TLG 2017 004 :: GREGORIUS NYSSENUS :: Ad Simplicium de fide

GREGORIUS NYSSENUS Theol.
(Nyssenus: A.D. 4)

Ad Simplicium de fide

Source: Mueller, F. (ed.), Gregorii Nysseni opera, vol. 3.1. Leiden: Brill, 1958: 61–67.

Citation: Volume — page — (line)

3,1

61

(t1)

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ
t2ΠΡΟΣ ΣΙΜΠΛΙΚΙΟΝ
t3ΠΕΡΙ ΠΙΣΤΕΩΣ
t4Σιμπλικίῳ τριβούνῳ Γρηγόριος
t5περὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος
1 Κελεύει ὁ θεὸς διὰ τοῦ προφήτου μηδένα πρόσφατον θεὸν εἶναι νομίζειν μηδὲ προσκυνεῖν θεῷ ἀλλοτρίῳ. οὐκοῦν δῆλόν ἐστιν, ὅτι πρόσφατον λέγεται ὃ μὴ ἐξ ἀϊδίου ἐστίν. καὶ ἐκ τοῦ ἐναντίου πάλιν ἀΐδιον λέγεται ὃ μὴ πρόσ‐
5φατόν ἐστιν. ὁ τοίνυν μὴ ἐξ ἀϊδίου τὸν μονογενῆ θεὸν ἐκ τοῦ πατρὸς εἶναι πιστεύων πρόσφατον εἶναι αὐτὸν οὐκ ἀρνεῖται· τὸ γὰρ μὴ ἀΐδιον πρόσφατον πάντως. πᾶν δὲ τὸ πρόσφατον θεὸς οὐκ ἔστιν, καθὼς εἶπεν ἡ γραφὴ ὅτι Οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος. ἄρα ὁ λέγων ὅτι ποτὲ οὐκ ἦν ὁ υἱὸς
10ἀρνεῖται αὐτοῦ τὴν θεότητα. πάλιν ἀλλότριον θεὸν προσκυ‐ νεῖν κωλύει ὁ λέγων Οὐδὲ προσκυνήσεις θεῷ ἀλλοτρίῳ. ὁ δὲ ἀλλότριος τῇ πρὸς τὸν ἴδιον ἡμῶν θεὸν ἀντιδιαστολῇ θεωρεῖται. τίς οὖν ὁ ἴδιος ἡμῶν ἐστι θεός; δῆλον ὅτι ὁ
ἀληθινὸς θεός. τίς δὲ ὁ ἀλλότριος; πάντως ὁ τῆς τοῦ ἀληθινοῦ61

3,1

62

θεοῦ φύσεως ἀλλοτρίως ἔχων. εἰ οὖν ἴδιος ἡμῶν θεὸς ὁ ἀληθινός ἐστι θεός, ἐὰν μὴ ᾖ τῆς τοῦ ἀληθινοῦ φύσεως ὁ μονογενὴς θεός, καθὼς λέγουσιν οἱ αἱρετικοί, ἀλλότριός ἐστι καὶ οὐχ ἡμέτερος. λέγει δὲ τὸ εὐαγγέλιον ὅτι τὰ πρόβατα
5ἀλλοτρίῳ οὐ μὴ ὑπακούσῃ. ὁ λέγων κτιστὸν αὐτὸν εἶναι ἀλλότριον τῆς τοῦ ἀληθινοῦ θεοῦ φύσεως εἶναι κατασκευάζει. τί οὖν ποιήσουσιν οἱ λέγοντες ὅτι κτιστός ἐστιν; προσκυνοῦσι τὸν κτιστὸν αὐτῶν θεὸν ἢ οὐχί; εἰ μὲν γὰρ οὐ προσκυνοῦσιν, ἰουδαΐζουσιν ἀρνούμενοι τοῦ Χριστοῦ τὴν προσκύνησιν·
10εἰ δὲ προσκυνοῦσιν, εἰδωλολατροῦσι· τὸν γὰρ ἀλλότριον τοῦ ἀληθινοῦ θεοῦ προσκυνοῦσιν. ἀλλὰ μὴν ἐπίσης ἀσεβὲς καὶ μὴ προσκυνεῖν τὸν υἱὸν καὶ προσκυνεῖν τὸν ἀλλότριον θεόν. χρὴ ἄρα τοῦ ἀληθινοῦ πατρὸς ἀληθινὸν τὸν υἱὸν λέγειν, ἵνα καὶ προσκυνῶμεν αὐτὸν καὶ μὴ κατακριθῶμεν ὡς ἀλ‐
15λότριον προσκυνοῦντες θεόν. Πρὸς δὲ τοὺς λέγοντας τὸ ἐκ τῆς παροιμίας ὅτι Κύριος ἔκτισέ με καὶ διὰ τοῦτο νομίζοντας ἰσχυρόν τι λέγειν περὶ τοῦ κτιστὸν εἶναι τὸν πάντων κτίστην καὶ δημιουργὸν ταῦτα προσήκει λέγειν ὅτι πολλὰ δι’ ἡμᾶς ἐγένετο ὁ μονο‐
20γενὴς θεός· καὶ γὰρ καὶ λόγος ὢν σὰρξ ἐγένετο καὶ θεὸς ὢν ἄνθρωπος ἐγένετο καὶ ἀσώματος ὢν σῶμα ἐγένετο καὶ ἔτι πρὸς τούτοις καὶ ἁμαρτία καὶ κατάρα καὶ λίθος καὶ ἀξίνη καὶ ἄρτος καὶ πρόβατον καὶ ὁδὸς καὶ θύρα καὶ πέτρα
καὶ πολλὰ τοιαῦτα ἐγένετο οὐδὲν τούτων τῇ φύσει ὤν,62

3,1

63

ἀλλὰ δι’ ἡμᾶς κατ’ οἰκονομίαν γενόμενος. ὥςπερ οὖν λόγος ὢν δι’ ἡμᾶς ἐγένετο σὰρξ καὶ θεὸς ὢν ἄνθρωπος ἐγένετο, οὕτω καὶ κτίστης ὢν δι’ ἡμᾶς κτίσις ἐγένετο· κτιστὴ γὰρ ἡ σάρξ. ὡς οὖν εἶπε διὰ τοῦ προφήτου ὅτι Οὕτως λέγει
5κύριος ὁ πλάσας με ἐκ κοιλίας δοῦλον αὐτοῦ, οὕτως εἶπε καὶ διὰ τοῦ Σολομῶντος τὸ Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ· πᾶσα γὰρ 〈ἡ〉 κτίσις δουλεύει, καθώς φησιν ὁ ἀπόστολος. οὐκοῦν καὶ ὁ ἐν τῇ κοιλίᾳ τῆς παρθένου πλασθεὶς κατὰ τὸν λόγον τοῦ προφήτου ὁ δοῦλός ἐστιν, οὐχ
10ὁ κύριος, τουτέστιν ὁ κατὰ σάρκα ἄνθρωπος, ἐν ᾧ ὁ θεὸς ἐφανερώθη, καὶ ἐνταῦθα ὁ κτισθεὶς εἰς ἀρχὴν ὁδῶν αὐτοῦ οὐχ ὁ θεός ἐστιν ἀλλ’ ὁ ἄνθρωπος, ἐν ᾧ ἡμῖν ὁ θεὸς ἐφανερώθη ἐπὶ τῷ τὴν καταφθαρεῖσαν ὁδὸν τῆς ἀνθρωπίνης σωτηρίας πάλιν ἀνανεώσασθαι. ὥστε ἐπειδὴ δύο περὶ Χριστοῦ γινώ‐
15σκομεν, τὸ μὲν θεῖον τὸ δὲ ἀνθρώπινον (ἐν μὲν τῇ φύσει τὸ θεῖον, ἐν δὲ τῇ οἰκονομίᾳ τὸ κατὰ ἄνθρωπον), ἀκολούθως τὸ μὲν ἀΐδιον τῇ θεότητι προσμαρτυροῦμεν, τὸ δὲ κτιστὸν τῇ ἀνθρωπίνῃ λογιζόμεθα φύσει. ὡς γὰρ κατὰ τὸν προ‐ φήτην ἐν τῇ κοιλίᾳ ἐπλάσθη δοῦλος, οὕτως καὶ κατὰ τὸν
20Σολομῶντα διὰ τῆς δουλικῆς ταύτης κτίσεως ἐν σαρκὶ ἐφανερώθη. Ὅταν δὲ λέγωσιν ὅτι εἰ ἦν, οὐκ ἐγεννήθη, καὶ εἰ ἐγεν‐ νήθη, οὐκ ἦν, διδαχθήτωσαν ὅτι οὐ χρὴ τὰ τῆς σαρκικῆς γεννήσεως ἰδιώματα ἐφαρμόζειν τῇ θείᾳ φύσει. σώματα μὲν
25γὰρ μὴ ὄντα γεννᾶται, ὁ δὲ θεὸς τὰ μὴ ὄντα εἶναι ποιεῖ, οὐκ αὐτὸς ἐκ τοῦ μὴ ὄντος γίνεται. διὸ καὶ ὁ Παῦλος ἀπαύγασμα
δόξης αὐτὸν ὀνομάζει, ἵνα διδαχθῶμεν ὅτι, ὥσπερ τὸ ἐκ63

3,1

64

τοῦ λύχνου φῶς καὶ ἐκ τῆς φύσεώς ἐστι τοῦ ἀπαυγάζοντος καὶ μετ’ ἐκείνου ἐστίν (ὁμοῦ τε γὰρ ἐξεφάνη ὁ λύχνος καὶ τὸ φῶς τὸ ἐξ αὐτοῦ συνεξέλαμψεν), οὕτω κελεύει καὶ ἐν‐ ταῦθα νοεῖν ὁ ἀπόστολος, ὅτι καὶ ἐκ τοῦ πατρὸς ὁ υἱὸς καὶ
5οὐδέποτε χωρὶς τοῦ υἱοῦ ὁ πατήρ· οὐκ ἐγχωρεῖ γὰρ ἀλαμπῆ εἶναι τὴν δόξαν, ὡς οὐκ ἐγχωρεῖ ἄνευ ἀπαυγάσματος εἶναι τὸν λύχνον. δῆλον δὲ ὅτι, ὥσπερ τὸ εἶναι ἀπαύγασμα μαρ‐ τυρία ἐστὶ τοῦ καὶ τὴν δόξαν εἶναι (μὴ γὰρ οὔσης τῆς δόξης οὐκ ἂν εἴη τὸ ἐκ ταύτης ἀπαυγαζόμενον), οὕτω τὸ λέγειν
10μὴ εἶναί ποτε ἀπαύγασμα ἀπόδειξίς ἐστι τοῦ μηδὲ τὴν δόξαν εἶναι, ὅτε οὐκ ἦν τὸ ἀπαύγασμα· τὴν γὰρ δόξαν ἄνευ ἀπαυγάσματος εἶναι ἀμήχανον. ὥσπερ οὖν οὐκ ἔστιν ἐπὶ τοῦ ἀπαυγάσματος λέγειν ὅτι εἰ ἦν, οὐκ ἐγένετο, καὶ εἰ ἐγένετο, οὐκ ἦν, οὕτω μάταιόν ἐστι περὶ τοῦ υἱοῦ ταῦτα λέγειν,
15διότι ὁ υἱός ἐστι τὸ ἀπαύγασμα. Οἱ δὲ τὸ μικρότερον καὶ τὸ μεῖζον ἐπὶ τοῦ υἱοῦ καὶ τοῦ πατρὸς λέγοντες διδαχθήτωσαν παρὰ τοῦ Παύλου μὴ μετρεῖν τὰ ἀμέτρητα· ὁ γὰρ ἀπόστολος τὸν υἱὸν χαρακτῆρα λέγει τῆς τοῦ πατρὸς ὑποστάσεως. δῆλον οὖν ὅτι, ὅση ἂν ᾖ ἡ ὑπό‐
20στασις ἡ τοῦ πατρός, τοσοῦτος καὶ ὁ χαρακτήρ ἐστι τῆς ὑποστάσεως· οὐ γὰρ ἐνδέχεται μικρότερον εἶναι τὸν χαρα‐ κτῆρα τῆς θεωρουμένης ἐν αὐτῷ ὑποστάσεως. ἀλλὰ καὶ ὁ μέγας Ἰωάννης τὰ αὐτὰ διδάσκει λέγων ὅτι Ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν. ἐκ γὰρ τοῦ εἰπεῖν
25ὅτι ἐν ἀρχῇ ἦν καὶ οὐχὶ μετὰ τὴν ἀρχήν, ἔδειξεν ὅτι οὐδέποτε64

3,1

65

ἄλογος ἦν ἡ ἀρχή. ἐκ δὲ τοῦ ἀποδεῖξαι, ὅτι καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, τὸ ἀνελλιπὲς τοῦ υἱοῦ ὡς πρὸς τὸν πατέρα ἐσήμανεν· ὅλῳ γὰρ τῷ θεῷ ὅλος συνθεωρεῖται ὁ λόγος. εἰ γὰρ ἐλλιπὴς ἦν ἐν τῷ ἰδίῳ μεγέθει ὁ λόγος, ὥστε μὴ δύνα‐
5σθαι πρὸς ὅλον τὸν θεὸν εἶναι, ἀνάγκη πᾶσα ἄλογον εἶναι τοῦ θεοῦ νομίζειν τὸ ὑπερεκπίπτον τοῦ λόγου. ἀλλὰ μὴν πάσῃ τοῦ θεοῦ τῇ μεγαλειότητι ἡ τοῦ λόγου μεγαλειότης συνθεωρεῖται. ἄρα οὐκ ἔχει χώραν ἐπὶ τῶν θείων δογμάτων τὸ μεῖζον λέγειν καὶ τὸ μικρότερον.
10 Οἱ δὲ λέγοντες τὸ γεννητὸν τῷ ἀγεννήτῳ εἶναι κατὰ τὴν φύσιν ἀνόμοιον διδαχθήτωσαν μὴ μωραίνειν ἐκ τοῦ κατὰ τὸν Ἄβελ καὶ τὸν Ἀδὰμ ὑποδείγματος· καὶ γὰρ καὶ ὁ Ἀδὰμ κατὰ τὴν φυσικὴν τῶν ἀνθρώπων γέννησιν οὐκ ἐγεν‐ νήθη, ὁ δὲ Ἄβελ ἐκ τοῦ Ἀδὰμ ἐγεννήθη. ἀλλὰ μὴν ὁ μὴ
15γεννηθεὶς ἀγέννητος λέγεται καὶ ὁ γεννηθεὶς γεννητός· οὐδὲν δὲ ἐκώλυσε τὸ μὴ γεγεννῆσθαι τὸν Ἀδὰμ πρὸς τὸ ἄνθρωπον εἶναι. οὐδὲ ἡ γέννησις τὸν Ἄβελ ἄλλο τι παρὰ τὴν ἀνθρωπίνην φύσιν ἐποίησεν, ἀλλὰ καὶ οὗτος ἄνθρωπος κἀκεῖνος, εἰ καὶ ὁ μὲν γεννηθεὶς ἦν, ὁ δὲ
20δίχα γεννήσεως. ἄρα καὶ ἐπὶ τῶν θείων δογμάτων τὸ μὴ γεννηθῆναι καὶ τὸ γεννηθῆναι διαφορὰν οὐκ ἐξεργάζεται φύσεως, ἀλλ’ ὥσπερ ἐπὶ τοῦ Ἀδὰμ καὶ τοῦ Ἄβελ ἀνθρωπότης μία, οὕτω καὶ ἐπὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ θεότης μία.
25 Καὶ περὶ τοῦ πνεύματος δὲ τοῦ ἁγίου οἱ βλασφημοῦντες τὸ αὐτὸ λέγουσιν ὃ καὶ περὶ τοῦ κυρίου, ὅτι ἐστὶ καὶ τοῦτο
κτιστόν, καὶ ἡ ἐκκλησία ἐπίσης ὡς περὶ τοῦ υἱοῦ, οὕτως65

3,1

66

καὶ περὶ τοῦ ἁγίου πνεύματος πιστεύει, ὅτι ἐστὶν ἄκτιστον· διότι πᾶσα ἡ κτίσις ἐκ τῆς τοῦ ὑπερκειμένου ἀγαθοῦ μετουσίας γίνεται ἀγαθή, τὸ δὲ πνεῦμα τὸ ἅγιον οὐ προσδεές ἐστι τοῦ ἀγαθύνοντος (ἀγαθὸν γὰρ τῇ φύσει ἐστί, καθὼς ἡ
5γραφὴ μαρτυρεῖ)· καὶ ὅτι ἡ κτίσις ὁδηγεῖται παρὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα τὴν ὁδηγίαν χαρίζεται· ἡ κτίσις ἡγεμονεύεται, τὸ δὲ πνεῦμα ἡγεμονεύει· ἡ κτίσις παρακα‐ λεῖται, τὸ δὲ πνεῦμα παρακαλεῖ· ἡ κτίσις δουλεύει, τὸ δὲ πνεῦμα ἐλευθεροῖ· ἡ κτίσις σοφίζεται, τὸ δὲ πνεῦμα τὴν τῆς
10σοφίας δίδωσι χάριν· ἡ κτίσις μεταλαμβάνει τῶν χαρισμά‐ των, τὸ δὲ πνεῦμα κατ’ ἐξουσίαν χαρίζεται. Πάντα γὰρ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. καὶ μυρίας ἄλλας ἐκ τῶν γραφῶν ἔστιν ἀποδείξεις εὑρεῖν, ὅτι πάντα τὰ ὑψηλὰ καὶ θεοπρεπῆ
15ὀνόματα, ὅσα τῷ πατρὶ καὶ τῷ υἱῷ παρὰ τῆς γραφῆς ἐφαρ‐ μόζεται, ταῦτα καὶ περὶ τὸ ἅγιον θεωρεῖται πνεῦμα· ἡ ἀφθαρσία, ἡ μακαριότης, τὸ ἀγαθόν, τὸ σοφόν, τὸ δυνατόν, τὸ δίκαιον, ἡ ἁγιότης· πᾶν τίμιον ὄνομα οὕτως λέγεται ἐπὶ τοῦ ἁγίου πνεύματος, ὡς καὶ ἐπὶ τοῦ πατρὸς καὶ ἐπὶ τοῦ
20υἱοῦ λέγεται, πλὴν τούτων δι’ ὧν αἱ ὑποστάσεις τρανῶς τε καὶ ἀσυγχύτως ἀπ’ ἀλλήλων διαχωρίζονται, λέγω δὴ ὅτι οὔτε πατὴρ λέγεται τὸ πνεῦμα τὸ ἅγιον οὔτε υἱός· τὰ δὲ ἄλλα ὅσα ὁ πατὴρ καὶ ὁ υἱὸς ὀνομάζεται, ταῦτα καὶ τῷ ἁγίῳ πνεύματι παρὰ τῆς γραφῆς ἐφαρμόζεται. διὰ
25τοῦτο οὖν καταλαμβάνομεν ὅτι ἄνω τῆς κτίσεώς ἐστι τὸ πνεῦμα τὸ ἅγιον. οὐκοῦν ὅπου ὁ πατὴρ καὶ ὅπου ὁ υἱὸς
νοεῖται, ἐκεῖ νοεῖται καὶ τὸ πνεῦμα τὸ ἅγιον· ἄνω γὰρ τῆς66

3,1

67

κτίσεως καὶ ὁ πατὴρ καὶ ὁ υἱός, ὅπερ καὶ τῷ ἁγίῳ πνεύματι ἀκολουθία τοῦ λόγου προσεμαρτύρησεν. ὁ τοίνυν ὑπερτιθεὶς τῆς κτίσεως τὸ πνεῦμα τὸ ἅγιον ἀκολούθως τὸν ὀρθόν τε καὶ ὑγιῆ παρεδέξατο λόγον· μίαν γὰρ ὁμολογήσει τὴν
5ἄκτιστον φύσιν, τὴν ἐν πατρὶ καὶ υἱῷ καὶ πνεύματι ἁγίῳ θεωρουμένην. Ἐπεὶ δὲ εἰς ἀπόδειξιν, ὡς οἴονται, τοῦ κτιστὸν εἶναι τὸ πνεῦμα τὸ ἅγιον τὴν τοῦ προφήτου φωνὴν ἡμῖν προφέ‐ ρουσι τὴν λέγουσαν ὅτι Ὁ στερεῶν βροντὴν καὶ κτίζων
10πνεῦμα καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ, τοῦτο προσήκει νοῆσαι, ὅτι ἄλλο κτίζεσθαι πνεῦμα ἐν τῇ στερεότητι τῆς βροντῆς ὁ προφήτης λέγει καὶ οὐχὶ τὸ ἅγιον πνεῦμα· βροντὴν γὰρ ὁ μυστικὸς λόγος τὸ εὐαγγέλιον ὀνο‐ μάζει. ἐν οἷς οὖν γίνεται βεβαία καὶ ἀμετάθετος ἡ εἰς τὸ
15εὐαγγέλιον πίστις, οὗτοι διὰ τῆς πίστεως μεταβαίνουσιν ἀπὸ τοῦ εἶναι σάρκες εἰς τὸ γίνεσθαι πνεῦμα, καθὼς λέγει ὁ κύριος ὅτι Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι, τὸ δὲ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν. θεὸς οὖν ἐστιν ὁ διὰ τοῦ στερροποιεῖν τὴν εὐαγγελικὴν βροντὴν τοῖς πιστεύ‐
20ουσι πνεῦμα ποιῶν τὸν πιστεύοντα, ὁ δὲ ἐκ τοῦ πνεύματος γεννηθεὶς καὶ πνεῦμα διὰ τῆς τοιαύτης βροντῆς γενόμενος ἀπαγγέλλει τὸν Χριστὸν καθὼς ὁ ἀπόστολος λέγει ὅτι Οὐδεὶς
δύναται εἰπεῖν κύριον Ἰησοῦν Χριστόν, εἰ μὴ ἐν πνεύματι ἁγίῳ.67