TLG 2011 001 :: MARTYRIUM AGAPAE, IRENAE, CHIONAE ET SODALIUM :: Martyrium Agapae, Irenae, Chionae et sodalium

MARTYRIUM AGAPAE, IRENAE, CHIONAE ET SODALIUM Hagiogr.
(p. A.D. 4)

Martyrium Agapae, Irenae, Chionae et sodalium

Source: Musurillo, H. (ed.), The acts of the Christian martyrs. Oxford: Clarendon Press, 1972: 280–292.

Citation: Chapter — section — (line)

t

1

Μαρτύριον τῶν Ἁγίων Ἀγάπης, Εἰρήνης, καὶ Χιόνης μαρτυρησάντων ἐν Θεσσαλονίκῃ

1

.

1

Ἐπὶ τῆς παρουσίας καὶ ἐπιφανείας τοῦ δεσπότου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ὅσῳ πλείων ἡ χάρις τῶν πάλαι, τοσούτῳ μείζων ἡ νίκη τῶν ἁγίων. ἀντὶ γὰρ τῶν πολεμίων τῶν ὁρατῶν, ἀόρατοι ἐχθροὶ νικῶνται, ἀφανεῖς δαιμόνων ὑποστάσεις πυρὶ παρα‐
5δίδονται ὑπὸ γυναικῶν καθαρῶν καὶ σεμνῶν, πνεύματος ἁγίου πληρουμένων.

1

.

2

γυναῖκες γὰρ ἅγιαι τρεῖς ἐκ Θεσσαλονίκης ὁρμώ‐ μεναι πόλεως, τῆς ὑπὸ τοῦ πανσόφου Παύλου δοξαζομένης ἐπὶ πίστει καὶ ἀγάπῃ, λέγοντος Ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν θεὸν ἐξελήλυθεν, καὶ πάλιν περὶ τῆς φιλαδελφίας Οὐ
5χρείαν ἔχετε γράφεσθαι ὑμῖν, αὐτοὶ γὰρ ὑμεῖς θεοδίδα‐ κτοί ἐστε εἰς τὸ ἀγαπᾶν ἀλλήλους, διωγμοῦ καταλαβόντος τοῦ κατὰ Μαξιμιανόν, καὶ αὗται ἑαυτὰς ταῖς ἀρεταῖς κοσμήσασαι καὶ τοῖς εὐαγγελικοῖς νόμοις πειθόμεναι, καταλείπουσι μὲν τὴν πατρίδα καὶ γένος καὶ περιουσίαν καὶ κτῆσιν διὰ τὴν περὶ τὸν θεὸν
10ἀγάπην καὶ προσδοκίαν τῶν ἐπουρανίων ἀγαθῶν, ἄξια τοῦ πατρὸς Ἀβραὰμ διαπραττόμεναι. καὶ φεύγουσι μὲν τοὺς διώκοντας κατὰ τὴν ἐντολήν, καὶ καταλαμβάνουσιν ὄρος τι ὑψηλόν.

1

.

3

κἀκεῖ ταῖς προσευχαῖς ἐσχόλαζον, καὶ τὸ μὲν σῶμα τῷ ὕψει τοῦ ὄρους προσ‐
ῆπτον, τὴν δὲ ψυχὴν ἐν οὐρανοῖς εἶχον πολιτευομένην.280

2

.

1

Ἐκ τούτου τοίνυν τοῦ τόπου συλληφθεῖσαι, προσάγονται τῷ διωγμίτῃ ἄρχοντι, ἵνα τὸ λεῖπον τῶν ἐντολῶν ἐπιτελέσασαι καὶ μέχρι θανάτου τὸν δεσπότην ἀγαπήσασαι τὸν τῆς ἀφθαρσίας ἀναδή‐ σωνται στέφανον.

2

.

2

τούτων τοίνυν ἡ μὲν καθαρὸν καὶ λαμπρὸν τοῦ βαπτίσματος φυλάττουσα, κατὰ τὸν ὅσιον προφήτην τὸν λέγοντα Πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι Χιόνη προση‐ γόρευται. ἡ δὲ τὴν δωρεὰν τοῦ σωτῆρος καὶ θεοῦ ἡμῶν ἐν ἑαυτῇ
5ἔχουσα καὶ πρὸς πάντας ἐπιδεικνυμένη κατὰ τὴν ἁγίαν ῥῆσιν τὴν λέγουσαν·

2

3*

Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, Εἰρήνη παρὰ πάντων ἐκαλεῖτο. ἡ δὲ τὸ τέλειον μὲν τῆς παραγγελίας κεκτημένη, ἔχουσα τὴν περὶ θεὸν ἀγάπην ἐξ ὅλης καρδίας καὶ τὸν πλησίον ὡς ἑαυτήν, κατὰ τὸν ἅγιον ἀπόστολον τὸν λέγοντα Τὸ δὲ τέλος τῆς
5παραγγελίας ἐστὶν ἀγάπη φερωνύμως Ἀγάπη προσονομάζεται.

2

.

4

ταύτας τὰς τρεῖς προσαχθείσας αὑτῷ ὁ ἄρχων καὶ μὴ θελούσας θύειν πυρὶ κατέκρινεν, ἵνα διὰ πυρὸς προσκαίρου τοὺς αὐτῷ πειθο‐ μένους νικήσασαι διάβολον καὶ πᾶσαν αὐτοῦ τὴν ὑπ’ οὐρανῶν δαι‐ μόνων στρατιάν, τὸν ἀμαράντινον τῆς δόξης στέφανον ἀναδήσωνται
5καὶ μετ’ ἀγγέλων διὰ παντὸς δοξάσωσιν τὸν τὴν χάριν δωρησάμενον θεόν. τὰ δὲ πραχθέντα περὶ αὐτῶν ὑπομνήματά ἐστιν τὰ ὑποτε‐ ταγμένα.

3

.

1

Προκαθίσαντος Δουλκητίου ἡγεμόνος ἐπὶ τοῦ βήματος, Ἀρτε‐ μήσιος κομενταρήσιος εἶπεν· Ὁποίαν νοτωρίαν περὶ τῶν παρεστώ‐ των τούτων ὁ ἐνθάδε στατιωνάριος ἀπέστειλεν πρὸς τὴν σὴν Τύχην, εἰ κελεύεις, ἀναγινώσκω. Δουλκήτιος ἡγεμὼν εἶπεν· Ἀνάγνωθι. καὶ
5ἐκ τῆς τάξεως ἀνεγνώσθη. Σοὶ τῷ ἐμῷ δεσπότῃ Κάσσανδρος βενε‐ φικιάριος. γίνωσκε, κύριε, Ἀγάθωνα καὶ Εἰρήνην καὶ Ἀγάπην καὶ Χιόνην καὶ Κασσίαν καὶ Φιλίππαν καὶ Εὐτυχίαν 〈μὴ〉 βούλεσθαι ἱερόθυτον φαγεῖν, ἅστινας προσάγω σου τῇ Τύχῃ.

3

.

2

Δουλκήτιος ἡγεμὼν εἶπεν πρὸς αὐτούς· Τίς ἡ τοσαύτη μανία τὸ μὴ πείθεσθαι ὑμᾶς τῇ κελεύσει τῶν θεοφιλεστάτων βασιλέων ἡμῶν καὶ Καισάρων; καὶ πρὸς Ἀγάθωνα εἶπεν· Διὰ τί παραγενόμενος εἰς τὰ ἱερά, καθὼς
5οἱ καθωσιωμένοι, τοῖς ἱεροῖς οὐκ ἐχρήσω; Ἀγάθων εἶπεν· Ὅτι Χριστιανός εἰμι.282

3

.

3

Δουλκήτιος ἡγεμὼν εἶπεν· Ἔτι καὶ σήμερον τοῖς αὐτοῖς ἐπιμένεις; Ἀγάθων εἶπεν· Ναί. Δουλκήτιος εἶπεν· Σὺ τί λέγεις, ἡ Ἀγάπη; Ἀγάπη εἶπεν· Θεῷ ζῶντι πεπίστευκα, καὶ οὐ βούλομαι τὴν συνείδησίν μου ἀπολέσαι.

3

.

4

Δουλκήτιος ἡγεμὼν εἶπεν· Σὺ τί λέγεις, Εἰρήνη; διὰ τί οὐκ ἐπείσθης τῇ κελεύσει τῶν δεσποτῶν ἡμῶν τῶν βασιλέων καὶ Καισάρων; Εἰρήνη εἶπεν· Διὰ φόβον θεοῦ. ὁ ἡγεμὼν εἶπεν· Σὺ τί λέγεις, Χιόνη; Χιόνη εἶπεν· Θεῷ
5ζῶντι πεπίστευκα καὶ οὐ ποιῶ τοῦτο. ὁ ἡγεμὼν λέγει· Σὺ τί λέγεις, Κασσία; Κασσία εἶπεν· Τὴν ψυχήν μου σῶσαι θέλω. ὁ ἡγεμὼν εἶπεν· Τῶν ἱερῶν μεταλαβεῖν θέλεις; Κασσία εἶπεν· Οὐ θέλω.

3

.

5

ὁ ἡγεμὼν εἶπεν· Σὺ τί λέγεις, ἡ Φιλίππα; Φιλίππα εἶπεν· Τὸ αὐτὸ λέγω. ὁ ἡγεμὼν εἶπεν· Τί ἐστι τὸ αὐτό; Φιλίππα εἶπεν· Ἀποθανεῖν θέλω μᾶλλον ἢ φαγεῖν. ὁ ἡγεμὼν εἶπεν· Σὺ τί λέγεις, Εὐτυχία;
5Εὐτυχία εἶπεν· Τὸ αὐτὸ λέγω, ἀποθανεῖν μᾶλλον θέλω.

3

.

6

ὁ ἡγεμὼν εἶπεν· Ἄνδρα ἔχεις; Εὐτυχία εἶπεν· Ἐτελεύτησεν. ὁ ἡγεμὼν εἶπεν· Πότε ἐτελεύτησεν; Εὐτυχία εἶπεν· Πρὸ μηνῶν τάχα ἑπτά. ὁ ἡγεμὼν εἶπεν· Πόθεν οὖν ἐγκύμων εἶ; Εὐτυχία εἶπεν· Ἐξ οὗ ἔδωκέν μοι ὁ
5θεὸς ἀνδρός.

3

.

7

ὁ ἡγεμὼν εἶπεν· Πῶς οὖν ἐγκύμων τυγχάνεις, ὁπότε λέγεις τὸν ἄνδρα σου τετελευτηκέναι; Εὐτυχία εἶπεν· Τὴν βούλησιν τοῦ παντοκράτορος θεοῦ οὐδεὶς δύναται εἰδέναι. οὕτως ἠθέλησεν ὁ θεός. ὁ ἡγεμὼν εἶπεν· Παύσασθαι τὴν Εὐτυχίαν τῆς μανίας προ‐
5τρέπομαι μετελθεῖν τε ἐπὶ τὸν ἀνθρώπινον λογισμόν. τί λέγεις; πείθῃ τῇ βασιλικῇ κελεύσει; Εὐτυχία εἶπεν· Οὐ πείθομαι, Χριστιανή εἰμι, θεοῦ δούλη παντοκράτορος. ὁ ἡγεμὼν εἶπεν· Εὐτυχία, διὰ τὸ ἐγκύμονα αὐτὴν εἶναι, τέως ἀναληφθήσεται εἰς τὸ δεσμωτήριον.

4

.

1

Καὶ προσέθηκεν· Σὺ τί λέγεις, Ἀγάπη; ποιεῖς ταῦτα πάντα ὅσα
ἡμεῖς οἱ καθωσιωμένοι τοῖς δεσπόταις ἡμῶν βασιλεῦσι καὶ Καίσαρσι ποιοῦμεν; Ἀγάπη εἶπεν· Οὐκ ἔνι καλῶς τῷ σατανᾷ. οὐκ ἄγει μου τὸν λογισμόν. ἀνίκητος ὁ λογισμὸς ἡμῶν. ὁ ἡγεμὼν εἶπεν· Σὺ τί λέγεις,284
5Χιόνη; Χιόνη εἶπεν· Τὸν λογισμὸν ἡμῶν οὐδεὶς δύναται μεταγαγεῖν.

4

.

2

ὁ ἡγεμὼν εἶπεν· Μή τινά ἐστιν παρ’ ὑμῖν τῶν ἀνοσίων Χριστιανῶν ἢ ὑπομνήματα ἢ διφθέραι ἢ βιβλία; Χιόνη εἶπεν· Οὐκ ἔστιν, κύριε· ἅπαντα γὰρ οἱ νῦν αὐτοκράτορες ἐξεφόρησαν. ὁ ἡγεμὼν εἶπεν· Τίνες ὑμῖν τὴν γνώμην ταύτην ἔδωκαν; Χιόνη εἶπεν· Ὁ παντοκράτωρ
5θεός. ὁ ἡγεμὼν εἶπεν· Τίνες εἰσὶν οἱ συμβουλεύσαντες ὑμῖν εἰς ταύτην τὴν ἀπόνοιαν ἐλθεῖν; Χιόνη εἶπεν· Ὁ θεὸς ὁ παντοκράτωρ καὶ ὁ υἱὸς αὐτοῦ ὁ μονογενής, ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός.

4

.

3

Δουλκήτιος ἡγεμὼν εἶπεν· Πάσας ὑποκεῖσθαι τῇ καθοσιώσει τῶν δεσποτῶν ἡμῶν τῶν βασιλέων καὶ Καισάρων πᾶσι πρόδηλόν ἐστιν. ἐπειδὴ δὲ ἀπονοίᾳ τινὶ χρησάμεναι ἀπὸ τοσούτου χρόνου καὶ τοσαύ‐ της παραγγελίας γενομένης καὶ τοσούτων διαταγμάτων προτεθέντων,
5τηλικαύτης ἀπειλῆς ἐπηρτημένης, κατεφρονήσατε τῆς κελεύσεως τῶν δεσποτῶν ἡμῶν τῶν βασιλέων καὶ Καισάρων, ἐπιμένουσαι τῷ ἀνοσίῳ ὀνόματι τῶν Χριστιανῶν, ἔτι τε μὴν καὶ τήμερον ἀναγκαζό‐ μεναι ὑπό τε τῶν στρατιωνιζόντων καὶ τῶν πρωτευόντων ἀρνήσασθα καὶ ἐγγράφως ποιῆσαι τὰ κελευσθέντα, οὐ βούλεσθε. τούτου ἕνεκεν
10τὴν δέουσαν εἰς ἑαυτὰς τιμωρίαν ἐκδέξασθε.

4

.

4

καὶ τὴν ἀπόφασιν ἔγγραφον ἐκ χάρτου ἀνέγνω· Ἀγάπην καὶ Χιόνην, ἐπειδὴ ἀκαθοσιώ‐ τῳ διανοίᾳ ἐναντία ἐφρόνησαν τῷ θείῳ θεσπίσματι τῶν δεσποτῶν ἡμῶν Αὐγούστων καὶ Καισάρων, ἔτι εἰκαίαν καὶ ἕωλον καὶ στυγητὴν
5πᾶσι τοῖς καθωσιωμένοις σέβουσαι τὴν τῶν Χριστιανῶν θρησκείαν, πυρὶ ἐκέλευσα παραδοθῆναι. καὶ προσέθηκεν· Ἀγάθων καὶ Εἰρήνη καὶ Κασσία καὶ Φιλίππα καὶ Εὐτυχία διὰ τὸ νέον τῆς ἡλικίας τέως ἐμβληθήσονται εἰς τὸ δεσμωτήριον.

5

.

1

Μετὰ δὲ τὸ τελειωθῆναι τὰς ἁγιωτάτας διὰ πυρός, τῇ ἑξῆς προσαχθείσης πάλιν τῆς ἁγίας Εἰρήνης, ὁ ἡγεμὼν Δουλκήτιος εἶπεν πρὸς αὐτήν· Ἡ πρόθεσις τῆς σῆς μανίας φανερὰ καὶ διὰ τῶν ὁρωμένων, ἥτις τοσαύτας διφθέρας καὶ βιβλία καὶ πινακίδας
5καὶ κωδικέλλους καὶ σελίδας γραφῶν τῶν ποτε γενομένων Χρι‐
στιανῶν τῶν ἀνοσίων ἐβουλήθης ἄχρι καὶ τῆς σήμερον φυλάξαι, προκομισθέντων τε ἐπέγνως, καθ’ ἕκαστον εἰποῦσα ἴδια μὴ εἶναι, μὴ ἀρκεσθεῖσα μήτε τῇ κολάσει τῶν ἑαυτῆς ἀδελφῶν μήτε τὸν φόβον ἐκεῖνον τοῦ θανάτου πρὸ ὀφθαλμῶν ἔχουσα.286

5

.

2

ὅθεν ἀνάγκη ἐπικεῖσθαι μέν σοι τὰ τῆς τιμωρίας. ἔστι δὲ ἐνδοῦναί σοι μέρος φιλανθρωπίας οὐκ ἄκαιρον ὥστε, εἰ βουληθείης νῦν γοῦν θεοὺς ἐπιγινώσκειν, εἶναί σε ἀθῴαν κινδύνου παντὸς καὶ κολάσεως. τί οὖν
5λέγεις; ποιεῖς τὴν κέλευσιν τῶν βασιλέων ἡμῶν καὶ Καισάρων καὶ ἑτοίμη εἶ ἱερόθυτον φαγεῖν σήμερον καὶ θῦσαι τοῖς θεοῖς; Εἰρήνη εἶπεν· Οὐχί, οὐκ εἰμὶ ἑτοίμη ποιῆσαι διὰ τὸν παντοκράτορα θεὸν τὸν κτίσαντα οὐρανόν τε καὶ γῆν καὶ θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς. μεγάλη γὰρ δίκη αἰωνίου βασάνου τοῖς παραβαίνουσιν τὸν
10λόγον τοῦ θεοῦ.

5

.

3

Δουλκήτιος ἡγεμὼν εἶπεν· Τίς σοι συνεβούλευσεν τὰς διφθέρας ταύτας καὶ τὰς γραφὰς μέχρι τῆς σήμερον ἡμέρας φυλάξαι; Εἰρήνη εἶπεν· Ὁ θεὸς ὁ παντοκράτωρ ὁ εἰπὼν ἕως θανάτου ἀγαπῆσαι αὐτόν. τούτου ἕνεκεν οὐκ ἐτολμήσαμεν προδοῦναι, ἀλλ’
5ᾑρετισάμεθα ἤτοι ζῶσαι καίεσθαι ἢ ὅσα ἂν συμβῇ ἡμῖν πάσχειν ἢ προδοῦναι αὐτάς.

5

.

4

ὁ ἡγεμὼν εἶπεν· Τίς σοι συνῄδει ταύτας εἶναι ἐν τῇ οἰκίᾳ ἐν ᾗ σὺ ᾤκεις; Εἰρήνη εἶπεν· Ἕτερος οὐδεὶς βλέπει εἰ μὴ ὁ παντοκράτωρ θεὸς ὁ πάντα εἰδώς· περισσότερος γὰρ οὐδείς. τοὺς ἰδίους ἐχθρῶν χείρονας ἡγησάμεθα μήπως κατηγορήσωσιν ἡμῶν,
5καὶ οὐδενὶ ἐμηνύσαμεν.

5

.

5

ὁ ἡγεμὼν εἶπεν· Τῷ περυσινῷ ἔτει, ἡνίκα ἡ τηλικαύτη κέλευσις αὐτῶν τῶν δεσποτῶν ἡμῶν τῶν βασι‐ λέων καὶ Καισάρων πρώτως ἐφοίτησεν, ποῦ ἀπεκρύφθητε; Εἰρήνη εἶπεν· Ὅπου ἂν ὁ θεὸς ἠθέλησεν, ἐν ὄρεσι, βλέπει ὁ θεός, ὕπαιθροι.
5ὁ ἡγεμὼν εἶπεν· Παρὰ τίνι ἐγίνεσθε; Εἰρήνη εἶπεν· Ὕπαιθροι ἐν ἄλλοις καὶ ἄλλοις ὄρεσιν.

5

.

6

ὁ ἡγεμὼν εἶπεν· Τίνες ἦσαν οἱ τὸν ἄρτον ὑμῖν παρέχοντες; Εἰρήνη εἶπεν· Ὁ θεὸς ὁ πᾶσι παρέχων. ὁ ἡγεμὼν εἶπεν· Συνέγνω ὑμῖν ὁ πατὴρ ὁ ὑμέτερος; Εἰρήνη εἶπεν· Μὰ τὸν παντοκράτορα θεόν, οὐ συνέγνω οὔτε ἔγνω ὅλως.

5

.

7

ὁ ἡγεμὼν εἶπεν· Τίς τῶν γειτόνων ὑμῖν συνῄδει; Εἰρήνη εἶπεν· Ἐπερώτα τοὺς γείτονας καὶ τοὺς τόπους, εἴ τις ἔγνω ὅπου ἡμεῖς
ἦμεν. ὁ ἡγεμὼν εἶπεν· Μετὰ τὸ ἐπανελθεῖν ἐκ τοῦ ὄρους ὑμᾶς, ὡς288
5σὺ φῄς, τὰ γραμματεῖα ταῦτα ἀνεγινώσκετε παρόντων τινῶν; Εἰρήνη εἶπεν· Ἐν τῷ οἴκῳ ἡμῶν ἦσαν καὶ οὐκ ἐτολμῶμεν αὐτὰ ἐξάγειν ἔξω. ὅθεν λοιπὸν καὶ ἐν θλίψει μεγάλῃ ἦμεν μείνασαι, ὅτι οὐκ ἠδυνάμεθα αὐτοῖς προσέχειν νύκτα καὶ ἡμέραν, καθὼς καὶ ἀπ’ ἀρχῆς ἐποιοῦμεν ἕως τῆς περυσινῆς ἡμέρας ἧς καὶ ἀπεκρύψαμεν αὐτά.

5

.

8

Δουλκήτιος ἡγεμὼν εἶπεν· Αἱ μὲν ἀδελφαὶ κατὰ τὰ προσταχθέντα αὐταῖς ἀπο‐ φάσει περιεβλήθησαν· σὺ δέ, ἐπεὶ αἰτία γεγένησαι καὶ πρότερον τῆς φυγῆς καὶ τῆς τῶν γραμμάτων τούτων καὶ διφθερῶν ἀποκρύψεως,
5ἀπαλλαγῆναι τοῦ βίου οὐ τῷ αὐτῷ τρόπῳ σε κελεύω ἀθρόως, ἀλλὰ διὰ τῆς ἐπαρήξεως τῶν ἀγορανόμων τῆς πόλεως ταύτης καὶ Ζωσί‐ μου τοῦ δημοσίου εἰς πορνεῖον στῆναι γυμνὴν κελεύω, λαμβάνουσαν ἐκ τοῦ παλατίου ἕνα ἄρτον μόνον, μὴ ἐπιτρεπόντων τῶν ἀγορανόμων ἀναχωρεῖν σε.

6

.

1

Εἰσαχθέντων οὖν τῶν ἀγορανόμων καὶ Ζωσίμου δούλου δημοσίου, ὁ ἡγεμὼν εἶπεν· Ὑμεῖς δὲ μὴ οὐκ ἀγνοεῖτε ὡς ἐὰν μηνυθείη μοι ἐκ τῆς τάξεως κἂν ἐλαχίστην ὥραν ἀπηλλάχθαι αὐτὴν ἐκ τοῦ τόπου ἐκείνου ἐν ᾧ προστέτακται ἑστάναι τὸ τηνικαῦτα τῇ ἀνωτάτῳ δίκῃ
5ὑποβληθήσεσθε. τὰ δὲ γραμματεῖα τὰ προκομισθέντα ἐν τοῖς πυρ‐ γίσκοις καὶ τοῖς κιβωτίοις τῆς Εἰρήνης δημοσίᾳ καήτωσαν.

6

.

2

καὶ κατὰ τὸ πρόσταγμα τοῦτο τοῦ ἡγεμόνος ἀπαγαγόντων αὐτὴν τῶν εἰς τοῦτο τεταγμένων ἐπὶ τὸν δημόσιον τόπον τοῦ πορνείου, διὰ τὴν χάριν τοῦ ἁγίου πνεύματος τὴν φρουροῦσαν αὐτὴν καὶ φυλάττουσαν
5καθαρὰν τῷ τῶν ὅλων δεσπότῃ θεῷ, μηδενὸς τολμήσαντος προσ‐ ελθεῖν μήτε μέχρι ῥήματος ὑβριστικόν τι ἐπιτηδεύσαντος τελέσαι, ἀνακαλεσάμενος τὴν ἁγιωτάτην Δουλκήτιος ἡγεμὼν καὶ στήσας ἐπὶ τοῦ βήματος, εἶπεν πρὸς αὐτήν· Ἐμμένεις ἔτι τῇ αὐτῇ ἀπονοίᾳ; Εἰρήνη εἶπεν πρὸς αὐτόν· Οὐχὶ ἀπονοίᾳ ἀλλὰ θεοσεβείᾳ.

6

.

3

ὁ δὲ ἡγεμὼν Δουλκήτιος εἶπεν· Καὶ ἀπὸ τῆς προτέρας σου ἀποκρίσεως φανερῶς ἐδείχθη τὸ μὴ καθωσιωμένως πεπεῖσθαι τῇ κελεύσει τῶν βασιλέων· καὶ νῦν ἔτι ἐμμένουσάν σε τῇ αὐτῇ ἀπονοίᾳ θεωρῶ. ὅθεν
5λήψῃ τὴν δέουσαν τιμωρίαν. καὶ αἰτήσας χάρτην, πρὸς αὐτὴν ἀπόφασιν ἔγραψεν οὕτως· Εἰρήνην, ἐπειδὴ οὐκ ἠθέλησεν πεισθῆναι τῇ κελεύσει τῶν βασιλέων καὶ θῦσαι, ἔτι γε μὴν θρησκεύουσαν Χριστιανικῇ τινι τάξει, τούτου χάριν, ὡς καὶ τὰς πρότερον δύο ἀδελφὰς αὐτῆς, οὕτω καὶ ταύτην ζῶσαν καῆναι ἐκέλευσα.290

7

.

1

Καὶ ταύτης τῆς ἀποφάσεως ἐξελθούσης παρὰ τοῦ ἡγεμόνος, λαβόμενοι οἱ στρατιῶται ἀπήγαγον αὐτὴν ἐπί τινος ὑψηλοῦ τόπου, ἔνθα καὶ αἱ πρότερον αὐτῆς ἀδελφαὶ μεμαρτυρήκασιν. πυρὰν γὰρ ἅψαντες μεγάλην, ἐκέλευσαν αὐτὴν ἀφ’ ἑαυτῆς ἀνελθεῖν.

7

.

2

ἡ δὲ ἁγία Εἰρήνη ψάλλουσα καὶ δοξάζουσα τὸν θεόν, ἔρριψεν ἑαυτὴν κατὰ τῆς πυρᾶς καὶ οὕτως ἐτελειώθη, ὑπατίας Διοκλητιανοῦ Αὐγούστου τὸ ἔννατον καὶ Μαξιμιανοῦ Αὐγούστου τὸ ὄγδοον καλάνδαις Ἀπριλ‐
5λίαις, βασιλεύοντος εἰς τοὺς αἰῶνας Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν, μεθ’ οὗ τῷ πατρὶ ἡ δόξα σὺν τῷ ἁγίῳ πνεύματι εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. ἀμήν.292