TLG 2017 007 :: GREGORIUS NYSSENUS :: Ad Theophilum adversus Apollinaristas GREGORIUS NYSSENUS Theol. Ad Theophilum adversus Apollinaristas Source: Mueller, F. (ed.), Gregorii Nysseni opera, vol. 3.1. Leiden: Brill, 1958: 119–128. Citation: Volume — page — (line) | ||
3,1119(t1) | ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ | |
t2 | ΠΡΟΣ ΘΕΟΦΙΛΟΝ | |
---|---|---|
t3 | ΚΑΤΑ ΑΠΟΛΙΝΑΡΙΣΤΩΝ | |
t4 | Ἀδελφῷ καὶ συλλειτουργῷ Θεοφίλῳ Γρηγόριος | |
1 | Οὐ μόνης ἐστὶ τῆς κοσμικῆς σοφίας εὔπορος ἡ μεγάλη τῶν Ἀλεξανδρέων πόλις, ἀλλὰ καὶ τῆς ἀληθινῆς [τῆς ὄντως] σοφίας παρ’ ὑμῖν ἐξ ἀρχαίου βρύουσιν αἱ πηγαί. διό μοι δοκεῖ καλῶς ἔχειν, παρ’ οἷς πλέων ἡ πρὸς τὸ ἀγαθόν ἐστι | |
5 | δύναμις, παρὰ τούτων γίνεσθαι τῆς κατὰ τὸ μυστήριον ἀληθείας τὴν συμμαχίαν. φησὶ γάρ που καὶ τὸ ὑψηλὸν εὐαγγέλιον ὅτι Ὧι πολὺ ἐδόθη, οὗτος τὸ πλέον ἀπαιτηθή‐ σεται. οὐκοῦν δίκαιος ἂν εἴης πᾶσαν τὴν ἐκ τῆς θείας χάριτος προσοῦσαν σοί τε καὶ τῇ ἐκκλησίᾳ σου δύναμιν | |
10 | ἀντιστῆσαι τῇ ψευδωνύμῳ γνώσει τῶν κατὰ τῆς ἀληθείας ἀεί τι καινὸν ἐφευρισκόντων, δι’ ὧν τέμνεται μὲν ἡ κατὰ | |
θεὸν συμφωνία, σιγᾶται δὲ τὸ μέγα καὶ σεβάσμιον ὄνομα τῶν | 119 | |
3,1120 | Χριστιανῶν· πρὸς δὲ τὰς ἀνθρωπίνας προσηγορίας ἡ ἐκκλησία καταμερίζεται· καὶ τὸ πάντων δεινότατον, ὅτι χαίρουσιν οἱ ἄνθρωποι τοῖς πρὸς τὴν πλάνην καθηγουμένοις ἐπονομαζόμενοι. εἰ μὲν οὖν ἦν δυνατὸν καθόλου τὴν προ‐ | |
5 | φητικὴν εὐχὴν εἰς πέρας ἐλθεῖν καὶ ἐκλείπειν τοὺς ἁμαρτω‐ λοὺς ἀπὸ τῆς γῆς καὶ τοὺς ἀνόμους, ὥστε μὴ ὑπάρχειν αὐτούς, ἦν ἂν τὸ τοιοῦτον τῷ παντὶ προτιμότερον. ἐπειδὴ δὲ οἱ λόγοι τῶν ἀνόμων ὑπερισχύουσιν ἐν τῇ τοῦ ἀντικει‐ μένου ἐνεργείᾳ τὴν κατὰ τῆς ἀληθείας ἔχοντες δύναμιν, | |
10 | ἀγαπητὸν ἂν εἴη ἐλαττῶσαι γοῦν τὰ κακὰ καὶ κωλῦσαι πρὸς πλέον προϊοῦσαν τὴν τῶν χειρόνων ἐπαύξησιν. Τί οὖν ἐστιν ὅ φημι; οἱ τῶν Ἀπολιναρίου δογμάτων προιστάμενοι διὰ τῆς καθ’ ἡμῶν μέμψεως κρατύνειν ἐπι‐ χειροῦσι τὰ ἴδια, σάρκινον τὸν λόγον καὶ δημιουργὸν τῶν | |
15 | αἰώνων τὸν τοῦ ἀνθρώπου υἱὸν καὶ θνητὴν τοῦ υἱοῦ κατα‐ σκευάζοντες τὴν θεότητα. προφέρουσι γὰρ ὡς τινῶν τῶν κατὰ τὴν καθολικὴν ἐκκλησίαν δύο πρεσβευόντων υἱοὺς ἐν τῷ δόγματι, τὸν μὲν κατὰ φύσιν ὄντα, τὸν δὲ κατὰ θέσιν | |
ὕστερον προσγενόμενον (οὐκ οἶδα παρ’ ὅτου τὸ τοιοῦτον | 120 | |
3,1121 | ἀκηκοότες καὶ πρὸς ποῖον διαπληκτιζόμενοι πρόσωπον· οὔπω γὰρ ἔγνων τὸν ταῦτα παραφθεγξάμενον)—πλὴν ἐπειδὴ ταύτην προστησάμενοι καθ’ ἡμῶν τὴν ὑπόθεσιν διὰ τοῦ δοκεῖν τῇ ἀτοπίᾳ ταύτῃ συμπλέκεσθαι τὰς ἑαυτῶν | |
5 | ὑπολήψεις κρατύνουσιν, καλῶς ἂν ἔχοι τὴν σὴν ἐν Χριστῷ τελειότητα, καθὼς ἄν σοι ἐπὶ νοῦν ἀγάγῃ τὸ πνεῦμα τὸ ἅγιον, ἐκκόψαι τὰς ἀφορμὰς τῶν ζητούντων τὰς καθ’ ἡμῶν ἀφορμὰς καὶ πεῖσαι τοὺς ταῦτα συκοφαντικῶς ἐπικα‐ λοῦντας τῇ τοῦ θεοῦ ἐκκλησίᾳ, ὅτι οὔτε ἔστι δόγμα τοιοῦτον | |
10 | ἐν Χριστιανοῖς οὔτε κηρυχθήσεται. οὐ γάρ, ἐπειδὴ ὁ τῶν αἰώνων ποιητὴς ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη, διὰ τοῦτο δύο υἱοὶ κατὰ τὴν ἐκκλησίαν ἀριθμοῦνται, εἷς ὁ ποιητὴς τῶν αἰώνων καὶ ἄλλος ὁ ἐπὶ τῷ τέλει τῶν αἰώνων διὰ σαρκὸς φανερωθεὶς | |
15 | τῇ ἀνθρωπίνῃ ζωῇ. εἰ γάρ τις τὴν οἰκονομικὴν τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ διὰ σαρκὸς ἐπιφάνειαν εἰς ἑτέρου υἱοῦ κα‐ τασκευὴν λαμβάνοι, οὗτος, ἀριθμήσας [καὶ] πάσας τὰς τοῖς | |
ἁγίοις γεγενημένας θεοφανείας 〈τὰσ〉 πρό τε τῆς κατὰ | 121 | |
3,1122 | σάρκα τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ φανερώσεως καὶ τὰς μετὰ ταῦτα πάλιν τοῖς ἀξίοις γεγενημένας, κατὰ τὸν ἀριθμὸν τῆς θεϊκῆς ἐπιφανείας υἱῶν πλῆθος εἶναι κατασκευάσει καὶ ἔσται αὐτῷ εἷς μὲν υἱὸς ὁ τῷ Ἀβραὰμ χρηματίσας, | |
5 | ἕτερος δὲ ὁ ἐπιφανεὶς τῷ Ἰσαάκ· καὶ ὁ τῷ Ἰακὼβ συμμα‐ χήσας ἕτερος· καὶ ἄλλος ὁ τῷ Μωυσῇ φανεὶς ἐν διαφόροις ἐπιφανείαις, ἐν φωτί, ἐν γνόφῳ, ἐν στύλῳ νεφέλης, ἐν τῇ κατενώπιον ὄψει, ἐν τοῖς ὀπισθίοις. ἄλλος πάλιν υἱὸς ὁ τῷ διαδόχῳ τοῦ Μωυσέως συμπαραταξάμενος· καὶ ὁ διὰ | |
10 | λαίλαπος τῷ Ἰὼβ χρηματίσας· καὶ ὁ ἐπὶ τοῦ ὑψηλοῦ θρόνου τῷ Ἠσαΐᾳ φανείς· καὶ ὁ ἀνθρωπικῷ σχήματι παρὰ τοῦ Ἰεζεκιὴλ τῷ λόγῳ ὑπογραφείς· καὶ μετὰ ταῦτα ὁ ἐν τῷ φωτὶ καταστράψας τὸν Παῦλον· καὶ πρὸ τούτου ὁ ἐπὶ τοῦ ὄρους τοῖς περὶ τὸν Πέτρον ἐν ὑψηλοτέρᾳ δόξῃ | |
15 | φανείς. εἰ δὲ τοῦτο ἄτοπον καὶ παντελῶς ἀσεβὲς τὸ τὰς ποικίλας τοῦ μονογενοῦς θεοφανείας εἰς ἀριθμὸν υἱῶν καταμερίζειν, τὴν ἴσην ἀτοπίαν ἔχει καὶ τὸ τὴν διὰ σαρκὸς | |
ἐπιφάνειαν ἀφορμὴν εἰς ἑτέρου υἱοῦ κατασκευὴν ποιεῖσθαι. | 122 | |
3,1123 | Οἰόμεθα γὰρ ὅτι κατὰ τὸ μέτρον τῆς ἑκάστου δυνάμεως τῶν δεχομένων τὴν θείαν ἐπιφάνειαν ἀεὶ γέγονε τῆς ὑπερε‐ χούσης φύσεως ἡ ὀπτασία, μείζων μὲν καὶ θεοπρεπεστέρα τοῖς δυναμένοις καθικέσθαι τοῦ ὕψους, ἐλάττων δὲ καὶ | |
5 | σμικροπρεπεστέρα τοῖς ἀχωρήτοις τοῦ μείζονος· οὗ χάριν οὐχ ὁμοίως ταῖς προλαβούσαις ἐπιφανείαις ἐν τῇ διὰ σαρκὸς οἰκονομίᾳ τῇ τῶν ἀνθρώπων ζωῇ ἐπιφαίνεται, ἀλλ’ ἐπειδὴ πάντες, καθώς φησιν ὁ προφήτης, ἐξέκλινάν τε καὶ ἠχρειώ‐ θησαν καὶ οὐκ ἦν, καθὼς γέγραπται, ὁ δυνάμενος συνιέναι | |
10 | καὶ ἐκζητῆσαι τὸ τῆς θεότητος ὕψος, διὰ τοῦτο τῇ σαρ‐ κωδεστέρᾳ γενεᾷ ἐπιφαινόμενος ὁ μονογενὴς υἱὸς σὰρξ γίνεται, κατὰ τὴν βραχύτητα τοῦ δεχομένου ἑαυτὸν συστείλας, μᾶλλον δέ, καθώς φησιν ἡ γραφή, ἑαυτὸν κενώσας, ἵνα ὅσον χωρεῖ ἡ φύσις τοσοῦτον δέξηται. τὸ γὰρ εἶναι τὴν | |
15 | γενεὰν ἐκείνην παρὰ τὰς προλαβούσας κατάκριτον, σαφῶς παρὰ τῆς τοῦ κυρίου φωνῆς μεμαθήκαμεν, ἐν οἷς Σοδομίτας τε αὐτῶν ἀνεκτοτέρους ἀπέφηνε καὶ Νινευΐτας καὶ τὴν τοῦ νότου βασίλισσαν κατακρινεῖν ἐν τῇ ἀναστάσει τὴν γενεὰν ἐκείνην ὁ κύριος διωρίσατο. | |
20 | Εἰ μὲν οὖν πάντες κατὰ τὸν Μωυσέα δυνατῶς εἶχον | |
ἐντὸς γενέσθαι τοῦ γνόφου, ἐν ᾧ εἶδεν ὁ Μωυσῆς τὰ | 123 | |
3,1124 | ἀθέατα ἢ κατὰ τὸν ὑψηλὸν Παῦλον τριῶν οὐρανῶν ὑπεραρ‐ θῆναι καὶ ἐν παραδείσῳ περὶ τῶν ὑπὲρ λόγον πραγμάτων διδαχθῆναι τὰ ἄρρητα· ἢ κατὰ τὸν ζηλωτὴν Ἠλίαν τῷ πυρὶ πρὸς τὸν αἰθέριον χῶρον συνεπαρθῆναι καὶ μὴ βαρυνθῆναι | |
5 | τῷ ἐφολκίῳ τοῦ σώματος· ἢ κατὰ τὸν Ἰεζεκιήλ τε καὶ Ἠσαΐαν ἐπὶ τοῦ θρόνου τῆς δόξης ἰδεῖν τὸν ἐπὶ τῶν Χερουβὶμ ἐπαιρόμενον ἢ ὑπὸ τῶν Σεραφὶμ δοξαζόμενον—οὐδ’ ἂν ἐγένετο πάντως χρεία τῆς διὰ σαρκὸς τοῦ θεοῦ ἡμῶν ἐπιφανείας, πάντων τοιούτων ὄντων. ἐπειδὴ δέ, καθὼς ὁ | |
10 | κύριος λέγει, γενεὰ πονηρὰ καὶ μοιχαλὶς ἦν ἡ γενεὰ ἐκείνη (πονηρὰ μὲν διὰ τό, καθώς φησι τὸ εὐαγγέλιον, ὅλον τότε τὸν κόσμον ἐν τῷ πονηρῷ κεῖσθαι, μοιχαλὶς δὲ διὰ τὸ ἀποστᾶσαν αὐτὴν τοῦ ἀγαθοῦ νυμφίου τῷ διὰ κακίας μοιχεύοντι τὰς ψυχὰς ἀνακραθῆναι)—τούτου χάριν ὁ ἀληθινὸς ἰατρός, | |
15 | ὁ τοὺς κακῶς ἔχοντας θεραπεύων ὡς ἐπεζήτει τὴν θεραπείαν ἡ νόσος, οὕτω προσήγαγε τῷ ἀρρωστοῦντι τὴν ἐπιμέλειαν, τρόπον τινὰ συνασθενήσας τῇ ἀρρωστίᾳ τῆς ἡμετέρας φύσεως καὶ σὰρξ γενόμενος, ἥτις ἐν τῇ ἑαυτῆς φύσει συνου‐ σιωμένην ἔχει τὴν ἀσθένειαν, καθὼς διδάσκει ἡ θεία φωνὴ | |
20 | ὅτι Τὸ πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. Εἰ μὲν οὖν τὸ θεῖον ἐν τῷ ἀνθρωπίνῳ γενόμενον καὶ | |
ἐν τῷ θνητῷ τὸ ἀθάνατον καὶ τὸ δυνατὸν ἐν τῷ ἀσθενεῖ καὶ | 124 | |
3,1125 | ἐν τῷ τρεπτῷ τε καὶ φθειρομένῳ τὸ ἀναλλοίωτόν τε καὶ ἄφθαρτον ἐφῆκεν ἐπιμεῖναι τὸ θνητὸν τῷ θνητῷ ἢ τῇ φθορᾷ τὸ φθαρτὸν καὶ τὰ ἄλλα τοῖς ἄλλοις κατὰ τὸν αὐτὸν τρόπον, εἰκότως ἄν τις δυάδα τῷ υἱῷ τοῦ θεοῦ ἐνεθεώρησεν, | |
5 | τῶν κατὰ τὸ ἐναντίον θεωρουμένων ἑκάτερον ἰδιαζόντως ἐφ’ ἑαυτοῦ ἀριθμῶν. εἰ δὲ τὸ θνητὸν ἐν τῷ ἀθανάτῳ γενό‐ μενον ἀθανασία ἐγένετο, ὁμοίως 〈δὲ〉 καὶ τὸ φθαρτὸν εἰς ἀφθαρσίαν μετέβαλε καὶ τὰ ἄλλα πάντα ὡσαύτως πρὸς τὸ ἀπαθές τε καὶ θεῖον μετεποιήθη, τίς ὑπολείπεται λόγος | |
10 | ἔτι τοῖς εἰς δυϊκὴν διαφορὰν τὸ ἓν διασχίζουσιν; Ὁ γὰρ λόγος καὶ πρὸ τῆς σαρκὸς καὶ μετὰ τὴν ἔν‐ σαρκον οἰκονομίαν λόγος καὶ ἦν καὶ ἔστιν· καὶ ὁ θεὸς καὶ πρὸ τῆς τοῦ δούλου μορφῆς καὶ μετὰ ταύτην θεός ἐστιν· καὶ τὸ φῶς τὸ ἀληθινὸν πρίν τε ἐλλάμψαι τῇ σκοτίᾳ καὶ μετὰ | |
15 | ταῦτα φῶς ἐστιν ἀληθινόν. εἰ οὖν ἀμετάπτωτος καὶ ἀμετά‐ θετος πᾶσα θεοπρεπὴς ἔννοια διὰ παντὸς περὶ τὸν μονογενῆ καθορᾶται καὶ ὁ αὐτός ἐστιν ἀεὶ πρὸς ἑαυτὸν ὡσαύτως ἔχων, πῶς τις ἡμᾶς ἀναγκάζει τὴν διὰ σαρκὸς γενομένην αὐτοῦ ἐπιφάνειαν υἱῶν δυάδα κατονομάζειν, ὡς τοῦ μὲν | |
20 | προαιωνίου ὄντος υἱοῦ, τοῦ δὲ διὰ σαρκὸς τῷ θεῷ γεννηθέντος ἄλλου υἱοῦ; Ἡμεῖς γὰρ σωθῆναι μὲν τὴν ἀνθρωπίνην φύσιν ἑνω‐ | |
θεῖσαν τῷ λόγῳ παρὰ τοῦ μυστηρίου καὶ μεμαθήκαμεν καὶ | 125 | |
3,1126 | πεπιστεύκαμεν· υἱὸν δὲ θεοῦ σάρκινον ἰδιαζόντως ἐφ’ ἑαυτοῦ θεωρούμενον οὔτε ἐμάθομεν οὔτε ἐξ ἀκολουθίας τινὸς νοεῖν ἐναγόμεθα. οὐ γὰρ ἁμαρτία καὶ κατάρα δι’ ἡμᾶς, καθὼς ὁ ἀπόστολος λέγει, γενόμενος καὶ τὰς ἡμετέρας | |
5 | ἀναλαβὼν ἀσθενείας, κατὰ τὴν Ἠσαΐου φωνήν, περὶ ἑαυτόν, ἀφῆκεν ἀνίατον τὴν ἁμαρτίαν καὶ τὴν κατάραν καὶ τὴν ἀσθένειαν· ἀλλὰ τὸ μὲν θνητὸν ὑπὸ τῆς ζωῆς κατεπόθη, ὁ δὲ σταυρωθεὶς ἐξ ἀσθενείας ἔζησεν ἐκ δυνάμεως ἥ τε κατάρα εἰς εὐλογίαν μετεποιήθη καὶ πᾶν, ὅσον ἀσθενὲς τῆς φύσεως | |
10 | ἡμῶν καὶ ἐπίκηρον ἀνακραθὲν τῇ θεότητι ἐκεῖνο ἐγένετο, ὅπερ ἡ θεότης ἐστίν. πόθεν οὖν ἄν τις τὴν δυάδα τῶν υἱῶν ἐννοήσειεν ὡς ἀνάγκῃ τινὶ διὰ τῆς κατὰ σάρκα οἰκονομίας πρὸς τὴν τοιαύτην ὑπόληψιν ἐναγόμενος; Ὁ γὰρ ἀεὶ ἐν τῷ πατρὶ ὢν καὶ ἀεὶ ἔχων ἐν ἑαυτῷ τὸν | |
15 | πατέρα καὶ ἡνωμένος αὐτῷ, ὡς ἦν καὶ πρώην, οὕτω καὶ ἔστι καὶ ἔσται καὶ ἄλλος παρ’ ἐκεῖνον υἱὸς οὔτε ἦν οὔτε ἐγένετο οὔτε ἔσται· ἡ δὲ προσληφθεῖσα τῆς ἀνθρωπίνης φύσεως ἀπαρχή, ὑπὸ τῆς παντοδυνάμου θεότητος (ὡς ἂν εἴποι τις εἰκόνι χρώμενος) οἷόν τις σταγὼν ὄξους ἀπείρῳ | |
20 | πελάγει κατακραθεῖσα, ἔστι μὲν ἐν τῇ θεότητι, οὐ μὴν ἐν τοῖς | |
ἰδίοις αὐτῆς ἰδιώμασιν. οὕτω γὰρ ἂν ἡ τῶν υἱῶν δυὰς | 126 | |
3,1127 | ἀκολούθως ὑπενοεῖτο, εἰ ἐν τῇ ἀφράστῳ τοῦ υἱοῦ θεότητι ἑτερογενής τις φύσις [ἐν] ἰδιάζουσι σημείοις ἐπεγινώσκετο, ὡς εἶναι τὸ μὲν ἀσθενὲς ἢ μικρὸν ἢ φθαρτὸν ἢ πρόσκαιρον, τὸ δὲ δυνατὸν καὶ μέγα καὶ ἄφθαρτον καὶ ἀΐδιον· ἐπειδὴ δὲ | |
5 | πάντων τῶν τῷ θνητῷ συνεπιθεωρουμένων ἐν τοῖς τῆς θεό‐ τητος ἰδιώμασι μεταποιηθέντων, ἐν οὐδενὶ καταλαμβάνεται ἡ διαφορά (ὅπερ γὰρ ἄν τις ἴδῃ τοῦ υἱοῦ, θεότης ἐστί, σοφία, δύναμις, ἁγιασμός, ἀπάθεια), πῶς ἂν διαιροῖτο τὸ ἓν εἰς δυϊκὴν σημασίαν, μηδεμιᾶς διαφορᾶς τὸν ἀριθμὸν μερι‐ | |
10 | ζούσης; Ἡ γὰρ θεότης τὸ ταπεινὸν ὑπερύψωσεν· τῷ κατωνο‐ μασμένῳ ἀνθρωπικῶς τὸ ὑπὲρ πᾶν εἶναι ὄνομα ἐχαρίσατο· τὸ ὑποχείριον καὶ δοῦλον κύριον καὶ βασιλέα ἐποίησεν, καθὼς ὁ Πέτρος φησὶν ὅτι Κύριον αὐτὸν καὶ Χριστὸν ὁ θεὸς ἐποίησεν | |
15 | (νοοῦμεν γὰρ διὰ τοῦ Χριστοῦ βασιλέα). καὶ διὰ τὴν ἀκριβῆ ἑνότητα τῆς τε προσληφθείσης σαρκὸς καὶ τῆς προσλαβο‐ μένης θεότητος ἀντιμεθίσταται τὰ ὀνόματα, ὥστε καὶ τὸ ἀνθρώπινον τῷ θείῳ καὶ τὸ θεῖον τῷ ἀνθρωπίνῳ κατονο‐ | |
μάζεσθαι. διὸ καὶ ὁ ἐσταυρωμένος κύριος τῆς δόξης | 127 | |
3,1128 | ὑπὸ τοῦ Παύλου καλεῖται καὶ ὁ προσκυνούμενος ὑπὸ πάσης κτίσεως, τῶν τε ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, Ἰησοῦς ὀνομάζεται· διὰ τούτων γὰρ ἡ ἀληθής τε καὶ ἀδιαί‐ ρετος ἕνωσις ἑρμηνεύεται, ἐκ τοῦ καὶ τὴν ἄφραστον τῆς | |
5 | θεότητος δόξαν τῇ τοῦ Ἰησοῦ προσηγορίᾳ σημαίνεσθαι, ὅταν πᾶσα σὰρξ ἐξομολογήσηται καὶ πᾶσα γλῶσσα ὅτι κύριος Ἰησοῦς Χριστός, καὶ τὸν τὰ πάθη τοῦ σταυροῦ δεξάμενον καὶ περονηθέντα τοῖς ἥλοις καὶ διαπαρέντα τῇ λόγχῃ κύριον δόξης παρὰ τοῦ Παύλου προσαγορεύεσθαι. | |
10 | εἰ οὖν καὶ τὸ ἀνθρώπινον οὐκ ἐν τοῖς τῆς φύσεως ἰδιώμασι δείκνυται ἀλλὰ κύριος τῆς δόξης ἐστίν, οὐκ ἂν δέ τις εἰπεῖν δύο κυρίους δόξης τολμήσειεν, μαθὼν ὅτι Εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα, πόθεν ἡμῖν ἐπικαλοῦσι τῶν υἱῶν τὴν δυάδα οἱ τὴν καθ’ ἡμῶν κατηγορίαν εὐπρόσωπον ἀφορμὴν | |
15 | εἰς τὴν κατασκευὴν τῶν ἰδίων ὑπολήψεων προβαλλόμενοι; Τὰ μὲν οὖν παρ’ ἡμῶν εἰς ἀπολογίαν τοιαῦτα· ζητοῦ‐ μεν δὲ παρὰ τῆς σῆς ἐν Χριστῷ τελειότητος μείζονα καὶ τελειοτέραν τῆς ἀληθείας τὴν συμμαχίαν, ὡς ἂν μηδεμίαν ἔχοιεν κατὰ τῆς ἐκκλησίας εἰς κατηγορίαν λαβὴν οἱ διὰ | |
20 | τῆς καθ’ ἡμῶν μέμψεως τὰς ἰδίας ὑπολήψεις κρατύνοντες. | 128 |