TLG 2015 001 :: TESTAMENTUM XL MARTYRUM :: Testamentum xl martyrum

TESTAMENTUM XL MARTYRUM Hagiogr.
(p. A.D. 4)

Testamentum xl martyrum

Source: Musurillo, H. (ed.), The acts of the Christian martyrs. Oxford: Clarendon Press, 1972: 354–360.

Citation: Chapter — section — (line)

t

1

Διαθήκη τῶν Ἁγίων καὶ Ἐνδόξων τοῦ Χριστοῦ Τεσσαράκοντα Μαρτύρων τῶν ἐν Σεβαστείᾳ τελειωθέντων

pro

1

Μελέτιος καὶ Ἀέτιος καὶ Εὐτύχιος οἱ δέσμιοι τοῦ Χριστοῦ 〈τοῖσ〉 κατὰ πᾶσαν πόλιν καὶ χώραν ἁγίοις ἐπισκόποις τε καὶ πρεσβυτέροις, διακόνοις τε καὶ ὁμολογηταῖς καὶ τοῖς λοιποῖς ἅπασιν ἐκκλησιαστι‐ κοῖς ἐν Χριστῷ χαίρειν.

1

.

1

Ἐπειδὰν τῇ τοῦ θεοῦ χάριτι καὶ ταῖς κοιναῖς τῶν πάντων εὐχαῖς τὸν προκείμενον ἡμῖν ἀγῶνα τελέσωμεν καὶ ἐπὶ τὰ βραβεῖα τῆς ἄνω κλήσεως φθάσωμεν, τότε καὶ ταύτην ἡμῶν τὴν γνώμην κυρίαν εἶναι βουλόμεθα ἐπὶ τὸ τὰ λείψανα ἡμῶν ἀνακομίζεσθαι τοῖς
5περὶ τὸν πρεσβύτερον καὶ πατέρα ἡμῶν Πρόϊδον καὶ τοὺς ἀδελφοὺς ἡμῶν Κρισπῖνον καὶ Γόρδιον σὺν σπουδάζοντι λαῷ, Κύριλλόν τε καὶ Μάρκον καὶ Σαπρίκιον τὸν τοῦ Ἀμμωνίου, εἰς τὸ κατατεθῆναι τὰ λείψανα ἡμῶν ὑπὸ τὴν πόλιν Ζήλων ἐν τῷ χωρίῳ Σαρεῖμ. εἰ γὰρ καὶ ἐκ διαφόρων χωρίων τυγχάνομεν πάντες, ἀλλά γε μίαν καὶ τὴν αὐτὴν
10τῆς καταπαύσεως εἱλόμεθα κατάθεσιν. ἐπειδὴ γὰρ κοινὸν ἐθέμεθα τὸν τοῦ ἄθλου ἀγῶνα, κοινὴν συνεθέμεθα καὶ τὴν κατάπαυσιν ποιήσα‐ σθαι ἐν τῷ προειρημένῳ χωρίῳ. ταῦτα οὖν καὶ τῷ ἁγίῳ πνεύματι ἔδοξεν, καὶ ἡμῖν ἤρεσεν.

1

.

2

τούτου ἕνεκεν ἡμεῖς οἱ περὶ Ἀέτιον καὶ Εὐτύχιον καὶ τοὺς λοιποὺς ἐν Χριστῷ ἀδελφοὺς ἡμῶν παρακαλοῦμεν τοὺς κυρίους ἡμῶν γονεῖς καὶ ἀδελφοὺς πάσης λύπης καὶ ταραχῆς ἐκτὸς γενέσθαι, τῆς δὲ φιλαδέλφου κοινωνίας τιμῆσαι τὸν ὅρον καὶ
5τῷ βουλήματι ἡμῶν σπουδαίως συνάρασθαι, ὅπως τῆς ὑπακοῆς καὶ τῆς συμπαθείας τὸν μέγαν μισθὸν παρὰ τοῦ κοινοῦ πατρὸς ἡμῶν κομίσησθε.

1

.

3

ἔτι δὲ ἀξιοῦμεν πάντας μηδένα τῶν ἐκ τῆς καμίνου ἀνελομένων λειψάνων ἡμῶν ἓν ἑαυτῷ περιποιήσασθαι, ἀλλὰ καὶ τῆς ἐν ταὐτῷ συναθροίσεως φροντίσαντα ἀποδοῦναι τοῖς προειρημένοις, ἵνα καὶ τῆς σπουδῆς τὸν τόνον ἐπιδειξάμενος καὶ τῆς εὐγνωμοσύνης
354
5τὸ ἀκέραιον αὐτῶν τῶν πόνων τῆς συμπαθείας τὸ κέρδος κομίσηται. καθάπερ ἡ Μαρία προσκαρτερήσασα τῷ τάφῳ τοῦ Χριστοῦ καὶ πρὸ πάντων θεασαμένη τὸν κύριον, πρώτη καὶ τῆς χαρᾶς καὶ εὐλογίας ἐδέξατο τὴν χάριν.

1

.

4

εἰ δέ τις τῷ βουλήματι ἡμῶν ἐναντιωθῇ, τοῦ μὲν θείου κέρδους ἀλλότριος ἔστω, τῆς δὲ παρακοῆς πάσης ὑπόδικος, μικρῷ βουλήματι ἀπολέσας τὸ δίκαιον, τέμνειν ἡμᾶς ἀπ’ ἀλλήλων ὅσον τὸ ἐφ’ ἑαυτὸν βιαζόμενος, οὓς ὁ ἅγιος ἡμῶν σωτὴρ ἰδίᾳ χάριτι
5καὶ προνοίᾳ τῇ πίστει συνέζευξεν.

1

.

5

εἰ δὲ καὶ ὁ παῖς Εὐνοϊκὸς νεύματι τοῦ φιλανθρώπου θεοῦ ἐπὶ τὸ αὐτὸ τοῦ ἀγῶνος καταντήσει τέλος τὴν αὐτὴν ἡμῶν ἠξίωσεν ἔχειν καὶ καταμονήν· ἐὰν δὲ δια‐ φυλαχθῇ ἀβλαβὴς τῇ τοῦ Χριστοῦ χάριτι καὶ ἔτι ἐν τῷ κόσμῳ
5ἐξετάζοιτο, σχολάζειν αὐτὸν μετ’ ἐλευθερίας τῷ μαρτυρίῳ ἡμῶν παραγγέλλομεν καὶ τὰς ἐντολὰς τοῦ Χριστοῦ φυλάττειν παρακαλοῦ‐ μεν, ἵνα ἐν τῇ μεγάλῃ τῆς ἀναστάσεως ἡμέρᾳ τῆς μεθ’ ἡμῶν ἀπολαύσεως τύχῃ, ἐπειδὴ καὶ ἐν τῷ κόσμῳ ὢν τὰς αὐτὰς ἡμῖν ὑπέμεινε θλίψεις.

1

.

6

ἡ γὰρ πρὸς τὸν ἀδελφὸν εὐγνωμοσύνη δικαιο‐ σύνην βλέπει θεοῦ, ἡ δὲ πρὸς τοὺς ὁμοιογενεῖς παρακοὴ ἐντολὴν θεοῦ πατεῖ· γέγραπται γὰρ ὅτι Ὁ ἀγαπῶν τὴν ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψυχήν.

2

.

1

Τοιγαροῦν ἀξιῶ ὑμᾶς, ἀδελφὲ Κρισπῖνε, καὶ παραγγέλλω, ὡς πάσης κοσμικῆς ἡδυπαθείας καὶ πλάνης γενέσθαι ξένους. σφαλερὰ γὰρ καὶ οὐκ εὔτονος ἡ τοῦ κόσμου δόξα, ἣ πρὸς ὀλίγον μὲν ἀνθεῖ καὶ αὖθις μαραίνεται χόρτου δίκην, ταχύτερον τῆς ἀρχῆς δεξαμένη τὸ
5τέλος. προσδραμεῖν δὲ μᾶλλον θελήσατε τῷ φιλανθρώπῳ θεῷ, ὃς πλοῦτον μὲν ἀνελλιπῆ παρέχει τοῖς εἰς αὐτὸν προστρέχουσι, ζωὴν δὲ αἰώνιον βραβεύει τοῖς εἰς αὐτὸν πιστεύουσι.

2

.

2

καιρὸς οὗτος ἐπιτήδειος τοῖς σώζεσθαι θέλουσι, ἄφθονον μὲν παρέχων τῆς μετα‐ νοίας τὴν προθεσμίαν, ἀπροφάσιστον δὲ τῆς πολιτείας τὴν πρᾶξιν,
μηδὲν ἀναβαλλομένοις πρὸς τὸ μέλλον. ἀπροόρατος γὰρ ἡ τοῦ βίου356
5μεταβολή. ἀλλ’ εἰ καὶ ἐγνώρισας, ὅρα τὸ χρήσιμον καὶ ἐν αὐτῇ ἐπίδειξαι τῆς θεοσεβείας τὸ ἄχραντον, ἵνα ἐν αὐτῷ καταληφθεὶς τῶν προγεγονότων ἁμαρτημάτων ἀπαλείψῃς τὸ χειρόγραφον· Ἐν ᾧ γὰρ εὕρω σε, φησίν, ἐν τούτῳ καὶ κρινῶ σε.

2

.

3

σπουδάσατε οὖν ἐν ταῖς ἐντολαῖς τοῦ Χριστοῦ εὑρεθῆναι ἄμεμπτοι, ὅπως φύγητε τὸ ἀκοί‐ μητον καὶ αἰώνιον πῦρ· ὅτι γὰρ ὁ καιρὸς συνεσταλμένος πάλαι βοᾷ ἡ θεία φωνή.

2

.

4

ἀγάπην οὖν πρὸ πάντων τιμήσατε· αὕτη γὰρ μόνη τιμᾷ τὸ δίκαιον φιλαδελφίας νόμῳ πειθομένη θεῷ· καὶ γὰρ διὰ τοῦ ὁρωμένου ἀδελφοῦ ὁ ἀόρατος τιμᾶται θεός· καὶ πρὸς μὲν τοὺς ὁμομητρίους ἀδελφοὺς ὁ λόγος, πρὸς δὲ πάντας τοὺς φιλοχρίστους ἡ
5γνώμη. καὶ γὰρ ὁ ἅγιος ἡμῶν σωτὴρ καὶ θεὸς ἐκείνους ἔφασκεν ἀδελφοὺς εἶναι, τοὺς οὐχὶ τῇ φύσει κοινωνοῦντας ἀλλήλοις, ἀλλὰ τῇ ἀρίστῃ πράξει πρὸς τὴν πίστιν συναπτομένους καὶ τὸ θέλημα ἐκ‐ πληροῦντας τοῦ πατρὸς ἡμῶν τοῦ ἐν τοῖς οὐρανοῖς.

3

.

1

Προσαγορεύομεν τὸν κύριν τὸν πρεσβύτερον Φίλιππον καὶ Προ‐ κλιανὸν καὶ Διογένην ἅμα τῇ ἁγίᾳ ἐκκλησίᾳ. προσαγορεύομεν τὸν κύριν Προκλιανὸν τὸν ἐν τῷ χωρίῳ Φυδελᾷ ἅμα τῇ ἁγίᾳ ἐκκλησίᾳ μετὰ τῶν ἰδίων. προσαγορεύομεν Μάξιμον μετὰ τῆς ἐκκλησίας,
5Μάγνον μετὰ τῆς ἐκκλησίας. προσαγορεύομεν Δόμνον μετὰ τῶν ἰδίων καὶ Ἴλην τὸν πατέρα ἡμῶν, Οὐάλην μετὰ τῆς ἐκκλησίας. προσαγορεύω καὶ ἐγὼ Μελέτιος τοὺς συγγενεῖς μου Λουτάνιον Κρίσπον καὶ Γόρδιον μετὰ τῶν ἰδίων, Ἐλπίδιον μετὰ τῶν ἰδίων, Ὑπερέχιον μετὰ τῶν ἰδίων.

3

.

2

προσαγορεύομεν καὶ τοὺς ἐν τῷ χωρίῳ Σαρεῖμ, τὸν πρεσβύτερον μετὰ τῶν ἰδίων, τοὺς διακόνους μετὰ τῶν ἰδίων, Μάξιμον μετὰ τῶν ἰδίων, Ἡσύχιον μετὰ τῶν ἰδίων, Κυριακὸν μετὰ τῶν ἰδίων. προσαγορεύομεν τοὺς ἐν Χαδουθὶ πάντας
5κατ’ ὄνομα. προσαγορεύομεν καὶ τοὺς ἐν Χαρισφώνῃ πάντας κατ’ ὄνομα. προσαγορεύω καὶ ἐγὼ Ἀέτιος τοὺς συγγενεῖς μου Μάρκον καὶ Ἀκυλίναν καὶ τὸν πρεσβύτερον Κλαύδιον καὶ τοὺς ἀδελφούς μου
Μάρκον, Τρύφωνα καὶ τὰς ἀδελφάς μου καὶ τὴν σύμβιόν μου Δόμναν μετὰ τοῦ παιδίου μου.358

3

.

3

προσαγορεύω καὶ ἐγὼ Εὐτύχιος τοὺς ἐν Ξιμάροις τὴν μητέρα μου Ἰουλίαν καὶ τοὺς ἀδελφούς μου Κύριλλον, Ῥοῦφον καὶ Ῥίγλον καὶ Κυρίλλαν καὶ τὴν νύμφην μου Βασιλείαν καὶ τοὺς διακόνους Κλαύδιον καὶ Ῥουφῖνον καὶ Πρόκλον. προσ‐
5αγορεύομεν καὶ τοὺς ὑπηρέτας τοῦ θεοῦ Σαπρίκιον 〈τὸν τοῦ〉 Ἀμμω‐ νίου καὶ Γενέσιον, καὶ Σωσάνναν μετὰ τῶν ἰδίων.

3

.

4

προσαγορεύομεν τοίνυν πάντες ἡμεῖς οἱ τεσσαράκοντα ἀδελφοὶ καὶ συνδέσμιοι πάντες Μελέτιος Ἀέτιος Εὐτύχιος Κυρίων Κάνδιδος Ἀγγίας Γάϊος Χουδίων Ἡράκλειος Ἰωάννης Θεόφιλος Σισίνιος Σμάραγδος Φιλοκτήμων
5Γοργόνιος Κύριλλος Σεβηριανὸς Θεόδουλος Νίκαλλος Φλάβιος Ξάν‐ θιος Οὐαλέριος Ἡσύχιος Δομετιανὸς Δόμνος Ἡλιανὸς Λεόντιος ὁ καὶ Θεόκτιστος Εὐνοϊκὸς Οὐάλης Ἀκάκιος Ἀλέξανδρος Βικράτιος ὁ καὶ Βιβιανὸς Πρίσκος Σακέρδων Ἐκδίκιος Ἀθανάσιος Λυσίμαχος Κλαύδιος Ἴλης καὶ Μελίτων. ἡμεῖς οὖν οἱ τεσσαράκοντα δέσμιοι
10τοῦ κυρίου Ἰησοῦ Χριστοῦ ὑπεγράψαμεν τῇ χειρὶ δι’ ἑνὸς ἡμῶν Μελετίου καὶ ἐκυρώσαμεν πάντα τὰ προγεγραμμένα καὶ ἠρέσθη πᾶσιν ἡμῖν. ψυχῇ δὲ καὶ πνεύματι θείῳ εὐχόμεθα, ὅπως τύχωμεν ἅπαντες τῶν αἰωνίων τοῦ θεοῦ ἀγαθῶν καὶ τῆς βασιλείας αὐτοῦ νῦν
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.360