TLG 2008 001 :: MARTYRIUM CONONIS :: Martyrium Cononis MARTYRIUM CONONIS Hagiogr. Martyrium Cononis Citation: Chapter — section — (line) | ||
t1 | Μαρτύριον τοῦ Ἁγίου Κόνωνος | |
1.1 | Πάλιν ὦ τῆς δυσσεβοῦς πίστεως. μετὰ τὸ τελειωθῆναι τοὺς ἁγίους τοῦ Χριστοῦ μάρτυρας Παπίαν, Διόδωρον, καὶ Κλαυδιανὸν ἐπεβέβηκεν ὁ ἡγεμὼν τῇ πόλει Μαγυδῷ καὶ καθίσας ἐν τῷ προ‐ αστείῳ τοῦ Διὸς ἐπειρᾶτο κἀκεῖσε τοὺς οἰκήτορας διὰ τοῦ κήρυκος | |
5 | προκαλεῖσθαι. | |
---|---|---|
1.2 | οἱ δὲ τῆς κηρυκῆς τοῦ βοῶντος ἐπακούσαντες μᾶλλον σπουδαιοτέρως ὑπεχώρησαν ἐκ τῆς πόλεως πάντα κατα‐ λείψαντες ὥστε τὴν πόλιν μόνην ὑπολειφθῆναι μετὰ τοῦ μιαροῦ ἄρχοντος καὶ τῆς τάξεως αὐτοῦ. | |
1.3 | ὁ δὲ ἀπέστειλεν σιγγουλαρίους καί τινας ἄλλους κύκλῳ τῆς πόλεως ἀναζητεῖν πανταχοῦ καὶ κατ’ οἶκον εἴ τινας εὕροιεν. | |
1.4 | ἦλθον οἱ ἀποσταλέντες καὶ ἀπήγγειλαν αὐτῷ μηδένα εὑρηκέναι ἐν τῇ πόλει ἢ ἐν τοῖς ἀγροῖς. | |
2.1 | Καί τις ὀνόματι Ναόδωρος ὁ καὶ Ἀπελλῆς, πατὴρ πόλεως, καὶ ἄλλος τις νεωκόρος ἐμμαινόμενος καὶ αὐτὸς τῇ ἀσεβείᾳ τῶν εἰδώ‐ λων, ἠξίωσαν τὸν ἡγεμόνα δοθῆναι αὐτοῖς βοήθειαν ὥστε ζητῆσαι ἐν οἷς ὑπώπτευον τόποις. | |
2.2 | καί τις βοηθὸς ὀνόματι Ὠριγένης ἐπι‐ βὰς καὶ αὐτὸς σὺν τῷ προειρημένῳ Ναοδώρῳ μετὰ καὶ εἰρηναρχι‐ κῆς τάξεως καὶ ἑτέρων τινῶν, ηὗρον τὸν μακάριον Κόνωνα ἐν τόπῳ τινὶ λεγομένῳ Καρμενά, βασιλικὸν ἐπαρδεύοντα κῆπον. | |
2.3 | καὶ ἐγγίσαντες τῷ τρισμακαρίῳ μάρτυρι ἐχαιρέτιζον αὐτὸν λέγοντες· Χαῖρε, Κόνων. | |
2.4 | καὶ ὁ τοῦ Χριστοῦ δοῦλος, ἡ ἀκέραιος ψυχή, ὁ ἄκακος τῇ διανοίᾳ, λέγει πρὸς αὐτούς· Χαίρετε καὶ ὑμεῖς, τέκνα. | |
2.5 | λέγει αὐτῷ ὁ Ὠριγένης· Παππία, καλεῖ σε ὁ ἡγεμών. | |
2.6 | ὁ ἅγιος Κόνων λέγει· Καὶ ἐμοῦ ὁ ἡγεμὼν τί χρείαν ἔχει, ξένου ἀνθρώπου καὶ | |
μάλιστα Χριστιανοῦ; ἐὰν ζητῇ τοὺς ὁμοίους ἑαυτοῦ, ζητείτω, καὶ οὐχὶ ἄνθρωπον γεηπόνον, μοχθοῦντα τὸ καθ’ ἡμέραν. | 186 | |
2.7 | καὶ ἐπ‐ απορηθεὶς ὁ παράνομος Ναόδωρος ἐπὶ τῇ ἀντιλογίᾳ τοῦ ἁγίου Κόνω‐ νος, κελεύει δεθῆναι αὐτὸν τῷ ἵππῳ αὐτοῦ καὶ οὕτως ἕλκεσθαι. καὶ ὁ ἅγιος μάρτυς οὐδὲν ἀντεῖπεν τοῖς ἐφέλκουσιν αὐτόν, ἀλλὰ πράως | |
5 | καὶ ἐπιεικῶς ἐπηκολούθει τοῖς παρανόμοις. | |
3.1 | Λέγει ὁ Ναόδωρος τῷ Ὠριγένει· Ἡ θήρα ἡμῶν οὐ κενὴ ἐγενήθη· ὁ γὰρ ζητούμενος ηὑρέθη. οὗτος ὑπὲρ τῶν Χριστιανῶν πάντων ἀπολογήσασθαι ἔχει. | |
3.2 | καὶ προσαγαγόντων αὐτὸν τῷ ἡγεμόνι Ναόδωρος λέγει· Εὐμενείᾳ τῶν θεῶν καὶ προστάγματι τοῦ αὐτο‐ κράτορος καὶ τῇ σῇ εὐτυχίᾳ, ἄρχον ἡμῶν ἐπίλεκτε, ηὑρέθη ὁ ζητούμενος φίλτατος τοῖς θεοῖς πᾶσιν πειθόμενος καὶ τοῖς νόμοις | |
5 | καὶ τῷ μεγάλῳ βασιλεῖ. | |
3.3 | καὶ ὁ ἅγιος Κόνων μεγάλῃ τῇ φωνῇ ἔφη· Οὐχ ὡς ἔστιν λέγεις. ἐγὼ γὰρ πείθομαι τῷ μεγάλῳ βασιλεῖ Χριστῷ. | |
3.4 | Ὠριγένης λέγει· Ἐπίλεκτε τῶν ἡγεμόνων, πολλὰ περι‐ οδεύσαντες κύκλῳ τὰ περὶ τὴν πόλιν οὐδένα εὑρεῖν δεδυνήμεθα εἰ μὴ τὸν γέροντα τοῦτον ἐν κήπῳ τινί. | |
4.1 | Ὁ δὲ ἡγεμὼν λέγει τῷ μάρτυρι· Εἰπέ μοι, ἄνθρωπε, πόθεν εἶ, ἢ ποίου γένους τυγχάνεις, ἢ τί τὸ ὄνομά σου; | |
4.2 | Κόνων εἶπεν· Πόλεως μέν εἰμι ἐγὼ Ναζαρὲθ τῆς Γαλιλαίας, συγγένεια δὲ μοί ἐστιν πρὸς Χριστόν, ᾧ ἐκ προγόνων λατρεύω, ὃν ἔγνωκα ἐπὶ πάντων θεόν. | |
4.3 | ἔφη αὐτῷ ὁ τύραννος· Εἰ ἔγνως τὸν Χριστόν, γνῶθι καὶ τοὺς ἡμετέρους θεούς. ἐμοὶ πείσθητι καί, μὰ τοὺς θεοὺς ἅπαντας, τιμὴν οὐ τὴν τυχοῦσαν περιποιεῖς σεαυτῷ ἀλλὰ καὶ εὐγενῆ πίστιν καὶ δόξαν ἐν ὑπερβολῇ. | |
4.4 | οὐ λέγω σοι· Θῦσον, ἀλλ’ οὐδέ τι τῶν τοιούτων ποίησον· μόνον δὲ λάβε λίβανον βραχὺν καὶ οἶνον καὶ θαλλὸν καὶ εἰπέ· Δίε πανύψιστε, σῶζε τὸ πλῆθος τοῦτο. | |
4.5 | τοῦτο εἰπέ, καὶ ἕτερον οὐδέν σε ἐπάγω. ἐμοῦ ἄκουσον παρακαλοῦντός σε καὶ φύγε τὴν ἀσεμνοτάτην θρησκείαν. | |
4.6 | τί πλανᾶσθε, ἄνθρωπον θεὸν λέγον‐ τες, καὶ τοῦτον βιοθανῆ; ὡς ἔμαθον παρὰ Ἰουδαίων ἀκριβῶς, καὶ τί | |
τὸ γένος αὐτοῦ καὶ ὅσα ἐνεδείξατο τῷ ἔθνει αὐτῶν καὶ πῶς ἀπέθανεν σταυρωθείς. | 188 | |
4.7 | προκομίσαντες γὰρ αὐτοῦ τὰ ὑπομνήματα ἐπανέ‐ γνωσάν μοι. παῦσαι οὖν τῆς τοιαύτης μωρίας καὶ ἔσο μεθ’ ἡμῶν εὐφραινόμενος. | |
5.1 | Ὁ δὲ μακάριος μάρτυς στενάξας καὶ ἀναβλέψας εἰς τὸν οὐρανόν, πρὸς τὸν τῶν ὅλων θεὸν προσευξάμενος, τῷ τυράννῳ ἔφη· | |
5.2 | Ἀσε‐ βέστατε πάντων ἀνθρώπων, εἴθε τοιαύτης μωρίας καὶ σὺ ἦς μετέχων καὶ μὴ ἤπολλες ψυχάς, ἃς οὐκ ἔδει ἀπολέσθαι, προσέχων λίθοις ἀψύχοις καὶ ἔργοις χείρων ἀνθρώπων, τοῖς μὴ βλέπουσιν μήτε | |
5 | ἀκούουσιν. | |
5.3 | πῶς δὲ ἐτόλμησας τὸν ἐπὶ πάντων θεὸν οὕτω βλα‐ σφημῆσαι, οὗ ἐν χερσίν ἐστιν ἡ πνοή σου; ἐμοὶ δὲ γένοιτο καὶ πᾶσιν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ ἀνεξαρνήτως ἀεὶ ὑμνεῖν καὶ δοξάζειν αὐτὸν τὸν τῶν ὅλων σωτῆρα καὶ θεόν. | |
5.4 | καὶ ὁ ἀσεβὴς τύραννος μεμηνὼς ἐπὶ τοῖς λεχθεῖσιν ὑπὸ τοῦ ἁγίου μάρτυρος λέγει πρὸς αὐτόν· | |
5.5 | Ἐμοὶ οὐ πείθῃ, αἱ βάσανοί σε πτοήσασθαι πείσουσιν· εἰ δὲ καὶ τῶν βασάνων καταφρονεῖς, λέοντί σε πικροτάτῳ παραβαλὼν οὕτως σε ἀναλώσω, ἢ βορὰν τοῖς ἐκ βυθοῦ θηρίοις παραδώσω σε, ἢ ἐπὶ σταυροῦ κρεμάσας ἀποκτανθῆναί σε ποιήσω, ἢ λαβροτάτῳ πυρὶ | |
5 | ἐν λέβητι ὑποκαιομένῳ βαλῶ σε καὶ ἐκτήξω τὰς σάρκας σου, ἐὰν μὴ θύσῃς τοῖς ἀηττήτοις καὶ αἰωνίοις θεοῖς. | |
5.6 | καὶ ὁ μακάριος μάρτυς λέγει πρὸς τὸν ἀσεβῆ τύραννον· Ἀσχημονεῖς, ἡγεμών. λόγοις ἐπ‐ αγγελλόμενος μόνον ἐκφοβεῖν με οἰόμενος, νομίζεις πεῖσαί με; οὐ πείσεις με· μὴ γένοιτο. | |
5.7 | βλέπε δὲ μή σε ὁ κριτὴς ταρτάρῳ παρα‐ δώσῃ ἀνυπερθέτῳ, ἢ πυρὶ ἀσβέστῳ εἰς αἰῶνας, ὅπου ὁ σκώληξ οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται. | |
5.8 | αἱ γὰρ σαὶ βάσανοι, ἃς ἐπαγγέλλῃ μοι, οὐ δύνανταί με ἀδικῆσαι· θεὸν γὰρ ἔχω τὸν ἐνδυναμοῦν‐ τά με. | |
5.9 | ὁ δὲ τύραννος εἶπεν πρὸς αὐτόν· Εἰ καὶ αἱ βάσανοι οὐδὲν ἰσχύσουσιν κατὰ σοῦ, ἔτι πικροτέρας βασάνους ἐπινοήσομαι κατὰ σοῦ. | |
6.1 | Σκεψάμενος μετὰ τῶν συνέδρων αὐτοῦ κελεύει ἥλους γενέσθαι ὑπὸ ἄρθρων καὶ καθηλώσας τοὺς πόδας τοῦ μάρτυρος ἐποίησεν ἔμπροσθεν προτρέχειν αὐτὸν τοῦ ἅρματος αὐτοῦ. | |
6.2 | καὶ ἐλαυνόμενος δυσὶν φραγελλίοις οὐδὲν ἀπεκρίνατο ἀλλ’ ἔψαλλεν λέγων· Ὑπο‐ μένων ὑπέμεινα τὸν κύριον, καὶ προσέσχεν μοι καὶ εἰσ‐ ήκουσεν τῆς δεήσεώς μου. | |
6.3 | ὡς δὲ ἐπλησίασεν τῷ ἐμπορίῳ θεὶς τὰ γόνατα ὀλιγοψυχῶν ἐκ τοῦ κόπου ὁ μακάριος Κόνων καὶ ἀνα‐ βλέψας πρὸς τὸν ἑαυτοῦ δεσπότην ἐπηύξατο λέγων· | 190 |
6.4 | Κύριε Ἰησοῦ Χριστέ, δέξαι τὴν ψυχήν μου καὶ ῥῦσαί με ἀπὸ τῶν αἱμοβόρων κυνῶν καὶ ἀνάπαυσόν με μετὰ πάντων τῶν δικαίων σου τῶν πεποιη‐ κότων τὸ θέλημά σου—ναί, ὁ θεός μου, ὁ βασιλεὺς τῶν αἰώνων. | |
6.5 | καὶ ταῦτα εὐξάμενος καὶ σφραγίσας ἑαυτὸν εὐθέως ἀπέδωκεν τὸ πνεῦμα. | |
6.6 | ὁ δὲ παράνομος ἡγεμών, πολλὰ καταπλαγεὶς ἐπὶ τῇ νίκῃ τοῦ μάρτυρος, ἐξώρμησεν ἐπὶ τὸν ἴδιον δρόμον. | |
6.7 | ὁ δὲ μακάριος Κόνων προσφορὰ προσηνέχθη τῷ βασιλεῖ τῶν αἰώνων θεῷ, ᾧ ἡ δόξα | |
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. | 192 |