναντες. βοῶντες δὲ οὐκ ἀκούονται· κωλύει γὰρ αὐλῶν ἡ ἠχὴ καὶ τὰ μέλη τῶν αὐτοφώνων ᾠδῶν καὶ ὁ τοῦ πλατέος γέλωτος καγχασμός. ἂν δέ που καὶ ἐπὶ πλέον διοχλήσωσι τὰς θύρας, ἀναπηδήσας ποθὲν ἀνηλεοῦς δεσπότου θρασὺς πυλωρὸς ἀπελαύνει ῥάβδοις, κύνας ἀποκα‐
10λῶν καὶ μάστιξιν ἐπιξαίνων τὰ τραύματα. ἀπέρχονται δὲ οἱ τοῦ Χριστοῦ φίλοι, τῶν ἐντολῶν τὸ κεφάλαιον, οὐκ ἄρτου βραχέος, οὐκ ὄψου μεταλαχόντες, ὕβρεις δὲ καὶ πληγὰς προσκερδάναντες· ἔνδον δὲ ἐν τῷ ἐργαστηρίῳ τοῦ μαμωνᾶ οἱ μὲν ὡς ὑπέραντλα πλοῖα τὴν τροφὴν ἀποβλύζουσιν, ἄλλοι
15τῇ τραπέζῃ ἐπικαθεύδουσι παρεστώτων τῶν ἐκπωμάτων. διπλῆ δὲ ἡ ἁμαρτία κατὰ τὴν ἀσχήμονα οἰκίαν πολιτεύεται, ἡ μὲν ἐπὶ τῷ κόρῳ τῶν μεθυόντων, ἡ δὲ ἐπὶ τῷ λιμῷ τῶν ἐλαθέντων πτωχῶν. Ταῦτα εἰ ἐποπτεύει ὁ θεός, ὥσπερ οὖν ἐφορᾷ, τίνα τοῦ
20βίου τὴν καταστροφὴν ἐννοεῖτε οἱ μισόπτωχοι; εἴπατε· ἢ οὐκ ἴστε, ὅτι πάντα τὰ φρικώδη καὶ φοβερὰ ὑποδείγματα τῶν τοιούτων χάριν τὸ ἱερὸν εὐαγγέλιον ἐκβοᾷ καὶ μαρτύρε‐ ται; καὶ ἀναγέγραπται μὲν βαρέα βρυχόμενος καὶ στένων
ὁ ἐν τῇ βύσσῳ τραφεὶς καὶ ἐν τῇ ἀβύσσῳ τῶν κακῶν συνεχό‐106

9

.

107

μενος· ἄλλος δὲ πάλιν ὁμότροπος τούτου κατεδικάσθη θάνατον ἀπροσδόκητον, ἐν τῇ ἑσπέρᾳ τὴν ἑωθινὴν τρυφὴν βουλευόμενος καὶ τοῦ ὄρθρου μὴ καταλαβὼν τὴν ἀκτῖνα. μὴ θνητοὶ τὴν πίστιν καὶ ἀθάνατοι τὴν ἀπόλαυσιν· οὕτως
5γὰρ ἔχομεν γνώμης οἱ τὰ πάντα θέλοντες τῇ τῆς σαρκὸς κολακείᾳ χαρίζεσθαι, ὡς ἀδιάδοχοι οἰκοδεσπόται, ὡς διη‐ νεκεῖς τῶν ἐπὶ γῆς κύριοι, ἐν τῷ θέρει τὴν σπορὰν μερι‐ μνῶντες καὶ ἐν τῇ σπορᾷ τὴν τοῦ θέρους θυμηδίαν ἐλπίζοντες· φυτεύοντες τὴν πλάτανον καὶ τοῦ ὑψηλοῦ δένδρου τὴν σκιὰν
10ἐλπίζοντες· καταπηγνύντες τὸν πυρῆνα τοῦ φοίνικος καὶ τὴν γλυκύτητα τῶν καρπῶν ἀναμένοντες· καὶ ταῦτα πολλάκις ἐν πολιᾷ, ὅτε τὸ μετόπωρον τῆς ἡλικίας ἐνέστηκεν, ὅτε ἐγγὺς ὁ τοῦ θανάτου χειμών, λείπουσι δὲ τῇ ζωῇ οὐ κύκλος ἐνιαυτῶν, ἀλλὰ τρεῖς ἢ τέτταρες ἡμέραι.
15 Λογισώμεθα τοίνυν οἱ λογικοί, ὅτι παροδικὸς ὁ βίος ἡμῶν καὶ ῥέων ὁ χρόνος ἄστατός τε καὶ ἄσχετος, ὥσπερ τι ῥεῦμα ποταμοῦ, πᾶν τὸ ἐν αὐτῷ τυγχάνον ἐλαύνων πρὸς τὸ τῆς φθορᾶς τέλος· καὶ εἴθε, βραχὺς ὢν καὶ ἐπίκηρος, ὑπῆρχεν ἀνεύθυνος. τοῦτο δέ ἐστι τὸ ἐπικίνδυνον, τὸ ἑκάστης ὥρας, οὐ
20μὴν ἀλλὰ καὶ τῶν λόγων, ὧν φθεγγόμεθα, τῷ ἀδεκάστῳ δικαστηρίῳ τὴν ἀπολογίαν ὀφείλειν. διὸ καὶ ὁ μακάριος ψαλμῳδὸς πρὸς ὁμοίαν τῶν νῦν λεγομένων ἔννοιαν ἑαυτὸν ἀναφέρων ἐπιθυμεῖ γνῶναι τοῦ ἰδίου τέλους τὴν προθεσμίαν.
ἐκλιπαρεῖ δὲ τὸν θεὸν τῶν ἐπιλοίπων ἡμερῶν διδαχθῆναι107

9

.

108

τὸν ἀριθμόν, ἵνα πρὸς τὰ ἔργα τῆς ἐξόδου παρασκευάσηται, μὴ ταραχθῇ δὲ ἀθρόον ὡς ἀνέτοιμος ὁδοιπόρος μεταξὺ βαδίζων καὶ τὰ ἀναγκαῖα τῶν ἐφοδίων περιζητῶν. φησὶ γοῦν οὕτως· Γνώρισόν μοι, κύριε, τὸ πέρας μου καὶ τὸν
5ἀριθμὸν τῶν ἡμερῶν μου τίς ἐστιν, ἵνα γνῶ, τί ὑστερῶ ἐγώ. ἰδοὺ παλαιστὰς ἔθου τὰς ἡμέρας μου καὶ ἡ ὑπόστασίς μου ὡσεὶ οὐδὲν ἐνώπιόν σου. βλέπε ψυχῆς ἀγαθῆς μέριμναν συνετήν, καὶ ταῦτα ἐν βασιλικῷ ἀξιώματι. ἐνοπτρίζεται γὰρ τὸν βασιλέα τῶν βασιλέων καὶ τὸν κριτὴν τῶν κριτῶν
10καὶ ζητεῖ τὸν τέλειον κόσμον τῶν ἐντολῶν κομισάμενος ἀπελθεῖν ἄρτιος καὶ ἀνελλιπὴς τῆς ζωῆς τῆς ἐκεῖσε πολίτης, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας.
ἀμήν.108