TLG 2017 005 :: GREGORIUS NYSSENUS :: Adversus Arium et Sabellium de patre et filio GREGORIUS NYSSENUS Theol. Adversus Arium et Sabellium de patre et filio Source: Mueller, F. (ed.), Gregorii Nysseni opera, vol. 3.1. Leiden: Brill, 1958: 71–85. Citation: Volume — page — (line) | ||
3,171(t1) | [ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ] | |
t2 | ΚΑΤΑ ΑΡΕΙΟΥ ΚΑΙ ΣΑΒΕΛΛΙΟΥ | |
---|---|---|
1 | Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν, ἀρτίως ὁ ψαλμῳδὸς ἔλεγεν. τοῦτον τὸν ἀγαθὸν λόγον τοῦ θεοῦ οἱ μὲν κατὰ Ἄρειον καὶ Ἀχίλλιον τὴν ἀσεβεστάτην φωνὴν προϊέμενοι ἐτόλμησαν κτίσμα καὶ ποίημα διακηρύξαι καὶ | |
5 | πολλοὺς τῇ ἑαυτῶν ἐφείλκυσαν πλάνῃ· οἱ δὲ κατὰ Σαβέλλιον τἀναντία τούτων φρονοῦντες ἀναιρεῖν μὲν πειρῶνται τὴν ὑπόστασιν τοῦ υἱοῦ, αὐτὸν δὲ τὸν πατέρα ἕνα ὄντα δυσὶν ὀνόμασι γεραίρειν οἰόμενοι υἱοπάτορα προσαγορεύουσιν. αἱ δ’ ἑκάτεραι δόξαι αὗται ὥσπερ παγίδες δύο τέθεινται ὑπὸ | |
10 | τῶν προηγορευμένων· δίεισι δὲ μέση τις ὁδὸς στενὴ καὶ τεθλιμμένη ἡ ἀπάγουσα εἰς τὴν ζωὴν κατὰ τὸ εὐαγγέλιον. ταύτης οἱ πολλοὶ τῶν ἀνθρώπων ἐκκλίνοντες τῆς ἑτέρας θήραμα γίνονται· σὺ δέ μοι δοκεῖς δεδοικέναι τὰς ἑκατέρων ἐμπτώσεις καὶ αὐτὴν ἀποφεύγειν τὴν τῆς ἀληθείας ὁδὸν οἰό‐ | |
15 | μενος μὴ δεῖν περὶ θεοῦ λόγον προχειρίζεσθαι. ὅρα τοίνυν μὴ τὴν τῶν δυεῖν πλάνην εὐλαβούμενος ἀσεβείας τιμωρίαν ὀφλήσῃς. αὐτὸς ὁ σωτὴρ πρὸ τῆς ἀληθοῦς ὁδοῦ ἑστηκὼς κέκραγε λέγων· Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια· μὴ ἐκκλίνῃς εἰς τὰ δεξιὰ ἢ εἰς τὰ ἀριστερά, ὅπως μηδετέρᾳ αὐτῶν | |
20 | προστύχῃς. καὶ πάλιν· Ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων· ὁ μὴ εἰσιὼν δι’ ἐμοῦ, ἀλλὰ ἀλλαχόθεν ἀναβαίνων κλέπτης ἐστὶ καὶ λῃστής, ὃς καὶ ὑπὸ παγίδος ἁλοὺς ἀπολεῖται. ἀκουέτωσαν τοίνυν οἱ πρὸς τὴν τῶν ἑκατέρων πλάνην | |
ἐπιτρέψαντες τὸν νοῦν, ὡς κατὰ φύσιν ὁ σωτὴρ ἡμῶν Ἰησοῦς | 71 | |
3,172 | Χριστὸς υἱὸς θεοῦ ἔστι τε καὶ προσαγορεύεται καὶ οὐ ποίημα ὢν κατὰ χρῆσιν ὀνομάζεται ὥσπερ ἡμεῖς υἱὸς καὶ ὅτι οὐκ ἔχων ἀρχήν, ἀλλὰ ἀΐδιος· διὰ τοῦτο καὶ ἐν ἀτελευ‐ τήτοις αἰῶσι κατ’ ἰδίαν ὑπόστασιν συμβασιλεύσει τῷ πατρί. | |
5 | Ἀλλ’ ἴσως εἴποι τις ἄν· πᾶν τὸ ἄναρχον καὶ ἀγέννητον ἂν εἴη· πῶς ὁ υἱὸς εἰκότως ἂν προσαγορεύοιτο ἄναρχος, οὗ καὶ τοὔνομα ἔμφασιν ἀρχῆς ἔχει; υἱὸς γὰρ ἐκ τοῦ γεγεννῆσθαι ὠνόμασται. γέννησις δὲ ὅτι ἀρχῇ ὑποπέπτωκεν, οὐκ ἄν τις ἀνήναιτο· εἰ οὖν υἱὸς τυγχάνει, δηλοῦται ἡμῖν ἐκ τῆς γεννή‐ | |
10 | σεως ἀρχὴν εἰληφώς. ἴσως δὲ καὶ τέλος ἕξει, εἴποι τις ἂν κατὰ τὸν φιλόσοφον λόγον· καὶ ὁ ἀπόστολος δέ φησιν ὑποτα‐ γήσεσθαι αὐτὸν τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα καὶ παρα‐ δώσειν αὐτὸν τὴν βασιλείαν τῷ πατρὶ καὶ θεῷ, ὡς ὑπειλῆφθαι αὐτὸν οὐκ ὄντα πρὸ τοῦ γεννᾶσθαι πάλιν εἰς τὸ μὴ εἶναι | |
15 | χωρήσειν. Ἀνάβηθί μοι ἐπὶ τῆς ἀσφαλοῦς πίστεως, μὴ συν‐ αρπασθῇς ὥσπερ βιαίᾳ πνοῇ τῇ τῶν τοιούτων λογισμῶν ἀπάτῃ, ὡς χνοῦς ὃν ἐκρίπτει ὁ ἄνεμος, ἐκ τῆς στενῆς καὶ εὐθείας ὁδοῦ ἐπὶ βάραθρα τῆς ἀπωλείας. εἰ γὰρ ὁ πατὴρ τῶν ὅλων ἀγέννητος καὶ ἀΐδιος, σοφός τε καὶ δυνατός, ὁ δ’ | |
20 | ἀπόστολος τὴν εἰς αὐτὸν πίστιν εὐαγγελιζόμενος διακηρύττει πᾶσι Χριστὸν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν, πῶς [ἂν] τολ‐ μῶσιν ὑπὸ χρόνον ἄγειν αὐτοῦ τὴν γέννησιν καὶ οὐκ ἀΐδιον οὐδὲ ἄναρχον ὑπολαμβάνειν; εἰ γὰρ κατὰ τήν τινων ὑπόληψιν ὑπὸ χρόνου μοῖραν πέπτωκεν ἡ τοῦ σωτῆρος ἡμῶν γέννησις, | |
25 | ἠτίμασται ἔτι οὐ μόνον ὁ υἱὸς ἀλλὰ καὶ ὁ πατὴρ κατὰ τὴν τοῦ υἱοῦ φωνήν· Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα· Ὁ μὴ τιμῶν τὸν υἱὸν οὐ τιμᾷ τὸν πατέρα—, ὁ μὲν ὡς οὐκ ὢν πρὸ τοῦ γενέσθαι, ὁ δὲ ὡς μὴ ἔχων δύναμιν καὶ σοφίαν πρὸ τοῦ εἶναι τὸν υἱόν. ἀκολούθως δ’ ἂν ὑπολαμβάνοιεν οἱ τοιοῦτοι | |
30 | μηδὲ θεὸν εἶναι τὸν πατέρα ποτὲ πρὶν γενέσεως τοῦ υἱοῦ· | 72 |
3,173 | πῶς γὰρ ἂν θεός, εἰ μὴ δύναμιν καὶ σοφίαν ἐκέκτητο; εἰ δὲ ἀεὶ ὢν θεὸς ὑπὸ τῶν θείων ἡμῖν γραφῶν τεθέσπισται, ἀεὶ ἄρα σοφίαν καὶ δύναμιν, τουτέστι τὸν Χριστόν, ἔχων μεθ’ ἑαυτοῦ πιστευτέος. | |
5 | Μέμνημαι δὲ ὑποσχόμενος ἔμπροσθεν ὥσπερ δι’ ἐσόπ‐ τρου δείξειν ὑμῖν τὴν εἰκόνα τῶν περὶ τὸν πατέρα καὶ τὸν υἱόν, ἐπείπερ ἀνθρωπίνῳ λόγῳ τὰ κατὰ τὴν θείαν φύσιν οὐχ ὑποτέτακται. ὁπότε γὰρ αὐτὸς ὁ θεὸς † οὐ κατὰ τὴν ἰδίαν τοῦ μεγέθους δύναμιν διείλεκται ἡμῖν, ἀλλὰ συμμετρεῖ ταῖς | |
10 | ἀνθρωπίναις ἀκοαῖς τὴν ἑαυτοῦ φωνήν, ὅπως οἷοί τε ὦμεν ταῖς ἀκοαῖς τὴν θείαν φωνὴν ὑποδέξασθαι. καὶ γάρ τοι καὶ τὸ ἀνύποιστον καὶ ἀπερίληπτον μέγεθος αὐτοῦ συμμετρεῖ ταῖς τῶν ἀνθρώπων ὄψεσι καὶ θεὸς ὢν ἄνθρωπος πέφηνε· ἐκένωσε γὰρ ἑαυτὸν μορφὴν δούλου λαβών, ἵνα δυνηθῶμεν | |
15 | οἱ ἄνθρωποι θεάσασθαι θεόν. ὥσπερ οὖν πεπείσμεθα ὅτι οὐκ ὢν ἄνθρωπος πέφηνε μὲν ἄνθρωπος, κατὰ φύσιν δὲ θεὸς ἦν τε καὶ ἔστι τὸ ἀπερίληπτον μέγεθος αὐτοῦ σώματι περι‐ γράψας καὶ δι’ ἑαυτοῦ ὥσπερ δι’ ἐσόπτρου τὸ ὅλον ἡμῖν μέγεθος τοῦ θεοῦ παραφήνας, ἵν’ ὥσπερ διόπτρᾳ τούτῳ | |
20 | χρησάμενοι καὶ τοῦ πατρὸς θεαταὶ γενώμεθα· εἰκὼν γὰρ τοῦ ἀοράτου θεοῦ κατὰ τὸν ἀπόστολον τυγχάνων εἴρηκεν· Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα, οὕτω καὶ διὰ τῶν ἐν ταῖς γραφαῖς κατὰ τὸ μέτρον τῶν ἀκοῶν ἡμῶν εἰρημένων, μὴ ἁρμοζόντων δὲ πολλαχῶς τῇ θεότητι δι’ ἀσθένειαν λόγου | |
25 | ἀναλόγως θεωροῦμεν αὐτὸν τῇ διανοίᾳ· ὥσπερ γὰρ θεὸς σώματι περίγραπτος ἡμῖν ὦπται διὰ τὰς ὄψεις, οὕτως καὶ ὁ λόγος μικρότερος ἢ κατὰ θεὸν κεκήρυκται διὰ τὰς ἀκοάς. Δέδεικται δέ, ὥσπερ προέφημεν, δι’ αὐτῆς τῆς γραφῆς ὡς ἀνθρώπινος λόγος θεόν τε καὶ τὰ κατ’ αὐτὸν οὐκ ἂν | |
30 | ἐνδέξαιτο. ἐπειδὴ γὰρ οὐχ ὑπολέλειπτο μέρος λόγου τὸ | |
μηνύον τὴν ἀϊδιότητα τοῦ υἱοῦ, τῇ προθέσει ὥσπερ αἰνίγματι | 73 | |
3,174 | σημαίνει σύγχρονον εἶναι τῷ πατρὶ ἡ γραφὴ λέγουσα· Πρὸ ἑωσφόρου ἐγέννησά σε· καὶ Πρὸ πάντων βουνῶν γεννᾷ με καὶ ἑκάστου δημιουργήματος. τοῦτο τὸ μέρος τοῦ λόγου προτιθεῖσα ἡ γραφὴ ἄναρχον αὐτὸν ἀποφαίνει· | |
5 | τὸ γὰρ προϋπερβατικὸν πάντων ὂν καὶ μάλιστα ὅτε πρὸ τῶν αἰώνων λέγει εἰς τὸ ἀΐδιον καὶ ἄναρχον τρέπει ἡμῶν τὸν νοῦν. πῶς οὖν τῷ πατρὶ ἀεὶ συγκαθεζόμενος τὸ υἱὸς εἶναι καὶ γεγεννῆσθαι ἐπιτέτραπται, εἰκόνα σοι τούτων προτείνω, ἐπείπερ τῶν κατὰ φύσιν οὐ καθικνεῖται ὁ λόγος, τὴν ἀκτῖνα | |
10 | ὑπὸ τοῦ ἡλίου. πῶς οὐκ ἂν φήσειας τετέχθαι καὶ τὸ φῶς ὑπὸ τοῦ λύχνου; ἀλλ’ ὥσπερ οὐ πρότερον ὁ ἥλιος, ἔπειτα ἡ ἀκτίς, ἀλλ’ ἅμα τῷ εἶναι ἢ γεγονέναι τὸν ἥλιον ἔστι τε καὶ γέγονεν ἡ ἀκτὶς καὶ ἅμα τῷ ὑπάρξαι τὸν λύχνον ὑπῆρξε καὶ τὸ φῶς καὶ τὸ γεννώμενον ὑπὸ τοῦ λύχνου οὐ μετά τινα χρόνον, ἀλλὰ | |
15 | σὺν αὐτῷ γεννώμενον φαίνεται, οὕτως οὐ πρῶτον θεός, μετέπειτα δὲ ἡ σοφία αὐτοῦ, ἀλλ’ ἅμα τῷ εἶναι τὸν θεὸν τῶν ὅλων (ἦν δὲ πάντοτε) ἦν ἄρα καὶ ἡ σοφία, τουτέστιν ὁ Χριστός· καίτοι γεννωμένη ὑπὸ τοῦ θεοῦ καὶ γέννημα εἰκότως προσαγορεύεται ἡ σοφία τοῦ διαδεικνυμένου αὐτήν. τὸ δὲ | |
20 | Πρὸ πάντων βουνῶν γεννᾷ με ἐμφαίνει πάντοτε γεννώμενον τοῖς ἀνθρώποις ὑπὸ τοῦ πατρὸς τὸν σωτῆρα· καὶ τὸ Σήμερον γεγέννηκά σε καίτοι προγεγεννημένον καὶ ἀεὶ συνόντα ὑπὸ χρόνου μέρει τὸ σήμερον ἄγουσα ἡ γραφὴ σημαίνει ἀεὶ τοῖς καθεξῆς προϊοῦσιν αὐτὸν συγγεννᾶσθαι, ἄχρις οὗ τὸ σήμερον | |
25 | καλεῖται. εἴ ποτε δὲ τὸ σήμερον τοῦ κόσμου τούτου συμ‐ περιορισθείη τοῖς τέλεσιν, οὐκέτι γεννᾶται, ἀλλ’ ἅπαξ τοῖς ἅπασι γεγεννημένος καὶ πάντων κριτὴς καὶ δικαστὴς καθ‐ εσθεὶς ζώντων καὶ νεκρῶν εἰς αἰῶνα βασιλεύσει σὺν τῷ πατρί. | |
Ἵνα δὲ μὴ καὶ τὸ Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ | 74 | |
3,175 | εἰς ἔργα αὐτοῦ ἐμποιῇ λογισμοὺς τοῖς διεφθορόσι τὴν διάνοιαν, οὐδὲ τοῦτο παριτέον. οἱ γὰρ ἑρμηνεῖς βραχύ τι τῆς Ἑβραΐδος ἀκριβείας τῶν γραφῶν εἰς τὴν Ἑλληνίδα παρα‐ τραπέντες εἶπον μὲν ἔκτισέ με, εὕροις δ’ ἂν ἐρευνήσας | |
5 | ἐποίησέ με. ὅμως δὲ καὶ τὸ ἔκτισέ με ἀκριβῶς νοούμενον οὐδὲν ἀπᾷδον τοῦ ἐποίησέ με δείκνυται. εἰ γὰρ κύριος ἔκτισέ με εἰρήκει μόνον, ζήτημα ἄν τισι καταλελοίπει· ἐπεὶ δὲ προσέ‐ θηκεν ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, σαφῶς ἂν νοοῖτο εἰρηκυῖα κύριος ἐποίησέ με ἐπιστατεῖν τῶν ἔργων αὐτοῦ | |
10 | καὶ ἀρχὴν τῶν ὁδῶν αὐτοῦ ἐνεχείρισέ μοι. πότε γὰρ ἔσχεν ἀρχὴν ὁδῶν αὐτοῦ ὁ πατὴρ ἢ πότε οὐκ ἦν ἐνεργὴς ἢ παρὰ τίνος τὸ δύνασθαι καὶ τὸ ἐνεργεῖν εἴληφε; τὸ γὰρ μὴ ἀεὶ τὰ πάντα ἔχειν παρ’ ἑαυτῷ ἐμφαντικόν ἐστι τοῦ παρ’ ἄλλου τινὸς εἰληφέναι, ὡς ἕτερόν τινα θεὸν πρεσβύτερον αὐτοῦ νοεῖσθαι. | |
15 | Τίς δὲ προέδωκε καὶ ἀνταποδοθήσεται αὐτῷ; φησὶν ἡ γραφή. εἰ δὲ παρ’ αὐτοῦ τὰ πάντα, οὐδέποτε ἄρα ἀρχὴ ὁδῶν αὐτοῦ καὶ ἔργων αὐτοῦ εὑρεθήσεται, ἀλλ’ ἀεὶ ἐνεργής. εἰ δὲ πάντα διὰ τοῦ υἱοῦ γέγονε καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν, ἀεὶ ἄρα τὴν ἐργαζομένην σοφίαν παρ’ ἑαυτῷ ἔχειν ἀναφανδὸν δείκ‐ | |
20 | νυται. εἰ δὲ ἀεὶ ἐργάζεται ὁ πατήρ, χωρὶς δὲ τοῦ υἱοῦ οὐδὲν εἴργασται, μάτην τὸ ἐκτίσθαι ὑπειλήφασιν ὕστερόν ποτε δε‐ δημιουργῆσθαι, ἵνα ἐργάζηται. ἀλλὰ τὸ Ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ σημαίνει ὅτι ἐνεχείρισέ μοι τὰς ὁδοὺς αὐτοῦ, ἵν’ ὦσιν ὑπὸ τὴν ἐμὴν ἀρχήν· ἀρχὴν γὰρ οὐ χρονικὴν λέγει, | |
25 | ἀλλὰ τὴν κρατητικήν. καὶ γὰρ καὶ οἱ ἀπόστολοί φασιν, ὅτι καὶ κύριον καὶ Χριστὸν αὐτὸν ἐποίησεν. εἰ δὲ τὸ ἐποίησε ποίημα καὶ κτίσμα ὀνομάζοιτο, δύο ἂν εἶέν τινες οὓς ἐποίησεν, ἕτερον μὲν κύριον, ἕτερον δὲ Χριστόν. Χριστὸς δὲ ὅτι βασιλεὺς προσαγορεύεται, οὐδενὶ τοῦτο ἄγνωστον· ἀλλὰ τὸ ἐποίησε | |
30 | σημαίνει δύο ἀρχὰς ἐγκεχειρίσθαι αὐτῷ παρὰ τοῦ πατρός, | |
τὴν μὲν κυριακήν, τὴν δὲ βασιλικήν, μᾶλλον δὲ μίαν ἀρχὴν | 75 | |
3,176 | δυσὶ προσηγορίαις γεραιρομένην [πλείοσιν]. ἑκάτεροι τοίνυν πεπείσθωσαν οἱ ταῖς ἑκατέραις ἐνειλημμένοι πλάναις, ὡς ἀεὶ σὺν τῷ πατρὶ ὁ υἱὸς γεννητὸς ἅμα καὶ ἄναρχός ἐστιν· ἄναρχος μὲν τῷ ἀεὶ συνεῖναι τῷ πατρί, γεννητὸς δὲ τῷ τὸν | |
5 | πατέρα 〈αἴτιον〉 ἐσχηκέναι τοῦ εἶναι· ὡς ἔφημεν ἐπὶ τοῦ λύχνου εἰπόντες ὅτι αἴτιος μὲν αὐτὸς τοῦ φέγγους, οὐ μέντοι πρότερος τοῦ φέγγους, ἀλλ’ ὁμόχρονος τυγχάνει· οὕτως καὶ εἰς τὸν αἰῶνα ἔσται καὶ οὐδέποτε παύσεται βασιλεύων, ἐπειδήπερ οὐδὲ ἤρξατο, ἀλλ’ ἀεὶ συνηργηκὼς τῷ πατρὶ | |
10 | ἑαυτὸν συνεμφαίνει διὰ τοῦ εἰρηκέναι· Ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται κἀγὼ ἐργάζομαι· ἐπιζητεῖ δὲ τὸ ἕως ἄρτι τὸ ἀφ’ οὗ· ἐπειδὴ δὲ τὸ ἀφ’ οὗ ἐν χρόνῳ τυγχάνει, παρεὶς τὸ ἀφ’ οὗ τὸ ἕως ἄρτι μόνον εἰπὼν ἐνέφηνεν ἀεὶ τὰ πάντα αὐτῷ συνειργάσθαι· ἐργάζεται γὰρ ἕως ἄρτι φύων, ζωογονῶν, | |
15 | αὔξων, τὰ πάντα ἡνιοχῶν, καὶ οὐδέποτε παύσεται· οὐ γὰρ ἁρμόσει θεῷ τὸ ἀργεῖν οὐδ’ ἀποκαμεῖται ἐργαζόμενος, ἵνα παύσηται. Οἶμαι μὲν οὖν τοὺς ἀρειοπλανεῖς ὥσπερ συνηγορίᾳ κεχρῆσθαι τῇ εὐαγγελικῇ φωνῇ λεγούσῃ Ὁ πέμψας με | |
20 | μείζων μού ἐστιν ἀφ’ οὗ κτίσμα καὶ ποίημα αὐτὸν ὑπειλή‐ φασι, καὶ τὸ ἀντειπεῖν τῷ προσαγορεύσαντι διδάσκαλον ἀγαθὸν Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεὸς ὑπόνοιαν ἐμπεποιηκέναι αὐτοῖς ἄνθρωπον ὄντα καταχρηστικὴν προσηγορίαν ἐσχη‐ κέναι τὸ υἱὸς καὶ τὸ Οὐδεὶς οἶδε τὴν συντελεστικὴν | |
25 | ἡμέραν καὶ τὴν ὥραν οὐδ’ οἱ ἄγγελοι τῶν οὐρανῶν οὐδὲ ὁ υἱὸς ἐν τοῖς κατὰ Μάρκον εἰρημένοις, εἰ μὴ ὁ πατὴρ μόνος, ἀλλότριον τῆς πατρικῆς οὐσίας γεγονέναι τὸν υἱὸν ὑπόνοιαν αὐτοῖς ἐμποιεῖν οἴομαι. οἱ δὲ κατὰ Σαβέλλιον Ἐγὼ καὶ ὁ | |
πατὴρ ἕν ἐσμεν καὶ Ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν πατέρα | 76 | |
3,177 | καὶ τὸ Ὅτε παραδιδῷ τὴν βασιλείαν τῷ πατρὶ καὶ θεῷ οὐ μετὰ ἀκριβοῦς κρίσεως ἀνεγνωκότες εἰς τὴν μεγίστην τῆς ἀσεβείας ἐκπεπτώκασι πλάνην, οἰόμενοι διὰ μὲν λειποταξίαν ἀνθρωπίνην προεληλυθέναι τὸν υἱὸν ἐκ τοῦ πατρὸς προσκαί‐ | |
5 | ρως, αὖθις δὲ μετὰ τὴν διόρθωσιν τῶν ἀνθρωπίνων πλημμε‐ λημάτων ἀναλελυκότα ἐνδῦναί τε καὶ ἀναμεμίχθαι τῷ πατρί. οὐκ ἀνέγνωκας, ὦ Σαβελλιόφρον, καὶ τόδε τὸ χωρίον τῆς ἀποστολικῆς γραφῆς, ὃ ἀντισταίη σου τῇ δοκήσει; φησὶ γὰρ μεθ’ ἕτερα· Κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος | |
10 | αὐτοῦ, ἣν ἐνήργηκεν ἐν τῷ Χριστῷ ἐγείρας αὐτὸν ἐκ νεκρῶν καὶ καθίσας ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος καὶ παντὸς ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. οὐδ’ ἡ εὐαγγελικὴ φωνή σε πείθει οὐ πρόσκαιρον | |
15 | εἶναι τὸν υἱόν, ἀλλ’ ὅτι καὶ ἡ ἐν τῷ μέλλοντι αἰῶνι κατὰ πάντων δίκη ἐγκεχείρισται τῷ υἱῷ; Ὁ γὰρ πατήρ, φησί, κρίνει οὐδένα· τὴν δὲ κρίσιν πᾶσαν δέδωκε τῷ υἱῷ, ἵνα τιμῶσι τὸν υἱὸν καθὼς τιμῶσι τὸν πατέρα· καὶ ἑτέρωθί που ὁ ἀπόστολος Ἐν τῇ ἀποκαλύψει τοῦ κυρίου Ἰησοῦ, | |
20 | φησίν, ἀπ’ οὐρανοῦ μετ’ ἀγγέλων δυνάμεως αὐτοῦ ἐν φλογὶ πυρὸς διδοὺς ἐκδίκησιν τοῖς μὴ εἰδόσι θεὸν καὶ τοῖς μὴ ὑπακούουσι τῷ εὐαγγελίῳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ὅρα πῶς οἱ μὴ ὑπακούοντες δίκην τίσουσι, φησίν, ὄλεθρον αἰώνιον, ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ. | |
25 | τίσουσι δὲ τῷ υἱῷ, ὃν σὺ μηκέτι εἶναι ὑπείληφας. Εἰ δὲ βούλει γνῶναι ὅ τί ποτέ ἐστι τὸ Ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ πατρὶ καὶ θεῷ, οὐκ ἀποκρυπτέον σοι, εἰ καὶ δυσεπίδεκτος τῆς ἀληθείας τετύχηκας. καί μοι δοκεῖ ἀνθεστάναι τῷ παρὰ τοῦ Χριστοῦ προστάγματι Μὴ βάλητε | |
30 | τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, ἀλλὰ θεὸν | |
μιμησάμενος ἐλπίδων μεθέξω καλῶν οὐδὲ τοῖς δυσσεβέσιν | 77 | |
3,178 | ἀποκρύψω τὴν ἀλήθειαν· βρέχει γὰρ ὁμοίως καὶ τὸ φῶς τῆς ἡμέρας ἴσον ἐκτέταται δικαίοις καὶ ἀδίκοις. εἶθ’ οὕτω φιλανθρωπούμενος οὐ πεύσῃ τὴν ἀλήθειαν; οὐχ ὑφέξεις τὰς τοῦ νοῦ ἀκοάς, ἵνα πεισθῇς μηδ’ ὁτιοῦν πρὸς ἕτερόν τι τῶν | |
5 | ἐν ταῖς γραφαῖς εἰρημένων ἐναντίωσιν εἶναι, ἀλλὰ συνῳδὸν καὶ σύμφωνον τὸ πᾶν τῷ παντὶ τυγχάνειν; διόπερ οὐ νοητέον κατὰ τὴν σὴν ὑπόληψιν τὸ Τότε ὑποταγήσεται αὐτὸς τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα· καὶ Ὅταν παραδιδῷ τὴν βασι‐ λείαν τῷ πατρὶ καὶ θεῷ. εἰ γὰρ κατὰ πάντα ὡμοίωτο τῇ | |
10 | ἀνθρωπότητι καὶ συνεπάθησε κατὰ τὸν προφήτην· Αὐτὸς τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται καὶ Αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβε καὶ τὰς νόσους ἐβάστασεν, ἐπεὶ καὶ τὴν δεκτικὴν τούτων σάρκα περιβέβληται· καὶ Ὑπὲρ ἡμῶν, φησίν, ἁμαρτίαν ἐποίησεν, οὐ πεποιηκὼς ἀλλ’ | |
15 | ὡς πεποιηκώς, ἵν’ ἡμεῖς δικαιωθῶμεν· καὶ Γενόμενος ὑπὲρ ἡμῶν κατάρα, ἵνα τῆς κατάρας ἡμᾶς ἐξαγοράσῃ, καὶ ἐπικατάρατος ὠνόμασται τῇ συμπαθείᾳ συνωνυμῆσαι ἡμῖν ἑλόμενος· εἰ ἐν πᾶσι τούτοις γενόμενος ὡμοιώθη τῇ ἀνθρω‐ πότητι, αὐτὴν τὴν μορφὴν τοῦ δούλου ἀναλαβὼν ὡς αὐτὸς | |
20 | ἠνομηκὼς ὑπὲρ τῆς ἀνθρωπότητος τὸ ἴδιον πρόσωπον προ‐ βαλλόμενος, ἐνέτρεπε τὸν πατέρα πρὸς ἔλεον ἐπικαλῶν. καὶ ὡς οὐχ ὑποτέτακτο τῷ υἱῷ πᾶσα ἡ ἀνθρωπότης, καὶ αὐτὸς ὡς μὴ ὑποτεταγμένος ἐδόκει τε καὶ διείληπτο τὴν ἀνυποταξίαν τοῦ λαοῦ ἐν ὄψεσι τοῦ πατρὸς ἐπιγραφόμενος· | |
25 | εἰ δέ ποτε πάνθ’ ὑποταχθείη τῷ υἱῷ (νῦν γὰρ οὐδέπω ὁρῶμεν πάνθ’ ὑποτεταγμένα αὐτῷ), ἐρεῖ· Πάνθ’ ὑποτέτακταί μοι. πάντων δὲ αὐτῷ ὑποταγέντων τότε αὐτὸς φανήσεται ὑποτεταγμένος τῷ ὑποτεταχότι αὐτῷ τὰ πάντα· εἰ γὰρ πάντες | |
ἡμεῖς εἴημεν Χριστοῦ, καὶ Χριστὸς θεοῦ ἂν εἴη τε καὶ | 78 | |
3,179 | ὑποταχθείη. εἰ δ’ ἡμεῖς μήπω Χριστοῦ, οὐδέπω καὶ Χριστὸς θεοῦ, ὁ δι’ ἡμᾶς ὀδυνώμενος. ὅταν οὖν πάντες Χριστοῦ γενώμεθα, τότε ἔσται καὶ Χριστὸς θεοῦ δι’ ἑαυτοῦ τοὺς πάντας ὑποτάττων τῷ πατρὶ οὓς πρότερον παρ’ αὐτοῦ | |
5 | εἰλήφει, Ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν. ἐπεὶ δὲ δοκεῖ πως μὴ ὑποτετάχθαι τῷ πατρί, τῶν ἐγγεγυημένων ὑπ’ αὐτοῦ καὶ ὧν τὴν εἰκόνα φέρει μηδέπω ὑποτεταγμένων αὐτῷ. ὁπότε δὲ ὑποταχθείη αὐτῷ τὰ πάντα, τότε φανήσεται παρα‐ διδοὺς τὴν βασιλείαν τῷ πατρὶ καὶ θεῷ. βασιλείαν δὲ νοητέον | |
10 | οὐ τὸ ἀξίωμα τῆς σκηπτουχίας· οὐδὲ γὰρ ἔτι δεῖται ἀξιώ‐ ματος βασιλικοῦ ὁ πατήρ, ἵνα παραλάβῃ τοῦ υἱοῦ ὃ πρότερον ὡς εἰς χρῆσιν αὐτῷ συγκεχωρηκὼς ἐτύγχανε τοῦτο ἀνα‐ καλούμενος. τοιοῦτο γὰρ αἰνίττεσθαί μοι δοκεῖς. ἔτι μὴν ἀσεβεῖς οὐ μόνον εἰς τὸν υἱὸν ἀναιρῶν αὐτοῦ τὴν ὑπόστασιν, | |
15 | ἀλλὰ καὶ εἰς τὸν πατέρα ἀποφαίνων αὐτὸν οὐκ ὄντα βασιλέα ποτὲ συγκεχωρηκότα τῷ υἱῷ τὴν βασιλείαν, εἶτα ἀποληψό‐ μενον παρ’ αὐτοῦ ὡς δεόμενον τοῦ ἀξιώματος. παραδώσει δὲ αὐτῷ οὐ τὸ ἀξίωμα, ὡς προέφημεν, τῆς βασιλείας, ἀλλὰ τοὺς βασιλευθέντας ὑπ’ αὐτοῦ καὶ ὑποταγέντας αὐτῷ. ταύτην | |
20 | τὴν βασιλείαν προσενηνοχὼς καὶ παραδεδωκὼς ἐρεῖ· Τοῦτο βασίλειον, τοῦτο ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησίν μοι καὶ Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός· αὐτὸς γὰρ ἔδωκεν αὐτῷ ὑποτάξας αὐτῷ πάντα τὰ ἔθνη· Δώσω γάρ σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ | |
25 | πέρατα τῆς γῆς. Ἴσθι δὲ καὶ τὸ Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν μὴ ἀναιρεῖν τὴν ὑπόστασιν τοῦ υἱοῦ· ἓν γάρ εἰσι τὴν οὐσίαν, ἓν τὸ ἀξίωμα, ἕν εἰσι τὴν γνώμην, ἕν εἰσι τὴν φρόνησιν, οὐχ ἓν δὲ τὴν ὑπόστασιν. δειχθήσεται δὲ καὶ ἐκ τοῦ ἀποστόλου, ὅτι τὸ | |
30 | ἓν οὐκ ἔστι μιᾶς καὶ τῆς αὐτῆς ὑποστάσεως, ὡς πολλάκις | |
τάττεται· ὡς 〈γὰρ〉 ἐπὶ τοῦ φυτεύοντος καὶ τοῦ ποτίζοντος | 79 | |
3,180 | τὸ [δ’] ἐπιμεριζόμενον ὄνομα διαιρεῖ τὴν ὑπόστασιν, ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον, οὕτως τὸ ἓν οὐκ ἀναιρετικὸν τῆς ἑτέρας ὑποστάσεως ὑπάρχον νενοήσθω. μηδετέρου τοίνυν τούτων ἀπᾴδειν ἀλλήλοις ἀποδεδειγμένων, | |
5 | ἀλλὰ συμπεφωνηκότων πρὸς τὴν εὐθεῖαν πίστιν, πέπαυσο τὰ Σαβελλίου φρονῶν, ἔκκλινον ἀπὸ κακοφροσύνης, καὶ ποίησον ἀγαθὸν τῇ ἀληθείᾳ πειθόμενος. Ἱκανά σοι καὶ ταῦτα μόνα πρὸς ἀπόδειξιν τοῦ φαῦλα φρονεῖν. ἴσθι μοι καὶ σὺ τὴν ἀρειομανῆ Ἀχιλλίου πίστιν | |
10 | δεδυστυχηκώς. τί ποτε καταλιπὼν τὴν εὐθεῖαν ὁδὸν κατὰ τῶν τῆς ἀτιμίας τοῦ υἱοῦ βαράθρων ἐλήλακας, ποίημα αὐτὸν καὶ ἀλλότριον τῆς τοῦ θεοῦ οὐσίας ὑποτοπήσας; οὐχ ἱκανά σοι πρὸς ἀπόδειξιν τοῦ γεγεννῆσθαι ἐκ τοῦ πατρὸς καὶ μόνα τὰ ὀνόματα, ὅτι σοφία καὶ δύναμις θεοῦ προσηγόρευται; | |
15 | σοφία καὶ δύναμις ὅτι ἀχειροποίητοι μὲν καὶ ἀκατασκεύαστοί εἰσιν, ἀρεταὶ δὲ ψυχῆς καὶ ὥσπερ ἀποφοραὶ νοῦ ὑπερριζωμένου τῇ τῆς σοφίας βλάστῃ, πάντως ἂν συνεπινεύσειας. εἰ δ’ ἔκτισται καὶ κατεσκεύασται ἡ σοφία ἔν τινι χρόνῳ, ὡς ἔφης, ἡ παντὸς χρόνου καὶ δημιουργήματος πρεσβυτάτη, τουτέστιν | |
20 | ὁ υἱός, ὅρα μή μοι δοκοίης ἀπᾷδόν σου τῆς οἰήσεως ἀπο‐ φαίνειν τὸ Χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. ἢ εἰ ταύτην ἐκτίθε‐ σθαι φαίης, καὶ τοῦτο ἡμῖν ἀναφανδὸν δείξειν πεπείρασο, ὡς ἑτέρα τις ἂν εἴη σοφία ταύτης πρεσβυτέρα, δι’ ἧς ἡ δευτέρα κατεσκεύασται. ἄνευ γὰρ σοφίας ἀδύνατον κατα‐ | |
25 | σκευασθῆναί τι. διὰ τοῦτο ἀΐδιος παρὰ τῷ πατρὶ ἡ σοφία καὶ πρωτότοκος πάσης κτίσεως, ἵνα δι’ αὐτῆς τὰ πάντα κατα‐ σκευασθῇ. καὶ λόγος δὲ προσηγόρευται ὁ υἱός, ἵνα γεννητὸς ἀποδειχθῇ καὶ μὴ κτιστὸς ὑποληφθῇ· λόγος γὰρ τίκτεται ἀλλ’ οὐ κτίζεται, διὰ στόματος μὲν προφερόμενος ἐκ καρδίας | |
30 | δὲ κινούμενος. ὁ πατὴρ μαρτυρεῖ μοι λέγων· Ἐξηρεύξατο ἡ | 80 |
3,181 | καρδία μου λόγον ἀγαθόν· συνομολογεῖ καὶ ὁ υἱός· Ἐγὼ ἐκ στόματος ὑψίστου ἐξῆλθον· πῶς ἤνεγκέ μου ἡ διάνοια τὸ τηλικοῦτον ἄχθος τοῦ τολμήματος ποίημα αὐτὸν ὑπειληφυῖα; Ἀκήκοας τῶν προειληφότων περὶ τοῦ υἱοῦ· ἄκουε δὴ | |
5 | καὶ τοῦ νῦν ἐπελθόντος, ὡς τὸ ἦν ἐν παρατατικῷ χρόνῳ κείμενον ἀϊδιότητος ἔχει τὴν σημασίαν· Ἐν ἀρχῇ ἦν ὁ λόγος. ἀρχὴ δὲ θεοῦ ἀνθρωπίνῳ λόγῳ οὐ κατείληπται. διὰ τοῦτο δή, ὡς ἐν τοῖς ἔμπροσθεν εἰρήκαμεν, ὃ δή ποτε μέρος λόγου τέθεικεν ἡ γραφή, τὸ ἐν ἀρχῇ, νόει μοι ἀρχὴν θεϊκὴν ἀΐδιον | |
10 | οὖσαν. ταὐτοῦ δέ ποθεν σημαντικὸν καὶ τὸ ἦν. τὸ δὲ ὁ λόγος τὴν ὁμοούσιον ὑπόστασιν πρὸς τὸν πατέρα δείκνυσιν· ἵνα δὲ μὴ δοκῶμεν τὸν υἱὸν εἶναί ποτε, ὅτε ἀφανὴς ἦν ἐν τῷ πατρὶ κρυπτόμενος, καὶ ἵνα μὴ προφορικὸν λόγον καὶ ἐνδιά‐ θετον ὑπολαμβάνωμεν (τὸν γὰρ τοιοῦτον λόγον ἐν τινὶ εἶναι | |
15 | χρὴ ἐννοίᾳ ἢ ἐν γράμματι καθ’ ἑαυτὸν ὑπόστασιν οὐκ ἔχοντα), διὰ ταῦτα εἴρηκε καὶ ὁ Ἰωάννης Καὶ ὁ λόγος ἦν—οὐκ ἐν τῷ θεῷ, ἀλλὰ—πρὸς τὸν θεόν, ἰδίαν ὑπόστασιν ἐπιγράφων τῷ λόγῳ ἐκ πατρικῆς οὐσίας ὑφεστῶσαν. τὸν αὐτὸν τρόπον καὶ ἵνα μὴ νοοῖτο σοφία ἡ τεχνιτευτική, ἡ τὸ εἶναι ἔν τινι | |
20 | ἔχουσα ἢ ἐν ἀνδρὶ ἢ ἐν κατασκευάσματι, εἴρηκεν Ἦν πρὸς τὸν θεόν, ἵνα νοηθῇ θεὸς ἐκ θεοῦ ὑπάρχων. πρὸς δὲ καὶ τὴν προσηγορίαν εἴληχε· Καὶ θεὸς ἦν ὁ λόγος· θεὸς δὲ ὅτι ἀρχὴν οὐκ ἂν ἔχοι, ἐπεὶ οὐκ ἂν εἴη θεός· ὅπερ οὐ μόνον ἡμεῖς, ἀλλὰ καὶ φιλοσόφων παῖδες θεσπίζουσιν, ὧν οὐ προσῆκέ σε ἥττονα | |
25 | τὴν κατὰ θεὸν κεκτῆσθαι γνῶσιν. Ἵνα δὲ πιστεύωμεν αὐτὸν ὑφεστάναι θεὸν αὐτὸν ὄντα ἐξ ἑαυτοῦ, ἐμόρφωσεν αὐτὸν ἀνθρωπίνως ὁ πατὴρ σαρκὶ αὐτὸν περιγράψας, ἵνα ἀνθρωπίναις ὄψεσιν ἐμφανίσῃ 〈τὸν〉 υἱόν. καὶ θεὸν ὄντα εἰδὼς ὑφεστάναι, μή μοι φαντασθῇς | |
30 | εὐτελέστερον ἢ μικρότερον τὸν υἱὸν τῷ εἰρηκέναι Ὁ πέμψας | |
με πατὴρ μείζων μου ἐστίν. ἔδει γὰρ αὐτὸν ἐνανθρωποῦντα | 81 | |
3,182 | ταπεινόφροσι λόγοις ἐμφαίνειν τὸ ἑαυτοῦ μέγεθος. αὐτὸς εἴρηκεν· Ἐπαινείτω σε ὁ πέλας καὶ μὴ τὸ σὸν στόμα. τί γάρ; οὐκ ἔδει ταπεινοφρονοῦντα ἥττονα τοῦ πατρὸς ἑαυτὸν ἀποδεικνύναι, τοῦ ἀπεριγράπτου καὶ τὰ πάντα πληροῦντος | |
5 | τὸν τέως σαρκὶ περιγραφόμενον καὶ ὄψεσιν ἀνθρωπίναις μετρούμενον; οὐ μὴν ἀλλὰ καὶ τὸ τὸν αἴτιον τοῦ εἶναι μείζονα ἑαυτοῦ ἀποκαλεῖν οὐκ ἀλλότριον ἀληθείας. εἰ μὴ γὰρ θεός, ποῦ ἡ σοφία; καὶ εἰ μὴ ὁ πατήρ, ποῦ ὁ υἱός; ὅρα δέ μοι πάντη καὶ πάντως τὸν υἱὸν ταπεινοφρονοῦντα καὶ τὸ θεϊκὸν μέγεθος | |
10 | ἅμα ἐνδεικνύμενον, πρῶτον ὅταν λέγῃ πρὸς τὸν νεανίαν ἀγαθὸν αὐτὸν προσαγορεύσαντα· Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθός, εἰ μὴ εἷς ὁ θεός. καὶ εἰκότως γε τοῦτο ἀπεφήνατο· Ὡς γὰρ ἄνθρωπός σοι πέφηνα, εἴποι ἄν, ὦ νεανία, σὺ δὲ ὡς ἕνα τῶν γραμματέων διδάσκαλόν με προσειπὼν προσέ‐ | |
15 | θηκας τὸ ἀγαθόν. οὐδεὶς δὲ ἀνθρώπων ἀγαθός, μόνῳ δὲ θεῷ οἰκειοῦται ἡ προσηγορία. μάτην ἄρα ὠνόμασας ἀγαθὸν τὸν τέως ἄνθρωπόν σοι πεφηνότα. οὕτω γοῦν ἀποφηνάμενος τὴν μὲν ταπεινοφροσύνην τῷ ἀνδρὶ ἐνεδείξατο εἰπών· Οὐδεὶς ἀγαθός, ὧν ὑπείληφας σύ· τὸ δὲ εἰ μὴ εἶς ὁ θεὸς προσθεὶς | |
20 | αὐτός τε καὶ ὁ πατὴρ ἓν ὤν, μυστικῶς ἄρα μετὰ ταπεινο‐ φροσύνης τὴν ἀλήθειαν διεξεληλυθὼς συμμέτοχον 〈ἑαυτὸν〉 τῷ πατρὶ τῆς ἀγαθότητος ἀπεδείκνυε. τὸ οὖν Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν καὶ τὸ Ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοὶ ἴσον ἀποδείκνυσι τῷ πατρί. δεῖ γὰρ εἶναι τέλειον ἐκ τοῦ | |
25 | τελείου πατρὸς τὸν υἱόν. Ἀλλ’ ἴσως καὶ τοῦτ’ ἂν εἴποις· Εἰ ὁ πατὴρ τέλειος ὢν τὰ πάντα πληροῖ, ποῖος ὑπολείπεται 〈τόποσ〉 τῷ υἱῷ τελείῳ ὄντι εἰς τὸ χωρῆσαι; ἀλλὰ ἀλλήλων φημὶ γεγονέναι δεκ‐ | |
τικοὺς καὶ χωρητικούς· Ἐγὼ γάρ, φησίν, ἐν τῷ πατρὶ καὶ ὁ | 82 | |
3,183 | πατὴρ ἐν ἐμοί ἐστιν· οἱ δὲ ἀλλήλους χωροῦντες ἴσοι ἂν εἶεν ἀλλήλοις τὸ μέγεθος. πῶς οὖν ἐν ἀλλήλοις γένοιντ’ ἄν, πάντως ἀκοῦσαι προῄρησαι· δεῖ γὰρ τὸ ἕτερον περιέχεσθαι ὑπὸ τοῦ ἑτέρου. τὸ γοῦν περιεχόμενον ἐν τῷ περιέχοντι· | |
5 | τὸ δὲ περιέχον οὐκ ἂν περιέχοιτο πάλιν ὑπὸ τοῦ περιεχομένου. μὴ οἴου τὸν θεὸν κένωμά τι ἔχειν ἐν ἑαυτῷ ᾧ ὑποδέδεκται τὸν περιεχόμενον. ἐπὶ γὰρ ἀνθρώπων τοῦτο νομιστέον· οὔτε γὰρ ἑτέρων χωρητικοὶ τυγχάνομεν οὐδ’ αὖ χωροῦμεν εἰς ἕτερον. εἰ δὲ καὶ χωροίημεν, κενώματι περιέξομέν τε καὶ | |
10 | περιληφθησόμεθα. ἐπὶ θεοῦ δὲ τοιόνδε τι νοητέον· ὥσπερ 〈εἰ ἐν〉 ἀνθρώπου ψυχῇ δύο ἐπιστῆμαι ἢ πλείους συνελθοῦσαι ὁμοῦ τυγχάνοιεν, ἰατρικὴ καὶ φιλοσοφικὴ καὶ ὅσαι ἄλλαι, ὑπ’ ἀλλήλων οὐ στενοχωροῦνται ἐν νοῦ καὶ ψυχῆς χώρῳ αἱ πολλαὶ τὸν ἀριθμόν, εὐρυχωρούμεναι καὶ ἀλλήλαις | |
15 | ἐνδιδοῦσαι τόπον, καίτοιγε πληροῦσαι τὴν ψυχὴν καὶ μὴ ὑπεξιοῦσαι ἑτέρα τῆς ἑτέρας, ὡς μίαν οὐσίας φαντασίαν παρέχειν τοῖς σκεπτικωτάτοις τῶν ἀνδρῶν, ἐπεὶ καθ’ ἑνὸς καὶ ταὐτοῦ ἵδρυνται νοῦ, διενηνόχασιν 〈δ’〉 ἀλλήλων, καθότι ἄλλο μὲν ἰατρική, ἕτερον δὲ φιλοσοφική· οὕτω δὴ καὶ ὁ πατὴρ | |
20 | καὶ ὁ υἱὸς κατὰ τοῦ αὐτοῦ κεχωρηκότες τόπου καὶ ἀλλήλων δεκτικοὶ γεγονότες καὶ ἓν ὄντες, ὡς μικρῷ πρόσθεν ἔφημεν, μόνῃ ὑποστάσει καὶ προσηγορίᾳ θάτερος θατέρου διενήνοχεν, ἐν ἀλλήλοις δὲ τυγχάνουσιν ὄντες. καὶ ὥσπερ μύρου ὀδωδὴ ἀέρι ἐνδιαχυθεῖσα κατὰ τοῦ αὐτοῦ χωρίου τ’ ἀμφότερα | |
25 | τυγχάνοντα τῷ δοκεῖν μὲν συνδιακέχυται, κατ’ ἀλήθειαν δ’ εὑρήσεις ἕτερον μὲν τὸν ἀέρα, ἄλλο δὲ τὴν ὀδωδήν· ἤδη δὲ καὶ φῶς τὸ ἐξ ἡλίου καὶ πνοαὶ τῶν ἀνέμων ἀλλήλων διαπεφυκότα καὶ τῷ δοκεῖν ἀναμεμιγμένα πολλὴν ἔχουσι τὴν διαφοράν· φῶς γὰρ καὶ ἄνεμοι οὐχ ἥκιστα διεστήκασιν | |
30 | ἀλλήλων· τούτοις ἀπείκασον τὴν θεότητα καὶ μεῖζόν τι τῆς | |
διὰ λόγου ἀποδείξεως διανοηθεὶς εὕροις ἂν τοὺς ἑκατέρους | 83 | |
3,184 | ἓν κατ’ οὐσίαν καὶ ὁμοφροσύνην καὶ τὸν ἕνα εἰς πατέρα καὶ υἱόν, καθάπερ προέφημεν, ὑποστάσει καὶ προσηγορίᾳ διαπεπλασμένον. Πάντως ἄρα κινήσεις μοι καὶ τοῦτο· Εἰ τὰ πάντα | |
5 | πεπλήρωκεν ὁ πατήρ, αὖθις δὲ καὶ ὁ υἱός, ποῖος ὑπολείπεται τόπος τῇ ἀντικειμένῃ δυνάμει; μεθ’ ἑαυτοῦ γὰρ ἔχειν τὸν ἐναντίον οὐκ ἂν ἁρμόζοι θεῷ. εἰ δ’ ὅπῃ τυγχάνοι καὶ ὁ τῆς κακίας ἄρχων, μὴ καὶ θεὸς εἴη ἐνταυθοῖ, περίγραπτος ἄρα καὶ μερικὸς ἀποδειχθήσεται ὁ θεός. ἀλλά φημι ἔγωγε | |
10 | πανταχοῦ εἶναι καὶ μὴ εἶναι ὅπου οὐκ ἔστι θεός, εἰ καὶ ὁ τῆς κακίας ἄρχων τυγχάνοι που ὤν. οὐδὲ γὰρ αἱ τοῦ ἡλίου ἀκτῖνες κατὰ βορβόρων καὶ λύθρων φερόμεναι μολύνονται, ἀλλὰ μᾶλλον ἀφανιστικαὶ τυγχάνουσι καταξηραίνουσαι τῷ καύματι· οὕτω καὶ Ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον προσα‐ | |
15 | γορεύεται καὶ Πῦρ ἐναντίον αὐτοῦ καυθήσεται, ἵνα τοῖς μὲν προσφιλέσι λύχνος καὶ φῶς ᾖ, τοῖς δὲ ἐχθροῖς πῦρ κατα‐ ναλίσκον· Φλογιεῖ, γάρ φησι, κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ. διὸ δὴ καὶ ὁ τῆς κακίας ἄρχων βουλόμενος διαφεύγειν τὰς πυρφόρους τοῦ θεοῦ βολὰς πάντα τόπον διαθεῖ· πανταχοῦ δ’ | |
20 | εὑρίσκων τὸν θεὸν δίεισι 〈διὰ〉 πάσης ἀνθρωπότητος· εἰ δ’ εὑρίσκει τινὰς τῷ πνεύματι ζέοντας, ἀποφεύγει καὶ τὸν παρ’ αὐτῶν καύσωνα. κατάδυσιν δ’ εὑρὼν ἔν τινι μὴ ἔχοντι πνεῦμα θεοῦ σεσαρωμένην καὶ κεκοσμημένην ἐπ’ ὀλίγον, ἀναπαεὶς συναναλωθήσεται τῷ ὑποδεδεγμένῳ· ὁμοίως γὰρ | |
25 | ἐχθρὸς ὀφθήσεται καὶ ὁ ὑποδεδεγμένος τὸν ἀνταίροντα τῷ θεῷ φίλον ποιούμενος. ἱκανῶς οἶμαι πρὸς ἀπόδειξιν καὶ τούτοις ἐπεξιέναι. Μηδὲ τοῦθ’ ὑπολελείφθω μοι λεληθότι ἢ καὶ τῇ πρὸς τὰ ἄλλα ὁρμῇ παραπλεύσαντι ὥσπερ βιαίᾳ συνωσθέντι | |
30 | πνοῇ, πῶς σὺν τοῖς ἅπασιν οὐδ’ ὁ υἱὸς οἶδε τὴν ἡμέραν ὁ ἐν | |
ἑαυτῷ ἔχων τὸν πατέρα καὶ αὐτὸς ὢν ἐν τῷ πατρί; ἀλλὰ καὶ | 84 | |
3,185 | τοῦτο ταπεινοφροσύνης ὑπερβολῆς ἔμφασιν ἔχει. ἔδει γὰρ ὑπερβαλλόντως τὸν υἱὸν τοῦ θεοῦ ταπεινοῦν ἑαυτόν, ἐπεὶ καὶ τὴν ἄλλην πολιτείαν καθ’ ὑπερβολὴν κάλλιστα διεδέξατο. εἰπὼν δὲ μὴ ἐγνωκέναι τὸ μὲν ταπεινοφρονεῖν τοῖς ἀκροω‐ | |
5 | μένοις ἐνέφηνεν· ἵνα δὲ μὴ δοκῇ ψευδὴς εἶναι, εἶπεν· Εἰ μὴ ὁ πατὴρ οἶδε μόνος τῷ μὲν λόγῳ ἀνηνάμενος εἰδέναι, τῇ δὲ δυνάμει τοῦ αἰνίγματος ὁμολογήσας· εἰδότος γὰρ μόνου τοῦ πατρὸς οἶδεν ἄρα καὶ ὁ υἱὸς ἓν ὢν αὐτὸς καὶ ὁ πατήρ. δύο δὴ ἐκ τούτου κατορθώματα συμβέβηκε τῇ ἀνθρωπότητι, | |
10 | ὑπόθεσίς τε ταπεινοφροσύνης καὶ συντελείας ἄγνοια, δι’ ἣν ὁ βίος συγκεκρότηται. τί δ’ ἂν εἴη δυσεπιγνωστότερον, ἡ ἡμέρα τῆς συντελείας ἢ αὐτὸς ὁ θεὸς καὶ πατήρ; εἰ δὲ τὸν πατέρα ἔγνω εἰπών· Ἵνα γινώσκητέ με, καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα, πῶς οὐκ ἂν ἔγνω | |
15 | τὴν ἡμέραν, ἧσπερ καὶ δημιουργὸς αὐτὸς γέγονε; χωρὶς γὰρ αὐτοῦ ἐγένετο οὐδέν. καὶ τοῦτο τοῖς βραχέσι τούτοις ἀπο‐ δεδειγμένος ὁ λόγος ὅπως ἔχει, μὴ ἐμποδών τινι γίγνοιτο πρὸς τὴν εὐθεῖαν πίστιν. Ὑμεῖς οὖν, οἱ κατὰ Σαβέλλιόν τε καὶ Ἄρειον, οἱ ἐν | |
20 | τηλικαύτῃ διαφορᾷ γεγονότες, πᾶσαν ἐπεγνωκότες ἐκ τῶν εἰρημένων τὴν ἀλήθειαν, σύνιτε μοι πρὸς φιλίαν καὶ εἰς τὸ μεταξὺ τῶν ἀμφοῖν ἐληλυθότες παγίδοιν εὑρήσετε τὴν τῆς | |
ἀληθείας ὁδόν, ᾗ πορευθέντες ὄψεσθε τὴν αἰώνιον ζωήν. | 85 |