TLG 2017 003 :: GREGORIUS NYSSENUS :: Ad Ablabium quod non sint tres dei

GREGORIUS NYSSENUS Theol.
(Nyssenus: A.D. 4)

Ad Ablabium quod non sint tres dei

Source: Mueller, F. (ed.), Gregorii Nysseni opera, vol. 3.1. Leiden: Brill, 1958: 37–57.

Citation: Volume — page — (line)

3,1

37

(t1)

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ
t2ΠΕΡΙ ΤΟΥ ΜΗ ΟΙΕΣΘΑΙ ΛΕΓΕΙΝ ΤΡΕΙΣ ΘΕΟΥΣ
t3ΠΡΟΣ ΑΒΛΑΒΙΟΝ
1 Ὑμᾶς μὲν δίκαιόν ἐστι, τοὺς ἀκμάζοντας ἐν πάσῃ δυνάμει κατὰ τὸν ἔσω ἄνθρωπον, πρὸς τοὺς ἐναντίους τῆς ἀληθείας διαγωνίζεσθαι καὶ μὴ κατοκνεῖν πρὸς τοὺς πόνους, ὅπως ἂν ἡμεῖς οἱ πατέρες τοῖς γενναίοις ἱδρῶσι τῶν τέκνων ἐπευ‐
5φραινώμεθα· τοῦτο γὰρ ὁ τῆς φύσεως ὑποτίθεται νόμος· ἐπεὶ δὲ ἀναστρέψας τὴν τάξιν ἐφ’ ἡμᾶς τρέπεις τὰς προσ‐ βολὰς τῶν ἀκίδων, αἷς οἱ ἀντικείμενοι τῇ ἀληθείᾳ βάλλουσι, καὶ κελεύεις τῷ θυρεῷ τῆς πίστεως παρ’ ἡμῶν τῶν γερόντων κατασβέννυσθαι τοὺς ἐρημικοὺς ἄνθρακας καὶ ἀποπέμπεσθαι
10τὰ ἠκονημένα τῆς ψευδωνύμου γνώσεως βέλη, δεχόμεθα τὸ ἐπίταγμα, σοὶ τύπος τῆς εὐπειθείας γινόμενοι, ὡς ἂν καὶ αὐτὸς ἡμῖν ἀντιπαρέχοις τὴν ἴσην ἐπὶ τῶν ὁμοίων ἐπιταγ‐ μάτων ἀντίδοσιν, εἴ ποτέ σε πρὸς τοὺς τοιούτους ἄθλους
διαναστήσαιμεν, ὦ γενναῖε τοῦ Χριστοῦ στρατιῶτα Ἀβλάβιε.37

3,1

38

Ἔστι δὲ οὐ μικρὸς οὗτος ὁ λόγος ὃν προέτεινας ἡμῖν οὐδὲ τοιοῦτος ὡς ὀλίγην φέρειν ζημίαν, εἰ μὴ τῆς προσηκούσης ἐξετάσεως τύχοι. ἀνάγκη γὰρ ἐκ τῆς βίας τοῦ ἐρωτήματος ἑνὶ πάντως τῶν ἀπεμφαινόντων συνενεχθῆναι κατὰ τὸν πρόχει‐
5ρον νοῦν καὶ ἢ τρεῖς λέγειν θεούς, ὅπερ ἀθέμιτον, ἢ μὴ προσ‐ μαρτυρεῖν τῷ υἱῷ καὶ τῷ πνεύματι τὴν θεότητα, ὅπερ ἀσεβές τε καὶ ἄτοπον. τὸ δὲ λεγόμενον παρὰ σοῦ τοιοῦτόν ἐστιν· Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης, ἐν μιᾷ ὄντες τῇ ἀνθρω‐ πότητι, τρεῖς ἄνθρωποι λέγονται· καὶ οὐδὲν ἄτοπον τοὺς
10συνημμένους κατὰ τὴν φύσιν, εἰ πλείους εἶεν, ἐκ τοῦ τῆς φύσεως ὀνόματος πληθυντικῶς ἀριθμεῖσθαι. εἰ οὖν ἐκεῖ τοῦτο δίδωσιν ἡ συνήθεια καὶ ὁ ἀπαγορεύων οὐκ ἔστι δύο λέγειν τοὺς δύο καὶ τρεῖς τοὺς ὑπὲρ δύο, πῶς, ἐπὶ τῶν μυστικῶν δογμάτων τὰς τρεῖς ὑποστάσεις ὁμολογοῦντες καὶ
15οὐδεμίαν ἐπ’ αὐτῶν τὴν κατὰ φύσιν διαφορὰν ἐννοοῦντες, μαχόμεθα τρόπον τινὰ τῇ ὁμολογίᾳ, μίαν μὲν τὴν θεότητα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος λέγοντες, τρεῖς δὲ θεοὺς λέγειν ἀπαγορεύοντες; Ὁ μὲν οὖν λόγος, καθὰ προέφην, πολὺ τὸ δυσμεταχεί‐
20ριστον ἔχει· ἡμεῖς δέ, εἰ μέν τι τοιοῦτον εὕροιμεν, δι’ οὗ τὸ ἀμφίβολον τῆς διανοίας ἡμῶν ἐρεισθήσεται, μηκέτι πρὸς τὸ
διλήμματον τῆς ἀτοπίας ἐπιδιστάζον καὶ κραδαινόμενον,38

3,1

39

εὖ ἂν ἔχοι· εἰ δὲ καὶ ἀτονώτερος ἐλεγχθείη τοῦ προβλήματος ὁ ἡμέτερος λόγος, τὴν μὲν παράδοσιν ἣν παρὰ τῶν πατέρων διεδεξάμεθα φυλάξομεν εἰς ἀεὶ βεβαίαν τε καὶ ἀκίνητον, τὸν δὲ συνήγορον τῆς πίστεως λόγον παρὰ τοῦ κυρίου ζητήσομεν·
5ὃς εἰ μὲν εὑρεθείη παρά τινος τῶν ἐχόντων τὴν χάριν, εὐχαριστήσομεν τῷ δεδωκότι τὴν χάριν· εἰ δὲ μή, οὐδὲν ἧττον ἐπὶ τῶν ἐγνωσμένων τὴν πίστιν ἀμετάθετον ἕξομεν. Τί δήποτε τοίνυν ἐν τῇ καθ’ ἡμᾶς συνηθείᾳ καθ’ ἕνα τοὺς ἐν τῇ φύσει τῇ αὐτῇ δεικνυμένους ἀπαριθμήσαντες πληθυντι‐
10κῶς ὀνομάζομεν, τοσούσδε λέγοντες τοὺς ἀνθρώπους καὶ οὐχὶ ἕνα τοὺς πάντας, ἐπὶ δὲ τῆς θείας φύσεως ἐκβάλλει τὸ πλῆθος τῶν θεῶν ὁ τοῦ δόγματος λόγος, καὶ ἀριθμῶν τὰς ὑποστάσεις καὶ τὴν πληθυντικὴν σημασίαν οὐ προσδεχόμενος; Ἔστι μὲν οὖν κατὰ τὸ πρόχειρον τοῦτο τοῖς ἁπλουστέροις
15εἰπόντα δόξαι τι λέγειν, ὅτι φεύγων ὁ λόγος τῆς Ἑλληνικῆς πολυθεΐας τὴν ὁμοιότητα θεοὺς ἐν πλήθει ἀριθμεῖν παρῃτή‐ σατο, ὡς ἂν μή τις καὶ τῶν δογμάτων νομισθείη κοινότης, εἰ μὴ μοναδικῶς ἀλλὰ πληθυντικῶς καὶ παρ’ ἡμῶν ἀριθμοῖτο τὸ θεῖον καθ’ ὁμοιότητα τῆς παρ’ αὐτοῖς συνηθείας. τοῦτο δὲ
20τοῖς μὲν ἀκεραιοτέροις λεγόμενον ἴσως ἄν τι δόξειε λέγεσθαι, ἐπὶ δέ γε τῶν τὸ ἕτερον αὐτοῖς τῆς προτάσεως στῆναι ζητούντων ἢ μὴ ὁμολογεῖν ἐπὶ τῶν τριῶν τὴν θεότητα ἢ
τρεῖς πάντως ὀνομάζειν τοὺς τῆς αὐτῆς κοινωνοῦντας39

3,1

40

θεότητος, οὔπω τοιοῦτόν ἐστι τὸ εἰρημένον, οἷον ἐμποιῆσαι λύσιν τινὰ τοῦ ζητήματος. οὐκοῦν ἐπάναγκες διὰ πλειόνων ποιήσασθαι τὴν ἀπόκρισιν, ὅπως ἂν οἷόν τε ᾖ, τὸ ἀληθὲς ἀνιχνεύοντας· οὐ γὰρ περὶ τῶν τυχόντων ὁ λόγος.
5 Φαμὲν τοίνυν πρῶτον μὲν κατάχρησίν τινα συνηθείας εἶναι τὸ τοὺς μὴ διῃρημένους τῇ φύσει κατ’ αὐτὸ τὸ τῆς φύ‐ σεως ὄνομα πληθυντικῶς ὀνομάζειν καὶ λέγειν ὅτι πολλοὶ ἄνθρωποι, ὅπερ ὅμοιόν ἐστι τῷ λέγειν ὅτι πολλαὶ φύσεις ἀνθρώπιναι. καὶ ὅτι ταῦτα οὕτως ἔχει, δῆλον ἂν ἡμῖν ἐντεῦθεν
10γένοιτο· προσκαλούμενοι γάρ τινα, οὐκ ἐκ τῆς φύσεως αὐτὸν ὀνομάζομεν, ὡς ἂν μή τινα πλάνην ἡ κοινότης τοῦ ὀνόματος ἐμποιήσειεν, ἑκάστου τῶν ἀκουόντων ἑαυτὸν εἶναι τὸν προσκληθέντα νομίζοντος, ὅτι μὴ τῇ ἰδιαζούσῃ προση‐ γορίᾳ ἀλλ’ ἐκ τοῦ κοινοῦ τῆς φύσεως ὀνόματος ἡ κλῆσις
15γίνεται· ἀλλὰ τὴν ἰδίως ἐπικειμένην αὐτῷ (τὴν σημαντικὴν λέγω τοῦ ὑποκειμένου) φωνὴν εἰπόντες, οὕτως αὐτὸν τῶν πολλῶν ἀποκρίνομεν, ὥστε πολλοὺς μὲν εἶναι τοὺς μετεσχη‐ κότας τῆς φύσεως, φέρε εἰπεῖν μαθητὰς ἢ ἀποστόλους ἢ μάρτυρας, ἕνα δὲ ἐν πᾶσι τὸν ἄνθρωπον, εἴπερ, καθὼς
20εἴρηται, οὐχὶ τοῦ καθ’ ἕκαστον, ἀλλὰ τοῦ κοινοῦ τῆς φύσεώς ἐστιν ὁ ἄνθρωπος· ἄνθρωπος γὰρ ὁ Λουκᾶς ἢ ὁ Στέφανος, οὐ μήν, εἴ τις ἄνθρωπος, πάντως καὶ Λουκᾶς ἐστιν ἢ Στέφανος.
Ἀλλ’ ὁ μὲν τῶν ὑποστάσεων λόγος διὰ τὰς ἐνθεωρουμένας40

3,1

41

ἰδιότητας ἑκάστῳ τὸν διαμερισμὸν ἐπιδέχεται καὶ κατὰ σύν‐ θεσιν ἐν ἀριθμῷ θεωρεῖται· ἡ δὲ φύσις μία ἐστίν, αὐτὴ πρὸς ἑαυτὴν ἡνωμένη καὶ ἀδιάτμητος ἀκριβῶς μονάς, οὐκ αὐ‐ ξανομένη διὰ προσθήκης, οὐ μειουμένη δι’ ὑφαιρέσεως,
5ἀλλ’ ὅπερ ἐστὶν ἓν οὖσα καὶ ἓν διαμένουσα κἂν ἐν πλήθει φαίνηται, ἄσχιστος καὶ συνεχὴς καὶ ὁλόκληρος καὶ τοῖς μετέχουσιν αὐτῆς τοῖς καθ’ ἕκαστον οὐ συνδιαιρουμένη. καὶ ὥσπερ λέγεται λαὸς καὶ δῆμος καὶ στράτευμα καὶ ἐκκλη‐ σία μοναχῶς πάντα, ἕκαστον δὲ τούτων ἐν πλήθει νοεῖται·
10οὕτω κατὰ τὸν ἀκριβέστερον λόγον καὶ ἄνθρωπος εἷς κυρίως ἂν ῥηθείη, κἂν οἱ ἐν τῇ φύσει τῇ αὐτῇ δεικνύμενοι πλῆθος ὦσιν, ὡς πολὺ μᾶλλον καλῶς ἔχειν τὴν ἐσφαλμένην ἐφ’ ἡμῶν ἐπανορθοῦσθαι συνήθειαν εἰς τὸ μηκέτι τὸ τῆς φύσεως ὄνομα πρὸς πλῆθος ἐκτείνειν ἢ ταύτῃ δουλεύοντας τὴν ὧδε πλάνην
15καὶ ἐπὶ τὸ θεῖον δόγμα μεταβιβάζειν. ἀλλ’ ἐπειδὴ ἀμήχανος τῆς συνηθείας ἡ ἐπανόρθωσις (πῶς γὰρ ἄν τις πεισθείη μὴ πολλοὺς λέγειν ἀνθρώπους τοὺς ἐν τῇ φύσει τῇ αὐτῇ δεικνυ‐ μένους; δυσμετάθετον γὰρ ἐπὶ παντὸς ἡ συνήθεια), ἐπὶ μὲν τῆς κάτω φύσεως τῇ κρατούσῃ συνηθείᾳ μὴ ἀντιβαίνοντες
20οὐδὲν ἂν τοσοῦτον ἁμάρτοιμεν, μηδεμιᾶς οὔσης ζημίας ἐκ41

3,1

42

τῆς ἡμαρτημένης τῶν ὀνομάτων χρήσεως· ἐπὶ δὲ τοῦ θείου δόγματος οὐκέτι ὁμοίως ἀκίνδυνος ἡ ἀδιάφορος χρῆσις τῶν ὀνομάτων· οὐ γὰρ μικρὸν ἐνταῦθα τὸ παρὰ μικρόν. Οὐκοῦν εἷς ἡμῖν ὁμολογητέος θεὸς κατὰ τὴν γραφικὴν
5μαρτυρίαν Ἄκουε, Ἰσραήλ· κύριος ὁ θεός σου κύριος εἷς ἐστι, κἂν ἡ φωνὴ τῆς θεότητος διήκῃ διὰ τῆς ἁγίας τριάδος. ταῦτα δὲ λέγω κατὰ τὸν ἀποδοθέντα ἡμῖν ἐπὶ τῆς ἀνθρωπίνης φύσεως λόγον, ἐν ᾧ μεμαθήκαμεν μὴ δεῖν πληθυντικῷ χαρα‐ κτῆρι τὴν προσηγορίαν πλατύνειν τῆς φύσεως. ἀκριβέστερον
10δὲ ἡμῖν αὐτὸ τὸ ὄνομα τῆς θεότητος ἐξεταστέον, ὅπως ἂν διὰ τῆς ἐγκειμένης τῇ φωνῇ σημασίας γένοιτό τις συνεργία πρὸς τὴν τοῦ προκειμένου σαφήνειαν. Δοκεῖ μὲν οὖν τοῖς πολλοῖς ἰδιαζόντως κατὰ τῆς φύσεως ἡ φωνὴ τῆς θεότητος κεῖσθαι καὶ ὥσπερ ὁ οὐρανὸς ἢ ὁ ἥλιος
15ἢ ἄλλο τι τῶν τοῦ κόσμου στοιχείων ἰδίαις φωναῖς διασημαί‐ νεται ταῖς τῶν ὑποκειμένων σημαντικαῖς, οὕτω φασὶ καὶ ἐπὶ τῆς ἀνωτάτω καὶ θείας φύσεως ὥσπερ τι κύριον ὄνομα προσφυῶς ἐφηρμόσθαι τῷ δηλουμένῳ τὴν φωνὴν τῆς θεό‐ τητος. ἡμεῖς δὲ ταῖς τῆς γραφῆς ὑποθήκαις ἑπόμενοι
20ἀκατονόμαστόν τε καὶ ἄφραστον αὐτὴν μεμαθήκαμεν· καὶ πᾶν ὄνομα, εἴτε παρὰ τῆς ἀνθρωπίνης συνηθείας ἐξηύρηται
εἴτε παρὰ τῶν γραφῶν παραδέδοται, τῶν περὶ τὴν θείαν42

3,1

43

φύσιν νοουμένων ἑρμηνευτικὸν εἶναι λέγομεν, οὐκ αὐτῆς τῆς φύσεως περιέχειν τὴν σημασίαν. Καὶ οὐ πολλῆς ἄν τις δεηθείη πραγματείας πρὸς τὴν ἀπόδειξιν τοῦ ταῦτα οὕτως ἔχειν. τὰ μὲν γὰρ λοιπὰ τῶν
5ὀνομάτων, ὅσα ἐπὶ τῆς κτίσεως κεῖται, καὶ δίχα τινὸς ἐτυμολογίας εὕροι τις ἂν κατὰ τὸ συμβὰν ἐφηρμοσμένα τοῖς ὑποκειμένοις, ἀγαπώντων ἡμῶν ὁπωσοῦν τὰ πράγματα διὰ τῆς ἐπ’ αὐτῶν φωνῆς σημειώσασθαι πρὸς τὸ ἀσύγχυτον ἡμῖν γίνεσθαι τῶν σεσημειωμένων τὴν γνῶσιν. ὅσα δὲ πρὸς
10ὁδηγίαν τῆς θείας κατανοήσεώς ἐστιν ὀνόματα, ἰδίαν ἔχει ἕκαστον ἐμπεριειλημμένην διάνοιαν καὶ οὐκ ἂν χωρὶς νοή‐ ματός τινος οὐδεμίαν εὕροις φωνὴν ἐν τοῖς θεοπρεπεστέροις τῶν ὀνομάτων, ὡς ἐκ τούτου δείκνυσθαι μὴ αὐτὴν τὴν θείαν φύσιν ὑπό τινος τῶν ὀνομάτων σεσημειῶσθαι, ἀλλά τι τῶν
15περὶ αὐτὴν διὰ τῶν λεγομένων γνωρίζεσθαι. λέγομεν γὰρ εἶναι τὸ θεῖον ἄφθαρτον, εἰ οὕτω τύχοι, ἢ δυνατὸν ἢ ὅσα ἄλλα σύνηθές ἐστι λέγειν. ἀλλ’ εὑρίσκομεν ἑκάστου τῶν ὀνομάτων ἰδιάζουσαν ἔμφασιν πρέπουσαν περὶ τῆς θείας φύσεως νοεῖσθαι καὶ λέγεσθαι, οὐ μὴν ἐκεῖνο σημαίνουσαν, ὅ ἐστι
20κατ’ οὐσίαν ἡ φύσις· αὐτὸ γὰρ ὅ τι ποτέ ἐστιν, ἄφθαρτόν ἐστιν· ἡ δὲ τοῦ ἀφθάρτου ἔννοια αὕτη, τὸ μὴ εἰς φθορὰν τὸ ὂν διαλύεσθαι. οὐκοῦν ἄφθαρτον εἰπόντες, ὃ μὴ πάσχει ἡ φύσις, εἴπομεν· τί δέ ἐστι τὸ τὴν φθορὰν μὴ πάσχον, οὐ
παρεστήσαμεν. οὕτω κἂν ζωοποιὸν εἴπωμεν, ὃ ποιεῖ διὰ τῆς43

3,1

44

προσηγορίας σημάναντες τὸ ποιοῦν τῷ λόγῳ οὐκ ἐγνωρί‐ σαμεν. καὶ τὰ ἄλλα πάντα κατὰ τὸν αὐτὸν λόγον ἐκ τῆς ἐγκειμένης ταῖς θεοπρεπεστέραις φωναῖς σημασίας εὑρίσ‐ κομεν, ἢ τὸ μὴ δέον ἐπὶ τῆς θείας φύσεως γινώσκειν ἀπαγο‐
5ρεύοντα ἢ τὸ δέον διδάσκοντα, αὐτῆς δὲ τῆς φύσεως ἑρμηνείαν οὐ περιέχοντα. Ἐπεὶ τοίνυν τὰς ποικίλας τῆς ὑπερκειμένης δυνάμεως ἐνεργείας κατανοοῦντες ἀφ’ ἑκάστης τῶν ἡμῖν γνωρίμων ἐνεργειῶν τὰς προσηγορίας ἁρμόζομεν, μίαν δὲ καὶ ταύτην
10εἶναι 〈λέγομεν τοῦ θεοῦ〉 τὴν ἐνέργειαν, τὴν ἐποπτικὴν καὶ ὁρατικὴν καὶ ὡς ἄν τις εἴποι θεατικήν, καθ’ ἣν τὰ πάντα ἐφορᾷ καὶ πάντα ἐπισκοπεῖ, τὰς ἐνθυμήσεις βλέπων καὶ ἐπὶ τὰ ἀθέατα τῇ θεωρητικῇ δυνάμει διαδυόμενος, ὑπειλήφαμεν ἐκ τῆς θέας τὴν θεότητα παρωνομάσθαι καὶ τὸν θεωρὸν
15ἡμῶν θεὸν ὑπό τε τῆς συνηθείας καὶ τῆς τῶν γραφῶν διδασκαλίας προσαγορεύεσθαι. Εἰ δὲ συγχωρεῖ τις ταὐτὸν εἶναι τὸ θεᾶσθαι τῷ βλέπειν καὶ τὸν ἐφορῶντα πάντα θεὸν ἔφορον τοῦ παντὸς καὶ εἶναι καὶ λέγεσθαι, λογισάσθω τὴν ἐνέργειαν ταύτην, πότερον ἑνὶ
20πρόσεστι τῶν ἐν τῇ ἁγίᾳ τριάδι πεπιστευμένων προσώπων ἢ διὰ τῶν τριῶν διήκει ἡ δύναμις. εἰ γὰρ ἀληθὴς ἡ τῆς θεό‐
τητος ἑρμηνεία καὶ τὰ ὁρώμενα θεατὰ καὶ τὸ θεώμενον θεὸς44

3,1

45

λέγεται, οὐκέτι ἂν εὐλόγως ἀποκριθείη τι τῶν ἐν τῇ τριάδι προσώπων τῆς τοιαύτης προσηγορίας διὰ τὴν ἐγκειμένην τῇ φωνῇ σημασίαν. τὸ γὰρ βλέπειν ἐπίσης μαρτυρεῖ ἡ γραφὴ καὶ πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι. Ὑπερασπιστὰ ἡμῶν,
5ἴδε, ὁ θεός, φησὶν ὁ Δαβίδ· ἐκ δὲ τούτου μανθάνομεν ἰδίαν θεοῦ, καθὸ θεὸς νοεῖται, ἐνέργειαν τὸ ὁρᾶν, ἐκ τοῦ εἰπεῖν Ἴδε, ὁ θεός. ἀλλὰ καὶ ὁ Ἰησοῦς ὁρᾷ τὰς ἐνθυμήσεις τῶν καταγινωσκόντων, διότι συγχωρεῖ τὰς ἁμαρτίας ἐξ αὐθεντίας [τῶν ἀνθρώπων]. Ἰδὼν γάρ, φησίν, ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις
10αὐτῶν. καὶ περὶ τοῦ πνεύματος λέγει πρὸς τὸν Ἀνανίαν ὁ Πέτρος Ἵνα τί ἐπλήρωσεν ὁ σατανᾶς τὴν καρδίαν σου ψεύ‐ σασθαί σε τὸ πνεῦμα τὸ ἅγιον; δεικνὺς ὅτι τῶν ἐν κρυπτῷ τολμωμένων παρὰ τοῦ Ἀνανίου μάρτυς ἦν ἀψευδὴς καὶ ἐπιΐ‐ στωρ τὸ πνεῦμα τὸ ἅγιον, δι’ οὗ καὶ τῷ Πέτρῳ τῶν λανθα‐
15νόντων ἡ φανέρωσις ἦν. ὁ μὲν γὰρ ἐγένετο κλέπτης αὐτὸς ἑαυτοῦ λανθάνων, ὡς ᾤετο, πάντας καὶ τὴν ἁμαρτίαν ἐπι‐ κρυπτόμενος· τὸ δὲ πνεῦμα τὸ ἅγιον ὁμοῦ τε ἐν Πέτρῳ ἦν καὶ τὴν ἐκείνου διάνοιαν πρὸς τὴν φιλοχρηματίαν κατασυ‐
ρεῖσαν ἐφώρασε καὶ δι’ ἑαυτοῦ δίδωσι τῷ Πέτρῳ διιδεῖν τὰ45

3,1

46

λανθάνοντα· οὐκ ἂν δηλονότι τοῦτο ποιοῦν, εἴπερ ἦν τῶν κρυφίων ἀθέατον. Ἀλλ’ οὔπω τις ἐρεῖ πρὸς τὸ ζητούμενον βλέπειν τὴν κατα‐ σκευὴν τοῦ λόγου. οὐδὲ γὰρ εἰ δοθείη κοινὴ τῆς φύσεως
5ἡ κλῆσις τῆς θεότητος εἶναι, ἤδη τὸ μὴ δεῖν λέγειν θεοὺς διὰ τούτου κατεσκευάσθη. τοὐναντίον μὲν οὖν ἐκ τούτων ἀναγκαζόμεθα μᾶλλον λέγειν θεούς. εὑρίσκομεν γὰρ ἐπὶ τῆς ἀνθρωπίνης συνηθείας οὐ μόνον τοὺς τῆς αὐτῆς φύσεως κοινωνοὺς ἀλλά, κἄν τινες τοῦ αὐτοῦ ὦσιν ἐπιτηδεύματος, οὐχ
10ἑνικῶς τοὺς πολλοὺς μνημονευομένους καθό φαμεν ῥήτοράς τε πολλοὺς καὶ γεωμέτρας γεωργούς τε καὶ σκυτοτόμους καὶ τὰ ἄλλα πάντα ὡσαύτως. καὶ εἰ μὲν φύσεως ἦν ἡ τῆς θεότητος προσηγορία, μᾶλλον ἂν εἶχε καιρὸν κατὰ τὸν προαποδοθέντα λόγον ἑνικῶς τὰς τρεῖς ὑποστάσεις περι‐
15λαμβάνειν καὶ ἕνα θεὸν λέγειν διὰ τὸ τῆς φύσεως ἄτμητόν τε καὶ ἀδιαίρετον· ἐπεὶ δὲ κατεσκευάσθη διὰ τῶν εἰρημένων ἐνέργειαν σημαίνειν καὶ οὐχὶ φύσιν τὸ τῆς θεότητος ὄνομα, περιτρέπεταί πως πρὸς τοὐναντίον ἐκ τῶν κατασκευαζο‐ μένων ὁ λόγος, ὡς δεῖν ταύτῃ μᾶλλον λέγειν τρεῖς θεοὺς
20τοὺς ἐν τῇ αὐτῇ ἐνεργείᾳ θεωρουμένους· ὥς φασι τρεῖς λέγεσθαι φιλοσόφους ἢ ῥήτορας ἢ εἴ τί ἐστιν ἕτερον ἐξ ἐπιτηδεύματος ὄνομα, ὅταν πλείους ὦσιν οἱ τοῦ αὐτοῦ
συμμετέχοντες. ταῦτα φιλοπονώτερον ἐξειργασάμην, τὸν46

3,1

47

τῶν ὑπεναντίων ἀνθυποφέρων λόγον, ὡς ἂν βεβαιότερον ἡμῖν παγείη τὸ δόγμα ταῖς εὐτονωτέραις τῶν ἀντιθέσεων κρα‐ τυνόμενον. οὐκοῦν ἐπαναληπτέος πάλιν ὁ λόγος. Ἐπειδὴ μετρίως ἡμῖν ἐκ τῆς κατασκευῆς ἀπεδείχθη οὐ
5φύσεως ἀλλ’ ἐνεργείας εἶναι τὴν φωνὴν τῆς θεότητος, τάχα ταύτην ἄν τις αἰτίαν εὐλόγως εἴποι τοῦ πληθυντικῶς μὲν ἐπ’ ἀνθρώπων τοὺς τῶν αὐτῶν ἐπιτηδευμάτων κοινω‐ νοῦντας ἀλλήλοις ἀριθμεῖσθαι καὶ ὀνομάζεσθαι, μοναδικῶς δὲ τὸ θεῖον ὡς ἕνα θεὸν καὶ μίαν θεότητα λέγεσθαι, κἂν αἱ
10τρεῖς ὑποστάσεις τῆς ἐμφαινομένης τῇ θεότητι σημασίας μὴ ἀποκρίνοιντο, ὅτι ἄνθρωποι μέν, κἂν μιᾶς ὦσιν ἐνεργείας οἱ πλείονες, καθ’ ἑαυτὸν ἕκαστος ἀποτεταγμένως ἐνεργεῖ τὸ προκείμενον, οὐδὲν ἐπικοινωνῶν ἐν τῇ καθ’ ἑαυτὸν ἐνεργείᾳ πρὸς τοὺς τὸ ἴσον ἐπιτηδεύοντας· εἰ γὰρ καὶ πλείονες εἶεν
15οἱ ῥήτορες, τὸ μὲν ἐπιτήδευμα ἓν ὂν τὸ αὐτὸ ἐν τοῖς πλείοσιν ὄνομα ἔχει, οἱ δὲ μετιόντες καθ’ ἑαυτὸν ἕκαστον ἐνεργοῦσιν ἰδίως ῥητορεύων ὁ δεῖνα καὶ ἰδίως ὁ ἕτερος· οὐκοῦν ἐν μὲν τοῖς ἀνθρώποις, ἐπειδὴ διακεκριμένη ἐστὶν ἡ ἐν τοῖς αὐτοῖς ἐπιτηδεύμασιν ἑκάστου ἐνέργεια, κυρίως πολλοὶ ὀνομάζονται,
20ἑκάστου αὐτῶν εἰς ἰδίαν περιγραφὴν κατὰ τὸ ἰδιότροπον τῆς ἐνεργείας ἀποτεμνομένου τῶν ἄλλων· ἐπὶ δὲ τῆς θείας φύσεως οὐχ οὕτως ἐμάθομεν ὅτι ὁ πατὴρ ποιεῖ τι καθ’ ἑαυτόν, οὗ μὴ συνεφάπτεται ὁ υἱός, ἢ πάλιν ὁ υἱὸς ἰδιαζόντως ἐνεργεῖ τι χωρὶς τοῦ πνεύματος, ἀλλὰ πᾶσα ἐνέργεια ἡ
25θεόθεν ἐπὶ τὴν κτίσιν διήκουσα καὶ κατὰ τὰς πολυτρόπους47

3,1

48

ἐννοίας ὀνομαζομένη ἐκ πατρὸς ἀφορμᾶται καὶ διὰ τοῦ υἱοῦ πρόεισι καὶ ἐν τῷ πνεύματι τῷ ἁγίῳ τελειοῦται. διὰ τοῦτο εἰς τὸ πλῆθος τῶν ἐνεργούντων τὸ ὄνομα τῆς ἐνεργείας οὐ διασχίζεται, ὅτι οὐκ ἀποτεταγμένη ἑκάστου καὶ ἰδιάζουσά
5ἐστιν ἡ περί τι σπουδή· ἀλλ’ ὅπερ ἂν γίνηται τῶν εἴτε εἰς τὴν ἡμετέραν πρόνοιαν φθανόντων εἴτε πρὸς τὴν τοῦ παντὸς οἰκονομίαν καὶ σύστασιν, διὰ τῶν τριῶν μὲν γίνεται, οὐ μὴν τρία ἐστὶ τὰ γινόμενα. Νοήσωμεν δὲ τὸ λεγόμενον ἀφ’ ἑνός τινος πράγματος,
10ἀπ’ αὐτοῦ λέγω τοῦ κεφαλαίου τῶν χαρισμάτων. ζωῆς τετύχηκεν, ὅσα μετείληφε τῆς χάριτος ταύτης. ἐξετάζοντες οὖν πόθεν ἡμῖν τὸ τοιοῦτον γέγονεν ἀγαθόν, εὑρίσκομεν διὰ τῆς τῶν γραφῶν ὁδηγίας, ὅτι ἐκ πατρὸς καὶ υἱοῦ καὶ πνεύματος ἁγίου. ἀλλ’ οὐκ, ἐπειδὴ τρία ὑποτιθέμεθα
15πρόσωπά τε καὶ ὀνόματα, τρεῖς καὶ ζωὰς (ἰδίως μίαν παρ’ ἑκάστου αὐτῶν) δεδωρῆσθαι ἡμῖν λογιζόμεθα, ἀλλ’ ἡ αὐτὴ ζωὴ καὶ παρὰ τοῦ ἁγίου πνεύματος ἐνεργεῖται καὶ παρὰ τοῦ υἱοῦ ἑτοιμάζεται καὶ τῆς τοῦ πατρὸς ἐξῆπται βουλήσεως.
20 Ἐπειδὴ τοίνυν καθ’ ὁμοιότητα τοῦ εἰρημένου πᾶσαν ἐνέργειαν οὐ διῃρημένως ἐνεργεῖ κατὰ τὸν τῶν ὑποστάσεων ἀριθμὸν ἡ ἁγία τριάς, ἀλλὰ μία τις γίνεται τοῦ ἀγαθοῦ
θελήματος κίνησίς τε καὶ διάδοσις, ἐκ τοῦ πατρὸς διὰ τοῦ48

3,1

49

υἱοῦ πρὸς τὸ πνεῦμα διεξαγομένη, ὡς οὐ λέγομεν τρεῖς ζωοποιοὺς τοὺς τὴν μίαν ἐνεργοῦντας ζωὴν οὐδὲ τρεῖς ἀγαθοὺς τοὺς ἐν τῇ αὐτῇ ἀγαθότητι θεωρουμένους οὐδὲ τὰ ἄλλα πάντα πληθυντικῶς ἐξαγγέλλομεν, οὕτως οὐδὲ τρεῖς
5ὀνομάζειν δυνάμεθα τοὺς τὴν θεϊκὴν ταύτην ἤτοι ἐποπτικὴν δύναμίν τε καὶ ἐνέργειαν συνημμένως καὶ ἀδιακρίτως δι’ ἀλλήλων ἐφ’ ἡμῶν τε καὶ πάσης τῆς κτίσεως ἐνεργοῦντας. ὥσπερ γὰρ μαθόντες περὶ τοῦ θεοῦ τῶν ὅλων τῆς γραφῆς λεγούσης κρίνειν αὐτὸν πᾶσαν τὴν γῆν κριτὴν τοῦ παντὸς
10αὐτὸν εἶναι διὰ τοῦτό φαμεν καὶ πάλιν ἀκούσαντες ὅτι Ὁ πατὴρ κρίνει οὐδένα οὐχ ἡγούμεθα μάχεσθαι πρὸς ἑαυτὴν τὴν γραφήν· ὁ γὰρ κρίνων πᾶσαν τὴν γῆν διὰ τοῦ υἱοῦ, ᾧ πᾶσαν δέδωκε τὴν κρίσιν, τοῦτο ποιεῖ· καὶ πᾶν τὸ παρὰ τοῦ μονογενοῦς γινόμενον εἰς τὸν πατέρα τὴν ἀναφορὰν ἔχει,
15ὥστε καὶ κριτὴν αὐτὸν τοῦ παντὸς εἶναι καὶ κρίνειν μηδένα διὰ τὸ πᾶσαν, ὡς εἴρηται, τὴν κρίσιν τῷ υἱῷ δεδωκέναι καὶ πᾶσαν τὴν τοῦ υἱοῦ κρίσιν τοῦ πατρικοῦ μὴ ἀπηλλοτριῶσθαι βουλήματος· καὶ οὐκ ἄν τις εὐλόγως ἢ δύο κριτὰς εἴποι ἢ τὸν ἕτερον ἠλλοτριῶσθαι τῆς κατὰ τὴν κρίσιν ἐξουσίας
20τε καὶ δυνάμεως· οὕτω καὶ ἐπὶ τοῦ τῆς θεότητος λόγου49

3,1

50

Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία καὶ τὴν ἐποπτικήν τε καὶ θεατικὴν δύναμιν, ἥνπερ δὴ θεότητα λέγομεν, διὰ τοῦ μονογενοῦς ὁ πατὴρ ἐνεργεῖ, 〈ὁ πάντα ἐν σοφίᾳ ποιῶν θεόσ〉, τοῦ δὲ υἱοῦ πᾶσαν δύναμιν ἐν τῷ ἁγίῳ πνεύματι
5τελειοῦντος καὶ κρίνοντος μέν, καθὼς Ἠσαΐας φησίν, ἐν πνεύματι κρίσεως καὶ πνεύματι καύσεως, εὐεργετοῦντος δὲ κατὰ τὴν τοῦ εὐαγγελίου φωνήν, ἣν πρὸς τοὺς Ἰουδαίους πεποίηται, ἐν πνεύματι θεοῦ· λέγει γὰρ Εἰ δὲ ἐγὼ ἐν πνεύματι θεοῦ ἐκβάλλω τὰ δαιμόνια· ἀπὸ μέρους πᾶν εἶδος εὐεργεσίας
10περιλαμβάνων διὰ τῆς κατὰ τὴν ἐνέργειαν ἑνότητος· οἷς γὰρ δι’ ἀλλήλων ἐνεργεῖται τὸ ἕν, εἰς πολλοὺς καταμεμερίσθαι τὸ ὄνομα τῆς ἐνεργείας οὐ δύναται. Ἐπειδὴ γὰρ εἷς ὁ τῆς ἐποπτικῆς τε καὶ θεατικῆς δυνά‐ μεως λόγος ἐν πατρὶ καὶ υἱῷ καὶ πνεύματι ἁγίῳ, καθὼς
15ἐν τοῖς ἔμπροσθεν εἴρηται, ἐκ μὲν τοῦ πατρὸς οἷον ἐκ πηγῆς τινος ἀφορμώμενος, ὑπὸ δὲ τοῦ υἱοῦ ἐνεργούμενος, ἐν δὲ τῇ δυνάμει τοῦ πνεύματος τελειῶν τὴν χάριν, καὶ οὐ διακρίνεται πρὸς τὰς ὑποστάσεις οὐδεμία ἐνέργεια, ἰδιαζόντως παρ’ ἑκάστης καὶ ἀποτεταγμένως δίχα τῆς συνθεωρουμένης
20ἐπιτελουμένη· ἀλλὰ πᾶσα πρόνοια καὶ κηδεμονία καὶ τοῦ50

3,1

51

παντὸς ἐπιστασία, τῶν τε κατὰ τὴν αἰσθητὴν κτίσιν καὶ τῶν κατὰ τὴν ὑπερκόσμιον φύσιν ἥτε συντηρητικὴ τῶν ὄντων καὶ διορθωτικὴ τῶν πλημμελουμένων καὶ διδακτικὴ τῶν κατορθουμένων, μία ἐστὶ καὶ οὐχὶ τρεῖς, παρὰ μὲν τῆς
5ἁγίας τριάδος κατορθουμένη, οὐ μὴν κατὰ τὸν ἀριθμὸν τῶν ἐν τῇ πίστει θεωρουμένων προσώπων τριχῆ τεμνομένη, ὡς ἕκαστον τῶν ἐνεργημάτων ἐφ’ ἑαυτοῦ θεωρούμενον ἢ τοῦ πατρὸς εἶναι μόνου ἢ τοῦ μονογενοῦς ἰδιαζόντως ἢ τοῦ ἁγίου πνεύματος κεχωρισμένως· ἀλλὰ διαιρεῖ μὲν ἰδίᾳ ἑκάστῳ
10τὰ ἀγαθά, καθώς φησιν ὁ ἀπόστολος, τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα· οὐκ ἄναρχος δὲ ἡ τοῦ ἀγαθοῦ κίνησις ἐκ τοῦ πνεύ‐ ματος· ἀλλ’ εὑρίσκομεν ὅτι ἡ προεπινοουμένη ταύτης δύναμις, ἥτις ἐστὶν ὁ μονογενὴς θεός, πάντα ποιεῖ, οὗ χωρὶς οὐδὲν τῶν ὄντων εἰς γένεσιν ἔρχεται· ἀλλὰ καὶ αὐτὴ πάλιν
15τῶν ἀγαθῶν ἡ πηγὴ ἐκ τοῦ πατρικοῦ βουλήματος ἀφορμᾶται. Εἰ δὴ πᾶν ἀγαθὸν πρᾶγμα καὶ ὄνομα τῆς ἀνάρχου δυνάμεώς τε καὶ βουλῆς ἐξημμένον ἐν τῇ δυνάμει τοῦ πνεύματος διὰ τοῦ μονογενοῦς θεοῦ ἀχρόνως καὶ ἀδιαστάτως εἰς τελείωσιν ἄγεται, οὐδεμιᾶς παρατάσεως ἐν τῇ τοῦ θείου
20βουλήματος κινήσει ἀπὸ τοῦ πατρὸς διὰ τοῦ υἱοῦ ἐπὶ τὸ πνεῦμα γινομένης ἢ νοουμένης, ἓν δὲ τῶν ἀγαθῶν ὀνομάτων
τε καὶ νοημάτων καὶ ἡ θεότης, οὐκ ἂν εἰκότως εἰς πλῆθος τὸ51

3,1

52

ὄνομα διαχέοιτο, τῆς κατὰ τὴν ἐνέργειαν ἑνότητος κωλυούσης τὴν πληθυντικὴν ἀπαρίθμησιν. Καὶ ὥσπερ εἷς ὁ πατὴρ σωτὴρ πάντων ἀνθρώπων μάλιστα πιστῶν ὑπὸ τοῦ ἀποστόλου ὠνόμασται καὶ οὐδεὶς ἐκ τῆς
5φωνῆς ταύτης ἢ τὸν υἱὸν λέγει μὴ σῴζειν τοὺς πιστεύοντας ἢ δίχα τοῦ πνεύματος τὴν σωτηρίαν τοῖς μετέχουσι γίνεσθαι, ἀλλὰ γίνεται πάντων σωτὴρ ὁ ἐπὶ πάντων θεὸς ἐνεργοῦντος τοῦ υἱοῦ τὴν σωτηρίαν ἐν τῇ τοῦ πνεύματος χάριτι καὶ οὐδὲν μᾶλλον διὰ τοῦτο τρεῖς σωτῆρες ὑπὸ τῆς γραφῆς ὀνομάζονται,
10εἰ καὶ ὁμολογεῖται παρὰ τῆς ἁγίας τριάδος ἡ σωτηρία, οὕτως οὐδὲ τρεῖς θεοὶ κατὰ τὴν ἀποδεδομένην τῆς θεότητος σημασίαν, κἂν ἐφαρμόζῃ τῇ ἁγίᾳ τριάδι ἡ τοιαύτη κλῆσις. μάχεσθαι δὲ πρὸς τοὺς ἀντιλέγοντας μὴ δεῖν ἐνέργειαν νοεῖν τὴν θεότητα οὐ πάνυ τι τῶν ἀναγκαίων μοι δοκεῖ, ὡς
15πρὸς τὴν παροῦσαν τοῦ λόγου κατασκευήν. ἡμεῖς μὲν γὰρ ἀόριστον καὶ ἀπερίληπτον τὴν θείαν φύσιν εἶναι πιστεύοντες οὐδεμίαν αὐτῆς ἐπινοοῦμεν περίληψιν, ἀλλὰ κατὰ πάντα τρόπον ἐν ἀπειρίᾳ νοεῖσθαι τὴν φύσιν διοριζόμεθα. τὸ δὲ καθόλου ἄπειρον οὐ τινὶ μὲν ὁρίζεται, τινὶ δὲ οὐχί· ἀλλὰ κατὰ
20πάντα λόγον ἐκφεύγει τὸν ὅρον ἡ ἀπειρία. οὐκοῦν τὸ ἐκτὸς ὅρου οὐδὲ ὀνόματι πάντως ὁρίζεται. ὡς ἂν οὖν διαμένοι ἐπὶ
τῆς θείας φύσεως τοῦ ἀορίστου ἡ ἔννοια, ὑπὲρ πᾶν ὄνομά52

3,1

53

φαμεν εἶναι τὸ θεῖον, ἡ δὲ θεότης ἓν τῶν ὀνομάτων ἐστίν. οὐκοῦν οὐ δύναται τὸ αὐτὸ καὶ ὄνομα εἶναι καὶ ὑπὲρ πᾶν ὄνομα εἶναι νομίζεσθαι. Πλὴν εἰ τοῦτο τοῖς ἐναντίοις ἀρέσκοι, τὸ μὴ ἐνεργείας ἀλλὰ
5φύσεως εἶναι τὴν σημασίαν, ἐπαναδραμούμεθα πρὸς τὸν ἐξ ἀρχῆς λόγον, ὅτι τὸ τῆς φύσεως ὄνομα ἡμαρτημένως ἡ συ‐ νήθεια εἰς πλήθους σημασίαν ἀνάγει, οὔτε μειώσεως οὔτε αὐξήσεως κατὰ τὸν ἀληθῆ λόγον προσγινομένης τῇ φύσει, ὅταν ἐν πλείοσιν ἢ ἐλάττοσι θεωρῆται. μόνα γὰρ κατὰ σύν‐
10θεσιν ἀριθμεῖται, ὅσα κατ’ ἰδίαν περιγραφὴν θεωρεῖται· ἡ δὲ περιγραφὴ ἐν ἐπιφανείᾳ σώματος καὶ μεγέθει καὶ τόπῳ καὶ τῇ διαφορᾷ τῇ κατὰ τὸ σχῆμα καὶ χρῶμα καταλαμβάνεται· τὸ δὲ ἔξω τούτων θεωρούμενον ἐκφεύγει τὴν διὰ τῶν τοιούτων περιγραφήν. ὃ δὲ μὴ περιγράφεται οὐκ ἀριθμεῖται,
15τὸ δὲ μὴ ἀριθμούμενον ἐν πλήθει θεωρηθῆναι οὐ δύναται. ἐπεὶ καὶ τὸν χρυσόν φαμεν, κἂν εἰς πολλοὺς διακερματίζηται τύπους, ἕνα καὶ εἶναι καὶ λέγεσθαι· πολλὰ δὲ νομίσματα καὶ πολλοὺς στατῆρας ὀνομάζομεν, οὐδένα τῆς φύσεως τοῦ χρυσοῦ πλεονασμὸν ἐν τῷ πλήθει τῶν στατήρων εὑρίσκοντες.
20διὸ καὶ πολὺς ὁ χρυσὸς λέγεται, ὅταν ἐν ὄγκῳ πλείονι ἢ σκεύεσιν ἢ νομίσμασι θεωρῆται, πολλοὶ δὲ οἱ χρυσοὶ διὰ τὸ πλῆθος τῆς ὕλης οὐκ ὀνομάζονται· εἰ μή τις οὕτω λέγοι, χρυσοὺς πολλούς, ὡς τοὺς δαρεικοὺς ἢ τοὺς στατῆρας, ἐφ’ ὧν οὐχ ἡ ὕλη ἀλλὰ τὰ κέρματα τὴν τοῦ πλήθους σημασίαν
25ἐδέξατο. κυρίως γὰρ ἔστιν οὐχὶ χρυσοὺς ἀλλὰ χρυσέους53

3,1

54

τούτους εἰπεῖν. ὥσπερ τοίνυν πολλοὶ μὲν οἱ χρύσεοι στατῆρες, χρυσὸς δὲ εἷς, οὕτω καὶ πολλοὶ μὲν οἱ καθ’ ἕκαστον ἐν τῇ φύσει τοῦ ἀνθρώπου δεικνύμενοι, οἷον Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης, εἷς δὲ ἐν τούτοις ὁ ἄνθρωπος. κἂν ἡ γραφὴ
5πλατύνῃ τὸ ὄνομα κατὰ πληθυντικὴν σημασίαν ἐν τῷ λέγειν Ἄνθρωποι κατὰ τοῦ μείζονος ὀμνύουσι καὶ Υἱοὶ ἀνθρώπων, καὶ ὅσα τοιαῦτα, γνωστέον ὅτι τῇ συνηθείᾳ τῆς ἐπικρα‐ τούσης διαλέκτου κεχρημένη οὐχὶ νομοθετεῖ τὸ δεῖν οὕτως ἢ ὡς ἑτέρως κεχρῆσθαι τοῖς ῥήμασιν οὐδέ τινα τεχνικὴν
10περὶ ῥημάτων διδασκαλίαν ποιουμένη ταῦτα διέξεισιν, ἀλλὰ κατὰ τὴν ἐπικρατοῦσαν συνήθειαν χρῆται τῷ λόγῳ, πρὸς τοῦτο βλέπουσα μόνον, ὅπως ἂν ἐπωφελὴς γένοιτο τοῖς δεχομένοις ὁ λόγος, οὐδὲν ἀκριβολογουμένη κατὰ τὴν λέξιν, ἐν οἷς οὐδεμία βλάβη κατὰ διάνοιαν ἐκ τῶν ῥημάτων συν‐
15ίσταται. Καὶ μακρὸν ἂν εἴη τὰς σολοικοφανεῖς τοῦ λόγου συν‐ τάξεις ἐκ τῆς γραφῆς καταλέγειν εἰς τὴν τῶν εἰρημένων ἀπόδειξιν· ἐν οἷς δὲ κίνδυνός ἐστι βλαβῆναί τι τῆς ἀληθείας, οὐκέτι τὸ ἀβασάνιστόν τε καὶ ἀδιάφορον ἐν τοῖς γραφικοῖς
20εὑρίσκεται ῥήμασιν. διὰ τοῦτο ἀνθρώπους συγχωρεῖ πληθυν‐ τικῶς ὀνομάζειν διὰ τὸ μηδένα τῷ τοιούτῳ σχήματι τῆς φωνῆς εἰς πλῆθος ἀνθρωποτήτων ταῖς ὑπονοίαις ἐκπίπτειν, μηδὲ νομίζειν πολλὰς ἀνθρωπίνας φύσεις σημαίνεσθαι διὰ τὸ πληθυντικῶς ἐξαγγελθῆναι τὸ τῆς φύσεως ὄνομα· τὴν δὲ
25θεὸς φωνὴν παρατετηρημένως κατὰ τὸν ἑνικὸν ἐξαγγέλλει54

3,1

55

τύπον, τοῦτο προμηθουμένη, τὸ μὴ διαφόρους φύσεις ἐπὶ τῆς θείας οὐσίας ἐν τῇ πληθυντικῇ σημασίᾳ τῶν θεῶν παρεισά‐ γεσθαι. διό φησι Κύριος ὁ θεὸς κύριος εἷς ἐστιν· ἀλλὰ καὶ τὸν μονογενῆ θεὸν τῇ τῆς θεότητος ἀνακηρύσσει φωνῇ
5καὶ οὐ διαλύει τὸ ἓν εἰς δυϊκὴν σημασίαν, ὥστε δύο θεοὺς τὸν πατέρα καὶ τὸν υἱὸν ὀνομάσαι, κἂν ἑκάτερος θεὸς παρὰ τῶν ἁγίων κηρύσσηται· ἀλλὰ θεὸς μὲν ὁ πατήρ, θεὸς δὲ ὁ υἱός, εἷς δὲ ἐν τῷ αὐτῷ κηρύγματι ὁ θεὸς διὰ τὸ μήτε φύσεως μήτε ἐνεργείας ἐνθεωρεῖσθαί τινα διαφορὰν τῇ θεό‐
10τητι. εἰ γὰρ παρήλλακτο κατὰ τὴν τῶν ἠπατημένων ὑπόνοιαν ἐπὶ τῆς ἁγίας τριάδος ἡ φύσις, ἀκολούθως ἂν εἰς πλῆθος θεῶν ὁ ἀριθμὸς ἐπλατύνετο, τῇ ἑτερότητι τῆς οὐσίας τῶν ὑποκειμένων συνδιαιρούμενος. ἐπεὶ δὲ πᾶσαν ἀπωθεῖται τὴν κατ’ οὐσίαν ἑτερότητα ἡ θεία τε καὶ ἁπλῆ καὶ ἀναλλοίω‐
15τος φύσις, ἕως ἂν μία ᾖ, πλήθους σημασίαν ἐφ’ ἑαυτῆς οὐ προσίεται. ἀλλ’ ὥσπερ μία λέγεται φύσις, οὕτω καὶ τὰ ἄλλα πάντα ἑνικῶς ὀνομάζεται, θεός, ἀγαθός, ἅγιος, σωτήρ, δίκαιος, κριτής, καὶ εἴ τι ἄλλο τῶν θεοπρεπῶν ὀνομάτων νοεῖται, ὃ εἴτε πρὸς φύσιν εἴτε πρὸς ἐνέργειαν βλέπειν τις
20λέγει, οὐ διοισόμεθα. Εἰ δέ τις συκοφαντοίη τὸν λόγον ὡς ἐκ τοῦ μὴ δέχεσθαι τὴν κατὰ φύσιν διαφορὰν μίξιν τινὰ τῶν ὑποστάσεων καὶ ἀνακύκλησιν κατασκευάζοντα τοῦτο περὶ τῆς τοιαύτης
ἀπολογησόμεθα μέμψεως, ὅτι τὸ ἀπαράλλακτον τῆς φύσεως55

3,1

56

ὁμολογοῦντες τὴν κατὰ τὸ αἴτιον καὶ αἰτιατὸν διαφορὰν οὐκ ἀρνούμεθα, ἐν ᾧ μόνῳ διακρίνεσθαι τὸ ἕτερον τοῦ ἑτέρου καταλαμβάνομεν, τῷ τὸ μὲν αἴτιον πιστεύειν εἶναι τὸ δὲ ἐκ τοῦ αἰτίου· καὶ τοῦ ἐξ αἰτίας ὄντος πάλιν ἄλλην διαφορὰν
5ἐννοοῦμεν· τὸ μὲν γὰρ προσεχῶς ἐκ τοῦ πρώτου, τὸ δὲ διὰ τοῦ προσεχῶς ἐκ τοῦ πρώτου, ὥστε καὶ τὸ μονογενὲς ἀναμφίβολον ἐπὶ τοῦ υἱοῦ μένειν, καὶ τὸ ἐκ τοῦ πατρὸς εἶναι τὸ πνεῦμα μὴ ἀμφιβάλλειν, τῆς τοῦ υἱοῦ μεσιτείας καὶ αὐτῷ τὸ μονογενὲς φυλαττούσης καὶ τὸ πνεῦμα τῆς φυσικῆς πρὸς τὸν πατέρα
10σχέσεως μὴ ἀπειργούσης. Αἴτιον δὲ καὶ ἐξ αἰτίου λέγοντες οὐχὶ φύσιν διὰ τούτων τῶν ὀνομάτων σημαίνομεν (οὐδὲ γὰρ τὸν αὐτὸν ἄν τις αἰτίας καὶ φύσεως ἀποδοίη λόγον), ἀλλὰ τὴν κατὰ τὸ πὼς εἶναι διαφορὰν ἐνδεικνύμεθα. εἰπόντες γὰρ τὸ μὲν αἰτιατῶς τὸ δὲ
15ἄνευ αἰτίας εἶναι οὐχὶ τὴν φύσιν τῷ κατὰ τὸ αἴτιον λόγῳ διεχωρίσαμεν, ἀλλὰ μόνον τὸ μήτε τὸν υἱὸν ἀγεννήτως εἶναι μήτε τὸν πατέρα διὰ γεννήσεως ἐνεδειξάμεθα. πρότερον δὲ ἡμᾶς εἶναί τι πιστεύειν ἐπάναγκες, καὶ τότε πῶς ἐστι τὸ πεπιστευμένον περιεργάσασθαι· ἄλλος οὖν ὁ τοῦ τί ἐστι
20καὶ ἄλλος ὁ τοῦ πῶς ἐστι λόγος. τὸ οὖν ἀγεννήτως εἶναί τι λέγειν, πῶς μέν ἐστιν ὑποτίθεται, τί δέ ἐστι τῇ φωνῇ ταύτῃ οὐ συνενδείκνυται. καὶ γὰρ εἰ περὶ δένδρου τινὸς ἠρώτησας τὸν γεωργόν, εἴτε φυτευτὸν εἴτε αὐτομάτως ἐστίν, ὁ δὲ ἀπεκρίνατο ἢ ἀφύτευτον εἶναι τὸ δένδρον ἢ ἐκ φυτείας
25γενόμενον, ἆρα τὴν φύσιν διὰ τῆς ἀποκρίσεως ἐνεδείξατο56

3,1

57

ὁ μόνον τὸ πῶς ἐστιν εἰπὼν ἢ ἄδηλον καὶ ἀνερμήνευτον τὸν τῆς φύσεως ἀπέλιπε λόγον; οὕτω καὶ ἐνταῦθα ἀγέννητον μαθόντες ὅπως μὲν αὐτὸν εἶναι προσήκει νοεῖν ἐδιδάχθημεν, ὅ, τι δέ ἐστι διὰ τῆς φωνῆς οὐκ ἠκούσαμεν. τὴν οὖν τοιαύτην
5διαφορὰν ἐπὶ τῆς ἁγίας τριάδος λέγοντες, ὡς τὸ μὲν αἴτιον τὸ δὲ ἐξ αἰτίου εἶναι πιστεύειν, οὐκέτ’ ἂν ἐν τῷ κοινῷ τῆς φύσεως τὸν τῶν ὑποστάσεων λόγον συντήκειν αἰτιαθείημεν. Ἐπειδὴ τοίνυν τὰς μὲν ὑποστάσεις ἐπὶ τῆς ἁγίας τριάδος ὁ τοῦ αἰτίου διακρίνει λόγος, τὸ μὲν ἀναιτίως εἶναι τὸ δὲ
10ἐκ τοῦ αἰτίου πρεσβεύων, ἡ δὲ θεία φύσις ἀπαράλλακτός τε καὶ ἀδιαίρετος διὰ πάσης ἐννοίας καταλαμβάνεται, διὰ τοῦτο κυρίως μία θεότης καὶ εἷς θεὸς καὶ τὰ ἄλλα πάντα
τῶν θεοπρεπῶν ὀνομάτων μοναδικῶς ἐξαγγέλλεται.57