TLG 2012 001 :: ACTA EUPLI :: Acta Eupli ACTA EUPLI Hagiogr. Acta Eupli Citation: Chapter — section — (line) | ||
t1 | Acta Eupli RECENSIO GRAECA Μαρτύριον τοῦ ἁγίου Εὔπλου. (εὐλόγησον, πάτερ.) | |
1.1 | Τοῖς κυρίοις ἡμῶν Διοκλιτιανῷ τὸ ἔννατον καὶ Μαξιμιανῷ τὸ ὄγδοον ὑπάτοις, τῇ πρὸ τριῶν καλανδῶν Μαΐων ἐν τῇ ἐπιφανεστάτῃ Κατάνῃ ἐν 〈τῷ〉 σικριταρίῳ πρὸ βήλου, ὡς ἔκραξεν Εὖπλος αὐτοῖς 〈καὶ〉 εἶπεν· Ἀποθανεῖν θέλω, Χριστιανὸς γάρ εἰμι. Καλβισιανὸς | |
5 | ὁ λαμπρότατος κορρήκτωρ εἶπεν· Εἴσελθε, ὁ κεκραγώς. καὶ ὡς εἰσῆλθεν ἐν τῷ σικριταρίῳ ὁ μακάριος Εὖπλος τὰ ἄχραντα εὐαγ‐ γέλια ἐπιφερόμενος, | |
---|---|---|
12* | Μάξιμος ὁ λαμπρότατος εἶπεν πρὸς αὐτόν· Ἀπρεπὲς πρᾶγμα κατέχεις καὶ ἀπεναντίας τῶν προσταγμάτων τῶν αὐτοκρατόρων ἡμῶν. Καλβισιανὸς κορρέκτωρ εἶπεν· Ταῦτα πόθεν εἰσίν; εἰ ἐκ τῆς οἰκίας σου ἐξενέχθησαν; ὁ μακάριος Εὖπλος εἶπεν· | |
5 | Οὐκ ἔχω οἰκίαν· τοῦτο καὶ ὁ κύριος οἶδεν. | |
1.3 | Καλβισιανὸς εἶπεν· Σὺ προεκόμισας αὐτὰ ἐνθάδε; Εὖπλος εἶπεν· Ἠνέχθησαν ὧδε ὑπ’ ἐμοῦ, καθὼς καὶ αὐτὸς ὁρᾷς. Καλβισιανὸς κορρέκτωρ εἶπεν· Κἀγὼ οἶδα ὅτι σὺ αὐτὰ προήγαγες ἐμοῦ παρόντος, κατενώπιόν μου. τί οὖν | |
5 | εἰσὶν ταῦτα; ἀνάγνωθι καὶ εἰπέ μοι. | |
1.4 | καὶ ὡς ἀνέγνω τὸ κατὰ Ματθαῖον καὶ κατὰ Μᾶρκον 〈καὶ〉 κατὰ Λουκᾶν καὶ κατὰ Ἰωάννην ἅγια εὐαγγέλια, Καλβισιανὸς κορρέκτωρ εἶπεν πρὸς τὸν μακάριον Εὖπλον· 〈Τί〉 ταῦτα εἰσίν; ὁ μακάριος Εὖπλος εἶπεν· Ὁ νόμος | |
5 | κυρίου τοῦ θεοῦ μού ἐστιν, ὅνπερ παρέλαβον παρ’ αὐτοῦ. | |
1.5 | Καλ‐ | |
βισιανὸς εἶπεν· Παρὰ τίνος ἔλαβες αὐτὰ φράσον ἡμῖν. ὁ μακάριος Εὖπλος εἶπεν· Ἤδη εἶπόν σοι ὅτι παρὰ τοῦ κυρίου μου Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ θεοῦ ἐκομισάμην αὐτά. Καλβισιανὸς εἶπεν· | 310 | |
5 | Ἐπειδὴ φανερὰ ἐγένετο ἡμῖν ἡ αὐτοῦ ὁμολογία, δημοσίᾳ προσ‐ ενεχθήτω αὕτη. | |
2.1 | Τοῖς δεσπόταις ἡμῶν Διοκλιτιανῷ τὸ ἔννατον καὶ Μαξιμιανῷ τὸ ὄγδοον 〈ὑπάτοισ〉, τῇ πρὸ μιᾶς εἰδῶν Αὐγούστων ἐν τῇ Καταναίων πόλει πρὸ τοῦ βήματος, ἑστὼς ἐν τῷ μέσῳ ὁ μακάριος Εὖπλος· ᾧ τινι Καλβισιανὸς ὁ κορρέκτωρ ἔφη· Ἅπερ προσωμολόγησας ἀνα‐ | |
5 | γέγραπται. τί οὖν τῇ τήμερον ἡμέρᾳ φθέγγῃ ἔκφανον ἡμῖν. ὁ μακάριος Εὖπλος εἶπον· Ἃ εἶπον τότε, ἰδοὺ καὶ νῦν τὰ αὐτὰ ὁμο‐ λογῶ. | |
2.2 | Καλβισιανὸς κορρέκτωρ εἶπεν· Κατέχεις τὰς κωλυθείσας ἀναγνώσεις· ὁ μακάριος Εὖπλος εἶπεν· Κατέχω. Καλβισιανὸς εἶπεν πρὸς αὐτόν· Καὶ ποῦ εἰσιν; [ἴδωμεν πῶς περιέχουσιν.] ὁ μακάριος Εὖπλος εἶπεν· Παρ’ ἐμοί εἰσιν. Καλβισιανὸς ἔφη· Εἰ νῦν ἔχεις αὐτάς, | |
5 | ἐνθάδε προκόμισον ἡμῖν. ὁ μακάριος Εὖπλος εἶπεν· Ἐνταῦθά εἰσιν. Καλβισιανὸς ὁ κορρέκτωρ εἶπεν· Ταθήτω Εὖπλος καὶ τυπτέσθω ἕως ἂν ὑπόσχηται θύειν τοῖς θεοῖς. Πολλὰ τοίνυν βασανισθείς, τέλος ὑπέμεινεν τὸν τοῦ μαρτυρίου ἀγῶνα καὶ τῆς ὀρθοδόξου πίστεως τὸν στέφανον κομισάμενος. Καλβισιανὸς κορρέκτωρ ἀποκριθεὶς εἶπεν· | |
10 | Οἱ ἀντίπαλοι καὶ ἐχθροὶ τῶν μεγίστων ἡμῶν θεῶν καὶ μὴ ὑπο‐ κύπτοντες καὶ πειθήνιοι γενόμενοι τοῖς δεσπόταις τοῖς αὐτοκράτορ‐ σιν καὶ ἀεισεβάστοις, εἰς ἑαυτοὺς ἁμαρτάνοντες ἑκουσίως, διὰ τάχους δεῖ αὐτοὺς ἀναλωθῆναι. | |
2.3 | τοιγαροῦν κελεύομεν Εὔπλουν τὸν ἀνοσι‐ ουργόν, τὸν τὰς φρενοβλαβεῖς συλλαβὰς ἡμῖν δημηγορήσαντα ἐν τῷ δικαιωτάτῳ ἡμῶν δικαστηρίῳ, τιμωρίαις δειναῖς καθυποβλη‐ θέντα τῇ τοῦ ξίφους ὑπάγεσθαι ψήφῳ. | |
2.4 | καὶ οὕτως ἐκομίσατο ὁ μακάριος Εὖπλος τὸν ἀμαράντινον στέφανον παρὰ Χριστοῦ τοῦ θεοῦ ἡμῶν, ὅτι αὐτῷ πρέπει δόξα καὶ τιμὴ σὺν τῷ παναγίῳ, ἀχράντῳ καὶ ζωοποιῷ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. | |
5 | ἀμήν. | 311 |