TLG 2017 008 :: GREGORIUS NYSSENUS :: Antirrheticus adversus Apollinarium GREGORIUS NYSSENUS Theol. Antirrheticus adversus Apollinarium Source: Mueller, F. (ed.), Gregorii Nysseni opera, vol. 3.1. Leiden: Brill, 1958: 131–233. Citation: Volume — page — (line) | ||
3,1131(t1) | ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ | |
t2 | ΠΡΟΣ ΤΑ ΑΠΟΛΙΝΑΡΙΟΥ | |
---|---|---|
t3 | ΑΝΤΙΡΡΗΤΙΚΟΣ | |
1 | Καλὸν ἂν γένοιτο προοίμιον ἡμῖν τοῦ λόγου ἡ τοῦ κυρίου φωνὴ κελεύουσα προσέχειν ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται, φησί, πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες· ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε | |
5 | αὐτούς. εἰ οὖν ὁ καρπὸς διακρίνει τό τε ἀληθινὸν πρόβατον καὶ τὸν τῶν προβάτων φθορέα τὸν ἐν ἡμέρῳ τῷ σχήματι πρὸς τὸ σύστημα τῆς ποίμνης ἀφυλάκτως παραδυόμενον καὶ τὸ ὑποκεκρυμμένον τῷ ἡμέρῳ πολέμιον στόμα εἰς τοὐμ‐ φανὲς ἄγει, ζητεῖν προσήκει τοὺς καρποὺς τούς τε καλοὺς | |
10 | καὶ τοὺς χείρονας, δι’ ὧν τὸ σχῆμα τῆς ἀπάτης ἀνακα‐ λύπτεται· φησὶ γὰρ ὅτι Ἐκ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. πάσης τοίνυν διδασκαλίας ὁ μὲν ἀγαθὸς καρπὸς κατά γε τὴν ἐμὴν κρίσιν ἡ προσθήκη τῶν κατὰ τὴν ἐκ‐ κλησίαν σῳζομένων ἐστίν, ὁ δὲ φθαρτικὸς καὶ δηλητήριος | |
15 | ἡ τῶν συνεστώτων διάλυσις. εἰ τοίνυν τις αὔξοι διὰ τῶν λόγων τὸ ποίμνιον καὶ εἰς πάντα τὰ κλίτη τῆς οἰκίας ἐκ‐ τείνοι τὴν ἄμπελον καὶ περιφυτεύσειε τῇ δεσποτικῇ τραπέζῃ τοὺς ἀπὸ τῆς ἀγριελαίου πλάνης εἰς ἐλαῶν μεταποιούμενος νεόφυτα καὶ τὰς μυστικὰς ῥάβδους ἐμβάλοι τῷ γλυκεῖ | |
20 | καὶ ποτίμῳ νάματι τῆς διδασκαλίας, δι’ ὧν πολυγονεῖται τὰ ποίμνια ὥστε τοῦ μὲν Λαβὰν ἐλαττοῦσθαι τὴν κτῆσιν, | |
εὐθηνεῖσθαι δὲ τὸ μέρος τοῦ Ἰακὼβ καὶ πληθύνεσθαι τῇ | 131 | |
3,1132 | ἐπισήμῳ γονῇ—εἰ τοιοῦτόν τις τὸν καρπὸν τῆς διδασκαλίας ἐπιδεικνύοιτο (καρπὸς γάρ ἐστι, καθὼς εἴρηται, ἡ τῆς ἀληθείας ἐπαύξησις), ἀληθῶς ἐστι προφήτης κατὰ τὸν θεῖον σκοπὸν ὑποφητεύων τῷ πνεύματι· εἰ δέ τις ἀποτίλλοι | |
5 | τῆς ἀμπέλου τὰς κληματίδας ἐρημοίη δὲ τὴν θείαν τράπεζαν ἀναρριζῶν τὴν φυτείαν, ἐπιβουλεύοι δὲ τῷ πνευματικῷ ποτιστηρίῳ ὡς μηκέτι τὰ πρόβατα κατὰ τὰς ῥάβδους τοῦ πατριάρχου κισσᾶν μηδὲ ταῖς ἐπισήμοις γοναῖς πληθύνειν τὸ ποίμνιον, ἀλλ’ ἀποβουκολεῖσθαι τῆς τροφίμου νομῆς του‐ | |
10 | τέστι τῶν πατρικῶν παραδόσεων καὶ ἔξω τῆς μάνδρας αὐλίζεσθαι καὶ πρὸς ἀλλοτρίας νομὰς διασκίδνασθαι—ὅταν τοιοῦτος ὁ τῆς διδασκαλίας καρπὸς ᾖ, πρόδηλον ἂν γένοιτο τὸ λύκειον σχῆμα τὸ ἀποκεκρυμμένον τῇ τοῦ προβάτου δορᾷ. | |
15 | Οὐκοῦν ἐξετάσωμεν, τί ἡμῖν ἡ Ἀπολιναρίου τοῦ Σύρου διδασκαλία ἐβλάστησε, προσθήκην τῶν ποιμνίων ἢ μείωσιν, συναγωγὴν τῶν διεσκορπισμένων ἢ τῶν συνεστώτων διάλυ‐ σιν, συνηγορίαν ἢ ἀνατροπὴν τῶν πατρῴων δογμάτων. εἰ μὲν οὖν πρὸς τὸ κρεῖττον ἡ σπουδὴ τοῦ προειρημένου βλέπει, | |
20 | πρόβατον πάντως καὶ οὐχὶ λύκος ἐστίν· εἰ δὲ τὸ ἔμπαλιν— Προσέχετε ἀπὸ τῶν ψευδοπροφητῶν, φησὶν ὁ κύριος—, μὴ λανθανέτω τὸ στόμα τὸ ἐπὶ λώβῃ καὶ ἀφανισμῷ τοῦ προσεγγίζοντος σώματος τεθηγμένον τοῖς τῆς καινοτομίας ὀδοῦσι καὶ κατασπαράσσον τὸ ὑγιὲς σῶμα τῆς τοῦ θεοῦ | |
25 | ἐκκλησίας. ὡς δ’ ἂν μὴ δοκοίη λοιδορία τὸ λεγόμενον εἶναι, ἕνα τῶν παρ’ αὐτοῦ περιφερομένων λόγων προθήσομεν, οὗ ἡ ἐπιγραφή ἐστιν αὕτη· Ἀπόδειξις, φησί, περὶ τῆς θείας σαρκώσεως τῆς καθ’ ὁμοίωσιν ἀνθρώπου. τάχα δ’ ἄν τις δι’ ἀκριβείας τὸν τῆς ἐπιγραφῆς νοῦν ἀπο‐ | |
30 | γυμνώσας οὐκ ἂν δεηθείη δι’ αὐτῆς τῆς λογογραφίας ἐλέγξαι | |
τὴν ἀτοπίαν τοῦ δόγματος. | 132 | |
3,1133 | Ἀπόδειξις, φησί, περὶ τῆς θείας σαρκώσεως τῆς καθ’ ὁμοίωσιν ἀνθρώπου. κρεῖττον δ’ ἂν εἴη τὰς θείας παραθέσθαι φωνὰς εἰς ἔλεγχον τῆς καινῆς ταύτης ὀνοματοποιίας. Ὁ λόγος, φησί, σὰρξ ἐγένετο καὶ Ἡ | |
5 | δόξα κατεσκήνωσεν ἐν τῇ γῇ ἡμῶν καὶ Ὁ θεὸς ἐφανερώθη ἐν σαρκί, ὡς ἂν δι’ ἑκάστου μάθοιμεν τῶν εἰρημένων ὅτι ἀεὶ ἄτρεπτον ὂν τὸ θεῖον τῇ οὐσίᾳ καὶ ἀναλλοίωτον ἐν τῇ τρεπτῇ καὶ ἀλλοιουμένῃ γίνεται φύσει, ἵνα τῷ ἰδίῳ ἀτρέπτῳ τὴν ἡμετέραν πρὸς τὸ κακὸν τροπὴν ἐξιάσηται. οὑτοσὶ δὲ φησὶν | |
10 | οὐ θεὸν ἐν σαρκὶ πεφανερῶσθαι, ὅπερ ταὐτόν ἐστι τῷ μὴ τὸν λόγον σάρκα γενέσθαι, τὸν ἐν ὁμοιώματι ἀνθρώπου καὶ σχήματι τῇ ζωῇ τῶν ἀνθρώπων διὰ τοῦ δουλικοῦ προσώπου καθομιλήσαντα, ἀλλὰ θείαν τινὰ σάρκωσιν ἀνατυποῦται τῷ λόγῳ, οὐκ οἶδα τί σημαίνων τῷ ῥήματι, πότερον τροπὴν | |
15 | τῆς θεότητος ἀπὸ τῆς ἁπλῆς αὐτοῦ καὶ ἀσυνθέτου φύσεως εἰς σαρκώδη ἀντιτυπίαν ἀλλοιωθείσης ἢ μενούσης τῆς θείας οὐσίας ἐφ’ ἑαυτῆς ἄλλην τινὰ σάρκωσιν θείαν μεθόριον τῆς τῶν ἀνθρώπων τε καὶ τοῦ θεοῦ φύσεως ἀναφανῆναι οὔτε ἄνθρωπον οὖσαν οὔτε θεόν, μετέχουσαν δέ πως ἀμφοτέρων, | |
20 | ἥτις τῷ μὲν σάρκωσις εἶναι συγγενῶς πρὸς τὸ ἀνθρώπινον ἔχει, τῷ δὲ θεία εἶναι κρείττων ἐστὶν ἢ κατὰ ἄνθρωπον. ἀλλὰ μὴν θεὸς εἶναι οὐ δύναται· ἁπλοῦν γὰρ τῇ φύσει τὸ θεῖόν ἐστι καὶ ἀσύνθετον· οὗ δὲ ἡ ἁπλότης, τούτου κατὰ τὸ ἴσον πάντως καὶ ἡ θεότης κεχώρισται. ἄνθρωπος δὲ αὖ | |
25 | πάλιν οὐκ ἔστιν· ὁ γὰρ ἐκ ψυχῆς νοερᾶς καὶ σώματος συν‐ εστηκὼς ἄνθρωπος λέγεται· ᾧ δὲ μὴ συνεπινοεῖται τὰ δύο, πῶς ἡ τοῦ ἀνθρώπου κλῆσις ἐφαρμοσθήσεται; ἀνθρώπου γὰρ σῶμα λέγομεν καὶ ψυχὴν ἀνθρώπου, ἕως ἂν ἐφ’ ἑαυτοῦ ἑκάτερον τούτων θεωρῆται· ἡ δὲ συνδρομὴ τούτων τῶν | |
30 | δύο ἄνθρωπος καὶ ἔστι καὶ λέγεται. τί οὖν ἐστιν ἡ θεία | 133 |
3,1134 | σάρκωσις ἡ μήτε ἄνθρωπος οὖσα μήτε θεός, ἣν ἀναπλάσσει ἡ τοῦ λόγου ἐπιγραφή, οὐκ ἔστιν ἐκ τῶν ἐξητασμένων εὑρεῖν. Ἀπόδειξις, φησί, περὶ τῆς θείας σαρκώσεως | |
5 | τῆς καθ’ ὁμοίωσιν ἀνθρώπου. τί τοῦτο πάλιν ἐν‐ δείκνυται, τὸ καθ’ ὁμοίωσιν ἀνθρώπου; ὅτι ἡ θεία σάρκωσις ὁμοίως τῇ ἀνθρωπίνῃ συνίσταται. πότε τοῦτο; ἆρα ἐπ’ ἐσχάτου τῶν ἡμερῶν; καὶ ποῦ τὸ τῆς παρθενίας μυστήριον; οὐ γὰρ καθ’ ὁμοίωσιν ἀνθρώπου σαρκοῦται ὁ | |
10 | κύριος, καθὼς ὁ λογογράφος φησίν, ἀλλὰ θείᾳ δυνάμει καὶ πνεύματι ἁγίῳ, καθὼς τὸ εὐαγγέλιον λέγει. ἀλλὰ πρὸ τῶν αἰώνων; καὶ πῶς ὁμοιοῦται τῷ μὴ ὄντι τὸ ὄν; τελευταῖος μὲν γὰρ τῶν κατὰ τὴν κτίσιν ὁ ἄνθρωπος, ὁ δὲ κύριος βασιλεὺς πρὸ αἰώνων. κατὰ ποίου τοίνυν ἀνθρώπου ὁμοίωσιν | |
15 | ἐκείνη ἡ θεία σάρκωσις κατὰ τὸ προαιώνιον γίνεται; κατὰ τὴν τοῦ Ἀδάμ; ἀλλ’ οὔπω ἦν. ἀλλὰ καθ’ ἕτερόν τινα ἄν‐ θρωπον; καὶ τίς οὗτος ὁ προνοούμενος τοῦ Ἀδὰμ ἄνθρωπος, ἵνα κατὰ τὸ ἐγκείμενον ὑπόδειγμα ὁμοιωθῇ τοῦ θεοῦ ἡ σάρκωσις; τὸ γὰρ ὅμοιον τῷ ὄντι πάντως, οὐ τῷ μὴ ὄντι | |
20 | ὅμοιον γίνεται. ὥστε δύο κατ’ αὐτὸν φαίνεται τῷ λόγῳ τὰ ἄτοπα· ἢ γὰρ πρεσβύτερον εὑρίσκεται τὸ πλάσμα τοῦ πλάσαντος ἢ τῷ μὴ ὄντι ὁμοιοῦται τὸ θεῖον σαρκούμενον· κατ’ ἀρχὰς γὰρ ἡ μὲν θεότης ἦν, ὁ δὲ Ἀδὰμ οὐκ ἦν. οὐκοῦν εἰ καθ’ ὁμοίωσιν ἀνθρώπου σαρκοῦται ἡ θεία φύσις, τῷ μὴ | |
25 | ὄντι ὁμοιοῦται ἡ θεία σάρκωσις· τὸ δὲ τῷ μὴ ὄντι ὁμοιού‐ μενον οὐδ’ ἂν αὐτὸ πάντως εἴη. ἀλλ’ ἕτερόν τινα τρόπον παρὰ τὸν ἀνθρώπινον τὴν σάρκωσιν ἐκείνην γεγενῆσθαί φησιν. καὶ τίς τῶν ἑτεροφυῶν ἡ ὁμοίωσις; εἰ οὖν μήτε κατὰ τὸ προαιώνιον ἐνδέχεται τὴν θείαν σάρκωσιν καθ’ ὁμοίωσιν | |
30 | ἀνθρώπου γενέσθαι μήτε ἐπὶ τοῦ ἐσχάτου τῶν χρόνων, | |
ὅτε κατὰ ἄνθρωπον ἡ τοῦ κυρίου οἰκονομία, καθ’ ἣν ἐν | 134 | |
3,1135 | σαρκὶ θεὸς ἐφανερώθη, καθ’ ὁμοίωσιν ἀνθρώπου ἡ σάρκωσις γίνεται (οὐ γὰρ παραδέχεται τὴν τοιαύτην ἔννοιαν τὸ κατὰ τὴν παρθενίαν μυστήριον), μάτην ἂν εἴη κατ’ ἀμφοτέρας τὰς ἐννοίας ταύτην τοῦ λόγου τὴν ἐπιγραφὴν ποιησάμενος. | |
5 | ὅτι μὲν οὖν ἀνεπίσκεπτος ἡ ἐπιγραφὴ καὶ οὐδενὶ συνεστῶτι ἐπερειδομένη νοήματι, μετρίως οἶμαι διὰ τῶν εἰρημένων πεφανερῶσθαι τοῖς ἐπιστατικῶς ἐπαΐουσιν. Καιρὸς δ’ ἂν εἴη καὶ αὐτὸν προθεῖναι τῇ ἐξετάσει τὸν λόγον τὸν ὑπὸ τῆς γραφῆς ταύτης δηλούμενον. γράψω | |
10 | δὲ τὰ πρῶτα τῇ ἐμαυτοῦ λέξει δι’ ὀλίγων ἐπιδραμὼν τὴν διάνοιαν, ἐν οἷς ἀκίνδυνόν ἐστι τὸ παραδραμεῖν τῶν γεγραμ‐ μένων τι ἀνεξέταστον. Μόνον, φησί, τὴν εὐσεβῆ πίστιν ἀγαθὸν ἦν νομίζεσθαι· μηδὲ γὰρ τῇ Εὔᾳ συνενεγ‐ κεῖν τὴν ἀνεξέταστον πίστιν· ὥστε προσῆκε καὶ | |
15 | τὴν τῶν Χριστιανῶν ἐξητασμένην εἶναι, μή που λάθῃ ταῖς τῶν Ἑλλήνων ἢ τῶν Ἰουδαίων συνεμ‐ πεσοῦσα δόξαις. ταῦτα διὰ πλειόνων προοιμιασάμενος ἐπάγει τὸν λόγον εἰπὼν ὅτι Παρὰ τοῖς ἀπίστοις καὶ ταῖς αἱρέσεσι προτεθρύλληται τὸ μὴ δυνατὸν | |
20 | εἶναι θεὸν ἄνθρωπον γενέσθαι καὶ πάθεσιν ὁμι‐ λῆσαι, ὃ καὶ παρὰ ταῖς αἱρέσεσιν ἐπὶ σχήματι πίστεως εἰσάγεται ἄνθρωπον ἔνθεον διὰ τὴν ἐκ γυναικὸς γέννησιν καὶ διὰ τὰ πάθη λεγούσαις τὸν Χριστόν. τίνας μὲν οὖν οἶδεν αἱρέσεις, αἳ τὸν Χριστὸν | |
25 | ἔνθεον ἄνθρωπον λέγουσιν, αὐτὸς ἂν εἰδείη καὶ εἴ τις τὰ ἐκείνου πεπαίδευται· ἡμεῖς δὲ πολλοῖς ἐπιδεδημηκότες τό‐ ποις καὶ κατὰ σπουδὴν τοῖς τε κοινωνοῦσι τοῦ δόγματος τοῖς τε ἀφεστηκόσι περὶ τῶν κατὰ τὸν λόγον ζητουμένων καθομιλήσαντες, οὔπω τινὸς ἀκηκόαμεν τὴν τοιαύτην | |
30 | ῥήξαντος περὶ τοῦ μυστηρίου φωνήν, ὅτι ἄνθρωπος ἔνθεος ὁ | |
Χριστὸς ἦν. τὸν τοίνυν μέλλοντα διορθοῦσθαι μὲν τὰς | 135 | |
3,1136 | ἠπατημένας περὶ τοῦ δόγματος ὑπολήψεις, ἀντεισάγειν δὲ τὰς εὐσεβεστέρας μὴ ἀναπλάσσειν ἑαυτῷ τὰ μὴ ὄντα καὶ πρὸς τὰ ἀνύπαρκτα μάχεσθαι προσῆκον ἦν, ἀλλὰ πρὸς τὰ λεγόμενα παρὰ τῶν ἀντιδιατιθεμένων ὁπλίζεσθαι. οὐδὲ γὰρ | |
5 | τῶν ἰατρῶν οἱ ἐπιστήμονες πρὸς τὰ μὴ ὄντα πάθη τὴν ἑαυτῶν τέχνην ἀντεισάγουσιν, ἀλλὰ πρὸς τὸ γεγονὸς ἤδη νόσημα διὰ τῆς ἐπιστήμης ἵστανται. ἢ τοίνυν δειξάτω τὸν εἰρηκότα μὴ θεὸν ἐν σαρκὶ πεφανερῶσθαι, ἀλλ’ ἔνθεον ἄνθρωπον τὸν Χριστὸν εἶναι, εἶτα καὶ τὸν λόγον αὐτοῦ ὡς οὐ | |
10 | μάτην πεποιημένον παραδεξόμεθα, ἢ ἕως ἂν ἡ τοιαύτη μὴ εὑρίσκηται νόσος, μάταιον εἶναι πάντες ὁμολογήσουσι τὸ τοῖς μὴ οὖσι συμπλέκεσθαι. Ἀλλ’ οὐκ εἰκῆ τὴν τοιαύτην τῆς λογογραφίας ἀνάγκην ἑαυτῷ σχηματίζεται· ἀλλ’ ὡς ἂν ὁδόν τινα καὶ ἀκολουθίαν | |
15 | πρὸς τὴν κατασκευὴν τοῦ καθ’ ἑαυτὸν δόγματος λάβοι, τὸ μὴ λεχθὲν ὡς εἰρημένον ὑπέθετο, ἵνα τῷ πρὸς ταῦτα δοκεῖν ἀγωνίζεσθαι διὰ τῆς ἐσχηματισμένης ἀντιρρήσεως κατα‐ σκευάσῃ τὸ θνητὸν εἶναι τὸ θεῖον. ἅπας γὰρ αὐτῷ τῆς λογο‐ γραφίας ὁ σκοπὸς πρὸς τοῦτο βλέπει, τὸ θνητὴν εἶναι τοῦ | |
20 | μονογενοῦς υἱοῦ τὴν θεότητα καὶ οὐχὶ τῷ ἀνθρωπίνῳ τὸ πάθος δέξασθαι, ἀλλὰ τὴν ἀπαθῆ καὶ ἀναλλοίωτον φύσιν πρὸς πάθους μετουσίαν ἀλλοιωθῆναι. ὅθεν πρὸς τί μὲν αὐτῷ χρήσι‐ μον ὁ λόγος βλέπει, εἰδεῖεν ἂν οἱ τῶν μυστηρίων αὐτοῦ ἐπιίστορες· ἃ δὲ ἡ ἀκολουθία καὶ τοῖς ἄγαν νηπίοις προδείκ‐ | |
25 | νυσι, τοιαῦτά ἐστιν, οἷα μηδ’ ἂν τοὺς ἀθεωτάτους τῶν Ἑλλήνων εἰπεῖν. εἰ γὰρ αὐτὴ τέθνηκε τοῦ μονογενοῦς ἡ θεότης, συναπέθανε ταύτῃ πάντως καὶ ἡ ζωὴ καὶ ἡ ἀλήθεια καὶ ἡ δικαιοσύνη καὶ ἡ ἀγαθότης καὶ τὸ φῶς καὶ ἡ δύναμις· ταῦτα γὰρ κατὰ διαφόρους ἐπιβολὰς ὁ μονογενὴς θεὸς καὶ | |
30 | ἔστι καὶ λέγεται. ἁπλοῦς δὲ ὢν καὶ ἀμερὴς καὶ ἀσύνθετος, | 136 |
3,1137 | ὅπερ ἂν λέγηται, ὅλος ἐστίν, οὐκ ἐν μέρει τοῦτο καὶ ἐν μέρει τὸ ἕτερον ὥστε ἑνὸς ὄντος πάντα ἐν αὐτῷ νοεῖσθαι καὶ μὴ ὄντος τὰ πάντα συνδιαγράφεσθαι. εἰ οὖν ἠφανίσθη τῷ θανάτῳ τὸ θεῖον, συνηφανίσθη τῷ θανάτῳ πάντα τὰ συνημ‐ | |
5 | μένως περὶ τὴν αὐτοῦ θεότητα θεωρούμενα. ἀλλὰ μὴν οὐχ ἁπλῶς δύναμις ὁ Χριστός, ἀλλὰ θεοῦ δύναμις καὶ θεοῦ σοφία. ὅτε οὖν ταῦτα τῇ θεότητι τοῦ υἱοῦ διὰ τοῦ θανάτου συγκατεσβέσθη, οὐχ ἦν παρὰ τῷ πατρὶ θεοῦ σοφία, οὐ δύναμις, οὐ ζωή, οὐκ ἄλλο τι τῶν πρὸς τὸ κρεῖττον ὀνομα‐ | |
10 | ζομένων οὐδέν· θεοῦ γὰρ πάντα ταῦτα εἶναι 〈καὶ πάντα〉 τὰ τοῦ πατρὸς ἐν αὐτῷ εἶναι πιστεύεται, ἅπερ ὄντος μὲν τοῦ υἱοῦ ἔστι, μὴ ὄντος δὲ πάντως οὐκ ἔστι διὰ τὸ ἐν αὐτῷ εἶναι πάντα τὰ τοῦ πατρὸς ὁμολογεῖσθαι. εἰ οὖν ἐναπεσβέσθη τῷ θανάτῳ ἡ δύναμις, Χριστὸς δὲ θεοῦ ἐστι δύναμις, ποία | |
15 | πάλιν ἐκ τοῦ μὴ ὄντος ἀνεκλήθη δύναμις τῆς μὲν οὔσης τῷ θανάτῳ ἀφανισθείσης, ἑτέρας δὲ οὐχ ὑπολειφθείσης; τὴν γὰρ τοῦ πατρὸς δύναμιν ἐν τῷ υἱῷ εἶναι καὶ παρὰ τῶν μαχομένων ἡμῖν ὁμολογεῖται. εἰ οὖν μία ἡ δύναμις, αὕτη δὲ ὑπὸ τοῦ θανάτου δυναστευθεῖσα εἰς ἀφανισμὸν μετεχώρησεν | |
20 | ἐν τῷ καιρῷ τῆς τοῦ πάθους οἰκονομίας, τίς ἄλλη δύναμις παρ’ αὐτὸν ἀναπλάττεται ἡ ταύτην ἐκ τοῦ θανάτου ἀνακαλου‐ μένη τὴν δύναμιν; εἰ γὰρ τοῦτο λέγοιεν ὅτι ἡ μὲν ἀπέθανεν, ἡ δὲ ἀθάνατος ἔμεινεν, οὐκέτι ἐν τῷ υἱῷ τὴν τοῦ πατρὸς δύναμιν εἶναι ὁμολογήσουσι καὶ οὕτως ἐκ τοῦ ἀκολούθου τὰς | |
25 | αὐτοῦ τοῦ κυρίου φωνὰς παραγράψονται ὡς οὐκ ἀληθῶς ἐχούσας, αἳ πάντα τὰ τοῦ πατρὸς τοῦ υἱοῦ εἶναι διαμαρτύ‐ ρονται. ὁ γὰρ πάντα ἔχων τὰ τοῦ πατρὸς καὶ τὴν ἀθανασίαν πάντως τοῦ πατρὸς ἐν ἑαυτῷ ἔχει· ἡ δὲ ἀθανασία, ἕως ἂν ᾖ τοῦτο ὃ λέγεται, ἀμίκτως τε καὶ ἀκοινωνήτως πρὸς τὸν | |
30 | θάνατον ἔχει. εἰ οὖν θνητὴν λέγουσι τοῦ υἱοῦ τὴν θεότητα, | 137 |
3,1138 | τὸ μὴ ἔχειν αὐτὸν ἐν ἑαυτῷ τὴν τοῦ πατρὸς ἀθανασίαν κατα‐ σκευάζουσιν. ἀλλὰ μὴν ἀληθεύει ὁ λέγων ὅλον ἔχειν ἐν ἑαυτῷ τὸν πατέρα. ψεύδεται ἄρα ὁ θνητὸν κατασκευάζων τοῦτον ᾧ πᾶσα ἡ τοῦ πατρὸς ἀϊδιότης ἐγκαθορᾶται. ἐπεὶ οὖν | |
5 | μία πατρὸς καὶ υἱοῦ κατὰ τὸν λόγον τῶν εὐσεβούντων ἡ δύναμις (ἐν γὰρ τῷ πατρὶ τὸν υἱὸν βλέπομεν καὶ ἐν τῷ υἱῷ τὸν πατέρα), σαφῶς ἀποδείκνυται, ὅτι τὸ μὲν ἐμπαθὲς τῇ φύσει τὸν θάνατον δέχεται, τὸ δὲ ἀπαράδεκτον πάθους ἐν τῷ παθητῷ τὴν ἀπάθειαν ἐνήργησεν. | |
10 | Ἀλλὰ πρὸς τὸ ἐφεξῆς τοῦ λόγου προέλθωμεν. λέξω δὲ πάλιν τῇ ἐμαυτοῦ φωνῇ συνελὼν ἐν βραχεῖ τὴν διάνοιαν. φησὶ γὰρ τὸ ἄνθρωπον ἔνθεον τὸν Χριστὸν ὀνομά‐ ζειν ἐναντίον μὲν εἶναι ταῖς ἀποστολικαῖς διδασ‐ καλίαις, ἀλλότριον δὲ τῶν συνόδων· Παῦλον δὲ | |
15 | καὶ Φωτεινὸν καὶ Μάρκελλον τῆς τοιαύτης δια‐ στροφῆς κατάρξαι. εἶτα κατὰ τοὺς δεινοὺς τῶν ἀγωνι‐ στῶν ὥσπερ συμπλακεὶς τῷ προσδιαλεγομένῳ καὶ εὑρὼν τὸν αὐθέντην τοῦ ῥήματος τοῦτό φησι· Πῶς ἐρεῖς ἐκ γῆς ἄνθρωπον τὸν ἐξ οὐρανοῦ καταβεβηκέναι μαρτυ‐ | |
20 | ρούμενον ἄνθρωπον καὶ υἱὸν ἀνθρώπου τὸν θεὸν καὶ θεοῦ υἱὸν ἀναγορευόμενον; πάλιν ἐν τούτοις ἡ κατασκευὴ τῶν προλαβόντων ἑτέρας ἀτοπίας ἐστὶν ἀρχή· ἵνα γὰρ δείξῃ θεὸν τεθνηκότα, οὐδὲν ὅλως καταδέχεται τῆς γηΐνης φύσεως περὶ αὐτὸν θεωρεῖσθαι, ἐπειδὴ ὅλως τῇ | |
25 | γῇ συγγενῶς ἔχειν δοκεῖ τὸ κατὰ θάνατον πάθος. Οὐκ ἔστι, φησίν, ἐκ γῆς ἄνθρωπος ὁ ἐξ οὐρανοῦ καταβὰς ἄνθρωπος. ἄνθρωπος μέντοι, καὶ εἰ ἐξ οὐρανοῦ καταβέβηκεν· οὐ γὰρ ἀρνεῖται τὴν τοιαύτην προσηγορίαν ἐν τοῖς εὐαγγελίοις ὁ κύριος. | |
30 | πῶς οὖν ἐν τοῖς εἰρημένοις τὸ ἀκόλουθον σῴζει; εἰ μὴ ἐκ | |
γῆς ὁ ἄνθρωπος, ἀλλ’ ἐξ οὐρανοῦ πρὸς ἡμᾶς καταβαίνει, | 138 | |
3,1139 | πῶς ἀνθρώπου υἱὸς ὁ ἐξ οὐρανοῦ καταβαίνων λέγεται; δώσει γὰρ πάντως, ὥσπερ ἐπὶ τῆς γῆς προεπινοοῦμεν τῶν υἱῶν τοὺς πατέρας, οὕτω καὶ ἐπὶ τοῦ κατ’ αὐτὸν οὐρανόθεν ἥκοντος ἀνθρώπου, ἐπειδὴ υἱὸς ἀνθρώπου λέγεται, μὴ εἰκῆ | |
5 | πατρόθεν κατονομάζεσθαι, ἀλλ’ εἶναι αὐτοῦ κατὰ τὸ ἀν‐ θρώπινον ἐν οὐρανῷ προθεωρούμενον πατέρα ἄλλον ἄνθρω‐ πον. εἰ γὰρ στηρίζεται τούτῳ τῷ ῥήματι τῷ εἰρηκότι Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐξ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ διὰ τοῦτο τῆς πρὸς τὸν γήϊνον | |
10 | ἄνθρωπον συγγενείας αὐτὸν ἀποσχίζει, ἐκ τοῦ οὐρανοῦ ἥκοντα υἱὸν ἀνθρώπου λέγων· δώσει τινὰ πάντως τοῦ καταβάντος πρὸς ἡμᾶς ἄλλον ἐν οὐρανῷ τοιοῦτον πατέρα, ὥστε καὶ ἐν τῇ οὐρανίῳ ζωῇ ἔθνη ἀνθρώπων καὶ δήμους καὶ πατριὰς καὶ πάντα, ὅσα κατὰ τὸν τῇδε βίον | |
15 | ἔστιν, ὑπονοεῖσθαι. εἰ οὖν τὸ ἐξ οὐρανοῦ ἧκον ἀνθρώπου ἐστὶν υἱός, τὸ δὲ ἐκ Μαρίας ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα γεγεννημένον ἄνωθεν δὲ ἀνθρώπου υἱὸς ὠνόμασται, ψευδῶς κατ’ αὐτοὺς υἱὸς θεοῦ λέγεται μήτε τοῦ οὐρανίου μήτε τοῦ γηΐνου πρὸς τὸ θεῖον οἰκειουμένου. ἀλλὰ συναγαγὼν | |
20 | ἑαυτῷ πρὸς τὸ κεφάλαιον τὰ εἰρημένα ἐν τούτῳ συμπεραίνει τὸν λόγον· Εἰ δὲ καὶ ἐξ οὐρανοῦ υἱὸς ἀνθρώπου καὶ ἐκ γυναικὸς υἱὸς θεοῦ, πῶς οὐχ ὁ αὐτὸς θεὸς καὶ ἄνθρωπος; ἐγὼ δὲ τὸ μὲν τὸν αὐτὸν ἄνθρωπον καὶ θεὸν πιστεύειν εἶναι φημὶ καὶ παντὸς εἶναι τοῦ τὸν ὀρθὸν | |
25 | λόγον πρεσβεύοντος, οὐ μὴν κατὰ τὴν τοῦ λογογράφου διά‐ νοιαν· οὔτε γὰρ τὸ θεῖον γήϊνον οὔτε ἀνθρώπινον τὸ οὐράνιον, καθὼς ἐκεῖνος οἴεται· ἀλλ’ ἄνωθεν μὲν ἡ τοῦ ὑψίστου δύ‐ ναμις διὰ τοῦ ἁγίου πνεύματος ἐν τῇ ἀνθρωπίνῃ φύσει ἐπεσκιάσθη, τουτέστιν ἐνεμορφώθη, ἐκ δὲ τῆς ἀμιάντου | |
30 | παρθένου ἡ τῆς σαρκὸς μοῖρα συνηφανίσθη καὶ οὕτω τὸ | |
ἐν αὐτῇ γεννηθὲν υἱὸς ὑψίστου κατωνομάσθη· τῆς μὲν θείας | 139 | |
3,1140 | δυνάμεως τὴν πρὸς τὸν ὕψιστον ἀγχιστείαν, τῆς δὲ σαρκὸς τὴν ἀνθρωπίνην οἰκειουμένης συγγένειαν. Ἀλλὰ θεὸς μέν, φησί, τῷ πνεύματι τῷ σαρκω‐ θέντι, ἄνθρωπος δὲ τῇ ὑπὸ τοῦ θεοῦ προσληφ‐ | |
5 | θείσῃ σαρκί. τί ἐστι πάλιν τοῦ πνεύματος σάρκωσις ἐκτὸς τῆς πρὸς τὴν ἡμετέραν σάρκα ἑνώσεως; πόθεν δὲ προσελήφθη ἄνθρωπος, εἰ μὴ ἐκ τοῦ πρώτου ἀνθρώπου, οὗ τὴν πρώτην γένεσιν ἐκ γῆς, οὐκ ἐκ τοῦ οὐρανοῦ γενεαλο‐ γοῦντος τοῦ Μωυσέως ἠκούσαμεν; λαβὼν γὰρ ὁ θεὸς χοῦν | |
10 | ἀπὸ τῆς γῆς τὸν ἄνθρωπον ἔπλασεν· ἄλλην δὲ ἀνθρώπου κατασκευὴν ἐξ οὐρανοῦ συστῆναι παρ’ οὐδενὸς μεμαθήκαμεν. εἶτα ἐπάγει τοῖς εἰρημένοις ὅτι Τὸ μυστήριον ἐν σαρκὶ ἐφανερώθη, καλῶς τοῦτο λέγων, οὗτος ὁ ἡμέτερος λόγος, καὶ ὅτι Ὁ λόγος σὰρξ ἐγένετο κατὰ τὴν ἕνωσιν, | |
15 | καὶ ταῦτα τῆς ὑγιαινούσης φωνῆς ἐστι τὰ ῥήματα· ὁ γὰρ ἡνῶσθαι τῇ σαρκὶ τὸν λόγον εἰπὼν οὐδὲν ἕτερον ἢ τῶν δύο τὴν συνδρομὴν λέγει. Ἀλλ’ οὐκ ἄψυχος, φησίν, ἡ σάρξ· στρατεύεσθαι γὰρ κατὰ τοῦ πνεύματος εἴρηται καὶ ἀντιστρατεύεσθαι τῷ νόμῳ τοῦ νοός. ὑπέρευγε | |
20 | τῆς εὐγνωμοσύνης! οὐκ ἄψυχον τῷ θεῷ περιπλάσσει τὴν σάρκα. οὐκοῦν ἐρωτήσωμεν, εἰ ἔμψυχος προσελήφθη παρὰ τοῦ θεοῦ λόγου ἡ σάρξ, καθώς φησιν ὁ λογογράφος· ἔμψυχα δέ φαμεν καὶ τῶν ἀλόγων τὰ σώματα· ὁ ἀνθρωπίνην σάρκα καὶ ταύτην ἔμψυχον προσοικίζων τῷ λόγῳ οὐδὲν ἕτερον | |
25 | ἢ ὅλον συνάπτει τὸν ἄνθρωπον· οὐδὲν γὰρ ἄλλο παρὰ τὴν νοερὰν φύσιν τῆς ἀνθρωπίνης ψυχῆς ἐστιν ἰδίωμα διὰ τὸ ἐν πᾶσι τοῖς ἄλλοις κοινωνίαν εἶναι ἡμῖν πρὸς τὰ ἄλογα· τὸ ἐπιθυμητικόν, τὸ θυμοειδές, ἡ κατὰ τροφὴν ὄρεξις, | |
ἡ πρὸς τὴν αὔξησιν δύναμις, ὁ κόρος, ὁ ὕπνος, ἡ πέψις, | 140 | |
3,1141 | ἡ ἀλλοίωσις, ἡ τοῦ ἀχρειωθέντος ἐκποίησις, πάντα κατὰ τὸ ἴσον ἐν ἡμῖν καὶ τοῖς ἀλόγοις διά τινος ψυχικῆς δυνάμεως οἰκονομεῖται. ὁ τοίνυν λέγων ἄνθρωπον εἶναι τὸν προσειλημ‐ μένον, ἔμψυχον δὲ τοῦτον διδοὺς οὐδὲν ἕτερον ἢ καὶ νοητὴν | |
5 | αὐτῷ προσεμαρτύρησε δύναμιν, ὅπερ ἴδιον τῆς ἀνθρωπίνης ἐστὶ ψυχῆς, ἐξ αὐτῶν, ὧν παρέθετο ἡμῖν, τῶν τοῦ ἀποστόλου ῥημάτων· ὁ γὰρ εἰπὼν ὅτι Τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν (τῷ γὰρ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται) τῆς προαιρετικῆς τε καὶ διανοητικῆς δυνάμεως ἐναργῆ τὰ ἰδιώ‐ | |
10 | ματα λέγει· τὸ γὰρ ἐπιπειθῶς ἢ ἀντιτύπως πρὸς τὸν νόμον ἔχειν προαιρέσεως ἴδιον αὐτό τε τὸ τοῦ φρονήματος ὄνομα οὐκ ἄν τις τῆς κατὰ τὸ φρονεῖν ἐνεργείας ἀποχωρίσειεν. τὸ δὲ φρονεῖν ταὐτὸν εἶναι τῷ νοεῖν οὐδ’ ἂν τῶν κομιδῇ τις νηπιαζόντων ἀντείποι· ὅ τε ἀντιστρατευόμενος καὶ αἰχμα‐ | |
15 | λωτίζων πῶς ἂν τῆς ἐνεργείας τοῦ νοεῖν ἀμοιρήσειεν; οὐ γὰρ τὸ πρὸς τὰ φαῦλα κινεῖσθαι τοῖς κακοῖς τὴν προαίρεσιν ἀπόδειξις τοῦ μὴ εἶναι νοῦν ἐν ἐκείνοις ἐστίν, ἀλλὰ καλῆς μὲν διανοίας ἐκτός εἰσι, νοοῦσι δὲ ὅμως· ἐπεὶ καὶ τὸν ὄφιν ἐκεῖνον, ὃν δὴ τῆς κακίας ἀρχηγὸν καὶ εὑρετὴν παρὰ τῶν | |
20 | γραφῶν ἐδιδάχθημεν, οὐκ ἀνόητον εἶναί φησιν ὁ θεόπνευστος λόγος, πλείονα τῶν ἄλλων προσμαρτυρῶν τούτῳ τὴν φρονι‐ μότητα. Οὐκοῦν ἐξ αὐτῶν, δι’ ὧν οἴεται συνιστᾶν τὸν ἑαυτοῦ λόγον, αἱ παρατεθεῖσαι ἡμῖν φωναὶ τὸ ἀσεβὲς τοῦ κατ’ αὐτὸν | |
25 | δόγματος διελέγχουσιν. οὐ γὰρ ἐν τούτοις μόνοις ὁ ἀπόστολος ἀνθίστησι τὴν σάρκα τῷ πνεύματι, τουτέστι τὴν πονηρὰν προαίρεσιν τῇ ἀστειοτέρᾳ ζωῇ, ἀλλὰ καὶ πρὸς Κορινθίους φησὶ τὸ ἐμπαθὲς αὐτοῖς ὀνειδίζων ὅτι Σάρκινοί ἐστε. ἆρα κατὰ τὸν χρόνον ἐκεῖνον, καθ’ ὃν πρὸς αὐτοὺς ὁ λόγος | |
30 | ἐγένετο, κατὰ τὴν τριμερῆ τοῦ Ἀπολιναρίου τῶν ἀνθρώπων τομὴν ἀμέτοχοι τῆς κατὰ τὸν νοῦν ἐνεργείας ἦσαν οἱ ἄν‐ | |
θρωποι; ἢ πάντως ἐκ τῆς ἀμέτρου πρὸς τὴν σάρκα διαθέσεως | 141 | |
3,1142 | σάρκινοι παρὰ τοῦ Παύλου προσηγορεύθησαν ἐκ τοῦ πλεονά‐ ζοντος τὴν ἐπωνυμίαν λαβόντες; καὶ δείκνυσι τὸν τοιοῦτον λόγον ἡ σύμφρασις τῶν γεγραμμένων· Ὅπου γὰρ ἐν ὑμῖν, φησί, ζῆλος καὶ ἔρις, οὐχὶ σαρκικοί ἐστε; τὸ δὲ ζηλοῦν καὶ | |
5 | ἐρίζειν τῆς κατὰ τὸν νοῦν ἐνεργείας ἐστίν. τὰ δὲ τούτων ἐχόμενα τῆς λογογραφίας ἀπόδειξιν δῆθεν περιέχει διὰ πλειόνων μαρτυριῶν τοῦ ἐκ τριῶν συνεστάναι τὸν ἄνθρωπον, ἀπὸ σαρκός τε καὶ ψυχῆς καὶ νοῦ, ἅπερ οὐ πόρρω τοῦ καθ’ ἡμᾶς ἐστι λόγου. ταὐτὸν γάρ ἐστιν ἐκ νοερᾶς ψυχῆς καὶ σώματος | |
10 | τὸν ἄνθρωπον λέγειν καὶ ἰδιαζόντως τὸν νοῦν ἐφ’ ἑαυτοῦ ἀριθμήσαντα τριχῆ διελεῖν τὴν περὶ τὸν ἄνθρωπον θεωρίαν· εἰ καὶ ὅτι πολλὰς τοῖς αἱρετικοῖς δίδωσιν ὁ λόγος ἐν τούτῳ λαβάς· δύναται γάρ, εἰ τὸ νοητικὸν ἐφ’ ἑαυτοῦ τις ἀριθμοίη, ἑτέραν τοῦ θυμοειδοῦς τὴν περιγραφὴν λέγειν καὶ τοῦ ἐπι‐ | |
15 | θυμητικοῦ πάλιν ἑτέραν. ἴσως δ’ ἄν τις καὶ τὰ λοιπὰ τῆς ψυχῆς κινήματα κατὰ τὸν λόγον ἐξαριθμούμενος πολυσχιδῆ τινα καὶ πολυσύνθετον ἀντὶ τοῦ τριμεροῦς ἀποδείξειε τὸν ἄνθρωπον. Ἀλλ’ ἐάσθω ταῦτα, ὡς ἂν μὴ τοῖς καθ’ ἕκαστον ἐπεξιόντες | |
20 | εἰς ἀμετρίαν ἐκτείνωμεν τὴν ἀντίρρησιν, πρὸς δὲ τὰ ἐφεξῆς τοῦ λόγου προΐωμεν. κατασκευάσας γὰρ διὰ πολλῶν τὸ τριφυὲς ἢ τριμερὲς ἢ ὅπως ἂν ἐθέλῃ τις ὀνομάζειν τὸ ἀνθρώ‐ πινον σύγκριμα, μέμνηταί τινων καὶ δογμάτων συνοδικῶν τῶν τε κατὰ Παύλου τοῦ Σαμωσατέως συνειλεγμένων λέγον‐ | |
25 | τος Ἐξ οὐρανοῦ ἀποτεθεῶσθαι τὸν κύριον· καὶ τοῦ κατὰ Νίκαιαν ἐκφωνηθέντος, οὗ τὴν ῥῆσιν ἐπὶ λέξεως τοῦτον τὸν τρόπον εἰρημένην παρέθετο τὸ Ἐξ οὐρανοῦ καταβάντα καὶ σαρκωθέντα καὶ ἐνανθρωπήσαντα. καὶ ταῦτα εἰπὼν ὡς προκατασκευάσας τὸν μέλλοντα ῥηθή‐ | |
30 | σεσθαι λόγον οὕτως ἀπογυμνοῖ τοῦ ἰδίου βουλήματος τὴν | |
διάνοιαν καί φησιν οἱονεὶ προσοικειῶν τοῖς ἀποδεδειγμένοις | 142 | |
3,1143 | οὕτω κατὰ τὴν λέξιν· Τὸ δὴ πνεῦμα, τουτέστι τὸν νοῦν, θεὸν ἔχων ὁ Χριστὸς μετὰ ψυχῆς καὶ σώ‐ ματος εἰκότως ἄνθρωπος ἐξ οὐρανοῦ λέγεται. τί κοινὸν ἔχει τὰ εἰρημένα πρὸς τὰ προάγοντα; ποῦ τοῦτο ἡ | |
5 | κατὰ τοῦ Σαμωσατέως ἐδογμάτισε σύνοδος; ἀλλ’ ἐῶ τὰ τῆς μνήμης ἡμῶν πρεσβύτερα. τί τοιοῦτον ἐν τοῖς κατὰ Νίκαιαν δόγμασιν ἔδειξεν; τὸν καταβάντα ἐκ τῶν οὐρανῶν ἡ πίστις λέγει καὶ σαρκωθέντα, ὡς μὴ πρὸ τῆς καθόδου νοεῖσθαι τὴν σάρκα, ἀλλὰ δευτερεύειν μετὰ τὴν κάθοδον | |
10 | τὸν σαρκωθέντα καὶ ἐνανθρωπήσαντα; τοῦτο παρὰ πάντων ἐν ἐκκλησίαις κηρύσσεται καὶ οὗτος ἡμέτερος, μᾶλλον δὲ τῆς ἐκκλησίας ὁ λόγος. ποῦ τοίνυν ἐν τοῖς εἰρημένοις ἐστίν, ὅτι τὸ πνεῦμα, τουτέστι τὸν νοῦν, θεὸν ἔχων ὁ Χριστὸς μετὰ ψυχῆς καὶ σώματος ἐξ οὐρανοῦ ἄνθρωπος λέγεται; | |
15 | εἴτε γὰρ ἐπὶ τῆς λέξεως ψιλῆς ἐξετάζοις τὸν λόγον εἴτε καὶ τὴν τῶν εἰρημένων διάνοιαν, ἐν οὐθετέρῳ τὸ ῥηθὲν εὑρεθή‐ σεται. ἡ μὲν γὰρ λέξις τοσοῦτον ἀπέχει τῆς λέξεως καθ’ ὅσον ἀπέχουσι, ψαλμικῶς εἰπεῖν, ἀνατολαὶ ἀπὸ δυσμῶν· ἡ δὲ διάνοια τῶν εἰρημένων τί κοινὸν πρὸς τὰ δι’ ἐκείνης | |
20 | δηλούμενα δείκνυσιν; φησὶν οὗτος τὸν σαρκωθέντα τῇ ἀν‐ θρωπίνῃ σαρκὶ Χριστὸν ἐν ἑαυτῷ θεὸν τὸ πνεῦμα, τουτέστι τὸν νοῦν, ἔχειν· λέγει δὲ τοῦτο ὁ κελεύων ἔνθεον ἄνθρωπον μὴ λέγειν τὸν Χριστόν, θεὸν ἔχοντα ἐν ἑαυτῷ ὡς ἄλλον ἐν ἄλλῳ, αὐτὸς πρὸ τῶν ἄλλων τοῦτο κατασκευάζων. ἡ δὲ τῆς | |
25 | συνόδου φωνὴ τὸν ἐξ οὐρανοῦ καταβάντα λέγει. νοείτω μὲν οὖν ὁ πολὺς καὶ ἀκέραιος τὴν ἐκ τῶν οὐρανῶν πρὸς ἡμᾶς κάθοδον· οὐδὲν γὰρ πρὸς τὴν τοιαύτην ὑπόληψιν διοισόμεθα, κἂν ὑψηλοτέραν ὁ νοῦς ἐμφαίνῃ διάνοιαν, μὴ τοπικῶς λέγων καταβαίνειν τὸ θεῖον πανταχοῦ ὂν καὶ | |
30 | περιδεδραγμένον τῶν ὄντων, ἀλλὰ τὴν πρὸς τὸ ταπεινὸν τῆς φύσεως ἡμῶν παραδηλῶν συγκατάβασιν· πλὴν ὅπως ἂν | |
ᾖ φίλον τῷ βουλομένῳ δέχεσθαι τὴν κάθοδον, τὸν σαρκω‐ | 143 | |
3,1144 | θέντα πάλιν ὁ τῆς συνόδου λόγος φησὶ καλῶς καὶ τοῦτο λέγων· πῶς γὰρ ἂν οἰκειότερον τὴν ἐκ γυναικὸς ἡρμήνευσε γέννησιν; οὐ γάρ, ᾗ θεός ἐστιν, αὐτὸς καθ’ ἑαυτὸν ἐκ γυ‐ ναικὸς ἐγεννήθη. ὁ γὰρ πρὸ τῆς κτίσεως ὢν τῷ διὰ σαρκὸς | |
5 | γεγεννῆσθαι αὐτὸ τὸ εἶναι οὐκ ἐπιδέχεται· ἀλλὰ τῷ ἁγίῳ πνεύματι προοδοποιήσας τὴν τῆς ἰδίας δυνάμεως εἴσοδον καὶ μηδὲν τῆς ὑλικῆς ἀφορμῆς πρὸς τὴν κατασκευὴν τοῦ οἰκείου σκήνους προσδεηθεὶς κατὰ τὸ εἰρημένον περὶ τῆς σοφίας Ἑαυτῷ ᾠκοδόμησεν οἶκον τὸν ἐκ τῆς παρθένου | |
10 | χοῦν ἀνθρωποποιήσας, δι’ οὗ συνεκράθη πρὸς τὸ ἀνθρώπινον. Ποῦ τοίνυν ἐν τούτοις φησὶν ὁ λόγος, ὅπερ τῷ Ἀπολι‐ ναρίῳ δοκεῖ, 〈ὅτι〉 τὸ πνεῦμα, τουτέστι τὸν νοῦν, θεὸν ἔχων ὁ Χριστὸς μετὰ ψυχῆς καὶ σώματος, εἰκότως ἐξ οὐρανοῦ ἄν‐ θρωπος λέγεται; εἰ μὲν γὰρ ἔξεστι κατ’ ἐξουσίαν αὐτῷ πρὸς | |
15 | τὸ δοκοῦν ἕλκειν τὰ θεῖα λόγια καὶ κατὰ τοὺς τῶν ὀνείρων ὑποκριτάς, ὅπερ ἂν ἐθέλῃ, τοῦτο τῷ γράμματι προσαρμόζειν τὸ νόημα, ταῦτα καὶ τὰ τοιαῦτα τοῖς θείοις λόγοις ἐπιφημι‐ ζέτω νοήματα· εἰ δὲ τοὺς γραώδεις μύθους καὶ τὰς βεβήλους καινοφωνίας κατὰ πάντα τρόπον ἀπωθεῖσθαί φησι δεῖν ὁ | |
20 | ἀπόστολος, οὐδαμῶς συγχωρητέον αὐτῷ συναρμόζειν ἀλλή‐ λοις τὰ ἀκοινώνητα καὶ προσκολλᾶν τὰ ἀσύμβατα. καὶ μᾶλλον δ’ ἂν ἡμῖν αὐτὸς δι’ ὧν ἐπαγωνίζεται τοῖς εἰρημένοις πρὸς ἀνατροπὴν τοῦ δόγματος αὐτοῦ συμμαχήσειε· φησὶ γὰρ ὅτι καὶ ὁ Παῦλος τὸν πρῶτον Ἀδὰμ ψυχὴν καλεῖ μετὰ σώ‐ | |
25 | ματος οὖσαν, καλῶς τοῦτο καὶ ὑπὲρ τῆς ἀληθείας εἰπών. ἆρα οὖν ὁ πρῶτος ἄνθρωπος, ὁ εἰς ψυχὴν ζῶσαν παρὰ τοῦ Παύλου μνημονευθείς, κτηνείαν τινὰ ψυχὴν εἶχε καὶ ἄλογον; καὶ μὴν οὐκ ὀλίγην αὐτῷ προσμαρτυρεῖ τὴν διανοητικὴν | |
χάριν ἡ ἱστορία· προσήγετο μὲν γὰρ αὐτῷ παρὰ τοῦ θεοῦ τὰ | 144 | |
3,1145 | ζῷα, τῆς δὲ τῶν ὀνομάτων εὑρέσεως ἐκεῖνος κύριος ἦν, τὸ προσφυὲς καὶ ἁρμόδιον ἑκάστῳ περινοῶν. ἀλλὰ καὶ ἡ παρακοὴ καὶ ἡ περὶ τὰ μὴ δέοντα συνδιάθεσις καὶ ἡ ἐπὶ τοῖς πεπραγμένοις αἰσχύνη καὶ τὸ πρόσφορον ἐπὶ τοῖς | |
5 | ἐγκλήμασιν ἀπολογίαν εὑρεῖν, πάντα ταῦτα τῆς κατὰ τὸν νοῦν ἐνεργείας ἀπόδειξις γίνεται. τί δήποτε τοίνυν παρεσιω‐ πήθη παρὰ τοῦ Παύλου τὸ νοερὸν τῆς ψυχῆς ἐπὶ τοῦ Ἀδάμ; ἢ δῆλον ὅτι τῷ μέρει συνονομάζεται τὸ λειπόμενον, ὡς τῷ Πρὸς σὲ πᾶσα σὰρξ ἥξει διὰ τῆς σαρκὸς ὅλον σημαίνει ὁ | |
10 | Δαβὶδ τὸ ἀνθρώπινον· καὶ ὁ Ἰακὼβ ἐν ἑβδομήκοντα πέντε ψυχαῖς τοῖς Αἰγυπτίοις ἐπιξενούμενος οὐκ ἄνους οὐδὲ ἄσαρκος κατὰ τὸν χρόνον ἐκεῖνον ὑπὸ τῆς γραφῆς ἱστορεῖται. Ἀλλά φησιν ὁ λογογράφος ὅτι ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ πνευματικὸς λέγεται καὶ τοῦτο | |
15 | σημεῖον ποιεῖται τοῦ ἄνουν εἶναι τὸν τῷ θεῷ συγκραθέντα ἄνθρωπον. καίτοι πρόχειρος τῆς ἀτοπίας ὁ ἔλεγχος ἐξ αὐτῶν, ὧν παρέθετο. ὁ γὰρ εἰπὼν Οἷος ὁ ἐπου‐ ράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι πόρρω τῆς τοιαύτης ὑπονοίας ἀφίστησιν. εἰ γὰρ οἱ πεπιστευκότες τῷ ἐξ οὐρανῶν | |
20 | ἥκοντι καὶ αὐτοὶ παρὰ τοῦ Παύλου ἐπουράνιοι λέγονται, οἱ μετατεθεικότες, καθώς φησιν, εἰς οὐρανοὺς τὸ πολίτευμα, καὶ οἷος ἐκεῖνος ὁ ἐπουράνιος, τοιούτους εἶναι καὶ τούτους τοὺς ἐπουρανίους φησὶν ὁ ἀπόστολος, οὐδεὶς δὲ ἄνους τῶν παραδεξαμένων τὴν πίστιν· ἀνάγκη πᾶσα τὴν ὁμοιωτικὴν | |
25 | ταύτην σύγκρισιν ἀπόδειξιν γενέσθαι τοῦ καθ’ ὁμοιότητα τῶν ἀνθρώπων καὶ ἐν ἐκείνῳ τὸν νοῦν εἶναι. Οἷος γάρ, φησίν, ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι· ὥστε ἢ ἐν πᾶσι τὸν νοῦν ἢ ἐν οὐδενὶ κατ’ ἀνάγκην ὁμολογήσουσιν. ὥσπερ γὰρ τὰ τοῦ χοϊκοῦ ἰδιώματα τοῖς ἐξ ἐκείνου ἐνθεωρεῖται, | |
30 | οὕτως ἐπάναγκες κατὰ τὴν τοῦ ἀποστόλου ἀπόφασιν τὸν | |
κατὰ πάντα πεπειραμένον τοῦ ἡμετέρου βίου καθ’ ὁμοιότητα | 145 | |
3,1146 | χωρὶς ἁμαρτίας—ὁ δὲ νοῦς ἁμαρτία οὐκ ἔστι—πρὸς πᾶσαν ἡμῶν οἰκείως ἔχειν τὴν φύσιν. οὕτω γὰρ τὸ ἀποστολι‐ κὸν ἀληθεύεται τὸ ἡμᾶς κατ’ ἐκεῖνον εἶναι, εἰ ὁμολογηθείη κἀκεῖνος καθ’ ἡμᾶς γεγενῆσθαι, ἵνα ἐκ τοῦ γενέσθαι οἷος | |
5 | ἡμεῖς ἡμᾶς ποιήσῃ οἷος ἐκεῖνος. Πάλιν τοίνυν τῶν παρ’ αὐτοῦ ῥηθέντων ἐπιμνησθησώ‐ μεθα· Καθὸ καὶ τὸν πρότερον Ἀδὰμ ὁ Παῦλος ψυχὴν καλεῖ μετὰ σώματος οὖσαν καὶ οὐκ ἄνευ σώματος, τῷ δὲ ὅλῳ τὴν ἐπωνυμίαν διδοῦσαν, | |
10 | κἂν ἐφ’ ἑαυτῆς καὶ αὐτὴ κατὰ σύλληψιν τοῦ πνεύματος καλῆται ψυχή. ταῦτα λέγων ὁμολογεῖ τὰ τρία κατὰ σύλληψιν τῷ τῆς ψυχῆς καλεῖσθαι ὀνόματι ὡς περιει‐ λημμένης τῆς τε τοῦ σώματος καὶ τῆς τοῦ πνεύματος ἐν τῷ αὐτῷ σημασίας. ἀλλὰ τὸν ἔσχατον, φησί, πνεῦμα ζωο‐ | |
15 | ποιοῦν ὁ Παῦλος καλεῖ. ὅπερ οὖν ἐν ἐκείνῳ διὰ τοῦ πλεονά‐ ζοντος κεκρατηκέναι τὴν ἐπωνυμίαν κατὰ τῶν λοιπῶν τῶν σημαινομένων ἔδειξε, τοῦτο πάντως καὶ ἐπὶ τούτου τὴν ἴσην δύναμιν ἔχει. εἰ γὰρ ὁ Ἀδάμ, ἐπειδὴ ἥμαρτε, ψυχὴ λέγεται, ὁ τῷ θεῷ ἐγκραθεὶς ἄνθρωπος, ἐπειδὴ Ἁμαρτίαν | |
20 | οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, πνεῦμα τὸ ὅλον κατονομάζεται. ἀλλ’ οὐ καταδέχεται τὴν τοιαύτην διάνοιαν· φησὶ γὰρ ἐκεῖνον μὲν ἐκ γῆς χοϊκόν, διότι τὸ σῶμα ἐκ τοῦ χοῦ πλασθὲν ἐψυχώθη. ἆρα ὁ νοῦς, ὅπερ ὀνομάζει πνεῦμα, οὐ συγκατεβλήθη τῷ κατὰ τὸν Ἀδὰμ πλάσματι; | |
25 | οὐκοῦν ἐν τίνι αὐτῷ ἡ πρὸς τὸν θεὸν ὁμοιότης; τίς δὲ ἡ ἐκ τοῦ θείου ἐμφυσήματος ἀπορροή, εἰ μὴ ὁ νοῦς ταῦτα εἶναι πιστεύοιτο; τοῦτον δέ φησιν ἐξ οὐρανοῦ διὰ τοῦτο καλεῖσθαι, | |
διότι τὸ πνεῦμα τὸ οὐράνιον ἐσαρκώθη. τίς γραφὴ ταῦτα | 146 | |
3,1147 | λέγει; εἰς τίνα τῶν ἁγίων ἀναφέρει τὸν λόγον, ὅτι πνεῦμα ἐσαρκώθη; οὐχ οὕτως παρὰ τῶν εὐαγγελίων ἠκούσαμεν, οὐχ οὕτως παρὰ τῆς μεγάλης τοῦ ἀποστόλου φωνῆς ἐδι‐ δάχθημεν, ἀλλ’ ὅτι μὲν Ὁ λόγος σὰρξ ἐγένετο, λέγει τὸ | |
5 | κήρυγμα καὶ ἐν εἴδει περιστερᾶς τὸ πνεῦμα καταβῆναί φησιν ἡ εὐαγγελικὴ ἱστορία· σάρκωσιν δὲ πνεύματος οὐδεὶς εἶπε τῶν τῷ πνεύματι λαλούντων μυστήρια. Ἡ δόξα κατε‐ σκήνωσεν ἐν τῇ γῇ ἡμῶν· καὶ Ἡ ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλε· καὶ Θεὸς ἐφανερώθη ἐν σαρκί· καὶ Δικαιοσύνη ἐκ τοῦ | |
10 | οὐρανοῦ διέκυψε· καὶ ἄλλα τοιαῦτα πολλά. πνεῦμα δὲ σαρ‐ κούμενον ἡ θεόπνευστος οὐκ οἶδε γραφή. Καὶ προϋπάρχει, φησίν, ὁ ἄνθρωπος Χριστὸς οὐχ ὡς ἑτέρου ὄντος παρ’ αὐτὸν τοῦ πνεύματος, τουτέστι τοῦ θεοῦ, ἀλλ’ ὡς τοῦ κυρίου ἐν τῇ τοῦ | |
15 | θεοῦ ἀνθρώπου φύσει θείου πνεύματος ὄντος. ταῦτα μὲν ἐπὶ λέξεως τοῦ λογογράφου τὰ ῥήματα. ἐπειδὴ δέ πως τῇ ἀτονίᾳ τῆς ἑρμηνευτικῆς δυνάμεως οὐκ ἄγαν ἔκδηλόν ἐστιν ἐν σαφηνείᾳ τὸ νόημα, πρότερον ἀπογυμνώσω τοῦ ζόφου τῆς λέξεως τὴν ἐγκειμένην διάνοιαν, εἶθ’ οὕτω | |
20 | προθήσω τῇ ἐξετάσει τὸν λόγον. προϋπάρχει, φησίν, ὁ ἄν‐ θρωπος Χριστός. συνεπινοεῖ τῷ ἐν ἀρχῇ ὄντι λόγῳ τὸν φανέντα ἄνθρωπον ὡς προϋπάρχοντα πρὸ τῆς φανερώσεως καὶ ἐπεξεργάζεται διὰ τοῦ ἀκολούθου τὸ νόημα. φησὶ γὰρ ὅτι οὐχ ἕτερόν ἐστι παρ’ αὐτὸν τὸ πνεῦμα, κατασκευάζων | |
25 | διὰ τούτου αὐτὴν τοῦ υἱοῦ τὴν θεότητα ἐξ ἀρχῆς ἄνθρωπον εἶναι, ὅπερ σαφέστερον διὰ τοῦ ἐφεξῆς δείκνυται λόγου· φησὶ γὰρ ὅτι ὁ κύριος ἐν τῇ τοῦ θεοῦ ἀνθρώπου φύσει θεῖον πνεῦμα ἦν. μίαν ἐποίησε τοῦ θεοῦ τε καὶ ἀνθρώπου τὴν | |
φύσιν καὶ ἀνθρώπων δύο τὴν συναλοιφὴν κατωνόμασεν. | 147 | |
3,1148 | ἡ μὲν οὖν διάνοια τῶν εἰρημένων αὕτη, ὅτι τὸ διὰ σαρκὸς ἐκ τῆς παρθένου φανερωθὲν οὐ μόνον κατὰ τὴν τῆς θεότητος ἀϊδιότητα προεπινοεῖται τῶν ὄντων, καθὼς πάντες πιστεύο‐ μεν, ἀλλὰ καὶ κατ’ αὐτὴν τὴν σάρκα. ἐπάγει γὰρ τοῖς εἰρημέ‐ | |
5 | νοις εἰς τὴν τῆς τοιαύτης ὑπολήψεως μαρτυρίαν τὸ Πρὶν Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι· καὶ τὴν τοῦ Ἰωάννου φωνὴν τὸ Πρῶτός μου ἦν· καὶ Εἷς κύριος, δι’ οὗ τὰ πάντα· καὶ Αὐτός ἐστι πρὸ πάντων· καί τινα τοῦ Ζαχαρίου φωνήν, ἣν ὡς βεβιασμένως πρὸς τὸν σκοπὸν τοῦτον ἐπισυρεῖσαν | |
10 | παρήσομεν. ἐγὼ τοίνυν, εἰ μὲν ἐλάνθανε διά τινος νοημάτων περιβολῆς ἡ τοῦ ἀτόπου κατασκευή, καλῶς ἂν περὶ τὸν ἔλεγχον τῶν κεκρυμμένων ἐσπούδαζον· ἐπεὶ δὲ διαρρήδην βοᾷ τὴν ἀσέβειαν, οὐκ οἶδα τί ἂν πλέον ἐκ τῶν ἡμετέρων γένοιτο λόγων. εἰ προαιώνιος ἡ σάρξ, εἰ πρὸ τοῦ Ἀβραὰμ | |
15 | γενέσθαι τῷ ἐκ Μαρίας ἦν, ἄρα πρεσβυτέρα τοῦ Ναχὼρ ἡ παρθένος· ἄρα καὶ πρὸ τοῦ Ἀδὰμ ἡ Μαρία. καίτοι τί τοῦτο λέγω; αὐτῆς, ὡς ἔοικε, προγενεστέρα τῆς τῶν ὄντων συστάσεως καὶ αὐτῶν τῶν αἰώνων ἀρχαιοτέρα. εἰ γὰρ ἐσαρκώθη μὲν ἐν τῇ παρθένῳ, ἡ δὲ σὰρξ Ἰησοῦς λέγεται, | |
20 | ἐκεῖνον δὲ πρὸ πάντων εἶναι διὰ τοῦ ἀποστόλου μαρτύρεται, ὡς ἔοικε, τῇ τοῦ πατρὸς ἀϊδιότητι συνεπινοεῖσθαι καὶ τὴν Μαρίαν ὁ γενναῖος κατασκευάζει. καὶ σιωπῶ τὰ λίαν ἀπεμ‐ φαίνοντα, πρὸς ἃ κατὰ τὸ ἀκόλουθον ἡ ἀτοπία τῆς καινοφω‐ νίας ἐκφέρεται· ἴδοι γὰρ ἂν ὁ ἀγχίνους ἐκ τοῦ ἀκολούθου τὸ | |
25 | ἄτοπον, κἂν μὴ τῇ λέξει τὴν ἀσχημοσύνην παραγυμνώσωμεν. Ἀλλὰ παραδράμωμεν τὴν τῶν νοημάτων τούτων δυσ‐ ωδίαν, τοσοῦτον παρασημηνάμενοι μόνον ὅτι, εἰ προαιώνιος ἡ σάρξ, οὐ κεκένωται ἡ θεότης, οὐχ ὑπῆρχεν ἐν θεοῦ μορφῇ | |
ὁ υἱός, οὐ μετημφιάσατο τὸ δουλικὸν πρόσωπον· ἀλλ’ ὅπερ | 148 | |
3,1149 | ἦν τῇ φύσει, τοῦτο ἐφανερώθη νῦν, οὐκ ἐταπεινώθη. ἵλεως δὲ εἴη τῷ λόγῳ ὁ Λόγος—ἀλλὰ σιωπῶ τὸ λειπόμενον. εἰ πρὸ πάντων ἡ σάρξ, ἐξ ἀσθενείας ἄρα τὰ πάντα, οὐκ ἐκ δυνάμεως· Τὸ γὰρ πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. ἄρα εἰ καὶ | |
5 | μέχρι τούτου μόνον τὴν ἀτοπίαν ἵστησι, καὶ τίς οὐκ ἂν ἐκ τοῦ ἀκολούθου καὶ τὰ συνημμένα τούτοις κατανοήσειεν; πάντως γὰρ πάντα τὰ τῆς σαρκὸς ἰδιώματα συνεπινοήσει τῷ μετὰ τῆς σαρκὸς ὄντι πρὸ τῶν αἰώνων, τὸν κόπον, τὴν λύπην, τὸ δάκρυον, τὴν δίψαν, τὸν ὕπνον, τὴν κατὰ πεῖναν ἔνδειαν | |
10 | καὶ τὸ ἔτι τούτου παραλογώτερον. ἐπειδὴ δὲ Παιδίον ἐγεν‐ νήθη ἡμῖν, καθὼς ἡ θεία φωνὴ λέγει, καὶ Ὤφθη παρὰ τῶν ποιμένων ἐν σπαργάνοις ὁ κύριος, καθώς φησιν ὁ Λουκᾶς, 〈καὶ〉 ὅτι Προέκοπτεν Ἰησοῦς ἡλικίᾳ καὶ σοφίᾳ καὶ χάριτι, τελειούμενος, ἕως ἐπὶ τὸ μέτρον προῆλθε τῆς ἀνθρωπότητος | |
15 | ὁδῷ βαδίζων διὰ τῆς φύσεως, τί ἐροῦσιν 〈οἱ〉 πρὸ τῶν αἰώνων τὴν σάρκα βλέποντες, ποίῳ μέτρῳ τοῦ σώματος πρὸ τῶν αἰώνων ἦν; διὰ πάσης γὰρ ἐν τῷ κατὰ ἄνθρωπον βίῳ διεξῆλθε τῆς ἡλικίας. ἆρα παῖς ἦν ἐκεῖνος ὁ ἄνθρωπος, ὁ πρὸ πάσης τῆς κτίσεως ὤν, ἢ βρέφος νήπιον ἢ μειράκιον | |
20 | ἢ εὐθὺς ἐν τελείῳ τῷ σώματι; ἀλλ’ εἰ παῖδα λέγουσι, πάντως καὶ τὴν αἰτίαν προσθήσουσι, πῶς τοσούτου παρελθόντος αἰῶνος ἐπὶ τὸ τέλειον τῆς ἡλικίας οὐκ ἔφθασεν; εἰ δὲ τέλειον λέγουσι, τοῦτο μαθεῖν ἀξιώσομεν, πῶς ἐν τῇ ἀνθρωπίνῃ γενέ‐ σει συστέλλεται εἰς τὴν νηπιώδη βραχύτητα; ποῦ καταλείπει | |
25 | τὸ περιττεῦον τοῦ σώματος; πῶς εἰς ὀλίγην περιγραφὴν ὁ ὄγκος ἀποσμικρύνεται; εἶτα πάλιν πῶς πρὸς τὸ ἴδιον μέτρον ἐπανάγει τὸν ὄγκον τοῦ σώματος; πότερον ὅπερ εἶχεν ἐξ | |
ἀρχῆς ἀναλαμβάνων διὰ τῆς κατ’ ὀλίγον αὐξήσεως ἢ ἕτερον | 149 | |
3,1150 | ἐν ἑαυτῷ διὰ τῆς τροφῆς προστιθείς; ἀλλ’ εἰ μὲν τὸ ἀρχαῖον φήσουσι, περιττὴν πάντως τὴν τροφὴν ἀποδείξουσιν· εἰ δὲ οὐκ ἀρνοῦνται τροφῆς μετεσχηκέναι τὸν κύριον, τί ἐροῦσι περὶ τῆς ἄνω καταλειφθείσης σαρκός, ἧς τὸ πολὺ κατὰ τὸ | |
5 | εἰκὸς κατελείφθη, μόνον δὲ τοσοῦτον ἀπ’ αὐτῆς ἐλήφθη, ὅσον ἡ νηδὺς τῆς παρθένου ἐχώρησεν; πάντως γάρ τι καὶ περὶ αὐτῆς τερατεύσονται καὶ συνθήσουσι διὰ τούτων ἕτερα δόγματα, ἐφ’ ἅπερ 〈ἂν〉 αὐτοὺς ἡ ἀκολουθία τῆς ἀτοπίας τῶν μύθων κατ’ ἀνάγκην προάγηται. | |
10 | Ἀλλὰ παρείσθω καὶ ταῦτα. ἐκεῖνο δέ τις οὐκ ἂν ἀλόγως ἐπιζητήσειε παρὰ τῶν τὴν θείαν ἐκείνην σάρκωσιν προαιώ‐ νιον δογματιζόντων. εἰ γὰρ πάντοτε τὴν σάρκα περὶ αὐτὸν οἴονται, θεὸν δὲ εἶναι τὴν σάρκα φασί, πᾶσα δὲ σὰρξ ἀντίτυπός ἐστι τῷ ἁπτομένῳ, τὸ δὲ ἀντίτυπον ὑλῶδες καὶ σύνθετον, | |
15 | τὸ δὲ σύνθετον καὶ διαλυτὸν πάντως, ἀνάγκη πᾶσα διὰ τού‐ των καὶ ὑλικὸν αὐτὸν ἐγκατασκευάζεσθαι καὶ ἐκ διαφόρων συγκείμενον καὶ ἀναμένοντα φυσικῶς τὴν διάλυσιν. οἴδαμεν γάρ, ὅτε ἀνθρωπικῶς τοῖς ἀνθρώποις ἐπεχωρίαζεν, ἐκ τί‐ νων εἶχε τὸ σῶμα τὴν σύνθεσιν· ὅτι διὰ σαρκῶν καὶ ὀστέων | |
20 | καὶ αἵματος καθ’ ὁμοιότητα τῶν ἄλλων κἀκεῖνο ἦν ἔκ τε τοῦ τύπου τῶν ἥλων καὶ ἐκ τοῦ προχεθέντος διὰ τῆς λόγχης αἵματος καὶ ἐκ τοῦ πρὸς τοὺς ἀπιστοῦντας τῷ φαινομένῳ εἰπεῖν ταῦτα τὸν κύριον ὅτι Ψηλαφήσατέ με [καὶ ἴδετε] καὶ γνῶτε, ὅτι τὸ πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, ὥσπερ ἐμὲ | |
25 | θεωρεῖτε ἔχοντα. εἰ οὖν ἡ θεία σάρκωσις, καθὼς ὁ Ἀπολινά‐ | 150 |
3,1151 | ριος λέγει, οὐ τὴν ἀρχὴν ἐκ τῆς παρθένου ἔσχεν, ἀλλὰ καὶ πρὸ τοῦ Ἀβραὰμ καὶ πρὸ πάσης κτίσεως ἦν, τοιαύτη πάντως ἦν, οἵα τοῖς μαθηταῖς ἑωρᾶτο, στερρὰ καὶ ἀντιτυπὴς σαρκί τε καὶ ὀστέοις διειλημμένη. οὐκοῦν ταῦτα πάντοτε | |
5 | ἦν καὶ οὐδεμία πρὸς τὸ ταπεινὸν αὐτῷ γέγονε κάθοδος, ἀλλὰ τὸ λανθάνον, θεῖον κατὰ φύσιν ὄν, τοῦτο τῷ τῆς ἐναν‐ θρωπήσεως ἐφανερώθη καιρῷ. τί τοιοῦτον Ἄρειος, τί δὲ ὁ τούτου χείρων Εὐνόμιος ἐπὶ καθαιρέσει τῆς δόξης τοῦ μονογενοῦς ἐνενόησεν, οἷον διὰ τῆς τοιαύτης ἡμῖν λογο‐ | |
10 | γραφίας ὑπὸ τοῦ Ἀπολιναρίου κατασκευάζεται; θεὸς ἔν‐ σαρκος πρὸ αἰώνων, ὀστώδης τις καὶ τετριχωμένος καὶ δέρματι καὶ νεύροις καὶ σαρκὶ καὶ πιμελαῖς διειλημμένος καὶ ἐκ διαφόρων συγκείμενος καὶ τὸ ἁπλοῦν τε καὶ ἀσύνθετον ἐν ἑαυτῷ μὴ ἔχων, ὁ λόγος ὁ ἐν ἀρχῇ ὢν καὶ πρὸς τὸν θεὸν | |
15 | ὤν, ὁ ἐπ’ ἐσχάτων ἡμερῶν τῇ πρὸς τὸ ταπεινὸν τῆς φύσεως ἡμῶν κοινωνίᾳ σὰρξ ὑπὸ φιλανθρωπίας γενόμενος, διὰ τοῦτο τῷ ἀνθρώπῳ ἀνακραθεὶς καὶ πᾶσαν ἐν ἑαυτῷ τὴν ἡμετέραν φύσιν δεξάμενος, ἵνα τῇ πρὸς τὸ θεῖον ἀνακράσει συναποθεωθῇ τὸ ἀνθρώπινον διὰ τῆς ἀπαρχῆς ἐκείνης | |
20 | παντὸς συναγιαζομένου τοῦ τῆς φύσεως ἡμῶν φυράματος. Ἀλλὰ παραδραμεῖν οἶμαι χρῆναι τὴν ἐφ’ ἑκάστῳ τῶν εἰς τοῦτο παρατεθέντων αὐτῷ θείων πεπλανημένην ὑπό‐ ληψιν· τὰ γὰρ ἐκ τοῦ προχείρου ὄντα καταφανῆ περιττὸν ἂν εἴη διεξετάζοντα μηκύνειν τὸν λόγον. εἰς γὰρ μαρτυρίαν | |
25 | τοῦ ἀεὶ αὐτὸν ἐν σαρκί τε καὶ αἵματι εἶναι τὴν ἀποστολικὴν παρέθετο ῥῆσιν τὴν λέγουσαν δι’ αὐτοῦ ἡμᾶς εἰληφέναι τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν διὰ τῆς σαρκὸς αὐτοῦ—ὅπερ, ὅτι πρὸς ἑτέραν βλέπει διάνοιαν, οὐκ ἂν οἶμαί τινας τῶν νοῦν ἐχόντων | |
30 | ἀμφιβάλλειν. τίς γὰρ οὐκ οἶδε τὸ θεῖον μυστήριον, ὅτι ὁ | 151 |
3,1152 | ἀρχηγὸς τῆς σωτηρίας ἡμῶν ὡς ποιμὴν τὸ πεπλανημένον πρόβατον μέτεισιν; ἡμεῖς δὲ οἱ ἄνθρωποί ἐσμεν ἐκεῖνο τὸ πρόβατον, οἱ τῆς λογικῆς ἑκατοντάδος ἀποβουκοληθέντες διὰ τῆς ἁμαρτίας. καὶ λαμβάνει ἐπὶ τῶν ἰδίων ὤμων ὅλον | |
5 | τὸ πρόβατον· οὐδὲ γὰρ ἐν μέρει ἦν τοῦ προβάτου ἡ πλάνη, ἀλλ’ ἐπειδὴ ὅλον ἀπεφοίτησε, καὶ ὅλον ἐπανάγεται· οὐχ ἡ μὲν δορὰ βαστάζεται, τὸ δὲ ἐντοσθίδιον καταλείπεται, καθὼς Ἀπολινάριος βούλεται. τοῦτο δὲ ἐν τοῖς ὤμοις τοῦ ποιμένος, τουτέστιν ἐν τῇ θεότητι τοῦ κυρίου γενόμενον ἓν | |
10 | πρὸς ἐκεῖνον διὰ τῆς ἀναλήψεως γίνεται. διὰ τοῦτο θέλων ἐπιζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός, ἐπειδὴ εὗρε τὸ ζητού‐ μενον, ἀνέλαβεν ἐφ’ ἑαυτοῦ τὸ εὑρημένον· οὐ γὰρ ἔτι τοῖς ἰδίοις ποσὶ τοῖς πλανηθεῖσιν ἅπαξ ἐκινεῖτο τὸ πρόβατον, ἀλλ’ ὑπὸ τῆς θεότητος ἐκομίζετο. διὰ τοῦτο τὸ μὲν φαινό‐ | |
15 | μενον πρόβατον, τουτέστιν ἄνθρωπος, τὰ δὲ ἴχνη αὐτοῦ, κατὰ τὸ γεγραμμένον, οὐκ ἐγινώσκετο. οὐδὲν γὰρ ἁμαρτίας ἢ πλάνης ἴχνος τῷ ἀνθρωπίνῳ βίῳ ἐνεσημήνατο ὁ ἐφ’ ἑαυτοῦ φέρων τὸ πρόβατον· ἀλλ’ οἷα εἰκὸς ἦν θεοῦ ἴχνη διὰ τῆς τοῦ βίου πορείας ἐντυπωθῆναι, ταῦτα ἐφαίνετο, ἅτινα ἦν δι‐ | |
20 | δασκαλίαι καὶ θεραπεῖαι καὶ νεκρῶν ζωοποιήσεις καὶ τὰ ἄλλα θαύματα. τοῦτο τοίνυν τὸ πρόβατον ἐφ’ ἑαυτοῦ λαβὼν ὁ ποιμὴν ἓν πρὸς ἐκεῖνο ἐγένετο· διὰ τοῦτο καὶ τῇ τοῦ προβάτου φωνῇ τοῖς ποιμνίοις λαλεῖ. πῶς γὰρ ἂν ἐχώρησεν ἀνθρωπίνη ἀσθένεια θείας φωνῆς προσβολήν; ἀλλ’ ἀνθρωπικῶς, ὡς | |
25 | δ’ ἄν τις εἴποι προβατικῶς, ἡμῖν διαλέγεται λέγων Τὰ ἐμὰ πρόβατα τῆς ἐμῆς φωνῆς ἀκούει. ὁ οὖν ἀναλαβὼν ἐφ’ ἑαυτοῦ τὸ πρόβατον ποιμὴν καὶ δι’ ἐκείνου ἡμῖν φθεγγόμενος καὶ πρόβατόν ἐστι καὶ ποιμήν· ἐν μὲν τῷ ἀναληφθέντι πρόβατον· ἐν δὲ τῷ ἀνειληφότι ποιμήν. | |
30 | Ἐπεὶ οὖν ἔδει τὸν καλὸν ποιμένα τὴν ψυχὴν ἑαυτοῦ | |
θεῖναι ὑπὲρ τῶν προβάτων, ἵνα διὰ τοῦ ἰδίου θανάτου | 152 | |
3,1153 | καταλύσῃ τὸν θάνατον, τότε γίνεται τὸ συναμφότερον ὁ ἀρχηγὸς τῆς σωτηρίας ἡμῶν τῇ ἀνθρωπίνῃ φύσει καὶ ἱερεὺς καὶ ἀμνὸς ἐν τῷ δυναμένῳ δέξασθαι τὴν κοινωνίαν τοῦ πάθους ἐνεργήσας τὸν θάνατον. ἐπειδὴ γὰρ οὐδὲν ἕτερόν ἐστιν ὁ | |
5 | θάνατος εἰ μὴ διάλυσις ψυχῆς τε καὶ σώματος, ὁ πρὸς ἀμφότερα ἑαυτὸν ἑνώσας, πρός τε τὴν ψυχήν φημι καὶ τὸ σῶμα, οὐθετέρου χωρίζεται (Ἀμεταμέλητα γὰρ τοῦ θεοῦ τὰ χαρίσματα, καθώς φησιν ὁ ἀπόστολος)· ἀλλὰ καὶ τῷ σώματι καὶ τῇ ψυχῇ ἑαυτὸν ἐπιμερίσας διὰ μὲν τῆς ψυχῆς ἀνοίγει | |
10 | τῷ λῃστῇ τὸν παράδεισον, διὰ δὲ τοῦ σώματος ἵστησι τῆς φθορᾶς τὴν ἐνέργειαν· καὶ τοῦτό ἐστιν ἡ τοῦ θανάτου κατά‐ λυσις, τὸ ἀνενέργητον γενέσθαι τὴν φθορὰν ἐν τῇ ζωοποιῷ φύσει ἀφανισθεῖσαν· τὸ γὰρ ἐπὶ τούτων γενόμενον κοινὴ τῆς φύσεως ἡμῶν εὐεργεσία καὶ χάρις γίνεται. καὶ οὕτω πάντα | |
15 | τὰ διεστῶτα συνάπτει διὰ τῆς ἀναστάσεως ὁ ἐν ἀμφοτέροις ὤν, ὁ κατ’ ἐξουσίαν τὸ μὲν σῶμα διδοὺς τῇ καρδίᾳ τῆς γῆς, καθὼς γέγραπται, τὴν δὲ ψυχὴν ἀφ’ ἑαυτοῦ τιθείς, ὡς μὲν πρὸς τὸν πατέρα φησὶν ὅτι Ἐν ταῖς χερσί σου παρατίθημι τὸ πνεῦμά μου, ὡς δὲ πρὸς τὸν λῃστὴν 〈ὅτι Σήμερον μετ’ | |
20 | ἐμοῦ ἔσῃ〉 ἐν τῷ παραδείσῳ, ἀληθεύων δι’ ἑκατέρων· οὐ γὰρ ἄλλοθί που πιστεύειν χρὴ τὴν θείαν ἐκείνην εἶναι διαγωγὴν ἥπερ παράδεισος λέγεται, εἰ μὴ ἐν τῇ πολυχώρῳ τοῦ πατρὸς παλάμῃ, καθώς φησι καὶ ὁ προφήτης πρὸς τὴν ἄνω Ἰερουσαλὴμ ἐκ προσώπου κυρίου τὸν λόγον ποιούμενος | |
25 | Ἐπὶ τῶν χειρῶν μου ἐζωγράφηκά σου τὰ τείχη καὶ ἐνώπιόν μου εἶ διὰ παντός. οὕτω τοίνυν καὶ ἐν τῷ θανάτῳ γίνεται καὶ ὑπὸ τοῦ θανάτου οὐ κυριεύεται. τὸ μὲν γὰρ σύνθετον μερίζεται· τὸ δὲ ἀσύνθετον λύσιν οὐκ ἐπιδέχεται· ἀλλὰ παρα‐ | |
μένει μὲν 〈ἐν〉 τῷ μερισμῷ τοῦ συνθέτου ἡ ἀσύνθετος φύσις | 153 | |
3,1154 | καὶ τῆς ψυχῆς τοῦ σώματος ἀποχωρούσης οὐθετέρου χωρί‐ ζεται. τεκμήριον δὲ ἡ ἐνέργεια, καθὼς εἴρηται, ἐπὶ μὲν τοῦ σώματος τὴν ἀφθαρσίαν, ἐπὶ δὲ τῆς ψυχῆς τὴν ἐν παραδείσῳ διαγωγὴν ἐνεργήσασα. οὐ μὴν συνδιασχίζεται τῷ χωρισμῷ | |
5 | τούτων ὁ ἁπλοῦς καὶ ἀσύνθετος, ἀλλὰ τὸ ἐναντίον ἓν ἐργά‐ ζεται· τῷ γὰρ καθ’ ἑαυτὸν ἀδιαιρέτῳ καὶ τὸ διῃρημένον εἰς ἕνωσιν ἄγει καὶ τοῦτο ἐνδείκνυται ὁ εἰπὼν ὅτι Ὁ θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν. οὐ γὰρ ὥσπερ ὁ Λάζαρος ἤ τις ἄλλος τῶν ἀναβεβιωκότων ἀλλοτρίᾳ δυνάμει πρὸς τὸ ζῆν ἐπανά‐ | |
10 | γεται, οὕτως εὐαγὲς καὶ ἐπὶ τῆς τοῦ κυρίου ἀναστάσεως οἴεσθαι. ἀλλ’ ὁ μονογενὴς θεὸς αὐτὸς ἀνίστησι τὸν ἀνακρα‐ θέντα ἄνθρωπον αὐτῷ καὶ χωρίσας τοῦ σώματος τὴν ψυχὴν καὶ ἑνώσας πάλιν ἀμφότερα καὶ οὕτως ἡ κοινὴ γίνεται σω‐ τηρία τῆς φύσεως· ὅθεν καὶ ἀρχηγὸς ζωῆς ὀνομάζεται· | |
15 | ἐν γὰρ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι τὸν κόσμον ἑαυτῷ κατήλλαξεν ὁ μονογενὴς θεός, οἷόν τινας δορυαλώτους, ἡμᾶς διὰ τοῦ συγγενοῦς ἡμῶν αἵματος πάντας τοὺς κεκοινω‐ νηκότας αὐτῷ τῆς σαρκὸς καὶ τοῦ αἵματος ἐξωνησάμενος, ὡς πρὸς τοῦτο βλέπειν τὴν ἀποστολικὴν ῥῆσιν, ἥ φησιν | |
20 | ἔχειν ἡμᾶς τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν διὰ τῆς σαρκὸς αὐτοῦ. οὗτος ὁ ἡμέτερος λόγος, ὃν ἐκ τῶν παρατεθέντων τοῦ ἀποστόλου ῥημάτων ἐνοήσαμεν καὶ οὐχ ὡς [Ἀπολινάριος] ἐκεῖνος. δοκιμαζέτω δὲ ὁ κρίνων ἐπεσκεμμένως τὸν εὐσεβέστερον, εἴτε, καθὼς ἡμεῖς | |
25 | φαμεν, ἡ δόξα οἰκονομικῶς κατασκηνοῖ ἐν τῇ γῇ ἡμῶν εἴτε, καθὼς ἐκεῖνός φησιν, οὐχὶ ἐπίκτητος ἐπὶ τῇ εὐεργεσίᾳ γίνεται ἡ σὰρξ τῇ θεότητι, ἀλλὰ συνουσιωμένη καὶ σύμφυτος. | |
Εἰ δὲ Ζαχαρίας ὁ προφήτης εἰς τούτων ἕτερον τοῖς | 154 | |
3,1155 | αἰνίγμασι φέρεται, οὐδὲν οἶμαι δεῖν ἐξετάζειν τῷ λόγῳ, εἴτε πρὸς τὸν κύριον εἴτε πρὸς ἕτερόν τινα βλέπει τὸ νόημα. λέγει γὰρ ὅτι Ῥομφαία, ἐξεγέρθητι ἐπὶ νομέα μου καὶ ἐπὶ ἄνδρα σύμφυλόν μου. ἡμεῖς μὲν γὰρ ἀπειλητικῶς οἰόμεθα | |
5 | κατὰ τῶν τῇ ἀδικίᾳ πρὸς τὸ ὁμόφυλον κεχρημένων κινεῖν τὴν ῥομφαίαν τὸν λόγον· Ἀπολινάριος δέ φησι κατὰ τοῦ κυρίου τὴν ῥομφαίαν ἐγείρειν διὰ τὴν τοῦ νομέως προσηγορίαν, οὐκ εἰδὼς ὅτι πολλαχῇ τῆς γραφῆς τοὺς εἰς ἀρχὴν τεταγμένους καὶ ποιμένας καὶ νομέας κατονομάζει ὁ λόγος. ὅσα δὲ πάλιν | |
10 | τῆς πρὸς Ἑβραίους ἐπιστολῆς πρὸς τὸν αὐτὸν σκοπὸν ἐπι‐ σύρεται, οὕτως ἔκδηλον τὴν ἐν ταῖς κατασκευαῖς ἀτοπίαν ἔχει, ὡς παντὶ συνιδεῖν ῥᾴδιον, εἰ μικρόν τις μετέχοι φρονή‐ σεως. ἐπειδὴ γὰρ γέγραπται ὅτι Ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἐν υἱῷ ἐλάλησεν ἡμῖν ὁ θεὸς ὁ πολυμερῶς καὶ πολυτρόπως | |
15 | ἐν τοῖς προφήταις λαλήσας τοῖς πατράσι τὸ πρότερον, ἀπόδειξίς ἐστί, φησί, τοῦ τὸ ἀνθρώπινον τοῦ φανέντος ἡμῖν θεοῦ προαιώνιον εἶναι· φησὶ γὰρ οὕτω κατὰ τὴν λέξιν ἐφερμηνεύων δῆθεν τὸν ἀπόστολον· Ἔστι δὲ ἐν τούτοις καταφανές, ὅτι αὐτὸς ὁ ἄνθρωπος ὁ λαλήσας | |
20 | ἡμῖν τὰ τοῦ πατρὸς θεός ἐστι, ποιητὴς τῶν αἰώνων, ἀπαύγασμα δόξης, χαρακτὴρ τῆς ὑπο‐ στάσεως αὐτοῦ, ἅτε δὴ τῷ ἰδίῳ πνεύματι θεὸς ὢν καὶ οὐ θεὸν ἔχων ἐν ἑαυτῷ ἕτερον παρ’ αὐτό, αὐτὸς ὁ δι’ ἑαυτοῦ, τουτέστι διὰ τῆς σαρκός, | |
25 | καθαρίσας κόσμον ἁμαρτιῶν. ταῦτά φησιν ὁ Ἀπο‐ λινάριος ἐπὶ λέξεως καὶ οὐδὲν παρ’ ἡμῶν ἐν τοῖς εἰρημένοις παραπεποίηται. εἰ οὖν ἄνθρωπος ὁ λαλήσας, ποιητής ἐστι τῶν αἰώνων, καθὼς τῷ λογογράφῳ δοκεῖ, καὶ ἡ σάρξ ἐστι τὸ ἀπαύγασμα καὶ ἡ τοῦ δούλου μορφὴ χαρακτηρίζει τοῦ | |
30 | θεοῦ τὴν ὑπόστασιν, οὐκέτι μοι δοκεῖ καλῶς ἔχειν μάχεσθαι | |
πρὸς τὸ εἰρημένον, θρηνεῖν δὲ μᾶλλον τῆς ἀναισθησίας τοὺς | 155 | |
3,1156 | τὴν τοιαύτην παραδεχομένους καινοφωνίαν. ἄνθρωπος ὁ λαλήσας ἡμῖν ἀνθρωπικῶς διὰ τῆς ἡμετέρας φωνῆς, ὁ πτύσας τῷ στόματι καὶ τῇ χειρὶ πηλουργήσας, ὁ ἐμβαλὼν τοὺς δακτύλους ἐν ταῖς τῶν κωφῶν ἀκοαῖς καὶ τῶν ἀρρω‐ | |
5 | στούντων τε καὶ τεθνεώτων ἁπτόμενος καὶ ὕπνῳ καὶ καθέδρᾳ ἀναπαύων τὸν κόπον καὶ δακρύων καὶ ἀδημονῶν καὶ λυπού‐ μενος καὶ πείνας αἴσθησιν ἔχων καὶ τροφὴν προσιέμενος καὶ ὕδωρ αἰτῶν· οὗτος κατ’ αὐτὸ τὸ σαρκῶδές τε καὶ ἀνθρώ‐ πειον τῆς τῶν ὄντων προεπινοεῖται συστάσεως καὶ θεὸς | |
10 | ἡ τῆς σαρκὸς φύσις λέγεται, ἡ σύνθετος καὶ στερρὰ καὶ ἀντίτυπος; ἐπιφραξάσθω πᾶσα τῶν εὐσεβῶν ἀκοὴ μηδὲ μολυνθείη τὰ θεῖα καὶ ἀκήρατα δόγματα τοῖς σαρκωδεστέροις πάθεσι παρὰ τῶν ἐξανθρωπιζόντων τὸ θεῖον καθυβριζόμενα. τίς γὰρ οὐκ οἶδεν, ὅτι ὁ φανερωθεὶς ἡμῖν ἐν σαρκὶ θεὸς κατὰ | |
15 | μὲν τὸν λόγον τῆς εὐσεβοῦς παραδόσεως ἄϋλος καὶ ἀφανὴς καὶ ἀσύνθετος καὶ ἦν καὶ ἔστιν ἀόριστος καὶ ἀπερίγραπτος, πανταχοῦ ὢν καὶ διὰ πάσης τῆς κτίσεως διήκων, κατὰ δὲ τὸ φαινόμενον ἐν ἀνθρωπίνῃ περιγραφῇ ἑωρᾶτο; ἀνάγκη γὰρ πᾶσα πᾶν σῶμα ὑπὸ ἐπιφανείας τινὸς περιέχεσθαι. αὐτὴ | |
20 | τοίνυν ἡ ἐπιφάνεια τοῦ ἐν αὐτῇ περιειλημμένου σώματος ὅρος ἐστί· πᾶν δὲ τὸ ὅρῳ περιεχόμενον ὡρισμένῃ τινὶ ποσότητι περι‐ είργεται· τὸ δὲ ὡρισμένον ἀόριστον εἶναι οὐ δύναται. ἀλλὰ μὴν ὁ προφήτης φησὶν ὅτι Τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας. εἰ οὖν ἡ θεία φύσις, καθώς φησιν ὁ λογογράφος, σάρξ ἐστιν, | |
25 | αὕτη δὲ ἀναγκαίως τῷ τῆς ἐπιφανείας περιλαμβάνεται πέρατι, πῶς ἡ τοῦ θεοῦ μεγαλωσύνη κατὰ τὸν προφήτην εἰς ἄπειρον πρόεισιν; ἢ πῶς διὰ τοῦ ὡρισμένου νοεῖται τὸ | |
ἀόριστον, διὰ τοῦ πεπερασμένου τὸ ἄπειρον; μᾶλλον δέ, | 156 | |
3,1157 | ὃ καὶ φθάσαντες ἐν τοῖς προλαβοῦσιν εἰρήκαμεν, πῶς ἐκ τοῦ θανάτου τὸ ἰσχυρόν; εἰ γάρ, καθώς φησιν, αὐτὸς ὁ ἄνθρωπος ὁ λαλήσας, ποιητὴς τῶν αἰώνων ἐστίν, αὐτὸς ὁ δι’ ἑαυτοῦ, τουτέστι διὰ τῆς σαρκός, καθὼς ὁ Ἀπολινάριος | |
5 | ἑρμηνεύει, τὰ πάντα ποιῶν, ἀσθενὴς δὲ παρ’ αὐτῆς τῆς θείας φωνῆς ἡ σὰρξ ὠνομάσθη, οὐδὲν ἕτερον εἰ μὴ τὸ κράτος καὶ τὴν ἰσχὺν καὶ τὴν δύναμιν καὶ ὅσα ὑψηλὰ καὶ θεοπρεπῆ νοήματα ἔκγονα τῆς ἀσθενείας ὁ λογογράφος οἴεται. | |
10 | Καὶ οὔπω τοσοῦτον τοῦτο δεινόν, ἀλλὰ προϊὼν ὁ λόγος διὰ τῆς κατὰ τὸ ἀκόλουθον ἐξετάσεως αὐτῆς ἅπτεται τῆς κατὰ τοῦ πατρὸς βλασφημίας. λέγει γὰρ τὸν ἄνθρωπον εἶναι τῆς τοῦ θεοῦ δόξης ἀπαύγασμα καὶ ἐν τῷ σαρκίνῳ θεῷ, ὃν διὰ τῆς ματαιότητος τῶν λογισμῶν εἰδωλοποιήσας | |
15 | ἀνέπλασε, τὴν τοῦ θεοῦ ὑπόστασιν χαρακτηρίζεσθαι. ὥσπερ τοίνυν συγγενῶς ἔχει πρὸς τὸν ἥλιον ἡ ἀκτὶς καὶ πρὸς τὸν λύχνον τὸ ἐκ τῆς λαμπάδος ἀπαυγαζόμενον φῶς καὶ ὁ τοῦ ἀνθρώπου χαρακτὴρ ἀνθρωπίνην ὑπόστασιν δείκνυσιν, οὕτως πάντως, εἴπερ τὸ ἡμῖν φανὲν παρὰ τῆς δόξης τοῦ πατρὸς | |
20 | ἀπηυγάσθη καὶ ὁ χαρακτὴρ αὐτοῦ τῆς ὑποστάσεως σάρξ ἐστι, σαρκώδης ἐκ τοῦ ἀκολούθου καὶ ἡ τοῦ πατρὸς φύσις κατασκευάζεται. οὐ γὰρ ἂν εἴποι χαρακτηρίζεσθαι μὲν σώματι τὸ ἀσώματον, ἐκ δὲ τοῦ ἀοράτου τὸ ὁρατὸν ἀπαυ‐ γάζεσθαι. ἀλλ’ οἵα ἡ δόξα, τοιοῦτον δηλονότι καὶ τὸ ἀπαύ‐ | |
25 | γασμα, καὶ οἷος ὁ χαρακτήρ, τοιαύτη πάντως καὶ ἡ ὑπό‐ στασις, ὥστε εἰ τοῦτο σῶμα, μηδὲ ἐκεῖνο πάντως ἀσώματον οἴεσθαι. ἀλλὰ καὶ τοῦ κατὰ Νίκαιαν μέμνηται δόγματος, ἐν ᾧ τὸ ὁμοούσιον ἡ κοινὴ τῶν πατέρων ἐξεφώνησε σύνοδος. οὐκ ἂν δέ τις εἴποι τι ἑτερογενὲς ὁμοούσιον, ἀλλ’ ὧν εἷς | |
30 | καὶ ὁ αὐτός ἐστι τῆς οὐσίας λόγος, τούτοις ἐφαρμόζει πάντως τὸ ὁμοούσιον. εἰ οὖν σάρκινος θεὸς ὁ υἱός, αὐτὸ ὅπερ ἐστὶ τῇ φύσει σὰρξ ὢν κατὰ τὸ προαιώνιον ὄνομα, | |
ὁμοούσιος δὲ τῷ πατρὶ καὶ παρ’ αὐτοῦ τοῦ λογογράφου | 157 | |
3,1158 | εἶναι οὐκ ἀμφιβάλλεται, ἐκεῖνα δὲ ἀλλήλοις ἐστὶν ὁμοούσια, τὰ τῷ αὐτῷ λόγῳ τῆς οὐσίας ὑπογραφόμενα, ἄρα καὶ τὴν τοῦ πατρὸς φύσιν ἀνθρωπίνην τινὰ καὶ σαρκικὴν ὁ Ἀπολι‐ νάριος ὑποτίθεται, ἵνα σώσῃ ἐπ’ ἀμφοτέρων τοῦ ὁμοουσίου | |
5 | τὸ ὄνομα, ὥστε δυοῖν θάτερον, ἢ ἀσώματον τὸν πατέρα λέγων, σαρκίνην δὲ τοῦ υἱοῦ τὴν θεότητα τῷ ἑτεροουσίῳ συνθήσεται, ἢ τὸ κοινὸν τῆς θεότητός τε καὶ τῆς οὐσίας ὁμολογῶν ὁμοίως ἐπὶ πατρός τε καὶ υἱοῦ ἀποσαρκώσει καὶ ἐπὶ πατρὸς τὴν τῆς θεότητος φύσιν. ἀλλ’ ὥσπερ διορθούμενος τὴν | |
10 | ἀτοπίαν ταύτην ἐν τοῖς πρὸ τούτου φησί, τοῦ Ζαχαρίου τὴν ῥῆσιν πρὸς τὸ δοκοῦν ἑρμηνεύων ὡς ἐκ προσώπου τοῦ πατρὸς περὶ τοῦ υἱοῦ λέγων, εἰρῆσθαι τὸ σύμφυλον, ὅπερ ἐστὶ συμφυῆ τε καὶ ὁμοούσιον· εἰ μὲν οὖν ὀρθῶς ἢ μὴ τοῦτο ὑπείληφεν, ἑτέρου λόγου, ὃ δ’ οὖν κατασκευάζει, τοῦτό ἐστι· | |
15 | Δηλοῖ, φησί, διὰ τούτων ὁ προφητικὸς λόγος, ὅτι οὐ κατὰ τὴν σάρκα ὁμοούσιος τῷ θεῷ, ἀλλὰ κατὰ τὸ πνεῦμα τὸ ἡνωμένον τῇ σαρκί. πῶς τοίνυν ἑνοῦται σαρκὶ πρὸ τῆς τοῦ κόσμου συστάσεως ὁ σαρκώδης αὐτοῦ θεός, ὅτε οἱ αἰῶνες οὐκ ἦσαν οὐδὲ ἄλλο | |
20 | τι τῶν τῆς κτίσεως ἦν; ἡ δὲ σὰρξ πολλοστόν τε καὶ ἔσχατον τῶν ἐν τῇ κτίσει γεγονότων ἐστίν. ποίᾳ τοίνυν ἡνώθη σαρκὶ μήπω τῆς ἀνθρωπίνης φύσεως παρελθούσης εἰς γένεσιν; ἀλλ’ ἑτέραν τινὰ οἶδε σάρκα παρὰ τὸν ἄνθρωπον. καὶ πῶς φησιν, ὅτι αὐτὸς ὁ ἄνθρωπος, ὁ λαλήσας ἡμῖν τὰ τοῦ πατρός, | |
25 | ἐκεῖνός ἐστι θεὸς ποιητὴς τῶν αἰώνων; τίς ἡμῖν ἑρμηνεύσει τῶν καινῶν τούτων αἰνιγμάτων τὴν ἀτοπίαν; ἄνθρωπος πρὸ τοῦ γενέσθαι ἄνθρωπον καὶ σὰρξ τῆς ἰδίας δημιουργίας προγενεστέρα καὶ προαιώνιον τὸ ἐπ’ ἐσχάτων χρόνων γενό‐ μενον καὶ ὅσα ἄλλα τοιαῦτα κατὰ τὸν λόγον συγκεχυ‐ | |
30 | μένως διέξεισιν. Ἀλλ’ ὁ μὲν λογογράφος κατὰ τὸ δοκοῦν ἐν ταῖς τῶν | |
λογισμῶν ἀνοδίαις διαπλανάσθω· ἡμεῖς δὲ τὴν ἀποστολικὴν | 158 | |
3,1159 | διδασκαλίαν τὴν παρ’ αὐτοῦ τούτου μνημονευθεῖσαν εἰς ἔλεγχον τῶν ἀσεβῶν ὑπολήψεων παραθέντες πρὸς τὰ ἑξῆς τοῦ λόγου δραμούμεθα. Ὃς ἐν μορφῇ θεοῦ, φησίν, ὑπάρχων. οὐκ εἶπε μορφὴν ἔχων ὁμοίαν θεοῦ, ὅπερ ἐπὶ τοῦ καθ’ | |
5 | ὁμοίωσιν θεοῦ γεγονότος λέγεται, ἀλλ’ ἐν αὐτῇ ὑπάρχων τοῦ θεοῦ τῇ μορφῇ· πάντα γὰρ τὰ τοῦ πατρὸς ἐν τῷ υἱῷ. οὐκοῦν καὶ τὸ ἀΐδιον καὶ τὸ ἄποσον καὶ τὸ ἄϋλον καὶ ἀσώ‐ ματον, ὡς ἂν διὰ πάντων σῴζοιτο τοῦ πατρικοῦ χαρακτῆρος ἐν τῷ υἱῷ ἡ μορφή· καὶ ὢν ἴσα θεῷ. ποίαν ἡ ἰσότης διαφορᾶς | |
10 | τινος ἢ παραλλαγῆς ἔννοιαν ὑπολείπεται; πῶς δ’ ἂν ἐφαρ‐ μοσθείη τοῖς κατὰ τὴν φύσιν παρηλλαγμένοις τὸ ἴσον; εἰ γὰρ ὁ μὲν σαρκώδης τὴν φύσιν, ὁ δὲ καθαρεύων ἀπὸ σαρ‐ κός, πῶς ἄν τις εἰς ἴσον ἄγοι τὸ τοιοῦτον τῷ μὴ τοιούτῳ; Ἐκένωσεν ἑαυτόν, φησί, μορφὴν δούλου λαβών. τίς ἡ | |
15 | δουλικὴ μορφή; πάντως τὸ σῶμα· οὐ γὰρ ἕτερόν τι παρὰ τοῦτο παρὰ τῶν πατέρων ἠκούσαμεν. οὐκοῦν ὁ εἰπὼν ὅτι μορφὴν ἔλαβε δούλου, σὰρξ δέ ἐστιν ἡ μορφή, ἄλλο τι ὄντα αὐτὸν κατὰ τὴν θείαν μορφήν, ἄλλο τι οὖσαν τῇ φύσει τὴν δουλικὴν μορφὴν εἰληφέναι λέγει. ἀλλὰ καὶ | |
20 | ἡ τοῦ ἐκένωσε λέξις σαφῶς παρίστησι τὸ μὴ ἀεὶ τοῦτο εἶναι, ὅπερ ἡμῖν ὤφθη, ἀλλ’ εἶναι μὲν ἐν τῷ πληρώματι τῆς θεότητος ἴσα θεῷ ἀπρόσιτον καὶ ἀπροσπέλαστον καὶ μά‐ λιστά γε τῇ βραχύτητι τῆς ἀνθρωπίνης οὐδενείας ἀχώρητον· χωρητὸν δὲ τῇ ἐπικήρῳ τῆς σαρκὸς φύσει τότε γενόμενον, | |
25 | ὅτε ἐκένωσε, καθώς φησιν ὁ ἀπόστολος, τὴν ἄφραστον αὐτοῦ τῆς θεότητος δόξαν καὶ τῇ βραχύτητι ἡμῶν συγκατεσμίκρυ‐ νεν, ὥστε ὃ μὲν ἦν, μέγα καὶ τέλειον καὶ ἀπερίληπτον ἦν, ὃ δὲ ἔλαβεν, ἰσομέγεθες ἦν τῷ ἡμετέρῳ μέτρῳ τῆς φύσεως. Ἐν ὁμοιώματι γάρ, φησίν, ἀνθρώπου γενόμενος καὶ σχή‐ | |
30 | ματι, ὡς οὐκ ἔχων δηλονότι ἐξ ἀρχῆς περὶ ἑαυτὸν τῆς τοιαύτης φύσεως τὸ ὁμοίωμα οὐδὲ πρός τινα σωματώδη τύπον σχηματι‐ | |
ζόμενος. πῶς γὰρ ἂν περιτυπωθείη τῷ ἀσωμάτῳ σχήματος | 159 | |
3,1160 | τύπος; ἀλλὰ τότε ἐν σχήματι γίνεται, ὅτε σχηματιζόμενος ἑαυτῷ περιτίθησιν. τοῦτο δέ ἐστιν ἡ τοῦ σώματος φύσις. Εὑρεθεὶς τοίνυν ὡς ἄνθρωπος—καὶ γὰρ καὶ ἄνθρωπος, εἰ καὶ μὴ δι’ ὅλου ἄνθρωπος, ἀλλ’ ὡς ἄνθρωπος διὰ τὸ | |
5 | κατὰ τὴν παρθενίαν μυστήριον, ὡς ἂν φανερὸν διὰ τοῦτο γένοιτο, ὅτι οὐ διὰ πάντων τοῖς νόμοις τῆς ἀνθρωπίνης ἐδούλευσε φύσεως, ἀλλὰ θεϊκῶς ἑαυτὸν εἰσοικίσας τῷ βίῳ καὶ μὴ δεηθεὶς τῆς ἐκ τοῦ γάμου συνεργίας πρὸς τὴν κατα‐ σκευὴν τοῦ ἰδίου πλάσματος—εὑρίσκεται οὐ διὰ πάντων | |
10 | κοινὸς ἄνθρωπος διὰ τὸ παρηλλαγμένον αὐτοῦ τῆς συστά‐ σεως, ἀλλ’ ὡς ἄνθρωπος. καὶ οὕτως ἐταπείνωσεν ἑαυτὸν ἀτρέπτως γενόμενος ἄνθρωπος. εἰ γὰρ ἀπ’ ἀρχῆς τοῦτο ἦν, ἐν τίνι γέγονεν ἡ ταπείνωσις; νῦν δὲ ὁ ὕψιστος διὰ τῆς πρὸς τὸ ταπεινὸν τῆς φύσεως ἡμῶν ἑνώσεως ἑαυτὸν ἐταπείνωσεν. | |
15 | ἑνωθεὶς γὰρ τῇ μορφῇ τοῦ δούλου, ἣν ἔλαβε, καὶ ἓν πρὸς αὐτὴν γενόμενος, οἰκειοῦται τὰ τοῦ δούλου πάθη καὶ καθάπερ καὶ ἐν ἡμῖν γίνεται διὰ τῆς πρὸς τὰ μέλη συμφυΐας, 〈ὅτι〉, ἐάν τι τῷ ἄκρῳ συμπέσῃ τοῦ ὄνυχος, τὸ πᾶν τῷ πεπονθότι συνδιατίθεται ἐφ’ ὄλον τὸ σῶμα διηκούσης τῆς συναισθή‐ | |
20 | σεως, οὕτως ὁ ἑνωθεὶς ἡμῶν τῇ φύσει οἰκειοῦται τὰ ἡμέτερα πάθη, καθώς φησιν Ἠσαΐας ὅτι αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἀνέλαβε καὶ τὰς νόσους ἐβάστασε τὴν ὑπὲρ ἡμῶν ὑποστὰς πληγήν, ἵνα τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰαθῶμεν· οὐχ ὅτι ἡ θεότης ἐμωλωπίσθη, ἀλλ’ ὁ προσφυεὶς διὰ τῆς ἑνώσεως τῇ | |
25 | θεότητι ἄνθρωπος, οὗ ἡ φύσις δεκτικὴ μώλωπος γενέσθαι δύναται· ταῦτα δὲ γίνεται, ὅπως ἂν διὰ τῶν αὐτῶν πάλιν ὁδῶν ἡ τῆς κακίας ὁδὸς ἀναλυθείη. ἐπειδὴ γὰρ διὰ τῆς παρακοῆς τοῦ πρώτου ἀνθρώπου ὁ θάνατος εἰσῆλθε, τούτου | |
χάριν διὰ τῆς ὑπακοῆς τοῦ δευτέρου ἀνθρώπου ἐξοικίζεται. | 160 | |
3,1161 | διὰ τοῦτο ὑπήκοος μέχρι θανάτου γίνεται, ἵνα διὰ μὲν τῆς ὑπακοῆς τὸ ἐκ τῆς παρακοῆς θεραπεύσῃ πλημμέλημα, διὰ δὲ τῆς ἐκ νεκρῶν ἀναστάσεως τὸν συνεισελθόντα τῇ παρακοῇ θάνατον ἐξαφανίσῃ. ἀφανισμὸς γάρ ἐστι θανάτου | |
5 | ἡ ἐκ θανάτου τοῦ ἀνθρώπου ἀνάστασις· Διό, φησί, καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν. τοῦτο καθάπερ σφραγίς τις τῆς προ‐ λαβούσης διανοίας ἐστίν. δῆλον γάρ, ὅτι τὸ ὕψιστον τοῦ ὑψωθῆναι οὐκ ἐπιδέεται, ἀλλὰ τὸ ταπεινὸν εἰς ὕψος αἴρεται, νῦν γινόμενον ὃ μὴ πρότερον ἦν· ἑνωθεῖσα γὰρ τῷ κυρίῳ ἡ | |
10 | ἀνθρωπίνη φύσις συνεπαίρεται τῇ θεότητι καὶ τὸ ὑψούμενον ἐκεῖνό ἐστι τὸ ἐκ τοῦ ταπεινοῦ ἐπαιρόμενον· ταπεινὸν δὲ ἡ τοῦ δούλου μορφὴ 〈ἡ〉 διὰ τῆς ὑψώσεως γινομένη Χριστός τε καὶ κύριος. καὶ ἐπειδὴ ὁ κατὰ Χριστὸν ἄνθρωπος κατὰ τὴν ἀνθρωπίνην ἀκολουθίαν ὀνόματι κατὰ τὸ ἰδιάζον προσηγο‐ | |
15 | ρεύθη διὰ τῆς γενομένης τῇ παρθένῳ παρὰ τοῦ Γαβριὴλ μυσταγωγίας καὶ τὸ ἀνθρώπινον, καθὼς εἴρηται, Ἰησοῦς ὠνομάσθη, ἡ δὲ θεία φύσις ἀπερίληπτός ἐστιν ὀνόματι, ἓν δὲ τὰ δύο διὰ τῆς ἀνακράσεως γέγονε· τούτου χάριν καὶ ὁ θεὸς ἐκ τοῦ ἀνθρωπίνου κατονομάζεται. ἐν γὰρ τῷ ὀνόματι | |
20 | Ἰησοῦ πᾶν γόνυ κάμψει καὶ ὁ ἄνθρωπος ὑπὲρ ὄνομα γίνεται, ὅπερ ἴδιόν ἐστι τῆς θεότητος τῆς δηλωθῆναι μὴ δυναμένης ὑπό τινος ὀνομαστικῆς σημασίας, ἵν’ ὥσπερ ἐν τῷ ταπεινῷ τὸ ὑψηλὸν γίνεται, οὕτως ἀντιλάβῃ τὸ ταπεινὸν τὰ ὑψηλὰ ἰδιώματα· ὡς γὰρ διὰ τοῦ ἀνθρώπου ὀνομάζεται ἡ θεότης, | |
25 | οὕτως ὑπὲρ ὄνομα γίνεται τὸ ἐκ τοῦ ταπεινοῦ συνεπαρθὲν τῇ θεότητι· καὶ ὥσπερ ἡ ἀτιμία τῆς δουλικῆς μορφῆς εἰς τὸν θεὸν τὸν ἀνακραθέντα τῷ δούλῳ τὴν ἀναφορὰν ἔχει, | |
οὕτω καὶ ἡ προσκύνησις τῆς θεότητος ἡ παρὰ πάσης | 161 | |
3,1162 | κτίσεως προσαγομένη τῷ ἑνωθέντι πρὸς τὴν θεότητα γίνεται καὶ οὕτως Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστὸς | |
5 | εἰς δόξαν θεοῦ πατρός. Ἀμήν. Ἀλλ’ ἔοικεν, οἷον ἐπερυθριῶν αὐτὸς ἑαυτῷ καὶ τῇ ἀτοπίᾳ τῶν εἰρημένων ἐπαισχυνόμενος, ἀνατίθεσθαι τρόπον τινὰ τὰ κατεσκευασμένα καὶ ἐπιγεννηματικὴν τοῦ υἱοῦ τὴν πρὸς τοὺς ἀνθρώπους ὁμοιότητα βούλεσθαι κατασκευάζειν. φησὶ | |
10 | γὰρ Ἰδοὺ τοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ ἡ πρὸς πατέρα ἰσότης προϋπάρχουσα, ἡ πρὸς ἀνθρώπους ὁμοιότης ἐπιγινομένη. μεταγινώσκειν ἔοικε ἐπὶ τοῖς εἰρημένοις καὶ ποιείτω γε τοῦτο μόνον ἀπὸ καρδίας τῆς ἀτόπου δόξης μεταβαλλόμενος καὶ ἡμεῖς τῶν ἐλέγχων παυ‐ | |
15 | σόμεθα. ἀλλὰ δοκεῖ δι’ ὧν ποιεῖ, ἄλλης ἀτοπίας διὰ τῆς ἐν τούτοις εὐγνωμοσύσης τὰς ἀφορμὰς καταβάλλεσθαι. φησὶ δὲ οὕτω κατὰ τὴν λέξιν Καὶ τί τούτων σαφέστερον, εἰς τὸ μὴ ἕτερον μεθ’ ἑτέρου εἶναι, θεὸν τέλειον μετὰ τελείου ἀνθρώπου; ὅτι μὲν οὖν οὐδὲ μίαν κοινω‐ | |
20 | νίαν ὁ λόγος οὗτος ἔχει πρὸς τὰ προάγοντα, φανερὸν ἂν εἴη πᾶσι τοῖς ἐπισταμένοις ἕπεσθαι λόγῳ. πῶς γὰρ ἀποδείκνυσιν ἡ πρὸς πατέρα ἰσότης προϋπάρχουσα καὶ ἡ πρὸς ἀνθρώπους ὁμοιότης ἐπιγινομένη, καθὼς αὐτός φησι, τὸ μὴ εἶναι ἄνθρωπον τέλειον, δι’ οὗ ὁ τέλειος θεὸς ἐνηνθρώπησεν; | |
25 | ὅμοιον γὰρ ὥσπερ ἂν εἴ τις ἀφεστάναι τὸν οὐρανὸν τῆς γῆς λέγων ἔπειτα διὰ τούτων εἴποι φανερὸν γίνεσθαι τὸ βαρύτερον εἶναι τοῦ κασσιτήρου ἐν ἴσῳ σηκῷ τὸν μόλυβδον καὶ βάρος | |
νομίσειε τὴν οὐρανίαν ἀπόστασιν, οὕτως οὐδὲ τὸ ἐλλιπὲς τῆς | 162 | |
3,1163 | ἀνθρωπότητος, δι’ ἧς ἐν τῇ φύσει ἡμῶν ὁ θεὸς γίνεται, εἴποι τις ἂν ἀποδείκνυσθαι ἐκ τοῦ ἐπιγεννηματικὴν ὁμολο‐ γεῖσθαι τὴν πρὸς ἀνθρώπους τοῦ υἱοῦ ὁμοιότητα. ἀλλὰ τὴν μὲν ἀσέβειάν τε καὶ τὴν ἄνοιαν τῆς τοιαύτης ὑπολήψεως | |
5 | ἐπιδεῖξαι μικρὸν ὑπερθήσομαι, νυνὶ δὲ καθεξῆς τοῖς γεγραμ‐ μένοις κατὰ λέξιν διευθῦναι τὸν λόγον πειράσομαι, ὅσαπερ ἂν ὑπαίτια κατὰ τὸ πρόχειρον ᾖ. φησὶ γὰρ μὴ εἶναι θεὸν τέλειον μετὰ ἀνθρώπου τελείου. τέως ἐνταῦθα πότερον ἀτελῆ τῶν εἰρημένων ὠνόμασεν, ἀφῆκεν ἀμφίβολον καὶ τῷ | |
10 | ἀδήλῳ τοῦ σημαινομένου πρὸς ἑκάτερον ἐπίσης ἡ διάνοια βλέπει καὶ οὐκ ἔστιν ἐξ ὧν ἠκούσαμεν περὶ τίνα νομίζει τὸ ἀτελὲς διδαχθῆναι, περὶ τὸν θεὸν ἢ τὸν ἄνθρωπον ἢ καὶ περὶ ἀμφοτέρων τὸ ἴσον οἴεται. αὐτὸν εἶναι φησὶ θεὸν μὲν πνεύματι τὴν τοῦ θεοῦ δόξαν ἔχοντα, ἄνθρωπον δὲ σώματι | |
15 | τὴν τῶν ἀνθρώπων ἄδοξον φορέσαντα μορφήν. εἶπε θεόν, εἶπε καὶ ἄνθρωπον· φανερὸν δὲ πᾶσιν, ὅτι οὐ ταὐτὸν τῶν ὀνομάτων τούτων τὸ σημαινόμενον, ἀλλ’ ἴδιος μὲν ὁ τῆς θεότητος, ἕτερος δὲ ὁ τῆς ἀνθρωπότητος ἑρμηνευτικός ἐστι λόγος. θεὸς μὲν γάρ ἐστι τὸ ἀεὶ ὡσαύτως ἔχον πάντων ἀγαθῶν | |
20 | αἴτιον, οὔτε ποτὲ μὴ ὂν οὔτε μὴ ἐσόμενον· ἄνθρωπος δὲ τὰ μὲν ἄλλα συγγενῶς πρὸς τὴν τῶν ἀλόγων φύσιν διάκειται καὶ διὰ σαρκὸς καὶ αἰσθήσεως παραπλησίως αὐτοῖς διοικού‐ μενος, τῇ δὲ τοῦ νοῦ προσθήκῃ τῶν ἀλόγων κεχωρισμένος ἐν τούτῳ τὸ ἰδιάζον ἔχει τῆς φύσεως. οὐ γὰρ ἄν τις ἄνθρωπον | |
25 | ὁριζόμενος ἀπὸ σαρκῶν τε καὶ ὀστέων καὶ αἰσθητηρίων ὁρίσαιτο οὐδὲ τὴν βρωτικήν τε καὶ ἀλλοιωτικὴν δύναμιν εἰπών τις τὸ ἴδιον τῆς ἀνθρωπίνης ἐνεδείξατο φύσεως, ἀλλὰ τὸ διανοητικὸν καὶ λογικὸν τὸν ἄνθρωπον ἔδειξεν. ἴσον οὖν | |
ἐστιν ἢ διὰ τοῦ ὀνόματος ἐρμηνεῦσαι τὴν φύσιν ἢ διὰ τοῦ | 163 | |
3,1164 | ἰδίως παρεπομένου τῇ φύσει. ὅ τε γὰρ ἄνθρωπον εἰπὼν τὸ λογικὸν ἐνεδείξατο ὅ τε λογικὸν ὀνομάσας τὸν ἄνθρωπον διὰ τῆς φωνῆς ταύτης ἀπέδειξεν. οὐκοῦν καὶ ὁ Ἀπολινάριος θεὸν καὶ ἄνθρωπον ὀνομάσας, εἴπερ τὰς ἐμφαινομένας τῇ | |
5 | θεότητι σημασίας τῇ φωνῇ ταύτῃ συμπεριέλαβεν, οὐδ’ ἂν τοῦ ἀνθρώπου τὸ σημαινόμενον διὰ τῆς ἑρμηνείας λωβήσαιτο. ἀλλ’ εἴπερ ἄνθρωπος λέγεται, ἔστι πάντως ἡ κλῆσις ἀληθὴς καὶ οὐ ψευδώνυμος· τὸ δὲ ἀληθὲς τοῦ ὀνόματος ἐν τῷ λογικὸν εἶναι ζῷον τὸν οὕτω κατονομαζόμενον ἐπι‐ | |
10 | δείκνυται, ὁ δὲ λόγος ἐκ διανοίας πάντως· ὥστε εἰ ἄν‐ θρωπος, καὶ διανοητικὸς ἐξ ἀνάγκης· εἰ δὲ οὐ διανοητικός, οὐδὲ ἄνθρωπος. Ἀλλ’ ἄνθρωπος ἦν τῷ σώματι, φησί, τὴν τῶν ἀνθρώπων ἄδοξον φορέσας μορφήν. ταῦτα μὲν | |
15 | οἴκοθεν καὶ οὐκ ἐκ τῆς γραφικῆς ἡμῖν διδασκαλίας προβάλ‐ λεται· πλὴν ὡς ἂν καὶ ἀπ’ αὐτῶν ὧν λέγει πρὸς τοὐναντίον αὐτῷ περιτραπείη τὸ σπουδαζόμενον, οὑτωσὶ τὸν λόγον κατανοήσωμεν. τὴν ἄδοξον, φησίν, ἐφόρεσε τῶν ἀνθρώπων μορ‐ φήν. τίς δόξα ἀνθρώπου, πρῶτον ἐπισκεψόμεθα καὶ οὕτως ἐκ | |
20 | τοῦ ἀκολούθου τὴν ἀδοξίαν νοήσομεν. οὐκοῦν δόξα ἀνθρώπου ἥ γε ἀληθὴς δόξα ἡ κατὰ ἀρετήν ἐστι πάντως ζωή. τὸ γὰρ εὐχροίᾳ τινὶ ἢ ὥρᾳ σαρκὸς ἢ τὸ ἔμπαλιν ἀμορφίᾳ σώματος τὴν δόξαν τῶν ἀνθρώπων ἢ τὴν ἀδοξίαν ὁρίζεσθαι τῶν διατεθρυμμένων ἂν εἴη. εἰ οὖν ἡ ἀρετὴ τὸ ἔνδοξον ἐπ’ ἀνθρώπων ὁμολογεῖται, | |
25 | ἡ κακία πάντως τὸ ἄδοξον. ἀλλὰ μὴν φησὶ τὸν θεὸν ὁ Ἀπολι‐ νάριος τὴν ἄδοξον τῶν ἀνθρώπων ὑπεληλυθέναι μορφήν. εἰ οὖν ἐν κακίᾳ τὸ ἄδοξον, κακία δὲ προαιρέσεως αἶσχός ἐστι, προαιρεῖται δὲ ἡ διάνοια, διάνοια δὲ νοῦ τι κίνημα, ἄρα τὴν ἀνθρωπίνην ἀδοξίαν περὶ τὸν θεὸν βλέπων οὐκ | |
30 | ἀποσχίζει τῆς διανοίας τὸν ἄνθρωπον, δι’ οὗ ὁ θεὸς τῇ ἀν‐ | |
θρωπίνῃ ζωῇ καθωμίλησεν. καὶ συμβαίνει γε τοῦτο ταῖς | 164 | |
3,1165 | θείαις γραφαῖς, τὸ δι’ ἡμᾶς αὐτὸν ἁμαρτίαν γενέσθαι, τουτέστι τὴν ἁμαρτικὴν τοῦ ἀνθρώπου ψυχὴν πρὸς ἑαυτὸν ἑνῶσαι. Κύριον, φησίν, ἐν δουλικῷ φανέντα σχή‐ ματι· ἆρα ὁ δοῦλος οὗτος, οὗ τὸ σχῆμα ὑπέδυ ὁ κύριος, | |
5 | ἄρτιος ἦν ἢ λελώβητο; τὸ γὰρ ἐλλιπές τε καὶ ἠκρωτηριασ‐ μένον κατὰ τὴν τοῦ ζῴου συμπλήρωσιν λώβην ἄν τις εἰκότως προσαγορεύσειεν. Οὐκ ἄνθρωπος, φησίν, ἀλλ’ ὡς ἄν‐ θρωπος, διότι οὐχ ὁμοούσιος τῷ ἀνθρώπῳ κατὰ τὸ κυριώτατον· εἰ μὴ ὁμοούσιος, ἑτεροούσιος πάντως· | |
10 | ὧν δὲ ὁ λόγος τῆς οὐσίας ἕτερος, τούτοις οὔτε ἡ φύσις κοινὴ οὔτε ἡ κλῆσις. ἄλλη πυρὸς οὐσία καὶ ὕδατος ἄλλη καὶ αἱ προσηγορίαι τῶν δύο διάφοροι· Πέτρος δὲ καὶ Παῦλος, ἐπειδὴ φύσις μία, καὶ τὸ ὄνομα τῆς οὐσίας κοινόν· ἄνθρωπος γὰρ τούτων ἑκάτερος. εἰ οὖν ἄλλο τι κατὰ τὴν οὐσίαν ἦν | |
15 | καὶ οὐκ ἄνθρωπος, ἀλλὰ μέχρι τοῦ φαινομένου κατὰ ἄν‐ θρωπον ἐσχηματίζετο, τῇ δὲ ἀληθείᾳ κατὰ τὴν φύσιν παρ‐ ήλλακτο, λεγέτω πάντα δόκησιν εἶναί τινα καὶ ἀπατηλὴν φαντασίαν, ψευδὴς κατ’ αὐτὸν ἡ βρῶσις, ψευδὴς ὁ ὕπνος, ἀνύπαρκτα πάντα τὰ κατὰ τὰς ἰάσεις θαύματα, οὐ γέγονεν | |
20 | ὁ σταυρός, οὐχ ἡ ἐν μνημείῳ θέσις, οὐχ ἡ ἐκ τοῦ πάθους ἀνάστασις· ἀλλὰ δοκήσει μὲν τὰ πάντα ἐφαίνετο, ἦν δὲ κατὰ τὸν τοῦ λογογράφου λόγον τῶν φαινομένων οὐδέν. εἰ γὰρ ἄνθρωπος οὐκ ἦν, πῶς τὰ περὶ αὐτὸν ἱστορούμενα ἦν; πῶς δ’ ἂν εἴποι τις εἶναι ἄνθρωπον τὸν τῆς ἀνθρωπίνης οὐσίας | |
25 | ἀλλότριον; οὐ γὰρ ἦν, φησίν, ὁμοούσιος τῷ ἀνθρώπῳ κατὰ τὸ κυριώτατον· ὁ δὲ τὸ κυριώτατον ἀφαιρῶν τοῦ ἀνθρώπου, τοῦτο δέ ἐστιν ὁ νοῦς, κτῆνος ἀπέδειξε τὸ λειπόμενον· τὸ δὲ κτῆνος οὐκ ἄνθρωπος. εἶτά φησι Ταπεινώσαντα ἑαυτὸν σαρκί, ὑπερυψωθέντα δὲ ὑπὸ θεοῦ τὴν θείαν | |
30 | ὕψωσιν. τουτὶ πάλιν τῶν προλαβόντων μετὰ ἀσεβείας ἀνοητότερον. ἄλλον φησὶ τεταπεινῶσθαι καὶ ἕτερον ὑπερυψῶ‐ | |
σθαι. ἡ σάρξ, φησί, τεταπείνωται, καίτοι οὐδὲν τοῦ ταπεινω‐ | 165 | |
3,1166 | θῆναι προσδεομένη ἡ τὸ ταπεινὸν ἐκ φύσεως ἔχουσα, τὴν δὲ θεότητα ὑπερυψοῦσθαι λέγει· καὶ μὴν τὸ ὕψιστον ἀνεπιδεὲς τῆς ὑψώσεως· ποῦ τοίνυν ὑπερυψώθη ἡ θεότης ἡ τοῦ παντὸς ὑπερκειμένη καὶ ὑπερανεστῶσα πάσης ὑψώσεως; ἀλλὰ τὸ | |
5 | τῇ φύσει ταπεινὸν ὑψοῦται, κἂν ὁ λογογράφος μὴ βούληται, καθὼς μικρῷ πρόσθεν ὁ περὶ τούτων λόγος διῄρηται. Πάλιν κατὰ τοὺς ἐν ὕπνῳ παραφθεγγομένους ἀφεὶς τῆς κατασκευῆς τὸ ἀκόλουθον τοῖς ἡμετέροις λόγοις συγκέ‐ χρηται καί, ἅπερ ἄν τις εἴποι τῶν ὑγιῶς φρονούντων περὶ τοῦ | |
10 | δόγματος, ταῦτα καὶ αὐτὸς τοῖς ἰδίοις καταμίγνυσι λόγοις. διακρίνει γὰρ τὸ δοξαζόμενον καὶ τὸν τὴν δόξαν ἔχοντα. Δοξάζεται, γάρ φησιν, ὡς ἄνθρωπος· δόξαν δὲ ἔχει πρὸ τοῦ κόσμου ὡς θεὸς προϋπάρχων τῶν αἰώνων. μέχρι τούτων εὐγνωμονῶν. ἀλλ’ εἰ μὲν τούτοις | |
15 | τὰ λεγόμενα παρ’ αὐτοῦ περιώριστο, ἴσως ἄν τις αὐτὸν ἐκ μεταμελείας ᾠήθη πρὸς τὰς εὐσεβεστέρας ἐλθεῖν τῶν ὑπολήψεων· νυνὶ δὲ καθάπερ καμπτήν τινα τὴν ὑγιῆ ταύτην διάνοιαν τῷ λόγῳ περιοδεύσας πάλιν ἐπὶ τὸ τῆς πλάνης ἐπανατρέχει στάδιον καὶ πολλαῖς καθ’ ἡμῶν λοιδορίαις | |
20 | χρησάμενος καὶ Ἰουδαίοις καὶ Ἕλλησι τὸ καθ’ ἡμᾶς παρ‐ ισώσας αὖθις ἐπαναλαμβάνει τῷ λόγῳ τὸν ἔμετον, ὃν ἐν τοῖς προλαβοῦσι φθάσας ἐξήμεσε, τὴν προαιώνιον σάρκα διὰ τῆς ματαιότητος τῶν λόγων τῷ Χριστῷ περιπλάσσων καὶ λέγων νοῦν ἔνσαρκον ὄντα τὸν υἱὸν ἐκ γυναικὸς τεχθῆναι | |
25 | οὐκ ἐν τῇ παρθένῳ σάρκα γενόμενον, ἀλλὰ παροδικῶς δι’ αὐτῆς διεξελθόντα, οἷος πρὸ τῶν αἰώνων ἦν, τότε φανερω‐ θῆναι αὐτὸ τὸ φαινόμενον σάρκινον ὄντα θεὸν ἤ, καθὼς αὐτὸς ὀνομάζει, ἔνσαρκον νοῦν. διό φησιν αὐτὸν κύριον δόξης τὸν ἐσταυρωμένον κατονομάζεσθαι καὶ κύριον δυνάμεων παρὰ | |
30 | τῆς προφητείας λέγεσθαι καὶ τὰς αὐθεντικὰς ἐκείνας καὶ δεσποτικὰς ποιεῖσθαι φωνάς, τὸ Ἐγὼ λέγω σοι καὶ Ἐγὼ | |
ἐπιτάσσω σοι καὶ Ἐργάζομαι ἐγὼ καὶ ὅσα ἄλλα τῆς | 166 | |
3,1167 | ὑψηλοτέρας ἐμφάσεως ἔχεται. τί οὖν ὁ γεννάδας; ποῦ θήσει τὴν θηλήν, τὰ σπάργανα, τὴν ἐπίρρυτον ζωὴν καὶ ἀπόρρυτον, τὴν κατ’ ὀλίγον τοῦ σώματος αὔξησιν, τὸν ὕπνον, τὸν κόπον, τὴν τῶν γονέων ὑποταγήν, τὴν ἀδημονίαν, τὴν λύπην, τὴν | |
5 | ἐπιθυμίαν τοῦ πάσχα, τὴν τοῦ ὕδατος αἴτησιν, τὴν μετουσίαν τῆς βρώσεως, τὰ δεσμά, τὰ ῥαπίσματα, τὰς ἐκ μαστίγων πληγάς, τὴν ἐπὶ τῆς κεφαλῆς ἀκανθοφορίαν, τὴν τοῦ κοκκίνου περιβολήν, τὴν διὰ τοῦ καλάμου ὕβριν, τὴν χολήν, τὸ ὄξος, τοὺς ἥλους, τὴν λόγχην, τὴν σινδόνα, τὸν ἐνταφιασμόν, τὸ | |
10 | μνημεῖον, τὸν λίθον; πῶς ταῦτα συναρτήσει τῷ θεῷ; εἰ γὰρ ὁ ἔνσαρκος αὐτοῦ θεός, ὅπερ διὰ τῆς Μαρίας ὤφθη, τοῦτο πάντοτε ἦν καὶ τὸ φαινόμενον θεότης ἦν, πάντα ταῦτα ἡ θεότης πάσχει, θηλάζει, σπαργανοῦται, τρέφεται, κοποῦ‐ ται, αὔξεται, πληροῦται, κενοῦται, ὑπνοῖ, λυπεῖται, ἀδημονεῖ, | |
15 | στενάζει, δίψης καὶ πείνης αἰσθάνεται, πρὸς τὴν συκῆν τρέχει, ἀγνοεῖ τοῦ δένδρου καὶ τῆς ὥρας τὴν καρποφορίαν, τὴν ἡμέραν καὶ τὴν ὥραν οὐκ οἶδε, τύπτεται, δεσμεύεται, ῥαπίζεται, ἥλους δι’ ἑαυτῆς δέχεται, αἱμάσσει, νεκρὰ γίνεται, ἐνταφιάζεται, μνήματι καινῷ ἐναποτίθεται. ἆρα συντίθεται | |
20 | οἰκεῖα καὶ κατὰ φύσιν εἶναι τῇ προαιωνίᾳ θεότητι ταῦτα καὶ μὴ ἀνατραφῆναι, εἰ μὴ ἐθήλασε, μηδ’ ἂν ὅλως ἐν τῷ ζῆν εἶναι, 〈εἰ〉 μὴ τὸ διαπνευσθὲν τῆς δυνάμεως 〈τῇ〉 τῆς τροφῆς μετουσίᾳ παρεμυθήσατο; πῶς δὲ καὶ ἀγνοεῖ ὁ ἔνσαρκος αὐτοῦ θεὸς τὴν ἡμέραν καὶ τὴν ὥραν ἐκείνην; πῶς δὲ οὐκ | |
25 | ἐπίσταται τὸν τῶν συκῶν καιρόν, ὅτι κατὰ τὸ πάσχα οὐκ ἂν | 167 |
3,1168 | ἐφευρεθείη τῷ δένδρῳ καρπὸς εἰς ἐδωδὴν ἐπιτήδειος; τίς ὁ ἀγνοῶν, εἰπάτω; τίς ὁ λυπούμενος; τίς ὁ ἐν ἀμηχανίᾳ στενο‐ χωρούμενος; τίς ὁ ἐγκαταλελεῖφθαι παρὰ τοῦ θεοῦ βοήσας, εἰ μία θεότης πατρὸς καὶ υἱοῦ; καὶ παρὰ τίνος ἡ ἐγκατά‐ | |
5 | λειψις γίνεται, ἣν ἐπὶ τῷ σταυρῷ ἐξεφώνησεν; εἰ γὰρ τὸ πάσχον ἡ θεότης, μιᾶς δὲ εἶναι θεότητος τῷ πατρὶ τὸν υἱὸν οἱ εὐσεβοῦντες συντίθενται—φησὶ δὲ ὁ πάσχων ὅτι Θεέ μου, θεέ μου, ἵνα τί με ἐγκατέλιπες; —, πῶς μία οὖσα ἡ θεότης ἐν τῷ πάθει μερίζεται καὶ ἡ μὲν καταλείπει, ἡ δὲ | |
10 | καταλείπεται· ἡ μὲν ἐν θανάτῳ γίνεται, ἡ δὲ ἐν τῇ ζωῇ διαμένει· ἡ μὲν νεκροῦται, ἡ δὲ τὸ νεκρωθὲν διανίστησιν; ἢ γὰρ οὐχ ὁμολογήσει μίαν ἐπὶ πατρός τε καὶ υἱοῦ τὴν θεό‐ τητα καὶ συνήγορος Ἀρείου διὰ τοῦτο ἀναφανήσεται ἤ, εἴπερ Ἀρείῳ μαχόμενος μίαν λέγοι, οὐδὲ ἑαυτῷ πάντως | |
15 | συνθήσεται στῆσαι τὸν ἀναπλασθέντα μῦθον ἐν ἑαυτῷ μὴ δυνάμενος. ἀλλὰ κατ’ ἀνάγκην τὰς ἐμπαθεῖς ταύτας καὶ ταπεινοτέρας φωνάς τε καὶ διαθέσεις τῷ ἀνθρωπίνῳ προσ‐ μαρτυρήσει, ἄτρεπτον δὲ καὶ ἀπαθῆ τοῦ θεοῦ τὴν φύσιν καὶ ἐν τῇ κοινωνίᾳ τῶν ἀνθρωπίνων παθημάτων διαμεμενη‐ | |
20 | κέναι συνθήσεται. καὶ τούτων μάρτυς αὐτὸς ὁ εἰπὼν περὶ αὐτοῦ ὅτι Δοξάζεται μὲν ὡς ἄνθρωπος ἐξ ἀδοξίας ἀναβαίνων, ἔχει δὲ τὴν δόξαν πρὸ τοῦ κόσμου ὡς θεὸς προϋπάρχων. ἡ γὰρ ἀδοξία πάντως ἡ παθητὴ τῆς σαρκὸς φύσις ἐστίν· δόξα δὲ ἄρα αἰώνιος ἡ ἀπαθής τε καὶ | |
25 | ἀκήρατος δύναμις. Ὡς δ’ ἂν μὴ συκοφαντεῖν ἐν τοῖς εἰρημένοις δοκοίημεν, αὐτῶν τῶν κατὰ τὸν νοῦν ἡμῖν προεξετασθέντων καὶ τὴν λέξιν ἐκθήσομαι. Ἕλληνες γάρ, φησί, καὶ Ἰουδαῖοι προφανῶς ἀπιστοῦσι, μὴ καταδεχόμενοι θεὸν | |
30 | ἀκούειν τὸν ἐκ γυναικὸς τεχθέντα. διὰ τί νῦν ἐν | 168 |
3,1169 | τῷ τόκῳ τὴν σάρκα παρεσιώπησε; καίτοι τὸ γεγενημένον ἐκ τῆς σαρκὸς σὰρξ ἦν πάντως, καθώς φησί που ὁ κύριος. ἀλλ’ ἐπειδὴ βούλεται αὐτὴν τὴν τεχθεῖσαν σάρκα θεότητα εἶναι καὶ κατασκευάσαι οὐκ ἐν σαρκὶ πεφηνέναι τὸν θεόν, | |
5 | λέγει· Ἀλλὰ θεὸν ἔνσαρκον πρὸ αἰώνων ὄντα μετὰ ταῦτα διὰ γυναικὸς τετέχθαι καὶ πρὸς τὴν τῶν παθημάτων πεῖραν καὶ πρὸς τὴν τῆς φύσεως ἀνάγκην ἐλθεῖν. καὶ ταῦτα λέγων οὐ δίδωσιν αὐτῷ οὐδὲ τὸ ἄνθρωπον εἶναι· ἀλλὰ τοῖς μὲν πάθεσιν ὑπάγει ὡς ἄν‐ | |
10 | θρωπον, τῆς δὲ ἀνθρωπίνης οὐ μεταδίδωσι φύσεως. πῶς γὰρ ἄνθρωπος τὸ μὴ ἐκ γῆς εἶναι λεγόμενον; ἐκ γὰρ τοῦ Ἀδὰμ λέγει ἡ γραφὴ τὸ ἀνθρώπινον γενέσθαι καὶ πρῶτον ἐκεῖνον διὰ τῆς θείας δυνάμεως ἐκ γῆς φῦναι. διὰ τοῦτο καὶ ὁ Λουκᾶς τὸν νομιζόμενον τοῦ Ἰωσὴφ υἱὸν γενεαλογῶν | |
15 | φησι τοῦ Ἀδὰμ ἐξάπτων καθ’ ἕκαστον τῶν πατέρων τὴν ἀρχὴν τῆς γενέσεως. ὁ τοίνυν μὴ ἐκ τοῦ γένους τῶν ἀν‐ θρώπων γενόμενος ἄλλο τι πάντως ἐστὶ καὶ οὐκ ἄνθρωπος. ὁ οὖν μήτε ἄνθρωπος τῷ μηδὲν ἔχειν τοῦ ἀνθρωπίνου γένους μήτε θεὸς τῷ μὴ εἶναι ἀσώματος, ἐκεῖνος ὁ ἔνσαρκος τοῦ | |
20 | λογογράφου θεὸς τί ἂν εἴη, λεγέτωσαν οἱ τῆς ἀπάτης αὐτοῦ μαθηταὶ καὶ συνήγοροι· ἀλλ’ ἐδέξαντο ἄν, φησίν, Ἕλληνες καὶ Ἰουδαῖοι, εἴπερ ἄνθρωπον ἔνθεον εἶναι τὸν τεχθέντα ἐλέγομεν, ὥσπερ Ἠλίαν. καὶ τίς τῶν Ἑλλήνων τὰ κατὰ τὸν Ἠλίαν θαύματα ὡς ἀληθῆ | |
25 | παρεδέξατο; ὅτι πῦρ διχῇ τῷ σχήματι τυπωθέν, τὸ μὲν εἰς ἅρματος εἶδος τὸ δὲ εἰς ἵππων μορφήν, τὴν ἐναντίαν τῇ οἰκείᾳ φύσει κινεῖται φορὰν ἄνωθεν ἐπὶ τὸ κάτω φερόμενον· καὶ ὅτι μετάρσιος ἐπὶ τοῦ φλογίνου ἅρματος ἡνιοχῶν τὸ πῦρ ὁ Ἠλίας ἀπαθὴς ἐν τῇ φλογὶ διασῴζεται τοῦ πυρὸς τὸ | |
30 | πῦρ ἕλκοντος τοῦ ἐν τοῖς ἵπποις τὸ ἐν τῷ ἅρματι; εἰ γὰρ | |
ταῦτά τις δέξαιτο καθ’ ὃν δεῖ τρόπον, δι’ αὐτῶν δὴ τούτων | 169 | |
3,1170 | τῶν λόγων πρὸς τὴν τοῦ μυστηρίου παραδοχὴν ἀναδειχθή‐ σεται τυπικήν τινα προφητείαν περὶ τῆς τοῦ κυρίου ἐνανθρω‐ πήσεως ἐν τῷ διηγήματι βλέπων διὰ τῶν γεγονότων προ‐ τυπουμένην. ὡς γὰρ ἀνωφερὲς ὂν τῇ φύσει τὸ πῦρ θείᾳ δυ‐ | |
5 | νάμει πρόσγειον γίνεται, ὁ δὲ Ἠλίας περισχεθεὶς τῷ οὐρανίῳ πυρὶ πάλιν πρὸς τὴν κατὰ φύσιν ἐπανατρέχοντι κίνησιν καὶ αὐτὸς συνεπαίρεται, οὕτως ἄϋλός τις οὖσα καὶ ἀειδὴς ἡ τοῦ ὑψίστου δύναμις τὴν δουλικὴν μορφὴν τὴν διὰ τῆς παρθένου ὑποστᾶσαν διαλαβοῦσα πρὸς τὸ ἴδιον ὕψος | |
10 | ἀνήγαγεν εἰς τὴν θείαν τε καὶ ἀκήρατον μεταστοιχειώσασα φύσιν· ὥστε ὁ πρὸς τοῦτο δυσπειθῶς ἔχων οὐδ’ ἂν τῇ κατὰ τὸν Ἠλίαν θαυματοποιΐᾳ προσθοῖτο· ὁ δὲ ἐν ἐκείνῳ προ‐ καταμαθὼν σκιαγραφηθεῖσαν τὴν ἀλήθειαν οὐδ’ ἂν πρὸς αὐτὴν τὴν ἀλήθειαν ἀντιτύπως ἔχοι. | |
15 | Εἶτα ἐφ’ ἡμᾶς στρέφει τὴν λοιδορίαν τοὺς μὴ παραδε‐ χομένους αὐτοῦ τὸν ἀναπλασθέντα μῦθον καί φησιν· Οἱ δὲ ἐν σχήματι πίστεως ἄπιστοι τῷ ἐκ γυναικὸς τεχθέντι θεῷ καὶ σταυρωθέντι πρὸς Ἰουδαίων ὁμοίως ἐκείνοις ἐπαισχύνονται. τὸ μὲν οὖν ἀραῖς | |
20 | κατὰ τῶν ὑπεναντίων κεχρῆσθαι, τίς οὐκ οἶδεν ὅτι τῶν ἀτονούντων ἐστὶ περὶ ἃ σπουδάζουσιν ἴδιον; ἡμεῖς δὲ το‐ σοῦτόν φαμεν, ὅτι δύο προκειμένων βαράθρων, ἔνθεν μὲν τοῦ κατὰ τὸν Ἀπολινάριον, ἑτέρωθεν δὲ τοῦ κατὰ τὸν Ἄρειον πτώματος, ἴσον μὲν καθ’ ἑκάτερον τοῖς καταπίπτουσίν | |
25 | ἐστι τὸ σύντριμμα· πλὴν ἐν κακῶν ἐκλογῇ κουφότερον δοκεῖ τὸ κατὰ τὸν Ἄρειον κλάσμα. ἀμφότεροι μὲν γὰρ πρὸς τὸ ταπεινότερον τὴν ἀκήρατον τοῦ μονογενοῦς φύσιν καθέλ‐ | |
κουσιν· ἀλλ’ ὁ μὲν Ἄρειος τῇ ἀσωμάτῳ τῶν ἀγγέλων φύσει | 170 | |
3,1171 | προσοικειοῖ τὸν τῶν ἀγγέλων δεσπότην κατὰ τὸ ἴσον ἠλαττῶσθαι τῆς τοῦ ἀκτίστου φύσεως καὶ τοῦτον κἀκείνους διὰ κτίσεως εἶναι ἀποφηνάμενος· οὗτος δὲ τοσοῦτον ἐπιτείνει τὴν ἀτοπίαν, ὥστε καὶ ἀνθρώπῳ τῷ παρ’ ἀγγέλους ἠλαττω‐ | |
5 | μένῳ κρίνειν ὁμότιμον καὶ σαρκώδη εἶναι τὴν φύσιν αὐτοῦ διορίζεσθαι. ὅσῳ δὲ κρείττων τῶν σωμάτων ἡ ἀσώματος φύσις, τοσοῦτον ἡ κατὰ Ἄρειον ἀσέβεια τῆς Ἀπολιναρίου πλάνης αἱρετωτέρα. τίς οὖν ἐν σχήματι πίστεως ἄπιστος ἑρμηνεύων τὸ ἐκ τῆς παρθένου μυστήριον; προθήσω γὰρ τῷ | |
10 | κοινῷ τήν τε κωμῳδουμένην ἡμῶν παρὰ τοῦ λογογράφου πίστιν καὶ τὴν ἐκείνου ὑπόληψιν. ἡμεῖς γάρ φαμεν, ὅτι ἄϋλός τε καὶ ἀειδὴς καὶ ἀσώματος κατ’ οὐσίαν θεὸς ὢν οἰκονομίᾳ τινὶ φιλανθρώπῳ πρὸς τῷ τέλει τῆς τοῦ παντὸς συμπληρώσεως ἤδη τῆς κακίας εἰς τὸ ἀκρότατον αὐξηθείσης, | |
15 | τότε ἐπὶ καθαιρέσει τῆς ἁμαρτίας τῇ ἀνθρωπίνῃ κατακιρνᾶται φύσει, οἷόν τις ἥλιος ἐν γνοφώδει σπηλαίῳ εἰσοικιζόμενος καὶ διὰ τοῦ φωτὸς ἐξαφανίζων τῇ παρουσίᾳ τὸ σκότος. τὸν γὰρ ἡμέτερον ῥύπον εἰς ἑαυτὸν ἀναλαβὼν οὐκ αὐτὸς ἐμμολύνεται τῷ μιάσματι, ἀλλ’ ἐν ἑαυτῷ καθαρίζει τὸν | |
20 | ῥύπον· Τὸ γὰρ φῶς, φησίν, ἐν τῇ σκοτίᾳ ἔλαμψεν· ἡ δὲ σκοτία αὐτὸ οὐ κατέλαβεν. ὥσπερ καὶ ἐπὶ τῆς ἰατρείας γί‐ νεται· ἐπαχθείσης γὰρ τῷ νοσήματι τῆς ἰάσεως εἰς ἀφανισμὸν μεταχωρεῖ τὸ ἀρρώστημα, οὐκ εἰς τὴν ἰατρικὴν τέχνην ἀντιμεθίσταται. οὗτος ὁ ἡμέτερος λόγος. ὁ δέ φησιν ἔν‐ | |
25 | σαρκον εἶναι τὸ κατ’ ἀρχὰς τὸν θεὸν καὶ οὕτως ἐπ’ ἐσχάτων ἡμερῶν τὸ τεχθὲν ἐκεῖνο τὸ ὁρατὸν καὶ ψηλαφητὸν σῶμα, τὸ διὰ τῆς ἀνθρωπίνης τροφῆς ταῖς κατ’ ὀλίγον προσθήκαις αὐξανόμε‐ | |
νον, ἐκεῖνο εἶναι ὃ πρὸ τῶν ὄντων ἁπάντων ἦν, | 171 | |
3,1172 | ὃ καὶ τοὺς ἀνθρώπους ἐποίησε καὶ πᾶσαν κτίσιν ὁρατήν τε καὶ ἀόρατον, ὃ καὶ τοῦ κόπου αἰσθά‐ νεται καὶ ἐν ἀδημονίᾳ θανάτου δέχεται πεῖραν. οὐκ οἶδα πῶς ὁ σοφός, ὅτε μὲν οἱ οὐρανοὶ καὶ ἡ γῆ καὶ πάντα | |
5 | τὰ ἐν τῇ κτίσει συνίστατο θαύματα, κόπον οὐδένα προσ‐ μαρτυρῶν τῷ ποιήσαντι, ἵνα δὲ διέλθῃ ἀπὸ τῆς Ἰουδαίας ἐπὶ τὴν Γαλιλαίαν, ἐν κόπῳ αὐτὸν γεγενῆσθαι λέγων· καὶ τοῖς μὲν Ἰσραηλίταις στρέφειν τὴν πέτραν εἰς λίμνας ὑδάτων, αὐτὸν δὲ πιεῖν αἰτεῖν παρὰ γυναικὸς Σαμαρείτιδος· | |
10 | καὶ ἐν τεσσαράκοντα ἔτεσι μὴ κάμνειν τοσαύταις μυριάσι τὴν οὐρανίαν τροφὴν ἐπιχέοντα, αὐτὸν δὲ πρὸς τὴν συκῆν δραμεῖν ἐλπίδι βρώσεως τῆς μὴ οὔσης. τοιαύτης οὔσης παρ’ ἑκατέροις τῆς τοῦ δόγματος ὑπολήψεως ὁ συνετὸς ἀκροατὴς ἐφ’ ἑαυτοῦ κρινέτω τίς ὁ σχήματι πίστεως | |
15 | ἄπιστος. Ἀλλά, φησί, λέγειν ἡμᾶς ὅτι ὁ σταυρωθεὶς οὐ‐ δὲν εἶχε θεϊκὸν ἐν τῇ ἑαυτοῦ φύσει οὐδὲ αὐτὸ τὸ κυριώτατον, ὅ ἐστι πνεῦμα. πρὸς δὲ τὴν τοιαύτην συκοφαντίαν πρόχειρος ἡ ἐκ τῆς ἀρνήσεώς ἐστιν ἀπολογία. | |
20 | εἰ γὰρ τὸ πνεῦμα νοῦν ὁ Ἀπολινάριος οἴεται, οὐδεὶς τῶν Χριστιανῶν λέγει τὸν ἀνακραθέντα τῷ θεῷ ἄνθρωπον ἥμισυν εἶναι, ἀλλ’ ὅλον προσφυῆναι τῇ θείᾳ δυνάμει. πᾶσιν οὖν ἂν ἐθέλοι τις τὰ μέρη τοῦ ἀνθρώπου προσαγορεύειν ὀνόμασιν, εἴτε νοῦν εἴτε πνεῦμα εἴτε καρδίαν· λέγεται γὰρ | |
25 | παρὰ τῆς γραφῆς ἐπὶ τοῦ ἡγεμονικοῦ τὰ τρία· τὸ Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ θεός· καὶ Ὁ νοήμων κυβέρνησιν κτήσεται· καὶ Οὐδεὶς οἶδε τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τὸ ἐν αὐτῷ. οὔτε οὖν ἄπνους οὔτε ἄνους οὔτε ἀκάρδιος τῇ ἐπισκιάσει τῆς τοῦ ὑψίστου δυνάμεως καὶ τῇ ἐπελεύσει τοῦ | |
30 | ἁγίου πνεύματος. οὐκοῦν οὐ πρὸς ἡμᾶς ἂν βλέποι ἡ λοιδορία | |
ὡς τὸν ἄνθρωπον ἐκεῖνον οὐκ ἔχοντα ἐν ἑαυτῷ τὸ πνεῦμα, | 172 | |
3,1173 | ὅ ἐστιν ὁ νοῦς, γεγενῆσθαι λέγοντας, ἀλλὰ πρὸς αὐτὸν ἐκεῖνον τὸν τῆς λοιδορίας ἐργάτην τὸν τοῖς ἰδίοις ὀνείδεσιν ἡμᾶς βάλλοντα. ὁ γὰρ πνεῦμα τὸν νοῦν ὀνομάζων, μὴ ἔχειν δὲ νοῦν τὸν κατὰ Χριστὸν ἄνθρωπον λέγων ἐκεῖνός ἐστιν | |
5 | ὁ μὴ ἔχειν πνεῦμα κατασκευάζων τὸν κύριον. ἀλλὰ τί τὸ ἐπαγόμενον ἔγκλημα; φησὶν ἐκεῖνος ἀδικεῖν ἡμᾶς τοῦτο λέγοντας, ὅτι ὑπὲρ τὴν ἑαυτοῦ φύσιν ὁ ἄνθρωπος ἔσχε τι μεῖζον ἕτερον, τὴν ἐν αὐτῷ κατοικοῦσαν θεότητα. εἰ δὲ τοῦτο ἐν ἐγκλήμασι τίθεται, οὐ φεύγομεν τὴν κατηγορίαν | |
10 | τῷ ἀποστόλῳ συνεκβαλλόμενοι. παρ’ αὐτοῦ γὰρ τὸ τοιοῦτον μαθόντες πιστεύομεν, ὅτι θεοῦ μορφὴ κατὰ τὸ νοούμενον ὑπάρχων ἐν δούλου μορφῇ κατὰ τὸ φαινόμενον γίνεται. εἰ δὲ προτιμοτέρα ἡ θεία μορφὴ τοῦ δουλικοῦ προσώπου, οὐχ ὁμότιμον πάντως τῷ κρυπτῷ τὸ φαινόμενον. οὐκοῦν | |
15 | τὸ κατὰ σάρκα βλεπόμενον καὶ τοῖς ἀνθρώποις συναναστρε‐ φόμενον εἶχέ τι ἐν ἑαυτῷ ἑαυτοῦ τιμιώτερον, ὅπερ ὁ λογο‐ γράφος ἔγκλημα ποιεῖται κατὰ τῆς πίστεως. ἀλλὰ καὶ ἐν αὐτῷ φησιν ὁ ἀπόστολος κατοικεῖν πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς· ὁ δὲ ἐν αὐτῷ εἰπὼν οὐ τὸ ἥμισυ τοῦ | |
20 | δηλουμένου ἐσήμανεν, ἀλλ’ ὅλον τὸ ὑποκείμενον τῇ σημασίᾳ συμπεριέλαβεν. εἰ οὖν ἀνθρώπινον σῶμα, ἐν ᾧ κατῴκησεν ἡ θεότης, σῶμα δὲ οὐκ ἄψυχον, ἴδιον δὲ τῆς ἀνθρωπίνης ψυχῆς τὸ νοερόν ἐστι μέρος—εἰ γὰρ τοῦτο χωρισθείη, καθὼς πολλάκις εἰρήκαμεν, κτηνῶδές ἐστι τὸ λειπόμενον— | |
25 | ἄρ’ οὐχ ἡμῶν ὁ γεννάδας, ἀλλὰ τοῦ ἀποστόλου ταῖς λοιδορίαις καθάπτεται· μᾶλλον δὲ καὶ τῆς μεγάλης τοῦ Ἰωάννου φωνῆς, ἥ φησιν ὅτι Ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν. οὐ γὰρ ἐν μέρει ἡμῶν, ἀλλὰ πάντα τὰ ἐν τῇ φύσει νοούμενα τῇ πληθυντικῇ φωνῇ συνεσήμανε καὶ τὸν λόγον τῆς | |
30 | σαρκὸς πρότερον μὲν προδιέστειλεν, εἶθ’ οὕτως εἰς ἕνωσιν | 173 |
3,1174 | ἤγαγεν. ἦν γὰρ ἐφ’ ἑαυτοῦ ὁ λόγος καὶ πρὸς τὸν θεὸν ἦν. καὶ ὅπερ ὁ θεὸς ἦν, τοῦτο καὶ ὁ λόγος ἦν· θεὸς γὰρ καὶ οὗτος ἦν. ἀλλ’ ὅτε εἰς τὰ ἴδια ἦλθε καὶ ἐν τῇ σκοτίᾳ ἔλαμψε, τότε ὁ λόγος σὰρξ ἐγένετο, τῇ ἑαυτοῦ δυνάμει ἐν τῇ παρθένῳ | |
5 | σὰρξ γενόμενος. οὐκοῦν φειδέσθω τῆς καθ’ ἡμᾶς λοιδορίας, ὡς ἂν μὴ συμπεριλάβοι τοὺς ἁγίους διὰ τῆς ὕβρεως. Τὰ δὲ διὰ μέσου παρείς, δι’ ὧν ἀρνήσασθαι τὰ κατὰ τὸ μυσ‐ τήριον οἴεται τοὺς μὴ τὰ αὐτὰ φρονοῦντας αὐτῷ, ἑνὸς τῶν ἐν τῇ καταφορᾷ πρὸς διαβολὴν ἡμετέραν εἰρημένων ἐπι‐ | |
10 | μνησθήσομαι. φησὶ γὰρ ἡμᾶς, εἰ μὴ ἐκεῖνο λέγομεν, μήτε προϋπάρχειν τῆς ἐν γῇ γεννήσεως μήτε πρὸ πάντων εἶναι λέγειν μήτε σύμφυλον εἶναι θεοῦ. ἀλλὰ τὸ μὲν προϋπάρχειν αὐτὸν τῆς γηΐνης αὐτοῦ γεννήσεως ὁμολογοῦμεν, εἴπερ ἐκ τῆς γηΐνης συστάσεως ἡ σὰρξ εἶναι | |
15 | οὐκ ἀμφιβάλλεται· τὸ δὲ σύμφυλον εἶναι θεοῦ, ἄπαγε, μηδεὶς οὕτως ἐν Χριστιανοῖς ταπεινά τε καὶ ἔκφυλα τῆς θείας μεγαλοπρεπείας ὀνοματοποιήσειε ῥήματα, ὥστε τὸν ὄντως ὄντα θεὸν σύμφυλον θεοῦ καὶ μὴ ἀληθινὸν ἀνακηρύσ‐ σειν θεόν. οὐδ’ ἂν ὁ Εὐνόμιος τῆς τοιαύτης που φείσαιτο | |
20 | ἐπὶ κυρίου φωνῆς. εἴποι γὰρ ἂν καὶ ἐκεῖνος μὴ παραδεχόμενος αὐτοῦ τὸ ἀληθινὸν τῆς θεότητος, τὸ σύμφυλον αὐτὸν εἶναι θεοῦ, καθὸ καὶ σύσσωμοι τοῦ Χριστοῦ καὶ συμμέτοχοι οἱ τὴν εἰς αὐτὸν πίστιν παραδεξάμενοι γίνονται, οὐκ ἐκεῖνο ὄντες, ὅπερ ἐστὶν ὁ κύριος, ἀλλ’ ἐκείνου μετέχοντες καὶ τῷ | |
25 | μετεχομένῳ συνονομαζόμενοι· ὥστε ὁ ταῦτα αἰτιώμενος μὴ λέγειν ἡμᾶς, ὅσα παρὰ τῶν εὐσεβούντων ὁμολογεῖται, τὸ εὐσεβές τε καὶ ἀνεπίληπτον τῷ καθ’ ἡμᾶς λόγῳ προσεμαρτύρησεν. εἶτα εἰς κατασκευὴν τοῦ εἶναι τὴν σάρκα θεότητα καὶ ταῦτα τοῖς εἰρημένοις προστίθησιν. | |
30 | Τίς γάρ, φησίν, ὁ ἅγιος ἐκ γεννητῆς; ὥσπερ οὐκ | |
ἀνεγνωκὼς τὴν κατὰ τὸν Ἰερεμίαν γραφήν, περὶ οὗ φησιν | 174 | |
3,1175 | ὅτι Πρὶν ἐμὲ πλάσαι σε ἐκ κοιλίας ἡγίακά σε. οὐ γὰρ μόνον ἐκ γεννητῆς, ἀλλὰ καὶ πρὸ γενέσεως ἐκεῖνος παρὰ τῆς γραφῆς μαρτυρεῖται ἅγιος. ἀλλὰ καὶ ὁ ἐν τῇ γαστρὶ τῇ μητρῴᾳ σκιρτήσας, ὁ τοῦ ἀσπασμοῦ τῆς μητρὸς | |
5 | τοῦ κυρίου τὴν φωνὴν ἐν ἀγαλλιάσει δεξάμενος, καὶ αὐτὸς ἂν εἴη ἐκ γεννητῆς ἅγιος, καθὼς ἡ τοῦ ἀγγέλου περὶ αὐτοῦ μηνύει φωνὴ λέγουσα· Καὶ πνεύματος ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρός. ἀλλ’ ἐπάγει καὶ τοῦτο τοῖς εἰρημένοις· Τίς ἀδίδακτος σοφός; ἡμεῖς δὲ τὴν ἐκ τοῦ θεοῦ σοφίαν, | |
10 | ἥτις ἐστὶν ὁ Χριστός, οὐχὶ διδακτὴν εἶναί φαμεν· τὴν δὲ ἑνωθεῖσαν τῇ θείᾳ σοφίᾳ τῆς σαρκὸς ἡμῶν μοῖραν ἐκ μετοχῆς δέξασθαι τὸ ἀγαθὸν τῆς σοφίας οὐκ ἀμφιβάλλομεν, πειθόμενοι τῷ εὐαγγελίῳ οὑτωσὶ διεξιόντι ὅτι Ἰησοῦς δὲ προέκοπτεν ἡλικίᾳ καὶ σοφίᾳ καὶ χάριτι. ὥσπερ ἐν τῷ σώματι ἡ κατ’ | |
15 | ὀλίγον προσθήκη τῇ τῆς τροφῆς συνεργίᾳ πρὸς τὸ τέλειον τῆς φύσεως πρόεισιν, οὕτως καὶ ἐν τῇ ψυχῇ ἡ ἐπὶ τὸ τέλειον τῆς σοφίας πρόοδος δι’ ἀσκήσεως τοῖς μετιοῦσι προστίθεται. Τίς, φησίν, ἐν ἐξιουσίᾳ τὰ τοῦ θεοῦ ἐργαζόμενος; πῶς κατασμικρύνει τοῖς βρεφικοῖς ἐπιχειρήμασι τὴν ἄφρασ‐ | |
20 | τον τοῦ κυρίου μεγαλειότητα; τὸ γὰρ ἐν ἐξουσίᾳ τὰ τοῦ θεοῦ ποιεῖν καὶ ἀνθρώπων ἐστὶ τῶν ἠξιωμένων θείας δυνάμεως, οἷος ἦν ὁ Ἠλίας κατ’ ἐξουσίαν ἀνιείς τε καὶ ἀποκλείων τοῖς ἀνθρώποις τὸν ὄμβρον πῦρ ἐπάγων τοῖς ὑπεναντίοις, γεωρ‐ γῶν ἐν τῷ κεράμῳ τὸ ἄλευρον καὶ βρύειν ποιῶν ἐν τῷ | |
25 | καμψάκῃ τὸ ἔλαιον καὶ διὰ προσφυσήματος τῷ ἀψύχῳ ζωὴν χαριζόμενος καὶ ὅσα ἄλλα περὶ αὐτοῦ ὁ λόγος κατέχει, ὥστε οὐδὲν ὑπὲρ ἄνθρωπον τὸ ἐν ἐξουσίᾳ τοῦ θεοῦ ποιεῖν τι τῶν θαυμάτων ἐκ θείας δυνάμεως, ἀλλὰ τὸ αὐτὸν εἶναι τὴν ὑπερέχουσαν δύναμιν. ὅπερ δὴ καὶ παρ’ ἡμῶν καὶ παρὰ | |
30 | πάντων τῶν ἐν ἀληθείᾳ δεξαμένων τὸν λόγον πεπίστευται. | 175 |
3,1176 | Τὴν δὲ ἀδιανοήτως αὐτοῦ προστεθεῖσαν τοῖς εἰρημένοις διαίρεσιν ὡς οὐ πρέπον ἡμῖν ὂν τὸ κατὰ σπουδὴν διελέγχειν ταῖς ἐννοίαις τῶν ἐπιστημόνων παρήσομεν. τί γὰρ βούλεται αὐτῷ τὸ Διαιρῶν μὲν τὴν ἐνέργειαν κατὰ σάρκα, | |
5 | ἐξισῶν δὲ κατὰ πνεῦμα, ὅπερ ἐπήγαγε τῇ εὐαγγελικῇ φωνῇ τῇ λεγούσῃ ὅτι Ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται κἀγὼ ἐργάζομαι; εἴ τις ἔχει δύναμιν πρὸς τὴν τῶν ἀνοήτων συνηγορίαν, συνιστάσθω τῷ λόγῳ καὶ λεγέτω, τί νοῶν ἐπάγει τοῖς εἰρημένοις πάλιν τὸ ὅμοιον οὑτωσὶ κατὰ τὴν | |
10 | λέξιν ἔχον· Ὅπερ ἔχει, φησί, τὴν ἐν δυνάμει πάλιν ἰσότητα καὶ τὴν κατὰ σάρκα τῆς ἐνεργείας διαί‐ ρεσιν, καθ’ ἥν, φησίν, οὐ πάντας ἐζωοποίησεν, ἀλλά τινας, οὓς ἠθέλησεν. ἡμεῖς γὰρ τὴν ἁπλῆν τε καὶ ἀκατάσκευον ἐξειληφότες τῆς θείας γραφῆς διάνοιαν | |
15 | οὕτω περὶ τῶν εἰρημένων γινώσκομεν· ὅταν τοῦ κυρίου διεξιόντος ἀκούσωμεν ὅτι Ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ καὶ Ὁ υἱὸς οὓς θέλει ζωοποιεῖ, οὐχ ὥς τινων ἀπο‐ βαλλομένων τοῦ ζωοποιοῦ θελήματος ἐκ τούτου νοοῦμεν. ἀλλ’ ἐπειδὴ πάντα τὰ τοῦ πατρὸς τοῦ υἱοῦ εἶναι καὶ ἠκού‐ | |
20 | σαμεν καὶ πιστεύομεν, δῆλον ὅτι καὶ τὸ θέλημα τοῦ πατρὸς ὡς ἓν τῶν πάντων ἐν τῷ υἱῷ καθορῶμεν. εἰ οὖν ἐν τῷ υἱῷ τὸ πατρικόν ἐστι θέλημα, ὁ δὲ πατήρ, καθώς φησιν ὁ ἀπόστολος, Πάντας θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀλη‐ θείας ἐλθεῖν, δηλαδὴ ὁ πάντα τὰ τοῦ πατρὸς κεκτημένος καὶ | |
25 | ὅλον ἔχων ἐν ἑαυτῷ τὸν πατέρα ὅλον ἔχει πάντως ἐν ἑαυτῷ μετὰ τῶν ἄλλων τῶν τοῦ πατρὸς ἀγαθῶν καὶ τὸ σωτήριον θέλημα. εἰ οὖν οὐκ ἀπολείπεται τοῦ τελείου θελήματος, πάν‐ τως δῆλον ὅτι οὓς ὁ πατὴρ θέλει ζωοποιηθῆναι καὶ αὐτὸς ζωοποιεῖ, οὐκ ἐλαττούμενος ἐν τῷ φιλανθρώπῳ θελήματι, | |
30 | καθώς φησιν ὁ Ἀπολινάριος, ὅτι τινὰς ἠθέλησεν, οὐ πάντας | 176 |
3,1177 | ζωοποιηθῆναι. οὐ γὰρ παρὰ τὴν τοῦ κυριακοῦ θελήματος αἰτίαν οἱ μὲν σῴζονται οἱ δὲ ἀπόλλυνται (ἢ οὕτω γ’ ἂν εἰς ἐκεῖνον ἐπανίοι ἡ τῶν ἀπολλυμένων αἰτία), ἀλλὰ παρὰ τὴν προαίρεσιν τῶν δεχομένων τὸν λόγον, συμβαίνει τὸ σῴζεσθαί | |
5 | τινας ἢ ἀπόλλυσθαι. ὁ δὲ προστίθησι ταῖς κατασκευαῖς ὅτι Οὐδεὶς κατ’ ἐξουσίαν ἀπέθανε καὶ ἀνέστη. καὶ τοῦτο εἰπὼν ἐπάγει τὴν τοῦ εὐαγγελίου φωνήν, τὸ Οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ’ ἐμοῦ· ἐξουσίαν ἔχω θεῖναι αὐτὴν καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. ποίαν ψυχήν, | |
10 | λογικὴν ἢ ἄλογον; εἴποιμι ἂν πρὸς τοὺς τὴν ἀνόητον ψυχὴν τῷ θεῷ συνορίζοντας. εἰ ἄλογόν φασι, κτῆνος ἐροῦσιν εἶναι περὶ τὸν Χριστὸν καὶ οὐκ ἄνθρωπον· εἰ δὲ λογικήν, τί ἄλλο παρὰ τὸν λόγον τὴν διάνοιαν οἴονται; οὐ γὰρ φωνὴ ἄσημος ὁ λόγος ἐστίν, ἀλλὰ νοήματος κίνησις ἀρχὴ καὶ ὑπόθεσις | |
15 | τοῦ λόγου γίνεται. οὐκοῦν ὁ λογικὴν ψυχὴν εἰπὼν καὶ διανοητικὴν ὡμολόγησεν· εἰ δὲ διάνοια νοῦ κίνησίς ἐστι καὶ ἐνέργεια, πῶς ἂν ὁ νοῦς μὴ παρὼν ἐνεργήσειεν, εἴπερ ἀμέτοχον τοῦ νοῦ τὴν τοῦ κυρίου ψυχὴν διορίζοιτο; ὥστε εἰ ψυχὴν ἔχει ὁ κύριος, ἣν κατ’ ἐξουσίαν καὶ λαμβάνει καὶ | |
20 | ἀποτίθεται, ψυχὴν δὲ οὐ κτηνώδη καὶ ἄλογον, ἀλλὰ τοῦ ἀνθρωπίνου συγκρίματος, ὁμολογεῖται πάντως ἐν τῷ ἀν‐ θρωπίνην προσειληφέναι καὶ διανοητικὴν εἶναι. Ταῦτα εἰπὼν ὅσα περὶ τοῦ κόκκου φησὶ τοῦ ἀποθνήσκον‐ τος καὶ οὕτω μετὰ πλεόνων κόκκων ἀναβλαστάνοντος, | |
25 | ἐπειδὴ πρὸς ἡμῶν ἐστι καὶ τὸν ἡμέτερον βεβαιοῖ λόγον, ἑκὼν ὑπερβήσομαι. τίς γὰρ ὁ ἀποθνήσκων κόκκος καὶ τῷ ἰδίῳ τῆς ἀναστάσεως στάχυϊ σωρείαν κόκκων ἐν ἑαυτῷ συνεγείρων; οὐκ οἶμαί τινα τοσοῦτον τῶν θείων δογμάτων εἶναι ἀμύητον, ὡς μὴ περὶ τὸν ἄνθρωπον τὸ κατὰ τὸ πάθος | |
30 | βλέπειν μυστήριον. ἀπόδειξις δὲ τοῦ λόγου τὸ καὶ ἡμᾶς | 177 |
3,1178 | συναποθνήσκειν αὐτῷ καὶ συνθάπτεσθαι καὶ συνεγείρεσθαι. πρὸς γὰρ τὸ ὁμογενὲς ῥᾳδία γίνεται τοῖς βουλομένοις ἡ μίμησις, τοῦ δὲ ὑπερβεβηκότος ἡ ὁμοίωσις ἄπορος· ὥστε εἰ μὲν σάρξ ἐστιν ἡ ὑποστᾶσα τὸν θάνατον, καὶ ἡμᾶς τοὺς | |
5 | ἐν σαρκὶ ζῶντας εὐκολώτερον ἂν εἴη μιμήσασθαι τῷ θανάτῳ τὸν θάνατον· εἰ δὲ θεότης τέθνηκε, πῶς συντεθνηξόμεθα οἱ ἐν σαρκὶ τῇ θεότητι; σαρκὶ σὰρξ συναποθνήσκει καὶ συνεγείρεται· θεότητος δὲ τοῦτο παθούσης, καθὼς Ἀπολι‐ νάριος βούλεται, ἄλλας θεότητας ἐπιζητεῖν προσήκει, αἳ | |
10 | συντεθνήξονται καὶ συναναστήσονται τῇ θεότητι· ὥσπερ γὰρ Χριστὸς ἀπέθανε καὶ ἀνέστη, οὕτως καὶ ἡμεῖς, φησὶν ὁ ἀπόστολος. τί ὄντες ἡμεῖς κατὰ τὴν ἑαυτῶν φύσιν; θεία δύναμις ἢ αἷμα καὶ σάρξ, καθώς φησιν ἡ γραφή; διὸ κε‐ κοινώνηκεν ἡμῖν ἡμῶν ἕνεκεν σαρκὸς καὶ αἵματος ὁ δι’ | |
15 | ἡμᾶς καθ’ ἡμᾶς γενόμενος. οὐκοῦν ὅπερ ἡμεῖς ἐσμεν κατ’ οὐσίαν, καὶ ὁ ὑπὲρ ἡμῶν ἀποθανὼν ἦν, οὗ πρόκειται τοῖς ὁμογενέσιν ἡ μίμησις. ἀπόδειξις δὲ τῆς ἀσεβείας τοῦ λόγου τοῦ θνητὴν ἀποδεικνύντος τὴν θεότητα αὐτὸ τὸ ἐν ἡμῖν αὐτοῖς γινόμενον. ἐν γὰρ τῷ κοινῷ τῶν ἀνθρώπων θανάτῳ | |
20 | τί τὸ ἀποθνῆσκόν ἐστι καὶ φθειρόμενον; οὐχὶ σὰρξ μὲν εἰς τὴν γῆν ἀναλύεται, ὁ δὲ νοῦς τῇ ψυχῇ παραμένει οὐδ’ ἐν τῇ μεταστάσει τοῦ σώματος πρὸς τὸ εἶναι βλαπτόμενος; τεκμήριον δὲ ὅτι μέμνηται τῶν ὑπὲρ γῆς ὁ πλούσιος καὶ δεῖται τοῦ Ἀβραὰμ περὶ τῶν κατὰ τὸ γένος συνημμένων | |
25 | αὐτῷ. τοῦτο δὲ οὐκ ἄν τις ἀνοίας εἴποι, τὸ ἐπειδὴ τὸ καθ’ ἑαυτὸν ἄφυκτον ἔγνω, πρόνοιάν τινα τῶν ἐπιτηδείων ποιή‐ σασθαι. εἰ τοίνυν ὁ ἡμέτερος νοῦς διαμένει καὶ μετὰ θάνατον ἀπαθής τε καὶ ἀναλλοίωτος, πῶς εἰκὸς τὸν τριτημόριον ἐκεῖνον τοῦ Ἀπολιναρίου θεὸν τὸν σαρκώδη θάνατον | |
30 | ὑπομεῖναι; πῶς ἀποθανόντα ἢ τίνα τρόπον παθόντα τὴν τοῦ | 178 |
3,1179 | θανάτου διάλυσιν; οὐδενὶ γὰρ τῶν πάντων τὸ τοιοῦτον ἄγνωστον, ὅτι θάνατός ἐστι ψυχῆς καὶ σώματος ἡ ἀπ’ ἀλλήλων διάζευξις, αὐτὴ δὲ ἡ ψυχὴ καὶ ἡ διάνοια πῶς ἀφ’ ἑαυτῆς μερίζεται, ἵνα καὶ ἐν ἑαυτῇ τὸν θάνατον δέξηται; | |
5 | εἰ οὖν ἀνεπίδεκτος ἡ ἡμετέρα ψυχὴ τοῦ θανάτου, πῶς δέχεται θάνατον, εἰπάτωσαν οἱ εἰς μοῖραν τὸν Χριστὸν κερματίζοντες. Ἀλλὰ ταράσσονται, φησί, τὴν τῶν ἀπίστων ταραχήν. καθ’ ἡμῶν χρῆται τῇ λοιδορίᾳ ταρασσομένους | |
10 | καὶ ἀπίστους ἀποκαλῶν τοὺς τῇ εὐαγγελικῇ φωνῇ ἀνεξετά‐ στως προσέχοντας, ἥ φησιν Εἰ δυνατόν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ’ ἐμοῦ· πλὴν μὴ τὸ ἐμόν, ἀλλὰ τὸ σὸν γενέσθω θέλημα. τούτοις δὲ προστίθησι τὴν ἰδίαν λέξιν ἔχουσαν οὕτως. Καὶ οὐ μνημονεύουσι, φησίν, ὅτι τὸ | |
15 | θέλημα τοῦτο ἴδιον εἴρηται οὐκ ἀνθρώπου τοῦ ἐκ γῆς, καθὼς αὐτοὶ νομίζουσιν, ἀλλὰ τοῦ θεοῦ τοῦ καταβάντος ἐξ οὐρανοῦ. τί ἂν ἐξεύροι τις τοιοῦτον εἰπεῖν; οὐ λέγω τούτων τινὰ τῶν ἐπὶ αἱρέσει κατεγνωσμένων· ἀλλ’ οὐδ’ αὐτὸν οἶμαι τὸν ἀσεβείας τε καὶ τοῦ ψεύδους πατέρα | |
20 | εὑρεῖν τι τῶν εἰρημένων εἰς βλασφημίαν δεινότερον. ἆρα οἶδεν ὁ λογογράφος ἃ φθέγγεται; ὁ θεὸς ἐξ οὐρανοῦ καταβὰς τὸ ἴδιον τῆς θεότητος θέλημα παραγράφεται καὶ οὐ βούλεται εἰς ἔργον ἐλθεῖν, ὅπερ βούλεται. οὐκοῦν μεμέρισται τοῦ υἱοῦ καὶ τοῦ πατρὸς τὰ θελήματα. καὶ πῶς ἂν εἴη κοινὸν ἐπ’ | |
25 | ἀμφοτέρων τὸ θέλημα; πῶς δ’ ἂν ἡ τῆς φύσεως ταυτότης τῇ διαφορᾷ τῶν θελημάτων ἐμφαίνοιτο; ἀνάγκη γὰρ πᾶσα σύνδρομον εἶναι τῇ φύσει τὴν βούλησιν, καθώς φησί που ὁ κύριος· Οὐ δύναται δένδρον καλὸν καρποὺς πονηροὺς ποιεῖν οὐδὲ δένδρον σαπρὸν καρποὺς ἀγαθοὺς ποιεῖν· καρπὸς δ’ ἂν | |
30 | εἴη φύσεως ἡ προαίρεσις, ὥστε ἀγαθῆς μὲν ἀγαθὴν εἶναι, | |
κακῆς δὲ τοιαύτην. εἰ οὖν διάφορος ἐπὶ πατρὸς καὶ υἱοῦ ὁ | 179 | |
3,1180 | καρπὸς τοῦ θελήματος, διάφορον ἐξ ἀνάγκης εἶναι καὶ τὴν ἑκατέρων φύσιν ὁμολογήσουσιν. τί οὖν πολεμεῖται ὁ Ἄρειος; τί δὲ οὐκ αὐτομολοῦσι πρὸς τὸν Εὐνόμιον, ὃς διαιρῶν τοῦ πατρός τε καὶ τοῦ υἱοῦ τὴν φύσιν συνδιατέμνει τῇ φύσει τὴν | |
5 | βούλησιν καὶ διὰ τοῦτο μάλιστα κατασκευάζει τὸ τῆς οὐσίας ἀλλότριον, τῷ ὑποβεβηκότι πρὸς τὸ προέχον συνδιασχίζων τὸν τῆς θεότητος λόγον; Πάλιν δὲ τὸ παρ’ αὐτοῦ ῥηθὲν ἀναλάβωμεν. Οὐ μνημο‐ νεύουσι, φησίν, ὅτι τὸ θέλημα τοῦτο ἴδιον εἴρηται, | |
10 | οὐκ ἀνθρώπου τοῦ ἐκ γῆς, καθὼς αὐτοὶ νομίζου‐ σιν, ἀλλὰ θεοῦ τοῦ καταβάντος ἐξ οὐρανοῦ. ποῖον θέλημα φησὶν ὁ λογογράφος; ὃ βούλεται δηλαδὴ μὴ γενέσθαι ὁ κύριος λέγων πρὸς τὸν πατέρα Μὴ τὸ ἐμὸν θέλημα, ἀλλὰ τὸ σὸν γενέσθω. ἆρα συνίησιν, οἵᾳ περι‐ | |
15 | πέπτωκεν αὐτῷ ὁ λόγος ἐναντιότητι; ἐγγίζει τὸ πάθος καὶ ὅσον οὔπω μέλλει ὁ προδότης ἐφίστασθαι μετὰ τοῦ πλήθους καὶ τότε γίνεται ἡ τοιαύτη εὐχή. ὁ εὐχόμενος ἄνθρωπος ἢ θεός, εἰ θεὸν εἶναι τὸν εὐχόμενον οἴεται, ἴσην αὐτῷ πρὸς τοὺς ἀνθρώπους ἐνορᾷ τὴν ἀσθένειαν. πῶς οὖν θεὸς ὁ μηδὲν | |
20 | οἴκοθεν ἀγαθὸν ἔχων, ἀλλὰ τῆς ὑπερκειμένης συμμαχίας δεόμενος; εἶτα καὶ πῶς καταγινώσκει ἡ θεότης τοῦ ἰδίου θελήματος; ἀγαθὸν ἦν ἢ κακόν, ὃ ἠβούλετο; εἰ μὲν γὰρ ἀγα‐ θόν, διὰ τί οὐκ εἰς πέρας ἄγεται ὃ ἠβούλετο; εἰ δὲ κακόν, τίς πρὸς τὸ κακὸν τῇ θεότητι ἡ οἰκείωσις; ἀλλ’ ὅπερ ἔφην, | |
25 | ὅτι οὐ συνίησιν εἰς τὸ ἐναντίον περιτρέπων τὸν λόγον. εἰ γὰρ τοῦ μονογενοῦς ἐστι θεοῦ ἡ φωνὴ ἡ λέγουσα Μὴ τὸ ἐμὸν θέλημα γινέσθω, ἀλλὰ τὸ σόν, αὐτὸς ὁ λόγος περὶ ἑαυτὸν | |
ἀεὶ διά τινος ἐναντιότητος στρέφεται καὶ οὐδαμοῦ τὸ στά‐ | 180 | |
3,1181 | σιμον ἔχει. ὁ γὰρ μὴ βουλόμενος τὸ ἴδιον θέλημα γενέσθαι, αὐτὸ τοῦτο βούλεται πάντως, τὸ μὴ γενέσθαι ὃ βούλεται. πῶς οὖν ἡ εὐχὴ πρὸς πέρας ἀχθήσεται λέγοντος, ὅτι τοῦτο θέλω, ἵνα ὃ θέλω μὴ γένηται; πρὸς τοὐναντίον πάντως | |
5 | τοῦ σπουδαζομένου περιτραπήσεται καὶ ἀμηχανήσει καθ’ ἑκάτερον ὁ τῆς τοιαύτης ἐπαΐων εὐχῆς. ὅπερ γὰρ ἂν ποιήσῃ, πρὸς τὸ ἀβούλητον τῷ εὐχομένῳ περιτρέπει τὴν ἔκβασιν. ποιήσει τὸ θέλημα τοῦ εὐχομένου; ἀλλ’ ἡ εὐχή ἐστι τὸ μὴ γενέσθαι ἃ βούλεται. μὴ ποιήσῃ ὃ βούλεται; ἀλλ’ ὁ εὐχόμενος | |
10 | βούλεται γενέσθαι αὐτῷ, ὃ μὴ βούλεται· ὥστε κατὰ πάντα τρόπον πάντῃ μεταλαμβανόμενον ἀστατήσει τὸ νόημα αὐτὸ ἑαυτῷ μαχόμενον καὶ ὑφ’ ἑαυτοῦ καθαιρούμενον. τῆς δὲ τοιαύτης κατὰ τὸν λόγον ἀμηχανίας μία γένοιτο ἂν παρα‐ μυθία, ἡ ἀληθὴς τοῦ μυστηρίου ὁμολογία, ὅτι τὸ μὲν δειλιᾶν | |
15 | πρὸς τὸ πάθος τῆς ἀνθρωπίνης ἀσθενείας ἐστί, καθώς φησι καὶ ὁ κύριος τὸ πνεῦμα πρόθυμον εἶναι λέγων, ἀσθενῆ δὲ τὴν σάρκα· τὸ δὲ ἀνέχεσθαι τὸ ἐξ οἰκονομίας πάθος τῆς θείας ἐστι καὶ βουλῆς καὶ δυνάμεως. ἐπειδὴ τοίνυν ἄλλο τὸ ἀνθρώπινον βούλημα καὶ τὸ θεῖον ἄλλο, φθέγγεται μὲν ὡς ἐκ τοῦ ἀνθρώπου | |
20 | τὸ τῇ ἀσθενείᾳ τῆς φύσεως πρόσφορον ὁ τὰ ἡμέτερα πάθη οἰκειωσάμενος· ἐπάγει δὲ τὴν δευτέραν φωνήν, τὸ ὑψηλόν τε καὶ θεοπρεπὲς βούλημα κυρωθῆναι παρὰ τὸ ἀνθρώπινον ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας. θέλων. ὁ γὰρ εἰπὼν μὴ τὸ ἐμὸν τὸ ἀνθρώπινον τῷ λόγῳ ἐσήμανε· προσθεὶς δὲ | |
25 | τὸ σὸν ἔδειξε τὸ συναφὲς τῆς ἑαυτοῦ πρὸς τὸν πατέρα θεό‐ τητος, ἧς οὐδεμία θελήματός ἐστι διαφορὰ διὰ τὴν κοινωνίαν τῆς φύσεως· τὸ γὰρ τοῦ πατρὸς εἰπὼν θέλημα καὶ τὸ τοῦ υἱοῦ ἐνεδείξατο. τοῦτο δέ ἐστι τὸ πάντας ἀνθρώπους θέλειν | |
σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν· ὅπερ οὐκ ἦν | 181 | |
3,1182 | ἄλλως γενέσθαι μὴ τοῦ θανάτου καταποθέντος τοῦ πρὸς τὴν ζωὴν ἐμποδίζοντος. τὰ δὲ ταπεινὰ τῆς ἀνθρωπίνης δει‐ λίας καὶ ῥήματα καὶ πάθος οἰκειοῦται ὁ κύριος, δεικνὺς ὅτι ἀληθῶς ἦν περὶ αὐτὸν τὸ ἡμέτερον, ἐκ τῆς τῶν παθημά‐ | |
5 | των κοινωνίας τὴν φύσιν πιστούμενος. Ἀλλ’ οὐκ ἦν, φησὶν ὁ Ἀπολινάριος, ἀνθρώπου τοῦ ἐκ γῆς, ὡς αὐτοὶ νομίζουσιν, ἀλλὰ θεοῦ τοῦ καταβάντος ἐξ οὐρανοῦ τὸ εἰς ἕνωσιν αὐτοῦ προσ‐ ειλημμένον. ἐν τούτοις δὲ τὸ μὲν ἄτονόν τε καὶ ἀσήμαντον | |
10 | τῆς ἑρμηνείας παράγει τῆς κατὰ τὸν νοῦν ἀκολουθίας τὸ τοῖς γεγραμμένοις ἑπόμενον, πλὴν οὐ παντελῶς ἀποκέκρυπται ἡ διάνοια τῇ συγχύσει τῆς λέξεως. οὐκ ἀνθρώπου, φησί, τοῦ ἐκ γῆς εἰσιν αἱ περιπαθεῖς ἐκεῖναι φωναί, ἀλλὰ θεοῦ τοῦ καταβάντος ἐξ οὐρανοῦ. μέχρι τούτου δῆλον ἐκ τῶν | |
15 | εἰρημένων τὸ βούλημα, ὅτι τὴν θεότητα ἐμπαθῆ εἶναι κατασκευάζει. εἶτα συγχεῖ τῇ ἀτοπίᾳ τῆς λέξεως τὴν διάνοιαν. εἰπὼν γὰρ ὅτι θεοῦ τοῦ καταβάντος ἐξ οὐρανῶν προστίθησι τὸ εἰς ἕνωσιν αὐτοῦ προσειλημμένον, ὡς ἄν τις ἐπὶ τὸ σαφέστερον μεταβαλὼν τὸν λόγον εἴποι, ὅτι οὐκ | |
20 | ἄνθρωπος ἦν ὁ λαλῶν, ἀλλὰ θεὸς διὰ τοῦ ἀνθρώπου ἐφθέγγετο ὁ εἰς τὴν ἑαυτοῦ ἕνωσιν προσλαβὼν τὸ φαινόμενον. πόθεν οὖν προσελήφθη ἐκεῖνος ὁ ἄνθρωπος; ἐκ γῆς; οὔ φησιν. ἐν οὐρανοῖς δὲ γένος ἀνθρώπων οὐκ ἔστι. λείπεται τὸ μη‐ δαμόθεν λέγειν, ᾧ συγκατασκευάζεται τὸ δόκησιν τὸ φαι‐ | |
25 | νόμενον εἶναι καὶ οὐκ ἀλήθειαν· τὸ γὰρ μηδαμόθεν ὂν οὐδὲ ἔστιν ὅλως. ἀλλ’ ἐξ ὧν παρέθετο λόγων, ἐξ οὐρανοῦ κατα‐ βεβηκέναι τὸν ἄνθρωπον λέγει. καὶ μὴν ἐπὶ γῆς ἡ Μαρία καὶ ἐν γῇ τὸ σπήλαιον καὶ γηΐνη ἡ φάτνη. καὶ πῶς ἡμῖν οὗτος οὐρανόθεν ἄνθρωπον ἐπὶ τὴν γῆν μετοικίζει; πάσης γὰρ ὁμο‐ | |
30 | λογούσης 〈τῆσ〉 γραφῆς τὴν παρθένον, τὸν τόκον, τὴν σάρκα, | 182 |
3,1183 | τὰ σπάργανα, τὴν θηλήν, τὴν φάτνην, τὴν ἀνθρωπίνην δια‐ σκευήν, οὗτος πάντα καταλιπὼν ἕτερον ἄνθρωπον ἄρριζον καὶ ἀσυναφῆ πρὸς τὴν ἡμετέραν φύσιν ἀναπλάσσει τῷ λόγῳ. Ἀλλ’ ὅσας διὰ μέσου λοιδορίας τοῖς λόγοις συμπλέκων | |
5 | διὰ τούτων οἴεται κρατύνειν τὴν ἀτοπίαν τοῦ δόγματος, δι’ ὧν ἂν σφοδρότερον ἡμῶν ταῖς βλασφημίαις καθικνῆται, παριδεῖν οἶμαι χρῆναι τόν γε νοῦν ἔχοντα καὶ τῇ ἀκοῇ τῶν ἐντυγχανόντων ἐπιτρέψαι τὴν κρίσιν, τίνες οἱ παραχαράκται τῆς ἀποστολικῆς εἰσι πίστεως, ἡμεῖς οἱ κατὰ τὴν τοῦ Παύ‐ | |
10 | λου φωνὴν γνόντες μὲν κατὰ σάρκα Χριστὸν νῦν δὲ οὐκ ἔτι γινώσκοντες ἢ ὁ πάντοτε καὶ πρὸ τῆς κατὰ ἄνθρωπον οἰκονομίας καὶ μετὰ τοῦτο τὸν σάρκινον ἑαυτοῦ θεὸν περι‐ φέρων τῷ λόγῳ. προστίθησι δὲ τὴν παρὰ τῶν Ἰουδαίων γεγενημένην κατ’ αὐτοῦ βλασφημίαν, τὸ φάγον αὐτὸν λέγεσθαι | |
15 | παρ’ ἐκείνων καὶ οἰνοπότην, καί φησιν ἀναγκαῖα εἶναι ταῦτα ἐπὶ τοῦ ἀνθρώπου. τίς οὖν ὁ ἄνθρωπος ὁ παρὰ τῶν Ἰουδαίων ἐπὶ τῇ βρώσει τε καὶ τῇ πόσει ὀνειδιζόμενος, μετέχων τού‐ των ἢ ἀμέτοχος ὤν; ἀλλ’ εἰ μὲν μὴ μετεῖχε, δόκησις ἦν· εἰ δὲ μετεῖχε, γήϊνον τὸ μετεχόμενον· τὸ δὲ οὐράνιον διὰ τῶν | |
20 | γηΐνων οὐ τρέφεται. ὢ τῆς τῶν ἀτόπων ἐναντιότητος! πῶς ἐν τῷ αὐτῷ τοῖς ἐναντίοις καταβάλλεται πτώμασιν! νῦν μὲν λέγει κρείττονα τῆς ἀνθρωπίνης φύσεως εἶναι τὸν σωματικῶς προφαινόμενον, πάλιν δὲ καὶ τῶν ἀνθρώπων καταδεέστερον δείκνυσιν, ἠκρωτηριασμένον τῷ κρείττονι. | |
25 | τῶν γὰρ ἐν ἡμῖν τὸ ὑπερέχον ἐστὶν ἡ διάνοια, ἧς ἄμοιρον εἶναι τὴν σάρκα λέγει, ἐν ᾗ ὁ θεὸς ἐφανερώθη· καὶ τοῦτο σαφῶς διὰ τῶν ἐφεξῆς ἀγώνων κατασκευάζων, ἐφ’ ὧν εἰ μή τις περιττὸν ἡγοῖτο τὴν ἐπιμελῆ τῶν ματαίων ἐξέτασιν, δι’ ὀλίγων τοῖς εἰρημένοις ἐπιδραμούμεθα. πάλιν γὰρ | |
30 | πλῆθος ὕβρεων ἐπαντλήσας τῇ συγγραφῇ τοιοῦτον καθ’ | 183 |
3,1184 | ἡμῶν λόγον προτείνεται, ἀδικεῖν λέγων τοὺς ταὐτὸν εἶναι φάσκοντας σαρκὸς ἕνωσιν καὶ ἀνθρώπου πρόσληψιν. ἐγὼ δὲ κἂν ἀγροικότερον εἶναι δοκῇ τὸ λεγόμενον, οὐκ ἐπικρύ‐ ψομαι τὴν ἀλήθειαν, ὅτι οὐθέτερον τῶν εἰρημένων ὁ καθ’ | |
5 | ἡμᾶς ἰδιωτισμὸς δι’ ἀκριβείας συνίστησιν. τί γὰρ διαφέρει σαρκὸς ἕνωσις καὶ ἀνθρώπου πρόσληψις, οὑτωσὶ κατὰ τὸ πρόχειρον ἑρμηνεύειν οὐκ εὔπορον, διότι πολλαχῶς νοεῖται ἡ ἕνωσις καὶ ἀριθμῷ καὶ εἴδει καὶ φύσει καὶ ἐπιτηδεύμασι καὶ μαθήμασι καὶ τοῖς κατὰ κακίαν ἢ ἀρετὴν ἰδιώμασι καὶ | |
10 | ἐπιτηδεύμασιν. τίς οὖν ἐστιν ἡ τῆς σαρκὸς ἕνωσις, εἴτε πρὸς ἑαυτὴν εἴτε πρὸς ἕτερον ἑνουμένης, τῶν ἑρμηνευόντων τὸν λόγον δεόμεθα. ἥ τε τοῦ ἀνθρώπου πρόσληψις πῶς γίνεται, ποίου καὶ πόθεν καὶ πῶς καὶ παρὰ τίνος καὶ τίνα τρόπον προσειλημμένου, ἐπίσης τῷ προλαβόντι ἡμῖν ἐν τοῖς ἀγ‐ | |
15 | νοουμένοις ἐστίν. ἕως γὰρ ἂν μὴ τῷ θείῳ τῆς γραφῆς ἅλατι τὸν περὶ τοῦ μυστηρίου λόγον τις ἐπαρτύων προφέρῃ, τὸ μεμωραμμένον τῆς ἔξω σοφίας ἅλας παρεῖσθαι παρὰ τῶν πιστῶν καταλείψομεν. τίς τῶν εὐαγγελιστῶν σαρκὸς ἕνωσιν διηγήσατο; ποῖον δὲ τῶν ἀποστολικῶν διηγημάτων τὴν τοῦ | |
20 | ἀνθρώπου πρόσληψιν οὑτωσὶ κατὰ τὴν λέξιν ἐδίδαξε; τίς νό‐ μος, ποῖοι προφῆται, τίς θεόπνευστος λόγος, ποῖον συνόδου δόγμα τοιοῦτόν τι ἡμῖν παρακατέθετο; ἐκ τούτων τοίνυν τῶν δύο ῥημάτων τὸ μὲν ἡμῖν προσνέμει, τὸ δὲ ἴδιον εἶναι λέγει· πότερον δὲ τούτων ἑαυτοῦ ποιεῖται, μέχρι τοῦ νῦν | |
25 | ἀμφιβάλλομεν. ἡμεῖς γὰρ ἢ οὐθέτερον οἰκειούμεθα ἢ ἀμ‐ φότερα διὰ τὸ μηδεμίαν ἐν θατέρῳ πρὸς τὸ ἕτερον διαφορὰν ἐξευρίσκειν. ἥ τε γὰρ ἕνωσις πρός τι γίνεται ἥ τε πρόσληψις τινὸς πάντως ἐστίν· ἑκάτερον δὲ τὴν πρὸς ἕτερον σχέσιν ἀποσημαίνει καὶ ὁ προσλαβὼν ἥνωται τῷ προσληφθέντι | |
30 | καὶ τὸ ἑνωθὲν διὰ προσλήψεως ἥνωται. | 184 |
3,1185 | Ἀλλ’ ἡμᾶς φησι δύο πρόσωπα λέγειν, τὸν θεὸν καὶ τὸν παρὰ τοῦ θεοῦ προσληφθέντα ἄνθρωπον· αὐτὸν δέ φησι μὴ οὕτως ἔχειν, ἀλλὰ φάσκειν τὸν σαρκωθέντα καὶ ὄντα οὐχ ἕτερον παρὰ τὸν ἀσώ‐ | |
5 | ματον, ἀλλὰ τὸν αὐτὸν καθ’ ὁμοίωσιν ἡμετέρας τῆς ἐν σαρκὶ ζωῆς. ἔτι διὰ τῶν ἀσυστάτων ἡμῖν τοὺς φληνάφους διέξεισιν. ὁ σάρκινος αὐτοῦ θεὸς ἁπλοῦς εἶναι φύσιν οὐκ ἔχει· οὐ γὰρ ἄν τις ἐν τῇ σαρκὶ τὸ ἁπλοῦν θεωρή‐ σειε· τὸ δὲ μὴ ἀπλοῦν ἀσύνθετον εἶναι οὐ δύναται. ἀλλ’ οὗτος | |
10 | εἶναι τὸ ἓν λέγει ὡς καὶ ἡμῶν ἕκαστον, ἐκ πνεύ‐ ματος, φησί, καὶ ψυχῆς καὶ σώματος. νῦν πρώτως τὸ καινὸν εἶδος τοῦ ἀριθμοῦ ἐδιδάχθημεν, μαθόντες ὅτι τὰ εἰς τρία ἑτερογενῆ διῃρημένα μονάς ἐστιν. ἀλλ’ ὁ μὲν περὶ τοῦ ἀναπλασθέντος αὐτῷ πνεύματος ὑπερκείσθω λόγος· | |
15 | κατὰ δὲ τὴν παχυμερεστέραν τοῦ ἀνθρώπου τομήν, καθὼς οἱ πολλοὶ διαιρεῖν ἐδιδάχθημεν, ἐκ νοερᾶς ψυχῆς καὶ σώ‐ ματος εἶναι τὴν τοῦ ἀνθρώπου σύστασιν ὁμολογοῦντες πῶς εἴπωμεν τὰ δύο ἕν, τοῦ ἀποστόλου σαφῶς δύο ἀνθρώπους περὶ ἕκαστον βλέποντος, ἐν οἷς φησιν Εἰ καὶ ὁ ἔξωθεν ἡμῶν | |
20 | ἄνθρωπος διαφθείρεται, τὸ σῶμα λέγων, ἀλλ’ ὁ ἔσωθεν ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ, τὴν ψυχὴν αἰνισσόμενος. καίτοι εἰ τρεῖς ἦσαν κατὰ τὸν Ἀπολινάριον ἄνθρωποι, δύο πάντως ἂν τοὺς ἀφανεῖς καὶ ἕνα ἐποίησε τὸν φαινόμενον, ὥστε κἂν ἐν τῷ καθ’ ἡμᾶς ὑποδείγματι κρατύνῃ τὸν ἴδιον | |
25 | λόγον ἓν ὀνομάζων τὰ δύο, παραγράφεται αὐτὸν ὁ Παῦλος διαιρῶν τὸν ἄνθρωπον ἐν τῇ δυϊκῇ σημασίᾳ. ἐπεὶ οὖν διὰ τοῦ ἀνθρωπίνου τὸν τοῦ δόγματος ἑαυτοῦ λόγον συνίστησι, τῇ τούτου ἀνατροπῇ κἀκεῖνο πάντως συναπελέγχεται· ὃ δὲ λέγει τοιοῦτόν ἐστι ὅτι Ὥσπερ ἄνθρωπος εἷς ἐστιν | |
30 | ἐκ πνεύματος καὶ ψυχῆς καὶ σώματος. ἐγὼ μὲν | |
οὖν ἠξίουν τοῦτο πρότερον στῆσαι, ποίου σώματος καὶ πόθεν | 185 | |
3,1186 | εἰλημμένου καὶ πότε πλασθέντος καὶ ποδαπῆς ψυχῆς, ἢ λογικῆς ἢ ἀνθρωπίνης ἢ ἀλόγου, τουτέστιν, εἰ κτηνείας εἶναι τὸν ἄνθρωπον ἐκεῖνον οἴεται, εἶθ’ οὕτως ἐπεμβαλεῖν τὸ νοερόν, ὅπερ ἄλλο τι παρὰ τὸ πνεῦμα εἶναί φησιν, ἐπὶ μὲν | |
5 | ἡμῶν νοῦν, ἐπὶ ἐκείνου δὲ θεὸν ὀνομάζων· εἰ γάρ τις οὐρανίου ἀνθρώπου πλάσις καθ’ ὁμοιότητα τοῦ χοϊκοῦ παρ’ αὐτοῦ πρότερον ἐπεδείχθη, προήχθημεν ἂν δι’ ἀκολουθίας τῷ μύθῳ, μαθόντες παρὰ τῆς καινῆς ταύτης σοφίας, ὅτι τὸ μὲν ἐπίγειον τῶν ἀνθρώπων φῦλον ἐκ νοερᾶς ψυχῆς καὶ σώματος τὴν σύ‐ | |
10 | στασιν ἔχει, γένος δέ τι ἔστιν ἐπουρανίων ἀνθρώπων, οἷς ἄλογος μὲν ἡ ψυχὴ σῶμα δὲ ἀνθρώπινον καὶ θεὸς ἀντὶ νοῦ τῷ λόγῳ τοῦ σώματος καὶ τῆς ψυχῆς ἀνακιρνᾶται, ἐξ ὧν εἶναι τὸν ἐπὶ γῆς φανέντα Ἀπολινάριος οἴεται. ἐκείνου δὲ μήτε ἀποδειχθέντος μήτε ὄντος, τοῦ δὲ διὰ τῆς παρθένου | |
15 | γεννηθέντος ἀθετουμένου ὡς οὐδὲ τῆς ἡμετέρας μετασχόντος φύσεως, ἀλλότριον ἡγοῦμαι καὶ ἀνακόλουθον σῶμα μὲν ὀνομάζεσθαι τὸ μὴ σῶμα, ψυχὴν δὲ ἀνθρώπου τὴν μὴ ψυχήν. εἰ γὰρ μὴ νοερὰν αὐτήν τις εἶναι ὁμολογοίη, οὐδὲ ἀνθρώπου αὐτὴν ὅλως συνθήσεται. τούτων δὲ μὴ ὄντων τίνα καιρὸν ἔχει | |
20 | ἡ τριμερὴς ἐκείνη τοῦ ἀνθρώπου τομή, ἧς τὸ μὲν δίμοιρον ἄνθρωπος, θεὸς δὲ τὸ τριτημόριον; Οὐ γὰρ ἄν, φησίν, ἐν ὁμοιώματι ἀνθρώπου γεγονὼς εἴη, εἰ μὴ τυγχάνοι καθάπερ ἄνθρωπος νοῦς ἔνσαρκος ὤν. ἐγὼ δὲ εἰ μὲν ἐκεῖνος ὁ ἄνθρωπος ἄνους ἦν, ἐν ᾧ θεὸς κατήλ‐ | |
25 | λαξε τὸν κόσμον ἑαυτῷ, εἰπεῖν οὐκ ἔχω· ὅτι δὲ ὁ ταῦτα γρά‐ φων ἔξω διανοίας ἦν, καθ’ ὃν ἔγραφε ταῦτα χρόνον, κἂν ἐγὼ μὴ εἴπω, τὰ γεγραμμένα βοᾷ. πῶς γίνεται ἐν ὁμοιώματι ἀνθρώ‐ που ὁ ἄλλο τι παρὰ τὸν ἄνθρωπον ὢν καὶ πάντῃ 〈ἀμέτοχον〉 τῆς ἡμετέρας φύσεως; εἰ γὰρ νοερὰ ψυχὴ καὶ σῶμα τὸ | |
30 | ἀνθρώπινον σύγκριμα, μήτε δὲ τὸ σῶμα τοῦτο μήτε ἡ | |
ψυχὴ ἐκείνη ἐν τῷ παρ’ αὐτοῦ ἀναπλασθέντι ἐστί, πῶς | 186 | |
3,1187 | δέχεται τὴν ὁμοίωσιν τοῦ ἀνθρώπου τὸ τῆς ἡμετέρας ἔκφυλον φύσεως; ἀλλ’ οὐκ ἄνθρωπον αὐτὸν εἶναί φησιν, ἀλλὰ καθάπερ ἄνθρωπον, νοῦν ἔνσαρκον ὄντα. ταῦτά ἐστιν, ἅ με πείθει ἔξω διανοίας εἶναι τὸν γράφοντα. πῶς ὁμοιοῦται τῇ φύσει τὸ | |
5 | μὴ μέτοχον τῆς φύσεως; τίς δέ ἐστιν ὁ ἔνσαρκος ἐκεῖνος νοῦς ὁ συμφυὴς τῆς σαρκὸς καὶ ἀχώριστος, ἀεὶ τοιοῦτος ὤν; οὐκοῦν καὶ ἐκ τοιούτου πάντως ἐστίν; οὐ γὰρ ἂν εἴη γεννητὴ σάρξ, εἰ μὴ ἀπὸ σαρκὸς γένοιτο, καθώς φησί που ὁ κύριος ὅτι Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν. [ἀλλ’ ὕστερον | |
10 | γίνεται.] ποίαν οὖν περιτιθέμενος σάρκα ἔνσαρκος γίνεται; τὴν οὖσαν; 〈ἀλλ’ ὕστερον γίνεται. τὴν μὴ οὖσαν;〉 ἀλλ’ ἐκ τῆς αὐτῆς. [τὴν μὴ οὖσαν;] οὐκοῦν οὐ λέγεται ἔνσαρκος· οὐ γὰρ ἂν τῷ μὴ ὄντι ἐπονομάζοιτο. Ἀλλ’ ἴδωμεν τὰς ἀφύκτους αὐτοῦ τῶν συλλογισμῶν | |
15 | ἀνάγκας, δι’ ὧν ἡμᾶς πρὸς συγκατάβασιν τοῦ ἔνσαρκον εἶναι νοῦν τὸν μονογενῆ θεὸν συναναγκάζει. Εἰ μὴ νοῦς, φησίν, ἔνσαρκός ἐστιν ὁ κύριος, σοφία ἂν εἴη. ὢ τῆς ἀμάχου προτάσεως! τὸ ἕτερον ἐξ ἀμφοτέρων οἴεσθαι πάντως εἶναι τὸν κύριον, ἢ νοῦν ἔνσαρκον ἢ σοφίαν· διὰ | |
20 | τοῦτό φησιν ἐκεῖνο εἶναι, εἰ μὴ τοῦτό ἐστιν, ὅτ’ ἂν μὴ νοῦς ἔνσαρκος ᾖ, πᾶν ὃ μή ἐστι νοῦς ἔνσαρκος, σοφία ἐστίν. τί οὖν ὁ λίθος; τί δὲ ὁ κάνθαρος; τί δὲ τὰ λοιπὰ τῶν φαινομένων; δώσει γὰρ ἐπὶ τούτων πάντως τῶν δύο τὸ ἕτερον, ἢ νοῦν αὐτὰ ἔνσαρκον ἢ σοφίαν εἶναι· ἀλλὰ μὴν οὔτε νοῦς οὔτε | |
25 | σοφία τούτων ἐστὶν οὐδέν. διαπέπτωκεν ἄρα τῷ λογογράφῳ ἡ πρότασις καὶ διερρύη πᾶν τὸ σκευώρημα τῇ τῆς ἀρχῆς διαλύσει συνδιαπεπτωκότος τοῦ λόγου. οὐδὲ γὰρ ἐδείχθη ταῦτα τὴν ἀντιδιαστολὴν πρὸς ἄλληλα ἔχοντα ὥστε, εἰ τὸ | |
ἕτερον τούτων εἴη, μὴ εἶναι τὸ ἕτερον ἢ τὸ ἔμπαλιν, εἰ τὸ | 187 | |
3,1188 | ἓν μὴ ὑπάρχοι, τὸ λειπόμενον ὑπάρχειν πάντως. ἀλλὰ κωλύει οὐδὲν καὶ ἀμφότερα εἶναι κατὰ ταὐτὸν καὶ οὐθ‐ έτερον. ἀλλὰ καὶ ἐκ τοῦ ἀντιστρόφου τὸ τῆς προτάσεως ἀσύστατον ἴδωμεν. εἰ γὰρ ὡς ἀληθὲς προτείνεται τὸ εἰ | |
5 | μὴ νοῦς ἐστιν ἔνσαρκος, σοφία ἂν εἴη, ἀληθὲς καὶ τὸ ἐκ τοῦ ἀντιστρόφου ἀναφαινόμενον ὅτι, εἰ σοφία ἐστί, νοῦς ἔνσαρκος οὐκ ἔστιν. ἀλλὰ μὴν σοφίαν εἶναι τὸν Χριστὸν πᾶς ὁ παραδεξάμενος τὴν πίστιν συντίθεται· ἄρα κατὰ τὴν τοῦ σοφοῦ πρότασιν τὸ μὴ εἶναι αὐτὸν νοῦν ἔνσαρκον ὁμολογεῖται | |
10 | ὥστε κατ’ ἀμφότερα, κατά τε τὸν πρῶτον καὶ τὸν δεύτερον καὶ κατὰ τὸν νῦν λόγον, αὐτὸς ὁ λογογράφος, δι’ ὧν κατα‐ σκευάζει ὃ βούλεται, τὸ μὴ εἶναι ἔνσαρκον νοῦν τὸν κύριον ἀποδείκνυσιν. τοιαύτη ἡ πρότασις, τοιαύτη καὶ ἡ διὰ μέσου κατασκευή. | |
15 | Ἄξιον ἀμφοτέρων καὶ τὸ συμπέρασμα. τί λέγει; Οὐκ ἦν ἐπιδημία θεοῦ ἡ Χριστοῦ παρουσία, ἀλλ’ ἀν‐ θρώπου γέννησις. γελάτωσαν ἐπὶ τοῖς εἰρημένοις ὅσοι ἀγέρωχοι· ἡμεῖς δὲ δακρύειν εὔκαιρον ἐπὶ τῇ ἀπάτῃ τῶν εἰρημένων καὶ τῇ ματαιότητι κρίναντες ἐπὶ πλέον διελέγχειν | |
20 | τὸν λόγον, ὡς ἂν μὴ γελοιάζειν δόξαιμεν, παραιτούμεθα. τίς γὰρ οὐκ ἂν εἰκότως γελάσειεν ἐπὶ τῇ ἀσυναρτήτῳ τοῦ συλλογισμοῦ πλοκῇ; ἐκθήσομαι δὲ τὴν λέξιν αὐτὴν κατὰ τὸ ἀκόλουθον οὕτως ἔχουσαν· Εἰ μὴ νοῦς ἔνσαρκός ἐστιν ὁ κύριος, σοφία ἂν εἴη φωτίζουσα νοῦν ἀνθρώ‐ | |
25 | που· αὕτη δὲ τὸ ἐν πᾶσιν ἀνθρώποις. εἰ δὲ ταῦτα, οὐκ ἦν ἐπιδημία θεοῦ ἡ Χριστοῦ παρουσία, ἀλλ’ ἀνθρώπου γέννησις. τὸ μὲν οὖν σοφίαν εἶναι τὸν κύριον ὑπερέχουσαν πάντα νοῦν οὐδεὶς ἂν τῶν εὐσεβούντων ἀρνήσαιτο, ταῖς φωναῖς τῶν ἁγίων πατέρων καὶ ἀπο‐ | |
30 | στόλων πρὸς ταῦτα χειραγωγούμενος. καὶ γὰρ ὅτι | 188 |
3,1189 | σοφία ἐγενήθη ἡμῖν παρὰ τοῦ θεοῦ, διαρρήδην ὁ Παῦλος βοᾷ· καὶ ὅτι Ἐπεφάνη ἡμῖν ἡ σωτήριος χάρις, παιδεύουσα ἡμᾶς ἀρνήσασθαι μὲν τὴν ἀσέβειαν, δι’ ὁσιότητος δὲ καὶ δικαιοσύ‐ νης προσδέχεσθαι τὴν μακαρίαν ἐλπίδα. καὶ ταῦτα τοῦ | |
5 | ἀποστόλου διεξιόντος ἠκούσαμεν· νοῦν δὲ ἔνσαρκον τὸν μονογενῆ θεόν, τὸν ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν, οὔτε ἠκούσαμεν τῶν ἁγίων τινὸς οὔτε παρενθεῖναι ταῖς θείαις φωναῖς τὴν ἀλλόκοτον ταύτην καινοφωνίαν κατα‐ δεχόμεθα καὶ μάλιστα πρὸς τὸν σκοπὸν ὁρῶντες τοῦ καινοῦ | |
10 | λογογράφου, ὃς βούλεται διὰ τῆς ψυχρᾶς ταύτης κατασκευῆς τοῦ σοφίσματος ἐκβαλεῖν μὲν ἐπὶ τοῦ κυρίου τὴν τῆς σοφίας ὁμολογίαν, δι’ ἧς πάντα νοῦν φωτίζεσθαι πεπιστεύκαμεν, ἀντεισαχθῆναι δὲ τὴν παράλογον ταύτην καινοφωνίαν, ἵνα νοῦς ἔνσαρκος ὁ μονογενὴς καὶ μὴ σοφία κατονομάζηται. | |
15 | Ἐὰν γὰρ σοφία, φησίν, πιστευθῇ εἶναι ὁ κύριος, ἡ ἐν πᾶσι γινομένη δηλαδὴ τοῖς δεχομένοις τὴν χάριν, οὐκέτι ἐπιδημίαν θεοῦ τὴν Χριστοῦ παρου‐ σίαν ὁμολογήσομεν, ὡς ἠλλοτριωμένης τοῦ θεοῦ τῆς σοφίας. τίς οὐκ ἂν τὸν ἄνδρα τῆς μελαγχολίας ταύτης | |
20 | οἰκτείρειεν; ἐὰν σοφίαν, φησίν, εἶναι πιστεύσωμεν, οὐκ ἔσται θεοῦ ἐπιδημία ἡ Χριστοῦ παρουσία, ὃς ἐγεννήθη ἡμῖν σοφία ἀπὸ θεοῦ, ἀλλὰ ἀνθρώπου γέννησις. ἐὰν σοφία ᾖ; οὐκ ἤκουσας τοῦ προφήτου βοῶντος ὅτι Ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν; καὶ ὅτι Παιδίον ἐγεννήθη | |
25 | ἡμῖν; καὶ ὅτι Υἱὸς τὴν ἀρχὴν ἐπὶ τοῦ ὤμου ἔχει, ὡς ἰσχυρὸς καὶ δυνατὸς καὶ οὐ μόνον τοῦ παρελθόντος, ἀλλὰ καὶ τοῦ μέλλοντος αἰῶνος πατήρ; | |
Ἀλλ’ ἐάσωμεν τοῦτον τὸν ὀνειρώδη λῆρον, δι’ οὗ ἀπε‐ | 189 | |
3,1190 | φήνατο νοῦν ἔνσαρκον αὐτὸν δεῖν εἶναι λέγειν, μήτε σοφίαν φωτίζουσαν μήτε τὴν διὰ γεννήσεως εἰς τὴν ζωὴν ἡμῶν πάροδον. ἕτερον ἐπιχείρημα· Εἰ μὴ νοῦς ἔνσαρκος, φησίν, γέγονεν ὁ λόγος, ἀλλὰ σοφία. ἐν ᾧ τί πάλιν | |
5 | παθὼν ὁ σοφὸς ἀντιδιαστέλλει τὸν νοῦν τῇ σοφίᾳ καθάπερ ἐπὶ τῶν ἀντιδιακειμένων; οἱ δι’ ἀκριβείας τὰ ὄντα διαιροῦντές φασι τὰ ἀντιδιαστελλόμενα τῶν ὀνομάτων τῆς ἀλλήλων ὑποχωρεῖν παρουσίας ὡς τῷ θανάτῳ τὴν ζωὴν καὶ τῇ ζωῇ πάλιν τὸν θάνατον, τῇ ἀρετῇ τὴν κακίαν κἀκείνῃ ταύτην καὶ | |
10 | ὅσα ἄλλα κατὰ τὸν αὐτὸν λέγεται τρόπον. πῶς τοίνυν οὗτος κατὰ τὸ ἴσον τοῖς ἀντιθέτοις ἀντιδιαστέλλει τῷ νῷ τὴν σοφίαν ὥσπερ ἀμήχανον ἐν τῷ αὐτῷ καὶ περὶ τὸν αὐτὸν εἶναι τὰ δύο; διό φησιν Εἰ μὴ νοῦς ἔνσαρκος ἦν, σοφία ἦν. ὡς εἴ τις λέγοι, εἰ μὴ ὑγεία ἐστι, νόσον εἶναι. | |
15 | τίς οὖν ἡ κατασκευή; Εἰ σοφία, φησίν, ἦν ἐν τῷ νῷ, οὐ κατέβη ὁ κύριος οὐδὲ ἐκένωσεν ἑαυτόν. ὢ τῆς ἀνανταγωνίστου ἀνάγκης! πῶς κατασκευάζει τὸ μὴ καταβεβηκέναι τὸν κύριον ἐκ τοῦ δεῖξαι, ὅτι σοφία ἦν; οὐκοῦν εἰ ἐκ τοῦ σοφίαν αὐτὸν εἶναι ἀθετεῖται ἡ κάθοδος, ὁ | |
20 | τὴν κατάβασιν ὁμολογῶν τὸ μὴ εἶναι σοφίαν ἐξ ἀνάγκης κατασκευάζει. ἀλλὰ μὴν ὁμολογεῖται παρὰ τοῦ Ἀπολιναρίου κάθοδος. ἄρα τὸ μὴ εἶναι σοφίαν τὸν κατεληλυθότα παρ’ ἐκείνου συνωμολόγηται. τοιαῦτα τοῦ γενναίου τὰ σοφὰ κατὰ τῆς ἀληθείας ἐπιχειρήματα. εἶτα ἐπάγει διὰ τῆς ἀσυναρτήτου | |
25 | ἀκολουθίας τῇ προτάσει ταύτῃ τὴν ἐκ τῶν μὴ τεθέντων κατα‐ σκευήν, ἔχουσαν οὕτως· Διὰ τοῦτο καὶ ἄνθρωπος ἦν· ἄνθρωπος γὰρ νοῦς ἐν σαρκὶ κατὰ τὸν Παῦλον. παραιτοῦμαι δὲ τοὺς ἐντυγχάνοντας μὴ παρ’ ἡμῶν οἴεσθαι κατά τινα παιδιὰν ἐπὶ γέλωτι τὰ τοιαῦτα, ὡς ἐκ προσώπου | |
30 | τοῦ Ἀπολιναρίου συμπλάσσεσθαι· ἔξεστι γὰρ καὶ ἐξ αὐτῶν | |
τῶν παρ’ αὐτοῦ γεγραμμένων μαθεῖν, ὅτι κατὰ τὴν λέξιν ὁ | 190 | |
3,1191 | παρ’ ἐκείνου προενήνεκται λόγος οὕτως ἔχων. κατὰ ποῖον τοίνυν Παῦλον νοῦς ἔνσαρκος ἄνθρωπος λέγεται; εἰπάτω τίνα ἕτερον ἐν κρυπτῷ ἔχει Παῦλον; ὁ γὰρ δοῦλος Ἰησοῦ Χριστοῦ ὁ κλητὸς ἀπόστολος ἐν πᾶσι τοῖς παρ’ αὐτοῦ | |
5 | γεγραμμένοις τοιοῦτον εἶπεν οὐδέν. εἰ οὖν μήτε ἡ ἀκολουθία μήτε ἡ μαρτυρία τὸν λόγον συνίστησι, πόθεν ἡ ἀλλόκοτος αὕτη δογματοποιία τὸ πιστὸν ἔχει; πάλιν ἕτερον τοῖς εἰρημένοις ἐπάγει νόημα. Ἐπειδὴ ἄνθρωπος, φησίν, ἦν καὶ ἐπουράνιος, οὗτος ὁ χοϊκός. πάλιν λέγω | |
10 | ἐπιλελῆσθαι τῆς Μαρίας, ᾗ εὐαγγελίζεται ὁ Γαβριήλ, ἐφ’ ἣν ἐληλυθέναι τὸ ἅγιον πνεῦμα πιστεύεται, ᾗ ἐπισκιάζει τοῦ ὑψίστου ἡ δύναμις, ἀφ’ ἧς τίκτεται ὁ Ἰησοῦς ὁ ἔχων τὴν ἀρχὴν ἐπὶ τοῦ ὤμου αὐτοῦ, τουτέστιν ὁ βαστάζων ἐφ’ ἑαυτοῦ τὴν ἀρχήν. ἀρχὴ δὲ πάντως ἐστὶν ὁ θεὸς λόγος ὁ ἐν | |
15 | ἀρχῇ ὢν καὶ ἀρχὴ ὤν, καθώς φησί που τῆς γραφῆς ὁ λόγος, ὅτι Ἐγώ εἰμι ἡ ἀρχή. ἢ τοίνυν δειξάτω μὴ ἐν γῇ τὴν παρ‐ θένον ἢ ἄνθρωπον οὐράνιον μὴ πλασσέτω μηδὲ φοβείτω τοὺς ἀμαθεστέρους ὡς εἰς τὸ θεῖον ἐξαμαρτάνοντας, ὡς τὸ ἀνθρώπινον παραδεξάμενοι μὴ συνομολογοῖεν τὸ θεῖον. | |
20 | ἡ μὲν γὰρ ἐκ γυναικὸς γέννησις τὸ ἀνθρώπινον ἔχει, ἡ δὲ παρθενία ὑπηρετήσασα τῷ τόκῳ τὸ ὑπὲρ ἄνθρωπον ἔδειξεν. ὥστε τὸ μὲν γεννηθὲν ἄνθρωπος, ἡ δὲ πρὸς τὴν γέννησιν δύναμις οὐκ ἐξ ἀνθρώπων, ἀλλὰ διὰ πνεύματος ἁγίου καὶ τῆς τοῦ ὑψίστου δυνάμεως. οὐκοῦν κατὰ τὸν ἀληθῆ λό‐ | |
25 | γον καὶ ἄνθρωπός ἐστι καὶ θεός, τῷ ὁρωμένῳ ἄνθρωπος, τῷ νοουμένῳ θεός. ὁ δὲ οὐ τοῦτό φησιν, ἐν τῷ συμπεράσματι τῷ φαινομένῳ τὸ θεῖον, οὐ τῷ νοητῷ ὁριζόμενος. Ἀλλὰ πρὸς τὸ ἐφεξῆς ἐπιχείρημα τῷ λόγῳ μετέλθωμεν. Εἰ μετὰ τοῦ θεοῦ, φησί, νοῦ ὄντος, καὶ ἀνθρώ‐ | |
30 | πινος νοῦς ἦν ἐν Χριστῷ. τοῦτο ἡ πρότασις. ἡμεῖς | |
δὲ τῷ εἰρημένῳ ἀντιπροτείνομεν· τίς τῶν ἁγίων νοῦν τὸ | 191 | |
3,1192 | θεῖον ὡρίσατο; παρὰ ποίαις γραφαῖς ταὐτὸν εἶναι τῷ νῷ τὸν θεὸν ἐδιδάχθημεν, ὥστε παραδέξασθαι τὸ λεγόμενον, ὅτι ὁ μὲν κατὰ Χριστὸν ἄνθρωπος ἄνους, ὁ δὲ θεὸς νοῦς τῷ ἀνοήτῳ γίνεται; ἄρα χρὴ καὶ ὅλον τοῦ ἐπιχειρήματος τούτου | |
5 | καταγράψαι τὸν ὄνειδον. ἀλλὰ δέδοικα, μὴ χλευασταί τινες τοῖς ἐντυγχάνουσι δόξωμεν ὡς ἐπὶ γέλωτι τὴν ἀσχημοσύνην τοῦ λογογράφου δημοσιεύοντες. πλὴν ὡς ἂν μὴ ἀτελὴς μένοι ἡ πρότασις, τὸ συμπέρασμα μόνον ἐπαγαγεῖν δέον, τὸν διὰ μέσου συρφετὸν ὑπερβήσομαι. Εἰ μετὰ τοῦ θεοῦ, | |
10 | φησί, νοῦ ὄντος, καὶ ἀνθρώπινος ἦν ἐν Χριστῷ νοῦς· οὐκ ἄρα ἐπιτελεῖται ἐν αὐτῷ τὸ τῆς σαρ‐ κώσεως ἔργον. εἰ δὲ μὴ ἐπιτελεῖται τὸ τῆς σαρ‐ κώσεως ἔργον ἐν τῷ αὐτοκινήτῳ καὶ μὴ ἀναγ‐ καστῷ νοΐ, ἐν τῷ ἑτεροκινήτῳ καὶ ὑπὸ τοῦ θείου | |
15 | νοῦ ἐνεργουμένῃ σαρκὶ τελεῖται τὸ ἔργον, ὅ ἐστι λύσις ἁμαρτίας· μεταλαμβάνει δὲ τῆς λύσεως ὁ ἐν ἡμῖν αὐτοκίνητος νοῦς, καθ’ ὅσον οἰκειοῖ ἑαυτὸν Χριστῷ. ὁρᾷς πῶς οἰκεῖα τῇ προτάσει τὰ συμπεράσματα; τάχα δέ τινος ἐπαοιδοῦ καὶ γαζαρηνοῦ | |
20 | προσδεόμεθα πρὸς τὸ διακρῖναι ἡμῖν τὰ τῶν ἐνυπνίων αἰνίγ‐ ματα, ὥστε εἰπεῖν τί σημαίνει ἡ τῶν ῥημάτων τούτων και‐ νοφωνία· ὁ αὐτοκίνητος νοῦς καὶ ἑτεροκίνητος, σὰρξ ἡ ἐπιτελοῦσα τὸ ἔργον τῆς λύσεως. ἀλλ’ ἀφείσθω καὶ ταῦτα τῇ ἀγερωχίᾳ τῶν νέων καταχλευάζεσθαι, ἡμεῖς δὲ πρὸς τὰ | |
25 | ἐφεξῆς τοῦ λόγου προΐωμεν. Εἴ τι πλέον, φησίν, ἕτερος ἑτέρου κομίζεται, τοῦτο δι’ ἄσκησιν γίνεται· οὐδεμία δὲ ἄσκησις ἐν Χριστῷ· οὐκ ἄρα νοῦς ἐστιν ἀνθρώπινος. πῶς μέμνηται τῆς θεοπνεύστου γρα‐ | |
φῆς; ποία τοῦ Βεσελεὴλ ἄσκησις τῶν τεχνῶν καθηγήσατο; | 192 | |
3,1193 | πόθεν δὲ τῷ Σολομῶντι τῶν τοσούτων ἡ γνῶσις; ὁ δὲ τὰ συκάμινα κνίζων Ἀμὼς πῶς ἐξ αἰπόλων τοσαύτην ἔσχεν ἐν προφητείᾳ τὴν δύναμιν; καὶ ὅμως οὐδεὶς τῶν εἰρημένων ἐξ οὐρανοῦ καταβέβηκεν, 〈ὃσ〉 οὔτε ἐν ἀρχῇ ἦν | |
5 | οὔτε ἴσα θεῷ ἦν. Ἀλλὰ σιγάσθω καὶ τοῦτο τὸ ἐπιχείρημα μάλιστα διὰ τὸ προσφυὲς τοῦ προτεθέντος αὐτῷ συμπεράσματος οὕτως κατὰ τὴν λέξιν ἔχοντος· Οὐκ ἄρα σῴζεται τὸ ἀνθρώ‐ πινον γένος δι’ ἀναλήψεως νοῦ καὶ ὅλου ἀνθρώ‐ | |
10 | που, ἀλλὰ διὰ προσλήψεως σαρκός. τὸ μὲν συμπέ‐ ρασμα τοῦτο· τὴν δὲ τῆς ἀναλήψεως καὶ προσλήψεως διαφορὰν ἑρμηνευόντων οἱ ταῖς γραμματικαῖς ψυχρολογίαις ἐμμελετήσαντες, ὥστε τῶν τοιούτων τοῦ λόγου μορίων, ἃ προθέσεις κατονομάζονται, τεχνολογεῖν ἐν μειρακίοις τὴν | |
15 | ἐν ὀλίγῳ διαφωνίαν. ἡμεῖς γὰρ καὶ τὸν προσειλημμένον ἀνειλῆφθαι νομίζομεν καὶ τὸν ἀνειλημμένον προσειλῆφθαι οὐκ ἀμφιβάλλομεν, παρὰ τῆς γραφῆς τὴν τοιαύτην χρῆσιν τοῦ λόγου μεμαθηκότες. Μετὰ δόξης προσελάβου με, φησὶν ὁ Δαβίδ· καὶ πάλιν ἑτέρωθι· Ἐξελέξατο Δαβὶδ τὸν δοῦλον | |
20 | αὐτοῦ καὶ ἀνέλαβεν αὐτὸν ἐκ τῶν ποιμνίων τοῦ πατρὸς αὐτοῦ. οὐκοῦν καὶ ὁ μετὰ δόξης προσληφθεὶς ἀνελήφθη καὶ ἐκ τῶν ποιμνίων ἀναληφθεὶς προσελήφθη· περὶ γὰρ τοῦ αὐτοῦ δύο λέγει, ὥστε τί βούλεται ὁ λέγων οὐκ ἀναλήψει ἀλλὰ προσ‐ λήψει τῷ μονογενεῖ τὸ κατὰ τὸν ἄνθρωπον οἰκονομεῖσθαι μυ‐ | |
25 | στήριον, οὐδ’ ἂν αὐτὸς εἴποι τάχα. ἐγὼ δὲ φεύγων τῇ ἰλύϊ τῶν ἀσυναρτήτων αὐτοῦ ῥημάτων συνδιαβαπτίζειν τὸν λόγον τὰ πολλὰ τῆς φλυαρίας ἀφίημι, ἱκανὸν ἔλεγχον εἶναι τῆς ἀτοπίας τῶν λεγομένων οἰόμενος αὐτὴν ἐπὶ λέξεως αὐτοῦ τὴν τῶν γεγραμμένων ἀνάγνωσιν, ὡς καὶ τὸν σφοδρῶς | |
30 | καταδραμεῖν τῆς αἱρέσεως ἐθέλοντα μὴ ἂν τοσοῦτον ἐξ | 193 |
3,1194 | οἰκείων λογισμῶν διελέγξαι τὴν ἀτοπίαν ὡς αὐτὸς ὁ λόγος· δι’ ὧν γὰρ κατασκευάζει τὸ ψεῦδος ἐν τῇ ἀτονίᾳ τῆς συνηγο‐ ρίας ἀπογυμνοῖ τὴν ἀσέβειαν. καὶ γὰρ εἰ ἀνθρώπῳ τελείῳ, φησί, συνήφθη θεὸς τέλειος, δύο ἂν | |
5 | ἦσαν. τὸ δὲ ἀτελὲς ἄρα τῷ τελείῳ συντεθειμένον οὐκ ἐν δυάδι παρ’ αὐτοῦ θεωρεῖται. οὐκ εἶδεν ὁ γεννάδας οὐδὲ παιδία ποτὲ τοὺς ἐπὶ τῆς παλάμης δακτύλους ἐξαριθ‐ μούμενα; ὁ τὸν μικρὸν τῷ μείζονι συναριθμῶν ἕνα μὲν ὀνομάζει τὸν ἐλαττούμενον καὶ ἕνα τὸν ὑπερέχοντα, δύο δὲ | |
10 | ὅμως εἶναί φησιν, εἰ μετ’ ἀλλήλων ἀμφοτέρους λογίζοιτο. πᾶς γὰρ ἀριθμὸς μονάδων ἐστὶ σύνθεσις, τὸ ἀθροιζόμενον ἐκ τούτων ἐν κεφαλαίῳ σημαίνων. εἰ δὲ τὸ ἀριθμητόν, ὅτιπερ ἂν ᾖ, τῷ συναριθμουμένῳ παρατιθέμενον κατὰ τὴν πηλικό‐ τητα πλεονάζοι τῷ ὄγκῳ παρὰ τὸ ἔλαττον, οὐδὲν ἧττον ἓν | |
15 | καὶ τὸ ἐλαττούμενον ἔσται, κἂν ἐλλείπῃ τὸ μέγεθος. ὅταν μὲν οὖν ἰσομεγέθη δύο τῷ ἀριθμῷ διαλάβωμεν, δύο τέλεια λέγομεν· ὅταν δὲ τῷ τελείῳ τὸ λεῖπον συναριθμήσωμεν, δύο μὲν καὶ οὕτω φαμέν, ἀλλὰ τὸ μὲν ἐλλιπές, τὸ δὲ τέλειον. ὁ δὲ πολὺς οὗτος κατὰ τὴν ἀριθμητικὴν ἐπιστήμην, εἰ μὲν | |
20 | τελείως ἑκάτερον κατὰ τὴν αὐτοῦ φύσιν ἔχει, δύο φησὶ λέ‐ γεσθαι τὰ οὕτω λεγόμενα· εἰ δὲ τὸ μὲν ἐλλείποι, τὸ δὲ ἕτερον τέλειον εἴη, ἓν ἀμφότερα γενέσθαι, οὐκ οἶδα ὅπως τὸ ἀτελὲς συναλείφων τῷ περιττεύοντι καὶ διὰ τῶν ἐναντίων ἐπινοῶν τοῖς ἀσυμβάτοις τὴν ἕνωσιν. τέλειον γὰρ τελείῳ καὶ ἀτελὲς | |
25 | ἀτελεῖ μᾶλλον ἁρμόζεται τῇ ὁμοιότητι· τῆς δὲ τοῦ ἐναντίου πρὸς τὸ ἐναντίον ἑνώσεως, τοῦ ἀτελοῦς φημι πρὸς τὸ τέλειον, λεγέτω τὸν τρόπον ὁ τῆς καινῆς ταύτης ἀριθμητικῆς νομοθέτης. Ἀλλ’ οὐχ ἡγεῖται πρέπειν ἀνθρώπινον νοῦν περὶ τὸν μονογενῆ θεὸν ἐννοεῖν καὶ τὴν αἰτίαν λέγει, ὅτι τρεπτὸς ὁ | |
30 | νοῦς ὁ ἀνθρώπινος. οὐκοῦν ὁ αὐτὸς λόγος μηδὲ τὴν σάρκα | 194 |
3,1195 | τῷ θεῷ συγχωρείτω. τὸ γὰρ τρεπτὴν αὐτὴν εἶναι οὐδὲ ὁ λογογράφος ἀντείποι, ἀπὸ νεότητος μέχρι τελειώσεως ὥσπερ ἐνδύματα μετενδυομένην τὰς ἡλικίας. ἢ πῶς οὐκ ἦν τρεπτὸς ὁ πρότερον ἐπ’ ὠλένης ὑπὸ τῆς μητρὸς κομιζόμενος, | |
5 | εἶτα ἐν παιδίοις, εἶτα ἐν μειρακίοις γινόμενος καὶ οὕτω κατ’ ὀλίγον προελθὼν εἰς τὸ τέλειον, ὥστε εἰς τὸ μέτρον τῆς ἀνθρωπίνης ἡλικίας ἐλθεῖν; εἰ οὖν ὁ νοῦς διὰ τὸ τρεπτὸν ἀποβάλλεται, διὰ τὴν αὐτὴν αἰτίαν μηδὲ ἡ σὰρξ ὑπ’ αὐτοῦ συγχωρείσθω καὶ οὕτω ψευδὲς κατ’ αὐτὸν δειχθήσεται τὸ | |
10 | εὐαγγέλιον ἅπαν καὶ κενὸν τὸ κήρυγμα καὶ ματαία ἡ πίστις. εἰ δὲ οὐκ ἀπιστεῖται τὸ ἐν σαρκὶ πεφανερῶσθαι καὶ ταύτῃ τρεπτῇ, οὐδὲ τὸν νοῦν πάντως διὰ τὴν αὐτὴν αἰτίαν ἀπόβλητον ἔχει, ἀλλ’ ὥσπερ ἐν σαρκὶ γενόμενος οὐκ ἐμολύνθη, οὕτως οὐδὲ τὸν νοῦν παραδεξάμενος εἰς τροπὴν ἠλλοιώθη. πάλιν | |
15 | δὲ τὸν αὐτὸν ὑπολήψομαι λόγον ἐκθέμενος τὴν ῥῆσιν αὐτοῦ ἐπὶ λέξεως. Οὐκ ἄρα, φησί, σῴζεται τὸ ἀνθρώπινον γένος δι’ ἀναλήψεως νοῦ καὶ ὅλου ἀνθρώπου, ἀλλὰ διὰ προσλήψεως σαρκός, ᾗ φυσικὸν μὲν τὸ ἡγεμονεύεσθαι· ἐδεῖτο δὲ ἀτρέπτου νοῦ μὴ | |
20 | ὑποπίπτοντος αὐτῇ διὰ ἐπιστημοσύνης ἀσθένει‐ αν, ἀλλὰ συναρμόζοντος αὐτὴν ἀβιάστως ἑαυτῷ. τίς οὐκ οἶδεν, ὅτι τὸ δεόμενον τοῦ ἀνενδεοῦς ἕτερον τῇ φύσει πάντως ἐστὶ καὶ τὸ πεφυκὸς ἡγεμονεύεσθαι τοῦ ἐν τῇ φύσει τὸ ἄρχειν ἔχοντος ὁμοίως κατὰ τὸν λόγον τῆς οὐσίας παρήλ‐ | |
25 | λακται, ὡς ἡ τῶν ἀλόγων φύσις ὑποχειρίως ἔχειν τῇ τῶν ἀνθρώπων κατεσκευάσθη καὶ ὁ ἄνθρωπος οὐκ ἐπίκτητον τὴν κατὰ τῶν ἀλόγων ἀρχὴν ἀλλ’ οἰκείαν ἔχει; εἰ οὖν φυσικὸν τῇ σαρκὶ τὸ ἡγεμονεύεσθαι, καθώς φησιν ὁ Ἀπολινάριος, ἡγεμονικὸν δὲ τῇ φύσει τὸ θεῖον, πῶς ὁ ταῦτα διδοὺς ἓν ἐξ | |
30 | ἀρχῆς εἶναι τὰ ἀμφότερα τῇ φύσει διορίζεται, πᾶσιν ὄντος | 195 |
3,1196 | προδήλου, ὅτι ἕτερος τοῦ ὑποχειρίου καὶ ἄλλος τοῦ ἐπιστα‐ τοῦντος ὁ λόγος καὶ ἄλλο τὸ πεφυκὸς ὁδηγεῖσθαι καὶ ἕτερον πάλιν, ᾧ φύσις τὸ ἡγεμονεύειν ἐστίν; εἰ οὖν ἐν τοῖς ἐναντίοις ἰδιώμασιν ἡ θατέρου τούτων θεωρεῖται φύσις, τῆς σαρκὸς | |
5 | λέγω καὶ τῆς θεότητος, πῶς μία αἱ δύο φύσεις εἰσίν; πῶς δὲ θείαν τινὰ καὶ οὐρανίαν σάρκα περιπλάσσει τῷ λόγῳ, μᾶλλον δὲ αὐτὸν προαποσαρκοῖ τὸν λόγον, οὐκ οἰκονομικῶς ἐπ’ ἐσχάτων ἡμερῶν τὴν ἡμετέραν ὑπελθόντα μορφήν, ἀλλ’ ἀεὶ τοῦτο ὄντα καὶ ἀεὶ ἐν τῷ αὐτῷ διαμένοντα; ὁ γὰρ ἐπιδεᾶ | |
10 | λέγων εἶναι τοῦ ἀτρέπτου τὴν σάρκα καὶ τοῦ καθηγουμένου προσδέεσθαι, τὴν ἡμετέραν ἄντικρυς λέγει σάρκα τὴν διὰ τὸ τρεπτὸν τῆς φύσεως εἰς ἁμαρτίαν πεσοῦσαν. εἰ δὲ ὑπερ‐ ουράνιόν τι καὶ θεῖον σῶμα, καθώς φησι, θεωρεῖται περὶ τὸν λόγον, οὔτε τὸ τρεπτὸν αὐτῷ πάντως κατὰ τὸ ἀκόλουθον | |
15 | δίδωσιν οὔτε τὸ ἐπιδεὲς τοῦ εὐθύνοντος· καὶ οὗτος οὐχ ἡμέτερος ἀλλὰ τῆς θείας φωνῆς ἐστιν ὁ λόγος ὁ εἰπὼν μὴ δεῖσθαι τοὺς ὑγιαίνοντας ἰατροῦ, ἀλλὰ τοὺς κακῶς ἔχοντας. ἐν γὰρ τῷ οὐρανῷ ἡ ἐξ ἁμαρτίας νόσος οὐκ ἔστιν, ἀλλ’ ἡμεῖς μὲν οἱ τὴν ἁμαρτίαν νοσήσαντες, οἱ διὰ τῆς τοῦ κακοῦ | |
20 | παραδοχῆς ἀσθενήσαντες, ἡμεῖς διὰ τὸ τραπῆναι πρὸς τὸ κακὸν τοῦ ἀτρέπτου προσεδεήθημεν, οἱ τῆς σῳζούσης ἀπο‐ πλανηθέντες ὁδοῦ τοῦ καθηγουμένου πρὸς τὸ ἀγαθὸν ἐν χρείᾳ γεγόναμεν· ὥστε εἰ ἀληθῆ ταῦτα τῇ περὶ τὸν κύριον σαρκὶ προσμαρτυρεῖ ὁ λογογράφος, ὅτι καὶ πέφυκεν ἡγεμο‐ | |
25 | νεύεσθαι καὶ ἀτρέπτου τοῦ καθηγουμένου χρῄζει, οὐδὲν ἕτερον ἢ τὸ ἡμέτερον σύγκριμα διερμηνεύει τῷ λόγῳ. εἰ δὲ ἐν τῇ σαρκὶ ὁρίζεται τὴν θεότητα, τὸ δὲ θεῖον, ἕως ἂν ᾖ τοῦτο, ὃ λέγεται, ἄλλου τοῦ ὁδηγοῦντος οὐκ ἐπιδέεται (οὐδὲ γὰρ ἐπιδέχεται τὴν πρὸς τὸ χεῖρον τροπὴν καὶ ἀλλοίωσιν), | |
30 | μάτην οὖν αὐτῷ τὰ περὶ τῆς σαρκὸς νῦν εἰρημένα διερραψῴ‐ | 196 |
3,1197 | δηται· εἰ γὰρ θεία τις αὕτη, δῆλον ὅτι καὶ ἄτρεπτος· εἰ δὲ τρεπτή, πάντως οὐ θεία. Τίς ἂν οὖν διεξέλθοι τὸν συγκεχυμένον τοῦτον καὶ ἀσύ‐ στατον τῶν δογμάτων μῦθον μηδέποτε ἐπὶ τοῦ αὐτοῦ | |
5 | βαίνοντα ἀλλὰ κατὰ τὰς ἐνυπνίους φαντασίας ἄλλοτε ἄλλον φαινόμενον; νῦν μέν φησι θείαν εἶναι τὴν σάρκα τοῦ λόγου καὶ συναΐδιον, πάλιν ἐπίκτητον καὶ προσειλημμένην, εἶτα ἀλλοτρίως [ὡς] πρὸς τὴν ἡμετέραν ἔχουσαν φύσιν, τὴν παθητὴν καὶ ἐπίκηρον, πάλιν ἐπιδεᾶ τοῦ εὐθύνοντος καὶ τῷ | |
10 | κατὰ τροπήν τε καὶ ἀλλοίωσιν πάθει ἐνεχομένην· καὶ διὰ τοῦτο αὐτὴν ἄνουν ποιεῖ, ἵνα ἰατρευθῇ τῇ θεότητι ὥσπερ ἐμπόδιον ἡγούμενος τὸν νοῦν τῆς θείας ἐπ’ ἀνθρώπων κηδε‐ μονίας καὶ προσφιλέστερον τῷ θεῷ τὸ ἀνόητον. οὐκοῦν μα‐ καριστότερον οἴεται τὸ νοῦν μὴ ἔχειν, εἴπερ προσλαμβάνεται, | |
15 | καθώς φησιν οὗτος, παρὰ θεοῦ τὸ ἀνόητον. τί οὖν οὐ διορθοῦ‐ ται τὸν Σολομῶντα, ὅς φησιν· Ὁ δὲ νοήμων κυβέρνησιν κτήσεται; οὐδὲ γὰρ ἄλλην οἶμαι τὴν κυβέρνησιν ἐνταῦθα παρὰ τοῦ παροιμιακοῦ αἰνίγματος λέγεσθαι, εἰ μὴ τὴν ἡμετέραν φύσιν τὴν ἐν κακίᾳ χειμασθεῖσαν καὶ ναυαγήσασαν, | |
20 | τῇ ἐπιστασίᾳ τοῦ ἀληθινοῦ κυβερνήτου πρὸς τὸν λιμένα τοῦ θείου θελήματος εὐθυνομένην. εἰ οὖν ἐν τῇ ἀνοίᾳ ὁ ἄνθρωπος σῴζεται, πῶς ὁ νοήμων κυβέρνησιν κτήσεται; τίνι δ’ ἂν οἰκειότερον [ἐν] φύσει εἴη τὸ θεῖον; πρὸς τί μᾶλλον καταλλή‐ λως ἔχειν τὴν θείαν φύσιν ὁ λογισμὸς ὑποτίθεται; παχεῖά | |
25 | τις καὶ ἀντιτυπής ἐστιν ἡ σὰρξ καὶ πρὸς τὴν γεώδη φύσιν συγγενῶς ἔχει, νοερὸν δέ τι καὶ ἀφανὲς καὶ ἀσχημάτιστον ἡ διάνοια. τί ἂν μᾶλλον οἰκειότερον εὑρεθείη ἐκ τούτων πρὸς τὸ συναρμοσθῆναι θεῷ, τὸ παχὺ καὶ γεῶδες ἢ τὸ ἀναφές τε καὶ ἀσχημάτιστον; πῶς δὲ συναρμόζεται τῷ θεῷ σάρξ, | |
30 | ὥς φησιν, ἀβιάστως ἡ μεταλαμβάνουσα τῆς καθαρᾶς ἀρετῆς; | 197 |
3,1198 | τίς γὰρ οὐκ οἶδεν, ὅτι ἀρετὴ προαιρέσεώς ἐστι κατόρθωμα; ἡ δὲ σὰρξ ὄργανόν ἐστι τῆς προαιρέσεως, τῇ ὁρμῇ τῆς δια‐ νοίας ἐγκείμενον, πρὸς ὅπερ ἂν ὁ κινῶν ἄγῃ, πρὸς τοῦτο μετατιθέμενον. ἡ δὲ προαίρεσις οὐδὲν ἕτερον εἰ μὴ νοῦς τίς | |
5 | ἐστι καὶ πρός τι διάθεσις. εἰ οὖν μεταλαμβάνειν φήσει τὸν ἄνθρωπον καθαρᾶς ἀρετῆς, ἐν ᾧ νοῦς οὐκ ἔστι, τὸ τὴν ἀρετὴν ἑκουσίως ὑποδεχόμενον τί ἂν εἴη; εἰ μὴ ἄρα τὸ βεβιασμένον ἀβίαστον ὁ λογογράφος νοεῖ. ὅταν γὰρ μὴ τοῦ νοῦ συντιθεμένου τῇ προτιμοτέρᾳ ῥοπῇ ἔξω τῶν κατὰ κακίαν | |
10 | ἐνεργημάτων τὸ σῶμα γένηται, ἀνάγκης ἔργον, οὐ προαιρέ‐ σεως ἔσται τὸ κατορθούμενον· ὁ δὲ διὰ τῆς τῶν λογισμῶν ἐπικρίσεως τὸ ἀγαθὸν προαιρούμενος κρείττων πάσης ἀνάγ‐ κης καὶ βίας ἐστὶν οἴκοθεν ἔχων τὴν πρὸς τὸ κρεῖττον ῥοπήν. πῶς οὖν τῷ ἀπροαιρέτῳ ὁ λογογράφος μαρτυρεῖ τὸ ἀβίαστον, | |
15 | οὗ μηδεὶς λογισμὸς ἴδιος πρὸς τὸ καλὸν καθηγήσατο; τὸ γὰρ μὴ ἐκ προαιρέσεως ἀναμάρτητον οὐδὲ ἐπαινετόν ἐστι πάν‐ τως, ἢ οὕτω καὶ τοὺς ὑπὸ δεσμῶν πρὸς κακουργίαν κωλυο‐ μένους ἐπαινεσόμεθα, οὓς ἀφίστησι τῆς τῶν κακῶν ἐνεργείας ὁ δεσμός, οὐχ ἡ γνώμη. Ἀλλ’ ἀβιάστως, φησί, τὴν | |
20 | σάρκα ἡ θεότης προσάγεται· τὸ ἀβίαστον δηλαδὴ τὸ ἑκούσιον λέγει. πῶς οὖν ἄν τις ἐθελοντὴς τῇ ἀρετῇ προσαχ‐ θείη, θέλημα οἰκεῖον μὴ κεκτημένος; τὸ γὰρ προαιρεῖσθαι καὶ βούλεσθαι καὶ ἡ τοῦ συμφέροντος ἐκλογὴ καὶ ἡ τοῦ βλά‐ πτοντος ἀποβολή, ταῦτα πάντα διανοίας ἐστί· τὸ δὲ δια‐ | |
25 | νοεῖσθαι τῶν ἀνοήτων οὐκ ἔστιν. εἰ οὖν ἀβιάστως τῷ θεῷ προσοικειοῦται ἡ σάρξ, μαρτυρεῖται παρὰ τούτων διὰ τοῦ λογογράφου μὴ ἀπροαίρετος εἶναι ἡ σὰρξ μηδὲ ἀκρίτως τε καὶ ἀνεπισκέπτως τοῦ λυσιτελοῦντος ἔχειν· τὸ δὲ τοιοῦτον οὐκ ἄν τις ἀλογίαν εἴποι. πῶς γὰρ ἂν γένοιτο ἐν τῷ ἀλόγῳ ὁ | |
30 | λόγος; ὥστε οὐ μόνον εἶναι τὸν νοῦν ἐν τῷ ἀνθρώπῳ δι’ | 198 |
3,1199 | ὧν λέγει συντίθεται, ἀλλὰ καὶ ὑπὲρ τοὺς ἄλλους εἶναι. ἡ γὰρ ἑκούσιός τε καὶ ἀβίαστος πρὸς τὸ ἀγαθὸν ὁρμὴ μαρτυρία τῆς τοῦ νοῦ τελειότητος γίνεται. καὶ ὅτι διανοίας ἐστὶν ἡ πρὸς τὸ κρεῖττον οἰκείωσις, διὰ τῶν ἐφεξῆς εἰρημένων μάλιστα | |
5 | δείκνυται, οὑτωσὶ κατὰ τὴν λέξιν ἐχόντων· Μεταδι‐ δόντος γάρ, φησί, τῆς καθαρᾶς ἀρετῆς παντὶ τῷ ὑποχειρίῳ νοῦ. εἰ οὖν ἐν τῷ νῷ θεωρεῖ τὴν τῆς ἀρετῆς καθα‐ ρότητα, πῶς ἐξοικίζει τῆς σαρκὸς ἐκείνης τὸν νοῦν, ἐν ᾗ τὴν καθαρότητα βλέπει; ἀνάγκη γὰρ ἓν ἐξ ἀμφοτέρων διημαρτῆ‐ | |
10 | σθαι τῷ λόγῳ, ἢ τὸ μεθεκτὴν εἶναι τοῦ νοῦ τὴν ἀρετὴν ἢ τὸ ἄνουν εἶναι τὴν σάρκα τὴν ἀβιάστως τῇ ἀρετῇ προσαχθεῖσαν. Ὅσα δὲ προσέθηκε κατὰ τὸ ἀπρόσκολλόν τε καὶ ἀνακό‐ λουθον, περιττὸν οἶμαι διεξετάζειν τοῦτον ἔχοντα τὸν τρό‐ πον· Καὶ πᾶσι, φησί, τοῖς νοερῶς ὁμοιουμένοις | |
15 | Χριστῷ καὶ μὴ σαρκικῶς ἀνομοιουμένοις, τί γὰρ βούλεται ἡ τῶν εἰρημένων ναυτία, διδασκέτωσαν ταῦτα οἱ θαυμασταὶ τῆς ἀπάτης· ἡμεῖς δὲ πρὸς τὰ ἐφεξῆς τοῦ λόγου προέλθωμεν. Καὶ εἰ ἀνθρώπῳ, φησί, συνήφθη ὁ θεός, τέλειος τελείῳ, δύο ἂν ἦσαν, εἷς μὲν φύσει | |
20 | υἱὸς θεοῦ, εἷς δὲ θετός. ἡδέως ἂν μάθοιμι παρὰ τῶν τὰ τοιαῦτα πεπαιδευμένων, οἳ τὸν ἔννουν καὶ τέλειον ἄνθρω‐ πον υἱὸν θετὸν λέγουσι, τὸν ἀνόητον ἄνθρωπον—οὕτω γὰρ πάντως τὸν μὴ ἔχοντα νοῦν ὀνομάζουσι—τί προσεροῦσιν; ὁ γὰρ μονογενὴς θεὸς αὐτὸς καθ’ ἑαυτὸν ἀνελλιπὴς καὶ τέλειος | |
25 | ὢν τὴν τοῦ ἀληθινοῦ υἱοῦ προσηγορίαν ἔχει ἐπαληθευούσης τὴν κλῆσιν τῆς φύσεως· ἡ δὲ προσθήκη τοῦ ἡμιτελοῦς ἀνθρώπου ποῖον ὄνομα ἔχει; εἰ γὰρ ὁ τέλειος ἄνθρωπος θετὸς υἱὸς κατὰ τὸν Ἀπολινάριον λέγεται, καὶ ὁ ἡμιτελὴς ἄνθρωπος, καθ’ ὃ ἄν‐ θρωπος, ἡμίθετος δηλονότι υἱὸς καὶ οὗτος ὀνομασθήσεται, | |
30 | ἡμισεύων ἐφ’ ἑαυτοῦ τὴν τοῦ θετοῦ κλῆσιν· ὥστε κυριώτερον | |
εἰπεῖν ἐκεῖνον μὲν τέλειον τὸν θετὸν εἶναι, τοῦτον δὲ | 199 | |
3,1200 | ἥμισυν ἢ τὸ τριτημόριον λείποντα κατὰ τὸ βούλημα τῶν ταῖς τοιαύταις τομαῖς μιστυλλόντων τὸν ἄνθρωπον. ἀλλ’ εἰ ἀνάρμοστόν ἐστι τῷ θεῷ τὸ θετὸν ἔχειν υἱόν, ὁμοίως πάντως καὶ ἐπὶ τοῦ τελείου καὶ ἐπὶ τοῦ ἀτελοῦς ἐστι τὸ | |
5 | ἀνάρμοστον· μᾶλλον δὲ καὶ πλέον ἐν τῷ ἠκρωτηριασμένῳ τὸ ἄτοπον. εἰ γὰρ αἰσχρόν τι καὶ ἔξω τῆς θεοπρεποῦς ὑπολήψεως τὸ ἄρτιον τῆς ἀνθρωπίνης φύσεως ἐνομίσθη περὶ τὸ θεῖον βλεπόμενον, πολλῷ μᾶλλον αἰσχρὸν ἂν εἴη τὸ λελωβημένην περὶ αὐτὸν καθορᾶσθαι τὴν φύσιν. οὐ γὰρ ἐπειδὴ νοῦς οὐκ | |
10 | ἔστι, διὰ τοῦτο ἡ σὰρξ πρὸς τὴν τοῦ πατρὸς φύσιν οἰκείως ἔχει, ἀλλὰ τῆς μὲν τοῦ πατρὸς οὐσίας, ὁμοίως ..... ἄνθρωπος καὶ ὅλος καὶ τὸ μέρος κεχώρισται κατὰ τὸν τῆς φύσεως λόγον, καὶ οὐθέτερον τῶν ἐν ἡμῖν, οὔτε ὁ νοῦς οὔτε τὸ σῶμα, πρὸς τὴν ὑπερκειμένην φύσιν τῷ λόγῳ τῆς οὐσίας | |
15 | ᾠκείωται. κἂν οὐράνιόν τι σαρκὸς εἶδος ἀναπλάσῃ περὶ τὸ θεῖον ὁ μῦθος, οὐδὲν μᾶλλον διὰ τοῦτο ὁμοούσιον εἶναι τῷ θεῷ καὶ πατρὶ τὴν σάρκα ἐκείνην ὁ λελογισμένος συνθήσεται. εἰ δὲ ἠλλοτρίωται τῆς πατρικῆς οὐσίας ἡ σάρξ, πῶς ἂν εἴη υἱὸς τὸ ἀλλότριον; ἀνάγκη γὰρ πᾶσα τὸ ἀληθῶς ἔκ τινος ὂν | |
20 | ἐκεῖνο κατὰ τὴν οὐσίαν εἶναι ὅπερ ὁ γεννήσας ἐστίν. ἀλλὰ μὴν ὁ πατὴρ σὰρξ οὐκ ἔστιν· οὐδ’ ἂν ὁ ἐξ ἐκείνου πάντως σὰρξ εἴη· τὸ γὰρ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμα καὶ οὐχὶ σὰρξ εἶναι λέγεται. εἰ οὖν μὴ ἔστιν ἐκ τοῦ πατρὸς ἡ σάρξ, υἱὸς οὐκ ἔστιν. τί οὖν ὀνομασθήσεται; ὅπερ γὰρ ἂν τῇ | |
25 | οὐρανίᾳ ἐκείνῃ τῇ μυθοποιηθείσῃ παρὰ τοῦ λογογράφου ἐπινοήσωσιν ὄνομα, τοῦτο ἡμεῖς τῇ ἐξ ἀνθρώπων ἀναληφθεί‐ σῃ σαρκὶ κατὰ τὸ ἀκόλουθον ἐπιθήσομεν καί, ὅπερ ἂν τὸ | |
ἡμέτερον ὀνομάσωσιν, τῷ αὐτῷ ὀνόματι κἀκεῖνο κληθήσεται. | 200 | |
3,1201 | οὐκ ἔστιν υἱὸς τὸ γήϊνον, οὐδὲ ἐκεῖνο πάντως. θετὸς υἱὸς τὸ γήϊνον, οὐκοῦν κἀκεῖνο. υἱῶν δυὰς ἐνταῦθα, κἀκεῖ πάντως. εἷς υἱὸς ἐν ἐκείνῳ ἡ σὰρξ καὶ ἡ θεότης, τοῦτο καὶ ὧδε. ἐπειδὴ γὰρ ὁμοίως ἀφέστηκε τῆς θείας οὐσίας ἡ κτίσις πᾶσα, | |
5 | τὸ μὲν ἔξω εἶναι τῆς τοῦ πατρὸς φύσεως τό τε γήϊνον καὶ οὐράνιον ἐπίσης συνωμολόγηται. λείπεται δὲ, ὅπερ ἂν τῷ σκοπῷ τῆς φιλανθρωπίας συμβαίνῃ, τοῦτο εὐλογώτερον περὶ τὸν θεὸν οἴεσθαι, ὄνομα δὲ αὐτῷ ἴδιον ἐφευρίσκειν μηδέν, ἀλλὰ τῷ πλεονάζοντι καὶ ἐπικρατοῦντι συνονομά‐ | |
10 | ζεσθαι, καθάπερ ἐπὶ τοῦ πελάγους γίνεται· εἰ γάρ τις στα‐ γόνα ὄξους ἐπιβάλοι θαλάττῃ καὶ ἡ σταγὼν θάλασσα γίνεται συμμεταποιηθεῖσα τῇ θαλασσίᾳ ποιότητι, οὕτως ὁ ἀληθινὸς υἱὸς καὶ μονογενὴς θεός, τὸ ἀπρόσιτον φῶς καὶ ἡ αὐτοζωὴ σοφία τε καὶ ἁγιασμὸς καὶ δύναμις καὶ πᾶν ὑψηλὸν ὄνομά τε | |
15 | καὶ νόημα—ταῦτα ὁ διὰ σαρκὸς φανερωθεὶς τοῖς ἀνθρώποις ἐστί· τῆς δὲ σαρκὸς τῇ ἰδίᾳ φύσει σαρκὸς οὔσης, μετα‐ ποιηθείσης δὲ πρὸς τὸ τῆς ἀθανασίας πέλαγος, καθώς φησιν ὁ ἀπόστολος ὅτι Κατεπόθη τὸ θνητὸν ὑπὸ τῆς ζωῆς, συμμετεβλήθη καὶ πάντα τὰ κατὰ τὴν σάρκα τότε φαινόμενα | |
20 | πρὸς τὴν θείαν τε καὶ ἀκήρατον φύσιν· οὐ βάρος, οὐκ εἶδος, οὐ χρῶμα, οὐκ ἀντιτυπία, οὐ μαλακότης, οὐχ ἡ κατὰ τὸ ποσὸν περιγραφή, οὐκ ἄλλο τι τῶν τότε καθορωμένων οὐδὲν παραμένει, τῆς πρὸς τὸ θεῖον ἀνακράσεως εἰς τὰ θεϊκὰ ἰδιώματα τὸ ταπεινὸν τῆς σαρκώδους φύσεως ἀναλαβούσης. | |
25 | ὥστε κίνδυνός ἐστιν οὐδεὶς εἰς τετράδα ἡμῖν τὸν τῆς τριάδος λόγον πλατύνεσθαι, καθὼς ὁ Ἀπολινάριος λέγει, οὐδὲ τοὺς ἀγγέλους τῷ ἀνθρώπῳ δουλαγωγοῦ‐ μεν, ὡς ὁ ἐκείνου μῦθος καθ’ ἡμῶν λέγει. οὐ γὰρ ἀνθρώπῳ δουλεύουσιν οἱ τῷ δεσπότῃ ἑαυτοὺς ὑποκύπτοντες οὐδὲ ἐπαισ‐ | |
30 | χύνονται προσκυνοῦντες τῷ διὰ σαρκὸς τῇ οἰκουμένῃ ἐπιδη‐ | |
μήσαντι· Ὅταν γὰρ εἰσαγάγῃ τὸν πρωτότοκον, φησίν, εἰς τὴν | 201 | |
3,1202 | οἰκουμένην, λέγει· καὶ προσκυνησάτωσαν αὐτῷ πάντες οἱ ἄγγελοι αὐτοῦ. μία δὲ εἴσοδος ἐπὶ τὴν οἰκουμένην ἡ διὰ τοῦ τόκου ἐστὶ καὶ οὐκ ἔστιν ἑτέρως ἐντὸς τοῦ βίου τῶν ἀνθρώπων γενέσθαι μὴ ταύτῃ τῇ εἰσόδῳ χρησάμενον. | |
5 | οὐκοῦν τὴν διὰ σαρκὸς αὐτοῦ γένεσιν εἴσοδον εἰς τὴν οἰκου‐ μένην ὀνομάζει ὁ λόγος. εἰ οὖν εἰσελθόντι αὐτῷ εἰς τὴν οἰκουμένην πάντες προσκυνοῦσιν οἱ ἄγγελοι, ἡ δὲ εἴσοδος διὰ σαρκός ἐστι γένεσις, οὐχ ἡμεῖς δουλαγωγοῦμεν τῷ δεσ‐ πότῃ τὸ ἴδιον κτῆμα, ἀλλ’ αὐτὴ τῶν ἀγγέλων ἡ φύσις οὐκ | |
10 | ἀγνοεῖ τὴν ὑπερκειμένην ἑαυτῆς δεσποτείαν, ὥστε σιγάτω προστιθεὶς ἐκεῖνα τῷ λόγῳ τὰ μάταια 〈ὅτι〉 τὰ ἄνω ποιοῦμεν κάτω, θεοφόρους ἀγγέλους θεοφόρῳ ἀνθρώπῳ καταδου‐ λοῦντες. Ἔτι πρὸς τούτοις φησίν· Εἰ ὁ θεὸν δεξάμενος | |
15 | θεός ἐστιν ἀληθινός, πολλοὶ ἂν εἶεν θεοί, ἐπειδὴ πολλοὶ δέχονται τὸν θεόν. τί οὖν καὶ πρὸς τοῦτο ἡμεῖς; ὅτι μὲν Ὁ θεὸς ἦν ἐν Χριστῷ, κόσμον ἑαυτῷ καταλ‐ λάσσων, ἱκανὸς εἰς μαρτυρίαν ὁ μέγας Παῦλος. εἰ δὲ διὰ τοῦτο οἴεται ὁ λογογράφος πλῆθος θεῶν παρ’ ἡμῶν ἐπεισά‐ | |
20 | γεσθαι τῷ κηρύγματι, ὅτι ὁμολογοῦμεν ἐν Χριστῷ τὸν θεὸν ἑαυτῷ καταλλάσσειν τὸν κόσμον, ὡς καὶ ἐν ἀνθρώποις τοῦ θεοῦ γινομένου, ταῦτα ἀποκρινούμεθα· εἰ πολλαὶ μητέρες παρθένοι καὶ πρὸς πολλὰς ἡ μυσταγωγία τοῦ Γαβριὴλ καὶ πρὸς ἑκάστην ἡ τοῦ ἁγίου πνεύματος ἐπέλευσις καὶ ἡ τῆς | |
25 | τοῦ ὑψίστου δυνάμεως παρουσία· καὶ εἰ περὶ πολλῶν οἱ προφῆται τὴν χάριν κηρύσσουσιν ὥστε πληθυντικῶς λέγειν· παιδία ἐγεννήθησαν ἡμῖν καὶ υἱοὶ ἐδόθησαν ἡμῖν καὶ αἱ παρθένοι ἐν γαστρὶ λήψονται καὶ τὰ ὀνόματα τῶν τεχθέντων πάντων Ἐμμανουήλ ἐστιν, εἰ πάντες πεζῇ τῶν κυμάτων | |
30 | ἐπιβατεύουσι καὶ τῇ ἀφράστῳ δυνάμει τὰς τοσαύτας χιλιάδας | 202 |
3,1203 | ἐπ’ ἐρημίας τρέφουσιν αὔξοντες τῷ κόρῳ τὸν ἄρτον τὸν ἐν ταῖς χερσὶ τῶν μαθητῶν γεωργούμενον, εἰ πάντες νεκροὺς τετραημέρους ἐκ τῶν χωμάτων ἐγείρουσιν, εἰ πάντες ἀμνοὶ τοῦ θεοῦ γίνονται καὶ ὑπὲρ ἡμῶν πάσχα θύονται καὶ τῷ | |
5 | σταυρῷ προσηλοῦσι τὴν ἁμαρτίαν καὶ καταλύουσι τοῦ θα‐ νάτου τὸ κράτος καὶ εἰς ὀφθαλμοὺς τῶν μαθητῶν εἰς οὐρανοὺς ἀνατρέχουσι καὶ ἐν δεξιᾷ τοῦ πατρὸς καθέζονται, εἰ πάντες ἐλεύσονται κρῖναι τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ ἐν ὀνόματι πάντων ἡ τῶν ἐπουρανίων τε καὶ ἐπιγείων καὶ κατα‐ | |
10 | χθονίων γλῶσσα ἐξομολογεῖται, δώσομεν τὸ πολλοὺς εἶναι θεούς, εἴπερ ἐν τούτοις εἶεν οἱ πολλοὶ τοῖς γνωρίσμασιν. εἰ δὲ εἷς κύριος Ἰησοῦς, δι’ οὗ τὰ πάντα, καὶ Ἐξ αὐτοῦ καὶ δι’ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα, καὶ περὶ μόνον αὐτὸν ἡ τοιαύτη τῶν θεοπρεπῶν ὀνομάτων ἀπαρίθμησις, τίς κίνδυνος | |
15 | πολλοὺς ἀναπλασθῆναι θεούς, ὅταν λέγωμεν θεὸν διὰ σαρκὸς ἐμψύχου πεφανερῶσθαι; ὅτι γὰρ ἄνθρωπος τὸ φαινόμενον ἦν, τίς οὕτω τῶν εὐαγγελικῶν διδαγμάτων ἀνήκοος, ὡς ἀγνοεῖν τὸ παρ’ αὐτοῦ τοῦ σωτῆρος πρὸς τοὺς Ἰουδαίους λεγόμενον· Νυνὶ δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς | |
20 | τὴν ἀλήθειαν ὑμῖν λελάληκα; ὁρᾷς ἐν τοῖς λεγομένοις, τί τὸ ἀποκτεινόμενον ὁ λόγος ὑπέδειξεν εἰπών· Ζητεῖτέ με ἀπο‐ κτεῖναι; οὐ τὴν ἀλήθειαν, ἀλλὰ τὸν ἄνθρωπον, δι’ οὗ ἐφθέγ‐ γετο ἡ ἀλήθεια. οὐ γὰρ ἄνθρωπος ἦν ὁ λαλῶν τὴν ἀλήθειαν· ἀλλὰ δηλονότι ὁ μὲν λαλῶν θεὸς ἦν, ὁ δὲ ἄνθρωπος ἐμεσίτευε | |
25 | πρὸς τοὺς ἀνθρώπους τῇ ἰδίᾳ φωνῇ τὸ λεγόμενον. δι’ ὃ καὶ μεσίτης λέγεται θεοῦ καὶ ἀνθρώπων ὡς οὐ δυναμένης τῆς ἀνθρωπίνης φύσεως ἀκράτῳ προσμῖξαι τῇ τοῦ θεοῦ συνουσίᾳ καὶ διὰ τοῦτο δεομένης τῆς συγγενοῦς αὐτῇ καὶ κατὰ φύσιν φωνῆς, δι’ ἧς εἰκὸς χωρεῖσθαι τὴν ἄνωθεν δύναμιν. κατα‐ | |
30 | λειπτέον καὶ τοῦτο, πρὸς δὲ τὸ ἐφεξῆς τρεπτέον τὸν λόγον. | 203 |
3,1204 | Οὐδέν, φησίν, οὕτως ἥνωται πρὸς θεὸν ὡς ἡ σὰρξ ἡ προσληφθεῖσα. ὢ τῆς περιεσκεμμένης αὐτοῦ ἀπο‐ φάσεως! οὐδὲν οὕτως ἥνωται πρὸς θεὸν ὡς ἡ σάρξ, οὐδὲ ἡ ἀγαθότης οὐδὲ ἡ ἀϊδιότης οὐδὲ ἡ ἀφθαρσία οὐδὲ τὸ ἐπὶ | |
5 | πάντων κράτος οὐδὲ ἄλλο τι τῶν θεοπρεπῶν νοημάτων, ἀλλὰ πάντα ταῦτα τῆς σαρκός ἐστι δεύτερα συγκρίσει τῇ πρὸς τὸν θεὸν καὶ τῇ πρὸς ταύτην τῆς τοῦ θεοῦ ἑνώσεως καὶ σαρκὸς τῆς ἐπικτηθείσης. ὁμολογεῖ αὐτὸ τοῦτο ὁ λογογράφος· ὁ γὰρ προσειλῆφθαι αὐτὴν εἰπὼν τὸ ἐπιγεννηματικὸν αὐτῆς | |
10 | ἐνεδείξατο. Καὶ τοῦτο παραδραμούμεθα τὰ ἐφεξῆς ὡς αὐτόθεν ἔχοντα τὸν ἔλεγχον τῆς ἀσυστάτου μυθοποιΐας καὶ ἀβλαβῆ ὄντα τοῖς ἐντυγχάνουσι σιωπήσαντες· προθεὶς γὰρ τὸ μηδὲν ἄλλο τῶν ἐπὶ θεοῦ γενομένων οὕτως ἡνῶσθαι τῷ | |
15 | κυρίῳ, ὡς ἥνωται πρὸς αὐτὸν ἡ προσληφθεῖσα σάρξ, 〈ἐπεὶ〉 ἐπήγαγεν ἐν τῷ συμπεράσματι, ὅτι τὰ μὴ οὕτως ἡνωμένα οὐδ’ οὕτω προσκυνητά, ἑτέραν ἐπιτίθησι κορωνίδα· Οὐδὲν δὲ οὕτως προσκυνητὸν ὡς ἡ σὰρξ τοῦ Χριστοῦ. ταῦτα ὡς καὶ παιδίοις γνώριμον ἔχοντα τὴν ἀτοπίαν μετὰ | |
20 | τῆς ἀνοίας σιωπησόμεθα. εἴποι γὰρ ἂν καὶ τὰ ταῖς ἀγοραῖς ἐγκαθήμενα παιδία καὶ παίζοντα ὅτι, εἰ μηδὲν οὕτως ἐστὶ προσκυνητὸν ὥσπερ ἡ σάρξ, ἄρα σεβασμιωτέρα ἐστὶν ἡ τοῦ Χριστοῦ σὰρξ καὶ αὐτῆς τῆς τοῦ πατρὸς μεγαλειότητος καὶ τῆς παντοδυνάμου ἐξουσίας καὶ τῆς πάντων ἀρχῆς καὶ εἴ | |
25 | τι ἄλλο χωρεῖ ἡ φύσις ἡμῶν περὶ τῆς θείας δυνάμεως φθέγ‐ γεσθαι, ὥστε καταλιπόντας τὸ προσκυνεῖν τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον μόνην σέβεσθαι καὶ προσ‐ κυνεῖν τὴν παρὰ τούτου προτετιμημένην σάρκα καὶ ἐν ἐκείνῃ τὸ κατὰ πάντων τίθεσθαι κράτος. ὅμοιον δὲ τοῖς προαποδεδο‐ | |
30 | μένοις καὶ τὸ ἐφεξῆς ἐπιχείρημα· Ἡ σὰρξ τοῦ κυρίου, | |
φησί, προσκυνεῖται, καθὸ ἕν ἐστι πρόσωπον καὶ | 204 | |
3,1205 | ἓν ζῷον μετ’ αὐτοῦ. δύο μνημονεύσας πραγμάτων, κυρίου καὶ σαρκὸς κυρίου, ἓν ζῷον τὰ δύο ἐποίησεν. νῦν ἀποκαλύπτει σαφῶς τὸ ἐν τῇ ἐπιγραφῇ τοῦ λόγου δηλούμενον, ἐν ᾗ διδάσκειν κατεπαγγέλλεται περὶ τῆς θείας σαρκώσεως | |
5 | τῆς καθ’ ὁμοίωσιν ἀνθρώπου· ἐπειδὴ γὰρ ψυχῆς σώματι συνδραμούσης ἐκ τῆς τῶν ἑτερογενῶν τούτων μίξεώς τε καὶ κοινωνίας συνίσταται ἡ ἀνθρωπίνη ζωὴ καὶ οὐκ ἄν τις ἄλλο τι τὴν σύστασιν ἡμῶν ὁρίσαιτο πλὴν σώματος καὶ ψυχῆς κοινωνίαν, τοῦτο αὐτὸ καὶ περὶ τὴν θείαν φύσιν | |
10 | φαντασθεὶς ὁ λογογράφος εὐθὺς ἔν τε τῇ ἐπιγραφῇ τοῦ λόγου διδάσκειν κατεπαγγέλλεται, ὅτι καθ’ ὁμοίωσιν ἀνθρώπου καὶ τὸ θεῖον ἐν σαρκὶ θεωρεῖται, καὶ νῦν ἐν τῷ μέρει τούτῳ τοῦ λόγου σαφῶς κατασκευάζει, ὅτι ἕν ἐστι πρόσωπον καὶ ζῷον ἓν ἥ τε σὰρξ καὶ ὁ κύριος, ὡσανεὶ λέγοι Παῦλον τὸν | |
15 | αὐτὸν εἶναι τῷ κρυπτῷ τὸν φαινόμενον διὰ τὴν τοῦ σώματος πρὸς τὴν ψυχὴν συμφυΐαν. τί οὖν ἄρα ἐπεξιέναι προσήκει τοῖς εἰρημένοις καὶ ἀντιμάχεσθαι; καὶ πῶς οὐκ ἄν τις ἡμᾶς ἀφραίνειν κατῃτιάσατο τοῖς παρεξευρημένοις τῶν νοημάτων ἐνισταμένους; οὐκοῦν τὸ μετὰ τοῦτο κατανοήσωμεν. Εἰ | |
20 | μηδέν, φησί, ποίημα προσκυνητὸν μετὰ τοῦ κυρίου ὡς ἡ σὰρξ αὐτοῦ. τίς ἀγωνοθετήσει περὶ τῶν ἐν ἀσεβείᾳ πρωτείων ἀγωνιζομένῳ τῷ Ἀπολιναρίῳ πρὸς τὸν Εὐνόμιον; τίς ἄρα τῶν ἀριστείων ἐν τοῖς κατὰ τῆς ἀληθείας ἱδρῶσιν ἀξιωθήσεται; τάχα ἄκριτος ἐπ’ ἀμφοτέρων | |
25 | ἡ νίκη τῷ ἀμφηρίστῳ καὶ ἰσοπαλεῖ τῆς ἀσεβείας καταλειφ‐ θήσεται. ὁ μὲν γὰρ ποίημα τὸν μονογενῆ θεὸν λέγων νοερόν τε αὐτὸν καὶ ἔξω τῆς ἀντιτύπου φύσεως εἶναι οὐκ ἀπομάχεται· οὗτος δὲ σύνθετον ἐξ ἀρχῆς αὐτὸν ἐξ ἑτεροφυῶν ἀναπλάσας, ἐκ σαρκός τε καὶ θεότητος συγκεκροτημένον, ἓν εἶναι ζῷον | |
30 | κατασκευάζει καθ’ ὁμοίωσιν τῆς ἀνθρωπίνης φύσεως. | 205 |
3,1206 | ἡ μὲν γὰρ τοῦ ποιήματος προσκύνησις ἐπ’ ἀμφοῖν ἴση· ἀλλ’ ἐκεῖνος μὲν τὴν νοεράν τε καὶ ἀσώματον φύσιν πεποιῆσθαί φησιν· οὗτος δὲ προστίθησι καὶ τὸ σαρκώδη φύσιν εἶναι περὶ τὸ ποίημα καὶ ταύτην προσκυνεῖσθαι πλέον τῶν λοιπῶν ποιη‐ | |
5 | μάτων ὡς καὶ ἄλλοις ποιήμασι προσαγομένης τῆς προσκυ‐ νήσεως, ὃ καὶ τοῖς τὰ Εὐνομίου πρεσβεύουσιν ἀσεβὲς εἶναι ὁμολογεῖται. οὐκοῦν ἐχέτω κατὰ τοῦ Εὐνομίου τὰ νικητήρια καὶ ἐπαγαλλέσθω τοῖς τῆς ἀσεβείας στεφάνοις καλλωπιζόμενος· ὅσῳ γὰρ ἐν τῇ ἀνθρωπίνῃ φύσει τῆς ψυχῆς | |
10 | τὸ σῶμα καταδεέστερον, τοσοῦτον ἐν τοῖς τὰ ποιήματα προσκυνοῦσιν ὁ τὴν σάρκα προσκυνεῖν νομοθετῶν τῶν τὸ νοερὸν ποίημα σεβομένων ἐν τῷ λόγῳ τῆς ἀσεβείας ἐστὶν ἀτοπώτερος, καὶ μάλιστα, εἰ καὶ ἄλλα προσκυνεῖσθαι ποιή‐ ματα λέγοι, ὧν τὸ πλέον ἡ σὰρξ διὰ συγκρίσεως κατὰ τὴν | |
15 | προσκύνησιν ἔχει· Οὐδὲν γάρ, φησί, ποίημα προσκυνη‐ τὸν ὡς ἡ σὰρξ τοῦ κυρίου. πάντα μὲν γὰρ ἐπίσης κάτω τῆς θείας ἐστὶ δυνάμεως, ὅσαπερ ἐν τῇ κτίσει κατα‐ λαμβάνεται, κἂν ἀσώματον ᾖ κἂν μετὰ σώματος. ἀλλ’ ἔχει πρὸς ἑαυτὴν ἡ κτίσις διὰ συγκρίσεως ὑπερβολὴν καὶ ἐλάττω‐ | |
20 | σιν, τῆς τῶν ἀσωμάτων φύσεως προτερευούσης παρὰ τὴν αἰ‐ σθητήν τε καὶ σωματώδη κατάστασιν. ὥστε καθὸ μὲν τῷ ποιήματι λατρεύειν οἴονται δεῖν Εὐνόμιός τε καὶ Ἀπολινά‐ ριος, ἰσοπαλεῖς ἐν τῷ λόγῳ τῆς ἀσεβείας εἰσὶ καὶ ἀμφήριστοι· ὁ δὲ τῇ σαρκὶ παρὰ τὴν νοερὰν φύσιν τὰ πρωτεῖα νέμων τὸ | |
25 | πλέον εἰς ἀσέβειαν ἔχει. ἀκουσάτωσαν οἱ μαθηταὶ τῆς ἀπάτης πρὸς τίνα τῷ διδασκάλῳ αὐτῶν καὶ περὶ τίνων ἡ ἅμιλλα. Ἴδωμεν δὲ καὶ τὴν ἐφεξῆς ἀλυκτοπέδην, κατ’ αὐτὸν εἰπεῖν τὸν Ἀπολιναρίου διδάσκαλον, ἣν ταῖς ἀλύτοις σειραῖς τῶν συλλογισμῶν διασφίγξας προτείνεται. Εἰ ἄνθρωπον, | |
30 | φησίν, οἴεταί τις ἑνοῦσθαι θεῷ παρὰ πάντας ἀν‐ | |
θρώπους καὶ ἀγγέλους. ἄρα χρὴ καὶ τὴν ἐν τούτοις | 206 | |
3,1207 | διεξετάζειν διάνοιαν. ἀλλ’ ὅμοιον ἂν εἴη ψυχὴν ἐν λίθῳ ζητεῖν καὶ ἐν ξύλῳ φρόνησιν καὶ ἐν τοῖς ἐκτεθεῖσι ῥήμασιν ἔμφασίν τινος ἐνθυμήσεως, οὐ λέγω τῆς κρείττονος, ἀλλὰ τῆς γοῦν εἰς τὸ ἀσεβὲς συντελούσης· μᾶλλον δ’ ἂν ἐκ τῆς | |
5 | συμφράσεως μαρτυρηθείη τὸ τῶν λεγομένων ἀδιανόητον. Ποιήσει μὴ αὐτεξουσίους τοὺς ἀγγέλους καὶ τοὺς ἀνθρώπους ὡς οὐδὲ ἡ σὰρξ αὐτεξούσιος. φθορὰ δὲ τοῦ αὐτεξουσίου ζῴου τὸ μὴ εἶναι αὐτεξούσιον· οὐ φθείρεται δὲ ἡ φύσις ὑπὸ τοῦ | |
10 | ποιήσαντος αὐτήν· οὐκ ἄρα ἑνοῦται ὁ ἄνθρωπος θεῷ. βαβαὶ τῆς ἀνάγκης! ὡς ἄλυτοι τῶν συλλογισμῶν αἱ πλεκτάναι! ἀφαιρεῖται τῶν ἀνθρώπων καὶ τῶν ἀγγέλων τὸ αὐτεξούσιον ἡ πρὸς τὸ θεῖον ἕνωσις καὶ φθορὰ τοῦ αὐτε‐ ξουσίου ζῴου τὸ μὴ εἶναι αὐτεξούσιον γίνεται, καὶ εἰ ταῦτα | |
15 | τεθείη, ἀποδείκνυται τὸ μὴ ἑνοῦσθαι ἄνθρωπον θεῷ. τί τοιοῦτον οἱ ἐγγαστρίμυθοι, τί δὲ οἱ ἐκ γῆς φωνοῦντες καὶ ἐγκαρδίους μαντείας πεπαιδευμένοι παραπλήσιον τούτοις ἀποφοιβάζου‐ σιν; ἀφαιρεῖται τῶν ἀνθρώπων καὶ τῶν ἀγγέλων ἡ αὐτε‐ ξουσιότης, ἐὰν ἑνωθῇ τῷ θεῷ τὸ ἀνθρώπινον. μὴ οὐκ ἦν | |
20 | ἄνθρωπος ὁ εἰπὼν Νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα; μὴ οὐκ ἀνεκράθη τῇ θείᾳ φύσει ὁ πᾶσαν τὴν θεϊκὴν δύναμιν ἐν ἑαυτῷ δεικνὺς κατ’ ἐξουσίαν ἐνεργῶν ὅπερ ἐβούλετο; εἰ μὲν οὖν οὐκ ἐγένετο τοῦτο ἐν ἐκείνῳ καὶ ἐν τούτῳ ἐκεῖνο, παραγραφέσθω τὴν | |
25 | εὐαγγελικὴν μαρτυρίαν, ψεύδους πάντως καὶ ὁ Παῦλος ἁλώ‐ σεται καὶ οἱ προφῆται καὶ πάντες οἱ τὰ θαύματα περὶ τοῦ κυρίου προκαταγγέλλοντες καὶ οἱ τὰ μετὰ ταῦτα γεγονότα διηγησάμενοι. εἰ δὲ ἀληθῶς γέγονε τοῦτο καὶ θεὸς ἐφανερώθη ἐν σαρκὶ καὶ ἡ σὰρξ ἡ ἀνακραθεῖσα τῇ θείᾳ φύσει ἓν πρὸς | |
30 | ἐκείνην ἐγένετο, ἄρα κατὰ τὸν ποιητικὸν μῦθον ἀπόλωλε τῇ | |
ἀνθρωπίνῃ φύσει τὸ αὐτεξούσιον καὶ κατεδουλώθησαν | 207 | |
3,1208 | 〈οἱ〉 ἄγγελοι, ἐπειδὴ τοῦτο ἐγένετο, ζημιωθέντες τοῦ αὐτεξου‐ σίου τὴν χάριν. ὢ τῆς παραλόγου καινοφωνίας! οἵα δὲ καὶ ἡ ἐπαγωγὴ τὸ λέγειν· Φθορὰ δὲ τοῦ αὐτεξουσίου ζῴου ἐστὶ τὸ μὴ εἶναι αὐτεξούσιον. ἄρα οὐκ | |
5 | ἀριθμεῖ τὸ οἰκετικὸν ἐν τοῖς ζῴοις, ὅτι μὴ αὐτεξουσίως οἰκονομεῖται παρὰ τὸν βίον τῇ ἐπικρατούσῃ δυναστείᾳ δεδουλωμένον; ἐν γὰρ τῷ αὐτεξουσίῳ τὸ ζῷον εἶναί τινα ὁ λογογράφος ὁρίζεται· ᾧ δὲ μὴ πάρεστιν ἡ αὐτοκρατὴς τοῦ θελήματος κίνησις, μηδὲ ζῷον οἴεσθαι τοῦτον εἶναι νομοθετεῖ. | |
10 | οὐκοῦν νεκρὸς ἦν ἐκεῖνος ὁ Χαναάν, ὅτε τοῖς ἀδελφοῖς διὰ τὴν ἀταξίαν κατεδουλώθη, νεκρὸς ὁ οἰκέτης τοῦ Ἀβραάμ, νεκρὸς Γιεζὶ τὸ τοῦ Ἐλισσαίου παιδάριον, καὶ ἐν τοῖς μετὰ ταῦτα χρόνοις νεκρὸς ὁ Ὀνήσιμος, νεκροὶ πάντες οἱ ἑκα‐ τοντάρχαι δουλεύοντες. καὶ τί ταῦτα λέγω; τεθνᾶσι πάντες | |
15 | οἱ ὑπεζευγμένοι ταῖς τῶν κρατούντων ἀρχαῖς, ἐν οἷς κωλύεται τὸ αὐτεξούσιον βούλημα. ἀλλὰ καὶ οἷς ὁ Παῦλος νομοθετεῖ ταῖς ὑπερεχούσαις ἐξουσίαις ὑποτάσσεσθαι, νεκροὶ πάντως εἰσί, κἂν ψυχαὶ ὦσι, τῇ ἀπουσίᾳ τοῦ αὐτεξουσίου φθαρέντες καὶ μηκέτι ζῷα εἶναι δυνάμενοι. τοῦτο γὰρ κελεύει τοῦ | |
20 | Ἀπολιναρίου ὁ μῦθος, ἵνα τὴν ἄψυχον ἐκείνην σάρκα συζεύξῃ τῷ ἐπὶ πάντων θεῷ, εἴτ’ οὖν ἄψυχον εἴτ’ οὖν ἀνόητον· πρὸς ἀμφότερα γὰρ ἐπίσης ὁ μῦθος βλέπει. ἀλλὰ τὸ μὲν ἄψυχον νεκρός ἐστι· τὸ δὲ δίχα διανοίας ἔμψυχον κτῆνός ἐστιν, ὅπερ οὐδὲ αὐτὸς οὗτος ἀποφεύγει ὡς ἄτοπον, ἀφαιρούμενος | |
25 | τῆς σαρκὸς ἐκείνης τὸ αὐτεξούσιον· τῶν γὰρ ἀλόγων ἴδιον τὸ μὴ ἐφ’ ἑαυτῶν εἶναι, ἀλλ’ ὑποτετάχθαι τῇ τοῦ ἀνθρώπου ἀρχῇ. Ἀλλ’ ἐάσθω καὶ ταῦτα, πρὸς δὲ τὰ ἐφεξῆς τοῦ λόγου | |
μετέλθωμεν· λέξω δὲ τῇ ἐμαυτοῦ φωνῇ τὴν τοῦ ἐναντίου | 208 | |
3,1209 | διάνοιαν συντομίας χάριν. ἐκ τριῶν εἶναι τὸν ἄν‐ θρωπόν φησι, πνεύματος καὶ ψυχῆς καὶ σώματος, ὡς καὶ τοῦ ἀποστόλου τοῦτο διὰ τῆς πρὸς Θεσσαλονικεῖς ἐπιστολῆς δογματίζοντος, καὶ ἐπάγει τῆς ὑμνῳδίας τῶν | |
5 | τριῶν παίδων τοῦτο τὸ μέρος τὸ Εὐλογεῖτε, πνεύματα καὶ ψυχαὶ δικαίων· εἶτα καὶ τὸ ἐν πνεύματι φησὶ λατρεύειν τῷ κυρίῳ· καὶ τὴν τοῦ εὐαγγελίου φωνὴν παρατίθεται, δι’ ἧς διδασκόμεθα τοὺς προσκυνοῦντας θεῷ ἐν πνεύματι δεῖν προσκυνεῖν. ταῦτα διεξελθὼν προστίθησιν εἶναί τι παρὰ | |
10 | τοῦτο, τὴν σάρκα τὴν ἀντιστρατευομένην τῷ πνεύματι· ταύτην δὲ οὐκ ἄψυχον λέγει, ὡς διὰ τούτου δείκνυσθαι τρίτον εἶναι τὸ πνεῦμα παρὰ τὴν ψυχὴν καὶ τὸ σῶμα. Εἰ οὖν ἐκ τριῶν, φησίν, ὁ ἄνθρωπος, ἄνθρωπος δὲ καὶ ὁ κύριος, ἐκ τριῶν πάντως ἐστὶ καὶ ὁ κύριος, πνεύ‐ | |
15 | ματος καὶ ψυχῆς καὶ σώματος. ἵνα τοίνυν τὸ διη‐ μαρτημένον αὐτοῦ τῆς περὶ τῶν θείων γραφῶν ὑπολήψεως γένηται δῆλον, ἐν ὀλίγῳ τὰ καθ’ ἕκαστον τῶν εἰρημένων διαληψόμεθα. καὶ πρῶτόν γε τὸ ἀποστολικὸν ἐξετάσωμεν. οὐ γὰρ τὸν ἄνθρωπον τρισὶ τμήμασι καταμερίζων ὁ Παῦλος | |
20 | κατά γε τὸν ἡμέτερον λόγον τοῖς Θεσσαλονικεῦσιν ἐκεῖνα γράφει, ὁλοτελῶς αὐτοὺς ἁγιασθῆναι εὐχόμενος τῷ κυρίῳ, ἐν σώματι καὶ ψυχῇ καὶ πνεύματι· ἀλλά τίς ἐστι φιλοσο‐ φία περὶ τῆς κατὰ τοῦτον τὸν βίον προαιρέσεως διαφόρως ὑψηλοτέρα, οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἐν οἷς πρὸς τοὺς | |
25 | Κορινθίους ποιεῖται τὸν λόγον. οἶδε γὰρ ἐκεῖ τινα σάρκινον ἄνθρωπον καὶ πνευματικὸν πάλιν ἕτερον καὶ διὰ μέσου τῶν δύο τὸν ψυχικόν· τὸν μὲν ἐμπαθῆ καὶ ὑλώδη σάρκινον προσαγορεύων, τὸν δὲ μὴ βαρούμενον τῷ ἐφολκίῳ τοῦ σώματος ἀλλ’ ἐν τοῖς ὑψηλοῖς τὴν διάνοιαν ἔχοντα πνευ‐ | |
30 | ματικὸν ὀνομάζων, τὸν δὲ μηθέτερον ἀκριβῶς ὄντα καὶ | 209 |
3,1210 | πρὸς ἑκάτερον ἔχοντα τὴν κοινωνίαν ψυχικὸν ἀποκαλῶν. ταῦτα δὲ λέγων οὔτε τὸν σάρκινον τῆς κατὰ τὸν νοῦν ἢ τὴν ψυχὴν ἐνεργείας ἐστερῆσθαι λέγει οὔτε τὸν πνευματικὸν τῆς πρὸς τὸ σῶμα καὶ τὴν ψυχὴν συμπλοκῆς ἀλλότριον δείκνυσιν | |
5 | οὐδὲ τὸν ψυχικὸν ἢ ἄνουν ἢ ἄσαρκον ὑποτίθεται, ἀλλ’ ἐκ τοῦ πλεονάζοντος τὰς ἐπωνυμίας ταῖς προαιρέσεσι τίθεται. Ὅ τε γὰρ ἀνακρίνων τὰ πάντα καὶ ὑπ’ οὐδενὸς ἀνακρινόμενος καὶ ἔνσαρκός ἐστι καὶ ἔμψυχος καὶ πνευματικὸς ὀνομάζεται· καὶ ὁ κατὰ τῆς εὐνῆς τῆς πατρῴας τῷ τῆς σαρκὸς πάθει | |
10 | λυσσήσας οὔτε ἄψυχος ἦν οὔτε διανοίας κεχώριστο· ὡσαύ‐ τως δὲ καὶ ὁ μέσως ἔχων τοῦ τε ἐπαινετοῦ καὶ τοῦ κατε‐ γνωσμένου ἐν ἑκατέροις ἐστὶ καὶ νοῦν ἔχων ἐν ἑαυτῷ καὶ τὴν φύσιν τῆς σαρκὸς περικείμενος. ἀλλά, καθὼς εἴρηται, πρὸς τὰ φαινόμενα τοῦ βίου γνωρίσματα τῆς προσηγορίας | |
15 | κυρίως ἐφαρμοζούσης οἱ μὲν ἀπολαυστικοί τε καὶ φιλήδονοι καὶ πρὸς τὰς ἐριστικὰς φιλονεικίας ἐκθύμως ἔχοντες σάρκινοι λέγονται· οἱ δὲ τὰ πάντα μὲν ἀνακρίνοντες, αὐτοὶ μηδεμίαν παρέχοντες τοῖς βουλομένοις ἀνακρίσεως λαβὴν διὰ τὸ ὑψηλὸν τῆς πολιτείας πνευματικοὶ ὀνομάζονται· ψυχικὸν δὲ | |
20 | τὸν μεταξὺ τούτων ἑστῶτά φησιν, ὃς τοσοῦτον ὑποβέβηκε τοῦτον, ὅσον ἐκείνου ὑπερανέστηκεν. ἐπειδὴ τοίνυν βούλεται τὸν δι’ ἀρετῆς τελειούμενον μὴ μόνον ἐν τῷ ὑψηλῷ μαρτυρεῖ‐ σθαι βίῳ, ἀλλὰ κἄν τι τῶν σωματικῶν ἐνεργῇ πρὸς θεὸν βλέπειν, κἄν τι τῶν μέσων, μηδὲ οὕτως τοῦ θεοῦ ἀπολεί‐ | |
25 | πεσθαι. (Εἴτε γὰρ ἐσθίετε, φησίν, εἴτε πίνετε εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν θεοῦ ποιεῖτε, ὡς καὶ 〈διὰ〉 τῶν σωματικῶν ἀσχολημάτων τοῦ σκοποῦ τῆς θείας δόξης μὴ ἀποπίπτειν.) διὰ τοῦτο τοῖς Θεσσαλονικεῦσιν ἤδη διὰ πάντων πρὸς τὸ κρεῖττον ὑπειλημμένοις ὁλοτελῆ τὸν ἁγιασμὸν διὰ τῆς εὐλο‐ | |
30 | γίας χαρίζεται εἰπών· Ὁ δὲ θεὸς ἁγιάσει ὑμᾶς ὁλοτελεῖς | |
καὶ ὁλόκληρον ὑμῶν τὸ σῶμα καὶ ἡ ψυχὴ καὶ τὸ πνεῦμα, | 210 | |
3,1211 | τουτέστι πᾶν τὸ σωματικὸν καὶ ψυχικὸν καὶ πνευματικὸν ἐπιτήδευμα, πρὸς ἁγιασμὸν βλέποι. οὗτος ὁ ἡμέτερος λόγος. εἰ δέ φησιν ὁ Ἀπολινάριος διὰ τούτου ἰδίως τὸν νοῦν εὐλο‐ γεῖσθαι καὶ τὸ σῶμα πάλιν καὶ τὴν ψυχὴν ἰδιαζόντως | |
5 | διαστεῖλαι τῆς ἐφ’ ἑκάστου τούτων εὐλογίας τὴν δύναμιν, πῶς ὁλόκληρον τὸ σῶμα φυλάσσεται τὸ πάντῃ καὶ πάντως ἐν τῷ θανάτῳ διαπεσούμενον; πῶς ὁλόκληρον τὸ δι’ ἐγκρα‐ τείας ὑποπιεζόμενόν τε καὶ ῥικνούμενον καὶ διὰ τῆς σκληρο‐ τέρας δουλαγωγίας σαθροποιούμενον; πῶς ἄν τις εἴποι τὸν | |
10 | πτωχὸν ἐκεῖνον Λάζαρον μὴ διημαρτηκέναι τῆς εὐλογίας τοῖς τοιούτοις ἕλκεσι βρύοντα καὶ διὰ τῶν ἰχώρων ἐκδαπανώ‐ μενον; ἀλλά, κἂν παράδοξον εἰπεῖν, ἐν ἐκείνῳ τῷ σώματι τῷ διερρυηκότι τοῖς ἕλκεσιν ἐντελὴς ἦν ἡ εὐλογία τοῦ Παύλου· ὁλόκληρον γὰρ αὐτοῦ τὸ σῶμα τῇ ψυχῇ διὰ τῆς πνευματικῆς | |
15 | πολιτείας συνδιεσώθη, ὅτι οὐ κατεσπάσθη ταῖς τῆς σαρκὸς ἀνάγκαις ἀπὸ τῆς ὑψηλοτέρας ἐλπίδος εἴς τι τῶν ἀπρεπῶν νοημάτων· οὐ γὰρ παρέσχεν ἡ σὰρξ τῇ ψυχῇ περισπασμὸν οὐδὲ ἐπεθορυβεῖτο τοῖς πάθεσι τοῖς σωματικοῖς ἡ διάνοια. Ἥ τε τῶν τριῶν ὑμνῳδία παίδων πνεύματα καὶ ψυχὰς | |
20 | δικαίων πρὸς κοινωνίαν τῆς δοξολογίας παραλαμβάνουσα οὐκ ἰδίᾳ τὰς ψυχὰς αἰνεῖν διακελεύεται καὶ ἰδίᾳ τῶν ψυχῶν τὰ πνεύματα, καθὼς ὁ Ἀπολινάριος οἴεται. τίς γὰρ ἂν γένοιτο τῆς ψυχῆς ἰδιάζων αἶνος μὴ διὰ τῆς διανοίας πληρούμενος; ψυχὴ γὰρ διανοίας κεχωρισμένη, καθὼς ἤδη πολλάκις εἴ‐ | |
25 | ρηται, κτῆνός ἐστι τῆς λογικῆς τε καὶ διανοητικῆς ἐνεργείας ἀμέτοχον. τί οὖν ἄρα τὸν νοῦν, καθὼς οὗτός φησιν, ἀποχωρί‐ ζει τῆς ψυχῆς ἡμῶν; δεδόσθω δυνατὸν εἶναι παρὰ τῶν πνευ‐ μάτων πληροῦσθαι τὸν αἶνον τῷ θεῷ, διότι νοῦν εἶναι λέγει τὰ πνεύματα. εἰ δὲ τὴν ψυχὴν ἄλλο τι παρὰ τὸν νοῦν οἴεται, | |
30 | πῶς αἰνέσει τὸν θεὸν ὁ ἀνόητος; τίς ἐξ ἀνοίας ἀρέσει τῷ | |
θεῷ ὑμνῳδία; τίς δ’ ἂν ἔτι χρεία γένοιτο τοῦ νοῦ τῇ ψυχῇ, | 211 | |
3,1212 | εἴπερ ἐπὶ τῆς θείας δοξολογίας αὐτάρκης εἴη καθ’ ἑαυτὴν ὑμνῳδοῦσα καὶ μηδὲν τῆς τοῦ νοῦ συνεργίας προσδεομένη; ἀλλ’ οὐ ταῦτα παρὰ τῶν ἐξηγησαμένων ἡμῖν μεμαθήκαμεν. ἀλλ’ ἐπειδὴ ἰσάγγελοί εἰσιν αἱ ψυχαὶ τῶν σωματικῶν | |
5 | λυθεῖσαι δεσμῶν, καθὼς ὁ κύριος λέγει, διὰ τοῦτο τῇ μετὰ τῶν πνευμάτων συζυγίᾳ τὴν πρὸς τοὺς ἀγγέλους τῶν ψυχῶν ὁμοτιμίαν ὁ λόγος ἐνδείκνυται· πνεύματα γὰρ οἱ ἄγγελοι κατὰ τὸν εἰπόντα προφήτην· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, μεθ’ ὧν ὑμνῳδεῖν οἱ τρεῖς παῖδες καὶ τὰς τῶν | |
10 | δικαίων ἀξιοῦσι ψυχάς. ὁ δὲ σωτὴρ λέγων ἐν πνεύματι δεῖν προσκυνεῖν τὸν θεὸν οὐ τὸν νοῦν δηλοῖ τῇ προσηγορίᾳ τοῦ πνεύματος, ἀλλὰ τὸ μὴ δεῖν σωματικάς τινας περὶ τὸ θεῖον τὰς ὑπολήψεις ἔχειν. ἐπειδὴ γὰρ ἡ Σαμαρεῖτίς φησι πρὸς τὸν κύριον ἐν τῷ ὄρει δεῖν προσκυνεῖν τὸν θεὸν ὡς ἐν περιγεγραμ‐ | |
15 | μένῳ τῷ τόπῳ, ὅπερ οὐκ ἔξω τῆς σωματικῆς ὑπονοίας ἐστί, διὰ τοῦτό φησι πρὸς τὴν πεπλανημένην ἐκ τῆς ἀληθείας ὁ λόγος, ὅτι πνεῦμα ὁ θεός, τουτέστιν ἀσώματος, καὶ τοὺς προσκυνοῦντας αὐτὸν μὴ σωματικῶς δύνασθαι προσεγγίζειν τῷ ἀσωμάτῳ, ἀλλ’ ἐν πνεύματι καὶ ἀληθείᾳ πληροῦν τὴν προσ‐ | |
20 | κύνησιν. ἀντιδιαστέλλει γὰρ τὰς διορθωτικὰς φωνὰς ταῖς διπλαῖς ἀγνοίαις, τὴν μὲν ἀλήθειαν τῷ τόπῳ, τὸ δὲ πνεῦμα ἀντιδιαιρῶν ταῖς σωματικαῖς ὑπολήψεσιν. τούτου χάριν καὶ ὁ Παῦλος οὔτε ἐν τόπῳ οὔτε ἐν σώματι, ἀλλ’ ἐν πνεύματι λατρεύειν φησὶ τῷ κυρίῳ τῇ ἀληθείᾳ ἑπόμενος. τὸ δὲ λέγειν | |
25 | ὅτι Ἡ σὰρξ τῷ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται, αὐτόθεν ἔχει τῆς τοῦ δόγματος αὐτῶν ἀπάτης τὸν ἔλεγχον· τὸ γὰρ ἀντιστρατεύεσθαι καὶ αἰχμαλωτίζειν καὶ μὴ ὑποτάσσεσθαι | |
καὶ πάντα τὰ τοιαῦτα προαιρέσεώς ἐστιν ἐνεργήματα. | 212 | |
3,1213 | νοῦ δὲ μὴ ὄντος οὐδ’ ἂν ἡ προαίρεσις εἴη. οὐκοῦν, ἥν φησιν Ἀπολινάριος σάρκα ἔμψυχον τε καὶ ἐμπροαίρετον, ταύτην οὐδὲ τοῦ νοῦ κεχωρίσθαι ὁμολογεῖ. ἀλλὰ κἂν σὰρξ λέγηται μόνον, τὸν τέλειον τῆς ἀνθρωπότητος λόγον ἐν ἑαυτῇ | |
5 | περιέχει, ὡς μὴ δύνασθαί τινος τῶν συμπληρωτικῶν τῆς φύσεως λείποντος ἔτι τὸ λειπόμενον ἄνθρωπον λέγεσθαι. Ἀλλ’ ἐκ τριῶν, φησίν, ὁ ἄνθρωπος. δεδόσθω τοῦ‐ το, κἂν μὴ κατ’ ἀνάγκην ἡμᾶς ὁ λόγος τῇ συγκαταθέσει προσάγηται. Ἀλλὰ καὶ ὁ κύριος ἄνθρωπος, φησί, | |
10 | λεγόμενος ἐκ τριῶν κἀκεῖνος, πνεύματος καὶ ψυχῆς καὶ σώματος. οὐδὲ τούτῳ τέως ἀντιμαχόμεθα· πάντα γάρ, ὅσα τὴν ἡμετέραν συμπληροῖ φύσιν, καὶ περὶ ἐκεῖνον τὸν ἄνθρωπον εἶναί τις λέγων οὐχ ἁμαρτήσεται. Ἀλλὰ καὶ ἐπουράνιος ἄνθρωπος, περὶ τοῦ κυρίου | |
15 | τοῦτο λέγει, καὶ πνεῦμα ζωοποιοῦν. καὶ ταῦτα δεχόμε‐ θα· ἡμετέρα γάρ, εἰ πρὸς τὸ δέον ἐκληφθείη αὐτῶν ἡ διάνοια. ὁ γὰρ ἀνακραθεὶς τῷ ἐπουρανίῳ καὶ μεταποιήσας διὰ τῆς πρὸς τὸ κρεῖττον ἐπιμιξίας τὸ γήϊνον οὐκέτ’ ἂν χοϊκός, ἀλλ’ ἐπουράνιος λέγοιτο· καὶ ὁ τῷ ζωοποιῷ πνεύματι [ὁ δὲ] ποιῶν | |
20 | ἐφ’ ἡμῶν τὴν ἐνέργειαν καὶ πνεῦμά ἐστι ζωοποιοῦν. ἀλλ’ ἴδω‐ μεν πρὸς τί χρῆται τοῖς εἰρημένοις ὁ λογογράφος. Εἰ ἐκ πάν‐ των, φησί, τῶν ἴσων ἡμῖν ἐστι τοῖς χοϊκοῖς ὁ ἐπου‐ ράνιος ἄνθρωπος, ὥστε καὶ τὸ πνεῦμα ἴσον ἔχειν τοῖς χοϊκοῖς, οὐκ ἐπουράνιος ἀλλ’ ἐπουρανίου θεοῦ | |
25 | δοχεῖον. πολὺ μὲν ἐν τοῖς εἰρημένοις ἐστὶ τὸ ἀσαφὲς καὶ δυσφώρατον διὰ τὴν ἑρμηνευτικὴν ἀτονίαν· πλὴν ἀλλὰ | |
ῥᾴδιον ἀνακαλύψαι τὸ βούλημα. φησὶ γάρ, εἰ μὲν ἐλλιπὴς | 213 | |
3,1214 | εἴη τῷ νῷ ἐκεῖνος ὁ ἄνθρωπος, ἐπουράνιον αὐτὸν εἶναι· εἰ δὲ ἄρτιος εἴη, μηκέτι ἐπουράνιον, ἀλλὰ δοχεῖον γενέσθαι τοῦ ἐπουρανίου θεοῦ. ἐν τούτοις δὲ τί ἄν τις τῶν εἰρημένων πρὸ τοῦ ἑτέρου βδελύξαιτο; | |
5 | τὸ ἐμποδίζεσθαι τῇ ἀρτιότητι τὸ θεῖον οἴεσθαι, ὡς οἰκειο‐ τέρας παρὰ τὸν νοῦν τῆς σαρκὸς οὔσης πρὸς τὴν τῆς θεότητος ἕνωσιν· ἢ τὸ τὸν θεὸν μὲν ἐπουράνιον πιστεύειν εἶναι, τὸν δὲ δεξάμενον ἐν ἑαυτῷ τὸν θεὸν τὸν οὐράνιον μὴ ἐκεῖ εἶναι, ὅπου ὁ θεὸς εἶναι πιστεύεται, ἀλλ’ ἑτέρωθι παρὰ τὸν οὐράνιον | |
10 | εἶναι καὶ ἄλλο τι παρὰ τοῦτο κατονομάζεσθαι; Εἰ γάρ, φησὶν ὁ Ἀπολινάριος, οὐρανίου θεοῦ δοχεῖόν ἐστιν, ὁ δὲ θεὸς ἐν τῷ οὐρανῷ ἄνω, καθὼς ὁ Ἐκ‐ κλησιαστὴς λέγει. ἄρα ὁ χωρήσας ἐν ἑαυτῷ τὸν θεὸν μετὰ τοῦ χωρηθέντος ἐστὶν ἐπουράνιος ἀντὶ χοϊκοῦ κυρίως | |
15 | λεγόμενος· ὡς καὶ δι’ ὧν φησιν ὁ λογογράφος, εἴπερ τὸ ἀκόλουθον τοῖς ἰδίοις λόγοις ἠπίστατο, σαφῶς τὸ δόγμα τῆς ἀληθείας κατασκευάζεται, τῇ σοφίᾳ τῶν ἐχθρῶν κρατυ‐ νόμενον. Ἀλλὰ τὸ ἐφεξῆς ἐξετάσωμεν. Εἰ δὲ ἡμεῖς μέν, φησίν, | |
20 | ἐκ τριῶν, αὐτὸς δὲ ἐκ τεσσάρων, οὐκ ἄνθρωπος, ἀλλὰ ἀνθρωπόθεος. μὴ γελάτω πρὸς τὸ μωροφανὲς τοῦ ῥήματος καὶ ἀνόητον ὁ ἐντυγχάνων τῷ λόγῳ, στεναζέτω δὲ μᾶλλον πρὸς τὴν ἑκούσιον πήρωσιν τῶν τῇ ἀλογίᾳ ταύτῃ δεδουλωμένων. ἐὰν πᾶσα ἡ ἀνθρωπίνη φύσις τῇ ἐπισκηνώσει | |
25 | τῆς θείας δυνάμεως σῴζηται, ἀνθρωπόθεος ὁ θεὸς λόγος ὀνομασθήσεται· καὶ καθάπερ οἱ μῦθοι ἐκ διαφόρων συμπλέ‐ κοντες φύσεων τερατεύονται ζῷον καὶ σχήματα καὶ ὀνόματα ἱππελάφους καὶ τραγελάφους καὶ τὰ τοιαῦτα πλάσσοντές τε καὶ ὀνομάζοντες, οὕτως καὶ ὁ νέος μυθοποιὸς κατὰ τοὺς | |
30 | διδασκάλους αὐτοῦ τῆς ποιήσεως καταχλευάζει τὸ θεῖον | 214 |
3,1215 | μυστήριον. καὶ τοῦ ἀποστόλου διαρρήδην βοῶντος ὅτι Δι’ ἀνθρώπου ἀνάστασις ἐκ νεκρῶν, οὐχ ἡμίσεως ἀνθρώπου οὐδὲ μικρόν τι ὑπὲρ τὸ ἥμισυ ἔχοντος, ἀλλὰ τῷ ἀπολύτῳ τῆς φωνῆς ἀμείωτον ἐνδειξαμένου τὴν φύσιν τὴν σημαινομένην | |
5 | ἐν τῷ ὀνόματι, οὗτος Μινώταυρον ἡμῖν διὰ τῆς αἰσχρᾶς ταύτης ὀνοματοποιΐας τερατεύεται τὸ μυστήριον, πολλὰς παρέχων τοῖς ἀλλοτρίοις τῆς πίστεως ἀφορμάς, δι’ ὧν εἴρηκεν, εἰς τὸ χλευάζειν τὸν λόγον τῆς πίστεως. οὐ γὰρ ἔστι τὸν διασύρειν ἐπὶ γέλωτι τὰ δόγματα θέλοντα τῆς ἀτόπου | |
10 | ταύτης συνθέσεως τῶν λόγων ἀποτραπῆναι, κἂν τὸ τοῦ λογο‐ γράφου κἂν τὸ ἡμέτερον ἐπικρατέστερον εἶναι δόξῃ· ὅ τι γὰρ ἂν ἐξ ἀμφοτέρων εἴπῃς, τὴν ἐκ τῶν δύο φύσεων σύνθεσιν οὐκ ἀφαιρήσεις τοῦ λόγου. οὐ γὰρ ὁ ἄνωθεν φήσας εἶναι τὴν σάρκα τὸ μηδὲ σάρκα αὐτὴν εἶναι κατασκευάζει· ἡ δὲ σὰρξ | |
15 | ἐμψύχῳ τινὶ φύσει διοικουμένη καὶ ζωτικὴν ἐν ἑαυτῇ δύναμιν ἔχουσα, καθὼς καὶ ὁ Ἀπολινάριος βούλεται, τὴν τοῦ ἀν‐ θρώπου προσηγορίαν κυρίως ἔχει· ὁ δὲ προσλαβόμενος αὐτὴν καὶ ἑαυτὸν δι’ ἐκείνης φανερώσας ἕτερος τῇ φύσει πάντως παρ’ ἐκείνην ἐστίν· αὐτὸ γὰρ τὸ τῆς προσλήψεως | |
20 | ὄνομα τὴν κατὰ φύσιν ἑτερότητα τοῦ προσλαβομένου παρὰ τὸ προσειλημμένον ἐνδείκνυται. τί οὖν τὸ κωλῦον ἔσται, κἂν ταῦτα κρατῇ, τὸν ἐν σαρκὶ φανερωθέντα θεὸν διὰ τῆς ἀτόπου ἐκείνης ὀνοματοποιΐας ὑβρίζεσθαι, ὥστε καὶ τὸν οὕτω συνεστηκότα κατὰ τὴν τολμηρὰν τοῦ Ἀπολιναρίου | |
25 | φωνὴν ἀνθρωπόθεον λέγεσθαι; οὐδὲ γὰρ τὸν τραγέλαφον, ἐπειδὴ ὅλῳ τῷ ἐλάφῳ ἐξ ἡμίσεως προσεφύη τὸ τράγειον ἢ τὸ ἔμπαλιν περὶ τὴν τῶν ζῴων ἐγένετο μίξιν, ὥστε ἀκε‐ ραίῳ τράγῳ προσφυῆναι τὸ ἐλάφιον μέρος, διὰ τοῦτο κατὰ τὸν εἰρημένον τρόπον ὁ μῦθος ὠνόμασεν, ἀλλὰ τὸ ὁπωσοῦν | |
30 | μετασχεῖν ἑκατέρας τῆς φύσεως ἡ τῶν ὀνομάτων σύνθεσις | 215 |
3,1216 | διερμηνεύει. ὥστε κατὰ τὸν λογογράφον, εἰ ἔστιν ὁ αὐτὸς ἄνθρωπος καὶ θεὸς ὁπωσοῦν τὴν συνάφειαν ἔχων, εἴτε πάσης συνδραμούσης τῆς φύσεως εἴτε καὶ ἐλλιπῶς ἐχούσης, τὴν ἄτοπον ἐκείνην τοῦ ὀνόματος συνθήκην οὐ διαφεύξεται. | |
5 | καὶ εἰ ταῦτα παρ’ αὐτοῦ μαθόντες οἱ Ἕλληνες κωμῳδοῖεν ἡμῶν τὸ μυστήριον, πάντως ὁ τὴν ἀφορμὴν παρασχὼν τῆς βλασφημίας ἐν τῇ προφητικῇ κατάρᾳ γενήσεται, ἥ φησιν Οὐαὶ δι’ οὗ τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν! Οἷα δὲ τοῖς εἰρημένοις προστίθησι πάλιν, κατανοήσωμεν. | |
10 | Εἰ ἐκ δύο, φησί, τελείων, οὔτε ἐν ᾧ θεός ἐστιν, ἐν τούτῳ ἄνθρωπός ἐστιν, οὔτε ἐν ᾧ ἄνθρωπος, ἐν τούτῳ θεός. εἰ δὲ ἐξ ἀπολείποντος καὶ τελείου κατὰ τὸν ἐκείνου λόγον εἶναι δοθείη τὸ σύγκριμα, ἆρ’ οὐχὶ τὸ ἴσον παρὰ τῶν τὰ τοιαῦτα τολμώντων ῥηθήσεται, ὅτι ἐν ᾧ | |
15 | θεός ἐστιν ἄνθρωπος οὐκ ἔστι, καὶ ἐν ᾧ ἄνθρωπός ἐστι θεὸς οὐκ ἔστιν; ἕτερος γὰρ παντὶ τρόπῳ ὅ τε τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος λόγος καὶ οὐκ ἄν τις τὴν ἐλάττωσιν τῆς ἀνθρωπότητος ὅρον εἶναι τῆς θείας ὑπονοήσειε φύσεως· οὐ γὰρ ἐν τῷ τοῦτο μὴ εἶναι ἢ ἀτελῶς εἶναι ἐκεῖνό ἐστιν, | |
20 | ἀλλ’ ἑκάτερον ἐφ’ ἑαυτοῦ νοούμενον ἐν ἰδίοις θεωρεῖται ὀνόμασιν. ὅ τε γὰρ θεὸν ἀκούσας, ὅσα περὶ θεοῦ πρέπει νοεῖν, διὰ τῆς προσηγορίας ταύτης συμπαρεδέξατο καὶ ὁ τὴν τοῦ ἀνθρώπου προσηγορίαν παραδεξάμενος πᾶσαν τὴν φύσιν διὰ τῆς φωνῆς ταύτης ἀνετυπώσατο καὶ οὐδεμίαν | |
25 | ὀνόμασιν ἡ διάνοια τῶν λεγομένων πάσχει, ὥστε ἐν θατέρῳ τῶν ὀνομάτων ἐννοῆσαι τὸ ἕτερον. οὔτε γὰρ ἐν τούτῳ ἐκεῖνο οὔτε ἐν ἐκείνῳ τοῦτο σημαίνεται, ἀλλ’ ἕκαστα τῶν ὀνομάτων τῇ κατὰ φύσιν παραμένει διανοίᾳ καὶ κατ’ οὐδένα τρόπον αἱ ἐμφάσεις αὐτῶν πρὸς ἀλλήλας ὑπαλλαγήσονται. τὸ δὲ | |
30 | ἀτελὲς καὶ τὸ τέλειον ἑτέρων νοημάτων ὑπόθεσις τῷ | |
ἀκούοντι γίνεται. τέλειον μὲν γάρ φαμεν τὸ συμπεπληρω‐ | 216 | |
3,1217 | μένον τῷ ἰδίῳ λόγῳ τῆς φύσεως· ἀτελὲς δὲ τὸ ἐναντίον. οὐθέτερον δὲ τούτων ἐφ’ ἑαυτοῦ λεγόμενον οὔτε ἄνθρωπον οὔτε θεὸν ἑρμηνεύει, ἀλλ’ ᾧπερ ἂν συνονομασθῇ πράγματι ἢ ὀνόματι, ἢ πλῆρες ἢ ἐλλιπὲς τὸ δηλούμενον ἐννοεῖν | |
5 | ὑποτίθεται. πῶς οὖν, εἰ ἀτελὴς εἴη ὁ ἄνθρωπος, θεὸς εἶναι τὸ ἀτελὲς παρὰ τοῦ Ἀπολιναρίου κατασκευάζεται ὡς συμ‐ βαινούσης τῷ λόγῳ τῆς θεότητος τῆς κατὰ τὴν φύσιν ἡμῶν κολοβώσεως; Πάλιν δὲ πρὸς τὸ ἐφεξῆς προάγων τὸν λόγον φησίν· Οὐ | |
10 | δύναται σῴζειν τὸν κόσμον ὁ ἄνθρωπος ἄνθρωπος μένων καὶ τῇ κοινῇ τῶν ἀνθρώπων φθορᾷ ὑποκεί‐ μενος. φημὶ τοῦτο κἀγώ· εἰ γὰρ αὐτάρκης ἦν ἡ ἀνθρωπίνη φύσις πρὸς τὸ ἑαυτῇ τὸ ἀγαθὸν κατακτήσασθαι, περιττὸν τὸ μυστήριον. ἐπειδὴ δὲ ἀμήχανον ἦν ἔξω θανάτου γενέσθαι | |
15 | μὴ θεοῦ τὴν σωτηρίαν πορίσαντος, διὰ τοῦτο τὸ φῶς ἐν τῇ σκοτίᾳ λάμπει διὰ σαρκός, ἵν’ ἐξορίσῃ τῆς σαρκὸς τὴν ἐκ τοῦ σκότους ἀπώλειαν. ἀλλ’ οὐδὲ ὑπὸ θεοῦ, φησί, μὴ ἐπιμιχθέντος ἡμῖν σῳζόμεθα. σωφρονεῖν ἔοικεν ἐν τοῖς λεγομένοις ὁ λογογράφος καὶ πρὸς τοὺς ἔμφρονας | |
20 | λογισμοὺς τὴν ψυχὴν ἐπανάγει· ὁ γὰρ μίξιν εἰπὼν τῶν κατὰ φύσιν διεστώτων σημαίνει τὴν ἕνωσιν. Μίγνυται δέ, φησί, σὰρξ γενόμενος, τουτέστιν ἄνθρωπος, καθὼς τὸ εὐαγγέλιον λέγει, ὅτε σὰρξ ἐγένετο, τότε αὐ‐ τὸν ἐν ἡμῖν ἐσκηνωκέναι. οὐδὲ ταῦτα τοῦ ὑγιαίνοντος | |
25 | ἀπᾴδει λόγου, εἰ μή τι παρασπαρείη αὐτῷ μετὰ ταῦτα τῆς ζιζανιώδους σπορᾶς. οὗτος γὰρ ἡμέτερος, μᾶλλον δὲ τῆς ἀληθείας ὁ λόγος, ὅτι τότε ἐσκήνωσεν ἐν ἡμῖν, ὅτε σὰρξ ἐγένετο, καὶ τὸ ἔμπαλιν, τότε σὰρξ ἐγένετο, ὅτε ἐσκήνωσεν ἐν ἡμῖν. εἰ οὖν ἐξ ἐκείνου ἡ σάρξ, ἀφ’ οὗ ἡ ἐν ἡμῖν κατασκή‐ | |
30 | νωσις, ἄρα πρὶν εὐαγγελισθῆναι ὑπὸ τοῦ Γαβριὴλ τὴν παρ‐ | 217 |
3,1218 | θένον σὰρξ οὐδέπω ὁ λόγος ἦν· καὶ ψευδὴς ὁ λέγων ἐκ τῶν ἄνωθεν καταβεβηκέναι πρὸς ἡμᾶς τὸ ἀνθρώπινον καὶ πρὸ τῆς ἀνθρωπίνης φύσεως ἐκεῖνον εἶναι τὸν ἄνθρωπον, δι’ οὗ τὸ θεῖον τῇ ἀνθρωπίνῃ κατεμίχθη ζωῇ. Ἀλλ’ οὐδὲ λύει, | |
5 | φησί, τὴν τῶν ἀνθρώπων ἁμαρτίαν μὴ γενόμενος ἄνθρωπος ἀναμάρτητος οὐδὲ τὴν κατὰ πάντων ἀνθρώπων τοῦ θανάτου βασιλείαν καταλύει, εἰ μὴ ὡς ἄνθρωπος ἀπέθανε καὶ ἀνέστη. εἴθε μέχρι τέλους ἦν εὐγνώμων τὰ ἐκ τῆς ἐκκλησίας φθεγγόμενος! | |
10 | πάλιν δὲ πρὸς ἑαυτὸν ἐπανέρχεται καί φησι τὸν ἐκκλησιαστι‐ κὸν αἰτιώμενος λόγον, ὅτι περὶ τὸν ἄνθρωπον θεωροῦμεν τὸ πάθος, καὶ ἐπάγει τὸν ἴδιον λόγον εἰς ἔλεγχον τῆς ὑπολήψεως ἡμῶν ἔχοντα οὕτως· Ἀνθρώπου δέ, φησί, θάνατος οὐ καταργεῖ τὸν θάνατον. τί κατασκευάζων ταῦτά | |
15 | φησιν; ὅτι αὐτὴ τοῦ μονογενοῦς ἡ θεότης, αὐτὴ ἡ δύναμις, αὐτὴ ἡ ἀλήθεια, αὐτὴ ἡ ζωὴ ἐν τῷ κατὰ τὸν σταυρὸν πάθει ἀπενεκρώθη, ὥστε κατὰ τὴν τριήμερον ἐκείνην τοῦ χρόνου περιγραφὴν μὴ ζωὴν εἶναι, μὴ δύναμιν, μὴ δικαιοσύνην, μὴ φῶς, μὴ ἀλήθειαν, μὴ αὐτὴν τὴν θεότητα. οὐ γὰρ μιᾶς | |
20 | ἀποθανούσης θεότητος ἑτέραν ὑπολελεῖφθαι λέγει, διότι πολλαχοῦ δείκνυται Ἀρείῳ περὶ τούτου μαχόμενος καὶ μίαν εἶναι κατασκευάζων τῆς τριάδος θεότητα, ἧς ἐν τούτῳ νεκρωθείσης, καθὼς συγκατασκευάζει τῷ λόγῳ, πάντως ἑτέρα οὐκ ἦν. καὶ πῶς ἄν τις ὑπονοήσειεν αὐτὸν μὴ θνητὴν | |
25 | ποιεῖν τὴν θεότητα, συνιδεῖν οὐκ ἔχω. οὐδὲν γὰρ ἕτερόν ἐστιν ἐπ’ ἀνθρώπου θάνατος, εἰ μὴ τοῦ συνθέτου διάλυσις· οὐδὲ γὰρ ἐν ἡμῖν τοῦ σώματος εἰς τὰ ἐξ ὧν σύγκειται λυομένου καὶ ἡ ψυχὴ συνδιαπίπτει τῇ διαλύσει τοῦ σώματος, ἀλλὰ τὸ μὲν σύνθετον διαλύεται, τὸ δὲ ἀσύνθετον ἀδιάλυτον μένει. | |
30 | εἰ οὖν ψυχῆς οὐχ ἅπτεται θάνατος, πῶς ἡ θεότης ἀπονε‐ κροῦται, λεγέτωσαν οἱ μὴ εἰδότες ἃ λέγουσιν. Τὰ δὲ ἐχόμενα τούτων, ὅσα τῆς αὐτῆς ἐστι κατασκευῆς, | |
ὑπερβήσομαι· φησὶ γὰρ ἐν τοῖς ἐφεξῆς, κατασκευάζων | 218 | |
3,1219 | τὸ αὐτὴν τεθνάναι τοῦ μονογενοῦς τὴν θεότητα, ὅτι Ἀν‐ θρώπου θάνατος οὐ καταργεῖ τὸν θάνατον οὐδὲ ἀνίσταται ὁ μὴ ἀποθανών· ἐξ ὧν, φησίν, ἁπάντων δῆλον, ὅτι αὐτὸς ὁ θεὸς ἀπέθανε, καθὸ, φησίν, | |
5 | οὐκ ἦν δυνατὸν κρατεῖσθαι τὸν Χριστὸν ὑπὸ τοῦ θανάτου. ἅπερ ὡς πρόδηλον ἔχοντα τὴν ἀτοπίαν παραδραμεῖν οἶμαι δεῖν ἀνεξέταστα, παντὸς τοῦ γε νοῦν ἔχοντος καθ’ ἑαυτὸν συνιδεῖν δυναμένου τὸ ἀσεβές τε καὶ ἄτοπον τοῦ διαρρήδην ἀποφαινομένου αὐτὸν τὸν θεὸν τεθνά‐ | |
10 | ναι, τῇ ἰδίᾳ ἑαυτοῦ φύσει ὑποστάντα τὸν θάνατον. πλὴν τοσοῦτον εὔλογον ἴσως ἐστὶ παρασημήνασθαι, ὅτι οὐδὲ ὅσα ἐκ τοῦ ἡμετέρου προσώπου λέγει, καθαρεύει τοῦ ψεύδους, ἀλλ’ ἔστιν ἐν αὐτοῖς, ἃ συκοφαντικῶς ἐπὶ διαβολῇ συμ‐ πέπλασται τοῦ ἡμετέρου λόγου. λέγει γὰρ μὴ ἐξ ἀρχῆς | |
15 | εἶναι τὸν Χριστὸν παρ’ ἡμῶν λέγεσθαι, ὥστε τὸν λόγον εἶναι θεόν. ἡμεῖς δὲ τὸ ἐπ’ ἐσχάτων ἡμερῶν διὰ σαρκὸς πεφανερῶσθαι τὴν δύναμιν τοῦ θεοῦ καὶ τὴν σοφίαν καὶ τὸ φῶς καὶ τὴν ζωήν, ἅπερ πάντα ὁ Χριστός ἐστιν, οὐκ ἀρνούμεθα· τὸ δὲ λέγειν μὴ εἶναί ποτε ταῦτα τὸν διὰ τούτων | |
20 | δηλούμενόν τε καὶ ὀνομαζόμενον κύριον καὶ Χριστόν, οὐδὲν ἀνεκτότερον εἰς ἀσέβειαν τῆς παντελοῦς ἀρνήσεως τοῦ ὀνόματος κρίνομεν. ὁ γὰρ μὴ ἐξ ἀρχῆς λέγων εἶναι Χριστὸν (Χριστὸς δὲ θεοῦ δύναμις καὶ θεοῦ σοφία καὶ πᾶν ὑψηλόν τε καὶ θεοπρεπές ἐστιν ὄνομα) οὐδ’ ἂν ἄλλο τι λέγοι εἶναι, ὃ | |
25 | διὰ τοῦ μεγάλου τούτου νοεῖται ὀνόματος. ὥσπερ γὰρ ἐν τῇ τοῦ ἀνθρώπου προσηγορίᾳ τὸ λογικόν ἐστι καὶ τὸ ἐπι‐ στήμης δεκτικὸν καὶ εἴ τι ἄλλο γνωριστικὸν τῆς φύσεως ἰδίωμα λέγεται, εἰ δέ τις μὴ εἶναι λέγοι τὸν ἄνθρωπον, συνανῄρηται πάντως τῇ τοῦ ὀνόματος ἀθετήσει καὶ τὰ | |
30 | λοιπὰ τῆς φύσεως ἰδιώματα, κατὰ τὸν αὐτὸν τρόπον εἰ | |
Χριστός ἐστιν ἡ δύναμις, ἡ σοφία, ὁ χαρακτήρ, τὸ ἀπαύγασ‐ | 219 | |
3,1220 | μα, ὁ ἐκεῖνον ἐξ ἀρχῆς μὴ εἶναι λέγων ἀθετήσει πάντως καὶ τὰ μετ’ ἐκείνου νοούμενα. διό φαμεν διὰ τῶν ἁγίων γραφῶν ὁδηγούμενοι ἀεὶ τὸν Χριστὸν εἶναι τῇ τοῦ πατρὸς ἀϊδιότητι συνθεωρούμενον. ὡς γὰρ πάντοτε θεὸς ὁ μονογενὴς | |
5 | θεὸς καὶ οὐκ ἐκ μετουσίας γίνεται οὐδὲ διά τινος προκοπῆς ἀπὸ ταπεινοτέρας καταστάσεως ἐπὶ τὴν θεότητα μέτεισιν, οὕτω καὶ ἡ δύναμις καὶ ἡ σοφία καὶ πᾶν θεοπρεπὲς ὄνομα συναΐδιόν ἐστι τῇ θεότητι, ὡς μηδὲν ἐπιγίνεσθαι κατὰ προσ‐ θήκην εἰς δόξαν τῆς φύσεως, ὃ μὴ ἐξ ἀρχῆς ἦν. τὸ δὲ τοῦ | |
10 | Χριστοῦ ὄνομα διαφερόντως φαμὲν ἐξ ἀϊδίου περὶ τὸν μονογενῆ θεωρεῖσθαι, ὑπ’ αὐτῆς τῆς τοῦ ὀνόματος ἐμφάσεως πρὸς τὴν ὑπόληψιν ταύτην χειραγωγούμενοι. τῆς γὰρ ἁγίας τριάδος διδασκαλίαν περιέχει ἡ τοῦ ὀνόματος τούτου ὁμολο‐ γία, ἑκάστου τῶν πεπιστευμένων προσώπων ἐμφαινομένου τῇ | |
15 | προσηγορίᾳ ταύτῃ κατὰ τὸ πρόσφορον. καὶ ὡς ἂν μὴ παρ’ ἑαυτῶν λέγειν τι δοκοίημεν, τὰ τῆς προφητείας παραθησό‐ μεθα ῥήματα. Ὁ θρόνος σου, φησίν, ὁ θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο | |
20 | ἔχρισέ σε ὁ θεός, ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. ἐν τούτοις γὰρ διὰ μὲν τοῦ θρόνου τὴν ἐπὶ πάντων ἀρχὴν διασημαίνει ὁ λόγος· ἡ δὲ ῥάβδος τῆς εὐθύ‐ τητος τὸ ἀδέκαστον ἑρμηνεύει τῆς κρίσεως· τὸ δὲ τῆς ἀγαλ‐ λιάσεως ἔλαιον τὴν τοῦ ἁγίου πνεύματος παρίστησι δύναμιν, | |
25 | ᾧ χρίεται παρὰ τοῦ θεοῦ ὁ θεός, τουτέστι παρὰ τοῦ πατρὸς ὁ μονογενής, ἐπειδὴ ἠγάπησε δικαιοσύνην καὶ ἐμίσησεν ἀδικίαν. εἰ μὲν οὖν ἦν ποτε, ὅτε οὐκ ἦν φίλος τῆς δικαιοσύνης, ἐχθρὸς δὲ τῆς ἀδικίας, ἀκόλουθον ἦν τὸ μηδὲ κεχρῖσθαί ποτε λέγειν τὸν διὰ τοῦτο κεχρῖσθαι λεγόμενον, ὅτι ἠγάπησε δικαιοσύνην | |
30 | καὶ ἐμίσησεν ἀδικίαν. εἰ δὲ πάντοτε φίλος δικαιοσύνης (οὐ γὰρ ἄν ποτε ἑαυτὸν μισήσειεν, αὐτὸς δικαιοσύνη ὤν), πάντοτε | |
δηλονότι καὶ ἐν τῷ χρίσματι θεωρεῖται. ὥσπερ οὖν | 220 | |
3,1221 | ὁ δίκαιος οὐκ ἄδικος, οὕτως οὐδὲ ἄχριστος ἂν εἴη ποτὲ ὁ Χριστός· ὁ δὲ μηδέποτε ἄχριστος, ἀεὶ πάντως Χριστός· ὅτι τοίνυν ὁ χρίων ἐστὶν ὁ πατήρ, τὸ δὲ χρῖσμα τὸ ἅγιον πνεῦμά ἐστι, πᾶς τις ἂν σύνθοιτο ὅ γε μὴ κεκαλυμμένος τὴν | |
5 | καρδίαν τῷ Ἰουδαϊκῷ προκαλύμματι. Πῶς οὖν ἡμᾶς φησι λέγειν μὴ ἐξ ἀρχῆς εἶναι τὸν Χριστόν; οὐ μήν, ἐπειδὴ Χριστὸν ἀϊδίως εἶναι ὁμολογοῦ‐ μεν, ἤδη καὶ τὴν παρ’ αὐτοῦ πλασθεῖσαν σάρκα πάντοτε περὶ αὐτὸν ἐννοοῦμεν· ἀλλ’ οἴδαμεν τὸν αὐτὸν καὶ προαιώνιον | |
10 | [τε] καὶ κύριον καὶ μετὰ τὸ πάθος πάλιν τὸν αὐτὸν τοῦτον ὁμολογοῦμεν, καθώς φησι πρὸς τοὺς Ἰουδαίους ὁ Πέτρος ὅτι Κύριον καὶ Χριστὸν αὐτὸν ἐποίησεν ὁ θεός, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε. τοῦτο δέ φαμεν οὐχ ὡς δυάδα Χριστῶν καὶ κυρίων περὶ τὸν ἕνα βλέποντες, ἀλλ’ | |
15 | ἐπειδὴ τῇ φύσει θεὸς ὢν ὁ μονογενὴς θεὸς καὶ τοῦ παντὸς κύριος καὶ βασιλεὺς πάσης κτίσεως καὶ ποιητὴς τῶν ὄντων καὶ διορθωτὴς τῶν διαπεπτωκότων, ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ τὸ καὶ τὴν ἡμετέραν φύσιν ἐξ ἁμαρτίας δια‐ πεσοῦσαν μὴ ἀπώσασθαι τῆς πρὸς αὐτὸν κοινωνίας, ἀλλὰ | |
20 | πάλιν εἰς τὴν ζωὴν παραδέξασθαι. αὐτὸς δέ ἐστιν ἡ ζωή· διὰ τοῦτο ἐπὶ τέλει τοῦ ἀνθρωπίνου βίου ἤδη τῆς κακίας ἡμῶν πρὸς τὸ ἀκρότατον αὐξηθείσης, ὡς ἂν μηδὲν ἀθερά‐ πευτον τῆς πονηρίας ὑπολειφθείη, τότε δέχεται τὴν πρὸς τὸ ταπεινὸν ἡμῶν τῆς φύσεως ἐπιμιξίαν καὶ τὸν ἄνθρωπον ἐν | |
25 | ἑαυτῷ λαβὼν καὶ αὐτὸς ἐν τῷ ἀνθρώπῳ γενόμενος, καθώς φησι πρὸς τοὺς μαθητὰς ὅτι Ἐγὼ ἐν ὑμῖν καὶ ὑμεῖς ἐν ἐμοί, ὅπερ αὐτὸς ἦν, τοῦτο καὶ τὸν ἀνακραθέντα ἐποίησεν· αὐτὸς δὲ ἦν ἀεὶ ὑπερύψιστος· διὰ τοῦτο καὶ τὸ ταπεινὸν | |
ὑπερύψωσεν· οὐ γὰρ δὴ ὁ ὑπὲρ πᾶν ὕψιστος ἔτι τοῦ ὑψωθῆναι | 221 | |
3,1222 | ἐδέετο. Χριστὸς δὲ καὶ κύριος ὁ λόγος ἦν, τοῦτο καὶ ὁ ἐμ‐ μιχθείς τε καὶ ἀναληφθεὶς ἐν τῇ θεότητι γίνεται· οὐ γὰρ ὁ ὢν κύριος ἀναχειροτονεῖται πάλιν εἰς κυριότητα, ἀλλ’ ἡ τοῦ δούλου μορφὴ κύριος γίνεται· διὸ καὶ Εἷς κύριος Ἰησοῦς | |
5 | Χριστός, δι’ οὗ τὰ πάντα, λέγεται Χριστὸς ὡσαύτως ὁ πρὸ τῶν αἰώνων τὴν δόξαν τοῦ πνεύματος περικείμενος (τοῦτο γὰρ σημαίνει διὰ συμβόλων ἡ χρῖσις) καὶ μετὰ τὸ πάθος τὸν ἑνωθέντα αὐτῷ ἄνθρωπον τῷ αὐτῷ χρίσματι καλλωπίσας Χριστὸν ποιεῖ· Δόξασόν με γάρ, φησίν, ὡσανεὶ χρῖσον | |
10 | ἔλεγε, τῇ δόξῃ, ἣν εἶχον παρὰ σοὶ πρὸ τοῦ τὸν κόσμον εἶναι. ἡ δὲ προκόσμιος καὶ πρὸ πάσης κτίσεως καὶ πρὸ πάντων αἰώνων θεωρουμένη δόξα, ᾗ ὁ μονογενὴς θεὸς ἐνδοξάζεται, οὐκ ἂν ἄλλη τις εἴη κατὰ τὸν ἡμέτερον λόγον παρὰ τὴν δόξαν τοῦ πνεύματος· μόνην γὰρ προαιώνιον τὴν ἁγίαν τριάδα | |
15 | ὁ τῆς εὐσεβείας παραδίδωσι λόγος. Ὁ ὑπάρχων πρὸ τῶν αἰώνων, φησὶ περὶ τοῦ πατρὸς ἡ προφητεία· περὶ δὲ τοῦ μονο‐ γενοῦς ὁ ἀπόστολος ὅτι Δι’ αὐτοῦ οἱ αἰῶνες ἐγένοντο· καὶ δόξα πρὸ τῶν αἰώνων περὶ τὸν μονογενῆ θεὸν θεωρουμένη τὸ πνεῦμά ἐστι τὸ ἅγιον. ὅπερ οὖν ἦν τῷ Χριστῷ τῷ παρὰ | |
20 | τῷ πατρὶ ὄντι πρὸ τοῦ τὸν κόσμον εἶναι, τοῦτο καὶ τῷ ἑνωθέντι πρὸς τὸν Χριστὸν ἐπὶ τέλει τῶν αἰώνων γίνεται. Ἰησοῦν γάρ, φησί, τὸν ἀπὸ Ναζαρέθ, ὃν ἔχρισεν ὁ θεὸς τῷ πνεύματι τῷ ἁγίῳ. ὥστε μὴ συκοφαντείτω τὸν ἡμέτερον λόγον, ὡς ἡμῶν μὴ ἀεὶ Χριστὸν τὸν μονογενῆ θεὸν εἶναι | |
25 | λεγόντων· ἀλλὰ πάντοτε μὲν ὁ Χριστὸς καὶ πρὸ τῆς οἰκονο‐ μίας καὶ μετὰ τοῦτο· ἄνθρωπος δὲ οὔτε πρὸ τούτου οὔτε μετὰ ταῦτα, ἀλλ’ ἐν μόνῳ τῷ τῆς οἰκονομίας καιρῷ. οὔτε γὰρ πρὸ τῆς παρθένου ὁ ἄνθρωπος οὔτε μετὰ τὴν εἰς οὐρανοὺς ἄνοδον ἔτι ἡ σὰρξ ἐν τοῖς ἑαυτῆς ἰδιώμασιν. Εἰ γὰρ καὶ | |
30 | ἐγνώκαμέν ποτε, φησί, κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκ | 222 |
3,1223 | ἔτι γινώσκομεν· οὐδὲ γὰρ ἐπειδὴ ὁ θεὸς ἐν σαρκὶ ἐφανερώθη, σὰρξ διέμεινεν· ἀλλ’ ἐπειδὴ τρεπτὸν μὲν τὸ ἀνθρώπινον, ἄτρεπτον δὲ τὸ θεῖον, ἡ μὲν θεότης πρὸς τροπήν ἐστιν ἀκίνη‐ τος, οὔτε πρὸς τὸ κρεῖττον ἀλλοιουμένη οὔτε πρὸς τὸ χεῖρον | |
5 | (τὸ μὲν γὰρ χεῖρον οὐ παραδέχεται, τὸ δὲ κρεῖττον οὐκ ἔχει)· ἡ δὲ ἀνθρωπίνη φύσις ἐν Χριστῷ πρὸς τὸ κρεῖττον κέχρηται τῇ τροπῇ, ἀπὸ τοῦ φθαρτοῦ πρὸς τὸ ἄφθαρτον ἀλλοιωθεῖσα, ἀπὸ τοῦ ἐπικήρου πρὸς τὸ ἀκήρατον, ἀπὸ τοῦ ὀλιγοχρονίου πρὸς τὸ ἀΐδιον, ἀπὸ τοῦ σωματικοῦ καὶ κατεσχηματισμένου | |
10 | πρὸς τὸ ἀσώματόν τε καὶ ἀσχημάτιστον. Ἐπειδὴ δέ φασιν ἡμᾶς λέγειν πεπονθέναι τὸν ἄν‐ θρωπον, οὐ τὸν θεόν, ταῦτα παρ’ ἡμῶν ἀκουσάτωσαν, ὅτι τὴν θεότητα ἐν τῷ πάσχοντι εἶναι ὁμολογοῦμεν, οὐ μὴν τὴν ἀπαθῆ φύσιν ἐμπαθῆ γενέσθαι. ὡς δ’ ἂν σαφέστερον | |
15 | γένοιτο τὸ λεγόμενον, ταύτην ἔχομεν τὴν διάνοιαν, ὅτι ἡ ἀνθρωπίνη φύσις ἐκ νοερᾶς ψυχῆς σώματι συνδραμούσης τὴν ὑπόστασιν ἔχει· φύεται δὲ τὸ συναμφότερον ἀφορμῆς τινος ὑλικῆς προκαταβαλλομένης αὐτοῦ τῆς συστάσεως. ἡ δὲ ὕλη ἐκείνη θείᾳ δυνάμει ζωοπλαστηθεῖσα ἄνθρωπος γίνεται, | |
20 | ὡς εἴ γε δοίη τις καθ’ ὑπόθεσιν μὴ συμπαρεῖναι τὴν δημιουρ‐ γικὴν τοῦ θεοῦ δύναμιν πρὸς τὴν τοῦ πλασσομένου σύστασιν, ἀργὴ πάντως μένει καὶ ἀκίνητος μὴ ζωογονουμένη διὰ τῆς ποιητικῆς ἐνεργείας ἡ ὕλη. ὥσπερ οὖν ἐφ’ ἡμῶν ζωοποιός τις δύναμις ἐνθεωρεῖται τῇ ὕλῃ, ἀφ’ ἧς ὁ ἐκ ψυχῆς τε καὶ | |
25 | σώματος συνεστὼς ἄνθρωπος διαπλάσσεται, οὕτως ἐπὶ τῆς παρθενίας ἡ τοῦ ὑψίστου δύναμις, διὰ τοῦ ζωοποιοῦντος πνεύματος ἀΰλως τῷ ἀμιάντῳ σώματι ἐμφυεῖσα καὶ ὕλην τῆς σαρκὸς τὴν ἀφθορίαν τῆς παρθένου ποιησαμένη, τὴν ἐκ τοῦ παρθενικοῦ σώματος πρὸς τὸ πλασσόμενον συνεισφορὰν | |
30 | παρεδέξατο καὶ οὕτως ἐκτίσθη ὁ καινὸς ὡς ἀληθῶς ἄνθρωπος, | |
ὁ πρῶτος καὶ μόνος τὸν τοιοῦτον τρόπον τῆς ὑποστάσεως | 223 | |
3,1224 | ἐφ’ ἑαυτοῦ καταδείξας, ὁ κατὰ θεὸν κτισθείς, οὐ κατὰ ἄν‐ θρωπον, τῆς θείας δυνάμεως κατὰ τὸ ἴσον διὰ πάσης τῆς τοῦ συγκρίματος φύσεως διηκούσης, ὡς μηθέτερον ἀμοιρεῖν τῆς θεότητος, ἀλλ’ ἐν ἀμφοτέροις, ἐν ψυχῇ λέγω καὶ σώματι, κα‐ | |
5 | θὼς εἰκός, ἑκατέρῳ προσφυῶς τε καὶ καταλλήλως εἶναι. ὥσπερ οὖν τοῦ ἀνθρώπου τικτομένου ἡ θεότης τοῦ γεννηθῆναι οὐκ ἐδέετο πρὸ πάντων αἰώνων οὖσα καὶ εἰς ἀεὶ διαμένουσα, ἀλλ’ ἅπαξ ἐγγενομένη κατὰ τὴν σύστασιν τοῦ ἀνθρώπου καὶ κατὰ τὴν γέννησιν ἐκείνῳ συναναφαίνεται, οὕτως οὐδὲ τοῦ | |
10 | ἀναστῆναι χρῄζει ἡ ἀεὶ ζῶσα, ἀλλ’ ἐν τῷ διὰ τῆς θείας δυνά‐ μεως εἰς τὴν ζωὴν ἐπαναγομένῳ ἀνίσταται, οὐκ αὐτὴ ἐγειρο‐ μένη (οὐδὲ γὰρ πέπτωκεν), ἀλλ’ ἐν ἑαυτῇ τὸν πεπτωκότα ἐγείρουσα. εἰ οὖν τὸ θεῖον οὔτε γεννήσεως οὔτε ἀναστάσεως δέεται, δηλονότι καὶ τὸ πάθος οὐχ ὡς τῆς θεότητος πα‐ | |
15 | σχούσης ἐπιτελεῖται, ἀλλ’ ὡς ἐν τῷ πάσχοντι οὔσης καὶ διὰ τῆς πρὸς τὸν πεπονθότα ἑνώσεως τὸ ἐκείνου πάθος οἰκειου‐ μένης. ἡ γὰρ θεία φύσις, καθὼς εἴρηται, τῇ τε ψυχῇ καὶ τῷ σώματι καταλλήλως ἐμφυεῖσα καὶ ἓν πρὸς ἑκάτερον γενομένη διὰ τῆς ἀνακράσεως, ἐπειδὴ ἀμεταμέλητα, | |
20 | φησί, τοῦ θεοῦ τὰ χαρίσματα, οὐδετέρου τούτων ἀπο‐ χωρεῖ, ἀλλὰ εἰς τὸ διηνεκὲς παραμένει. οὐδὲ γὰρ ἔστι τὸ χωρίζον τινὰ τῆς πρὸς τὸν θεὸν συναφείας πλὴν ἁμαρτίας· οὗ δὲ ἡ ζωὴ ἀναμάρτητος, τούτου πάντως ἀχώριστος ἡ πρὸς τὸν θεὸν ἕνωσις. | |
25 | Ἐπεὶ οὖν δι’ ἀμφοτέρων τὸ ἀναμάρτητον, διὰ ψυχῆς λέγω καὶ σώματος, ἐν ἑκατέρῳ κατὰ τὸ εἰκὸς ἦν τῆς θείας φύσεως ἡ παρουσία. τοῦ δὲ θανάτου τὸν μερισμὸν τῆς | |
ψυχῆς ἀπὸ τοῦ σώματος ἐργασαμένου τὸ μὲν σύνθετον | 224 | |
3,1225 | διετέμνετο, τὸ δὲ ἀσύνθετον οὐ διΐστατο, ἀλλ’ ἀδιασπάστως ἐν ἑκατέρῳ ἦν. τεκμήριον δὲ τοῦ μὲν ἐν σώματι τὸν θεὸν εἶναι τὸ ἐν ἀφθαρσίᾳ φυλαχθῆναι τὴν σάρκα μετὰ τὸν θά‐ νατον· θεὸς δὲ πάντως ἐστὶν ἡ ἀφθαρσία· τοῦ δὲ τῆς ψυχῆς | |
5 | μὴ ἀποχωρῆσαι τὸ δι’ ἐκείνης ὁδοποιηθῆναι τῷ λῃστῇ τὴν εἰς τὸν παράδεισον εἴσοδον. ἐπειδὴ τοίνυν ἐπληρώθη τὸ μυστήριον τῆς θείας δυνάμεως τῷ διπλῷ τῆς ἀνθρωπίνης φύσεως ἐγ‐ γενομένης καὶ δι’ ἑκατέρου τῷ συγγενεῖ μέρει τὴν ζωοποιὸν ἐναποθεμένης ἐνέργειαν, διὰ μὲν τῆς σαρκὸς τῷ σώματι, | |
10 | διὰ δὲ τῆς ψυχῆς τῇ ψυχῇ (τῆς νοερᾶς λέγω καὶ οὐ τῆς ἀλόγου· κτηνῶδες γὰρ καὶ οὐκ ἀνθρώπινόν ἐστι τὸ ἀνόητον), τότε ἡ ἐξ ἀρχῆς ἐγκραθεῖσα τῷ σώματι καὶ τῇ ψυχῇ θεότης καὶ μέχρι παντὸς παραμείνασα ἐν τῇ ἀναστάσει τοῦ κειμένου ἐγείρεται καὶ οὕτω Χριστὸς ἐκ νεκρῶν ἐγηγέρθαι λέγεται, ὁ | |
15 | αὐτὸς καὶ ὢν Χριστὸς καὶ γενόμενος· ὢν μὲν κατὰ τὴν προαιώνιον βασιλείαν, γενόμενος δὲ ὅτε εὐηγγελίζοντο τοῖς ποιμέσιν οἱ ἄγγελοι τὴν μεγάλην χαρὰν τὴν ἐσομένην παντὶ τῷ λαῷ ἐπὶ τῇ γενέσει τοῦ σωτῆρος, ὅς ἐστι, φησί, Χριστὸς κύριος προσφόρως ὀνομαζόμενος κατὰ τὸν λόγον τοῦ Γαβριὴλ | |
20 | τοῦ εἰπόντος πνεῦμα ἅγιον ἐπελεύσεσθαι τῇ παρθένῳ καὶ δύναμιν ὑψίστου ἐπισκιάσειν. ὁ τοίνυν οὕτω τεχθεὶς εἰκότως καὶ Χριστὸς καὶ κύριος λέγεται· κύριος μὲν διὰ τὴν δύ‐ ναμιν τοῦ ὑψίστου, Χριστὸς δὲ διὰ τὸ πνεῦμα τῆς χρίσεως. οὐ γὰρ ὁ προαιώνιος τότε χρίεται, ἀλλὰ περὶ οὗ φησιν ὅτι | |
25 | Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε. τὸ γὰρ σήμερον τῶν δύο τοῦ χρόνου τμημάτων, τοῦ παρῳχηκότος τε καὶ τοῦ μέλλοντος, τὸ μέσον ἐστίν. ὁ δὲ τῶν αἰώνων ποιητὴς πῶς ἐν μέρει τοῦ χρόνου καὶ γεννᾶται καὶ χρίεται; ὥστε ἡ θεότης καὶ οὐ τέθνηκε καὶ ἐγήγερται· οὐ τέθνηκε γάρ, ὅτι | |
30 | τὸ μὴ συντεθὲν οὐ διαλύεται, ἐγήγερται δέ, ὅτι ἐν τῷ λυθέντι | 225 |
3,1226 | οὖσα ἑαυτῇ συνεπαρθῆναι τὸν κατὰ τὸν νόμον τῆς ἀνθρωπίνης πεσόντα φύσεως παρεσκεύασεν, ὡς ἂν ἑκατέρῳ μέρει τὸ οἰκεῖον προφερομένῳ παροῦσα τὴν τῶν σωμάτων φύσιν διὰ τοῦ σώματος τὴν δὲ τῶν ψυχῶν διὰ τῆς ψυχῆς ἐξιάσαιτο· πάλιν | |
5 | δὲ δι’ ἑαυτῆς τὸ διακεκριμένον ἑνώσασα ἐν τῷ ἐπαιρομένῳ ἀνίσταται. καὶ ὥσπερ (κωλύει γὰρ οὐδὲν σωματικῶς τὸ μυστήριον τῆς κατὰ τὴν ἀνάστασιν οἰκονομίας ἐνδείξασθαι) [καθάπερ] εἰ διχῇ κάλαμος διασχισθείη καί τις κατὰ τὸ ἓν πέρας τὰ ἄκρα τῶν τοῦ καλάμου τμημάτων ἑνώσειεν, ὅλον | |
10 | ἐξ ἀνάγκης τὸ τμῆμα τοῦ καλάμου πρὸς τὸ ὅλον συναρμο‐ σθήσεται διὰ τῆς ἐν τῷ ἑνὶ πέρατι συμβολῆς τε καὶ σφίγξεως πρὸς τὸ ἕτερον πέρας συναρμοζόμενον, οὕτως ἡ ἐν ἐκείνῳ τῆς ψυχῆς πρὸς τὸ σῶμα γενομένη διὰ τῆς ἀναστάσεως ἕνωσις πᾶσαν κατὰ τὸ συνεχὲς τὴν ἀνθρωπίνην φύσιν διὰ τοῦ θανάτου | |
15 | ψυχῇ τε καὶ σώματι μεμερισμένην πρὸς συμφυΐαν ἄγει τῇ ἐλπίδι τῆς ἀναστάσεως, τὴν συνδρομὴν τῶν διεστηκότων ἁρμόσασα· καὶ τοῦτό ἐστι τὸ παρὰ τοῦ Παύλου λεγόμενον ὅτι Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμη‐ μένων, καὶ Ὥσπερ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκομεν, | |
20 | οὕτως ἐν τῷ Χριστῷ πάντες ζωοποιηθησόμεθα. κατὰ γὰρ τὸ τοῦ καλάμου ὑπόδειγμα ἀπὸ μὲν τοῦ κατὰ τὸν Ἀδὰμ πέρατος ἡ φύσις ἡμῶν διὰ τῆς ἁμαρτίας ἐσχίσθη, τῷ θανάτῳ τῆς ψυχῆς ἀπὸ τοῦ σώματος διαιρεθείσης, ἀπὸ δὲ τοῦ κατὰ τὸν Χριστὸν μέρους πάλιν ἡ φύσις ἑαυτὴν ἀναλαμβάνει, πάντῃ | |
25 | τῆς διαιρέσεως πρὸς ἑαυτὴν ἐν τῇ ἀναστάσει τοῦ κατὰ τὸν Χριστὸν ἀνθρώπου συμφυομένης. διὰ τοῦτο τοίνυν συναπο‐ θνήσκομεν τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι, οὐ τοῦτον λέγω τὸν ἀναγκαῖόν τε καὶ κοινὸν τῆς φύσεως ἡμῶν θάνατον· τοῦτο γὰρ καὶ μὴ βουλομένων γενήσεται· ἀλλ’ ἐπειδὴ τῷ ἑκουσίως | |
30 | ἀποθανόντι συναποθνήσκειν χρὴ θέλοντας, προσήκει τὸν ἐκ | |
προαιρέσεως αὑτοῖς ἐπινοῆσαι θάνατον· οὐ γάρ ἐστι διὰ τοῦ | 226 | |
3,1227 | κατηναγκασμένου ἡ πρὸς τὸ ἑκούσιον μίμησις. ἐπειδὴ τοίνυν ὁ ἐκ φύσεως ἐπικείμενος ἑκάστῳ θάνατος πάντῃ καὶ πάντως γίνεται καὶ βουλομένων καὶ μή, οὐκ ἂν δέ τις τὸ πάντως γινόμενον τῷ ἑκουσίῳ λογίσαιτο, διὰ τοῦτο ἕτερον τρόπον τῷ | |
5 | ἑκουσίως ἀποθανόντι συναποθνήσκομεν, τῷ μυστικῷ ὕδατι διὰ τοῦ βαπτίσματος ἐνθαπτόμενοι· Συνετάφημεν γὰρ αὐτῷ, φησί, διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον, ἵνα τῇ μιμήσει τοῦ θανάτου ἀκολουθήσῃ καὶ ἡ τῆς ἀναστάσεως μίμησις. | |
10 | Πρὸς δὲ τὸ ἐφεξῆς τοῦ λόγου μετέλθωμεν· Πῶς, φησί, θεὸς ἄνθρωπος γίνεται μὴ μεταβληθεὶς ἀπὸ τοῦ εἶναι θεός, εἰ μὴ νοῦς ἐν ἀνθρώπῳ κατέστη; ἆρα συνῆκεν ἅπερ ἐφθέγξατο; ἀμετάβλητον λέγει τὸ θεῖον καὶ καλῶς τοῦτο λέγει· τὸ γὰρ ἀεὶ ὡσαύτως ἔχον ἕτερόν τι | |
15 | παρ’ ὅ ἐστι γίνεσθαι φύσιν οὐκ ἔχει· ἀλλ’ ἐν ἑτέρῳ μὲν γί‐ νεται, ἕτερον δὲ οὐ γίνεται. τί οὖν ὁ νοῦς ἐκεῖνος, καθὼς ὁ Ἀπολινάριος λέγει, ὁ ἐν ἀνθρώπῳ γενόμενος; ἆρα ἐν τῷ μεγαλείῳ τῆς ἀμεταβλήτου διέμεινε φύσεως, ἢ πρὸς τὸ ταπεινὸν πεποίηται τὴν μετάστασιν τῇ τοῦ ἀνθρωπίνου βρα‐ | |
20 | χύτητι ἑαυτὸν ἐμπεριγράψας καί, ὅσος οὗτός ἐστι, τοσοῦτος κἀκεῖνος γενόμενος; οὐκοῦν ἴσος ὁ ἀνθρώπινος νοῦς ἐστι τῇ θεότητι, εἴπερ, καθώς φησιν ὁ Ἀπολινάριος, νοῦς ἀνθρώ‐ που ἡ θεία φύσις ἐγένετο. εἰ γὰρ ὁμοίως ἡ ἀνθρωπίνη δέχεται φύσις ἢ τὸν νοῦν τὸν ἡμέτερον ἢ ἀντὶ τοῦ νοῦ τὸν | |
25 | θεόν, ἰσομεγέθη ταῦτα ἂν εἴη ἀλλήλοις καὶ ἰσοστάσια, εἴπερ ἐν ᾧ χωρεῖται ὁ νοῦς, ἐν τούτῳ καὶ ἡ θεότης περιλαμβάνοιτο· ὡς εἴ τις ἀγγείῳ τινὶ κενῷ σῖτον ἢ ἕτερόν τι τῶν σπερμάτων ἀπομετροίη, οὐκ ἄν τις εἴποι τὸ τῷ αὐτῷ μέτρῳ ἰσούμενον κατὰ τὸ ποσὸν διαφέρειν τοῦ ἄλλου· ἴσος γάρ ἐστι πυρὸς | |
30 | ταῖς ὀλύραις, ὅταν ἀποκενωθέντων τοῦ μεδίμνου τῶν σπερ‐ | |
μάτων ἐκείνων ἀντιπληρώσῃ τὸ ἕτερον ἔργον. οὐκοῦν εἰ | 227 | |
3,1228 | ἀντὶ τοῦ νοῦ ἡ θεότης γίνεται, οὐκ ἄν τις ὑπερβάλλειν εἴποι παρὰ τὸν νοῦν τὴν θεότητα, εἴπερ ὁμοίως ἐκείνῳ χωρεῖται καὶ αὐτὴ ὑπὸ τῆς φύσεως. ἢ οὖν ἴσος ἐστὶν ὁ νοῦς τῇ θεότητι, καθὼς ὁ Ἀπολινάριος βούλεται, καὶ ἀπὸ τούτου πρὸς ἐκεῖνο | |
5 | μεταστὰς οὐκ ἠλλοιώθη· ἢ εἰ καταδεέστερον ὁ νοῦς παρὰ τὸ θεῖον ὁ τοῦτο ἐξ ἐκείνου γενόμενος πρὸς τὸ εὐτελέστερον ἠλλοιώθη. ἀλλὰ τίς οὐκ οἶδεν, ὅτι κατὰ τὸ ἴσον ὑποβέβηκε τῇ ἀπροσίτῳ τε καὶ ἀπροσπελάστῳ φύσει πᾶν τὸ ἐν τῇ κτίσει νοούμενον, ὡς ἴσην εἶναι τὴν τροπήν, κἂν εἰς κτίσμα κἂν | |
10 | εἰς νοῦν τις λέγοι μεταβεβλῆσθαι τὸ θεῖον; ὥστε εἰ τὸ ἐν νῷ γενέσθαι τροπὴν ὁ Ἀπολινάριος 〈οὐκ〉 οἴεται, οὐδὲ τὸ δίχα διανοίας καταμιχθῆναι τῷ ἀνθρώπῳ προσμαρτυρεῖ τῷ ἀνακραθέντι τὸ ἀναλλοίωτον. ἀλλ’ εἴπερ οὐκ ἠλλοιώθη σὰρξ γενόμενος, πολὺ μᾶλλον ἐν τῷ ἀτρέπτῳ διέμεινε καὶ | |
15 | πρὸς τὸν νοῦν ποιησάμενος τὴν ἀνάκρασιν· εἰ δὲ τῷ ἐν νῷ γενέσθαι κατηγορεῖ τὴν τροπήν, καὶ ἡ πρὸς τὴν σάρκα οἰκείω‐ σις οὐκ ἐκφεύγει πάντως τὴν κατηγορίαν τῆς ἀλλοιώσεως. Ἔτι φησὶ (τὰ γὰρ ἐν τῷ μέσῳ παρίημι)· Εἰ μετὰ τὴν ἀνάστασιν θεὸς γέγονε καὶ οὐκέτι ἐστὶν ἄνθρω‐ | |
20 | πος, πῶς ὁ υἱὸς τοῦ ἀνθρώπου ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ; καὶ πῶς ὀψόμεθα τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν; πῶς δὲ καὶ πρὶν ἑνωθῆναι καὶ ἀποθεωθῆναι λέγει· Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν; ταῦτα διέξεισιν ἐκεῖνος | |
25 | διὰ τῶν εἰρημένων κατασκευάζων, ὅτι οὐδὲν πρὸς τὸ θειό‐ τερον ἡ τοῦ σώματος φύσις μετεποιήθη, ἀλλ’ ἔτι περὶ αὐτὸν αἱ τρίχες, οἱ ὄνυχες, ἡ μορφή, τὸ σχῆμα, ἡ τοῦ ὄγκου περι‐ γραφὴ καὶ τὰ λοιπά, δηλονότι ὅσα τε φαινόμενα καὶ ὅσα | |
[τε] κρύφια τῶν μερῶν τῶν τοῦ σώματος. ἐγὼ δὲ τὸ μὲν μὴ | 228 | |
3,1229 | δεῖν οὕτω χαμαιριφῆ καὶ χαμαίζηλα περὶ τὸν θεὸν ἐννοεῖν περιττὸν ἡγοῦμαι λόγῳ κατασκευάζεσθαι, αὐτοῦ τοῦ τῶν ἐναντίων λόγου καὶ δι’ ἑαυτοῦ τὴν ἀτοπίαν κηρύσσοντος. ὡς δ’ ἂν μὴ τὰ θεῖα λόγια συνεργεῖν αὐτῷ πρὸς τὴν μυθο‐ | |
5 | ποιΐαν λογίζοιτο, διὰ βραχέων ἕκαστον τῶν εἰρημένων ἐπι‐ δραμοῦμαι. ἐπειδή, φησίν, ἐν τῇ συντελείᾳ τοῦ παντὸς ὁ τοὺς ἀγγέλους ἀποστέλλων υἱὸς ἀνθρώπου λέγεται, διὰ τοῦτο μέχρι παντὸς οἴεται δεῖν ἐν τοῖς ἀνθρωπίνοις αὐτὸν ἰδιώμασι πιστεύειν εἶναι· καὶ οὐ μέμνηται τῆς τοῦ εὐαγγελίου | |
10 | φωνῆς, ὅπου πολλαχοῦ διὰ τῶν ἰδίων λόγων ὁ κύριος ἄνθρωπον τὸν ἐπὶ πάντων θεὸν κατωνόμασεν. ἄνθρωπος ἦν οἰκοδεσπότης, ὁ τοῖς γεωργοῖς τὸν ἀμπελῶνα ἐκδόμενος, ὁ μετὰ τὴν τῶν οἰκετῶν ἀναίρεσιν καὶ τὸν μονογενῆ αὑτοῦ υἱὸν ἀποστείλας, ὃν ἐκβαλόντες οἱ γεωργοὶ ἔξω τοῦ ἀμπελῶνος | |
15 | φονεύουσι. τίς δὲ ὑπῆρχεν ἐκεῖνος ὁ ἄνθρωπος ὁ τὸν μονογενῆ πέμψας; τίς δὲ ὁ ἔξω τοῦ ἀμπελῶνος φονευθεὶς υἱός; ὁ δὲ τοῦ υἱοῦ τοὺς γάμους ἐπιτελῶν οὐκ αὐτὸς ἀνθρωπικῶς ὑπὸ τοῦ λόγου διεσκευάσθη; εἰ δὲ χρὴ καὶ τοῦτο εἰπεῖν, ὅτι βοηθῶν τῇ ἀσθενείᾳ τῶν καταφρονούντων τῆς ὁμοιοειδοῦς αὐτοῖς | |
20 | φύσεως καὶ διὰ τοῦτο πιστεῦσαι αὐτοῦ τῇ θεότητι μὴ δυνα‐ μένων, ὡς ἂν μάλιστα τὸ χαῦνον τῆς διανοίας αὐτῶν τῷ φόβῳ συστείλας εἰς πίστιν τονώσειε, φησὶ τὸ παρὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου τοὺς ἀγγέλους ἐν τῇ κρίσει πέμπεσθαι, ἵν’ ἡ τῶν φοβερῶν προσδοκία τὴν πρὸς τὸ φαινόμενον αὐτῶν | |
25 | ἀπιστίαν θεραπεύσειεν. ἀλλὰ καὶ Ὄψεσθε, φησί, τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δόξης καὶ δυνάμεως πολλῆς. καὶ τοῦτο συνᾴδει τοῖς προαποδεδομένοις, εἴτε ἐκείνου τοῦ ἀνθρώπου τοῦ τὸν ἀμ‐ πελῶνα φυτεύσαντος καὶ τὸν γάμον τῷ υἱῷ ἐπιτελέσαντος | |
30 | εἴτε κατὰ τὴν προαποδοθεῖσαν διάνοιαν. καὶ ὅτι πάντῃ τῆς | 229 |
3,1230 | ταπεινῆς τοῦ Ἀπολιναρίου ὑπολήψεως ὁ λόγος ἀπήλλακται καὶ οὐδὲν σωματικὸν περὶ αὐτὸν ἐννοεῖν ὁ τοιοῦτος ὑποτίθεται λόγος, σαφὴς ἡ ἀπόδειξις ἐκ τοῦ προσκεῖσθαι τῷ λόγῳ τῷ τὴν ἐμφάνειαν αὐτοῦ τὴν ἐπὶ τέλει τῶν αἰώνων μηνύοντι, ὅτι | |
5 | ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ ὀφθήσεται τῇ κτίσει ὁ κύριος, ὡς ἀνάγκην εἶναι διὰ τῶν εἰρημένων ἢ καὶ τὸν πατέρα νομίζειν ἀνθρωπικῶς διεσκευάσθαι, ἵνα ὁ κατὰ τὸ ἀνθρώπινον σχῆμα φαινόμενος υἱὸς ἐν τῇ τοῦ πατρὸς φαίνηται δόξῃ· ἢ εἴπερ καθαρεύει πάσης μορφῆς ἐν εἴδει θεωρουμένης ἡ τῆς | |
10 | πατρικῆς δόξης μεγαλοπρέπεια, μηδὲ αὐτὸν ἀνθρωπικῶς σχηματίζεσθαι τὸν ἐν τῇ τοῦ πατρὸς ὀφθήσεσθαι δόξῃ ἐπαγγελλόμενον. ἄλλη γὰρ δόξα ἀνθρώπου καὶ ἄλλη δόξα τοῦ ἐπὶ πάντων θεοῦ. ἀλλά, φησί, διὰ σαρκὸς διαλεγόμενος τοῖς ἀνθρώποις ὅτι Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν. ὢ τῆς ἀνοίας | |
15 | τὸ ἀπόδειξιν οἴεσθαι 〈τοῦ〉 ἀνθρωπικὴν αὐτοῦ μετὰ ταῦτα γενήσεσθαι τὴν ἐμφάνειαν τὸ εἰπεῖν διὰ σαρκὸς φθεγγόμενον τὸν κύριον ἓν εἶναι πρὸς τὸν πατέρα! οὐκοῦν διὰ τούτων πάν‐ τως κατασκευάζει τῷ λόγῳ τὸ ἀκριβῶς ἐν σαρκὶ καὶ τὸν πατέρα ζῆν; εἰ γὰρ ὁ εἰπὼν ἓν εἶναι ἑαυτὸν πρὸς τὸν πατέρα | |
20 | οὐ κατὰ τὸ πνευματικὸν ἀλλὰ κατὰ τὸ ἀνθρώπινον, καθὼς ὁ Ἀπολινάριος οἴεται, νοεῖν ὑποτίθεται τὴν ἑνότητα, ἄρα τοῦτό ἐστιν ὁ πατήρ, ὅπερ τότε κατὰ ἄνθρωπον ὁ υἱὸς ἑωρᾶτο. ἀλλὰ μὴν ἔξω πάσης σωματικῆς ἐννοίας τὸ θεῖον. ἄρα οὐ κατὰ τὸ ἀνθρώπινον σχῆμα ἡ τοῦ υἱοῦ πρὸς τὸν | |
25 | πατέρα ἕνωσις ἦν, ἀλλὰ κατὰ τὴν κοινωνίαν τῆς θείας φύσεώς τε καὶ δυνάμεως. καὶ ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, ἐκ τούτων ἂν γένοιτο μάλιστα δῆλον, ἐν οἷς φησι πρὸς τὸν Φίλιππον· Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα. ἡ γὰρ ἀκριβὴς τῆς τοῦ υἱοῦ μεγαλειότητος κατανόησις καθάπερ ἐν εἰκόνι | |
30 | τὸ ἀρχέτυπον βλέπειν παρασκευάζει. | |
Τῶν δὲ ἐφεξῆς τὸ ἀσυνάρτητον καὶ ἀδιανόητον, ὡς ἂν | 230 | |
3,1231 | μὴ μάτην ἐμφιλοχωροίην τοῖς ματαίοις, ὑπερβήσομαι, δι’ ὧν οὐδὲ ὅ τι βούλεται λέγειν φανερὸν ποιεῖ τοῖς ἐπιστατικῶς ἀκολουθοῦσι τῇ συγγραφῇ. τί γὰρ αὐτῷ συντελεῖ πρὸς τὸν λόγον τὸ Μηδένα ἁρπάζειν ἐκ τῆς χειρὸς αὐτοῦ τὰ δοθέντα | |
5 | αὐτῷ παρὰ τοῦ πατρὸς πρόβατα, συνιδεῖν οὐκ ἔχω· καὶ ὅτι πατρικῇ θεότητι ἕλκει πρὸς ἑαυτὸν τὰ πρόβατα· καὶ Εἰ πρὸς τὸν πατέρα, φησίν, ἥνωται Χριστὸς πρὸ ἀναστάσεως, πῶς πρὸς τὸν ἐν αὐτῷ θεὸν οὐχ ἥνωται; τοῦτο γὰρ ὥσπερ ἐξεπίτηδες αὐτὸς ἑαυτοῦ τὴν | |
10 | μυθοποιίαν ἐλέγχων παρεντίθησι ταῖς ἰδίαις κατασκευαῖς, δι’ ὧν ἀποδείκνυται ἡ τοῦ ἀνθρώπου πρὸς τὸ θεῖον διαίρεσίς τε καὶ ἕνωσις. ὁ γὰρ εἰπὼν ὅτι Εἰ πρὸς τὸν πατέρα ἥνωται Χριστός, πῶς πρὸς τὸν ἐν αὐτῷ θεὸν οὐχ ἥνωται; οὕτω καὶ ὁ κατὰ Χριστὸν ἄνθρωπος ἕτερος ὢν τῷ ἐν αὐτῷ ἥνωται θεῷ. | |
15 | ταῦτα τοίνυν ὡς αὐτόθεν διὰ τῆς ἀναγνώσεως ἐλέγχοντα τὸ πεπλανημένον τοῦ δόγματος αὐτοῦ καὶ ἀσύστατον παρα‐ δραμοῦμαι τῷ λόγῳ· ἐκείνου δὲ μόνου ἐπιμνησθήσομαι· Ὁ σωτήρ, φησί, πέπονθε πεῖναν καὶ δίψαν καὶ κάματον καὶ ἀγωνίαν καὶ λύπην. τίς ὢν ὁ σωτήρ; | |
20 | θεός, φησὶν ἐν τοῖς πρὸ τούτου, οὐ δύο πρόσωπα ὡς ἑτέρου μὲν ὄντος θεοῦ, ἑτέρου δὲ τοῦ ἀνθρώπου. οὐκοῦν ὁ θεὸς πέπονθεν, ἅπερ παθεῖν αὐτὸν εἴρηκε, καὶ πάσχει τὸ ἀπαράδεκτον πάθους οὐκ ἀνάγκῃ φύσεως ἀβουλήτου, καθάπερ ἄνθρωπος, ἀλλ’ | |
25 | ἀκολουθίᾳ φύσεως. ἆρα τίς ἐπαρκέσει διελέγχων τὰ μάταια; ἐν τίνι διαφέρειν βλέπει τὴν ἀνάγκην τῆς φύσεως καὶ τὴν ἀκολουθίαν τῆς φύσεως; ἡ γὰρ ἀλήθεια ταὐτὸν ἐν ἑκατέρῳ βλέπει τὸ σημαινόμενον, οἷόν τι λέγω, ἀκόλουθόν ἐστι τὸν μὴ ὑγιαίνοντα τὰς ὄψεις ἀσθενῶς ἔχειν περὶ τὴν | |
30 | ὅρασιν καὶ πάλιν τὸ αὐτὸ τοῦτό φημι, ὅτι ἀναγκαῖόν ἐστιν, εἰ μή τις ὑγιῶς ἔχοι τῶν ὄψεων, ἀσθενεῖν τοῦτον περὶ τὴν | |
ὅρασιν. ἆρ’ οὐ ταὐτὸν ἐν ἑκατέροις ἐστίν; ὅ τε γὰρ τὴν | 231 | |
3,1232 | ἀνάγκην εἰπὼν τὸ ἐξ ἀκολούθου συμβαῖνον ἐνέδειξεν· ὅ τε τοῦ ἀκολούθου μνησθεὶς τὸ ἀναγκαῖον ἐσήμανεν. τί οὖν βού‐ λεται ἡ σοφία τοῦ λογογράφου μὴ ἀνάγκῃ φύσεως, ἀλλ’ ἀκο‐ λουθίᾳ φύσεως τῷ σωτῆρι προσάπτειν τὰ πάθη τῆς φύσεως; | |
5 | Ἔδει, φησί, καθ’ ὁμοιότητα τῶν ἀνθρώπων τὰ πάθη κινηθῆναι. ὁ τὸ ἔδει εἰπὼν οὐ φανερῶς τὴν ἀνάγκην ἐβόησεν; οὐχ αὕτη τῆς γραφῆς ἡ χρῆσίς ἐστιν; καὶ ἐξ αὐτῶν δὲ τῶν εὐαγγελίων πάρεστι τὰς ἀποδείξεις τοῦ λόγου λαβεῖν. Ἀνάγκη ἐλθεῖν τὰ σκάνδαλα· καὶ γὰρ δεῖ γενέσθαι ταῦτα. | |
10 | οὐχὶ μία ἑκατέρας ἐστὶ τῆς φωνῆς ἡ διάνοια; ὁ γὰρ εἰπὼν ἀνάγκην εἶναι ἐλθεῖν τὰ σκάνδαλα τὸ δεῖν ἐλθεῖν τὰ σκάνδαλα διὰ τῆς φωνῆς ἐνεδείξατο. καὶ ὁ εἰπὼν δεῖ γενέσθαι ταῦτα τὸ ἀναγκαίως ὀφεῖλον εἰς ἔργον ἐλθεῖν προεμήνυσεν. Ἀλλὰ πάλιν καὶ τὸν ἐφεξῆς ὑπερβήσομαι ὕθλον χύδην | |
15 | καὶ ὡς ἔτυχεν ἐκ ματαίων λογισμῶν συμπεφορημένον. φησὶ δὲ πρὸς τῷ τέλει τοῦ λόγου ὅτι Καὶ ἐν οὐρανῷ ὄντος τοῦ σώματος μεθ’ ἡμῶν ἐστι μέχρι τῆς συντελείας τοῦ αἰῶνος. τίς ὁ μεθ’ ἡμῶν ὤν; σαφῶς ὁ λογογράφος μερίζων τὸ ἀμέριστον οὐ συνίησιν. εἰ γὰρ τὸ | |
20 | μὲν σῶμα τῷ οὐρανίῳ ἀποτίθεται, μεθ’ ἡμῶν δὲ εἶναί φησι τὸν κύριον, φανερῶς διάζευξίν τινα καὶ μερισμὸν τῇ τοιαύτῃ τοῦ λόγου διαστολῇ κατεργάζεται. οὐ γὰρ εἶπεν, ὅτι τὸ σῶμα αὐτοῦ καὶ ἐν οὐρανῷ μένει καὶ μεθ’ ἡμῶν ἐστιν, ἀλλὰ τοῦ σώματος ἐν οὐρανῷ ὄντος, ἡμῶν δὲ οὐκ ἐν οὐρανῷ | |
25 | ὄντων. ἄρα ἕτερόν τινα παρὰ τὸ ἐν οὐρανοῖς ὂν σῶμα μεθ’ ἡμῶν τῶν ἐπὶ γῆς ὄντων πεπίστευκεν. ταῦτα τὰ ὑψηλὰ τοῦ Ἀπολιναρίου διδάγματα. ἡμεῖς δέ φαμεν, ὅτι ταῦτα εἰπὼν ἀνελήφθη καὶ ὁ ἀναληφθεὶς μεθ’ ἡμῶν ἐστι καὶ μερισμὸς ἐν | |
ἐκείνῳ οὐδείς· ἀλλ’ ὥσπερ ἐν ἡμῖν ἐστιν ἑκάστῳ παρὼν καὶ | 232 | |
3,1233 | ἐν μέσῳ γινόμενος, οὕτω καὶ ἐπὶ πάντα διήκει τὰ τῆς κτίσεως πέρατα, ὁμοτίμως πᾶσι τοῖς τοῦ κόσμου μέρεσιν ἐμφαινόμενος. εἰ ἡμῖν τοῖς σωματικοῖς ἀσωμάτως, οὐδὲ τοῖς ὑπερκοσμίοις ἐν σώματι. νυνὶ δέ φησιν οὕτως μερισθέντα τὸν | |
5 | κύριον ἀκαταλλήλως ἐν τοῖς ὑποχειρίοις διὰ τῶν ἐναντίων γίνεσθαι, τοῖς μὲν σαρκίνοις ἀσώ‐ ματον, τοῖς δὲ ἀσωμάτοις ἐν σώματι. ἐν γὰρ τῷ οὐρανῷ καθιδρύσας τὴν σάρκα πνευματικῶς τοῖς ἀνθρώποις ἑαυτὸν καταμίγνυσιν. ὅσα δὲ ψυχορραγῶν | |
10 | πρὸς τῷ τέλει τοῦ λόγου ὥσπερ τισὶν ἄσθμασι τοῖς ἀνυπο‐ στάτοις νοήμασιν ἐνσυνέχεται, παραδραμεῖν οἶμαι δεῖν ἀνεξέταστα, ἐν οἷς στενοχωρούμενος τοὺς Ἕλληνας πρὸς συνηγορίαν τῶν ἰδίων μύθων καλεῖ καὶ ὅσα ἄλλα τούτοις ἐστὶ παραπλήσια. ὅτῳ φίλον τὴν διὰ πάντων τῆς αἱρέσεως | |
15 | ἀτονίαν κατανοῆσαι, αὐτοῖς ἐπεξίτω τοῖς γεγραμμένοις· ἡμῖν δὲ οὐ τοσαύτη σχολὴ ὥστε τοῖς τοιούτοις λόγοις ἐμ‐ βαθύνειν, ἃ πρόδηλον ἀφ’ ἑαυτῶν καὶ πρὸ τῆς ἐξετάσεως | |
ἔχει τῆς ἀτοπίας τὸν ἔλεγχον. | 233 |