TLG 2017 009 :: GREGORIUS NYSSENUS :: De mortuis non esse dolendum

GREGORIUS NYSSENUS Theol.
(Nyssenus: A.D. 4)

De mortuis non esse dolendum

Source: Heil, G. (ed.), Gregorii Nysseni opera, vol. 9.1. Leiden: Brill, 1967: 28–68.

Citation: Volume — page — (line)

9

.

28

(1t)

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ
2tΛΟΓΟΣ ΕΙΣ ΤΟΥΣ ΚΟΙΜΗΘΕΝΤΑΣ
4Οἱ τὴν ἀναγκαίαν τῆς φύσεως ἡμῶν ἀκολουθίαν ἐν τοῖς
5ἐξιοῦσιν ἀπὸ τοῦ βίου συμφορὰν ποιούμενοι καὶ βαρυπεν‐ θοῦντες ἐπὶ τοῖς μεθισταμένοις ἀπὸ τοῦ τῇδε βίου πρὸς τὸν νοερὸν καὶ ἀσώματον οὔ μοι δοκοῦσιν ἐπεσκέφθαι τὴν ζωὴν ἡμῶν ἥτις ἐστίν, ἀλλὰ τὸ τῶν πολλῶν πάσχειν, οἳ διά τινος ἀλόγου συνηθείας τὸ παρὸν αὐτοῖς ὡς καλὸν ἀγαπῶσιν,
10οἷον δ’ ἂν εἴη. καίτοι γε τὸν λόγῳ καὶ διανοίᾳ τῆς ἀλόγου φύσεως προτεταγμένον πρὸς τοῦτο μόνον τὴν ῥοπὴν ἔχειν προσῆκεν, ὃ τῇ τοῦ λόγου κρίσει καλόν τε καὶ αἱρετὸν ἀναφαίνεται, καὶ μὴ τοῦτο πάντως αἱρεῖσθαι, ὅπερ ἂν αὐτοῖς ἐκ συνηθείας τινὸς καὶ ἀκρίτου προσπαθείας ἡδύ τε καὶ
15καταθύμιον φαίνηται. διό μοι δοκεῖ καλῶς ἔχειν ἐπινοίᾳ τινὶ τῆς πρὸς τὸ σύνηθες αὐτοὺς διαθέσεως ἀποστήσαντα μεταγαγεῖν ὡς ἔστι δυνατὸν ἐπὶ τὴν ἀμείνω τε καὶ πρέπουσαν
τοῖς λελογισμένοις διάνοιαν. οὕτω γὰρ ἂν ἐξορισθείη τῆς28

9

.

29

ἀνθρωπίνης ζωῆς ἡ σπουδαζομένη περὶ τὰ πάθη τοῖς πολλοῖς ἀλογία. γένοιτο δ’ ἂν ἡμῖν ἀκόλουθος ἡ τοῦ λόγου σπουδὴ πρὸς τὴν ὑποκειμένην ὑπόθεσιν, εἰ πρῶτον μὲν τὸ ἀληθῶς ἀγαθὸν οἷόν ἐστιν ἐξετασθείη, ἔπειτα δὲ τὸ ἴδιον τῆς ἐν
5σώματι ζωῆς θεωρήσαιμεν, πρὸς τούτοις δὲ εἰ διὰ συγκρίσεως ἀντιπαρατεθείη τοῖς παροῦσι τὰ δι’ ἐλπίδος ἡμῖν ἀποκείμενα. οὕτω γὰρ ἂν προέλθοι πρὸς τὸν σκοπὸν τοῦ λόγου ἡ θεωρία, ὥστε μετατεθῆναι τῶν πολλῶν ἀπὸ τοῦ συνήθους ἐπὶ τὸ καλὸν τὴν διάνοιαν. ἐπειδὴ γὰρ πᾶσιν ἀνθρώποις φυσική
10τις πρὸς τὸ καλὸν ἔγκειται σχέσις καὶ πρὸς τοῦτο κινεῖται πᾶσα προαίρεσις τὸν τοῦ καλοῦ σκοπὸν πάσης τῆς κατὰ τὸν βίον σπουδῆς προβαλλομένη, τούτου χάριν ἡ περὶ τὸ ὄντως καλὸν ἀκρισία τὰ πολλὰ τῶν ἁμαρτανομένων εἴωθεν ἐξεργά‐ ζεσθαι, ὡς εἴ γε πρόδηλον πᾶσιν ἦν τὸ ἀληθῶς ἀγαθόν, οὐκ
15ἂν ἐκείνου ποτὲ διημάρτομεν ᾧ φύσις ἡ ἀγαθότης ἐστίν, οὐδ’ ἂν ἑκουσίως τῇ τῶν κακῶν συνηνέχθημεν πείρᾳ, εἴπερ μὴ ἐπεκέχρωστο τὰ πράγματα διεψευσμένῃ τινὶ τοῦ καλοῦ φαντασίᾳ. οὐκοῦν πρὸ πάντων τοῦτο τῷ λόγῳ κατανοήσωμεν τί τὸ ἀληθῶς ἀγαθόν, ὡς ἂν μὴ τῇ περὶ τούτου πλάνῃ σπου‐
20δασθείη ποτὲ τὸ χεῖρον ἀντὶ τοῦ κρείττονος. φημὶ τοίνυν χρῆναι καθάπερ ὅρισμόν τινα καὶ χαρακτῆρα τοῦ ζητουμένου προϋποθέσθαι τῷ λόγῳ, δι’ οὗ γένοιτ’ ἂν ἡμῖν ἀσφαλὴς ἡ τοῦ καλοῦ κατανόησις. Τίς οὖν ὁ χαρακτὴρ τῆς ἀληθινῆς ἀγαθότητος; τὸ μὴ
25μόνον πρός τι τὸ ὠφέλιμον ἔχειν μηδὲ κατὰ καιρούς τινας ἢ29

9

.

30

ἐπωφελὲς ἢ ἄχρηστον φαίνεσθαι μηδέ τινι μὲν εἶναι καλὸν ἑτέρῳ δὲ οὐ τοιοῦτον, ἀλλ’ ὅπερ καὶ ἐφ’ ἑαυτοῦ κατὰ τὴν ἰδίαν φύσιν ἐστὶ καλὸν καὶ παντὶ καὶ πάντοτε ὡσαύτως ἔχει. οὗτός ἐστι κατά γε τὴν ἐμὴν κρίσιν τῆς τοῦ καλοῦ φύσεως ὁ
5χαρακτὴρ ἀπλανής τε καὶ ἀδιάψευστος. ὃ γὰρ μήτε πᾶσι μήτε πάντοτε μήτε ἐφ’ ἑαυτοῦ δίχα τῆς ἔξωθεν περιστάσεώς ἐστι καλόν, οὐκ ἂν κυρίως ἐν τῇ τοῦ καλοῦ κρίνοιτο φύσει. διόπερ πολλοὶ τῶν ἀνεξετάστως προσεχόντων τοῖς οὖσιν ἐν τοῖς τοῦ κόσμου στοιχείοις εἶναι τὸ καλὸν ἐφαντάσθησαν, ὧν
10οὐδὲν εὕροι τις ἂν διεξετάζων καὶ ἐφ’ ἑαυτοῦ καὶ πάντοτε καὶ παντὶ καλὸν εὑρισκόμενον. μέμικται γὰρ τῷ ἀφ’ ἑκάστου τούτων χρησίμῳ καὶ ἡ πρὸς τὸ ἐναντίον ἐνέργεια. οἷον τὸ ὕδωρ σωτήριον μὲν τοῖς ἐν αὐτῷ τρεφομένοις ἐστὶν ὀλέθριον δὲ τοῖς χερσαίοις, εἰ ἐπικλύσειεν· ὡσαύτως δὲ καὶ ὁ ἀὴρ τοῖς
15μὲν ἐν αὐτῷ ζῆν πεφυκόσιν ἐστὶ σωτήριος, τοῖς δὲ τὸν ἔνυδρον εἰληχόσι βίον φθαρτικὸς εὑρίσκεται καὶ ὀλέθριος, ὅταν ἐν αὐτῷ τι γένηται τῶν ὑποβρυχίων· οὕτω καὶ τὸ πῦρ πρός τι χρήσιμον ἡμῖν γινόμενον φθαρτικόν ἐστιν ἐν τοῖς πλείοσι, καὶ αὐτὸν δὲ τὸν ἥλιον εὕροι τις ἂν οὔτε παντὶ οὔτε
20πάντοτε οὔτε κατὰ πάντα καλὸν τοῖς μετέχουσιν· ἔστι γὰρ ἐν οἷς καὶ σφόδρα γίνεται βλαπτικὸς ὑπερζέων τε τοῦ καθήκοντος μέτρου καὶ ξηραίνων ἐν ἀμετρίᾳ τὸ ὑποκείμενον καὶ νοσώδεις αἰτίας πολλάκις ἐξεργαζόμενος καὶ τοῖς ἐμπαθεστέροις τῶν ὀφθαλμῶν προσεπιτρίβων τὴν νόσον καὶ
25διὰ τῆς σήψεως τῶν ὑγρῶν βλαβερά τε καὶ ἀηδῆ τινα ζωογονῶν ἐν τῇ κατεφθαρμένῃ τῶν ὑγρῶν σηπεδόνι. οὐκοῦν
καθὼς εἴρηται μόνον ἐκ πάντων ὡς καλὸν προαιρεῖσθαι χρὴ ὃ30

9

.

31

πάντοτε καὶ πᾶσιν ὁμοίως ἐν τῇ τοῦ καλοῦ καθορᾶται φύσει ἀεὶ τοιοῦτον ὂν καὶ οὐ πρὸς τὰς ἔξωθεν περιστάσεις μετα‐ βαλλόμενον. περὶ γὰρ τῶν ἄλλων ὅσα κατά τινα πρόληψιν ἀλογωτέραν καλὰ τοῖς ἀνθρώποις δοκεῖ, περὶ σῶμά τέ φημι
5καὶ τὰ ἔξωθεν οἷον ἰσχύς τε καὶ κάλλος καὶ γένους λαμπρότης χρήματά τε καὶ δυναστεῖαι καὶ περιφάνειαι καὶ πάντα τὰ τοιαῦτα, ὡς αὐτόθεν πᾶσιν ὄντα φανερὰ σιωπᾶν οἶμαι χρῆναι καὶ μὴ μάτην διὰ τῶν ὁμολογουμένων ὄχλον ἐπεισάγειν τῷ λόγῳ. τίς γὰρ οὐκ οἶδε τοῦ κάλλους τε καὶ τῆς δυνάμεως
10τὸ ὠκύμορον ἢ τῆς δυναστείας τὸ εὐμετάπτωτον ἢ τῆς δόξης τὸ ἀνυπόστατον ἢ τὴν ματαίαν πρὸς τὰ χρήματα τῶν ἀνθρώπων προσπάθειαν, παρ’ ὧν διὰ τὸ εὔχρουν τε καὶ τὸ σπάνιον ἐν ποιαῖς ὕλαις τὸ καλὸν ἐνομίσθη; τούτων δὲ οὕτως ἡμῖν διηρθρωμένων σκεπτέον ἂν εἴη περὶ τῆς παρούσης
15ζωῆς (ταύτης φημὶ δὴ τῆς διὰ σαρκὸς ἐνεργουμένης) εἴτε τοιοῦτόν ἐστιν ὡς ἐν τῷ χαρακτῆρι τοῦ καλοῦ θεωρεῖσθαι εἴτε καὶ ὡς ἑτέρως ἔχει. τὸ γὰρ εὑρισκόμενον περὶ αὐτῆς ὑπὸ τοῦ λόγου ὁδηγήσει πάντως τὴν τῶν ἐπεσκεμμένων διάνοιαν ὅπως χρὴ περὶ τὴν ἐνθένδε μετάστασιν ἔχειν.
20 Ἔστι τοίνυν ἡ τοῦ σώματος ἡμῶν ζωὴ πλήρωσίς τε καὶ κένωσις διχόθεν ἐνεργουμένη, ἡ μὲν διὰ βρώσεώς τε καὶ πόσεως, ἡ δὲ διὰ τῆς τοῦ ἀέρος ὁλκῆς τε καὶ ἀποποιήσεως, ὧν ἄνευ ἡ κατὰ σάρκα ζωὴ συστῆναι φύσιν οὐκ ἔχει. τότε γὰρ τοῦ ζῆν ὁ ἄνθρωπος παύεται, ὅταν ἡ τῶν ἐναντίων
25τούτων διαδοχὴ μηκέτι διοχλῇ τὴν φύσιν· ἵσταται31

9

.

32

γὰρ μετὰ τοῦτο καθόλου ἡ τοιαύτη ἐνέργεια οὐδενὸς τῶν ἔξωθεν ἐν τοῖς νεκρωθεῖσιν οὔτε εἰσρέοντος οὔτε ἀπογινομένου, ἀλλὰ πρὸς τὰ συγγενῆ στοιχεῖα τοῦ ἐκ τούτων συνεστηκότος σώματος διακριθέντος καὶ ἀναλύσαντος. ἠρεμεῖ τὸ λοιπὸν δι’
5ἡσυχίας ἡ φύσις τῷ οἰκείῳ στοιχείῳ προσαναπαύσασα τὸ συγγενὲς καὶ ὁμόφυλον, τῇ γῇ τὸ γεῶδες καὶ τῷ ἀέρι τὸ ἴδιον καὶ τῷ ὑγρῷ τὸ οἰκεῖον καὶ τῷ θερμῷ τὸ κατάλληλον. μηκέτι γὰρ τοῦ ὄγκου τοῦ ἐκ τῶν ἑτερογενῶν συνεστηκότος βιαίως τε καὶ κατηναγκασμένως συμπεπλεγμένου, ἀλλὰ κατ’
10ἐξουσίαν ἑκάστου τῶν ἐν ἡμῖν πρὸς τὴν οἰκείαν ἑστίαν ἐπανελθόντος παύεται τὸ ἀπὸ τούτου ἡ φύσις συνέχουσα βιαίως ἐν ἑαυτῇ τῶν ἀλλοφύλων τὴν συμφυΐαν. εἰ δέ τις καὶ τὸν ὕπνον καὶ τὴν ἐγρήγορσιν πρὸς τὸ τῆς ζωῆς ταύτης εἶδος μετὰ τῶν εἰρημένων παραλαμβάνοι, οὐκ ἔξω τῆς
15ἀληθείας τὸν λόγον ποιήσεται. κάμνει γὰρ καὶ διὰ τούτων ἡ φύσις ἀεὶ πρὸς τὰ ἐναντία μεθελκομένη καὶ νῦν μὲν λυομένη τῷ ὕπνῳ πάλιν δὲ τονουμένη διὰ τῆς ἐγρηγόρσεως, δι’ ὧν ἀμφοτέρων πρὸς τὸ κενοῦσθαι καὶ πληροῦσθαι παρασκευάζε‐ ται. εἰ τοίνυν πλήρωσίς τε καὶ κένωσις τῆς ζωῆς ἡμῶν ἐστι
20τὸ ἰδίωμα, καλῶς ἂν ἔχοι τὸν προρρηθέντα περὶ τῆς τοῦ καλοῦ κρίσεως χαρακτῆρα νῦν ἀντεξετάσαι τοῖς τῆς ζωῆς ἰδιώμασιν, ὥστε κατιδεῖν εἴτε τὸ ἀληθινόν ἐστιν ἀγαθὸν ἡ ζωὴ αὕτη εἴτε καὶ ἄλλο παρὰ τοῦτο. ὅτι μὲν οὖν καθ’ ἑαυτὴν
ἡ πλήρωσις οὐκ ἂν εἰκότως ἐν τῇ τοῦ καλοῦ φύσει κριθείη,32

9

.

33

πᾶσι δῆλον τὸ τοιοῦτόν ἐστιν ἐκ τοῦ καὶ τὸ ἐναντίον αὐτῇ (λέγω δὲ τὸ κενοῦσθαι) καλὸν εἶναι νομίζεσθαι. ἐπὶ γὰρ τῶν ἀλλήλοις ἐκ τοῦ ἐναντίου ἀντικαθεστηκότων οὐκ ἔστι δυνατὸν τὸν τοῦ καλοῦ λόγον ἐπίσης τοῖς ἀντικαθεστῶσιν
5ἁρμόζεσθαι, ἀλλ’ εἰ τοῦτο καλὸν εἴη κατὰ τὴν ἑαυτοῦ φύσιν, τὸ ἀντικείμενον αὐτῷ πάντως ἔσται κακόν. ἀλλὰ μὴν ἐνταῦθα ἐπίσης παρ’ ἑκατέρου τούτων τὸ χρήσιμον ἡ φύσις ἔχει. οὐκ ἄρα τὸν τοῦ καλοῦ ὁρισμὸν δέξασθαι δυνατῶς ἔχει οὔτε ἡ πλήρωσις οὔτε ἡ κένωσις. οὐκοῦν ἄλλο τι παρὰ
10τὸ ἀγαθὸν ἀποδέδεικται εἶναι ἡ πλήρωσις. οὔτε γὰρ παντὶ οὔτε πάντοτε οὔτε κατὰ πᾶν εἶδος αἱρετὸν εἶναι τὸ τοιοῦτον παρὰ πάντων ὡμολόγηται. οὐ μόνον γὰρ τὸ ἐν τοῖς βλαπτικοῖς γενέσθαι τὸν κόρον ἐστὶν ὀλέθριον, ἀλλὰ καὶ τὸ ἐν τοῖς καταλλήλοις παρελθεῖν τῇ ἀμετρίᾳ τὸ χρήσιμον κινδύνων
15πολλάκις καὶ διαφθορᾶς αἴτιον γίνεται. καὶ εἴ ποτε πληθωρι‐ κῆς καταστάσεως ἐπιζητούσης τὴν κένωσιν ἄλλη τις πληθώρα τὴν οὖσαν ἐπιφορτίσειεν, σωρεία γίνεται κακῶν τὸ τοιοῦτον εἰς ἀνήκεστα προιοῦσα πάθη. οὐκοῦν οὔτε παντὶ οὔτε πάντως ἀγαθόν τί ἐστιν ἡ πλήρωσις, ἀλλὰ καὶ πρός τι καί ποτε καὶ
20κατὰ τὸ ποσόν τε καὶ τὸ ποιὸν τὸ ἐξ αὐτοῦ γίνεται χρήσιμον. οὕτω δ’ ἄν τις εὕροι καὶ τὸ ἐξ ἐναντίου νοούμενον (τὸ κατὰ τὴν κένωσιν λέγω) καὶ κινδυνῶδες τοῖς ὑπομένουσιν, εἰ παρέλθοι τῇ ἀμετρίᾳ τὸ χρήσιμον, καὶ πάλιν οὐκ ἀνονήτως γινόμενον, εἰ πρός τι τῶν ὠφελούντων συμβαίνοι τοῦ τε
25καιροῦ καὶ τοῦ ποσοῦ καὶ τοῦ ποιοῦ συμπαραλαμβανομένου πρὸς τὸ τῆς κενώσεως χρήσιμον. ἐπειδὴ τοίνυν οὐ συμβαίνει
πρὸς τὸν τοῦ καλοῦ χαρακτῆρα τὸ τῆς ζωῆς ταύτης εἶδος ᾧ33

9

.

34

βιοτεύομεν, ὁμολογούμενον ἂν εἴη διὰ τῆς τῶν εἰρημένων ἀκολουθίας ὅτι οὐδενὸς ἀγαθοῦ χωρισμός ἐστιν ἡ ἐκ τοῦ τοιούτου βίου μετάστασις. φανερὸν γὰρ ὅτι τὸ ἀληθινῶς καὶ κυρίως καὶ πρώτως ἀγαθὸν οὔτε κένωσίς ἐστιν οὔτε
5πλήρωσις, ἅπερ καί ποτε καὶ πρός τι καὶ ἐπί τινων ἀποδέδει‐ κται χρήσιμα, οἷς οὐκ ἔπεστιν ὁ τοῦ ἀληθῶς ὄντος ἀγαθοῦ χαρακτήρ. Ἐπεὶ οὖν τῷ ἀληθῶς ἀγαθῷ πρὸς τὸ μὴ ἀληθῶς ἀγαθόν ἐστιν ἡ ἀντίθεσις, ἄμεσος δὲ τῶν δύο τούτων ἡ ἐναντίωσις,
10ἀκόλουθον ἂν εἴη τοῖς χωριζομένοις τοῦ μὴ ἀληθῶς ὄντος καλοῦ πρὸς τὸ τῇ φύσει καλὸν ἐνθένδε πιστεύειν τὴν μετάστα‐ σιν γίνεσθαι, ὃ πάντοτε καὶ παντὶ καὶ διὰ πάντων ἐστὶν ἀγαθὸν οὔτε κατὰ καιροὺς οὔτε πρός τι οὔτε ἐπί τινων οὔτε διά τι, ἀλλ’ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον. πρὸς τοῦτο
15τοίνυν μέτεισιν ἀπὸ τῆς σαρκώδους ζωῆς ἡ ἀνθρωπίνη ψυχή, ἄλλην τινὰ βίου κατάστασιν ἀντὶ τῆς παρούσης μετα‐ λαμβάνουσα, ἣν δι’ ἀκριβείας μὲν ἰδεῖν ἥτις ἐστὶ τοῖς ἔτι τῇ σαρκὶ συγκεκραμένοις ἀμήχανον, ἐκ δὲ τῆς τῶν κατὰ τὸν βίον τοῦτον γνωριζομένων ὑπεξαιρέσεως δυνατόν ἐστι στοχασμόν
20τινα δι’ ἀναλογίας ἀναλαβεῖν. οὐκέτι γὰρ ἔσται σωματικῇ παχύτητι συμπεπλεγμένη οὔτε τῇ ἰσοκρατίᾳ τῶν ἀντιστοι‐ χούντων ἐμβιοτεύουσα, ὧν ἡ ἰσόρροπος πρὸς ἄλληλα μάχη
τὴν σύστασίν τε ἡμῶν καὶ τὴν ὑγίειαν ποιεῖ (ὁ γὰρ πλεονασμὸς34

9

.

35

τῶν ἐναντίων τινὸς καὶ ἡ ὕφεσις πάθος καὶ ἀρρώστημα τῆς φύσεως γίνεται), ἐν ᾗ οὐδὲν οὔτε συστέλλεται κενούμενον οὔτε δυσφορεῖ φορτιζόμενον, ἀλλὰ καὶ τῶν ἐκ τοῦ ἀέρος ἀηδῶν ἔξω παντάπασι γίνεται (κρύους τε λέγω καὶ θάλπους)
5καὶ πάντων τῶν κατὰ τὸ ἐναντίον νοουμένων ἀπηλλαγμένη, ἐν ἐκείνοις δὲ γινομένη, ὅπου πάντων τῶν ἀναγκαίων καμάτων ἐλευθέρα τε καὶ ἄνετός ἐστιν ἡ ζωή, οὐ διὰ γεωργίας κακοπαθοῦσα οὐ τοὺς διαποντίους ὑπομένουσα πόνους οὐ διὰ τῆς ἐμπορίας 〈τε καὶ〉 καπηλείας ἀσχημονοῦσα οἰκοδο‐
10μικῆς τε καὶ ὑφαντικῆς καὶ τῆς τῶν βαναύσων τεχνῶν ταλαιπωρίας κεχωρισμένη Ἤρεμόν τινα καὶ ἡσύχιον διάγει βίον καθὼς ὁ Παῦλός φησιν, οὐχ ἱππομαχοῦσα οὐ ναυμαχοῦσα οὐ συστάδην διὰ τῆς πεζικῆς παρατάξεως συμπλεκομένη οὐ πρὸς κατασκευὴν ὅπλων ἀσχολουμένη οὐ φόρους ἐκλέγουσα
15οὐ τάφρους καὶ τείχη κατασκευάζουσα, ἀλλὰ πάντων τῶν τοιούτων ἀτελής τίς ἐστι καὶ ἐλευθέρα μήτε ἔχουσα πράγματα μήτε παρέχουσα, ἐν ᾗ δουλεία τε καὶ κυριότης καὶ πενία καὶ πλοῦτος εὐγένειά τε καὶ δυσγένεια καὶ ἰδιωτικὴ ταπεινό‐ της καὶ ἀξιωματικὴ δυναστεία καὶ πᾶσα τοιαύτη ἀνωμαλία
20χώραν οὐκ ἔχει. παραιρεῖται γὰρ πάντων τούτων καὶ τῶν τοιούτων τὴν ἀνάγκην τὸ ἀνενδεὲς τῆς ζωῆς ἐκείνης καὶ ἄϋλον, ἐν ᾗ τὸ διακρατοῦν τῆς ψυχῆς τὴν ὑπόστασιν οὐ ξηροῦ τε καὶ ὑγροῦ τινός ἐστι μετουσία, ἀλλ’ ἡ τῆς θείας
φύσεως κατανόησις, ἀντὶ δὲ τοῦ ἐναερίου πνεύματος τοῦ35

9

.

36

ἀληθινοῦ τε καὶ ἁγίου πνεύματος εἶναι τὴν κοινωνίαν οὐκ ἀμφιβάλλομεν. ὧν ἡ ἀπόλαυσις οὐκ ἐνηλλαγμένη καθ’ ὁμοιότητα τοῦ τῇδε βίου διὰ ἕξεως καὶ στερήσεως γίνεται εἰσκρινομένη τε καὶ ἀποποιουμένη, ἀλλ’ ἀεὶ πληρουμένη καὶ
5οὐδέποτε περιγράφουσα κόρῳ τὴν πλήρωσιν. ἀβαρὴς γὰρ ἡ νοερὰ τρυφὴ καὶ ἀπλήρωτος πάντοτε ταῖς ἐπιθυμίαις τῶν μετεχόντων ἀκορέστως ἐπιπλημμυροῦσα. διὰ τοῦτο μακαρία τίς ἐστιν ἐκείνη ἡ ζωὴ καὶ ἀκήρατος μηκέτι ταῖς τῶν αἰσθητηρίων ἡδοναῖς πρὸς τὴν τοῦ καλοῦ κρίσιν ἐμπλανω‐
10μένη. τί τοίνυν ἐστὶ σκυθρωπὸν ἐν τῷ πράγματι δι’ ὃ τῇ μεταστάσει τῶν ἐπιτηδείων ἐπιστυγνάζομεν; εἰ μὴ τοῦτό τις ἄρα λυπηρὸν ἡγεῖται ὅτι πρὸς τὸν ἀπαθῆ τε καὶ ἀνενόχλη‐ τον βίον αὐτοῖς ἡ μετάστασις γίνεται, ὃς οὔτε πληγῶν ὀδύνας προσίεται οὐ πυρὸς δέδοικεν ἀπειλὴν οὐ τὰ διὰ
15σιδήρου τραύματα οὐ τὰς ἀπὸ σεισμῶν καὶ ναυαγιῶν καὶ αἰχμαλωσιῶν συμφορὰς οὐ τὰς τῶν ὠμοβόρων θηρίων προσβολὰς οὐ τὰ τῶν ἑρπυστικῶν τε καὶ ἰοβόλων κέντρα καὶ δήγματα, ἐν ᾧ οὐδεὶς οὔτε ἐξογκοῦται τῷ τύφῳ οὔτε πατεῖται ἐν ταπεινότητι οὔτε ὑπὸ θράσους ἐκθηριοῦται οὔτε ὑπὸ
20δειλίας καταπτοεῖται οὔτε τῇ ὀργῇ περιοιδαίνει ζέων τῷ θυμῷ καὶ μαινόμενος οὔτε κλονεῖται ὑπὸ τοῦ φόβου ἀντισχεῖν πρὸς τὴν τοῦ κρατοῦντος ὁρμὴν οὐ δυνάμενος, ἐν ᾧ φροντὶς οὐκ ἔστιν, οἷα τῶν βασιλέων τὰ ἤθη τίνες αἱ νομοθεσίαι
οἷοι τὸν τρόπον οἱ ἐπὶ τῶν ἀρχῶν τεταγμένοι οἷα τὰ διαγράμ‐36

9

.

37

ματα πόσος ὁ ἐτήσιος φόρος οὔτε εἰ πολλὴ γέγονεν ἐπομβρία κατακλύζουσα τῇ ἀμετρίᾳ τὸ γεωργούμενον οὔτε εἰ χάλαζα τὰς ἐλπίδας τῶν γεωπόνων ἠχρείωσεν οὔτε εἰ αὐχμὸς ἐπικρατήσας ἀποξηραίνει πᾶν τὸ φυόμενον. ἀλλὰ καὶ τῶν
5λοιπῶν τοῦ βίου κακῶν πᾶσαν ἄδειαν ἔχει· ὀρφανίας τε γὰρ τὸ σκυθρωπὸν οὐ λυπεῖ τὴν ζωὴν ἐκείνην, τὰ ἐκ χηρείας κακὰ χώραν οὐκ ἔχει, ἀργοῦσι δὲ καὶ αἱ πολύτροποι τοῦ σώματος ἀρρωστίαι, οἵ τε κατὰ τῶν εὐημερούντων φθόνοι καὶ αἱ κατὰ τῶν δυσπραγούντων ὑπεροψίαι καὶ πάντα τὰ
10τοιαῦτα τῆς ζωῆς ἐκείνης ἐξώρισται, ἰσηγορία δέ τις καὶ ἰσονομία διὰ πάσης ἐλευθερίας εἰρηνικῆς τῷ τῶν ψυχῶν δήμῳ συμπολιτεύεται ἐκεῖνο ἑκάστου ἔχοντος ὅπερ ἂν ἑαυτῷ ἑτοιμάσῃ ἐκ προαιρέσεως. εἰ δέ τι χεῖρον ἔκ τινος ἀβουλίας τινὶ παρασκευασθείη ἀντὶ τοῦ κρείτ‐
15τονος, ἀναίτιος τῶν τοιούτων ὁ θάνατος κατ’ ἐξουσίαν τὸ δοκοῦν ἑλομένης τῆς προαιρέσεως. ὑπὲρ τίνος οὖν δυσ‐ χεραίνουσιν οἱ θρηνοῦντες τὸν ἀποιχόμενον; καὶ μὴν εἰ μὴ παντάπασιν ἐκαθάρευεν πάσης ἐμπαθοῦς διαθέσεως ὁ συναποδυσάμενος τὴν ἡδονήν τε καὶ τὴν λύπην μετὰ τοῦ
20σώματος, ἐκεῖνος ἂν δικαιότερον τοὺς περιόντας ἐθρήνησεν, οἳ ταὐτὸν πάσχουσιν τοῖς ἐν δεσμωτηρίῳ διάγουσιν, οὓς ἡ πρὸς τὰ σκυθρωπὰ συνήθεια καὶ ἡ συντροφία τοῦ ζόφου
προσηνές τε καὶ ἄλυπον τὸ παρὸν νομίζειν ἐποίησεν. καὶ37

9

.

38

τυχὸν κἀκεῖνοι τοῖς τῆς φυλακῆς ἐκβαλλομένοις ἐπιστυγνά‐ ζουσιν ἀγνοίᾳ τῆς φαιδρότητος τῆς ἐκδεχομένης τοὺς ἀπαλλάγεντας τοῦ ζόφου. εἰ γὰρ ᾔδεσαν τὰ ἐν ὑπαίθρῳ θεάματα τό τε αἰθέριον κάλλος καὶ τὸ οὐράνιον ὕψος καὶ τὰς
5τῶν φωστήρων αὐγὰς τήν τε τῶν ἀστέρων χορείαν καὶ 〈τὰσ〉 περιόδους ἡλιακὰς καὶ τὸν σεληναῖον δρόμον καὶ τὴν πολυειδῆ τῆς γῆς ἐν τοῖς βλαστήμασιν ὥραν καὶ τὴν ἡδεῖαν τῆς θαλάσσης ὄψιν ἐν ἡλιοειδεῖ τῇ αὐγῇ δι’ ἠρεμαίου τοῦ πνεύματος γλαφυρῶς ἐπιφρίσσουσαν τῶν τε κατὰ τὰς πόλεις
10οἰκοδομημάτων τὰ κάλλη τά τε ἴδια καὶ τὰ δημόσια, δι’ ὧν αἱ λαμπραί τε καὶ πολυτελεῖς τῶν πόλεων καλλωπίζονται, εἰ ταῦτα τοίνυν ᾔδεσαν καὶ τὰ τοιαῦτα οἱ ἐντεχθέντες τῷ δεσμωτηρίῳ, οὐκ ἂν τοὺς ἐκ τῆς φυλακῆς προαγομένους ὡς ἀγαθοῦ τινος χωριζομένους ἀπωλοφύροντο. ὅπερ οὖν
15εἰκὸς τοὺς ἔξω τοῦ δεσμωτηρίου περὶ τῶν ἔτι καθειργμένων διανοεῖσθαι ὡς ἐλεεινῇ προσταλαιπωρούντων ζωῇ, τοῦτο μοι δοκοῦσι καὶ οἱ τῆς τοῦ βίου τούτου φυλακῆς ἔξω γενόμενοι, εἴπερ ὅλως δυνατὸν ἦν αὐτοῖς διὰ δακρύων ἐνδείξασθαι τὴν πρὸς τοὺς κακοπαθοῦντας συμπάθειαν, θρηνεῖν καὶ δακρύειν τῶν ἐν
20ταῖς ὀδύναις τοῦ βίου τούτου παρατεινομένων ὅτι μὴ ὁρῶσι τὰ ὑπερκόσμιά τε καὶ ἄϋλα κάλλη, θρόνους τε καὶ ἀρχὰς καὶ
ἐξουσίας καὶ κυριότητας καὶ στρατιὰς ἀγγελικὰς καὶ38

9

.

39

ἐκκλησίας ὁσίων καὶ τὴν ἄνω πόλιν καὶ τὴν ὑπερουράνιον τῶν ἀπογεγραμμένων πανήγυριν. τὸ γὰρ ὑπερκείμενον τούτων κάλλος, ὃ τοὺς καθαροὺς τῇ καρδίᾳ βλέπειν ὁ ἀψευδὴς ἀπεφήνατο λόγος, κρεῖττόν τε πάσης ἐλπίδος ἐστὶ καὶ τῆς
5ἐκ στοχασμῶν εἰκασίας ἀνώτερον. οὐ τοῦτο δὲ μόνον στεναγ‐ μῶν τε καὶ λύπης ἄξιον ἀφ’ ἡμῶν τοῖς μεταστᾶσιν ἂν ἐνο‐ μίσθη, ἀλλ’ ὅτι τοσούτων ἀλγεινῶν περικειμένων τῷ βίῳ τοσαύτη τις ἐνέστηκεν αὐτοῖς ἡ περὶ τὰ μοχθηρὰ συνδιάθεσις, ὥστε οὐχ ὡς ἀναγκαίαν τινὰ λειτουργίαν τὴν προσβολὴν αὐτῶν
10φέρουσιν, ἀλλ’ ὅπως ἂν εἰς τὸ διηνεκὲς παραμένοι ταῦτα τὴν σπουδὴν ποιοῦνται. ἡ γὰρ περὶ τὰς δυναστείας τε καὶ πλεονε‐ ξίας καὶ τὰς ἀπολαυστικὰς ταύτας λαιμαργίας ἐπιθυμία καὶ εἴ τι ἄλλο τοιοῦτον σπουδάζεται ὧν χάριν καὶ ὅπλα καὶ πόλεμοι καὶ ἀλληλοφονίαι καὶ πᾶσα ἡ ἑκουσίως ἐνεργουμένη
15ταλαιπωρία καὶ δολιότης, οὐδὲν ἄλλο ἢ σωρεία τίς ἐστι συμφορῶν ἐκ προαιρέσεως μετὰ σπουδῆς τε καὶ προθυμίας ἐπεισαγομένη τῷ βίῳ. ἀλλὰ δακρύων μὲν ἐν τοῖς κατοιχο‐ μένοις πάθος οὐκ ἔστιν ὅτι μηδ’ ἄλλο τι πάθος, νοῦς δὲ καὶ πνεῦμα τυγχάνοντες οἱ σαρκὸς ἀπηλλαγμένοι καὶ αἵματος
20τοῖς τῇ παχύτητι τοῦ σώματος ἐγκεχωσμένοις ὀφθῆναι φύσιν οὐκ ἔχουσιν οὐδὲ νουθετῆσαι δι’ ἑαυτῶν τοὺς ἀνθρώπους ἀποστῆναι τῆς πεπλανημένης περὶ τῶν ὄντων κρίσεως. οὐκοῦν ὁ νοῦς ἡμῖν ὁ ἡμέτερος ἀντ’ ἐκείνων διαλεχθήτω καὶ εἴπωμεν ὡς ἔστι δυνατὸν ἔξω τῶν σωμάτων τῇ διανοίᾳ
25γενόμενοι καὶ τῆς πρὸς τὴν ὕλην προσπαθείας τὴν ψυχὴν
ἀποστήσαντες ὅτι39

9

.

40

„Ὦ ἄνθρωπε, πᾶς ὁ μετέχων τῆς φύσεως, Πρόσεχε σεαυτῷ κατὰ τὸ Μωυσέως παράγγελμα καὶ γνῶθι σεαυτὸν ἀκριβῶς τίς εἶ, διαστείλας τῷ λογισμῷ τί μὲν ἀληθῶς εἶ σύ, τί δὲ περὶ σὲ καθορᾶται. μήποτε τὰ ἔξω σοῦ βλέπων σεαυτὸν
5καθορᾶν νομίσῃς. μάθε παρὰ τοῦ μεγάλου Παύλου τοῦ δι’ ἀκριβείας ἐπεσκεμμένου τὴν φύσιν, ὅς φησι τὸν μὲν ἔξωθεν ἡμῶν εἶναι ἄνθρωπον τὸν δὲ ἔσωθεν, κἀκείνου φθειρομένου τοῦτον ἀνακαινίζεσθαι. μὴ τοίνυν τὸ φθειρόμενον βλέπων σεαυτὸν οἰηθῇς βλέπειν (ἔσται μὲν γάρ ποτε κἀκεῖνο
10φθορᾶς ἐλεύθερον, ὅταν ἐν τῇ παλιγγενεσίᾳ τὸ θνητόν τε καὶ διαλυτὸν μετασκευασθῇ πρὸς τὸ ἀθάνατόν τε καὶ ἀδιάλυτον, ἀλλὰ τό γε νῦν ῥέει καὶ διαπίπτει, καὶ φθείρεται τὸ ἔξωθεν ἡμῶν προφαινόμενον). οὐκοῦν οὐ πρὸς τοῦτο χρὴ βλέπειν, ὅτι μηδὲ πρὸς ἄλλο τι προσήκει τῶν βλεπομένων ὁρᾶν
15οὕτως εἰπόντος τοῦ Παύλου ὅτι Μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα τὰ δὲ μὴ βλεπόμενα αἰώνια, ἀλλ’ ἐπὶ τὸ ἀόρατον τῶν ἐν ἡμῖν τρέψαντας τὴν θεωρίαν ἐκεῖνο πιστεύειν ἀληθῶς εἶναι ἡμᾶς, ὃ διαφεύγει τὴν αἰσθητικὴν κατανόησιν.
20 Γενώμεθα τοίνυν κατὰ τὸν παροιμιώδη λόγον Ἑαυτῶν ἐπιγνώμονες. τὸ γὰρ ἑαυτὸν γνῶναι καθάρσιον τῶν ἐκ τῆς ἀγνοίας πλημμελημάτων γίνεται. ἀλλ’ οὐκ ἔστι ῥᾴδιον ἑαυτὸν κατιδεῖν τόν γε ἀληθῶς ἑαυτὸν ἰδεῖν βουλόμενον μή
τινος ἐπινοίας δυνατὸν ποιούσης ἡμῖν τὸ ἀδύνατον. ὅπερ γὰρ40

9

.

41

ἐπὶ τῶν σωματικῶν ὀφθαλμῶν ἡ φύσις ἐποίησεν, οἳ πάντα τὰ ἄλλα βλέποντες ἑαυτῶν ἀθέατοι μένουσιν, τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ πάντα τὰ ἄλλα διερευνωμένη καὶ τὰ ἔξω ἑαυτῆς πολυπραγμονοῦσα καὶ ἀνιχνεύουσα ἑαυτὴν ἰδεῖν
5ἀδυνάτως ἔχει. οὐκοῦν ὅπερ ἐπὶ τῶν ὀφθαλμῶν γίνεται τοῦτο καὶ ἡ ψυχὴ μιμησάσθω. καὶ γὰρ κἀκεῖνοι ἐπειδὴ οὐκ ἔστιν αὐτοῖς ἐκ φύσεως δύναμις πρὸς τὴν ἑαυτῶν θεωρίαν τὴν ὀπτικὴν ἐνέργειαν ἐπαναστρέψαι καὶ ἑαυτοὺς κατιδεῖν ἐν κατόπτρῳ τὸ εἶδός τε καὶ τὸ σχῆμα τοῦ ἰδίου θεασάμενοι
10κύκλου διὰ τῆς εἰκόνος ἑαυτοὺς καθορῶσιν. οὕτως χρὴ καὶ τὴν ψυχὴν πρὸς τὴν ἰδίαν ἀπιδεῖν εἰκόνα καὶ ὅπερ ἂν ἴδῃ ἐν τῷ χαρακτῆρι ᾧ ἀφωμοίωται, ὡς ἴδιον ἑαυτῆς τοῦτο θεάσασθαι. ἀλλὰ μικρὸν ὑπαλλάξαι τι προσήκει τοῦ ὑποδείγματος, ἵνα οἰκειωθῇ τῷ λόγῳ τὸ νόημα· ἐπὶ μὲν γὰρ τῆς ἐν τῷ κατόπτρῳ
15μορφῆς ἡ εἰκὼν πρὸς τὸ ἀρχέτυπον σχηματίζεται, ἐπὶ δὲ τοῦ τῆς ψυχῆς χαρακτῆρος τὸ ἔμπαλιν νενοήκαμεν· κατὰ γὰρ τὸ θεῖον κάλλος τὸ τῆς ψυχῆς εἶδος ἀπεικονίζεται. οὐκοῦν ὅταν πρὸς τὸ ἀρχέτυπον ἑαυτῆς βλέπῃ ἡ ψυχή, τότε δι’ ἀκριβείας ἑαυτὴν καθορᾷ.
20 Τί τοίνυν ἐστὶ τὸ θεῖον ᾧ ἡ ψυχὴ προσωμοίωται; οὐ σῶμα οὐ σχῆμα οὐκ εἶδος οὐ πηλικότης οὐκ ἀντιτυπία οὐ βάρος οὐ τόπος οὐ χρόνος οὐκ ἄλλο τι τοιοῦτον οὐδὲν δι’ ὧν ἡ ὑλικὴ κτίσις γνωρίζεται, ἀλλὰ πάντων τούτων καὶ τῶν τοιούτων ὑφαιρεθέντων νοερόν τι καὶ ἄϋλον καὶ ἀναφὲς καὶ
25ἀσώματον καὶ ἀδιάστατον χρὴ πάντως νοεῖν τὸ λειπόμενον. εἰ τοίνυν τοιοῦτος ὁ χαρακτὴρ τοῦ ἀρχετύπου καταλαμβάνε‐
ται, ἀκόλουθον πάντως κατὰ τὸ εἶδος ἐκεῖνο μεμορφωμένην41

9

.

42

τὴν ψυχὴν διὰ τῶν αὐτῶν χαρακτήρων ἐπιγνωσθῆναι, ὥστε καὶ ταύτην ἄϋλόν τε εἶναι καὶ ἀειδῆ καὶ νοερὰν καὶ ἀσώ‐ ματον. Λογισώμεθα τοίνυν πότε μᾶλλον τῷ ἀρχετύπῳ κάλλει
5προσεγγίζει ἡ ἀνθρωπίνη φύσις, ἐν τῷ διὰ σαρκὸς ζῆν ἢ ὅταν ἔξω ταύτης γενώμεθα. ἀλλὰ παντὶ δῆλον τὸ τοιοῦτόν ἐστιν, ὅτι ὥσπερ ἡ σὰρξ ὑλώδης οὖσα τῇ ὑλικῇ ταύτῃ ζωῇ προσῳκείωται, οὕτω καὶ ἡ ψυχὴ τότε μετέχει τῆς νοερᾶς καὶ ἀΰλου ζωῆς, ὅταν τὴν περιέχουσαν αὐτὴν ὕλην ἀποτινάξη‐
10ται. τί οὖν ἐν τούτοις συμφορᾶς ἐστιν ἄξιον; εἰ μὲν γὰρ σῶμα ἦν τὸ ἀληθῶς ἀγαθὸν, δυσχεραίνειν ἡμᾶς ἔδει πρὸς τὴν τῆς σαρκὸς ἀλλοτρίωσιν ὡς ἐκπιπτόντων ἡμῶν ἐκείνου συναπο‐ βαλλομένης πάντως μετὰ τοῦ σώματος καὶ τῆς πρὸς τὸ ἀγαθὸν οἰκειότητος. ἐπειδὴ δὲ νοερόν τε καὶ ἀσώματον τὸ
15ὑπὲρ πᾶσαν ἔννοιαν ἀγαθὸν οὗ κατ’ εἰκόνα γεγόναμεν, ἀκόλουθον ἂν εἴη πεπεῖσθαι, ὅταν διὰ τοῦ θανάτου πρὸς τὸ ἀσώματον μεταβαίνωμεν, προσεγγίζειν ἐκείνῃ τῇ φύσει ἣ πάσης σωματικῆς παχυμερείας κεχώρισται, καὶ οἷόν τι προσωπεῖον εἰδεχθὲς τὴν σαρκώδη περιβολὴν ἐκδυομένους
20εἰς τὸ οἰκεῖον ἐπανιέναι κάλλος, ἐν ᾧ κατ’ ἀρχὰς ἐμορφώθημεν κατ’ εἰκόνα τοῦ ἀρχετύπου γενόμενοι. ἡ δὲ τοιαύτη διάνοια εὐφροσύνης οὐ κατηφείας γένοιτ’ ἂν τοῖς λεγομένοις ὑπόθεσις, ὅτι τὴν ἀναγκαίαν ταύτην λειτουργίαν ἀποπληρώσας ὁ ἄνθρωπος οὐκέτι ἐν ἀλλοτρίοις ζῇ ἀποδοὺς μὲν ἑκάστῳ τῶν
25στοιχείων τὸ ἴδιον ὃ παρ’ αὐτῶν ἠρανίσατο, εἰς δὲ τὴν οἰκείαν αὐτῷ καὶ κατὰ φύσιν ἐπανελθὼν ἑστίαν τὴν καθαρὰν
καὶ ἀσώματον. ξένη γάρ τίς ἐστιν ὄντως καὶ ἀλλοδαπὴς τῇ42

9

.

43

ἀσωμάτῳ φύσει ἡ τοῦ σώματος ὕλη, ᾗ κατ’ ἀνάγκην ὁ νοῦς ἐν τῇ ζωῇ ταύτῃ συμπεπλεγμένος ἐνταλαιπωρεῖ τῷ ἀλλοφύλῳ βίῳ συνδιαιτώμενος. τῆς γὰρ τῶν στοιχείων πρὸς ἄλληλα συμπλοκῆς ὥσπερ τινῶν ἀλλογλώσσων τε καὶ ἀπεξενωμένων
5τοῖς ἤθεσιν ἀνθρώπων ἐκ διαφόρων ἐθνῶν ἕνα δῆμον ἀνα‐ πληρούντων βεβιασμένη τε καὶ ἀσύμφωνος γίνεται ἡ κοινωνία, ἑκάστου πρὸς τὸ συγγενὲς καὶ οἰκεῖον ὑπὸ τῆς ἰδίας φύσεως ἀφελκομένου. ὁ δὲ νοῦς ὁ τούτοις ἐγκεκραμένος ἀσύνθετος ὢν ἐν ἁπλῇ τε καὶ μονοειδεῖ τῇ φύσει ἐν ξένοις καὶ ἀλλοτρίοις
10ζῇ ἀσύμφυλος ὢν τῷ περιέχοντι αὐτὸν ἐκ τῶν στοιχείων δήμῳ, ὃς τῇ πολυμερείᾳ τῇ σωματικῇ δι’ ἀνάγκης τινὸς ἐνσπειράμενος τὴν ἑαυτοῦ φύσιν βιάζεται τοῖς ἀλλοφύλοις ἑνούμενος. τῶν δὲ στοιχείων πρὸς τὴν ἀπ’ ἀλλήλων διάλυσιν φυσικῶς ἐπὶ τὸ συγγενές τε καὶ οἰκεῖον ἀφελκομένων
15ἀνιᾶται κατ’ ἀνάγκην λυομένης τε καὶ σχιζομένης τῆς συμφυΐας ἡ αἴσθησις· συνανιᾶται δὲ τῇ αἰσθήσει τὸ διανοητι‐ κὸν τῆς ψυχῆς πρὸς τὸ ἀεὶ λυποῦν ἐκ συνηθείας ἐπικλινόμενον. τότε οὖν ὁ νοῦς δυσφορῶν τε καὶ ἀνιώμενος παύεται, ὅταν ἔξω γένηται τῆς μάχης τῆς ἐν τῇ συμπλοκῇ τῶν ἀντιστοι‐
20χούντων συνισταμένης. ἐπειδὰν γὰρ ἢ τὸ ψυχρὸν ἡττηθῇ τοῦ θερμοῦ κατισχύσαντος ἢ τὸ ἔμπαλιν φύγῃ τὸν πλεονασμὸν τῆς ψύξεως ἡ θερμότης, τῷ τε ξηρῷ διὰ τῆς ἐπικρατήσεως τὸ ὑγρὸν ὑποχωρήσῃ ἢ διαλυθῇ τοῦ ξηροῦ τὸ πάγιον ἐν τῷ πλεονασμῷ τῆς ὑγρότητος—τότε τοῦ ἐν ἡμῖν πολέμου
25διὰ τοῦ θανάτου λυθέντος εἰρήνην ὁ νοῦς ἄγει καταλιπὼν43

9

.

44

τὸ τῆς μάχης μεταίχμιον, τὸ σῶμα λέγω, καὶ τῆς τῶν στοιχείων πρὸς ἄλληλα παρατάξεως ἔξω γενόμενος καθ’ ἑαυτὸν ζῇ πεπονηκυῖαν ἐν τῇ τοῦ σώματος συμπλοκῇ τὴν ἰσχὺν ἑαυτοῦ δι’ ἡσυχίας ἀναλαμβάνων.“
5Ταῦτα τοίνυν καὶ τὰ τοιαῦτα τοῖς ἐν τῷ σώματι ζῶσιν ὁ νοῦς διαλέγεται μονονουχὶ φωνὴν ἀφιεὶς ὅτι „Ὦ ἄνθρωποι, οὔτε ἐν οἷς ἐστε ἀκριβῶς οἴδατε, καὶ εἰς ὅτι μεταχωρήσετε οὔπω ἐπίστασθε. τὸ μὲν γὰρ παρὸν οἷον τῇ φύσει ἐστὶν, οὔπω ἐξευρεῖν ὁ λόγος δεδύνηται, ἀλλὰ πρὸς μόνην τὴν τοῦ
10ζῆν συνήθειαν βλέπει μὴ δυνάμενος γνῶναι, τίς ἡ τοῦ σώματος φύσις τίς ἡ τῶν αἰσθήσεων δύναμις τίς ἡ τῶν ὀργανικῶν μελῶν διασκευὴ τίς ἡ τῶν σπλάγχνων οἰκονομία τίς ἡ αὐτοκίνητος τῶν νεύρων ἐνέργεια πῶς τῶν ἐν ἡμῖν τὸ μὲν εἰς ὀστέου πήγνυται φύσιν, τὸ δὲ εἰς τὴν φωτοειδῆ τοῦ
15ὀφθαλμοῦ αὐγὴν οὐσιοῦται πῶς ἐκ τῆς αὐτῆς τροφῆς καὶ τοῦ αὐτοῦ πόματος τὸ μὲν εἰς τρίχας λεπτύνεται, τὸ δὲ εἰς ὄνυχας τοῖς ἀκροῖς τῶν δακτύλων ἐπιπλατύνεται ἢ πῶς ἀεὶ τὸ ἐγκάρδιον ἀναφλέγεται πῦρ διὰ τῶν ἀρτηριῶν ἐφ’ ἅπαν τὸ σῶμα διαφερόμενον ἢ πῶς τὸ πινόμενον, ἐπειδὰν
20ἐν τῷ ἤπατι γένηται, μεταβάλλει καὶ τὸ εἶδος καὶ τὴν ποιότητα διά τινος ἀλλοιώσεως αὐτομάτως ἐξαιματούμενον. ὧν ἁπάντων ἡ γνῶσις μέχρι τοῦ παρόντος ἐστὶν ἀπόρρητος, ὡς ἀγνοεῖν ἡμᾶς τὴν ζωὴν ἐν ᾗ βιοτεύομεν. τὸν δὲ τῆς αἰσθήσεως κεχωρισμένον βίον οἱ τῇ αἰσθήσει συζῶντες ἀδυνατοῦσι
25καθόλου θεάσασθαι. πῶς γὰρ ἄν τις δι’ αἰσθήσεως ἴδοι τὸ ἔξω τῆς αἰσθήσεως; ἀμφοτέρων τοίνυν τῶν βίων ὁμοίως
ἀγνοουμένων, τούτου μὲν διὰ τὸ πρὸς μόνον τὸ φαινόμενον44

9

.

45

βλέπειν ἡμᾶς, ἐκείνου δὲ διὰ τὸ μὴ καθικνεῖσθαι τὴν αἴσθησιν, τί πεπόνθατε, ὦ ἄνθρωποι, τούτου μὲν ὡς ἀγαθοῦ περιεχό‐ μενοι καίτοι ἀγνοουμένου, ἐκεῖνον δὲ δεδοικότες καὶ φρίττον‐ τες ὡς χαλεπὸν καὶ φόβου ἄξιον δι’ οὐδὲν ἄλλο ἢ διὰ τοῦτο
5μόνον ὅτι ἀγνοεῖται οἷόν ἐστι; καίτοι πολλὰ καὶ ἄλλα καὶ τῶν κατ’ αἴσθησιν ἡμῖν προφαινομένων καὶ ἀγνοουμένων οὐ δεδοίκαμεν. τίς γὰρ ἡ φύσις τῶν κατ’ οὐρανὸν φαινομένων ἢ τί τὸ περιάγον τῶν πόλων ἐξ ἐναντίου τὴν κίνησιν ἢ τί τὸ ἐρεῖδον τὴν τῆς γῆς παγιότητα, πῶς δὲ ἡ ῥευστὴ τῶν ὑδάτων
10φύσις ἀεὶ γίνεται ἐκ τῆς γῆς καὶ οὐ δαπανᾶται ἡ γῆ καὶ ἄλλα τοιαῦτα πολλὰ οὔτε ἐγνώκαμεν οὔτε φόβων ἀξίαν τὴν ἄγνοιαν κρίνομεν. ἀλλὰ καὶ αὐτὴν τὴν πάντα νοῦν ὑπερ‐ βαίνουσαν φύσιν τὴν θείαν τε καὶ μακαρίαν καὶ ἀκατάληπτον ὅτι μὲν ἔστι πεπιστεύκαμεν, ἐν τίνι δὲ αὐτῆς τὸ εἶναι
15καταλαμβάνεται οὔπω τις εὑρέθη διὰ στοχασμοῦ κατανόησις, καὶ ὅμως ἀγαπῶμεν τὸ ἀγνοούμενον ἐξ ὅλης καρδίας τε καὶ ψυχῆς καὶ δυνάμεως τὸ καταληφθῆναι τοῖς λογισμοῖς οὐ δυνάμενον. διὰ τί τοίνυν ἐπὶ μόνου τοῦ μετὰ τὴν ζωὴν ταύτην ἐκδεχομένου ἡμᾶς βίου ὁ ἄλογος οὗτος συνίσταται
20φόβος διὰ μόνην τὴν ἄγνοιαν δεδοικότων ἡμῶν ὃ οὐκ οἴδαμεν, καθάπερ ἐπὶ τῶν νηπίων γίνεται τῶν πρὸς τὰς ἀνυποστάτους ὑπονοίας δειματουμένων; ὁ γὰρ πρὸς τὴν ἀλήθειαν τῶν ὄντων ἐθέλων βλέπειν πρῶτον ἐν περινοίᾳ τοῦ πράγματος γίνεται, εἶτα οἷόν ἐστι κατὰ τὴν φύσιν ἐπιλογίζεται εἴτε
25τι χρηστὸν καὶ εὐπρόσιτον εἴτε χαλεπόν τι καὶ ἀποτρόπαιον·45

9

.

46

τὸ δὲ ἄδηλον καθόλου καὶ ἀγνοούμενον πῶς ἄν τις τῶν νοῦν ἐχόντων χαλεπὸν εἶναι κρίνοι τὴν τῆς συνηθείας ἀναχώρησιν μόνην ὡς πυρός τινος ἢ θηρίου προσβολὴν ὑποπτεύων; καίτοι παιδευόμεθα διὰ τοῦ βίου σαφῶς μὴ
5πάντοτε πρὸς τὴν συνήθειαν βλέπειν, ἀλλὰ πρὸς τὸ καλὸν ταῖς ἐπιθυμίαις ἀεὶ μετατίθεσθαι. οὔτε γὰρ διὰ παντὸς ἐν ἐμβρύῳ τοῖς πλασσομένοις ἐστὶν ἡ ζωὴ, ἀλλ’ ἕως ἂν ἐν τοῖς σπλάγχνοις ὦσιν, ἡδεῖαν αὐτοῖς καὶ κατάλληλον ἡ φύσις ποιεῖ τὴν ἐν τῇ νηδύϊ ζωήν, οὔτε ἐπειδὰν ἔξω γένωνται,
10τῇ θηλῇ διὰ παντὸς παραμένουσιν, ἀλλ’ ἐφ’ ὅσον τῷ ἀτελεῖ τῆς ἡλικίας καλὸν τὸ τοιοῦτόν ἐστι καὶ κατάλληλον. μετὰ τοῦτο δὲ πρὸς ἄλλην ἀκολουθίαν βίου μετέρχονται οὐδὲν ὑπὸ τῆς συνηθείας τῷ μαζῷ συμπαραμένειν ἀναπειθόμενοι· εἶτα μετὰ τὴν νηπιώδη κατάστασιν ἄλλα τῶν μειρακίων
15καὶ ἄλλα τῶν παρηλικεστέρων ἐπιτηδεύματα γίνεται, πρὸς ἃ μεταβαίνει δι’ ἀκολουθίας ὁ ἄνθρωπος ἀλύπως συμ‐ μεταβάλλων ταῖς ἡλικίαις καὶ τὴν συνήθειαν. ὥσπερ τοίνυν, εἰ φωνή τις ἦν τῷ ἐντρεφομένῳ τῇ μητρῴᾳ νηδύϊ, ἠγανάκτησεν ἂν διὰ γεννήσεως τῶν σπλάγχνων ἐξοι‐
20κιζόμενον καὶ δεινὰ πάσχειν ἐβόα τῆς καταθυμίου διαγωγῆς ἀποσπώμενον, (ὅπερ δὴ καὶ ποιεῖ τῇ πρώτῃ ἀναπνοῇ συνεκβάλλον ἅμα τῇ γεννήσει τὸ δάκρυον ὥσπερ ἀγανακτοῦν τε καὶ ὀδυρόμενον ἐπὶ τῷ χωρισμῷ τῆς συνήθους ζωῆς) οὕτω μοι δοκοῦσιν οἱ πρὸς τὴν μεταβολὴν τοῦ παρόντος
25δυσχεραίνοντες βίου τὸ τῶν ἐμβρύων πάσχειν ἐν τῷ διὰ
παντὸς ἐθέλειν τῷ χωρίῳ τῆς ὑλικῆς ταύτης ἀηδίας ἐμβιο‐46

9

.

47

τεύειν. ἐπειδὰν γὰρ ἡ ὠδὶς τοῦ θανάτου πρὸς ἕτερον βίον τοὺς ἀνθρώπους μαιεύηται, αὐτοὶ μὲν ὅταν εἰς τὸ φῶς ἐκεῖνο προέλθωσιν καὶ τοῦ καθαροῦ σπάσωσι πνεύματος, τῇ πείρᾳ γινώσκουσιν ὅσον ἐστὶ τῆς ζωῆς ἐκείνης πρὸς τὴν
5νῦν τὸ διάφορον, οἱ δὲ ὑπολειφθέντες τῷ ὑγρῷ τούτῳ καὶ πλαδῶντι βίῳ ἔμβρυα ὄντες ἀτεχνῶς καὶ οὐκ ἄνθρωποι ταλανίζουσι τὸν προεξελθόντα τῆς περιεχούσης ἡμᾶς συνοχῆς ὡς ἀγαθοῦ τινος ἔξω γενόμενον, οὐκ εἰδότες ὅτι ἐκείνῳ καθ’ ὁμοιότητα τοῦ τεχθέντος βρέφους ἀνοίγεται μὲν ὁ
10ὀφθαλμός, ὅταν ἔξω τοῦ νῦν συνέχοντος γένηται (νοεῖν δὲ χρὴ πάντως τὸν ὀφθαλμὸν τῆς ψυχῆς ᾧ διορᾷ τὴν τῶν ὄντων ἀλήθειαν), ἀνοίγεται δὲ τὸ ἀκουστικὸν αἰσθητήριον, δι’ οὗ τῶν ἀρρήτων ἐπακούει ῥημάτων Ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι καθώς φησιν ὁ ἀπόστολος, ἀνοίγεται δὲ τὸ στόμα
15καὶ ἕλκει τὸ καθαρόν τε καὶ ἄϋλον πνεῦμα, δι’ οὗ τονοῦται πρὸς τὴν νοητὴν φωνὴν καὶ τὸν ἀληθινὸν λόγον, ὅταν κατα‐ μιχθῇ τῷ ἤχῳ τῶν ἑορταζόντων ἐν τῷ τῶν ἁγίων χορῷ· οὕτω δὲ καὶ γεύσεως ἀξιοῦται θείας, δι’ ἧς γινώσκει κατὰ τὴν ψαλμῳδίαν, Ὅτι χρηστὸς ὁ κύριος, καὶ διὰ τῆς ὀσφραντι‐
20κῆς ἐνεργείας τῆς τοῦ Χριστοῦ εὐωδίας ἀντιλαμβάνεται, καὶ τὴν ἁπτικὴν προσλαμβάνει δύναμιν ἐφαπτομένη τῆς ἀληθείας ἡ ψυχὴ καὶ ψηλαφῶσα τὸν λόγον κατὰ τὴν Ἰωάννου μαρτυρίαν. εἰ ταῦτα τοίνυν καὶ τὰ τοιαῦτα μετὰ τὸν διὰ τοῦ θανάτου τόκον τοῖς ἀνθρώποις ἀπόκειται, τί βούλεται
25τὸ πένθος καὶ ἡ σκυθρωπότης καὶ ἡ κατήφεια; νῦν ἡμῖν ὁ
πρὸς τὴν τῶν πραγμάτων φύσιν βλέπων ἀποκρινέσθω, εἰ47

9

.

48

προτιμότερον οἴεται τὸ τοῖς σωματικοῖς αἰσθητηρίοις περὶ τὴν τοῦ καλοῦ κρίσιν διαπλανᾶσθαι τοῦ γυμνῷ τῷ τῆς ψυχῆς ὀφθαλμῷ πρὸς αὐτὴν τὴν τῶν πραγμάτων βλέπειν ἀλήθειαν. ἐνταῦθα γὰρ ἀνάγκη τις ἔπεστι τῇ ψυχῇ ἀλλοτρίᾳ κρίσει
5δουλεύειν ἐν τῇ περὶ τοῦ καλοῦ ὑπονοίᾳ. ἐπειδὴ γὰρ ἡ τελεία τῆς ψυχῆς δύναμις ἀχώρητός ἐστιν ἔτι τῷ νηπιάζοντι σώματι, ἡ δὲ τῶν αἰσθητηρίων ἐνέργεια εὐθὺς τελεία τῷ βρέφει συναποτίκτεται, τούτου χάριν προλαμβάνεται ὑπὸ τῆς αἰσθήσεως ἡ διάνοια ἐν τῇ τοῦ καλοῦ κρίσει καὶ τὸ
10τοῖς αἰσθητηρίοις φανὲν ἤδη καὶ νομισθὲν εἶναι καλὸν καὶ διὰ συνηθείας προειλημμένον ἀβασανίστως δέχεται ἡ ψυχή, ἐκεῖνο καλὸν εἶναι πεισθεῖσα ὅπερ ἂν προλαβοῦσα προσμαρτυρήσῃ ἡ αἴσθησις, ἐν χρώμασί τισι καὶ χυμοῖς καὶ τοῖς τοιούτοις λήροις τὸ καλὸν θεωροῦσα. ὧν μηκέτι
15προφαινομένων μετὰ τὴν ἐκ τοῦ σώματος ἔξοδον ἀνάγκη πᾶσα τὸ ἀληθῶς ἀγαθὸν τῇ ψυχῇ φανῆναι, πρὸς ὃ κατὰ φύσιν ᾠκείωται. οὔτε γὰρ πρὸς τὸ εὔχρουν ἔτι ἡ ὄψις δελεασθήσεται τοῦ ὀφθαλμοῦ τούτου μηκέτι ὄντος οὔτε πρὸς ἄλλο τι τῶν καταγλυκαινόντων τὰ αἰσθητήρια ἡ ῥοπὴ τῆς προαιρέσεως
20ἔσται πάσης σωματικῆς αἰσθήσεως ἀποσβεσθείσης, μόνης δὲ τῆς νοερᾶς ἐνεργείας ἀΰλως τε καὶ ἀσωμάτως τοῦ νοητοῦ κάλλους ἐφαπτομένης ἀκωλύτως ἡ φύσις τὸ ἴδιον ἀπολήψεται ἀγαθόν, ὃ μήτε χρῶμα μήτε σχῆμα μήτε διάστασις μήτε πηλικότης ἐστίν, ἀλλ’ ὃ πᾶσαν στοχαστικὴν εἰκασίαν
25παρέρχεται. Τί οὖν ἴσως ἐρεῖ τις δυσχεραίνων πρὸς τὴν παροῦσαν
ζωήν; ἵνα τί τὸ σῶμα καὶ ἀντὶ τίνος ἡμῖν, εἴπερ ἀμείνων ὁ48

9

.

49

χωρὶς τούτου βίος ἀπεδείχθη τῷ λόγῳ; πρὸς ὃν ἐροῦμεν ὅτι οὐ μικρόν ἐστι οὐδὲ τὸ ἐκ τούτων κέρδος τοῖς δυναμένοις εἰς πᾶσαν βλέπειν τὴν οἰκονομίαν τῆς φύσεως. μακάριος μὲν γὰρ ὄντως ἐκεῖνος τῶν ἀγγέλων ὁ βίος ὁ μηδὲν τοῦ σωματικοῦ
5προσδεόμενος βάρους. οὐ μὴν οὐδὲ οὗτος ἀσυντελὴς ὡς πρὸς ἐκεῖνόν ἐστιν· ὁδὸς γὰρ πρὸς τὸ ἐλπιζόμενον ὁ παρὼν γίνεται βίος, καθάπερ ἐπὶ τῶν βλαστημάτων ἔστιν ἰδεῖν, ἐφ’ ὧν ὁ καρπὸς ἀπὸ τοῦ ἄνθους ἀρξάμενος δι’ αὐτοῦ πρόεισιν εἰς τὸ γενέσθαι καρπὸς κἂν μὴ καρπὸς ᾖ τὸ ἄνθος. ἀλλὰ καὶ
10τὰ λήια τῶν σπερμάτων ἐκφυόμενα οὐκ εὐθὺς ἐν τῷ στάχυι φαίνεται, ἀλλὰ χόρτος τὸ πρῶτον γίνεται βλάστημα, εἶτα ἀπὸ τούτου καλάμη συνίσταται περιφθαρέντος τοῦ χόρτου καὶ οὕτω τῇ κεφαλῇ τοῦ ἀστάχυος ὁ καρπὸς ἐμπεπαίνεται. πλὴν οὐκ αἰτιᾶται τὴν ἀναγκαίαν ταύτην περίοδόν τε καὶ
15ἀκολουθίαν ὁ γεωπόνος διὰ τί λέγων πρὸ τοῦ καρποῦ τὸ ἄνθος, ἢ ὑπὲρ τίνος ὁ ἐκ τοῦ σπέρματος προανατέλλων χόρτος, εἴ γε καὶ τὸ ἄνθος ἀπορρέει καὶ ὁ χόρτος μάτην ξηραίνεται πρὸς οὐδὲν συντελῶν τῇ ἀνθρωπίνῃ τροφῇ· οἶδεν γὰρ ὁ πρὸς τὴν θαυματοποιΐαν βλέπων τῆς φύσεως
20ὅτι οὐκ ἂν ἄλλως ἐκ τῶν σπερμάτων τε καὶ βλαστημάτων ὁ καρπὸς τελειωθείη μὴ τῆς τεχνικῆς ταύτης ἀκολουθίας ὁδοποιούσης αὐτοῦ τὴν τελείωσιν. οὐ γὰρ ἐπειδὴ πρὸς ἀπόλαυσιν ἡμετέραν ὁ προεκβαλλόμενος ἐκ τῶν σπερμάτων χόρτος ἀχρήστως ἔχει, διὰ τοῦτο περιττόν τε καὶ παρέλκον
25ἐστὶ τὸ γινόμενον. ὁ μὲν γὰρ τῆς τροφῆς χρῄζων πρὸς τὴν ἑαυτοῦ χρείαν ὁρᾷ, ὁ δὲ τῆς φύσεως λόγος οὐ πρὸς ἄλλο τι βλέπει, ἀλλ’ ὅπως ἂν προαγάγοι τὴν καρπογονίαν
διὰ τῆς τεταγμένης ἀκολουθίας ἐπὶ τὸ τέλειον. διὸ πρῶτον49

9

.

50

πολυμερῶς διὰ ῥιζῶν τῷ ὑποκειμένῳ ἐμφύεται, δι’ ὧν ἕλκει τὴν κατάλληλον ἑαυτῷ διὰ τῆς ἰκμάδος τροφήν, εἶτα χόρτον βλαστάνει [διὰ τὴν ἐκ τοῦ ἀέρος βλάβην προκάλυμμα τῆς ῥίζης τὴν πόαν ποιούμενος] ὅπερ καρπὸς μὲν οὐκ ἔστι
5συνεργία δέ τις καὶ ὁδὸς γίνεται τῆς τοῦ καρποῦ τελειώσεως πρῶτον μὲν ἐκκαθαίρων δι’ ἑαυτοῦ τὴν ἐγκειμένην τῷ σπέρματι δύναμιν (οἷόν τι περίττωμα τοῦ καρποῦ τὸν χόρτον προαποσκευαζομένης τῆς φύσεως), εἶτα σκέπασμα γίνεται τῇ ῥίζῃ πρὸς τὰς ἐκ τοῦ ἀέρος βλάβας τὰς διὰ κρύους τε
10καὶ θάλπους ἐγγινομένας. εὐτονώτερον δὲ ἤδη διὰ βάθους ἐν ταῖς ῥίζαις ὑποσκευασθέντος τοῦ σπέρματος τότε τοῦ χόρτου λοιπὸν ἀμεληθέντος διὰ τὸ μηκέτι δεῖσθαι τὴν ῥίζαν τοῦ προκαλύμματος πρὸς τὴν τῆς καλάμης ἀναδρομὴν πᾶσα συνδίδοται δύναμις μηχανικῇ τινι σοφίᾳ τὴν
15αὐλοειδῆ κατασκευὴν φιλοτεχνούσης τῆς φύσεως, ἧς εὐθυτενὴς μὲν ἡ βλάστη χιτῶσιν ἐπαλλήλοις ἐν κύκλῳ διειλημμένη· χρὴ γὰρ τούτοις ὑγρὰν οὖσαν καὶ ἄτονον τὴν καλάμην παρὰ τὴν πρώτην ἐντρέφεσθαι τοῖς διὰ μέσου συνδέσμοις ἀσφα‐ λείας χάριν ὑπεζωσμένην. εἰ δὲ πρὸς τὸ σύμμετρον ἀναδράμοι
20μῆκος, τότε κομᾷ ἡ καλάμη τοῦ τελευταίου χιτῶνος ἀφ’ ἑαυτοῦ τὸν στάχυν προδείξαντος, ὃς εἰς πολλοὺς ἀθέρας τριχοειδῶς διαιρούμενος κρύπτει τὸν κόκκον τὸν κατὰ τὴν βάσιν τῶν ἀθέρων τοῖς ἐλύτροις ὑποτρεφόμενον. εἰ τοίνυν οὔτε πρὸς τὰς ῥίζας τῶν σπερμάτων ὁ γεωργὸς δυσχεραίνει
25οὔτε πρὸς τὸν προεκβαλλόμενον ἐκ τοῦ σπέρματος χόρτον50

9

.

51

οὔτε εἰς τοὺς ἀθέρας τοῦ στάχυος, ἀλλ’ ἐν ἑκάστῳ τούτων ἐνθεωρεῖ τινα χρείαν ἀναγκαίαν, δι’ ἧς τεχνικῶς ἡ φύσις ὁδεύουσα προάγει τὸν καρπὸν εἰς τελείωσιν διὰ τῆς τῶν ἀχρείων ἀποποιήσεως τὴν γόνιμον ἐκκαθαίρουσα δύναμιν,
5ὥρα καὶ σοὶ μὴ δυσχεραίνειν διὰ τῶν ἀναγκαίων ὁδῶν προιούσης ἡμῶν τῆς φύσεως ἐπὶ τὸ ἴδιον τέλος ἀλλ’ ἡγεῖσθαι κατὰ τὴν ἐν τοῖς σπέρμασιν ἀναλογίαν τὸ ἀεὶ παρὸν πρός τι πάντως χρησίμως τε καὶ ἀναγκαίως ἔχειν, οὐ μὴν τοῦτο εἶναι οὗ χάριν εἰς γένεσιν ἤλθομεν. οὐ γὰρ ἐπὶ τὸ ἔμβρυον
10γενέσθαι παρὰ τοῦ δημιουργήσαντος ἡμᾶς ὑπέστημεν οὐδὲ πρὸς τὸν βρεφώδη βίον ὁ σκοπὸς τῆς φύσεως βλέπει οὐδὲ πρὸς τὰς ἐφεξῆς ἡλικίας ὁρᾷ ἃς ἀεὶ διὰ τῆς ἀλλοιώσεως μετενδύεται τῷ χρόνῳ τὸ εἶδος συνεξαλλάσσουσα, οὐδὲ πρὸς τὴν ἐπιγινο‐ μένην διὰ τοῦ θανάτου λύσιν τῷ σώματι, ἀλλὰ πάντα ταῦτα
15καὶ τὰ τοιαῦτα τῆς ὁδοῦ δι’ ἧς πορευόμεθα, μέρη ἐστίν. ὁ δὲ σκοπὸς καὶ τὸ πέρας τῆς διὰ τούτων πορείας ἡ πρὸς τὸ ἀρχαῖον ἀποκατάστασις, ὅπερ οὐδὲν ἕτερον ἢ ἡ πρὸς τὸ θεῖόν ἐστιν ὁμοίωσις. καὶ ὥσπερ ἐπὶ τῆς κατὰ τὸν στάχυν εἰκόνος ἀναγκαῖος μὲν ἐφάνη τῷ λόγῳ τῆς φύσεως καὶ ὁ
20προεκβαλλόμενος χόρτος, οὐ μὴν δὲ δι’ ἐκεῖνόν ἐστιν ἡ γεωργία οὐδὲ χιτῶνες καὶ ἀθέρες καὶ καλάμη καὶ ὑποζώματα πρόκεινται τῇ τῆς γεωργίας σπουδῇ ἀλλ’ ὁ τρόφιμος καρπὸς ὁ διὰ τούτων προιὼν εἰς τελείωσιν, οὕτω καὶ τῆς ζωῆς τὸ μὲν προσδοκώμενον πέρας μακαριότης ἐστίν, τὰ δὲ ὅσα περὶ τὸ
25σῶμα νῦν καθορᾶται, θάνατος καὶ γῆρας καὶ νεότης καὶ νηπιότης καὶ ἡ ἐν ἐμβρύῳ διάπλασις, πάντα ταῦτα οἷόν
τινες χόρτοι καὶ ἀθέρες καὶ κάλαμοι ὁδὸς καὶ ἀκολουθία51

9

.

52

καὶ δύναμις τῆς ἐλπιζομένης ἐστὶ τελειώσεως. πρὸς ἣν βλέπων ἐὰν εὐφρονῇς, οὔτε ἀπεχθῶς ἕξεις πρὸς ταῦτα οὔτε μὴν ἐμπαθῶς τε καὶ ἐπιθυμητικῶς διατεθήσῃ ὡς ἢ χωριζό‐ μενος αὐτῶν ἀνιᾶσθαι ἢ αὐτομολεῖν πρὸς τὸν θάνατον.
5 Εἰ δὲ χρὴ προσθεῖναι καὶ τοῦτο τῷ λόγῳ, οὐκ ἄχρηστον ἴσως ἐστίν, κἂν ἔξω τῆς ἀκολουθίας εἶναι δοκῇ, ὅτι ἐμμελετᾷ τῷ θανάτῳ διὰ παντὸς ἡ φύσις καὶ συμπέφυκε διὰ τοῦ χρόνου προιούσῃ τῇ ζωῇ πάντως ὁ θάνατος. πρὸς γὰρ τὸ μέλλον ἐκ τοῦ παρῳχηκότος τῆς ζωῆς πάντοτε κινουμένης
10καὶ οὐδέποτε πρὸς τὸ κατόπιν ἀναλυούσης θάνατός ἐστι τὸ πάντοτε τῇ ζωτικῇ ἐνεργείᾳ συνημμένως ἑπόμενον. ἐν γὰρ τῷ παρῳχηκότι τοῦ χρόνου παύεται πάντως πᾶσα κίνησις ζωτικὴ καὶ ἐνέργεια. ἐπεὶ οὖν ἴδιόν ἐστι θανάτου τὸ ἄπρακτόν τε καὶ ἀνενέργητον, τοῦτο δὲ κατόπιν ἀεὶ τῇ
15ζωτικῇ ἐνεργείᾳ πάντως ἐφέπεται, οὐκ ἔξω τῆς ἀληθείας ἐστὶ τὸ συμπεπλέχθαι τῇ ζωῇ ταύτῃ τὸν θάνατον λέγειν. καὶ ἄλλως δ’ ἄν τις εὕροι τὸ τοιοῦτον νόημα διὰ τῆς ἀληθείας ἡμῖν κρατυνόμενον αὐτῆς τῆς πείρας μαρτυρούσης τῷ δόγματι ὅτι οὐχ ὁ αὐτός ἐστι τῷ χθιζῷ ὁ σήμερον ἄνθρωπος
20κατὰ τὸ ὑλικῶς ὑποκείμενον, ἀλλά τι πάντως αὐτοῦ διὰ παντὸς νεκροῦται καὶ ὄζει καὶ διαφθείρεται καὶ ἐκβάλλεται καθάπερ οἰκίας τινὸς τῆς τοῦ σώματος λέγω κατασκευῆς, τὴν νεκρώδη δυσωδίαν ἐκφερούσης τῆς φύσεως καὶ τῇ γῇ παραδιδούσης τὸ ἤδη τῆς ζωτικῆς δυνάμεως ἔξω γενόμενον.
25διὸ κατὰ τὴν τοῦ μεγάλου φωνὴν Παύλου Καθ’ ἡμέραν
ἀποθνήσκομεν οὐχ οἱ αὐτοὶ διὰ παντὸς ἐν τῷ αὐτῷ διαμένοντες52

9

.

53

οἴκῳ τοῦ σώματος ἀλλ’ ἑκάστοτε ἄλλοι ἐξ ἄλλου γινόμενοι, διὰ προσθήκης τε καὶ ἀποποιήσεως ὡς πρὸς καινὸν σῶμα διὰ παντὸς ἀλλοιούμενοι. τί οὖν ξενιζόμεθα πρὸς τὸν θάνατον, οὗ ἀπεδείχθη μελέτη διηνεκὴς καὶ γυμνάσιον ἡ διὰ σαρκὸς
5οὖσα ζωή; κἂν τὸν ὕπνον εἴπῃς καὶ τὴν ἐγρήγορσιν, ἄλλην θανάτου λέγεις πρὸς τὴν ζωὴν συμπλοκὴν κατασβεννυμένης ἐν τοῖς καθεύδουσι τῆς αἰσθήσεως καὶ πάλιν τῆς ἐγρηγόρσεως ἐνεργούσης ἡμῖν ἐν ἑαυτῇ τὴν ἐλπιζομένην ἀνάστασιν. Ἀλλ’ οὔπω τὸ προκείμενον ἡμῖν ἐσαφηνίσθη διὰ τῶν
10εἰρημένων τοῦ ἐπεισοδίου νοήματος πρὸς ἑτέραν θεωρίαν παραγαγόντος τὸν λόγον. πάλιν τοίνυν τὸ προτεθὲν ἀναλάβω‐ μεν ὅτι οὐκ ἀχρήστως πρὸς τὴν προσδοκωμένην τῶν ἀγαθῶν ἐλπίδα οὐδὲ ἡ τοῦ σώματος φύσις ἔχει. εἰ μὲν γὰρ ἦμεν ὅπερ ἐξ ἀρχῆς ἐγενόμεθα, οὐκ ἂν πάντως τοῦ δερματίνου
15χιτῶνος προσεδεήθημεν ἐπιλαμπούσης ἡμῖν τῆς πρὸς τὸ θεῖον ὁμοιώσεως. ὁ δὲ θεῖος χαρακτὴρ ὁ ἐπιφαινόμενος ἡμῖν τὸ κατ’ ἀρχὰς οὐ ποιὰ σχήματός τινος ἢ χρώματος ἦν ἰδιότης, ἀλλ’ οἷς τὸ θεῖον θεωρεῖται κάλλος τοιούτοις ἐκαλλωπίζετο καὶ ὁ ἄνθρωπος δι’ ἀπαθείας τε καὶ μακα‐
20ριότητος καὶ ἀφθαρσίας τὴν ἐν τῷ ἀρχετύπῳ χάριν ἀπομιμού‐ μενος. ἐπειδὴ δὲ δι’ ἀπάτης τοῦ ἐχθροῦ τῆς ζωῆς ἡμῶν πρὸς τὸ κτηνῶδες καὶ ἄλογον ἑκουσίως τὴν ῥοπὴν ἔσχεν ὁ ἄνθρω‐ πος, τὸ μὲν ἄκοντας ἀποστῆσαι τοῦ χείρονος καὶ πρὸς τὸ κρεῖττον ἀναγκαστικῶς μεταθεῖναι τοῖς μὲν ἀνεξετάστοις
25χρήσιμον ἴσως δοκεῖ, τῷ δὲ πλάστῃ τῆς φύσεως ἀλυσιτελὲς
ἐφάνη καὶ ἄδικον τὴν τοῦ μεγίστου τῶν ἀγαθῶν ζημίαν διὰ53

9

.

54

τῆς τοιαύτης οἰκονομίας ἐμποιῆσαι τῇ φύσει. ἐπειδὴ γὰρ θεοειδὴς ὁ ἄνθρωπος ἐγένετο καὶ μακάριος τῷ αὐτεξουσίῳ τετιμημένος (τὸ γὰρ αὐτοκρατές τε καὶ ἀδέσποτον ἴδιόν ἐστι τῆς θείας μακαριότητος), τὸ δι’ ἀνάγκης αὐτὸν ἐπί τι
5μεταχθῆναι βιαίως ἀφαίρεσις τοῦ ἀξιώματος ἦν. εἰ γὰρ ἑκουσίως τὴν ἀνθρωπίνην φύσιν κατὰ τὴν αὐτεξούσιον κίνησιν ἐπί τι τῶν οὐ δεόντων ὁρμήσασαν βιαίως τε καὶ κατ‐ ηναγκασμένως τῶν ἀρεσάντων ἀπέστησεν, ἀφαίρεσις ἂν ἦν τοῦ προέχοντος ἀγαθοῦ τὸ γινόμενον καὶ τῆς ἰσοθέου
10τιμῆς ἀποστέρησις. (ἰσόθεον γάρ ἐστι τὸ αὐτεξούσιον.) ὡς ἂν οὖν καὶ ἡ ἐξουσία μένοι τῇ φύσει καὶ τὸ κακὸν ἀπογέ‐ νοιτο, ταύτην εὗρεν ἡ σοφία τοῦ θεοῦ τὴν ἐπίνοιαν τὸ ἐᾶσαι τὸν ἄνθρωπον ἐν οἷς ἐβουλήθη γενέσθαι, ἵνα γευσάμενος τῶν κακῶν ὧν ἐπεθύμησεν καὶ τῇ πείρᾳ μαθὼν οἷα ἀνθ’ οἵων
15ἠλλάξατο, παλινδρομήσῃ διὰ τῆς ἐπιθυμίας ἑκουσίως πρὸς τὴν πρώτην μακαριότητα ἅπαν τὸ ἐμπαθές τε καὶ ἄλογον ὥσπερ τι ἄχθος ἀποσκευάσας τῆς φύσεως ἤτοι κατὰ τὴν παροῦσαν ζωὴν διὰ προσοχῆς τε καὶ φιλοσοφίας ἐκκαθαρθεὶς ἢ μετὰ τὴν ἐνθένδε μετάστασιν διὰ τῆς τοῦ καθαρσίου πυρὸς
20χωνείας. ὥσπερ γὰρ εἴ τις ἰατρικὸς ὢν καὶ πᾶσαν ἐπιστήμην τῶν τε σωτηρίων καὶ τῶν δηλητηρίων ἐκ τέχνης ἔχων συμβου‐ λεύων τῷ μειρακίῳ τὰ δέοντα μὴ δυνηθείη διὰ συμβουλῆς κωλῦσαι τὸν ἀτελῆ κατὰ τὴν ἡλικίαν τε καὶ τὴν φρόνησιν ἐπι‐ θυμητικῶς πρός τινα φθοροποιὸν καρπὸν ἢ πόαν διατεθέντα,
25ἔχων δὲ παντοίαν τῶν ἀλεξιφαρμάκων παρασκευὴν ἐπιτρέ‐54

9

.

55

ψειε τῷ παιδὶ μετασχεῖν τῶν βλαπτόντων, ἐφ’ ᾧτε διὰ τῆς τῶν ἀλγεινῶν πείρας τὸ χρήσιμον τῆς πατρῴας συμβουλῆς μαθόντα καὶ ἐν ἐπιθυμίᾳ τῆς ὑγιείας γενόμενον πάλιν διὰ τῶν ἀλεξητηρίων ἐπαναγάγῃ πρὸς εὐεξίαν τὸν παῖδα ἧς διὰ
5τῆς ἀτόπου τῶν δηλητηρίων ἐπιθυμίας ἐξέπεσεν, οὕτως ὁ γλυκύς τε καὶ ἀγαθὸς τῆς φύσεως ἡμῶν πατὴρ ὁ εἰδὼς καὶ δι’ ὧν σῳζόμεθα καὶ δι’ ὧν ἀπολλύμεθα, ἐγνώρισε μὲν τῷ ἀνθρώπῳ τὸ δηλητήριον καὶ τὸ μὴ μετασχεῖν συνεβούλευσεν, κρατησάσης δὲ τῆς ἐπιθυμίας τοῦ χείρονος οὐκ ἠπόρησε
10τῶν ἀγαθῶν ἀντιφαρμάκων, δι’ ὧν ἐπαναγάγῃ πάλιν πρὸς τὴν ἐξ ἀρχῆς εὐεξίαν τὸν ἄνθρωπον. τὴν γὰρ ὑλικὴν ταύτην ἡδονὴν πρὸ τῆς ψυχικῆς εὐφροσύνης τοῦ ἀνθρώπου προελο‐ μένου συντρέχειν μέν πως ἔδοξεν αὐτῷ τῇ ὁρμῇ διὰ τοῦ δερματίνου χιτῶνος, ὃν διὰ τὴν πρὸς τὸ χεῖρον αὐτῷ ῥοπὴν
15περιέθηκεν, δι’ οὗ τῆς ἀλόγου φύσεως [ἐπεμίχθη τῷ ἀνθρώπῳ] τὰ ἰδιώματα [ὧν τῶν ἀλόγων ζῴων] τῆς λογικῆς φύσεως ἔνδυμα κατεσκευάσθη τῇ σοφίᾳ τοῦ διὰ τῶν ἐναντίων οἰκονομοῦντος τὰ κρείττονα· πάντα γὰρ φέρων ἐν ἑαυτῷ τὰ ἰδιώματα ὁ δερμάτινος ἐκεῖνος χιτὼν ὅσα εἶχε περιέχων
20τὴν ἄλογον φύσιν, ἡδονήν τε καὶ θυμὸν καὶ γαστριμαργίαν καὶ ἀπληστίαν καὶ τὰ ὅμοια, ὁδὸν δίδωσι τῇ ἀνθρωπίνῃ προαιρέσει τῆς καθ’ ἑκάτερον ῥοπῆς εἰς ἀρετήν τε καὶ κακίαν ὕλη γινόμενος. τούτοις γὰρ ἐμβιοτεύων κατὰ τὸν τῇδε βίον ὁ ἄνθρωπος τῇ αὐτεξουσίῳ κινήσει εἰ μὲν διακρίνοι τοῦ
25ἀλόγου τὸ ἴδιον καὶ πρὸς ἑαυτὸν βλέποι διὰ τῆς ἀστειοτέρας
ζωῆς, καθάρσιον τῆς ἐμμιχθείσης κακίας τὸν παρόντα βίον55

9

.

56

ποιήσεται, κρατῶν διὰ τοῦ λόγου τῆς ἀλογίας· εἰ δὲ πρὸς τὴν ἄλογον τῶν παθημάτων ῥοπὴν ἐπικλιθείη τῷ τῶν ἀλόγων δέρματι συνεργῷ χρησάμενος πρὸς τὰ πάθη, ἄλλως μετὰ ταῦτα βουλεύσεται πρὸς τὸ κρεῖττον μετὰ τὴν ἐκ τοῦ σώματος
5ἔξοδον γνοὺς τῆς ἀρετῆς τὸ πρὸς τὴν κακίαν διάφορον ἐν τῷ μὴ δύνασθαι μετασχεῖν τῆς θειότητος μὴ τοῦ καθαρσίου πυρὸς τὸν ἐμμιχθέντα τῇ ψυχῇ ῥύπον ἀποκαθάραντος. Ταῦτά ἐστιν ἃ τὴν τοῦ σώματος χρείαν ἀναγκαίαν ἡμῖν ἐποίησεν, δι’ οὗ τό τε αὐτεξούσιον σῴζεται καὶ ἡ πρὸς τὸ
10ἀγαθὸν πάλιν ἐπάνοδος οὐ κωλύεται· ἀλλὰ τῇ περιοδικῇ ταύτῃ ἀκολουθίᾳ διὰ τοῦ ἑκουσίου γίνεται ἡμῖν ἡ πρὸς τὸ κρεῖττον ῥοπὴ τῶν μὲν ἐντεῦθεν ἤδη διὰ τῆς ἐν σαρκὶ ζωῆς τὸν πνευματικὸν ἐν ἀπαθείᾳ κατορθούντων βίον, οἵους γεγενῆσθαι τοὺς πατριάρχας τε καὶ τοὺς προφήτας ἀκούομεν
15καὶ τοὺς σὺν αὐτοῖς τε καὶ μετ’ ἐκείνους δι’ ἀρετῆς τε καὶ φιλοσοφίας ἀναδραμόντας ἐπὶ τὸ τέλειον (μαθητὰς λέγω καὶ ἀποστόλους καὶ μάρτυρας καὶ πάντας τοὺς τὴν ἐνάρετον ζωὴν πρὸ τοῦ ὑλικοῦ τετιμηκότας βίου, οἳ κἂν ἐλάττους ὦσι τῷ ἀριθμῷ τοῦ πλήθους τῶν πρὸς τὸ χεῖρον ἀπορρεόντων,
20οὐδὲν ἧττον τὸ δυνατὸν εἶναι διὰ σαρκὸς τὴν ἀρετὴν κατορθῶ‐ σαι μαρτυροῦνται), τῶν δὲ λοιπῶν διὰ τῆς εἰς ὕστερον ἀγωγῆς ἐν τῷ καθαρσίῳ πυρὶ ἀποβαλλόντων τὴν πρὸς
τὴν ὕλην προσπάθειαν καὶ πρὸς τὴν ἐξ ἀρχῆς ἀποκληρωθεῖσαν56

9

.

57

τῇ φύσει χάριν διὰ τῆς τῶν ἀγαθῶν ἐπιθυμίας ἑκουσίως ἐπανιόντων. οὐ γὰρ εἰς ἀεὶ παραμένει τῶν ἀλλοτρίων ἡ ἐπιθυμία τῇ φύσει, διότι πλήσμιον ἑκάστῳ καὶ προσκορές ἐστι τὸ μὴ ἴδιον οὗ μὴ κατ’ ἀρχὰς ἔσχεν ἐν ἑαυτῇ τὴν
5κοινωνίαν ἡ φύσις, μόνον δὲ τὸ συγγενὲς καὶ ὁμόφυλον ποθεινὸν καὶ ἐράσμιον εἰς ἀεὶ διαμένει, ἕως ἂν ἐφ’ ἑαυτῆς ἡ φύσις ἀπαράτρεπτος μένῃ. εἰ δέ τινα ἐκτροπὴν πάθοι διὰ μοχθηρᾶς προαιρέσεως, τότε αὐτῇ τῶν ἀλλοτρίων ἡ ἐπιθυμία ἐγγίνεται, ὧν ἡ ἀπόλαυσις ἡδύνει οὐχὶ τὴν φύσιν ἀλλὰ τὸ
10πάθος τῆς φύσεως, ἐκχωρήσαντος δὲ τοῦ πάθους καὶ ἡ τῶν παρὰ φύσιν ἐπιθυμία συνανεχώρησεν καὶ γίνεται πάλιν αὐτῇ τὸ οἰκεῖον ποθεινὸν καὶ κατάλληλον. τοῦτο δέ ἐστι τὸ καθαρόν τε καὶ ἄϋλον καὶ ἀσώματον, ὅπερ ἴδιον τῆς ὑπερκει‐ μένης τῶν πάντων θεότητος εἰπών τις οὐχ ἁμαρτήσεται.
15ὡς γὰρ τοῖς σωματικοῖς ὀφθαλμοῖς ῥεύματός τινος δριμυτέρου τὸ ὀπτικὸν πνεῦμα θολώσαντος ἴδιον ὁ ζόφος γίνεται διὰ τὴν τῆς παχύτητος πρὸς τὸ σκότος συγγένειαν, εἰ δὲ δαπανη‐ θείη διά τινος θεραπείας τὸ διοχλῆσαν τῷ πνεύματι, πάλιν τὸ φῶς οἰκεῖον καὶ κατάλληλον γίνεται τῷ καθαρῷ τε καὶ
20αὐγοειδεῖ τῆς κόρης καταμιγνύμενον, τὸν αὐτὸν τρόπον ἐπειδὴ ῥεύματός τινος δίκην δι’ ἀπάτης τοῦ ἀντικειμένου ἐπερρύη τῷ ὀπτικῷ τῆς ψυχῆς ἡ κακία, ἑκουσίως πρὸς τὸν σκοτεινὸν βίον ὁ λογισμὸς ἐπεκλίθη διὰ τοῦ πάθους οἰκειωθεὶς τῷ ζόφῳ (Πᾶς γὰρ ὁ τὰ φαῦλα πράσσων μισεῖ τὸ φῶς καθώς
25φησιν ἡ θεία φωνή), ἐκδαπανηθέντος δὲ τοῦ κακοῦ ἐκ τῶν ὄντων καὶ εἰς τὸ μὴ ὂν αὖθις μεταχωρήσαντος πάλιν μεθ’ ἡδονῆς ἀναβλέπει πρὸς τὸ φῶς ἡ φύσις τοῦ ἐπιθολοῦντος
τὸ καθαρὸν τῆς ψυχῆς ἐκχωρήσαντος.57

9

.

58

Μάταιον τοίνυν δέδεικται διὰ τῶν εἰρημένων τὸ δυσμενῶς πρὸς τὴν τῆς σαρκὸς ἔχειν φύσιν· οὐ γὰρ ταύτης ἤρτηται τῶν κακῶν ἡ αἰτία (ἢ γὰρ ἂν κατὰ πάντων ἐπίσης ἔσχε τὸ κράτος τῶν τὸν σωματικὸν εἰληχότων βίον), ἀλλ’
5ἐπειδὴ τῶν ἐπ’ ἀρετῇ μνημονευομένων ἕκαστος καὶ ἐν σαρκὶ ἦν καὶ ἐν κακίᾳ οὐκ ἦν, φανερὸν διὰ τούτων ἐστὶν ὅτι οὐ τὸ σῶμα τῶν παθημάτων αἴτιον ἀλλ’ ἡ προαίρεσις ἡ δημιουργοῦσα τὰ πάθη. τὸ μὲν γὰρ σῶμα καταλλήλως τῇ ἰδίᾳ κινεῖται φύσει, δι’ ὧν συντηρεῖται πρὸς τὴν ἑαυτοῦ
10σύστασιν καὶ διαμονὴν πρὸς ταῦτα ταῖς ἰδίαις ὁρμαῖς διοικού‐ μενον. οἷόν τι λέγω· βρώσεώς ἐστιν αὐτῷ χρεία καὶ πόσεως ὥστε τὸ διαπνευσθὲν τῆς δυνάμεως πάλιν ἀντεισαχθῆναι τῷ λείποντι. πρὸς τοῦτο κινεῖται ἡ ὄρεξις. πάλιν διὰ τῆς τῶν γινομένων διαδοχῆς θνητὴ οὖσα ἡ τοῦ σώματος φύσις
15ἀθανατίζεται. διὰ τοῦτο καὶ πρὸς ταύτην τὴν ὁρμὴν ἐπιτη‐ δείως ἔχει. ἔτι πρὸς τούτοις γυμνὸν τοῦ ἐκ τῶν τριχῶν σκεπάσματος τὸ σῶμα πεποίηται, οὗ χάριν τῆς ἔξωθεν περιβολῆς ἐδεήθημεν. ἀλλὰ καὶ πρὸς φλογμόν τε καὶ κρύος καὶ ἐπομβρίαν ἀντισχεῖν οὐ δυνάμενοι τὴν ἐκ τῶν οἴκων σκέπην
20ἐπεζητήσαμεν. ταῦτα καὶ τὰ τοιαῦτα ὁ μὲν λελογισμένως πρὸς τὴν χρείαν βλέπων δέχεται τούτων ἕκαστον ἀπραγμόνως ὅρον τῆς ὀρέξεως τὸν σκοπὸν τῆς χρείας ποιούμενος· οἶκον ἱμάτιον συζυγίαν τροφήν, δι’ ἑκάστου τούτων θεραπεύων τὸ ἐνδέον τῆς φύσεως. ὁ δὲ τῶν ἡδονῶν ὑπηρέτης ὁδοὺς
25παθημάτων τὰς ἀναγκαίας χρείας ἐποίησεν ἀντὶ μὲν τῆς τροφῆς τὴν τρυφὴν ἐπιζητῶν, ἀντὶ δὲ τῆς περιβολῆς τὸν
καλλωπισμὸν προαιρούμενος, ἀντὶ δὲ τῆς τῶν οἴκων χρείας58

9

.

59

τὴν πολυτέλειαν, ἀντὶ δὲ τῆς παιδοποιΐας πρὸς τὰς παρανό‐ μους τε καὶ ἀπηγορευμένας ἡδονὰς βλέπων. διὰ τοῦτο ἥ τε πλεονεξία πλατείαις ταῖς πύλαις τῇ ἀνθρωπίνῃ ζωῇ εἰσεκώ‐ μασεν, καὶ ἡ μαλακία καὶ ὁ τῦφος καὶ ἡ χαυνότης καὶ ἡ
5πολυειδὴς ἀσωτία καὶ τὰ τοιαῦτα ὥσπερ τινὲς ὄζοι καὶ ξη‐ ράδες τῶν ἀναγκαίων χρειῶν παρεβλάστησαν διὰ τὸ παρελθεῖν τοὺς τῆς χρείας ὅρους τὴν ὄρεξιν καὶ τοῖς ἐπ’ οὐδενὶ χρησίμῳ σπουδαζομένοις ἐπιπλατύνεσθαι. τί γὰρ κοινὸν ἔχει πρὸς τὸ τῆς τροφῆς χρήσιμον ὁ διάγλυφος ἄργυρος χρυσῷ καὶ λίθοις
10ἐπανθιζόμενος; ἢ τίνος χάριν ἐπεδεήθη τὸ ἱμάτιον τοῦ χρυσοῦ νήματος καὶ τῆς εὐανθοῦς πορφυρίδος καὶ τῆς ὑφαν‐ τικῆς ζωγραφίας, δι’ ἧς πόλεμοι καὶ θῆρες καὶ τὰ τοιαῦτα τοῖς χιτῶσί τε καὶ τοῖς ἐπενδύμασι παρὰ τῶν ὑφαινόντων ἐνζωγραφοῦνται, οἷς συμμαχοῦσα ἡ τῆς πλεονεξίας ἐνεφύη
15νόσος; ἵνα γὰρ ἐπιτύχωσι τῆς πρὸς ταῦτα παρασκευῆς καὶ δυνάμεως, τὰς τῶν ἐπιθυμουμένων ὕλας παρὰ τῆς πλεονεξίας πορίζονται. ἡ δὲ πλεονεξία τῇ ἀπληστίᾳ τὴν εἴσοδον ἤνοιξεν, ἥτις ἐστὶ κατὰ τὸν Σολομῶνα ὁ τετρημένος πίθος ἀεὶ τοῖς ἐπαντλοῦσι λείπων καὶ κενὸς εὑρισκόμενος. οὐκοῦν οὐ τὸ
20σῶμα τὰς τῶν κακῶν ἀφορμὰς ἀλλ’ ἡ προαίρεσις ἐμποιεῖ τὸν σκοπὸν τῆς χρείας εἰς τὴν τῶν ἀτόπων ἐπιθυμίαν ἐκτρέπουσα. Μὴ τοίνυν κακιζέσθω παρὰ τῶν ἀπερισκέπτων τὸ σῶμα, ᾧ μετὰ ταῦτα διὰ τῆς παλιγγενεσίας μεταστοιχειωθέντι
25πρὸς τὸ θειότερον ἡ ψυχὴ καλλωπίσεται τὰ περιττά τε καὶ59

9

.

60

ἄχρηστα ὡς πρὸς τὴν ἀπόλαυσιν τῆς μελλούσης ζωῆς τοῦ θανάτου ἀποκαθάραντος. οὐ γὰρ πρὸς ἃ νῦν ἐπιτηδείως ἔχει τὰ αὐτὰ καὶ ἐν τῷ μετὰ ταῦτα χρησιμεύσει βίῳ, ἀλλ’ οἰκεία καὶ κατάλληλος ἔσται τῇ ἀπολαύσει τῆς ζωῆς ἐκείνης
5ἡ τοῦ σώματος ἡμῶν παρασκευὴ ἁρμοδίως πρὸς τὴν τῶν ἀγαθῶν μετουσίαν διατεθεῖσα. οἷόν τι λέγω (κρεῖττον γὰρ ὑποδείγματι τῶν γνωρίμων τινὶ διασαφηνίσαι τὸ νόημα)· ἡ τοῦ σιδήρου βῶλος χρησιμεύει τῇ χαλκευτικῇ τέχνῃ καὶ ἀκατέργαστος ἄκμων γενομένη τοῦ τεχνιτεύοντος. ἀλλ’
10ὅταν δέῃ πρός τι λεπτότερον μετεργασθῆναι τὸν σίδηρον, τότε δι’ ἐπιμελείας τὴν βῶλον τοῦ πυρὸς ἐκκαθάραντος ἅπαν ἀποτίθεται τὸ γεῶδες καὶ ἄχρηστον, ὃ δὴ σκωρίαν οἱ τεχνῖται τῆς ἐργασίας ταύτης κατονομάζουσι, καὶ οὕτως ὁ ποτὲ ἄκμων λεπτουργηθεὶς ἢ θώραξ ἢ ἄλλο τι τῶν λεπτῶν
15κατασκευασμάτων ἐγένετο τοῦ τοιούτου περιττώματος ἐκκαθαρθεὶς διὰ τῆς χωνείας, ὅπερ ἕως ὅτε ἄκμων ἦν οὐκ ἐνομίζετο πρὸς τὴν τότε χρείαν εἶναι περίττωμα. συνετέλει γάρ τι καὶ ἡ σκωρία πρὸς τὸν ὄγκον τοῦ σιδήρου ἐγκαταμεμιγ‐ μένη τῇ βώλῳ. εἰ δὴ νενόηται ἡμῖν τὸ ὑπόδειγμα, μετακτέον
20ἤδη πρὸς τὸ προκείμενον νόημα τὴν ἐν τῷ ὑποδείγματι θεωρη‐ θεῖσαν διάνοιαν. τί οὖν ἐστι τοῦτο; πολλὰς ἔχει νῦν σκωριωδεῖς ποιότητας ἡ τοῦ σώματος φύσις, αἳ κατὰ μὲν τὴν παροῦσαν ζωὴν πρός τι χρήσιμον συντελοῦσιν, ἀχρήστως δὲ παντάπασι
καὶ ἀλλοτρίως ἔχουσι πρὸς τὴν μετὰ ταῦτα προσδοκωμένην60

9

.

61

μακαριότητα. ὅπερ οὖν ἐν τῷ πυρὶ περὶ τὸν σίδηρον γίνεται τὸ ἄχρηστον ἅπαν τῆς χωνείας ἀποποιούσης, τοῦτο διὰ τοῦ θανάτου κατορθοῦται τῷ σώματι παντὸς περιττώματος ἀποποιουμένου διὰ τῆς ἐν τῇ νεκρότητι λύσεως. φανερὰ μὲν
5οὖν ἐστι πάντως τοῖς ἐπεσκεμμένοις ποῖα ταῦτά ἐστιν ὧν ἀποκαθαίρεται τὸ σῶμα εἰς ὕστερον, ἅπερ εἰ μὴ παρείη κατὰ τὴν παροῦσαν ζωὴν ζημία γίνεται τοῦ βίου τούτου. Πλὴν ἀλλὰ καὶ παρ’ ἡμῶν σαφηνείας χάριν δι’ ὀλίγων εἰρήσεται· ἔστω καθ’ ὑπόθεσιν ἀντὶ μὲν τῆς βώλου ἡ ὄρεξις
10ἡ φυσικῶς ἐπὶ πάντων ἐνεργουμένη, ἀντὶ δὲ τῆς σκωρίας ταῦτα πρὸς ἃ νῦν τὰς ὁρμὰς ἔχει ἡ ὄρεξις· ἡδοναὶ καὶ πλοῦτοι καὶ φιλοδοξίαι καὶ δυναστεῖαι καὶ θυμοὶ καὶ τῦφοι καὶ τὰ τοιαῦτα. τούτων ἁπάντων καὶ τῶν τοιούτων καθάρσιον ἀκριβὲς ὁ θάνατος γίνεται· ὧν γυμνωθεῖσά τε καὶ καθαρθεῖσα
15πάντων ἡ ὄρεξις πρὸς τὸ μόνον ὀρεκτόν τε καὶ ἐπιθυμητὸν καὶ ἐράσμιον τῇ ἐνεργείᾳ τραπήσεται οὐκ ἀποσβέσασα καθόλου τὰς ἐγκειμένας φυσικῶς ἡμῖν ἐπὶ τὰ τοιαῦτα ὁρμὰς ἀλλὰ πρὸς τὴν ἄϋλον τῶν ἀγαθῶν μετουσίαν μεταποιήσασα. ἐκεῖ γὰρ ὁ ἔρως τοῦ ἀληθινοῦ κάλλους ὁ ἄπαυστος, ἐκεῖ ἡ
20ἐπαινετὴ τῶν τῆς σοφίας θησαυρῶν πλεονεξία καὶ ἡ καλή τε καὶ ἀγαθὴ φιλοδοξία ἡ τῇ κοινωνίᾳ τῆς τοῦ θεοῦ βασιλείας κατορθουμένη καὶ τὸ καλὸν πάθος τῆς ἀπληστίας 〈τὸ〉 οὐδέποτε κόρῳ τῶν ὑπερκειμένων πρὸς τὸν ἀγαθὸν 〈ἀνιὸν〉 πόθον ἐπικοπτόμενον. οὐκοῦν μαθὼν ὅτι τοῖς καθήκουσι χρόνοις
25ὁ τοῦ παντὸς τεχνίτης τὴν τοῦ σώματος βῶλον εἰς ὅπλον εὐδοκίας μεταχαλκεύσει Θώρακα δικαιοσύνης καθώς φησιν ὁ
ἀπόστολος καὶ Μάχαιραν πνεύματος καὶ Περικεφαλαίαν61

9

.

62

ἐλπίδος καὶ πᾶσαν τὴν τοῦ θεοῦ Πανοπλίαν κατεργασάμενος, ἀγάπα τὸ ἴδιον σῶμα κατὰ τὸν τοῦ ἀποστόλου νόμον, ὅς φησιν ὅτι Οὐδεὶς τὸ ἑαυτοῦ σῶμα ἐμίσησεν. Τὸ σῶμα δὲ τὸ κεκαθαρμένον ἀγαπᾶσθαι χρή, οὐ τὴν
5ἀποποιουμένην σκωρίαν. ἀληθὲς γάρ ἐστιν ὥς φησιν ἡ θεία φωνὴ Ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, τότε αὐτὴν εὑρήσομεν οἰκοδομὴν ἐκ θεοῦ γενομένην οἰκίαν ἀχειροποίητον αἰώνιον ἐν τοῖς οὐρανοῖς, ἀξίαν τοῦ εἶναι αὐτὴν θεοῦ Κατοικητήριον ἐν πνεύματι. καί μοι μηδεὶς
10χαρακτῆρα καὶ σχῆμα καὶ εἶδος ὑπογραφέτω τῆς ἀχειροποιή‐ του ἐκείνης οἰκίας καθ’ ὁμοιότητα τῶν νῦν ἐπιφαινομένων ἡμῖν χαρακτήρων καὶ διακρινόντων ἡμᾶς ἀπ’ ἀλλήλων τοῖς ἰδιώμασιν. οὐ γὰρ μόνης τῆς ἀναστάσεως ἡμῖν παρὰ τῶν θείων λογίων κεκηρυγμένης ἀλλὰ καὶ τὸ δεῖν ἀλλαγῆναι
15τοὺς ἀνακαινισθέντας διὰ τῆς ἀναστάσεως τῆς θείας διεγγυω‐ μένης γραφῆς, ἀνάγκη πᾶσα κεκρύφθαι παντάπασι καὶ ἀγνοεῖσθαι πρὸς ὅ τι ἀλλαγησόμεθα τῷ μηδὲν ὑπόδειγμα τῶν ἐλπιζομένων ἐν τῷ νῦν καθορᾶσθαι βίῳ. νῦν μὲν γὰρ πᾶν τὸ παχὺ καὶ στερέμνιον ἐκ φύσεως ἔχει τὴν ἐπὶ τὸ κάτω
20φοράν, τότε δὲ πρὸς τὸ ἀνωφερὲς ἡ μεταποίησις τοῦ σώματος γίνεται οὕτως εἰπόντος τοῦ λόγου ὅτι μετὰ τὸ ἀλλαγῆναι τὴν φύσιν ἐν πᾶσι τοῖς ἀναβεβιωκόσι διὰ τῆς ἀναστάσεως Ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα καὶ οὕτως πάντοτε σὺν κυρίῳ ἐσόμεθα. εἰ τοίνυν ἐπὶ τῶν
25ἀλλαγέντων τὸ βάρος οὐ παραμένει τῷ σώματι, ἀλλὰ συμμε‐ τεωροποροῦσι τῇ ἀσωμάτῳ φύσει οἱ πρὸς τὴν θειοτέραν μετα‐
στοιχειωθέντες κατάστασιν, πάντως ὅτι καὶ τὰ λοιπὰ τῶν62

9

.

63

ἰδιωμάτων τοῦ σώματος πρός τι τῶν θεωτέρων συμμετατίθε‐ ται· τὸ χρῶμα τὸ σχῆμα ἡ περιγραφὴ καὶ τὰ καθ’ ἕκαστον πάντα. τούτου χάριν οὐδεμίαν ἀνάγκην ὁρῶμεν τοῖς ἀλλαγεῖσι διὰ τῆς ἀναστάσεως ἐνθεωρεῖσθαι τὴν τοιαύτην διαφορὰν
5ἣν νῦν διὰ τὴν τῶν ἐπιγινομένων ἀκολουθίαν ἀναγκαίως ἔσχεν ἡ φύσις (οὔτε μὴν ὅτι οὐκ ἔσται σαφῶς ἔστιν ἀποφή‐ νασθαι ἀγνοούντων ἡμῶν εἰς ὅ τι ταῦτα διὰ τῆς ἀλλαγῆς μεταβήσεται), ἀλλ’ ὅτι μὲν γένος ἔσται τῶν πάντων ἕν, ὅταν ἓν σῶμα Χριστοῦ οἱ πάντες γενώμεθα τῷ ἑνὶ χαρακτῆρι
10μεμορφωμένοι, οὐκ ἀμφιβάλλομεν πᾶσι κατὰ τὸ ἴσον τῆς θείας εἰκόνος ἐπιλαμπούσης, τί δὲ ἡμῖν ἀντὶ τῶν τοιούτων ἰδιωμάτων ἐν τῇ ἀλλαγῇ τῆς φύσεως προσγενήσεται, κρεῖττον εἶναι πάσης στοχαστικῆς ἐννοίας ἀποφαινόμεθα. ὡς δ’ ἂν μὴ καθ’ ὅλου ἀγύμναστος ἡμῖν ὁ περὶ τούτου λόγος κατα‐
15λειφθείη, τοῦτό φαμεν ὅτι εἰς οὐδὲν ἕτερον τῆς κατὰ τὸ ἄρρεν καὶ θῆλυ διαφορᾶς συνεργούσης τῇ φύσει πλὴν τῆς παιδοποιΐας τάχα τινὰ στοχασμὸν ἔστιν ἀναλαβεῖν τῆς ἐπηγγελμένης τοῦ θεοῦ τῶν ἀγαθῶν εὐλογίας ἐπάξιον ἐν τῷ περὶ τούτου λόγῳ, ὅτι εἰς τὴν ἐκείνου τοῦ τόκου ὑπηρεσίαν
20μεταβήσεται ἡ γεννητικὴ τῆς φύσεως δύναμις, οὗ μετέσχεν ὁ μέγας Ἠσαΐας εἰπὼν ὅτι Ἀπὸ τοῦ φόβου σου, κύριε, ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν· πνεῦμα σωτηρίας σου ἐκυήσαμεν ἐπὶ τῆς γῆς. εἰ γὰρ ἀγαθὸς ὁ τοιοῦτος τόκος καὶ σωτηρίας αἰτία γίνεται ἡ τεκνογονία
25καθώς φησιν ὁ ἀπόστολος, οὐδέποτε τὸ πνεῦμα τῆς σωτηρίας γεννῶν τις παύεται ὁ ἅπαξ διὰ τοῦ τοιούτου τόκου τὸν
πληθυσμὸν τῶν ἀγαθῶν ἑαυτῷ τεκνωσάμενος. ἀλλὰ κἂν τὸν63

9

.

64

χαρακτῆρά τις λέγῃ ᾧ μεμορφώμεθα, πάλιν ἡμῖν ἐν τῇ ἀναβιώσει τὸν αὐτὸν συμπαρέσεσθαι, οὐδὲ πρὸς τοῦτο πρόχειρος ἡμῶν ἐστιν ἡ διάνοια οὕτως ἢ ἑτέρως ἔχειν ὑπονοῆσαι. εἴτε γὰρ ἐπὶ τοῦ αὐτοῦ λέγοι τις εἴδους τὴν
5ἀναβίωσιν ἔσεσθαι, εἰς πολλὴν ἀμηχανίαν ἐκπεσεῖται ὁ λόγος διὰ τὸ μὴ τὸν αὐτὸν ἑαυτῷ κατὰ τὸ εἶδος τοῦ χαρακτῆ‐ ρος πάντοτε διαμένειν τὸν ἄνθρωπον ὑπό τε τῶν ἡλικιῶν καὶ τῶν παθημάτων ἄλλοτε πρὸς ἄλλο εἶδος μεταπλασσόμενον. ἄλλως γὰρ μορφοῦται τὸ νήπιον καὶ τὸ μειράκιον, ἄλλως ὁ
10παῖς ὁ ἀνὴρ ὁ μεσῆλιξ ὁ παρῆλιξ ὁ γηραιὸς ὁ πρέσβυς· οὐδὲν τούτων ὡσαύτως ἔχει πρὸς τὸ ἕτερον. ἀλλὰ καὶ ὁ τῷ ἰκτέρῳ κατιωθεὶς καὶ ὁ ἐξῳδηκὼς τῷ ὑδέρῳ ὅ τε ξηρανθεὶς ἐν τηκεδόνι καὶ ὁ πολυσαρκήσας ἔκ τινος δυσκρασίας, ὁ κατάχολος ὁ αἱματώδης ὁ φλεγματίας ἑκάστου τούτων
15πρὸς τὴν ἐπικρατοῦσαν δυσκρασίαν συμμορφουμένου οὔτε παραμένειν ταῦτα μετὰ τὸ ἀναβιῶναι καλῶς ἔχει λογίσασθαι τῆς ἀλλαγῆς πάντα μετασκευαζούσης πρὸς τὸ θειότερον οὔ‐ τε οἷον ἡμῖν ἐπανθήσει τὸ εἶδος εὔκολόν ἐστιν ἀναλογίσασθαι τῶν κατ’ ἐλπίδα ἡμῖν προκειμένων ἀγαθῶν ὑπὲρ ὀφθαλμὸν
20καὶ ἀκοὴν καὶ διάνοιαν εἶναι πεπιστευμένων. ἢ τάχα γνω‐ ριστικὸν εἶδος ἑκάστου τὴν ποιὰν ἰδιότητα τῶν ἠθῶν εἰπών τις οὐ τοῦ παντὸς ἁμαρτήσεται. καθάπερ γὰρ νῦν ἡ κατά τι παραλλαγὴ τῶν ἐν ἡμῖν στοιχείων τὰς τῶν χαρακτήρων ἐν ἑκάστῳ διαφορὰς ἐξεργάζεται κατὰ πλεονασμὸν ἢ ἐλάττω‐
25σιν τῶν ἀντιστοιχούντων τινὸς σχηματιζομένου τε καὶ
χρωννυμένου τοῦ κατὰ τὴν μορφὴν ἰδιώματος, οὕτω μοι64

9

.

65

δοκεῖ τὰ εἰδοποιοῦντα τότε τὴν ἑκάστου μορφὴν οὐ ταῦτα τὰ στοιχεῖα γίνεσθαι ἀλλὰ τὰ τῆς κακίας ἢ τῆς ἀρετῆς ἰδιώματα, ὧν ἡ ποιὰ πρὸς ἄλληλα μίξις ἢ οὕτως ἢ ἑτέρως τὸ εἶδος παρασκευάζει, χαρακτηρίζεσθαι, οἷον δή τι σχεδὸν
5καὶ ἐπὶ τοῦ παρόντος γίνεται βίου, ὅταν ἡ ἔξωθεν τοῦ προσώπου διάθεσις τὴν ἐν τῷ κρυπτῷ τῆς ψυχῆς καταμηνύῃ διάθεσιν, ὅθεν ῥᾳδίως ἐπιγινώσκομεν τόν τε τῇ λύπῃ κρατού‐ μενον καὶ τὸν τῷ θυμῷ διανεστηκότα καὶ τὸν ἐν ἐπιθυμίᾳ λυόμενον καὶ ἐκ τοῦ ἐναντίου τὸν φαιδρὸν τὸν ἀόργητον
10τὸν τῷ σεμνῷ χαρακτῆρι τῆς σωφροσύνης καλλωπιζόμενον. ὥσπερ τοίνυν κατὰ τὴν ἐνεστῶσαν ζωὴν μορφὴ γίνεται ἡ ποιὰ διάθεσις τῆς καρδίας καὶ πρὸς τὸ ἐγκείμενον πάθος τὸ τοῦ ἀνθρώπου εἶδος ἀπεικονίζεται, οὕτω μοι δοκεῖ πρὸς τὸ θειότερον ὑπαλλαγείσης τῆς φύσεως εἰδοποιεῖσθαι διὰ
15τοῦ ἤθους ὁ ἄνθρωπος οὐκ ἄλλο τι ὢν καὶ ἄλλο φαινόμενος, ἀλλ’ ὅπερ ἐστὶ τοῦτο καὶ γινωσκόμενος ὡς ὁ σώφρων ὁ δίκαιος ὁ πρᾶος ὁ καθαρὸς ὁ ἀγαπητικὸς ὁ φιλόθεος, καὶ πάλιν ἐν τούτοις ἢ ὁ πάντα ἔχων τὰ ἀγαθὰ ἢ ὁ ἑνὶ μόνῳ κοσμούμενος ἢ ὁ ἐν τοῖς πλείοσιν εὑρισκόμενος ἢ ὁ ἐν τῷδε
20μὲν ἐλαττούμενος πλεονεκτῶν δὲ κατὰ τὸ ἕτερον. ἐκ τούτων γὰρ καὶ τῶν τοιούτων, τῶν τε κατὰ τὸ κρεῖττον καὶ τῶν κατὰ τὸ ἐναντίον ἐπιθεωρουμένων ἰδιωμάτων, οἷον εἰς διαφόρους ἰδέας οἱ καθ’ ἕκαστον ἀπ’ ἀλλήλων μερίζονται,
ἕως ἂν τοῦ ἐσχάτου ἐχθροῦ καταργηθέντος ὥς φησιν ὁ65

9

.

66

ἀπόστολος καὶ τῆς κακίας καθόλου πάντων τῶν ὄντων ἐξοικισθείσης ἓν τὸ θεοειδὲς κάλλος ἐπαστράψῃ τοῖς πᾶσιν, ᾧ κατ’ ἀρχὰς ἐμορφώθημεν. τοῦτο δέ ἐστι φῶς καὶ καθαρότης καὶ ἀφθαρσία καὶ ζωὴ καὶ ἀλήθεια καὶ τὰ τοιαῦτα, [οὐδὲ
5γὰρ ἀπεικός ἐστιν ἡμέρας τέκνα καὶ φωτὸς εἶναί τε καὶ φαίνεσθαι] φωτὸς δὲ καὶ καθαρότητος καὶ ἀφθαρσίας οὐδεμία παραλλαγὴ οὐδὲ διαφορὰ πρὸς τὸ ὁμογενὲς εὑρεθήσεται, ἀλλὰ μία χάρις ἐπιλάμψει τοῖς πᾶσιν, ὅταν υἱοὶ φωτὸς γενόμενοι λάμψωσιν ὡς ὁ ἥλιος κατὰ τὴν ἀψευδῆ τοῦ κυρίου
10φωνήν. ἀλλὰ καὶ τὸ πάντας ἔσεσθαι τετελειωμένους εἰς τὸ ἓν κατὰ τὴν ἐπαγγελίαν τοῦ θεοῦ λόγου τῆς αὐτῆς ἔχεται διανοίας τῷ μίαν καὶ τὴν αὐτὴν τοῖς πᾶσιν ἐπιφανήσεσθαι χάριν, ὡς τὴν αὐτὴν εὐφροσύνην ἕκαστον τῷ πέλας ἀντι‐ χαρίζεσθαι, δι’ οὗ ἕκαστος καὶ εὐφραίνεται τοῦ ἑτέρου τὸ
15κάλλος βλέπων καὶ ἀντευφραίνει μηδεμιᾶς κακίας μετα‐ μορφούσης τὸ εἶδος εἰς εἰδεχθῆ χαρακτῆρα. Ταῦτα ἡμῖν ὁ νοῦς ὁ ἡμέτερος ἀντὶ τῶν κατοιχομένων διείλεκται τὰς φωνὰς ἐκείνων ὡς δυνατὸν ἡμῖν ὑποκρινόμενος. ἡμεῖς δὲ τῇ τοῦ μεγάλου Παύλου φωνῇ τὴν πρὸς τοὺς
20βαρυπενθοῦντας συμβουλὴν περιγράψωμεν ὅτι Οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, περὶ τῶν κεκοιμημένων, ἵνα μὴ λυπῆσθε ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Εἰ οὖν τι μεμαθήκαμεν σπουδῆς ἄξιον περὶ τῶν κεκοιμη‐ μένων δι’ ὧν ἡμῖν ὁ λόγος τὰ περὶ τούτων ἐφιλοσόφησε,
25μηκέτι τὴν δυσγενῆ ταύτην καὶ ἀνδραποδώδη λύπην66

9

.

67

παραδεξώμεθα, ἀλλ’ εἰ χρὴ καὶ λυπεῖσθαι, ἐκείνην ἑλώμεθα τὴν λύπην τὴν ἐπαινετὴν καὶ ἐνάρετον. ὡς γὰρ τῆς ἡδονῆς τὸ μέν ἐστι κτηνῶδες καὶ ἄλογον τὸ δὲ καθαρόν τε καὶ ἄϋλον, οὕτω καὶ τὸ ἀντικείμενον τῇ ἡδονῇ πρὸς κακίαν καὶ
5ἀρετὴν διαστέλλεται. ἔστιν οὖν τι καὶ πένθους εἶδος μακαρι‐ ζόμενον καὶ πρὸς κτῆσιν ἀρετῆς οὐκ ἀπόβλητον, ὅπερ ἐναντίως ἔχει πρὸς τὴν ἄλογον ταύτην καὶ ἀνδραποδώδη κατήφειαν. ὁ μὲν γὰρ ἐν ταύτῃ γενόμενος ἑαυτοῦ μετὰ ταῦτα διὰ μετα‐ μελείας καθάψεται ὡς ἔξω τοῦ καθεστῶτος παρενεχθεὶς,
10ὅτε τοῦ πάθους ἥττων ἐγένετο. τὸ δὲ μακαριζόμενον πένθος ἀμεταμέλητον καὶ ἀνεπαίσχυντον ἔχει τὴν σκυθρωπότητα τοῖς δι’ αὐτοῦ τὸν ἐν ἀρετῇ κατορθοῦσι βίον. πενθεῖ γὰρ ὡς ἀληθῶς ὁ ἐν συναισθήσει τῶν ἀγαθῶν ἐκείνων γενόμενος ὧν ἀποπέπτωκεν, ἀντιπαραθεὶς τὴν ἐπίκηρον ταύτην καὶ
15ῥυπῶσαν ζωὴν τῇ ἀκηράτῳ ἐκείνῃ μακαριότητι, ἧς ἐν ἐξουσίᾳ ἦν πρὶν τῇ ἐξουσίᾳ εἰς κακὸν ἀποχρήσασθαι, καὶ ὅσῳ πλέον ἐπὶ τῷ τοιούτῳ βίῳ βαρύνει τὸ πένθος, τοσούτῳ μᾶλλον ἐπιταχύνει ἑαυτῷ τὴν τῶν ποθουμένων ἀγαθῶν κτῆσιν. ἡ γὰρ τῆς τοῦ καλοῦ ζημίας συναίσθησις τῆς περὶ
20τὸ ποθούμενον σπουδῆς ὑπέκκαυμα γίνεται. οὐκοῦν ἐπειδή‐ περ ἔστιν καὶ σωτήριόν τι πένθος καθὼς ὁ λόγος ὑπέδειξεν, ἀκούσατε, οἱ πρὸς τὸ τῆς λύπης πάθος εὐκόλως καταφερό‐ μενοι, ὅτι οὐ κωλύομεν τὴν λύπην, ἀλλ’ ἀντὶ τῆς κατεγνω‐ σμένης τὴν ἀγαθὴν συμβουλεύομεν. μὴ λυπεῖσθε τοίνυν τὴν
25τοῦ κόσμου λύπην τὴν κατεργαζομένην τὸν θάνατον, καθώς φησιν ὁ ἀπόστολος, ἀλλὰ τὴν κατὰ θεόν, ἧς τὸ πέρας ἡ τῆς ψυχῆς ἐστι σωτηρία. τὸ γὰρ εἰκῇ καὶ μάτην τοῖς κεκοιμη‐
μένοις ἐπιχεόμενον δάκρυον τάχα καὶ κατακρίσεως αἴτιον67

9

.

68

γίνεται τῷ κακῶς οἰκονομοῦντι τὸ χρήσιμον. εἰ γὰρ ἐπὶ τούτῳ τὴν λυπηρὰν ταύτην διάθεσιν ἐνετεκτήνατο τῇ φύσει ὁ πάντα ἐν σοφίᾳ ποιήσας ἐφ’ ᾧτε καθάρσιον μὲν αὐτὴν εἶναι τῆς προκατασχούσης κακίας ἐφόδιον δὲ τῆς τῶν
5ἐλπιζομένων ἀγαθῶν μετουσίας, τάχα ὁ μάτην καὶ ἀνωφελῶς ἐκχέων τὸ δάκρυον διαβληθήσεται τῷ ἰδίῳ δεσπότῃ κατὰ τὸν εὐαγγελικὸν λόγον ὡς κακὸς οἰκονόμος διασπείρων ἀχρήστως τὸν πιστευθέντα πλοῦτον. πᾶν γὰρ τὸ ἐπ’ ἀγαθῷ χρησιμεῦον πλοῦτός ἐστι τοῖς τιμίοις τῶν κειμηλίων ἐναριθ‐
10μούμενος. οὐ θέλω οὖν ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, περὶ τῶν κεκοιμημένων ταῦτα ἃ μεμαθήκαμεν, καὶ εἴ τι ἄλλο πρὸς τούτοις παρὰ τοῦ πνεύματος τοῦ ἁγίου τοῖς τελειοτέροις ἀποκαλύπτεται μάθημα, Ἵνα μὴ λυπῆσθε ὡς καὶ οἱ λοποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. μόνων γάρ ἐστι τῶν ἀπίστων τὸ τῷ
15παρόντι βίῳ τὰς τοῦ ζῆν ἐλπίδας περιορίζειν, καὶ διὰ τοῦτο συμφορᾶς ἄξιον ποιοῦνται τὸν θάνατον, ὅτι αὐτοῖς τὸ πιστευόμενον παρ’ ἡμῖν οὐκ ἐλπίζεται. ἡμεῖς δὲ τῷ μεγάλῳ ἐγγυητῇ τῆς ἐκ νεκρῶν ἀναστάσεως πεπιστευκότες αὐτῷ τῷ δεσπότῃ πάσης τῆς κτίσεως, ὃς διὰ τοῦτο καὶ ἀπέθανεν
20καὶ ἀνέστη, ἵνα τῷ ἔργῳ τὸν περὶ τῆς ἀναστάσεως λόγον πιστώσηται, ἀναμφιβόλως ἔχομεν τῶν ἀγαθῶν τὴν ἐλπίδα, ἧς παρούσης ἡ ἐπὶ τοῖς κατοιχομένοις λύπη χώραν οὐχ ἕξει. ὁ δὲ θεὸς ἡμῶν καὶ κύριος Ἰησοῦς Χριστὸς ὁ παρακαλῶν τοὺς ταπεινοὺς παρακαλέσει ὑμῶν τὰς καρδίας καὶ στηρίξει εἰς
25τὴν ἑαυτοῦ ἀγάπην διὰ τῶν οἰκτιρμῶν αὐτοῦ. [ὅτι] αὐτῷ ἡ
δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.68