TLG 2017 006 :: GREGORIUS NYSSENUS :: Adversus Macedonianos de spiritu sancto

GREGORIUS NYSSENUS Theol.
(Nyssenus: A.D. 4)

Adversus Macedonianos de spiritu sancto

Source: Mueller, F. (ed.), Gregorii Nysseni opera, vol. 3.1. Leiden: Brill, 1958: 89–115.

Citation: Volume — page — (line)

3,1

89

(t1)

〈ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ〉
t2ΠΕΡΙ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ
t3ΚΑΤΑ ΜΑΚΕΔΟΝΙΑΝΩΝ ΤΩΝ ΠΝΕΥΜΑΤΟΜΑΧΩΝ
1 Τάχα οὐδὲ ἀποκρίνασθαι προσήκει τοῖς ματαίοις τῶν λόγων· τὸ γὰρ σοφὸν τοῦ Σολομῶντος παράγγελμα πρὸς τοῦτο ἔοικε φέρειν τὸ διακελευόμενον μὴ ἀποκρίνεσθαι ἄφρονι κατὰ τὴν ἀφροσύνην αὐτοῦ. ἀλλ’ ἐπειδὴ κίνδυνός ἐστι μὴ διὰ
5τῆς ἡμετέρας σιγῆς κατισχύσῃ τῆς ἀληθείας τὸ ψεῦδος καὶ πολλὴν ἡ σηπεδονώδης αὕτη τῆς αἱρέσεως γάγγραινα νομὴν κατὰ τῆς ἀληθείας λαβοῦσα τὸν ὑγιαίνοντα τῆς πίστεως λόγον διαλωβήσηται, ἀναγκαῖον ἐφάνη μοι μὴ κατὰ τὴν ἀφροσύνην αὐτῶν ἀποκρίνασθαι τῶν τὰ τοιαῦτα κατὰ τῆς εὐσεβείας
10προτεινομένων, ἀλλ’ ἐπὶ διορθώσει τῶν μοχθηρῶν ὑπολήψεων. καὶ γὰρ τὸ παροιμιῶδες παράγγελμα δοκεῖ μοι μὴ σιγήν, ἀλλὰ διόρθωσιν τῶν ἀφραινόντων παρεγγυᾶν ὡς δεῖν τὰς ἀποκρίσεις μὴ συντρέχειν τῇ ἀφροσύνῃ τῶν ὑπολήψεων, ἀνατρέπειν δὲ μᾶλλον τὰς ἀνοήτους αὐτῶν καὶ ἠπατημένας
15περὶ τῶν δογμάτων δόξας. Τί οὖν ἐστιν ὃ προφέρουσιν ἡμῖν; ἀσεβεῖν αἰτιῶνται τοὺς περὶ τοῦ ἁγίου πνεύματος μεγαλοπρεπεῖς ἔχοντας ὑπολήψεις· καὶ ὅσα τοῖς τῶν πατέρων ἑπόμενοι δόγμασιν ὁμολογοῦμεν περὶ τοῦ πνεύματος, ταῦτα πρὸς τὸ δοκοῦν
20ἐκλαμβάνοντες ἀφορμὴν ἑαυτοῖς παρέχουσι καθ’ ἡμῶν εἰς ἀσεβείας γραφήν. ἡμῶν γὰρ συντετάχθαι τῷ πατρὶ καὶ τῷ υἱῷ τὸ πνεῦμα τὸ ἅγιον ὁμολογούντων ὡς μηδεμίαν εἶναι παραλλαγὴν ἐν μηδενὶ τῶν εὐσεβῶς περὶ τὴν θείαν φύσιν νοουμένων τε καὶ ὀνομαζομένων ἐκτὸς τοῦ καθ’ ὑπόστασιν
25ἰδιαζόντως θεωρεῖσθαι τὸ πνεῦμα τὸ ἅγιον, ὅτι ἐκ τοῦ θεοῦ89

3,1

90

ἐστι καὶ τοῦ Χριστοῦ ἐστι, καθὼς γέγραπται· οὔτε κατὰ τὸ ἀγέννητον τῷ πατρὶ οὔτε κατὰ τὸ μονογενὲς τῷ υἱῷ συνχεό‐ μενον ἀλλά τισιν ἐξαιρέτοις ἰδιώμασιν ἐφ’ ἑαυτοῦ θεωρού‐ μενον ἐν τοῖς ἄλλοις πᾶσι καθάπερ ἔφην τὸ συνημμένον καὶ
5ἀπαράλλακτον ἔχειν ὁμολογούντων· οἱ ὑπεναντίοι φασὶν ἀπεξενῶσθαι μὲν αὐτὸ πρὸς τὸν πατέρα καὶ τὸν υἱὸν τῆς φυσικῆς κοινωνίας καὶ διὰ τὸ τῆς φύσεως διαλλάττον ὑπο‐ βεβηκέναι καὶ ἠλαττῶσθαι τοῖς πᾶσιν ἐν δυνάμει καὶ δόξῃ καὶ ἀξιώματι καὶ πᾶσιν ἅπαξ τοῖς θεοπρεπῶς λεγομένοις
10ὀνόμασί τε καὶ νοήμασι· καὶ διὰ τοῦτο δόξης μὲν ἀμέτοχον, ἀνάξιον δὲ τῆς πρὸς τὸν πατέρα καὶ υἱὸν ὁμοτιμίας φασίν· δυνάμεως δὲ τοσοῦτον μετέχειν, ὅσον ἐπαρκεῖν αὐτῷ πρὸς ἀποτεταγμένας τινὰς καὶ μερικὰς ἐνεργείας, τῆς δὲ δημιουρ‐ γικῆς ἰσχύος ἔξω παντάπασιν καθεστάναι. ταύτης δὲ κρα‐
15τούσης παρ’ αὐτοῖς τῆς ὑπολήψεως ἐκ τοῦ ἀκολούθου κατα‐ σκευάζεται παρ’ αὐτῶν τὸ μηδὲν ἔχειν ἐν ἑαυτῷ τὸ πνεῦμα τῶν περὶ τὴν θείαν φύσιν εὐσεβῶς λεγομένων τε καὶ νοου‐ μένων. Τί οὖν ὁ ἡμέτερος λόγος; οὐδὲν καινὸν ἡμεῖς οὐδὲ παρ’
20ἡμῶν αὐτῶν τοῖς τὰ τοιαῦτα προκαλουμένοις ἀποκρινούμεθα, ἀλλὰ ἀποχρησόμεθα τῇ τῆς θείας γραφῆς περὶ τοῦ ἁγίου πνεύματος μαρτυρίᾳ, δι’ ἧς θεῖον τὸ πνεῦμα τὸ ἅγιον εἶναί τε καὶ λέγεσθαι μεμαθήκαμεν. εἰ οὖν συντίθενται καὶ αὐτοὶ τούτῳ καὶ μὴ ἀντιβαίνουσι ταῖς θεοπνεύστοις φωναῖς, εἰ‐
25πάτωσαν οἱ πρὸς τὸν καθ’ ἡμῶν πόλεμον ἕτοιμοι, τίνος ἕνεκεν οὐ πρὸς τὴν γραφήν, ἀλλὰ πρὸς ἡμᾶς διαμάχονται; οὐδὲ γὰρ ἡμεῖς ἄλλο τι παρὰ τοῦτό φαμεν. θείας δὲ φύσεως 〈εἶναι τὸ πνεῦμα〉 ὁμολογοῦντες οὐδεμίαν ἐπιγινώσκομεν οὔτε ἐκ τῆς τῶν γραφῶν διδασκαλίας οὔτε ἐκ τῶν κοινῶν
30ἐννοιῶν κατ’ αὐτὸ τοῦτο διαφοράν· ὥστε μεμερίσθαι πρὸς
ἑαυτὴν τὴν θείαν τε καὶ ὑπερέχουσαν φύσιν διά τινος ἐπιτά‐90

3,1

91

σεως ἢ ὑφέσεως παρὰ τὸ πλέον τε καὶ ἔλαττον αὐτὴν πρὸς ἑαυτὴν διαλλάττουσαν. ἐπειδὴ γὰρ ἁπλῆ καὶ μονοειδὴς καὶ ἀσύνθετος εἶναι πεπίστευται καὶ οὐδεμία πλοκὴ καὶ σύνθεσις ἐξ ἀνομοίων περὶ αὐτὴν θεωρεῖται, διὰ τοῦτο, ἐπειδὰν ἅπαξ
5θείαν φύσιν τῇ ψυχῇ ἐννοήσωμεν, τὸ ἐν παντὶ θεοπρεπεῖ νοή‐ ματι τέλειον διὰ τοῦ ὀνόματος τούτου συμπαρεδεξάμεθα· τὸ γὰρ θεῖον ἐν παντὶ τῷ κατὰ τὸ ἀγαθὸν λόγῳ τὸ τέλειον ἔχει. εἰ δὲ ἐλλείποι τινὶ καὶ ὑστερίζοι κατά τι τῆς τελειότητος, κατὰ τὸ ἐλλεῖπον χωλεύσει καὶ ὁ τῆς θεότητος λόγος ὡς
10μηκέτι θεῖον ἐν ἐκείνῳ τῷ μέρει ἢ εἶναι ἢ λέγεσθαι. πῶς γὰρ ἄν τις τῷ ἀτελεῖ καὶ ἐλλείποντι καὶ τῆς ἑτέρωθεν προσ‐ θήκης προσδεομένῳ τὴν προσηγορίαν ταύτην ἁρμόσειεν; Καθάπερ καὶ διὰ τῶν σωματικῶν ὑποδειγμάτων ἔστι τὸν λόγον πιστώσασθαι. ἡ γὰρ τοῦ πυρὸς φύσις ἐπίσης πᾶσι
15τοῖς συμπληροῦσιν αὐτὴν μορίοις τὴν θερμαντικὴν αἴσθησιν τοῖς ἁπτομένοις παρέχεται· καὶ οὐ τὸ μέν τι τῆς φλογὸς ὑπερτεταμένην, τὸ δὲ ὑφειμένην ἔχει τὴν θερμασίαν· ἀλλ’ ἕως ἂν ᾖ πῦρ, ὅλον διόλου τῇ ταὐτότητι τῆς ἐνεργείας ἀδιάστατον πρὸς ἑαυτὸ τὴν ἕνωσιν ἔχει. εἰ δέ τι κατά τι
20μέρος καταψυχθείη, οὐκέτι πῦρ κατὰ τὸ κατεψυγμένον ὀνομασθήσεται τῇ πρὸς τὸ ἐναντίον ὑπαλλαγῇ τῆς θερμαντικῆς ἐνεργείας συμμεταποιουμένου καὶ τοῦ ὀνόματος. ὡσαύτως καὶ τοῦ ὕδατος καὶ τοῦ ἀέρος καὶ πάντων τῶν στοιχειωδῶς ὑποβεβλημένων εἶς καὶ ὁ αὐτὸς ἐφ’ ἑκάστου λόγος οὐ παρα‐
25δεχόμενος πλεονασμὸν ἢ ἐλάττωσιν. οὐδὲ γὰρ τὸ ὕδωρ μᾶλλον ἢ ἔλαττον δύναται λέγεσθαι· ἕως γὰρ ἂν ἐπίσης ὑγρὸν ᾖ, καὶ ἡ προσηγορία τοῦ ὕδατος ἐπ’ αὐτοῦ ἀληθεύεται· εἰ δὲ μεταποιηθείη πρὸς τὴν ἐναντίαν ποιότητα, συνηλλοιώθη πάντως ἐπ’ αὐτοῦ καὶ τὸ ὄνομα. καὶ τοῦ ἀέρος τὸ μαλακόν
30τε καὶ ἀνωφερὲς καὶ κοῦφον ἐπίσης πᾶσι τοῖς μορίοις ἐν‐ θεωρεῖται· τὸ δὲ πυκνὸν καὶ ἐμβριθὲς καὶ εἰς γῆν ῥέον διαφεύγει τὸ καὶ ἀὴρ ὀνομάζεσθαι. οὕτως καὶ ἡ θεία φύσις,
ἕως μὲν ἂν διὰ παντὸς τοῦ περὶ αὐτὴν εὐσεβῶς θεωρουμένου91

3,1

92

νοήματος τὸ τέλειον ἔχῃ, ἐπαληθεύσει τὴν προσηγορίαν τῇ τοῦ ἀγαθοῦ τελειότητι· εἰ δὲ ὑποσπασθείη τι τῶν συντεινόντων εἰς τὸν τῆς τελειότητος λόγον, ψεύσεται κατ’ ἐκεῖνο τὸ μέρος τὸ τῆς θεότητος ὄνομα καὶ οὐκ ἐφαρμόσει τῷ ὑποκει‐
5μένῳ· ἴσον γὰρ ἢ καὶ μᾶλλόν ἐστι τὸ ἀδύνατον ξηρῷ σώματι τὴν τοῦ ὕδατος ἐπωνυμίαν ἁρμόσαι καὶ πῦρ προσαγορεῦσαι τὸ κατεψυγμένον ἐν τῇ ποιότητι καὶ τὸ στερρὸν καὶ ἀντίτυπον ἀέρα εἰπεῖν καὶ θεῖον ὀνομάσαι, ᾧ μὴ συνυπακούεται ἡ τῆς τελειότητος ἔννοια.
10 Εἰ οὖν ἀληθῶς καὶ οὐ μέχρις ὀνόματος θεῖον τὸ πνεῦμα τὸ ἅγιον ὑπὸ τῆς γραφῆς καὶ ὑπὸ τῶν πατέρων ἡμῶν προση‐ γόρευται, τίς ἔτι λόγος ἐστὶ τοῖς ἀντιστατοῦσι τῇ δόξῃ τοῦ πνεύματος; εἰ γὰρ θεῖον, καὶ ἀγαθὸν πάντως καὶ δυνατὸν καὶ σοφὸν ἔνδοξόν τε καὶ ἀΐδιον καὶ πάντα ὅσα τοῦ τοιούτου
15γένους ἐστὶν ὀνόματα πρὸς τὸ μεγαλοπρεπὲς τὰς ὑπολήψεις ἡμῶν ἐπαίροντα. ταῦτα οὐκ ἐκ μετουσίας ἔχειν ἡ ἁπλότης τοῦ ὑποκειμένου διαμαρτύρεται ὡς ἄλλο μέν τι τῇ ἑαυτοῦ φύσει ὑπονοεῖν εἶναι, ἕτερον δέ τι γενέσθαι τῇ παρουσίᾳ τῶν εἰρημένων· ἴδια γὰρ ταῦτα τῶν σύνθετον εἰληχότων
20τὴν φύσιν. ἁπλοῦν δὲ τὸ πνεῦμα τὸ ἅγιον παρὰ πάντων ἐπίσης συνωμολόγηται καὶ ὁ ἀντιλέγων οὐκ ἔστιν. εἰ οὖν ἁπλοῦς ὁ τῆς φύσεως αὐτοῦ λόγος, οὐκ ἐπίκτητον ἔχει τὸ ἀγαθόν, ἀλλ’ αὐτὸ ὅ τί ποτέ ἐστιν, ἀγαθότης ἐστί, σοφία, δύναμις, ἁγιασμός, δικαιοσύνη, ἀϊδιότης, ἀφθαρσία, πάντα τὰ ὑψηλὰ
25τῶν ὀνομάτων καὶ ὑπεραίροντα· τὸ οὖν τοιοῦτον ἐκ ποίας διανοίας ἄδοξον εἶναι κατασκευάζουσιν οἱ μὴ φοβούμενοι τὸ χαλεπὸν τῆς κατὰ τοῦ πνεύματος βλασφημίας κατάκριμα; σαφῶς γὰρ τοῦτο προτείνουσι τὸ μὴ δεῖν αὐτὸ δοξαστὸν εἶναι πιστεύειν, οὐκ οἶδα τὸ τῇ φύσει ἔνδοξον τίνι λογισμῷ
30μὴ ὁμολογεῖν ὅ ἐστι λυσιτελὲς εἶναι κρίνοντες. Οὐδὲ γὰρ ἐκεῖνο αὔταρκες εἰς ἀπολογίαν αὐτοῖς, ὅτι ἐπειδὴ κατὰ τὴν τάξιν τρίτον ὑπὸ κυρίου τοῖς μαθηταῖς παραδέδοται, διὰ τοῦτο τῆς θεοπρεποῦς ἐννοίας ἀπηλλοτρίω‐
ται. ἐφ’ ὧν γὰρ ἡ κατὰ τὸ ἀγαθὸν ἐνέργεια οὐδεμίαν ἐλάτ‐92

3,1

93

τωσιν ἢ παραλλαγὴν ἔχει, πῶς ἐστιν εὔλογον τὴν κατὰ τὸν ἀριθμὸν τάξιν ἐλαττώσεώς τινος, τῆς κατὰ φύσιν παραλλα‐ γῆς, οἴεσθαι σημεῖον εἶναι; ὥσπερ ἂν εἴ τις ἐν τρισὶ λαμπάσι διῃρημένην βλέπων τὴν φλόγα—αἰτίαν δὲ τοῦ τρίτου φωτὸς
5ὑποθώμεθα εἶναι τὴν πρώτην φλόγα ἐκ διαδόσεως διὰ τοῦ μέσου τὸ ἄκρον ἐξάψασαν—ἔπειτα κατασκευάζοι πλεονάζειν ἐν τῇ πρώτῃ φλογὶ τὴν θερμασίαν, τῇ δὲ ἐφεξῆς ὑποβεβηκέναι καὶ πρὸς τὸ ἔλαττον ἔχειν τὴν παραλλαγήν, τὴν δὲ τρίτην μηδὲ πῦρ ἔτι λέγεσθαι, κἂν παραπλησίως καίῃ καὶ φαίνῃ
10καὶ πάντα τὰ τοῦ πυρὸς κατεργάζηται· εἰ δὲ κωλύει οὐδὲν πῦρ εἶναι τὴν τρίτην λαμπάδα, κἂν ἐκ προλαβούσης ἀναλάμψῃ φλογός, τίς ἡ σοφία τῶν διὰ τοῦτο τὴν τοῦ ἁγίου πνεύματος ἀξίαν ἀθετεῖν εὐσεβὲς νομιζόντων, ἐπειδήπερ μετὰ πατέρα καὶ υἱὸν ἠριθμήθη παρὰ τῆς θείας φωνῆς; εἰ μὲν γὰρ λείπει
15τι τῶν θεοπρεπῶν νοημάτων ἐν τοῖς ἐπιθεωρουμένοις τῇ φύσει τοῦ πνεύματος, καλῶς αὐτῷ προσμαρτυροῦσι τὸ ἄδο‐ ξον· εἰ δὲ διὰ πάντων τὸ μεγαλεῖον τῆς τοῦ ἁγίου πνεύματος ἀξίας κατανοεῖται, τί μικρολογοῦσι περὶ τὴν ὁμολογίαν τῆς δόξης; ὥσπερ ἂν εἴ τις ἄνθρωπον τινὰ λέγων εἶναι μηκέτι
20ἀσφαλὲς ἡγοῖτο συνομολογεῖν ἐπὶ τούτου τὸ λογικὸν ἢ θνητὸν ἢ εἴ τι ἄλλο περὶ τὸν ἄνθρωπον λέγεται καὶ διὰ τοῦτο ἀνατρέποι πάλιν ὃ ἔδωκεν· εἰ γὰρ οὐ λογικός, οὐδὲ ἄνθρωπος πάντως· εἰ δὲ τοῦτο δέδοται, πῶς τὸ συνημμένως μετὰ τοῦ ἀνθρώπου νοούμενον ἀμφιβάλλεται; οὕτω τοίνυν
25εἰ ἀληθεύει περὶ τοῦ πνεύματος ὁ θεῖον λέγων, οὐδὲ ὁ τίμιόν τε καὶ ἔνδοξον ἀγαθόν τε καὶ δυνατὸν εἶναι τοῦτο διοριζόμενος ψεύδεται· τῇ γὰρ τῆς θειότητος ἐννοίᾳ πάντα τὰ τοιαῦτα νοή‐ ματα συνεισέρχεται· ὥστε ἀναγκαῖον εἶναι τῶν δύο τὸ ἕτερον, ἢ μηδὲ θεῖον λέγειν ἢ μηδὲν τῶν θεοπρεπῶν νοημάτων
30ὑποσπᾶν τῆς θειότητος. διὰ τοῦτο δεῖ πάντως μετ’ ἀλλήλων
τὰ δύο καταλαμβάνεσθαι, καὶ τὴν θείαν φύσιν μετὰ τῆς93

3,1

94

προσφυοῦς ὑπολήψεως καὶ τὰς εὐσεβεῖς ἐννοίας περὶ τὴν θείαν τε καὶ ὑπερέχουσαν φύσιν. Ἐπεὶ οὖν εἴρηται τῆς θείας φύσεως εἶναι τὸ πνεῦμα καὶ καλῶς εἴρηται, πᾶσα δὲ μεγαλοπρεπὴς ἔννοια τῷ ὀνόματι
5τούτῳ καθὼς εἴρηται συνεμφαίνεται, ὁ ἐκεῖνο δοὺς τῇ δυνάμει συνωμολόγησε τὰ λειπόμενα, τὸ καὶ ἔνδοξον εἶναι καὶ δυνατὸν καὶ εἴ τι πρὸς τὸ κρεῖττον φέρει τὴν σημασίαν. οὐδὲ γὰρ φύσιν ἔχει μὴ ὁμολογεῖσθαι ταῦτα ἐπὶ τοῦ πνεύ‐ ματος διὰ τὸ ἀπεμφαῖνον τῶν ἀντιδιαστελλομένων τοῖς τοι‐
10ούτοις ὀνόμασιν· ὁ γὰρ ἔνδοξον μὴ διδοὺς ἄδοξον δώσει· καὶ ὁ τὸ δυνατὸν ἀθετῶν ἐπ’ αὐτοῦ τῷ ἐναντίῳ συνθήσεται· ὡσαύτως καὶ περὶ τοῦ τιμίου καὶ ἀγαθοῦ· καὶ τὰ πρὸς τὰ κρείττονα εἰ μὴ παραδέχοιτο, τὰ ἐναντία πάντως ὁμολογήσει. εἰ δὲ φρικτὸν τοῦτο καὶ πάσης ἀτοπίας καὶ βλασφημίας ἐπέ‐
15κεινα, πρόδηλον ὅτι τοῖς εὐσημοτέροις ὀνόμασί τε καὶ νοή‐ μασι περὶ τοῦ ἁγίου πνεύματος οἱ εὐσεβοῦντες συνθήσονται καὶ ἐροῦσιν εἶναι ταῦτα, ἃ δὴ πολλάκις εἰρήκαμεν, τίμιον, δυνατόν, ἔνδοξον, ἀγαθὸν καὶ εἴ τι ἄλλο τῶν πρὸς εὐσέβειαν συντεινόντων λέγεται. ταῦτα δὲ οὐκ ἀτελῶς προσεῖναι τῷ
20πνεύματι οὐδὲ περιωρισμένην ἔχοντα τοῦ καλοῦ τὴν ποσό‐ τητα, ἀλλ’ ἐπὶ τὸ ἄπειρον ταῖς κλήσεσι συμβαίνοντα· οὐ γὰρ μέχρι τινὸς τίμιον, εἶτα ἄλλο τι νοεῖται παρὰ τὸ τίμιον, ἀλλ’ ἀεὶ τοιοῦτον. καὶ εἰ κατόπιν τῶν αἰώνων λογίζοιο καὶ εἰ πρὸς τὸ ἐφεξῆς ἀποβλέποις, ἐν οὐδενὶ τὸ λεῖπον εἰς τιμὴν
25ἢ δόξαν ἢ δύναμιν ἐξευρήσεις ὡς ἢ κατὰ προσθήκην αὔξεσθαι ἢ ἐλαττοῦσθαι δι’ ὑφαιρέσεως. οὐκοῦν εἰ ὅλον δι’ ὅλου τέλειον, ἐν οὐδενὶ δέχεται τὴν ἐλάττωσιν. καθ’ ὃ γὰρ ἂν μειωθῇ περὶ τὴν τοιαύτην ὑπόνοιαν ἡ τελειότης, κατ’ ἐκεῖνο δώσει χώραν ταῖς ἀτιμοτέραις τῶν ὑπολήψεων· τὸ γὰρ μὴ τελείως τίμιον,
30μέρει τινὶ τοῦ ἐναντίου μετέχειν ὑπονοεῖται. εἰ δὲ τοῦτο καὶ μέχρις ἐννοίας λαβεῖν τῆς ἐσχάτης παραπληξίας ἐστί, καλῶς ἔχει πάντως ἀόριστον αὐτῷ καὶ ἀπερίγραπτον καὶ κατ’ οὐδὲν μέρος ἠλαττωμένην προσμαρτυρεῖν τὴν ἐν τοῖς ἀγαθοῖς
τελειότητα.94

3,1

95

Εἰ δὴ τοιοῦτόν ἐστιν, ἐφεξῆς ὁ λόγος καὶ περὶ τοῦ υἱοῦ τὸ ἴσον διασκεψάσθω καὶ περὶ τοῦ πατρὸς ὡσαύτως. ἆρ’ οὐχὶ τὸ τέλειον ὁμολογεῖ τῆς τιμῆς καὶ ἐπὶ τούτου καὶ ἐπ’ ἐκείνου; πάντας οἶμαι τοὺς νοῦν ἔχοντας τοῖς
5εἰρημένοις συνθήσεσθαι. εἰ οὖν τελεία τοῦ πατρὸς ἡ τιμή, τελεία δὲ καὶ τοῦ υἱοῦ, προσεμαρτυρήθη δὲ καὶ τῷ ἁγίῳ πνεύματι τῆς τιμῆς τὸ τέλειον, διὰ τί νομοθετοῦσιν ἡμῖν οἱ καινοὶ δογματισταὶ μὴ δεῖν ὁμολογεῖν ἐπ’ αὐτοῦ πρὸς πατέρα καὶ υἱὸν τὸ ὁμότιμον; ἡμεῖς μὲν γὰρ τοῖς ἐξητασ‐
10μένοις ἑπόμενοι τὸ μηδεμιᾶς προσθήκης εἰς τελείωσιν προσ‐ δεόμενον ἀτιμότερον ἑτέρου τινὸς οὔτε λέγειν οὔτε νοεῖν δυνάμεθα. οὗ γὰρ τὸ πλεονάζον οὐκ ἐξευρίσκει ὁ λόγος διὰ τὸ ἀνελλιπές τε καὶ τέλειον, ἐν τίνι καταλήψεται αὐτοῦ τὴν ἐλάττωσιν, οὐχ ὁρῶ. οἱ δὲ ἀπαγορεύοντες τὸ ὁμότιμον
15δογματίζουσι πάντως τὸ ἀτιμότερον. καὶ πάσας καὶ ὡσαύτως κατὰ τὴν αὐτὴν ἀκολουθίαν διὰ τῆς κατὰ τὴν σύγκρισιν ἐλαττώσεως ἐπὶ τὸ ἐναντίον τὰς εὐσεβεῖς ὑπολήψεις περὶ τοῦ πνεύματος παρατρέψουσι μὴ ἐν ἀγαθότητι μηδὲ ἐν δυνάμει μηδὲ ἐν ἄλλῳ τινὶ τῶν εὐσεβῶς περὶ αὐτοῦ λεγομένων
20συμμαρτυροῦντες τὸ τέλειον. εἰ δὲ τὸ πρόδηλον τῆς ἀσεβείας ἐκκλίνοντες τὸ ἐν παντὶ τῷ κατὰ τὸ ἀγαθὸν λεγομένῳ νοήματι τέλειον ὁμολογοῦσιν, εἰπάτωσαν οἱ σοφοί, πῶς τελείου τέλειον ἢ τελειότερόν ἐστιν ἢ ἀτελέστερον· ἕως γὰρ ἂν ὁ τῆς τελειότητος ἐφαρμόζηται λόγος, οὔτε τὸ πλέον οὔτε τὸ
25ἔλαττον ἐν τῇ τοῦ τελείου ἐννοίᾳ ὁ λογισμὸς οὗτος παραδέ‐ χεται. Εἰ οὖν διὰ πάντων τέλειον τὸ πνεῦμα τὸ ἅγιον εἶναι συντίθενται, ὡμολόγηται δὲ πρὸς τούτοις εὐσεβὲς εἶναι καὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ τὸ ἐν παντὶ ἀγαθῷ τέλειον, τίς ὁ
30λόγος, καθ’ ὃν εὔλογον κρίνουσι πάλιν ἀναιρεῖν ὃ δεδώκασιν·
τὸ γὰρ ἀναιρεῖν τὸ ὁμότιμον ἀπόδειξίς ἐστι τοῦ μὴ νομίζειν95

3,1

96

μετέχειν τῆς τελειότητος. αὐτὸ δὲ τοῦτο τὴν τιμὴν ἐπὶ τῆς θείας φύσεως τί ποτε ἄρα νομίζουσιν, ἧς ἄμοιρον εἶναι τὸ πνεῦμα βούλονται; πότερον ταύτην φασὶν ἣν καὶ ἄνθρωποι ἀνθρώποις χαρίζονται λόγῳ τε θεραπεύοντες καὶ σχήματι,
5τὸ ὑπήκοον ἐνδεικνύμενοι κατὰ τὴν πρόοδον καὶ ὅσα τοιαῦτα τῇ ματαίᾳ τοῦ βίου συνηθείᾳ τῷ τῆς τιμῆς γίνεται λόγῳ; ἅπερ πάντα τῇ προαιρέσει τῶν ταῦτα ἐργαζομένων συν‐ έστηκεν· ὧν καθ’ ὑπόθεσιν μὴ προελομένων, οὐδεμίαν ἐκ φύσεως ἀφορμὴν ἔχει τῶν ἀνθρώπων οὐδεὶς εἰς τὸ εἶναι
10τῶν λοιπῶν τιμιώτερος πάντων ὁμοίως κατὰ τὰ αὐτὰ μέτρα τῆς φύσεως γνωριζομένων. σαφὴς δὲ ὁ λόγος καὶ οὐδεμίαν ἀμφιβολίαν ἔχων· τὸν γὰρ σήμερον διὰ τὴν ἀρχήν, ἧς προέστηκε, τίμιον τοῖς πολλοῖς εἶναι δοκοῦντα εὑρήσομεν ἐφεξῆς ἕνα τῶν τιμώντων καὶ αὐτὸν γινόμενον τῆς ἀρχῆς
15εἰς ἕτερον μετενεχθείσης. ἆρ’ οὖν τοιοῦτόν τι τῆς τιμῆς εἶδος καὶ ἐπὶ τῆς θείας φύσεως ἐπινοοῦσιν, ὥστε βουλομένων μὲν ἡμῶν τὸ τίμιον ἔχειν, παυσαμένων δὲ τοῦ τιμᾶν τῇ ἡμετέρᾳ προαιρέσει συγκαταλήγειν τὴν θείαν τιμήν; ἢ καταγέλαστόν ἐστι καὶ ἀσεβὲς ἅμα τὰ τοιαῦτα νοεῖν; οὐ
20γὰρ δι’ ἡμᾶς τὸ θεῖον ἑαυτοῦ τιμιώτερον γίνεται, ἀλλ’ ἀεὶ ὡσαύτως ἔχει οὔτε πρὸς τὸ χεῖρον οὔτε πρὸς τὸ κρεῖττον μεταβῆναι δυνάμενον· τὸ μὲν γὰρ οὐ δέχεται, τὸ δὲ οὐκ ἔχει. Τίνι τοίνυν τρόπῳ τιμήσεις τὸ θεῖον; πῶς ὑψώσεις τὸ ὓψιστον; πῶς δοξάσεις τὸ ὑπὲρ πᾶσαν δόξαν; πῶς ἐπαινέσεις
25τὸ ἀκατάληπτον; εἰ πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδου, καθώς φησιν Ἠσαΐας, ἐὰν πᾶσα ἡ τῶν ἀνθρώπων ζωὴ συναρμοσθεῖσα ὁμόφωνον ἀναπέμψῃ τὴν δόξαν, τίς ἔσται προσθήκη τῷ κατὰ τὴν φύσιν ἐνδόξῳ τῆς σταγόνος ἡ χάρις; Οἱ οὐρανοὶ διηγοῦνται τὴν δόξαν τοῦ θεοῦ καὶ μικροὶ
30κήρυκες τῆς ἀξίας νομίζονται· Ὅτι ἐπῄρθη ἡ μεγαλο‐ πρέπεια αὐτοῦ, οὐ μέχρι τῶν οὐρανῶν, ἀλλ’ ὑπεράνω τῶν
οὐρανῶν, τῶν μικρῷ μέρει τῆς θεότητος τῇ σπιθαμῇ τρο‐96

3,1

97

πικῶς ὀνομαζομένῃ περιειλημμένων. καὶ ἄνθρωπος, τὸ ἐπίκηρον τοῦτο καὶ ὠκύμορον ζῷον, καλῶς τῷ χόρτῳ προσει‐ κασμένος, σήμερον ὢν καὶ αὔριον οὐκ ἐσόμενος, ἀξίως τιμῆσαι τὴν θείαν φύσιν πεπίστευκεν; ὅμοιον ὥσπερ ἂν εἴ
5τις ἐξάψας λεπτὴν ἶνα ἀπὸ στιππύου προσθήκην τινὰ ταῖς τοῦ ἡλίου μαρμαρυγαῖς διὰ τοῦ σπινθῆρος ὑπολαμβάνοι χαρί‐ ζεσθαι. τί λέγων εἰπέ μοι τιμήσεις, ἐάν περ ὅλως τιμῆσαι θελήσεις τὸ πνεῦμα τὸ ἅγιον; ὅτι ἀθάνατόν ἐστι πάντως, ὅτι ἄτρεπτόν τε καὶ ἀναλλοίωτον καὶ ἀεὶ καλὸν καὶ ἀπροσδεὲς
10τῆς ἑτέρωθεν χάριτος, ὅτι πάντα ἐν πᾶσιν ἐνεργεῖ καθὼς βούλεται, ἅγιον, ἡγεμονικόν, εὐθές, δίκαιον, ἀληθινόν, τὰ βάθη ἐρευνῶν τοῦ θεοῦ, ἐκ πατρὸς ἐκπορευόμενον, ἐκ τοῦ υἱοῦ λαμβανόμενον, καὶ εἴ τι τοιοῦτον. τί οὖν διὰ τούτων καὶ τῶν τοιούτων χαρίζῃ; τὰ προσόντα λέγεις ἢ διὰ τῶν μὴ
15προσόντων τιμᾷς; εἰ μὲν γὰρ τὰ μὴ προσόντα προσμαρτυρεῖς, ματαία ἡ χάρις καὶ εἰς οὐδὲν φέρουσα πλέον· ὁ γὰρ τὸ πικρὸν γλυκὺ λέγων, αὐτὸς μὲν ἐψεύσατο, τὸ δὲ ψεκτὸν οὐκ ἐπῄνεσεν. εἰ δὲ τὰ ὄντα λέγεις, τῇ φύσει τοιοῦτόν ἐστι πάντως καὶ ὁμολογοῦντος καὶ μή· φησὶ γὰρ ὁ ἀπόστολος ὅτι Εἰ
20ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει. Τί οὖν βούλεται ἡ ὑποστολὴ τῆς ψυχῆς καὶ ἡ μεγα‐ λοψυχία 〈τῶν〉 ἐπὶ μὲν τοῦ πατρὸς φιλοτιμουμένων, καὶ τῷ υἱῷ τυχεῖν τὰ ἴσα χαριζομένων, ἐπὶ δὲ τοῦ πνεύματος σμικρολογούντων τὴν χάριν, εἴπερ δέδεικται οὐκ ἐκ τῆς
25προαιρέσεως ἡμῶν πληρουμένη ἡ ἰδίως προσοῦσα τῇ θείᾳ φύσει τιμή, ἀλλὰ προσφυῶς συνυπάρχουσα; ἡ μὲν γὰρ ἀγνωμοσύνη τῶν ἀχαρίστων διὰ τῆς τοιαύτης αὐτῶν γνώμης ἐλέγχεται· τὸ δὲ πνεῦμα τῇ ἑαυτοῦ φύσει τίμιον, ἔνδοξον, δυνατόν, πάντα τὰ ὑψηλὰ τῶν νοημάτων ἐστί, κἂν οὗτοι μὴ
30βούλωνται. ναί φησιν. ἀλλὰ τὸν πατέρα μὲν δημιουργὸν
εἶναι παρὰ τῆς γραφῆς ἐδιδάχθημεν· ὡσαύτως καὶ διὰ τοῦ97

3,1

98

υἱοῦ τὰ πάντα γεγεννῆσθαι ἐμάθομεν· οὐδὲν δὲ τοιοῦτον περὶ τοῦ πνεύματος ἡμᾶς ὁ λόγος ἐδίδαξεν. καὶ πῶς ἐστιν εἰκὸς εἰς ἰσοτιμίαν ἄγειν τὸ πνεῦμα τὸ ἅγιον τῷ διὰ τῆς δημιουργίας τοσοῦτον μέγεθος 〈τῆσ〉 δυνάμεως ἐπιδειξαμένῳ; τί οὖν ἡμεῖς
5πρὸς τοῦτο ἀποκρινούμεθα; ὅτι μάταια ἐλάλησαν ἐν ταῖς καρ‐ δίαις αὐτῶν οἱ νομίζοντες μὴ ἀεὶ μετὰ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ τὸ πνεῦμα εἶναι, ἀλλὰ κατὰ καιρούς τινας ποτὲ μὲν ἐφ’ ἑαυτοῦ θεωρεῖσθαι, ποτὲ δὲ συνημμένως καταλαμβάνεσθαι. εἰ γὰρ χωρὶς τοῦ πνεύματος γέγονεν ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ πᾶσα
10ἡ κτίσις διὰ τοῦ υἱοῦ μόνου ἐκ τοῦ πατρός, εἰπάτωσαν οἱ ταῦτα λέγοντες, τί ἐποίει τότε τὸ πνεῦμα τὸ ἅγιον, ὅτε ὁ πατὴρ μετὰ τοῦ υἱοῦ τὴν κτίσιν ἐνήργει; ἄλλοις τισὶν ἔργοις προσησχολεῖτο καὶ διὰ τοῦτο τῆς κτίσεως τῶν πάντων οὐ συνεφήπτετο; καὶ τί ἔχουσι δεῖξαι ἰδιάζον ἔργον τοῦ πνεύ‐
15ματος, ὅτε ἡ κτίσις συνίστατο; ἦ μωρόν ἐστι καὶ ἀνόητον τὸ καὶ ἄλλην κτίσιν παρὰ τὴν ἐκ τοῦ πατρὸς διὰ τοῦ υἱοῦ ὑφεστῶσαν ἐπινοεῖν. Ἀλλ’ οὐκ ἠσχολεῖτο μέν, ῥᾳθυμίᾳ δέ τινι καὶ ῥᾳστώνῃ καὶ τῷ περὶ τοὺς πόνους ὄκνῳ τῆς περὶ τὴν κτίσιν σπουδῆς
20ἐχωρίζετο. ἀλλ’ ἵλεως εἴη ἡμῖν ἐπὶ τῇ ματαιότητι ταύτῃ τῇ τῶν λόγων αὐτὴ ἡ τοῦ πνεύματος χάρις. τῇ γὰρ ἀτοπίᾳ τῶν τὰ τοιαῦτα δογματιζόντων κατ’ ἴχνος ἑπόμενοι ἀβουλήτως ταῖς ἐννοίαις αὐτῶν οἷόν τινι βορβόρῳ τὸν λόγον κατερρυπώσαμεν. ἡ γὰρ εὐσεβὴς διάνοια τοῦτον ἔχει τὸν τρόπον· οὔτε πατὴρ
25χωρὶς υἱοῦ ποτε ἐννοεῖται οὔτε υἱὸς δίχα τοῦ ἁγίου πνεύματος καταλαμβάνεται. ὡς γὰρ ἀμήχανόν ἐστιν ἀνελθεῖν πρὸς τὸν πατέρα μὴ διὰ τοῦ υἱοῦ ὑψωθέντα, οὕτως ἀδύνατόν ἐστι κύ‐ ριον Ἰησοῦν εἰπεῖν μὴ ἐν πνεύματι ἁγίῳ· οὐκοῦν ἀκολούθως τε καὶ συνημμένως ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ
30ἅγιον ἀεὶ μετ’ ἀλλήλων ἐν τελείᾳ τῇ τριάδι γνωρίζονται καὶ πρὸ πάσης κτίσεως καὶ πρὸ πάντων αἰώνων καὶ πρὸ πάσης
καταληπτῆς ἐπινοίας ἀεὶ πατὴρ ὁ πατήρ ἐστι καὶ ἐν τῷ98

3,1

99

πατρὶ ὁ υἱὸς καὶ μετὰ τοῦ υἱοῦ τὸ πνεῦμα τὸ ἅγιον. εἰ οὖν ἀχωρίστως ταῦτα μετ’ ἀλλήλων ἐστίν, τίς ἡ ματαιότης τῶν ἐν καιρῷ τινι διαχωρίζειν ἐπιχειρούντων τὸ ἄτμητον καὶ διαιρεῖν τὸ ἀχώριστον, ὥστε τολμᾶν λέγειν· Μόνος ἐποίησεν
5ὁ πατὴρ διὰ μόνου τοῦ υἱοῦ τὰ πάντα, τοῦ ἁγίου πνεύματος ἐν τῷ καιρῷ τῆς δημιουργίας ἢ μὴ παρόντος ἢ μὴ ἐνεργοῦντος, εἰ μὲν γὰρ οὐ παρῆν, εἰπάτωσαν ποῦ ἦν, πάντα τοῦ θεοῦ διειληφότος, εἴ τινα ἰδιάζουσαν τῷ πνεύματι στάσιν ἐπινοοῦ‐ σιν, ὥστε ἐφ’ ἑαυτοῦ κεχωρισμένως εἶναι κατὰ τὸν τῆς
10κτίσεως χρόνον· εἰ δὲ παρῆν, πῶς ἀνενέργητον ἦν; τῷ μὴ δύνασθαί τι ποιεῖν ἢ τῷ μὴ βούλεσθαι; ἑκουσίως ἀπολειπό‐ μενον ἢ ὑπό τινος βιαιοτέρας ἀνάγκης ἐλαυνόμενον; εἰ μὲν γὰρ ἐκ προαιρέσεως τὴν ἀργίαν ἠσπάζετο, οὐδὲ ἐν ἄλλῳ τινὶ πάντως τὸ ἐνεργεῖν καταδέχεται, καὶ ψευδὴς κατ’ αὐτοὺς ὁ
15λέγων, ὅτι πάντα ἐν πᾶσιν ἐνεργεῖ καθὼς βούλεται. Εἰ δὲ τούτῳ μέν ἐστιν ἡ πρὸς τὸ ἐνεργεῖν ὁρμή, ὑπερκειμένη δέ τις ἐξουσία κωλύει τὴν πρόθεσιν, εἰπάτωσαν τὴν αἰτίαν τοῦ ταῦτα κωλύοντος. φθόνῳ τῆς ἐκ τῶν ἔργων δόξης, ὡς ἂν μὴ καὶ εἰς ἄλλον διαβαίη τῶν κατορθωμάτων
20τὸ θαῦμα ἢ τῷ μὴ καταπιστεύειν τῇ συνεργίᾳ, ὡς ἐπὶ λύμῃ τοῦ παντὸς ἐσομένης αὐτοῦ τῆς ἐργασίας; πάντως γὰρ τῶν τοιούτων ὑπολήψεων καὶ τὰς αἰτίας ἡμῖν οἱ σοφοὶ οὗτοι διασαφήσουσιν. εἰ δὲ οὔτε φθόνος τῆς θείας ἅπτεται φύ‐ σεως οὔτε τι σφάλμα περὶ τὴν ἄπταιστον φύσιν ἐπινοεῖται,
25τί βούλεται αὐτοῖς ἡ μικροπρέπεια τῶν νοημάτων ἡ τῆς δημιουργικῆς αἰτίας ἀφορίζουσα τὴν τοῦ πνεύματος δύναμιν, δέον ταῖς ὑψηλοτέραις τῶν ἐννοιῶν ἀφιέναι μὲν τὰ ταπεινὰ καὶ ἀνθρώπινα τῶν νοημάτων, λογισμὸν δὲ λαβεῖν τοῦ ὕψους τῶν ζητουμένων ἐπάξιον· ὅτι οὔτε
30ὁ ἐπὶ πάντων θεὸς συνεργίας τινὸς χρῄζων διὰ τοῦ υἱοῦ τὰ πάντα ἐποίησεν οὔτε ὁ μονογενὴς θεὸς ἐλάττονα τῆς προ‐
θέσεως τὴν δύναμιν ἔχων ἐν τῷ ἁγίῳ πνεύματι τὰ πάντα99

3,1

100

ἐργάζεται. ἀλλὰ πηγὴ μὲν δυνάμεώς ἐστιν ὁ πατήρ, δύναμις δὲ τοῦ πατρὸς ὁ υἱός, δυνάμεως δὲ πνεῦμα τὸ πνεῦμα τὸ ἅγιον· ἡ δὲ κτίσις πᾶσα ὅση τε αἰσθητὴ καὶ ὅση ἀσώματος τῆς θείας δυνάμεώς ἐστιν ἀποτέλεσμα. καὶ ἐπειδὴ πόνος
5οὐδεὶς ἐν τῇ συστάσει τῶν περὶ τὴν θείαν φύσιν ὑπονοεῖται (ὁμοῦ γὰρ τῷ προελέσθαι τὸ γενέσθαι δέον εὐθὺς οὐσία ἡ πρόθεσις γίνεται), πᾶσαν τὴν διὰ τῆς κτίσεως ὑποστᾶσαν φύσιν, θελήματος κίνησιν καὶ προθέσεως ὁρμὴν καὶ δυνάμεως διάδοσιν, εἰκότως ἄν τις προσαγορεύσειεν ἐκ πατρὸς ἀρχο‐
10μένην καὶ δι’ υἱοῦ προϊοῦσαν καὶ ἐν πνεύματι ἁγίῳ τελειου‐ μένην. Ταῦτα ἡμεῖς ἰδιωτικῶς καὶ κατὰ τὸν συνήθη τρόπον ἡμῖν ἐννοοῦντες τὰ σοφὰ ταῦτα τῶν ἀνθυποφερόντων οὐ προσιέμεθα πιστεύοντες καὶ ὁμολογοῦντες ἐν παντὶ πράγματι
15καὶ νοήματι ἐγκοσμίῳ τε καὶ ὑπερκοσμίῳ καὶ τοῖς ἐν χρόνῳ καὶ τοῖς προαιωνίοις μετὰ πατρὸς καὶ υἱοῦ τὸ πνεῦμα τὸ ἅγιον καταλαμβάνεσθαι μήτε βουλήματος μήτε ἐνεργείας μήτε ἄλλου τινὸς τῶν κατὰ τὸ ἀγαθὸν εὐσεβῶς νοουμένων ἀπολειπόμενον· καὶ διὰ τοῦτο ἐκτὸς τῆς κατὰ τάξιν καὶ
20ὑπόστασιν διαφορᾶς ἐν οὐδενὶ τὸ παρηλλαγμένον καταλαμ‐ βάνομεν, ἀλλὰ τρίτον μὲν τῇ ἀκολουθίᾳ φαμὲν μετὰ πατέρα καὶ υἱὸν ἀριθμεῖσθαι, τρίτον δὲ καὶ τῇ τάξει τῆς παραδόσεως· ἐν δὲ τοῖς λοιποῖς πᾶσιν ἀχώριστον τὴν συνάφειαν ὁμολογοῦν‐ τες ἐν φύσει καὶ ἐν τιμῇ καὶ ἐν θεότητι καὶ δόξῃ καὶ μεγα‐
25λοπρεπείᾳ καὶ τῇ ἐπὶ πάντων ἐξουσίᾳ καὶ τῇ εὐσεβεῖ ὁμολο‐ γίᾳ. περὶ δὲ λατρείας καὶ προσκυνήσεως καὶ ὅσα τοιαῦτα μικρολογοῦντες προφέρουσιν οἱ σοφοὶ παρ’ ἑαυτοῖς, ἐκεῖνα λέγομεν, ὅτι πάντων τῶν παρ’ ἡμῖν γινομένων ἐκ προαιρέ‐ σεως ἀνθρωπίνης ὑψηλότερόν ἐστι τὸ πνεῦμα τὸ ἅγιον· καὶ
30ἡ προσκύνησις ἡμῶν ταπεινοτέρα ἐστὶ τῆς χρεωστουμένης τιμῆς καί, εἴ τι ἄλλο ἡ ἀνθρωπίνη συνήθεια τίμιον ἔχει, κάτω που τῆς ἀξίας ἐστὶ τοῦ πνεύματος· τὸ γὰρ τῇ φύσει ἀμέτρητον μεῖζον ἐστὶ τῶν ἀπὸ μικρᾶς καὶ περιγεγραμμένης
καὶ εὐτελοῦς δυνάμεως τὰ κατὰ δύναμιν αὐτῷ δωροφο‐100

3,1

101

ρούντων. ταῦτα μὲν οὖν φαμεν πρὸς τοὺς συντιθεμένους τῇ εὐσεβεστέρᾳ περὶ τοῦ ἁγίου πνεύματος ὑπολήψει, ὅτι τε θεῖόν ἐστι καὶ φύσεως θείας. Εἰ δέ τις ἀθετοίη τὴν φωνὴν ταύτην καὶ τὴν διάνοιαν
5τὴν τῷ ὀνόματι τῆς θειότητος συνεμφαινομένην, λέγοι δὲ τὸ παρὰ τῶν πολλῶν ἐπὶ καθαιρέσεως τῆς τοῦ πνεύματος μεγαλωσύνης περιφερόμενον, ὅτι οὐχὶ τῶν ποιούντων, ἀλλὰ τῶν ποιηθέντων ἐστὶ καὶ οὐχὶ τῆς θείας, ἀλλὰ τῆς κτιστῆς φύσεως εἶναι προσήκει νομίζειν, τοῦτον τὸν λόγον ἀποκρι‐
10νούμεθα· ὅτι τοὺς οὕτως ἔχοντας ἐν Χριστιανοῖς ἀριθμεῖν οὐκ ἐμάθομεν. ὥσπερ γὰρ ἄνθρωπον οὐκ ἄν τις προσείποι τὸ ἀτελεσφόρητον ἔμβρυον, ἀλλὰ δυνάμενον εἴπερ ἐτελεσ‐ φορήθη εἰς ἀνθρώπου γένεσιν προελθεῖν, ἕως δ’ ἂν ἐν τῷ ἀτελεῖ ᾖ, ἄλλο τί ἐστι καὶ οὐκ ἄνθρωπος· οὕτως τὸν μὴ δι’
15ὅλου τοῦ μυστηρίου τὴν ἀληθῆ μόρφωσιν τῆς εὐσεβείας δεξάμενον Χριστιανὸν οὐκ οἶδεν ὁ λόγος. ἔστι γὰρ καὶ Ἰουδαίων ἀκούειν θεὸν ὁμολογούντων καὶ θεὸν τὸν ἡμέτερον. συντίθεται αὐτοῖς ἐν τῷ εὐαγγελίῳ καὶ ὁ κύριος, ὅτι οὐκ ἄλλον νομίζουσι θεὸν ἢ τὸν πατέρα τοῦ μονογενοῦς, Ὃν ὑμεῖς,
20φησίν, λέγετε ὅτι θεὸς ἡμῶν ἐστιν. ἆρ’ οὖν Χριστιανοὺς ὀνομαστέον τοὺς Ἰουδαίους, ὅτι τὸν παρ’ ἡμῶν προσκυνού‐ μενον καὶ αὐτοὶ σέβειν ὁμολογοῦσιν; οἶδα καὶ Μανιχαίους τὸ ὄνομα τοῦ Χριστοῦ περιφέροντας. τί οὖν; ἐπειδὴ σε‐ βάσμιον παρὰ τούτοις τὸ παρ’ ἡμῶν προσκυνούμενον ὄνομα,
25διὰ τοῦτο καὶ αὐτοὺς ἐν Χριστιανοῖς ἀριθμήσομεν; οὕτως καὶ ὁ τὸν πατέρα μὲν ὁμολογῶν καὶ τὸν υἱὸν παραδεχόμενος, ἀθετῶν δὲ τὴν μεγαλωσύνην τοῦ πνεύματος, ἤρνηται τὴν πίστιν καί ἐστιν ἀπίστου χείρων καὶ τῆς ἐπωνυμίας τοῦ Χριστιανοῦ καταψεύδεται. ἄρτιον εἶναι κελεύει τὸν τοῦ
30θεοῦ ἄνθρωπον ὁ ἀπόστολος. ἄρτιον δ’ ἂν εἴη ἐπὶ μὲν τοῦ κοινοῦ ἀνθρώπου τὸ παντὶ λόγῳ συμπεπληρωμένον τῆς φύ‐
σεως· λογικὸν [τε] γὰρ εἶναι χρή, νοῦ καὶ ἐπιστήμης δεκτικόν,101

3,1

102

ζωῆς μετέχον, ὄρθιον τῷ σχήματι, γελαστικόν, πλατυώ‐ νυχον· εἰ δὲ ὀνομάζοι μέν τις ἄνθρωπον, τὰ δὲ εἰρημένα ση‐ μεῖα τῆς φύσεως μὴ ἔχοι ἐπὶ τούτου παρέχεσθαι, μάτην ἐτί‐ μησε τῷ προσρήματι. οὕτω καὶ ὁ Χριστιανὸς τῇ εἰς πατέρα
5καὶ υἱὸν καὶ ἅγιον πνεῦμα πίστει χαρακτηρίζεται· αὕτη ἐστὶν ἡ μορφὴ τοῦ κατὰ τὸ μυστήριον τῆς ἀληθείας μεμορφω‐ μένου. εἰ δὲ ἑτέρως ἡ μορφὴ διακειμένη τύχῃ, οὐχ ἐπιγνώ‐ σομαι τοῦ ἀμόρφου τὴν φύσιν· σύγχυσίς ἐστι τοῦ χαρακτῆρος καὶ τῆς κατὰ φύσιν μορφῆς ἀλλοτρίωσις καὶ παραλλαγὴ τῶν
10γνωριστικῶν σημείων τῆς ἀνθρωπότητος, ὅταν μὴ συμπαρα‐ ληφθῇ τῇ πίστει τὸ πνεῦμα τὸ ἅγιον. ἀληθεύει γὰρ τοῦ Ἐκκλησιαστοῦ ὁ λόγος· ὅτι οὗτος οὐχὶ ζῶν ἐστιν ἄνθρωπος, ἀλλὰ Ὀστᾶ, καθὼς ἐκεῖνος φησίν, ἐν τῇ γαστρὶ τῆς κυοφο‐ ρούσης. πῶς γὰρ ὁμολογήσει Χριστὸν ὁ μὴ συνεπινοῶν τῷ
15χρισθέντι τὸ χρίσμα; Τοῦτον ἔχρισε, φησίν, ὁ θεὸς ἐν πνεύ‐ ματι ἁγίῳ. Εἰπάτωσαν οὖν ἡμῖν οἱ καθαιροῦντες τὴν τοῦ πνεύ‐ ματος δόξαν καὶ τῇ ὑποχειρίῳ φύσει συγκατατάσσοντες, τίνος σύμβολόν ἐστιν ἡ χρῖσις. οὐχὶ τῆς βασιλείας; τί δαί;
20οὐχὶ φύσει βασιλέα τὸν μονογενῆ πεπιστεύκασιν; οὐκ ἀντ‐ εροῦσι πάντως οἵ γε μὴ καθάπαξ τῷ Ἰουδαϊκῷ καλύμματι τὴν καρδίαν περιεχόμενοι. εἰ οὖν τῇ φύσει βασιλεὺς ὁ υἱός, βασιλείας δὲ σύμβολόν ἐστι τὸ χρίσμα, τί σοι διὰ τῆς ἀκο‐ λουθίας ὁ λόγος ἐνδείκνυται; ὅτι οὐκ ἀλλότριόν τί ἐστι
25τοῦ κατὰ φύσιν βασιλέως τὸ χρίσμα οὐδὲ ὡς ξένον τι καὶ ἀλλόφυλον τῇ ἁγίᾳ τριάδι τὸ πνεῦμα συντέτακται. βασιλεὺς μὲν γὰρ ὁ υἱός· βασιλεία δὲ ζῶσα καὶ οὐσιώδης καὶ ἐνυπό‐ στατος τὸ πνεῦμα τὸ ἅγιον, ᾖ χρισθεὶς ὁ μονογενὴς Χριστός ἐστι καὶ βασιλεὺς τῶν ὄντων. εἰ οὖν βασιλεὺς ὁ πατήρ,
30βασιλεὺς δὲ ὁ μονογενής, βασιλεία δὲ τὸ πνεῦμα τὸ ἅγιον, εἷς πάντως τῆς βασιλείας ἐπὶ τῆς τριάδος ὁ λόγος. ἡ δὲ τῆς
χρίσεως ἔννοια τὸ μηδὲν εἶναι διάστημα μεταξὺ τοῦ υἱοῦ102

3,1

103

καὶ τοῦ ἁγίου πνεύματος δι’ ἀπορρήτων αἰνίσσεται· ὡς γὰρ μεταξὺ τῆς τοῦ σώματος ἐπιφανείας καὶ τῆς τοῦ ἐλαίου χρίσεως οὐδὲν ἐπινοεῖ μέσον οὔτε ὁ λόγος οὔτε ἡ αἴσθησις, οὕτως ἀδιάστατός ἐστι πρὸς τὸ πνεῦμα τὸ ἅγιον τῷ υἱῷ ἡ
5συνάφεια, ὥστε τῷ μέλλοντι αὐτοῦ διὰ τῆς πίστεως ἅπτεσθαι ἀναγκαῖον εἶναι προεντυγχάνειν διὰ τῆς ἁφῆς τῷ μύρῳ· οὐ γὰρ ἐστί τι μέρος ὃ γυμνόν ἐστι τοῦ ἁγίου πνεύματος. διὰ τοῦτο ἡ ὁμολογία τῆς τοῦ υἱοῦ κυριότητος ἐν πνεύματι ἁγίῳ τοῖς καταλαμβάνουσι γίνεται πάντοθεν τοῖς διὰ πίστεως
10προσεγγίζουσι προαπαντῶντες τοῦ πνεύματος. εἰ οὖν τῇ φύσει βασιλεὺς ὁ υἱός, ἀξίωμα δὲ βασιλείας τὸ πνεῦμα τὸ ἅγιον, ᾧ υἱὸς χρίεται, τίς ἐπινοεῖται τῆς βασιλείας ἡ κατὰ τὴν φύσιν πρὸς ἑαυτὴν ἀλλοτρίωσις; Ἔπειτα καὶ τοῦτο σκοπήσωμεν· ἡ βασιλεία ἐν τῇ
15τῶν ὑποχειρίων ἀρχῇ πάντως γνωρίζεται. τί οὖν τῆς βασι‐ λευούσης φύσεώς ἐστι τὸ ὑπήκοον; τοὺς αἰῶνας πάντως καὶ τὰ ἐν τούτοις ὁ λόγος καταλαμβάνει· Ἡ γὰρ βασιλεία σου, φησίν, βασιλεία πάντων τῶν αἰώνων. αἰῶνας δὲ λέγων πᾶσαν ἐκ τοῦ περιέχοντος τὴν ἐν αὐτοῖς συστᾶσαν κτίσιν
20περιλαμβάνει τήν τε ὁρατὴν καὶ ἀόρατον· ἐν αὐτοῖς γὰρ ἐκτίσθη τὰ πάντα διὰ τοῦ ποιητοῦ τῶν αἰώνων. εἰ οὖν ἡ βα‐ σιλεία πάντοτε μετὰ τοῦ βασιλέως νοεῖται, ἡ δὲ ὑποχείριος φύσις ἄλλο τι παρὰ τὴν ἄρχουσαν ὁμολογεῖται, τίς ἡ ἀτοπία τῶν ἑαυτοῖς μαχομένων, τῶν προστιθέντων μὲν τὸ χρίσμα
25τῷ κατὰ φύσιν βασιλεῖ ὡς ἀξίωμα, καταγόντων δὲ αὐτὸ τοῦτο εἰς τὴν ὑποχείριον τάξιν ὡς τῆς ἀξίας καταδεέστερον; εἰ μὲν γὰρ τῶν ὑπηκόων κατὰ τὴν φύσιν ἐστίν, πῶς τῷ τῆς βασιλείας ἀξιώματι τοῦ μονογενοῦς συναρμόζεται χρίσμα βασιλείας γινόμενον; εἰ δὲ τὸ ἡγεμονικὸν αὐτοῦ διὰ τοῦ
30συμπαραληφθῆναι εἰς τὴν τῆς βασιλείας μεγαλοπρέπειαν δείκνυται, τίς ἡ ἀνάγκη καθαιρεῖσθαι πάντα εἰς ἰδιωτικήν τε καὶ δουλικὴν ταπεινότητα τῇ δουλευούσῃ κτίσει συναριθ‐
μούμενον; οὐ γὰρ δὴ τὰ δύο περὶ αὐτοῦ λέγοντα δυνατόν103

3,1

104

ἐστιν ἐν ἑκατέρῳ τἀληθῆ λέγειν, ὅτι καὶ ἡγεμονικόν ἐστι καὶ ὑποχείριον. εἰ μὲν γὰρ ἡγεῖται, οὐ κυριεύεται· εἰ δὲ δουλεύει, οὐκέτι μετὰ τῆς βασιλευούσης φύσεως καταλαμβάνεται. ὡς γὰρ μετὰ ἀνθρώπων ἄνθρωποι καὶ μετὰ ἀγγέλων ἄγγελοι
5καὶ πάντα μετὰ τῶν ὁμοφύλων ἐπιγινώσκεται, οὕτω μεθ’ ἑνὸς ἑκατέρων ὁμολογεῖσθαι τὸ πνεῦμα τὸ ἅγιον ἀναγκαῖόν ἐστιν ἢ μετὰ τῆς κυριευούσης ἢ μετὰ τῆς ὑποκυπτούσης φύσεως. μέσον γὰρ τούτων ἐπιγινώσκει ὁ λόγος οὐδέν, ὥστε τινὰ φύσεως ἰδιότητα ἐν μεθορίῳ τοῦ τε κτιστοῦ καὶ
10τοῦ ἀκτίστου καινοτομηθεῖσαν μεταξὺ τούτων εἶναι νο‐ μίζεσθαι, ὡς καὶ ἀμφοτέρων μετέχειν καὶ οὐθέτερον τε‐ λείως εἶναι. οὐδὲ γὰρ ἐνδέχεται μίξιν τινὰ τῶν ἐναντίων καὶ συμπλοκὴν ἐννοῆσαι τοῦ κτιστοῦ πρὸς τὸ ἄκτιστον συνα‐ νακιρναμένων καὶ δύο τῶν ἐναντίων εἰς μίαν ὑπόστασιν
15συμμιγνυμένων· ὡς μὴ μόνον σύνθετον εἶναι τὸ διὰ τῆς ἀλλοκότου ταύτης μίξεως ἀναπλασσόμενον, ἀλλὰ καὶ ἐξ ἀνομοίων ἔχον τὴν σύνθεσιν καὶ κατὰ τὸν χρόνον οὐ συμ‐ φωνούντων· τοῦ γὰρ ἀκτίστως ὑφεστῶτος τὸ διὰ κτίσεως τὴν ὑπόστασιν ἔχον μεταγενέστερον πάντως ἐστίν, εἰ οὖν
20μεμίχθαι τὴν τοῦ πνεύματος φύσιν πρὸς ἑκάτερα λέγουσιν, ἄρα καὶ τοῦ πρεσβυτέρου πρὸς τὸ νεώτερον μίξιν τινὰ ἐννοή‐ σουσι· καὶ ἔσται κατ’ αὐτοὺς ἑαυτοῦ τι πρεσβύτερον καὶ ἑαυτοῦ τι πάλιν μεταγενέστερον, ὡς καὶ τῷ ἀκτίστῳ τὸ ἀρχαιότερον ἔχειν καὶ τῷ κτιστῷ τὸ νεώτερον. ἐπεὶ οὖν
25τοῦτο φύσιν οὐκ ἔχει, ἀνάγκη πάντως τὸ ἕτερον τούτων ἐπὶ τοῦ πνεύματος ἀληθὲς εἶναι λέγειν, ὅπερ ἐστὶ τὸ ἄκτιστον. Καὶ γὰρ κἀκεῖνο ὅσην ἔχει τὴν ἀτοπίαν σκοπήσωμεν. πάντων τῶν ἐν τῇ κτίσει νοουμένων κατ’ αὐτὸ τοῦτο, τὸ διὰ κτίσεως ἐσχηκέναι τὸ εἶναι, τὴν ὁμοτιμίαν ἐχόντων, τίς ἡ
30αἰτία ἡ τὸ πνεῦμα τῶν λοιπῶν ἀποκρίνουσα εἰς τὸ 〈τῷ〉 πατρὶ καὶ τῷ υἱῷ συνταχθῆναι; εὑρίσκεται γὰρ ἐκ τῆς ἀκολουθίας τοῦ λόγου οὐκ ὂν ἐκ τῆς κτίσεως τὸ τῇ ἀκτίστῳ συνθεωρούμενον φύσει· ἢ εἰ ἐντεῦθεν εἴη, μηδὲν πλέον τῆς ὁμοφύλου ἰσχύειν
κτίσεως μηδὲ δύνασθαι τῇ ὑπερκειμένῃ συναρμόζεσθαι φύσει.104

3,1

105

εἰ δὲ λέγοιεν καὶ κτιστὸν εἶναι καὶ ὑπὲρ τὴν κτίσιν δύνασθαι, πάλιν εὑρίσκεται αὐτὴ πρὸς ἑαυτὴν ἡ κτιστὴ στασιάζουσα φύσις καὶ μεριζομένη πρὸς τὸ κρατοῦν τε καὶ ὑποχείριον ὡς τὸ μὲν εὐεργετεῖν, τὸ δὲ εὐεργετεῖσθαι καὶ τὸ μὲν ἁγιά‐
5ζειν, τὸ δὲ ἁγιάζεσθαι· καὶ πάντα ὅσα παρὰ τοῦ ἁγίου πνεύματος χορηγεῖσθαι τῇ κτίσει πεπίστευται, ἐκείνῳ μὲν παρεῖναι πλουσίως πηγάζοντα καὶ εἰς ἄλλους ὑπερχεόμενα, τὴν δὲ κτίσιν ἐπιδεᾶ τῆς ἐκεῖθεν ἀναδιδομένης εὐεργεσίας καὶ χάριτος καθεστάναι καὶ ἐκ μετουσίας δέχεσθαι τὴν τῶν
10ἀγαθῶν κοινωνίαν τῶν ἐκ τοῦ ὁμογενοῦς προχεομένων. ἀποκληρώσει γὰρ ὅμοιον καὶ προσωποληψίᾳ τὸ τοιοῦτόν ἐστι μηδεμιᾶς ἐν τῇ φύσει προτιμήσεως οὔσης μὴ τὰ αὐτὰ δύνασθαι τὰ κατ’ οὐδὲν ἀλλήλων ἐν τῷ εἶναι τὴν διαφορὰν ἔχοντα. ἅπερ οὐδένα οἶμαι τῶν εὖ φρονούντων συνομολογεῖν· ἢ
15γὰρ οὐ παρέχει τοῖς ἄλλοις, εἴπερ οὐ φυσικῶς ἔχει, ἢ εἴπερ διδό‐ ναι πεπίστευται, τὸ ἔχειν πάντως προωμολόγηται. τοῦτο δὲ μόνης τῆς θείας φύσεως ἴδιόν ἐστι καὶ ἐξαίρετον τὸ παρεκτικὸν ἀγαθῶν εἶναι, αὐτὸ δὲ μηδενὸς ἐπεισάκτου προσδέεσθαι. Ἔπειτα καὶ τοῦτο σκοπήσωμεν. τῷ ἁγίῳ βαπτίσματι—
20τί διὰ τούτου πραγματευόμεθα; ἆρ’ οὐχὶ τὸ ζωῆς μετέχειν οὐκέτι θανάτῳ ὑποκειμένης; οὐδένα 〈ἂν〉 ἀντειπεῖν οἶμαι τῷ λόγῳ τόν γε καὶ ὁπωσοῦν ἐν Χριστιανοῖς ἀριθμούμενον. τί οὖν; ἆρ’ ἐν τῷ ὕδατι ἡ ζωοποιός ἐστι δύναμις τῷ συμ‐ παραλαμβανομένῳ πρὸς τὴν τοῦ βαπτίσματος χάριν· ἢ
25παντὶ δῆλον ὅτι τοῦτο μὲν τῆς σωματικῆς ἕνεκεν διακονίας παρείληπται οὐδὲν παρ’ ἑαυτοῦ πρὸς τὸν ἁγιασμὸν εἰσφε‐ ρόμενον, εἰ μὴ μεταποιηθείη διὰ τοῦ ἁγιάσματος· τὸ δὲ ζωοποιοῦν τοὺς βαπτιζομένους τὸ πνεῦμά ἐστι, καθώς φησιν ὁ κύριος περὶ αὐτοῦ τοῦτο λέγων τῇ ἰδίᾳ φωνῇ ὅτι Τὸ πνεῦμά
30ἐστι τὸ ζωοποιοῦν. ζωοποιεῖ δὲ οὐκ αὐτὸ μόνον εἰς τὴν τελείωσιν τῆς χάριτος ταύτης διὰ τῆς πίστεως λαμβανό‐ μενον, ἀλλὰ χρὴ τὴν εἰς τὸν κύριον προϋποκεῖσθαι πίστιν,
δι’ ἧς ἡ ζωτικὴ χάρις τοῖς πιστεύσασι παραγίνεται, καθὼς105

3,1

106

εἴρηται παρὰ τοῦ κυρίου ὅτι Οὓς θέλει ζωοποιεῖ. ἀλλ’ ἐπειδὴ καὶ ἡ διὰ τοῦ υἱοῦ διακονουμένη χάρις ἤρτηται τῆς ἀγεννήτου πηγῆς, διὰ τοῦτο προηγεῖσθαι τὴν εἰς τὸ ὄνομα τοῦ πατρὸς πίστιν ὁ λόγος διδάσκει τοῦ ζωογονοῦντος τὰ
5πάντα, καθώς φησιν ὁ ἀπόστολος, ὡς ἂν ἐκεῖθεν ἀφορμηθεῖσαν τὴν ζωοποιὸν χάριν καθάπερ ἐκ πηγῆς τινος τὴν ζωὴν πη‐ γαζούσης διὰ τοῦ μονογενοῦς υἱοῦ, ὅς ἐστιν ἡ ἀληθὴς ζωή, τῇ ἐνεργείᾳ τοῦ πνεύματος τελειοῦσθαι τοῖς ἀξιουμένοις. εἰ οὖν ἡ ζωὴ διὰ τοῦ βαπτίσματος, τὸ δὲ βάπτισμα ἐν ὀνόματι
10πατρὸς καὶ υἱοῦ καὶ πνεύματος ἁγίου τὴν τελείωσιν ἔχει, τί λέγουσιν οἱ τὸ παρεκτικὸν τῆς ζωῆς ἀντ’ οὐδενὸς λογιζόμενοι; εἰ γὰρ μικρὰ ἡ χάρις, εἰπάτωσαν τὸ τῆς ζωῆς τιμιώτερον. εἰ δὲ πᾶν ὅτιπέρ ἐστι τίμιον τῆς ζωῆς ἐστι δεύτερον, ἐκείνης λέγω τῆς ὑψηλῆς καὶ τιμίας, ᾗ κατ’ οὐδὲν ἐπικοινωνεῖ ἡ
15ἄλογος φύσις, πῶς τολμῶσι τὸ τηλικοῦτον χάρισμα, μᾶλλον δὲ αὐτὸ τὸ παρεκτικὸν τοῦ χαρίσματος κατασμικρύνειν ταῖς ἑαυτῶν ὑπολήψεσι καὶ κατασπᾶν εἰς τὴν ὑποχείριον φύσιν 〈τῆσ〉 θείας τε καὶ ὑψηλῆς διαζεύξαντες; εἶτα καὶ εἰ μικρὸν τὸ τῆς ζωῆς λέγουσι χάρισμα, ὡς μηδὲν διὰ τούτου σεμνόν
20τε καὶ μέγα τῇ φύσει τοῦ χαριζομένου ἐμφαίνεσθαι, πῶς οὐ λογίζονται τὸ ἀκόλουθον, ὅτι ὁ αὐτὸς ἀναγκάσει λόγος καὶ περὶ τοῦ μονογενοῦς καὶ περὶ αὐτοῦ τοῦ πατρὸς μηδὲν ὑποτίθεσθαι μέγα τῆς αὐτῆς ζωῆς, ἣν διὰ τοῦ πνεύματος ἔχομεν, διὰ τοῦ υἱοῦ παρὰ τοῦ πατρὸς χορηγουμένης;
25 Ὥστε εἰ μικρὸν ὑπολαμβάνουσι τὸ δῶρον οἱ καὶ τῆς ζωῆς ἑαυτῶν ὑβρισταὶ καὶ πολέμιοι καὶ διὰ τοῦτο τὸ παρ‐ εκτικὸν τῆς χάριτος ταύτης ἀτιμάζειν ἐγνώκασι, μὴ λανθανέτωσαν οὐχ ἑνὶ προσώπῳ τὴν ἀχαριστίαν περιορίζοντες, ἀλλὰ διὰ τοῦ ἁγίου πνεύματος ἐπὶ τὴν ἁγίαν τριάδα τὴν
30βλασφημίαν ἐκτείνοντες. ὥσπερ γὰρ ἡ χάρις ἀδιασπάστως ἀπὸ τοῦ πατρὸς διὰ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος ἐπὶ τοὺς
ἀξίους ῥέουσα φέρεται, οὕτως καὶ ἡ βλασφημία εἰς τὸ106

3,1

107

ἔμπαλιν κατὰ διάδοσιν ἀναλύουσα ἀπὸ τοῦ πνεύματος διὰ τοῦ υἱοῦ ἐπὶ τὸν τῶν ὅλων θεὸν διεξέρχεται. εἰ γὰρ δι’ ἀνθρώπου ἀθετηθέντος ὁ ἀποστείλας ἠθέτηται, καίτοι πόσον τὸ μέσον, μεταξὺ τοῦ ἀνθρώπου καὶ τοῦ ἀποστείλαντος, τί χρὴ λέγειν,
5ἡλίκην ὑποσημαίνει κατάκρισιν τοῖς κατατολμῶσι τοῦ πνεύματος; τάχα διὰ τοῦτο ἀσυγχώρητον κρῖμα κατὰ τῆς τοιαύτης βλασφημίας παρὰ τοῦ νομοθέτου κεκύρωται, ἐπειδὴ πᾶσα δι’ αὐτοῦ ἡ μακαρία τε καὶ θεία φύσις ἐν τῇ προαιρέσει τοῦ βλασφημοῦντος συγκαθυβρίζεται. ὥσπερ γὰρ
10ὁ εὐσεβῶς τὸ πνεῦμα δεξάμενος εἶδεν ἐν τῷ πνεύματι τοῦ μονογενοῦς τὴν δόξαν, τὸν δὲ υἱὸν ἰδὼν τὴν εἰκόνα εἶδε τοῦ ἀορίστου καὶ διὰ τῆς εἰκόνος ἐνετυπώσατο τῇ γνώμῃ ἑαυτοῦ τὸ ἀρχέτυπον, οὕτω δηλαδὴ καὶ ὁ κατα † μένος καὶ καταφρονητής, ἐπειδὰν ἀποθρασύνηταί τι κατὰ τῆς δόξης
15τοῦ πνεύματος, διὰ τῆς αὐτῆς ἀκολουθίας ἐπὶ τὸν πατέρα διὰ τοῦ υἱοῦ τὴν βλασφημίαν ἐξέτεινεν. οὐκοῦν φοβητέον τοῖς γε νοῦν ἔχουσι μὴ κατατολμᾶν τῆς τοιαύτης θρασύτητος, ἧς τὸ πέρας παντελής ἐστιν ἀφανισμὸς τοῦ τολμήσαντος· ἀλλ’ ὅση δύναμις, ὑψοῦν μὲν τῷ λόγῳ τὸ πνεῦμα, ὑψοῦν δὲ
20καὶ πρὸ τοῦ λόγου κατὰ διάνοιαν· οὐ γὰρ δυνατόν ἐστι συναναβῆναι τῇ διανοίᾳ τὸν λόγον. καὶ ἐπειδὰν ἐπὶ τὸ ἀκρό‐ τατον φθάσῃς τῆς ἀνθρωπίνης δυνάμεως, εἰς ὅσον ὁ ἀνθρώ‐ πινος νοῦς ἐξικνεῖται ὕψος καὶ μέγεθος νοημάτων, τότε νόμιζε κάτω εἶναι τῆς ἐπιβαλλούσης ἀξίας κατὰ τὸ εἰρημένον ἐν
25τῇ ψαλμῳδίᾳ ὅτι Μετὰ τὸ ὑψῶσαι κύριον τὸν θεὸν ἡμῶν, τότε μόγις προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ· τό τε αἴτιον τῆς ἀκαταλήπτου ἀξίας οὐδὲν ἄλλο φησὶν ἢ ὅτι ἅγιός ἐστιν. Εἰ οὖν πᾶν ὕψωμα δυνάμεως ἀνθρωπίνης κάτω τῆς
30μεγαλοπρεπείας τοῦ προσκυνουμένου ἐστί (τοῦτο γὰρ ὁ λόγος
διὰ τοῦ ὑποποδίου τῶν ποδῶν ὑπαινίσσεται), τίς ἡ ματαιότης107

3,1

108

τῶν οἰομένων ἔχειν τινὰ δύναμιν ἐν ἑαυτοῖς τοσαύτην ὥστε ἐπ’ αὐτοῖς εἶναι τὸ κατ’ ἀξίαν τῆς τιμῆς ὁρίζειν τῇ ἀτιμήτῳ φύσει καὶ διὰ τοῦτο καί τινων τῶν εἰς τιμὴν ἐπινοουμένων ἀνάξιον κρίνειν τὸ πνεῦμα τὸ ἅγιον ὡς τῆς δυνάμεως αὐτῶν
5μεῖζον δυναμένης ἢ ὅσον χωρεῖ ἡ ἀξία τοῦ πνεύματος; ὢ τῆς ἐλεεινῆς αὐτῶν καὶ ταλαιπώρου παραπληξίας, τῶν μὴ συνιέντων αὐτοί τε τίνες εἰσὶν οἱ ταῦτα διαλεγόμενοι καὶ τί τὸ πνεῦμα τὸ ἅγιον, ᾧ δι’ ὑπερηφανίας ἑαυτοὺς ἀντεξάγουσιν! τίς 〈ἂν〉 εἴποι τοῖσδε 〈τοῖσ〉 λαοῖς ὅτι ἄνθρωποί εἰσι πνεῦμα
10πορευόμενον καὶ οὐκ ἐπιστρέφον ἐν μήτρᾳ γυναικός, διὰ ῥυπαρᾶς συλλήψεως οἰκοδομούμενοι καὶ εἰς γῆν ῥυπαρὰν πάντες ἀναλυόμενοι, χόρτῳ προσεικασμένην τὴν ζωὴν λα‐ χόντες, οἳ ἐπ’ ὀλίγον διὰ τῆς βιωτικῆς ἀπάτης ἀνθήσαντες πάλιν ἀποξηραίνονται, καὶ τὸ ἄνθος περὶ αὐτοὺς καταρρυὲν
15ἀφανίζεται, οὔτε τι ὄντες πρὸ τῆς γενέσεως καὶ εἰς ὅ τι μεταχω‐ ρήσουσιν οὐκ ἀκριβῶς ἐπιστάμενοι, τῆς ψυχῆς τὴν ἰδίαν λῆξιν, ἕως ἂν ἐπιμένῃ τῇ σαρκί, ἀγνοούσης; ταῦτα οἱ ἄνθρωποι. Τὸ δὲ πνεῦμα τὸ ἅγιον πρῶτον μὲν ἀπὸ τῶν κατὰ φύσιν ἁγίων ἐκεῖνό ἐστιν ὅπερ ὁ πατήρ, κατὰ φύσιν ἅγιος,
20καὶ ὁ μονογενὴς ὡσαύτως. οὕτω καὶ τὸ πνεῦμα τὸ ἅγιον. καὶ κατὰ τὸ ζωοποιὸν πάλιν καὶ κατὰ τὸ ἄφθαρτόν τε καὶ ἀναλλοίωτον καὶ ἀΐδιον, δίκαιον, σοφόν, εὐθές, ἡγεμονικόν, ἀγαθόν, δυνατόν, ἀγαθῶν πάντων παρεκτικὸν καὶ πρό γε ἁπάντων αὐτῆς τῆς ζωῆς· πανταχοῦ ὂν καὶ ἑκάστῳ παρὸν
25καὶ τὴν γῆν πληροῦν καὶ ἐν οὐρανοῖς μένον, ἐν ταῖς ὑπερκοσ‐ μίοις δυνάμεσιν ἐκχεόμενον, πάντα πληροῦν κατὰ τὴν ἀξίαν ἑκάστου καὶ αὐτὸ πλῆρες μένον, μετὰ πάντων ὂν τῶν ἀξίων, καὶ τῆς ἁγίας τριάδος οὐ χωριζόμενον· ἀεὶ τὰ βάθη τοῦ θεοῦ ἐρευνᾷ, ἀεὶ ἐκ τοῦ υἱοῦ λαμβάνει καὶ ἀποστέλλεται καὶ οὐ χωρί‐
30ζεται καὶ δοξάζεται καὶ δόξαν ἔχει· ὃ γὰρ ἄλλῳ δόξαν δίδωσιν, δῆλον ὅτι ἐν ὑπερβαλλούσῃ δόξῃ καταλαμβάνεται. πῶς γὰρ δοξάζει τὸ δόξης ἄμοιρον; ἐὰν μή τι φῶς ᾖ, πῶς τὴν τοῦ φω‐
τὸς ἐπιδείξεται χάριν; οὕτως οὐδὲ τὴν δοξαστικὴν δύναμιν108

3,1

109

ἐπιδείξεται, ὃ ἂν μὴ αὐτὸ ᾖ δόξα καὶ τιμὴ καὶ μεγαλωσύνη καὶ μεγαλοπρέπεια. δοξάζει οὖν τὸν πατέρα καὶ τὸν υἱὸν τὸ πνεῦμα. ἀλλ’ ὁ εἰπὼν ἀψευδής ἐστι Τοὺς δοξάζοντάς με δοξάζω· Ἐγώ σε ἐδόξασα, φησὶ πρὸς τὸν πατέρα ὁ κύριος·
5καὶ πάλιν Δόξασόν με τῇ δόξῃ ᾗ εἶχον ἀπ’ ἀρχῆς παρὰ σοὶ πρὸ τοῦ τὸν κόσμον εἶναι. ἀποκρίνεται ἡ θεία φωνή· Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω. ὁρᾷς τὴν ἐγκύκλιον τῆς δόξης διὰ τῶν ὁμοίων περιφοράν; δοξάζεται ὁ υἱὸς ὑπὸ τοῦ πνεύ‐ ματος· δοξάζεται ὑπὸ τοῦ υἱοῦ ὁ πατήρ· πάλιν τὴν δόξαν
10ἔχει παρὰ τοῦ πατρὸς ὁ υἱὸς καὶ δόξα τοῦ πνεύματος ὁ μονογενὴς γίνεται· τίνι γὰρ ἐνδοξασθήσεται ὁ πατήρ, εἰ μὴ τῇ ἀληθινῇ τοῦ μονογενοῦς δόξῃ; ἐν τίνι δὲ πάλιν ὁ υἱὸς δο‐ ξασθήσεται, εἰ μὴ ἐν τῇ μεγαλωσύνῃ τοῦ πνεύματος; οὕτω πάλιν καὶ ἀνακυκλούμενος ὁ λόγος τὸν υἱὸν μὲν δοξάζει διὰ
15τοῦ πνεύματος, διὰ δὲ τοῦ υἱοῦ τὸν πατέρα. Εἰ οὖν τοσαύτη τοῦ πνεύματος ἡ μεγαλωσύνη καὶ εἴ τι καλὸν καὶ εἴ τι ἀγαθὸν παρὰ τοῦ θεοῦ διὰ τοῦ μονογε‐ νοῦς ἐν τῷ πάντα ἐν πᾶσιν ἐνεργοῦντι πνεύματι τελειοῦται, τί ἐκπολεμοῦσιν ἑαυτοὺς τῇ ἰδίᾳ ζωῇ; τί ἀπαλλοτριοῦνται
20τῆς τῶν σῳζομένων ἐλπίδος; τί ἀποκόπτουσιν ἑαυτοὺς ἀπὸ τῆς πρὸς τὸν θεὸν προσκολλήσεως; πῶς γάρ τις προσκολλη‐ θήσεται τῷ κυρίῳ μὴ τοῦ πνεύματος τὴν συνάφειαν ἡμῶν πρὸς αὐτὸν ἐνεργοῦντος; τί ζυγομαχοῦσι πρὸς ἡμᾶς περὶ λατρείας καὶ προσκυνήσεως; τί κατειρωνεύονται διὰ τοῦ
25τῆς λατρείας ὀνόματος κατὰ τῆς θείας τε καὶ ἀπροσδεοῦς φύσεως ὥσπερ οὐχ ἑαυτοὺς εὐεργετοῦντες ἐν τοῖς ὑπὲρ τῆς σωτηρίας αἰτήμασι, ἀλλὰ τιμήν τινα προσάγοντες, ἐὰν σωθῆναι θελήσωσι; σὸν κέρδος ἐστὶ τοῦ αἰτοῦντος ἡ δέησις, οὐχὶ τιμὴ τοῦ παρέχοντος. τί οὖν ὡς χαριζόμενος πρόσει
30τῷ εὐεργέτῃ, μᾶλλον δὲ οὐδὲ εὐεργέτην τὸν τῶν ἀγαθῶν παρ‐ εκτικὸν ἀξιοῖς ὀνομάζειν; ἀλλὰ τοῦ ζῆν ἀντεχόμενος τὸν
ζωοποιὸν ἀτιμάζεις καὶ τὸν ἁγιασμὸν ζητῶν παραλογίζῃ109

3,1

110

τὸν τὴν χάριν τοῦ ἁγιασμοῦ διανέμοντα καὶ τὸ διδόναι τὰ ἀγαθὰ οὐκ ἀρνούμενος αὐτὸν ἔχειν τὴν δύναμιν τοῦ αἰτεῖσθαι κρίνεις ἀνάξιον, οὐδὲ τοῦτο λογιζόμενος, ὅσῳ μεῖζόν ἐστι τὸ δοῦναί τι ἀγαθὸν τοῦ αἰτηθῆναι· τῷ μὲν γὰρ αἰτηθέντι, οὐ
5πάντως προσμαρτυρεῖ τὸ μεγαλεῖον ἡ αἴτησις· δυνατὸν γάρ ἐστιν αἰτηθῆναί τι καὶ τὸν μὴ ἔχοντα. ἐπὶ γὰρ τῇ προαιρέσει τοῦ αἰτοῦντός ἐστιν· ὁ δὲ παρασχών τι ἀγαθὸν ἀναμφίβολον τῆς προσούσης αὐτῷ δυνάμεως πεποίηται τὴν ἐπίδειξιν. τί οὖν τὸ μεῖζον αὐτῷ προσμαρτυρῶν—λέγω δὲ τὸ δύνασθαι
10δοῦναι πᾶν ὅ τι καλόν—ὡς μεγάλου τινὸς ἀποστερεῖς τῆς αἰτήσεως, καίτοι τοῦτο πολλάκις, καθὼς εἴρηται, καὶ ἐπὶ τῶν οὐδενὸς κυρίων δι’ ἀπάτης τοῦ προσιόντος γίνεται. αἰτοῦσι καὶ παρὰ τῶν εἰδώλων οἱ τῆς ματαιότητος δοῦλοι τὰ κατὰ γνώμην αὐτοῖς, ἀλλ’ οὐ παρὰ τοῦτο δόξαν τινὰ
15προστίθησι τοῖς εἰδώλοις ἡ αἴτησις· κἀκεῖνοι δὲ δι’ ἀπάτης αὐτοὺς παρέχοντες προσδοκίᾳ τοῦ μετασχεῖν τινος ὧν ἐλπίζουσιν αἰτοῦντες οὐ διαλείπουσιν. σὺ δὲ πεπεισμένος οἵων καὶ ὅσων παρεκτικόν ἐστι τὸ πνεῦμα τὸ ἅγιον ὑπερορᾷς τῆς αἰτήσεως καὶ καταφεύγεις ἐπὶ τὸν νόμον τὸν κελεύοντα
20κύριον τὸν θεὸν προσκυνεῖν καὶ αὐτῷ μόνῳ λατρεύειν; πῶς οὖν αὐτῷ μόνῳ λατρεύσεις, εἰπέ μοι, ἀποσχίσας αὐτὸν τῆς πρὸς τὸν μονογενῆ καὶ τὸ πνεῦμα ἑαυτοῦ συναφείας; ἀλλ’ αὕτη Ἰουδαϊκὴ ἡ προσκύνησις. Ἀλλ’ ἐρεῖς ὅτι πατέρα ἐννοῶν καὶ τὸν υἱὸν τῇ προση‐
25γορίᾳ συμπεριέλαβον. τὸν δὲ υἱόν, εἰπέ μοι, τῇ διανοίᾳ λαβὼν ἆρ’ οὐ συμπαρεδέξω καὶ τὸ πνεῦμα τὸ ἅγιον; οὐκ ἂν ἀντείποις. πῶς γὰρ αὐτὸν ὁμολογήσεις, 〈εἰ〉 μὴ ἐν πνεύματι ἁγίῳ; πότε οὖν τοῦ υἱοῦ τὸ πνεῦμα χωρίζεται ὥστε τοῦ πατρὸς προσκυνουμένου μὴ συμπεριλαμβάνεσθαι μετὰ τοῦ
30υἱοῦ καὶ τοῦ πνεύματος τὴν προσκύνησιν; αὐτὴν δὲ τὴν προσκύνησιν τί ποτε εἶναι λογίζονται, ἣν ὡς ἐξαίρετόν τι
γέρας τῷ ἐπὶ πάντων θεῷ χαριζόμενοι καὶ ἕως τοῦ μονο‐110

3,1

111

γενοῦς ἔσθ’ ὅτε τὴν τιμὴν ταύτην διαβιβάζοντες ἀπαξιοῦσι τὸ πνεῦμα τοῦ τοιούτου γέρως; ἡ μὲν γὰρ ἀνθρωπίνη συνήθεια τὴν πρὸς τὸ ἔδαφος τῶν ὑποχειρίων ἐπίκλισιν, ἣν ἀσπαζό‐ μενοι τοὺς δυνατωτέρους ἐπιτηδεύουσι, τοῦτο προσαγορεύει
5προσκύνησιν· καθὼς φαίνεται καὶ ὁ πατριάρχης Ἰακὼβ τοῦ ἀδελφοῦ τὴν ὀργὴν ἱλεούμενος τὸ καταδεέστερον ὑπὸ ταπεινο‐ φροσύνης διὰ τοῦ τοιούτου σχήματος ἐν τῇ ὑπαντήσει πρὸς αὐτὸν ἐπιδείκνυσθαι. Προσεκύνησε, γάρ φησιν, τρίτον ἐπὶ τὴν γῆν. καὶ οἱ τοῦ Ἰωσὴφ ἀδελφοί, ἕως αὐτοί τε ἠγνόουν
10κἀκεῖνος τὴν ἄγνοιαν πρὸς αὐτοὺς ὑπεκρίνετο, διὰ τὸ ὑπερέ‐ χον τοῦ ἀξιώματος τῇ προσκυνήσει τὴν δυναστείαν ἐτίμησαν. προσκυνεῖ δὲ καὶ ὁ μέγας Ἀβραὰμ τοὺς Χετταίους, τοὺς ἐγχωρίους ὁ ἔπηλυς, δεικνύς, οἶμαι, δι’ ὧν ἐποίει, ὅσον οἱ αὐτόχθονες τῶν παροικούντων ἐπικρατέστεροι. καὶ πολλὰ
15τοιαῦτα λέγειν ἐστὶν ἔκ τε τῶν ἀρχαίων διηγημάτων καὶ ἐκ τῶν παρόντων τοῦ βίου ὑποδειγμάτων. ἆρ’ οὖν τοῦτο νοοῦσι καὶ αὐτοὶ τὴν προσκύνησιν; καὶ πῶς οὐ καταγέλαστον τὸ μήτε τούτου οἴεσθαι δεῖν ἀξιοῦν τὸ πνεῦμα τὸ ἅγιον, οὗ καὶ τοὺς Χαναναίους ὁ πατριάρχης ἠξίωσεν; ἢ ἄλλην τινὰ
20παρὰ ταύτην νομίζουσι τὴν προσκύνησιν, ὡς τὴν μὲν ἀν‐ θρώποις, τὴν δὲ τῇ ὑπερεχούσῃ φύσει προσήκουσαν; πῶς οὖν καθόλου τὴν προσκύνησιν ἀθετοῦσιν ἐπὶ τοῦ πνεύματος μηδὲ τὴν ἐπὶ τῶν ἀνθρώπων συγκεχωρημένην αὐτῷ χαριζό‐ μενοι;
25 Τίνα δὲ καὶ νομίζουσιν ἰδίως ἀποτετάχθαι τῷ θεῷ προσκυνήσεως τρόπον; τὸ εἰπεῖν τῷ ῥήματι ἢ τὸ ἐνεργῆσαι τῷ σχήματι; ἢ ταῦτα μὲν καὶ πρὸς ἀνθρώπους ἐστὶ κοινά· καὶ γὰρ λέγεται καὶ ἐπ’ ἀνθρώπων τὰ ῥήματα καὶ ἐνεργεῖται τὰ σχήματα· τί οὖν ἐπὶ θεοῦ τὸ ἐξαίρετον; ἢ παντὶ δῆλον
30τῷ καὶ ὁποσονοῦν διανοίας μετέχοντι ὅτι θεοῦ μὲν ἄξιον δῶρον ἡ ἀνθρωπίνη φύσις ἔχει οὐδέν· τῶν γὰρ ἀγαθῶν
ἡμῶν ὁ ποιητὴς ἡμῶν χρείαν οὐκ ἔχει. ἡμεῖς δὲ οἱ ἄνθρωποι111

3,1

112

τὰς τιμητικὰς ταύτας καὶ ἀγαπητικὰς ἐνδείξεις, ἃς ἐπ’ ἀλλήλων ποιούμεθα ἕτερος τοῦ ἑτέρου ταπεινότερος εἶναι τῇ ὁμολογίᾳ τῆς τοῦ πέλας ὑπεροχῆς ἐνδεικνύμενοι, ταύτας μετηνέγκαμεν εἰς τὴν θεραπείαν τῆς κρείττονος φύσεως τῶν
5ἐν ἡμῖν τὰ τίμια τῇ ἀτιμήτῳ φύσει δωροφοροῦντες. καὶ διὰ τοῦτο, ἐπειδὴ προσιόντες βασιλεῦσιν ἢ δυνάσταις οἱ ἄν‐ θρωποι, ὑπὲρ ὧν ἂν γενέσθαι τι αὐτοῖς παρὰ τῶν δυναστευόν‐ των θελήσωσιν, οὐ ψιλὴν προσάγουσι τοῖς κρατοῦσι τὴν αἴτησιν, ἀλλ’ ὡς ἂν μάλιστα πρὸς οἶκτον καὶ εὔνοιαν ἑαυτῶν
10ἐπαγάγοιντο, ταπεινοῦνται τῷ λόγῳ καὶ προσκυνοῦσι τῷ σχήματι καὶ γονάτων ἅπτονται καὶ εἰς ἔδαφος πίπτουσι καὶ διὰ πάντων οἰκτιζόμενοι συνήγορον τῆς αἰτήσεως ἑαυτῶν προβάλλονται, δι’ ὧν ποιοῦσι τὸν ἔλεον. διὰ τοῦτο οἱ τὴν ἀληθῆ δυναστείαν ἐπεγνωκότες, δι’ ἧς πάντα διοικεῖται τὰ
15ὄντα, προσιόντες ὑπὲρ ὧν ἂν ᾖ φίλον αὐτοῖς. οἱ μὲν ταπεινοὶ τὰς ψυχὰς περὶ τῶν ἐν τῷ κόσμῳ τούτῳ σπουδαζομένων, οἱ δὲ ὑψηλοὶ τὴν διάνοιαν περὶ τῶν αἰωνίων καὶ ἀπορρήτων ἐλπίδων, ἐπειδὴ οὐκ ἔχουσιν ὅπως αἰτήσουσιν οὐδὲ χωρεῖ ἡ ἀνθρωπίνη φύσις ἐνδείξασθαί τινα τιμὴν πρὸς τὴν μεγαλο‐
20πρέπειαν τῆς δόξης φθάνουσαν, μετήνεγκαν τὴν ἐπὶ τῶν ἀνθρώπων νενομισμένην θεραπείαν εἰς τὴν τοῦ θείου τιμήν. καὶ τοῦτό ἐστιν ἡ προσκύνησις ἡ μετὰ ἱκεσίας καὶ ταπεινό‐ τητος τῶν καταθυμίων τινὸς αἴτησις γινομένη. διὸ καὶ Δανιὴλ κάμπτει τῷ κυρίῳ τὰ γόνατα, ἐπὶ τοῦ αἰχμαλώτου
25λαοῦ τὴν φιλανθρωπίαν αἰτούμενος καὶ ὁ τὰς ἀσθενείας ἡμῶν βαστάσας καὶ ὑπὲρ ἡμῶν ἐντυγχάνων διὰ τοῦ ἀν‐ θρώπου ὃν ἀνέλαβε πίπτειν ἐπὶ τὸ πρόσωπον ἐν καιρῷ προσ‐ ευχῆς ὑπὸ τοῦ εὐαγγελίου ἱστόρηται καὶ τούτῳ τῷ σχήματι
τὴν εὐχὴν ἐποιεῖτο, νομοθετῶν, οἶμαι, τῇ ἀνθρωπίνῃ ζωῇ τὸ μὴ112

3,1

113

ἀπαυθαδιάζεσθαι ἐπὶ τοῦ καιροῦ τῆς αἰτήσεως, ἀλλὰ διὰ πάντων πρὸς τὸ ἐλεεινὸν μεθαρμόζεσθαι, ἐπειδὴ Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν καὶ Πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται. εἰ οὖν ἡ προσκύνησις
5οἷον ἱκετηρία τίς ἐστι, εἰς συνηγορίαν προβεβλημένη τοῦ σκοποῦ τῆς αἰτήσεως, ἡ δὲ αἴτησις πρὸς τὸν τῆς διανομῆς κύριον γίνεται, τίς ἡ διάνοια τῆς καινῆς ταύτης νομοθεσίας; οὐ συνορῶ, μήτε παρὰ τοῦ διδόντος αἰτεῖν μήτε ὑποκύπτειν τῷ ἄρχοντι μήτε θεραπεύειν τὸν δυναστεύοντα μήτε προσ‐
10κυνεῖν τὸν ἡγούμενον· ὅτι γὰρ πάντα ταῦτα θεωρεῖται περὶ τὸ πνεῦμα τὸ ἅγιον, οὐδεὶς οὕτως ἐχθρὸς ἑαυτοῦ καὶ τοῦ πνεύματος ὡς μὴ συνθέσθαι τῷ λόγῳ· ἡγεῖται μὲν γὰρ τὸ ἡγεμονικὸν τῇ φύσει, δυναστεύει δὲ τὸ πάντα ἐνεργοῦν ἐν πᾶσιν, ἐξουσιάζει δὲ τὸ κατ’ ἐξουσίαν διαιροῦν τὰ χαρίσματα
15καθὼς βούλεται, εὐεργετεῖ δὲ ζωὴν χαριζόμενον, ἐλεεῖ λυτρούμενον, θεοποιεῖ θεῷ προσάγον, υἱοθετεῖ Χριστῷ προσ‐ οικειοῦν βασιλείαν δωρούμενον, τὸ νεκρὸν ἀνίστησιν, τὸν πεπτωκότα ἐγείρει, τὸν πεπλανημένον εἰς εὐθεῖαν καθίστησιν, τῷ ἑστῶτι φυλάσσει τὴν διαμονήν, τὸν ἀποθανόντα εἰς
20ἀνάστασιν ἄγει. ἆρα μικρὰ ταῦτα καὶ οὐδεμιᾶς χάριτος ἄξια; οὐκοῦν εἰπάτωσαν τὰ τούτων ἀνώτερα, ὧν ἀμέτοχόν ἐστι τὸ πνεῦμα τὸ ἅγιον, δι’ ὃ νομίζουσι καὶ τοῦ προσκυνεῖ‐ σθαι ἀνάξιον. Ἔπειτα κἀκεῖνο παρ’ αὐτῶν ἔστι μαθεῖν· ὅταν, ὡς
25οἴονται, τῷ πατρὶ προσκυνῶσιν, ἆρα καθόλου τῆς διανοίας ἑαυτῶν τοῦ τε μονογενοῦς καὶ τοῦ πνεύματος τὴν μνήμην ἐκβάλλουσιν; καὶ μὴν φύσιν οὐκ ἔχει πατέρα ἐννοήσαντα μὴ συνεπινοεῖν τὸν υἱὸν καὶ υἱὸν τῇ διανοίᾳ δεξάμενον μὴ συμπεριλαμβάνειν μετὰ τοῦ υἱοῦ τὸ πνεῦμα. εἰ μὲν γὰρ
30ἀρνεῖται καθόλου καὶ ἀθετεῖ τὴν ὁμολογίαν, εἷς τῶν Ἰου‐
δαίων ἢ Σαδδουκαίων ἐστίν, καὶ τὸν υἱὸν ἀρνούμενος καὶ τὸ113

3,1

114

πνεῦμα τὸ ἅγιον μὴ δεχόμενος· εἰ δὲ ὁπωσοῦν πρεσβεύειν τὰ τῶν Χριστιανῶν ἐπαγγέλλεται, πάντως ὅτι πατέρα ἐννοῶν καὶ τὸν οὗ ἐστι πατὴρ ἐνενόησε καὶ υἱοῦ τὴν ἔννοιαν ἀναλαβὼν προκατηυγάσθη διὰ τοῦ πνεύματος· Οὐδεὶς γὰρ δύναται
5εἰπεῖν κύριον Ἰησοῦν, εἰ μὴ ἐν πνεύματι ἁγίῳ. οὐκοῦν ὁ ἀληθινὸς προσκυνητὴς ἀποστὰς τῆς σωματικῆς ταύτης καὶ χαμαιζήλου ταπεινότητος τῶν νοημάτων τὸ ἄρχον καὶ τὸ κυριεῦον καὶ τὸ ἐξουσιάζον καὶ τὸ πάντα τὰ ἀγαθὰ ἐνεργοῦν ἐν πάσῃ τῇ κτίσει οὕτω τιμήσει οὐχ ὡς ἐκείνῳ ἄξιον, ἀλλ’
10ὅσον αὐτὸς δυνατός ἐστι φέρειν κατὰ τὴν χήραν ἐκείνην, ἣ δύο λεπτοὺς ὀβολοὺς δωροφοροῦσα τοῖς ἱεροῖς θησαυροῖς ἀπεδείχθη † τῆς φιλοτιμίας, οὐχ ὅτι ἄξιον τι θαύματος εἶχεν ἡ ὕλη, ἀλλ’ ὅτι πλέον οὐκ ἐχώρει ἡ δύναμις. οὕτω τοίνυν λογιεῖται ὄντως ἔχειν, ὅτι πάντα τὰ παρὰ ἀνθρώπων
15ὅσα εἰς τιμὴν καὶ δόξαν ἐπινενόηται κατώτερά ἐστι τῆς μεγαλοπρεπείας τοῦ πνεύματος οὐδεμίαν προσθήκην τῆς δόξης ποιούμενα. ἡ μὲν γὰρ ὡσαύτως ἔχει καὶ τιμώντων καὶ μή· ἡ δὲ ἀνθρωπίνη φύσις μόνην δωροφορεῖ τὴν προαίρεσιν, αὐτῷ τῷ θελῆσαι μόνον πληροῦσα ἣν προέθετο χάριν·
20πλέον δ’ ἔτι τοῦ θελήματος καὶ τῆς κατὰ πρόθεσιν ὁρμῆς καὶ κινήσεως ἔχει ἐν τῇ δυνάμει οὐδέν. κἂν θαυμάσαι προέλη‐ ται κἂν ἐπαίνοις τισὶ τὸ μεγαλεῖον ἀποσεμνῦναι τῆς θείας δυνάμεως, οὐ τὴν φύσιν ἐπήνεσεν· πῶς γὰρ ἐπαινέσει τὸ ἀγνοούμενον; ἀλλά τι τῶν περὶ αὐτὴν θεωρουμένων ἐδόξασε·
25Γενεὰ γάρ φησι καὶ γενεὰ ἐπαινέσει τὰ ἔργα σου καὶ τὴν δύναμιν τῶν φοβερῶν σου καὶ τὴν μεγαλοπρέπειαν τῆς δόξης τῆς ἁγιωσύνης σου καὶ τὰ θαυμάσιά σου καὶ τὴν μνήμην τοῦ πλήθους τῆς χρηστότητός σου καὶ τὴν ἐν τούτοις μεγαλωσύνην σου διηγήσονται. ὁρᾷς ὡς διὰ τῶν ἔξωθεν περὶ
30τὴν θείαν φύσιν θεωρουμένων πληροῦται τῷ προφήτῃ τὸ θαῦμα; αὐτὴ δὲ ἐκείνη καθώς ἐστι ἡ θεία τε καὶ μακαρία δύ‐
ναμις ἄβατος καὶ ἀθέατος λογισμοῖς μένει καὶ διανοίας114

3,1

115

πολυπραγμοσύνην καὶ λόγου δύναμιν καὶ καρδίας κίνησιν καὶ ἐνθυμήσεως ὁρμήν, πάντα κάτω ἑαυτῆς ἀφιεῖσα πολὺ μᾶλλον ἢ ὅσον τὰ σώματα ἡμῖν ἀπολιμπάνεται τῆς τῶν ἀστέρων ἁφῆς. ὁ οὖν ταῦτα εἰδὼς καὶ συνεγνωκὼς ἑαυτῷ
5τὸ οὐτιδανὸν καὶ ἀσθενὲς καὶ πενιχρὸν τῆς φύσεως καταγνώ‐ σεται μὲν τῆς ματαιότητος τῶν ἀπὸ οὕτω μικρᾶς καὶ εὐτελοῦς τῆς δυνάμεως οἰομένων ἔχειν τι τῆς ἀξίας τοῦ πνεύματος ὑψηλότερον καὶ φειδομένων ἀπ’ αὐτοῦ ῥημάτων τινῶν θεραπευτικῶν ἢ σχημάτων, ἃ εἴτε λατρείαν εἴτε
10προσκύνησιν σύνηθές τισιν ὀνομάζειν οὐ διαφέρομαι· ἀνα‐ βλέπων δὲ εἰς τὸ ὕψος τῆς δόξης, ἧς ἡ ἀληθὴς κατανόησις τοῖς ἀνθρώποις ἀνέφικτος, καταγνώσεται ἑαυτοῦ, καθὼς καὶ ὁ πατριάρχης ἐποίησε τῆς θείας ἀξιωθεὶς ἐπιφανείας γῆν καὶ σποδὸν ἑαυτὸν προσαγορεύων· οὕτω δὲ διακείμενος
15ὅλον ἑαυτὸν ἀναθήσει τῇ θεραπείᾳ τῆς κρείττονος φύσεως, οὐ τὸ μέν τι ποιῶν τῶν εἰς τιμὴν συντεινόντων, τοῦ δὲ ἀπεχόμενος, ἀλλὰ πᾶν ὅτιπερ ἂν ἐν τῇ καθ’ ἑαυτὸν δυνάμει μεῖζον καὶ ὑπερέχον εἶναι φανῇ, τοῦτο ἀναθήσει τῷ ἐπὶ πάντων θεῷ, τιμὴν καὶ δόξαν καὶ προσκύνησιν τὴν ὑπὸ τῆς
20δυνάμεως χωρουμένην διηνεκῶς ἀναπέμπων τῷ ἔχοντι τοῦ σῴζειν τὴν ἐξουσίαν· σῴζει δὲ ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον. διὰ τοῦτο καὶ πιστεύει τὴν ἑαυτοῦ σωτηρίαν πατρὶ καὶ υἱῷ καὶ πνεύματι ἁγίῳ οὐκ εἰς πλῆθος δυνάμεων καὶ θεοτήτων κατακερματίζων τὴν πίστιν, ἀλλ’ εἰς μίαν
25δύναμιν, μίαν ἀγαθότητα, μίαν ζωοποιὸν ἐξουσίαν, μίαν θεότητα, μίαν ζωὴν πιστεύων. οὕτως ἀναπέμψει τὴν εὐχα‐ ριστίαν ὑπὲρ τῆς ἑαυτοῦ ζωῆς, ἐκ πατρὸς ἀρχόμενος καὶ τὸν υἱὸν τῷ πατρὶ συμπεριλαμβάνων καὶ τὸ ἅγιον πνεῦμα τοῦ μονογενοῦς οὐ χωρίζων, ὡς πληροῦσθαι τῷ ἐπὶ πάντων θεῷ
30σὺν τῷ μονογενεῖ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι τιμὴν καὶ δόξαν καὶ προσκύνησιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων,
ἀμήν.115