TLG 2006 010 :: SYNESIUS :: Hymni SYNESIUS Phil., Episcopus Hymni Source: Dell’Era, A. (ed.), Sinesio di Cirene. Inni. Rome: Tumminelli, 1968: 33–167.
Citation: Hymn — (line) | ||
t | ΣΥΝΕΣΙΟΥ ΚΥΡΗΝΑΙΟΥ | |
ΥΜΝΟΙ ΕΜΜΕΤΡΟΙ | ||
1 | Ἄγε μοι, ψυχά, ἱεροῖς ὕμνοις ἐπιβαλλομένα, ὑληγενέας | |
5 | εὔνασον οἴστρους, θώρησσε δὲ νοῦ ζαμενεῖς ὁρμάς. Βασιλῆϊ θεῶν πλέκομεν στέφανον, | |
---|---|---|
10 | θύμ’ ἀναίμακτον, ἐπέων λοιβάς. Ϲὲ μὲν ἐν πελάγει, σὲ δ’ ὑπὲρ νάσων, σὲ δ’ ἐν ἀπείροις, | |
15 | ἐπί τε πτολίων, | |
κραναῶν τ’ ὀρέων, καὶ κατὰ κλεινῶν ὁπόταν πεδίων στάσω διδύμους | ||
20 | γυίων ταρσούς, σέ, μάκαρ, μέλπω, κόσμου γενέτα. Ϲοὶ νύξ με φέρει τὸν ἀοιδόν, ἄναξ· | |
25 | σοὶ δ’ ἁμερίους, σοὶ δ’ ἀῴους, σοὶ δ’ ἑσπερίους ὕμνους ἀνάγω· ἴστορες αὐγαὶ | |
30 | πολιῶν ἄστρων μάνας τε δρόμοι καὶ μέγας ἴστωρ ἅλιος, ἁγνῶν ἄστρων πρύτανις, | |
35 | ὁσιᾶν ψυχᾶν ἅγιος ταμίας, | |
ἐπὶ σὰς αὐλάς, ἐπὶ σοὺς κόλπους τὸν ἀποστρόφιον | ||
40 | ταναᾶς ὕλας † ταρσὸν † | |
41a | ἐλαφριζουσᾶν, | |
42 | χαίρων ἵνα σου προμολὰν ἱκόμαν. Νῦν ἐπὶ σεμνᾶς | |
45 | τελετηφορίας σηκοὺς ἁγίους ἱκέτας ἔμολον· νῦν ἐπὶ κλεινῶν κορυφὰν ὀρέων | |
1(50) | ἱκέτας ἔμολον· νῦν ἐς ἐρήμας αὐλῶνα μέγαν Λιβύας ἔμολον, | |
πέζαν νοτίαν, | ||
55 | τὰν οὔτ’ ἄθεον πνεῦμα μολύνει, οὔτε χαράσσει ἴχνος ἀνθρώπων ἀστυμερίμνων, | |
60 | ἵνα σοι ψυχὰ καθαρὰ παθέων, λύσασα πόθους, λήξασα πόνων, λήξασα γόων, | |
65 | θυμῶν, ἐρίδων, ὅσα κηριτρεφῆ ἀποσεισαμένα, καθαρᾷ γλώσσᾳ γνώμᾳ θ’ ὁσίᾳ | |
70 | τὸν ὀφειλόμενον ὕμνον ἀποίσει. Εὐφαμείτω αἰθὴρ καὶ γᾶ· στάτω πόντος, | |
75 | στάτω δ’ ἀήρ· λήγετε πνοιαὶ βαλίων ἀνέμων· λήγετε ῥιπαὶ γυρῶν ῥοθίων, | |
80 | ποταμῶν προχοαί, | |
κρανααὶ λιβάδες· ἐχέτω σιγὰ κόσμου λαγόνας, ἱερευομένων | ||
85 | ἁγίων ὕμνων. δύτω κατὰ γᾶς ὀφίων συρμός· δύτω κατὰ γᾶς καὶ πτανὸς ὄφις, | |
90 | δαίμων ὕλας, νεφέλα ψυχᾶς, εἰδωλοχαρεῖς εὐχαῖς σκύλακας ἐπιθωΰσσων. | |
95 | Ϲύ, πάτερ, σύ, μάκαρ, σὺ ψυχοβόρους ἀπέρυκε κύνας ψυχᾶς ἀπ’ ἐμᾶς, εὐχᾶς ἀπ’ ἐμᾶς, | |
1(100) | ζωᾶς ἀπ’ ἐμᾶς, ἔργων ἀπ’ ἐμῶν. ἁ δ’ ἁμετέρα πραπίδων λοιβὰ σοῖς ἐριτίμοις | |
105 | μελέτω προπόλοις, πορθμεῦσι σοφοῖς | |
ἁγίων ὕμνων. Ἤδη φέρομαι ἐπὶ βαλβῖδας | ||
110 | ἱερῶν ἐπέων· ἤδη καναχεῖ ὀμφὰ περὶ νοῦν. μάκαρ, ἵλαθί μοι, πάτερ, ἵλαθί μοι, | |
115 | εἰ παρὰ κόσμον, εἰ παρὰ μοῖραν τῶν σῶν ἔθιγον. Τίνος ὄμμα σοφόν, τίνος ὄμμα πολύ, | |
120 | ταῖς σαῖς στεροπαῖς ἀνακοπτόμενον, οὐ καταμύσει; ἀτενὲς δὲ δρακεῖν ἐπὶ σοὺς πυρσοὺς | |
125 | θέμις οὐδὲ θεοῖς· πίπτων δὲ νόος ἀπὸ σᾶς σκοπιᾶς τὰ πέλας σαίνει, ἀκίχητα κιχεῖν | |
130 | ἐπιβαλλόμενος, προσιδεῖν αἴγλαν ἀκάμαντι βυθῷ | |
ἀμαρυσσομέναν. ἀβάτω δ’ ἀποβὰς | ||
135 | ἐπὶ πρωτοφαὲς εἶδος ἐρείδει ὄμματος ὁλκάν· ὅθεν αἰνύμενος ἐπὶ σοὺς ὕμνους | |
140 | ἄνθεα φωτός, ἀοριστοῖσαν ἀνέπαυσε βολάν, τὰ σὰ σοὶ πάλι δούς. Τί γὰρ οὐ σόν, ἄναξ; | |
145 | Πατέρων πάντων πάτερ αὐτοπάτωρ, προπάτωρ ἀπάτωρ, υἱὲ σεαυτοῦ, ἓν ἑνὸς πρότερον, | |
1(150) | ὄντων σπέρμα, πάντων κέντρον, προανούσιε νοῦ, κόσμων ῥίζα τῶν ἀρχεγόνων, | |
155 | ἀμφιφαὲς φῶς, | |
ἀτρέκεια σοφά, παγὰ σοφίας, κεκαλυμμένε νοῦ ἰδίαις αὐγαῖς, | ||
160 | ὄμμα σεαυτοῦ, πρηστηροκράτωρ, αἰωνοτόκε, αἰωνόβιε, ἐπέκεινα θεῶν, | |
165 | ἐπέκεινα νόων, θάτερα νωμῶν, νοερητόκε νοῦ, ὀχετηγὲ θεῶν, πνευματοεργὲ | |
170 | καὶ ψυχοτρόφε, παγὰ παγῶν, ἀρχῶν ἀρχά, ῥιζῶν ῥίζα, μονὰς εἶ μονάδων, | |
175 | ἀριθμῶν ἀριθμός, μονὰς ἠδ’ ἀριθμός, νοῦς καὶ νοερός, καὶ τὸ νοητόν, καὶ πρὸ νοητοῦ, | |
180 | ἓν καὶ πάντα, ἓν διὰ πάντων, ἕν τε πρὸ πάντων, σπέρμα τὸ πάντων, ῥίζα καὶ ὄρπαξ, | |
185 | φύσις ἐν νοεροῖς, θῆλυ καὶ ἄρρην. Μύστας δὲ νόος τά τε καὶ τὰ λέγει, βυθὸν ἄρρητον | |
190 | ἀμφιχορεύων. Ϲὺ τὸ τίκτον ἔφυς, σὺ τὸ τικτόμενον, σὺ τὸ φωτίζον, σὺ τὸ λαμπόμενον, | |
195 | σὺ τὸ φαινόμενον, σὺ τὸ κρυπτόμενον, φῶς κρυπτόμενον ἰδίαις αὐγαῖς, ἓν καὶ πάντα, | |
1(200) | ἓν καθ’ ἑαυτὸ καὶ διὰ πάντων. σὺ γὰρ ἐξεχύθης, ἀρρητοτόκε, ἵνα παῖδα τέκῃς, | |
205 | κλεινὰν σοφίαν | |
δημιοεργόν· προχυθεὶς δὲ μένεις ἀτόμοισι τομαῖς μαιευόμενος. | ||
210 | Ὑμνῶ σε, μονάς, ὑμνῶ σε, τριάς· μονὰς εἶ τριὰς ὤν, τριὰς εἶ μονὰς ὤν. νοερὰ δὲ τομὰ | |
215 | ἄσχιστον ἔτι τὸ μερισθὲν ἔχει· ἐπὶ παιδὶ χύθης ἰότατι σοφᾷ, αὐτὰ δ’ ἰότας | |
220 | βλάστησε, μέσα φύσις ἄφθεγκτος, τὸ προούσιον ὄν. οὐ θέμις εἰπεῖν δεύτερον ἐκ σοῦ· | |
225 | οὐ θέμις εἰπεῖν τρίτον ἐκ πρώτου. Ὠδὶς ἱερά, ἄρρητε γονά, ὅρος εἶ φυσίων, | |
230 | τᾶς τικτοίσας καὶ τικτομένας (σέβομαι νοερῶν | |
κρυφίαν τάξιν· χωρεῖ τι μέσον | ||
235 | οὐ καταταχθέν). Ἄφθεγκτε γόνε πατρὸς ἀφθέγκτου, ὠδὶς διὰ σέ, διὰ δ’ ὠδῖνος | |
240 | αὐτὸς ἐφάνθης ἅμα πατρὶ φανεὶς ἰότατι πατρός· ἰότας δ’ ἐσαεὶ παρὰ σεῖο πατρί. | |
245 | Οὐδ’ ὁ βαθύρρους χρόνος οἶδε γονὰς τὰς ἀρρήτους· αἰὼν δ’ ὁ γέρων τὸν ἀμήρυτον | |
1(250) | τόκον οὐκ ἐδάη· ἅμα πατρὶ φάνη αἰωνογόνος | |
ὁ γενησόμενος. Τίς ἐπ’ ἀφθέγκτοις | ||
255 | ἐβράβευσε τομάν; ἀλαῶν μερόπων δαιδαλογλώσσων ἄθεοι τόλμαι. Ϲὺ δὲ φωτοδότας | |
260 | φωτὸς νοεροῦ, σκολιᾶς δ’ ἀπάτας ἀνέχεις ὁσίων πραπίδας μερόπων, ἐς ζόφον ὕλας | |
265 | μὴ καταδῦναι. Ϲέ, πάτερ κόσμων, πάτερ αἰώνων, αὐτουργὲ θεῶν, εὐαγὲς αἰνεῖν. | |
270 | σὲ μὲν οἱ νοεροὶ μέλπουσιν, ἄναξ, σὲ δὲ κοσμαγοὶ ὀμματολαμπεῖς νόες ἀστέριοι | |
275 | ὑμνοῦσι, μάκαρ, οὓς πέρι κλεινὸν σῶμα χορεύει. πᾶσά σε μέλπει γενεὰ μακάρων, | |
280 | οἳ περὶ κόσμον, οἳ κατὰ κόσμον, οἳ ζωναῖοι οἵ τ’ ἄζωνοι κόσμου μοίρας | |
285 | ἐφέπουσι σοφοὶ ἀμφιβατῆρες, οἱ περὶ κλεινοὺς οἰηκοφόρους, οὓς ἀγγελικὰ | |
290 | προχέει σειρά, τό τε κυδῆεν γένος ἡρώων ἔργα τὰ θνητῶν κρυφίαισιν ὁδοῖς | |
295 | διανισσόμενον, ἔργα βρότεια· ψυχά τ’ ἀκλινὴς καὶ κλινομένα ἐς μελαναυγεῖς | |
1(300) | χθονίους ὄγκους· | |
σὲ μάκαιρα φύσις φύσεώς τε γονὰ ὑμνεῖ 〈σε〉, μάκαρ, τὰς ζειδώροις | ||
305 | ἐφέπεις πνοιαῖς ἀπὸ σῶν ὀχετῶν κατασυρομέναις, προκυλινδομέναις. Ϲὺ γάρ, ἀχράντων | |
310 | ἡγέτα κόσμων, φύσις εἶ φυσίων· σὺ φύσιν θάλπεις, γένεσιν θνατῶν, τᾶς ἀενάω | |
315 | ἴνδαλμα μονᾶς, ἵνα καὶ πυμάτα μερὶς ἐν κόσμῳ λελάχῃ ζωᾶς | |
318a | [λελάχῃ ζωαῖς] | |
319 | ἐπαμειβομένας. | |
320 | οὐ γὰρ θέμις ἦν τρύγα τὰν κόσμου κορυφαῖς ἐρίσαι· τὸ δὲ ταχθὲν ὅλως ἐς χορὸν ὄντων | |
325 | οὐκέτ’ ὀλεῖται, ἄλλο δ’ ἀπ’ ἄλλου διά τ’ ἀλλήλων πάντ’ ἀπολαύει· ἐξ ὀλλυμένων | |
330 | κύκλος ἀίδιος ταῖς σαῖς πνοιαῖς ἀναθαλπόμενος. Ϲοὶ διὰ πάντων ἵστησι χοροὺς | |
335 | μάτειρα φύσις, ἰδίαις χροιαῖς, ἰδίοις ἔργοις δαιδαλλομένων· ἐκ δὲ ζωᾶν | |
340 | ἑτεροφθόγγων μίαν ἁρμονίαν ὁμόφωνον ἄγει. σοὶ πάντα φέρει αἶνον ἀγήρων· | |
345 | ἀὼς καὶ νύξ, στεροπαί, νιφάδες, † οὐρανὸς ἀκμὴς αἴθων † καὶ γᾶς ῥίζαι, | |
ὕδωρ, ἀήρ, | ||
1(350) | σώματα πάντα, πνεύματα πάντα, σπέρματα, καρποί, φυτὰ καὶ ποῖαι, ῥίζαι, βοτάναι, | |
355 | βοτὰ καὶ πτηνά, καὶ νηχομένων νεπόδων ἀγέλαι. Ἴδε καὶ ψυχὰν ὀλιγοδρανέα, | |
360 | ὀλιγηπελέα, ἐπὶ σᾶς Λιβύας, ἐπὶ σᾶς σεπτᾶς ἱερηπολίας ὁσίαις εὐχαῖς | |
365 | ἐπιμελπομέναν, τὰν ἀμφιπολεῖ νέφος ὑλαῖον· σὸν δ’ ὄμμα, πάτερ, κοπτικὸν ὕλας. | |
370 | Νῦν μοι κραδία, τοῖς σοῖς ὕμνοις πιαινομένα, ἐθόωσε νόον πυρίαις ὁρμαῖς· | |
375 | σὺ δὲ λάμψον, ἄναξ, ἀναγωγὰ φάη· | |
νεῦσον δέ, πάτερ, σῶμα φυγοῖσαν μηκέτι δῦναι | ||
380 | ἐς χθονὸς ἄταν· ὄφρα δὲ ζωᾶς ὑλοδιαίτου δεσμοῖσι μένω, πραεῖα, μάκαρ, | |
385 | βόσκοι με τύχα· μηδ’ ἐμπόδιον πνεύσειε νόου φροντίσι λυγραῖς δάπτοισα βίον, | |
390 | ἵνα μὴ τὰ θεοῦ ἄσχολος εἴην· μηδ’ ἔτι τοίοις ἐναλινδοίμαν, ὅθεν ἐκπροφυγὼν | |
395 | δώροισι τεοῖς στέφος εὐαγέων ἀπὸ λειμώνων σοὶ τοῦτο πλέκων σοὶ τόνδε φέρω | |
1(400) | αἶνον, ἀχράντων ἡγέτα κόσμων, καὶ παιδὶ σοφῷ | |
σαυτοῦ σοφίᾳ, τὸν ἀπ’ ἀρρήτων | ||
405 | ἔχεας κόλπων. ἐν σοὶ δὲ μένει σέθεν ἐκπροθορών, ἵνα πάντα σοφαῖς ἐφέπῃ πνοιαῖς, | |
410 | διέπῃ πολιῶν βάθος αἰώνων, διέπῃ ταρσοὺς κραναοῦ κόσμου μέχρι καὶ νεάτου | |
415 | πυθμένος ὄντων, χθονίας μοίρας, ὁσίαις πραπίσιν ἐλλαμπόμενος, λύῃ δὲ πόνους | |
420 | ἠδὲ μερίμνας διερῶν μερόπων, ἀγαθῶν κράντωρ, ἐλατὴρ ἀχέων· τί δὲ θαῦμα θεὸν | |
425 | τὸν κοσμοτέχναν ἰδίων ἔργων κῆρας ἐρύκειν; Τόδε σοι, μεγάλου κοίρανε κόσμου, | |
430 | τίσων ἔμολον χρέος ἐκ Θρῄκης, | |
ἵνα τὰν τριέτιν ᾤκησα γύαν παρ’ ἀνακτόριον | ||
435 | γαίας μέλαθρον, ἔτλαν δὲ πόνους, ἔτλαν δ’ ὀδύνας πολυδακρύτους ὤμοισι φέρων | |
440 | ματέρα πάτραν. ῥαίνετο μὲν γᾶ ἱδρῶτι μελῶν ἀεθλευόντων ἆμαρ ἐπ’ ἆμαρ· | |
445 | ῥαίνετο δ’ εὐνὰ κανθῶν λιβάσιν ὀλοφυρομένων νύκτ’ ἐπὶ νύκτα. νηοὶ δ’ ὁπόσοι | |
1(450) | δώμηθεν, ἄναξ, ἐπὶ σαῖς ἁγίαις τελετηφορίαις, ἐπὶ πάντας ἔβαν πρηνὴς ἱκέτας, | |
455 | δάπεδον βλεφάρων δεύων νοτίσι, μή μοι κενεὰν ὁδὸν ἀντᾶσαι· ἱκέτευσα θεοὺς | |
460 | δραστῆρας, ὅσοι γονόεν Θρῄκης κατέχουσι πέδον, οἵ τ’ ἀντιπέρην Χαλκηδονίας | |
465 | ἐφέπουσι γύας, οὓς ἀγγελικαῖς ἔστεψας, ἄναξ, αὐγαῖσι, τεοὺς ἱεροὺς προπόλους· | |
470 | σύν μοι μάκαρες ἐλάβοντο λιτᾶν, σύν μοι πολέων ἐλάβοντο πόνων. οὔ μοι ζωὰ | |
475 | ταμόσδε φίλα, διὰ γᾶν πατρίαν στυφελιζομέναν, τὰν ἐξ ἀχέων ἔστασας, ἄναξ, | |
480 | αὐτός, ἀγήρως κοίρανε κόσμου. Ἤδη ψυχᾶς ἀποτρυομένας, ἤδη μελέων | |
485 | κατερειπομένων, ὑπέρεισας ἐμὰν | |
ἄρθρων δύναμιν, τλᾶμον ψυχᾷ μένος ἔμπνευσας, | ||
490 | καμάτων δὲ γλυκὺ εὕρεο τέκμωρ, κατὰ θυμὸν ἐμὸν ἔργοισιν, ἄναξ, ὀπάσας δολιχῶν | |
495 | ἄμπαυμα πόνων. Τὰ σὺ πάντα, μάκαρ, Λιβύεσσι σάου ἐς μηκεδανὸν μήρυμα χρόνου | |
1(500) | διὰ σᾶς μνάμαν εὐεργεσίας, διά τε ψυχὰν αἰνὰ παθοῖσαν. Ἱκέτᾳ δὲ δίδου | |
505 | βιοτὰν ἀσινῆ· λῦέ με μόχθων, λῦέ με νούσων, λῦε μεριμνᾶν κηριτρεφέων, | |
510 | νεῦσον νοερὰν προπόλῳ ζωάν, | |
μή μοι χθονίους ὄμβρους ἀφένου κρίνειας, ἄναξ, | ||
515 | ἵνα μὴ τὰ θεοῦ ἄσχολος εἴην· μηδὲ κατηφὴς πενία μελάθροις ἐγχριμπτομένα | |
520 | περὶ γᾶν ἕλκοι φροντίδα θυμοῦ. ἄμφω ψυχὰν βρίθει περὶ γᾶν, ἄμφω δὲ νόου | |
525 | ἐπίληθα πέλει, ὅτε μὴ σύ, μάκαρ, ὀρέγοις ἀλκάν. Ναί, πάτερ, ἁγνᾶς παγὰ σοφίας, | |
530 | λάμψον πραπίσιν ἀπὸ σῶν κόλπων νοερὸν φέγγος· στράψον κραδίᾳ ἀπὸ σᾶς ἀλκᾶς | |
535 | σοφίας αὐγάν· κἀς τὰν ἐπὶ σὲ ἱερὰν ἀτραπὸν σύνθημα δίδου | |
σφραγῖδα τεάν, | ||
540 | κηριτρεφέας δαίμονας ὕλας σεύων ζωᾶς εὐχᾶς τ’ ἀπ’ ἐμᾶς, καὶ σῶμα σάου | |
545 | ἀρτεμές, ἐχθραῖς ἄβατον λώβαις, καὶ πνεῦμα σάου ἀμόλυντον, ἄναξ. Ἦ μὰν ἤδη | |
1(550) | δνοφερὰν ὕλας κηλῖδα φέρω, ἔχομαι δὲ πόθοις, χθονίοις δεσμοῖς. σὺ δὲ ῥύσιος εἶ, | |
555 | σὺ καθάρσιος εἶ· ἀπόλυε κακῶν, ἀπόλυε νόσων, ἀπόλυε πέδας. σὸν σπέρμα φέρω, | |
560 | εὐηγενέος σπινθῆρα νόου ἐς βάθος ὕλας κατακεκλιμένον. σὺ γὰρ ἐν κόσμῳ | |
565 | κατέθου ψυχάν, | |
διὰ δὲ ψυχᾶς ἐν σώματι νοῦν ἔσπειρας, ἄναξ. Τὰν σὰν κούραν | ||
570 | ἐλέαιρε, μάκαρ. Κατέβαν ἀπὸ σοῦ χθονὶ θητεῦσαι, ἀντὶ δὲ θήσσας γενόμαν δούλα· | |
575 | ὕλα με μάγοις ἐπέδησε τέχναις. Ἔνι μάν, ἔνι μοι βαιόν τι μένος κρυφίας γλήνας· | |
580 | οὔπω πᾶσαν ἔσβεσεν ἀλκάν, κέχυται δὲ πολὺς ἐφύπερθε κλύδων, ἀλαῶπα τιθεὶς | |
585 | τὰν θεοδερκῆ. Ἐλέαιρε, πάτερ, κούραν ἱκέτιν, τὰν πολλάκι δή, νοεραῖς ἀνόδοις | |
590 | ἐπιβαλλομέναν, λαμυρᾶς ὕλας ἵμερος ἄγχει. | |
σὺ δὲ λάμψον, ἄναξ, ἀναγωγὰ φάη, | ||
595 | ἅψον δὲ σέλας καὶ πυρκαϊάν, σπέρμα τὸ βαιὸν αὔξων ἐν ἐμῷ κρατὸς ἀώτῳ. | |
1(600) | θρόνισόν με, πάτερ, φωτὸς ἐν ἀλκᾷ ζωηφορίου, ἵνα χεῖρα φύσις οὐκ ἐπιβάλλει, | |
605 | ὅθεν οὐκέτι γᾶ, οὐ μοιραία κλῶσις ἀνάγκας παλίνορσον ἄγει. Λιπέτω, φυγέτω | |
610 | δολερὰ γένεσις θεράποντα τεόν· ἐμέθεν δέ, πάτερ, χθονίου τε κλόνου πῦρ μέσον εἴη. | |
615 | νεῦσον, γενέτα, νεῦσον προπόλῳ ἤδη νοεροὺς πετάσαι ταρσούς. ἤδη φερέτω | |
620 | σφραγῖδα πατρὸς | |
ἱκέτις ψυχά, δεῖμα μὲν ἐχθροῖς δαίμοσιν, οἳ γᾶς ἀπὸ κευθμώνων | ||
625 | ἀναπαλλόμενοι πνείουσι βροτοῖς ἀθέους ὁρμάς· σύνθημα δὲ σοῖς ἁγνοῖς προπόλοις, | |
630 | οἳ κατὰ κλεινοῦ βένθεα κόσμου πυρίων ἀνόδων κληϊδοφόροι, ἵνα μοι φάεος | |
635 | πετάσωσι πύλας, ἔτι δ’ ἀλεμάτας ἐπὶ γᾶς ἕρπων, μὴ χθονὸς εἴην. Πυρίων δ’ ἔργων | |
640 | καὶ τῇδε δίδου μάρτυρα καρπόν, ὀμφὰς ἀτρεκεῖς, ὅσα τ’ ἐν ψυχαῖς τὰν ἀμβροσίαν | |
645 | ἐλπίδα θάλπει. Μετά μοι μέλεται χθονίας βιοτᾶς. Ἔρρετε λῆμαι | |
ἀθέων μερόπων | ||
1(650) | πτολίων τε κράτη· ἔρρετε πᾶσαι ἆται γλυκεραὶ ἄχαρίς τε χάρις, οἷσι ψυχὰν | |
655 | θωπευομέναν γᾶ λάτριν ἔχει. ἆ μέγα δειλά | |
657a | 〈........〉 | |
658 | ἰδίων τ’ ἀγαθῶν ἔπιεν λάθαν, | |
660 | μέχρις ἐγκύρσῃ φθονερᾷ μερίδι· δοιὰς γὰρ ἔχει μαστροπὸς ὕλα· ὃς δὲ τραπέζας | |
665 | ἐπορεξάμενος μελιχρῶν ἔθιγεν, ἦ μέγα κλαύσει πικρὰν μερίδα, τῶν ἀντίξων | |
670 | συνεφελκομένων. ὅδε γὰρ χθονίας θεσμὸς ἀνάγκας διχόθεν θνατοῖς βίον οἰνοχοεῖ· | |
675 | τὸ δ’ ἀκηράσιον | |
ἀμιγές τ’ ἀγαθὸν θεὸς ἢ τὰ θεοῦ. Μεθύοισα γλυκεῖ κρητῆρι, γύας | ||
680 | ἔψαυσα κακῶν, ἐνέκυρσα πάγᾳ, ἐδάην ἄταν Ἐπιμηθιάδα. στυγέω δὲ νόμους | |
685 | ἀλλοπροσάλλους· ἐς τὸν ἀκηδῆ λειμῶνα πατρὸς σπεύδω, τανύω φυγάδας ταρσούς, | |
690 | φυγάδας διδύμων ὕλας δώρων. Ἴδε με, ζωᾶς νοερᾶς ταμία, ἴδε σὰν ἱκέτιν | |
695 | ψυχὰν ἐπὶ γᾶς νοεραῖς ἀνόδοις ἐπιβαλλομέναν. | |
σὺ δὲ λάμψον, ἄναξ, ἀναγωγὰ φάη, | ||
1(700) | πτερὰ κοῦφα διδούς· ἅμμα δὲ κόψον, χάλασον περόναν διδύμων παθέων, οἷσι ψυχὰς | |
705 | δολόεσσα φύσις κάμπτει κατὰ γᾶς· δός με, φυγοῖσαν σώματος ἄταν, θοὸν ἅλμα βαλεῖν | |
710 | ἐπὶ σὰς αὐλάς, ἐπὶ σοὺς κόλπους, ὅθεν ἁ ψυχᾶς προρέει παγά. Λιβὰς οὐρανία | |
715 | κέχυμαι κατὰ γᾶς· παγᾷ με δίδου, ὅθεν ἐξεχύθην φοιτὰς ἀλῆτις· νεῦσον προγόνῳ | |
720 | φωτὶ μιγῆναι, νεῦσον δ’ ὑπὸ σοὶ πρυτανευομέναν σὺν ἄνακτι χορῷ ἀνάγειν ὁσίως | |
725 | νοεροὺς ὕμνους, νεῦσον δέ, πάτερ, φωτὶ μιγεῖσαν μηκέτι δῦναι ἐς χθονὸς ἄταν. | |
730 | ὄφρα δὲ ζωᾶς ὑλοδιαίτου δεσμοῖσι μένω, πραεῖα, μάκαρ, | |
βόσκοι με τύχα. | ||
2 | Ϲὲ μὲν ἀρχομένας, σὲ δ’ ἀεξομένας, σὲ δὲ μεσσοίσας, σὲ δὲ παυομένας | |
5 | ἀοῦς ἱερᾶς, ζαθέας νυκτός, μέλπω, γενέτα, παιὼν ψυχᾶν, παιὼν γυίων, | |
10 | δῶτορ σοφίας, ἐλατὴρ νούσων, δῶτορ ψυχαῖς ἀπόνου βιοτᾶς, ἃν μὴ στείβει | |
15 | χθονία φροντίς, μάτηρ ἀχέων, μάτηρ παθέων, ὧν μοι ζωὰ | |
καθαρὰ μενέτω, | ||
20 | ἵνα τὰν πάντων κρυφίαν ῥίζαν ἀμενὴς ἀλέγω, μηδ’ ἀπαγωγοῖς ἄτῃσι θεοῦ | |
25 | νοσφιζοίμαν. Ϲέ, μάκαρ, μέλπω, κοίρανε κόσμου. Γᾶ σιγάτω ἐπὶ σοῖς ὕμνοις, | |
30 | ἐπὶ σαῖς εὐχαῖς· εὐφαμείτω ὅσα κόσμος ἔχει· σὰ γὰρ ἔργα, πάτερ. Καππαυέσθω | |
35 | ἀνέμων ῥοῖζος, ἦχος δένδρων, θρόος ὀρνίθων· ἥσυχος αἰθήρ, ἥσυχος ἀὴρ | |
40 | κλυέτω μολπᾶς· ὑδάτων δὲ χύσις | |
ἄψοφος ἤδη στάτω κατὰ γᾶς. οἱ δ’ ἐμπόδιοι | ||
45 | ἁγίων ὕμνων κευθμωνοχαρεῖς καὶ τυμβονόμοι δαίμονες ἤδη φυγέτωσαν ἐμὰν | |
2(50) | ὁσίαν εὐχάν· ἀγαθοὶ δ’ ὁπόσοι μάκαρες νοεροῦ πρόπολοι γενέτου κατέχουσι βάθη | |
55 | ἄκρα τε κόσμου, ὕμνων ἵλεῳ πεύθοιντο πατρός, ἵλεῳ δὲ λιτὰς ἀνάγοιεν ἐμάς. | |
60 | Μονὰς ὦ μονάδων, πάτερ ὦ πατέρων, ἀρχῶν ἀρχά, παγῶν παγά, ῥιζῶν ῥίζα, | |
65 | ἀγαθῶν ἀγαθόν, ἄστρων ἄστρον, κόσμων κόσμε, ἰδεῶν ἰδέα, | |
βύθιον κάλλος, | ||
70 | κρύφιον σπέρμα, πάτερ αἰώνων, πάτερ ἀφθέγκτων νοερῶν κόσμων, ὅθεν ἀμβροσία | |
75 | σταλάοισα πνοά, σώματος ὄγκοις ἐπινηξαμένα, δεύτερον ἤδη κόσμον ἀνάπτει. | |
80 | Ὑμνῶ σε, μάκαρ, καὶ διὰ φωνᾶς, ὑμνῶ σε, μάκαρ, καὶ διὰ σιγᾶς· ὅσα γὰρ φωνᾶς, | |
85 | τόσα καὶ σιγᾶς ἀίεις νοερᾶς. Ὑμνῶ δὲ γόνον τὸν πρωτόγονον καὶ πρωτοφαῆ. | |
90 | Γόνε κύδιστε πατρὸς ἀφθέγκτου, σέ, μάκαρ, μεγάλῳ πατρὶ συνυμνῶ, καὶ τὰν ἐπὶ σοὶ | |
95 | ὠδῖνα πατρός, γόνιμον βουλάν, | |
μεσάταν ἀρχάν, ἁγίαν πνοιάν, κέντρον γενέτου, | ||
2(100) | κέντρον δὲ κόρου. αὐτὰ μάτηρ, αὐτὰ γνωτά, αὐτὰ θυγάτηρ, μαιωσαμένα | |
105 | κρυφίαν ῥίζαν. ἵνα γὰρ προχυθῇ ἐπὶ παιδὶ πατήρ, αὐτὰ πρόχυσις εὕρετο βλάσταν, | |
110 | ἔστη δὲ μέσα, θεὸς ἔκ τε θεοῦ διὰ παῖδα θεόν· καὶ διὰ κλεινὰν πατρὸς ἀθανάτου | |
115 | πρόχυσιν πάλι παῖς εὕρετο βλάσταν. Μονὰς ἁ τριττύς, μονὰς ἅ γε μένει | |
καὶ τριὰς ἤδη. | ||
120 | Νοερὰ δὲ τομὰ ἄσχιστον ἔτι τὸ μερισθὲν ἔχει· προθορὼν δὲ μένει γόνος ἐς γενέταν, | |
125 | καὶ πάλιν ἔξω τὰ πατρὸς διέπει, κόσμοις κατάγων ὄλβον ζωᾶς ὅθεν αὐτὸς ἔχει | |
130 | λόγος, ὃν μεγάλῳ πατρὶ συνυμνῶ. Νόος ἀρρήτου τίκτει σε πατρός, καὶ σὺ κυηθεὶς | |
135 | λόγος εἶ γενέτου, πρῶτος πρώτας προθορὼν ῥίζας, ῥίζα δὲ πάντων τῶν μετὰ κλεινὰν | |
140 | τὰν σὰν γένναν. Μονὰς ἄρρητος, σπέρμα τὸ πάντων, σπέρμα σε πάντων ἐσπέρμηνεν. | |
145 | σὺ γὰρ ἐν πᾶσιν, διὰ σοῦ δὲ φύσις | |
ὑπάτα, μεσάτα νεάτα τε τεοῦ ἀπέλαυσε πατρὸς | ||
2(150) | ἀγαθῶν δώρων γονίμου ζωᾶς. σοὶ μὲν ἀγήρως ἄπονον τροχιὰν σφαῖρα κυλίνδει· | |
155 | ὑπὸ σὰν τάξιν, κύτεος μεγάλου βριαραῖς δίναις, ἑβδομὰς ἄστρων ἀντιχορεύει· | |
160 | τὰ δὲ πολλὰ μίαν πτύχα καλλύνει φέγγεα κόσμου διὰ σὰν βουλάν, γόνε κύδιστε· | |
165 | σὺ γὰρ ἀμφιθέων κύτος οὐράνιον δρόμον αἰώνων ἄλυτον συνέχεις· ὑπὸ σοῖς δέ, μάκαρ, | |
170 | ἁγίοις θεσμοῖς ἐν ἀπειροβαθοῦς αἴθρας λαγόσιν πολιῶν ἄστρων ἀγέλα νέμεται. | |
175 | Σὺ μὲν οὐρανίοις, | |
σὺ δ’ ἐνηερίοις, σὺ δ’ ἐπιχθονίοις, σὺ δ’ ὑποχθονίοις ἔργα μερίζεις | ||
180 | ζωάν τε νέμεις. σὺ νόου πρύτανις ταμίας τε θεοῖς θνατῶν θ’ ὁπόσοι νοερᾶς μοίρας | |
185 | ἔσπασαν ὄμβρους. σὺ ψυχοδότας οἷς ἐκ ψυχᾶς τέταται ζωὰ καὶ φύσις ἀκμής. | |
190 | ἀλαὸν ψυχᾶς βλάστημα τεᾶς κρέμαται σειρᾶς, χὠπόσα πάσας στέρεται πνοιᾶς | |
195 | ἀπὸ σῶν κόλπων δρέπεται συνοχάν, πορθμευομέναν διὰ σᾶς ἀλκᾶς ἐξ ἀρρήτων | |
2(200) | πατρικῶν κόλπων, κρυφίας μονάδος, | |
ὅθεν ὁ ζωᾶς ὀχετὸς προρέων φέρεται μέχρι γᾶς | ||
205 | διὰ σᾶς ἀλκᾶς δι’ ἀτεκμάρτων νοερῶν κόσμων· ἔνθεν δέχεται καταβαίνοισαν | |
210 | ἀγαθῶν κράναν, νοεροῦ μορφὰν κόσμος ὁρατός. ἅλιον οὗτος δεύτερον ἔσχεν, | |
215 | ὑστεροφεγγοῦς φωτὸς γενέταν ὀμματολαμπῆ, τᾶς γινομένας καὶ φθειρομένας | |
220 | ταμίαν ὕλας, υἱοῦ νοεροῦ τύπον αἰσθητόν, ἀγαθῶν παροχὰν ἐγκοσμογενῶν | |
225 | διὰ σὰν βουλάν, γόνε κύδιστε. Πάτερ ἄγνωστε, πάτερ ἄρρητε, ἄγνωστε νόῳ, | |
230 | ἄρρητε λόγῳ, νόος ἐσσὶ νόων, ψυχᾶν ψυχά, φύσις εἶ φυσίων. Γόνυ σοι κάμπτω· | |
235 | ἰδὲ τοῦτο, λάτρις πίπτω κατὰ γᾶς, ἱκέτας ἀλαός. Σὺ δὲ φωτοδότας φωτὸς νοεροῦ· | |
240 | ἐλέαιρε, μάκαρ, ἱκέτιν ψυχάν· σεῦε δὲ νούσους, σεῦε μερίμνας τὰς ψυχοβόρους· | |
245 | σεῦε δ’ ἀναιδῆ κύνα τὸν χθόνιον, δαίμονα γαίας, ψυχᾶς ἀπ’ ἐμᾶς, εὐχᾶς ἀπ’ ἐμᾶς, | |
2(250) | ζωᾶς ἀπ’ ἐμᾶς, ἔργων ἀπ’ ἐμῶν· σώματος ἔξω, πνεύματος ἔξω, πάντων ἔξω | |
255 | τῶν ἁμετέρων | |
δαίμων μενέτω. Λιπέτω, φυγέτω δαίμων ὕλας, παθέων ἀλκά, | ||
260 | ἀναγωγὸν ὁδὸν διατειχίζων, τὰς θεοδιφεῖς βλάπτων ὁρμάς. Ἕταρον δὲ δίδου | |
265 | ξυνωνόν, ἄναξ, ἁγίας ἅγιον ἄγγελον ἀλκᾶς, ἄγγελον εὐχᾶς τᾶς θεολαμποῦς, | |
270 | φίλον ἐσθλοδόταν, φύλακα ψυχᾶς, φύλακα ζωᾶς, εὐχᾶν φρουρόν, ἔργων φρουρόν. | |
275 | σῶμα δὲ σώζοι καθαρὸν νούσων, πνεῦμα δὲ σώζοι καθαρὸν λώβας, ψυχᾷ δ’ ἐπάγοι | |
280 | παθέων λάθαν, ἵνα καὶ ζωὰν τὰν γαιοτραφῆ | |
τοῖς σοῖς ὕμνοις πιαίνηται | ||
285 | ταρσὸς ψυχᾶς, ἵνα καὶ ζωὰν τὰν μετὰ μοίρας, τὰν μετὰ δεσμοὺς τοὺς χθονοβριθεῖς, | |
290 | καθαρὰν ὕλας ὁδὸν ἐξανύω ἐπὶ σὰς αὐλάς, ἐπὶ σοὺς κόλπους, ὅθεν ἁ ψυχᾶς | |
295 | προρέει παγά. Σὺ δὲ χεῖρα δίδου, σὺ κάλει, σύ, μάκαρ, ὕλας ἄναγε | |
ἱκέτιν ψυχάν. | ||
3 | Ὑμνῶμεν κοῦρον νύμφας, νύμφας οὐ νυμφευθείσας ἀνδρῶν μοιραίαις κοίταις. Ἄρρητοι πατρὸς βουλαὶ | |
5 | ἔσπειραν Χριστοῦ γένναν· ἁ σεμνὰ νύμφας ὠδὶς ἀνθρώπου φῆνεν μορφάν, ὃς θνατοῖσιν πορθμευτὰς ἦλθεν φωτὸς παγαίου· | |
10 | ἁ δ’ ἄρρητός σευ βλάστα αἰώνων οἶδεν ῥίζαν. Αὐτὸς φῶς εἶ παγαῖον, συλλάμψας ἀκτὶς πατρί, ῥήξας δ’ ὀρφναίαν ὕλαν | |
15 | ψυχαῖς ἐλλάμπεις ἁγναῖς. αὐτὸς μὲν κόσμου κτίστας, κλεινῶν σφαιρωτὰς ἄστρων, κέντρων γαίας ῥιζωτάς, | |
αὐτὸς δ’ ἀνθρώπων σωτήρ. | ||
20 | Ϲοὶ μὲν Τιτὰν ἱππεύει, ἠοῦς ἄσβεστος παγά· σοὶ δ’ ἁ ταυρῶπις μήνα τὰν νυκτῶν ὄρφναν λύει· σοὶ καὶ τίκτονται καρποί, | |
25 | σοὶ καὶ βόσκονται ποῖμναι· ἐκ σᾶς ἀρρήτου παγᾶς ζείδωρον πέμπων αἴγλαν, πιαίνεις κόσμων ταρσούς· ἐκ σῶν βλάστησεν κόλπων | |
30 | καὶ φῶς καὶ νοῦς καὶ ψυχά. Τὰν σὰν οἴκτειρον κούραν γυίοις εἱρχθεῖσαν θνατοῖς μοίρας θ’ ὑλαίοις μέτροις. νούσων ἐκσώζοις λώβας | |
35 | ἀσκηθῆ γυίων ἀλκάν. νεῦσον μὲν μύθοις πειθώ, νεῦσον δ’ ἔργοισιν κῦδος, ἀρχαίαις πρέψαι φάμαις ταῖς Κυράνας καὶ Σπάρτας. | |
40 | λύπαις δ’ ἄστιπτος ψυχὰ πραεῖαν ζωὰν ἕλκοι, | |
θρέπτειραν, δισσὰς γλήνας ἐς σὸν τείνοισαν φέγγος, ὡς ἐξ ὕλας φοιβαθεὶς | ||
45 | ἀστρέπτους οἴμους σπεύσω, φύξηλις γαίας μόχθων, μιχθῆναι ψυχᾶς παγᾷ. Τοίαν ἄχραντον ζωὰν τῷ σῷ κραίνοις φορμικτῇ, | |
3(50) | εὖτ’ ἄν σοι στέλλων μολπὰν τὰν σὰν κυδαίνω ῥίζαν, μήκιστον πατρὸς κῦδος, καὶ τὰν σύνθωκον πνοιάν, μέσσαν ῥίζας καὶ βλάστας, | |
55 | καὶ πατρὸς μέλπων ἀλκὰν τοῖς σοῖς ὕμνοις ἀμπαύω κλεινὰν ὠδῖνα ψυχᾶς. Χαίροις, ὦ παιδὸς παγά, χαίροις, ὦ πατρὸς μορφά· | |
60 | χαίροις, ὦ παιδὸς κρηπίς, χαίροις, ὦ πατρὸς σφρηγίς· χαίροις, ὦ παιδὸς κάρτος, χαίροις, ὦ πατρὸς κάλλος· χαίροις δ’ ἄχραντος πνοιά, | |
65 | κέντρον κούρου καὶ πατρός· τάν μοι πέμποις σὺν πατρὶ ἄρδοισαν ψυχᾶς ταρσούς, | |
κράντειραν θείων δώρων. | ||
4 | Μετὰ παγᾶς ἁγίας αὐτολοχεύτου, ἀρρήτων ἑνοτήτων ἐπέκεινα, θεὸν ἄμβροτον, θεοῦ κύδιμον υἷα, μόνον ἐκ μόνου πατρὸς παῖδα θορόντα, | |
5 | στεφανώσομεν σοφοῖς ἄνθεσιν ὕμνων· ὃν βουλᾶς πατρικᾶς ἄφραστος ὠδὶς ἀγνώστων ἀνέδειξε παῖδα κόλπων, ἃ πατρὸς λοχίους ἔφηνε καρπούς, καὶ φήνασα φάνη μεσσοπαγὴς νοῦς· | |
10 | ἐν παγᾷ δὲ μένουσι καὶ χυθέντες. Ϲοφία νόου πατρός, κάλλεος αὐγά, σοὶ τεχθέντι πατὴρ ἔνευσε τίκτειν. Ϲὺ τὸ κρυπτὸν εἶ πατρὸς σπέρμα προλάμπον· σὲ γὰρ ἀρχὰν γενέτας ἔδωκε κόσμοις | |
15 | κατάγειν ἐκ νοερῶν σώμασι μορφάς· σὺ μὲν οὐρανοῦ σοφὰν ἄντυγα νωμᾷς, τὰν δ’ ἄστρων ἀγέλαν ἀεὶ νομεύεις· σὺ δὲ τᾶς ἀγγελικᾶς, ἄναξ, χορείας καὶ τᾶς δαιμονίας φάλαγγος ἄρχεις· | |
20 | σὺ δὲ καὶ φύσιν φθιτὰν ἀμφιχορεύεις, ἀμέριστον περὶ γᾶν πνεῦμα μερίζεις, καὶ παγᾷ τὸ δοθὲν πάλιν συνάπτεις, θνατοὺς ἐκ θανάτου λύων ἀνάγκας. Ἱλήκοις ἐπὶ σῶν στέμμασιν ὕμνων, | |
25 | βιοτᾶς ὑμνοπόλῳ νέμων γαλάναν· εὐρίπων προχοὰν στᾶσον ἀλῆτιν, τερσαίνων ὀλοοὺς κλύδωνας ὕλας· ψυχᾶς καὶ μελέων ἔρυκε νούσους, παθέων οὐλομέναν κοίμισον ὁρμάν, | |
30 | πλούτου καὶ πενίας ἄλαλκε κῆρας, ἔργοις κυδαλίμαν ὄπασσον ὀμφάν, ἐν λαοῖς ἀγαθὰν ἄνοιγε φάμαν, πειθοῦς πραϋλόγω στέφων ἀώτῳ, ἵνα μοι νόος δρέπῃ σχολὰν ἀκύμων, | |
35 | μηδ’ ἐν ταῖς χθονίαις στένω μερίμναις, ἀλλ’ ἐκ σῶν ὀχετῶν ὑψιφορήτων | |
ὠδῖσιν σοφίας νόον κατάρδω. | ||
5 | Πάλι φέγγος, πάλιν ἀώς, πάλιν ἁμέρα προλάμπει μετὰ νυκτίφοιτον ὄρφναν· πάλι μοι λίγαινε, θυμέ, | |
5 | θεὸν ὀρθρίοισιν ὕμνοις, ὃς ἔδωκε φέγγος ἀοῖ, ὃς ἔδωκεν ἄστρα νυκτί, περικοσμίαν χορείαν. Πολυκύμονος μὲν ὕλας | |
10 | ἐκάλυψε νῶτον αἰθὴρ πυρὸς ἐμβεβὼς ἀώτῳ, ἵνα κυδίμα σελάνα πυμάταν ἄντυγα τέμνει· ὑπὲρ ὀγδόαν δὲ δίναν | |
15 | ἑλίκων ἀστροφορήτων ῥόος ἀστέρων ἔρημος, ὑποκολπίους ἐλαύνων πτύχας ἀντίον θεοίσας, | |
μέγαν ἀμφὶ νοῦν χορεύει, | ||
20 | ὃς ἄνακτος ἄκρα κόσμου πολιοῖς ἔρεψε ταρσοῖς. τὰ πρόσω μάκαιρα σιγὰ νοερῶν τε καὶ νοητῶν ἄτομον τομὰν καλύπτει. | |
25 | Μία παγά, μία ῥίζα τριφαὴς ἔλαμψε μορφά· ἵνα γὰρ βυθὸς πατρῷος, τόθι καὶ κύδιμος υἱός, κραδιαῖόν τι λόχευμα, | |
30 | σοφία κοσμοτεχνῖτις, ἑνοτήσιόν τε φέγγος ἁγίας ἔλαμψε πνοιᾶς. μία παγά, μία ῥίζα ἀγαθῶν ἀνέσχεν ὄλβον | |
35 | ὑπερούσιόν τε βλάσταν γονίμοις ζέοισαν ὁρμαῖς· τά τ’ ἐνουσίων προλάμπει μακάρων ἀγητὰ φέγγη, ὅθεν ἐγκόσμιος ἤδη | |
40 | χορὸς ἀφθίτων ἀνάκτων γενετήριόν τε κῦδος τό τε πρωτόσπορον εἶδος νοεροῖς ἔμελψεν ὕμνοις. πέλας εὐμενῶν τοκήων | |
45 | στρατὸς ἀγγέλων ἀγήρως τὰ μὲν ἐς νόον δεδορκὼς δρέπεται κάλλεος ἀρχάν, τὰ δ’ ἐς ἄντυγας δεδορκὼς διέπει βένθεα κόσμου, | |
5(50) | τὸν ὕπερθε κόσμον ἕλκων νεάτας καὶ μέχρις ὕλας, ἵνα δαιμόνων ὅμιλον φύσις ἱζάνοισα τίκτει πολύθρουν καὶ πολυμήταν· | |
55 | ὅθεν ἥρως, ὅθεν ἤδη περὶ γᾶν σπαρεῖσα πνοιὰ χθονὸς ἐζώωσε μοίρας πολυδαιδάλοισι μορφαῖς. Τὰ δὲ πάντα σεῖο βουλᾶς | |
60 | ἔχεται· σὺ δ’ ἐσσὶ ῥίζα παρεόντων πρό τ’ ἐόντων, μετεόντων, ἐνεόντων· σὺ πατήρ, σὺ δ’ ἐσσὶ μάτηρ, σὺ μὲν ἄρρην, σὺ δὲ θῆλυς, | |
65 | σὺ δὲ φωνά, σὺ δὲ σιγά, φύσεως φύσις γονοῦσσα, σὺ δ’ ἄναξ, αἰῶνος αἰών. Τὸ μὲν ᾖ θέμις βοᾶσαι· | |
μέγα χαῖρε, ῥίζα κόσμου, | ||
70 | μέγα χαῖρε, κέντρον ὄντων, μονὰς ἀμβρότων ἀριθμῶν, προανουσίων ἀνάκτων· μέγα χαίροις, μέγα χαίροις, ὅτι πὰρ θεῷ τὸ χαίρειν. | |
75 | Ἐπ’ ἐμοῖς ἵλαον οὖας τάνυσον χοροῖσιν ὕμνων· σοφίας ἄνοιγε φέγγος, κατάχει κύδιμον ὄλβον, κατάχει χάριν λιπῶσαν | |
80 | βιοτᾶς γαληνιώσας, πενίαν ἐκτὸς ἐλαύνων χθονίαν τε κῆρα πλούτου· μελέων ἔρυκε νούσους παθέων τ’ ἄκοσμον ὁρμάν, | |
85 | φρενοκηδεῖς τε μερίμνας ἀπό μοι ζωᾶς ἐρύκοις, ἵνα μὴ τὸ νοῦ πτέρωμα ἐπιβρίσῃ χθονὸς ἄτα. Ἄνετον δὲ ταρσὸν αἴρων | |
90 | περὶ σᾶς ὄργια βλάστας | |
τὰ πανάρρητα χορεύσω. | ||
6 | Πρῶτος νόμον εὑρόμαν ἐπὶ σοί, μάκαρ, ἄμβροτε, γόνε κύδιμε παρθένου, Ἰησοῦ Σολυμήϊε, | |
5 | νεοπαγέσιν ἁρμογαῖς κρέξαι κιθάρας μίτους. Ἀλλ’ εὐμενέοις, ἄναξ, καὶ δέχνυσο μουσικὰν ἐξ εὐαγέων μελῶν. | |
10 | Ὑμνήσομεν ἄφθιτον θεόν, υἷα θεοῦ μέγαν, αἰωνοτόκου πατρὸς τὸν κοσμογόνον κόρον, τὰν παντομιγῆ φύσιν, | |
15 | σοφίαν ἀπερείσιον, τὸν ἐπουρανίοις θεόν, τὸν ὑποχθονίοις νέκυν. Ἐχύθης ὅτ’ ἐπὶ χθονὶ | |
βροτέας ἀπὸ νηδύος, | ||
20 | μάγος ἁ πολύφρων τέχνα ἐξ ἀστέρος ἀντολᾶς θάμβησεν ἀμήχανος, τί τὸ τικτόμενον βρέφος, τίς ὁ κρυπτόμενος θεός, | |
25 | βασιλεύς, θεὸς ἢ νέκυς. Ἄγε, δῶρα κομίζετε, σμύρνης ἐναγίσματα, χρυσοῦ τ’ ἀναθήματα, λιβάνου τε θύη καλά. | |
30 | Θεὸς εἶ, λίβανον δέχου· χρυσὸν βασιλεῖ φέρω· σμύρνῃ τάφος ἁρμόσει. Καὶ γᾶν ἐκαθήραο, καὶ πόντια κύματα, | |
35 | καὶ δαιμονίας ὁδούς, ῥαδινὰν χύσιν ἀέρος, καὶ νερτερίους μυχούς, φθιμένοισι βοηθόος, θεὸς εἰς Ἀίδαν σταλείς. | |
40 | Ἀλλ’ εὐμενέοις, ἄναξ, καὶ δέχνυσο μουσικὰν | |
ἐξ εὐαγέων μελῶν. | ||
7 | Ὑπὸ Δώριον ἁρμογὰν ἐλεφαντοδέτων μίτων στάσω λιγυρὰν ὄπα ἐπὶ σοί, μάκαρ, ἄμβροτε, | |
5 | γόνε κύδιμε παρθένου. Ϲὺ δέ μου βιοτὰν σάου παναπήμονα, κοίρανε, λύπαις ἄβατον διδοὺς καὶ νύκτα καὶ ἁμέραν· | |
10 | λάμποις πραπίσιν σέλας νοερᾶς ἀπὸ παγᾶς· σθένος ἀρτεμέων μελῶν καὶ κῦδος ἐν ἔργμασιν νεότατι νέμοις ἐμᾷ, | |
15 | λιπαρὸν δὲ φέροις ἔτος ἐς γήραος ἁδονὰν ἐρίτιμον ἀέξων πινυτὰν σὺν ὑγείᾳ. Γνωτὸν δὲ φυλάσσοις, | |
20 | τόν μοι νέον, ἄφθιτε, ἤδη χθονίαν πύλαν παραμειβόμενον ποδὶ ἄψορρον ἀνήγαγες· ἐμὰ κήδεα καὶ γόους, | |
25 | ἐμὰ δάκρυα καὶ φρενῶν σβέσας αἰθομέναν φλόγα· ἐβιώσαο καὶ νέκυν διὰ σόν, πάτερ, οἰκέταν. Γνωτᾶν τε συνωρίδα | |
30 | τεκέων τε φυλάσσοις· ὅλον Ἡσυχιδᾶν δόμον ὑπὸ σᾷ χερὶ κρύπτοις. Καί μοι ζυγίων, ἄναξ, ξυνήονα δεμνίων | |
35 | ἀπόνουσον, ἀπήμονα, ἐρίηρον, ὁμόφρονα, κρυφίων ἀδαήμονα ὀάρων ἄλοχον σάου· ὅσιον δ’ ἐφέποι λέχος | |
40 | πανακήρατον, εὐαγές, | |
ἀδίκοις ἄβατον πόθοις. Ψυχὰν δέ, λυθεῖσαν χθονίου βιότου πέδας, ἐξαίνυσο πημάτων | ||
45 | καὶ λευγαλέας ἄλας, σὺν δ’ εὐαγέων χοροῖς ὕμνους ἀνάγειν δίδου. Ἐπὶ κύδεϊ σοῦ πατρὸς καὶ κάρτεϊ σῷ, μάκαρ, | |
7(50) | πάλιν ὑμνοπολεύσω, πάλι σοι μέλος ᾄσω, τάχα καὶ κιθάραν πάλιν | |
πανακήρατον ἁρμόσω. | ||
8 | Πολυήρατε, κύδιμε, σέ, μάκαρ, γόνε παρθένου ὑμνῶ Ϲολυμηΐδος, ὃς τὰν δολίαν πάγαν, | |
5 | χθόνιον μεγάλων ὄφιν πατρὸς ἤλασας ὀρχάτων, ὃς καρπὸν ἀπώμοτον, τροφὸν ἀργαλέου μόρου, πόρεν ἀρχεγόνῳ κόρᾳ. | |
10 | Ϲτεφανηφόρε, κύδιμε, σέ, πάτερ, πάϊ παρθένου ὑμνῶ Ϲολυμηΐδος. Κατέβας μέχρι καὶ χθονὸς ἐπίδημος ἐφαμέροις | |
15 | βρότεόν τε φέρων δέμας κατέβας δ’ ὑπὸ Τάρταρα, ψυχᾶν ὅθι μυρία | |
θάνατος νέμεν ἔθνεα· φρίξεν σε γέρων τότε | ||
20 | Ἀίδας ὁ παλαιγενής, καὶ λαοβόρος κύων, 〈***〉 ὁ βαρυσθενής, [δημοβόρος] ἀνεχάσσατο βηλοῦ. λύσας δ’ ἀπὸ πημάτων | |
25 | ψυχᾶν ὁσίους χορούς, θιάσοις σὺν ἀκηράτοις ὕμνους ἀνάγεις πατρί. Ϲτεφανηφόρε, κύδιμε, σε, πάτερ, πάϊ παρθένου | |
30 | ὑμνῶ Ϲολυμηΐδος. Ἀνιόντα σε, κοίρανε, τὰ κατ’ ἠέρος ἄσπετα τρέσεν ἔθνεα δαιμόνων· θάμβησε δ’ ἀκηράτων | |
35 | χορὸς ἄμβροτος ἀστέρων· αἰθὴρ δὲ γελάσσας, | |
σοφὸς ἁρμονίας πατήρ, ἐξ ἑπτατόνου λύρας ἐκεράσσατο μουσικὰν | ||
40 | ἐπινίκιον ἐς μέλος. μείδησεν Ἑωσφόρος, ὁ διάκτορος ἁμέρας, καὶ χρύσεος Ἕσπερος, Κυθερήϊος ἀστήρ· | |
45 | ἁ μὲν κερόεν σέλας πλήσασα ῥόου πυρὸς ἁγεῖτο σελάνα, ποιμὴν νυχίων θεῶν· τὰν δ’ εὐρυφαῆ κόμαν | |
8(50) | Τιτὰν ἐπετάσσατο ἄρρητον ὑπ’ ἴχνιον, ἔγνω δὲ γόνον θεοῦ, τὸν ἀριστοτέχναν νόον, ἰδίου πυρὸς ἀρχάν. | |
55 | Ϲὺ δὲ ταρσὸν ἐλάσσας κυανάντυγος οὐρανοῦ ὑπερήλαο νώτων, σφαίρῃσι δ’ ἐπεστάθης νοεραῖσιν ἀκηράτοις, | |
60 | ἀγαθῶν ὅθι παγά, σιγώμενος οὐρανός. Ἔνθ’ οὔτε βαθύρροος ἀκαμαντοπόδας χρόνος | |
χθονὸς ἔκγονα σύρων, | ||
65 | οὐ κῆρες ἀναιδέες βαθυκύμονος ὕλας· ἀλλ’ αὐτὸς ἀγήραος αἰὼν ὁ παλαιγενής, νέος ὢν ἅμα καὶ γέρων, | |
70 | τᾶς ἀενάω μονᾶς | |
ταμίας πέλεται θεοῖς. | ||
9 | Ἄγε μοι, λίγεια φόρμιγξ, μετὰ Τηΐαν ἀοιδάν, μετὰ Λεσβίαν τε μολπάν, γεραρωτέροις ἐφ’ ὕμνοις | |
5 | κελάδει Δώριον ᾠδάν, ἁπαλαῖς οὐκ ἐπὶ νύμφαις ἀφροδίσιον γελώσαις, θαλερῶν οὐδ’ ἐπὶ κούρων πολυηράτοισιν ἥβαις· | |
10 | θεοκύμονος γὰρ ἁγνὰ σοφίας ἄχραντος ὠδὶς μέλος ἐς θεῖον ἐπείγει κιθάρας μίτους ἐρέσσειν, μελιχρὰν δ’ ἄνωγεν ἄταν | |
15 | χθονίων φυγεῖν ἐρώτων. τί γὰρ ἀλκά, τί δὲ κάλλος, τί δὲ χρυσός, τί δὲ φᾶμαι βασιλήϊοί τε τιμαὶ παρὰ τὰς θεοῦ μερίμνας; | |
20 | Ὁ μὲν ἵππον εὖ διώκοι, ὁ δὲ τόξον εὖ τιταίνοι, ὁ δὲ θημῶνα φυλάσσοι κτεάνων, χρύσεον ὄλβον· ἑτέρῳ δ’ ἄγαλμα χαίτη | |
25 | καταειμένη τενόντων· πολύυμνος δέ τις εἴη παρὰ κούροις, παρὰ κούραις ἀμαρύγμασιν προσώπων· ἐμὲ δ’ ἀψόφητον εἴη | |
30 | βιοτὰν ἄσημον ἕλκειν, τὰ μὲν εἰς ἄλλους ἄσημον, τὰ δὲ πρὸς θεὸν ἰδυῖαν. σοφία δέ μοι παρείη, ἀγαθὰ μὲν νεότατα, | |
35 | ἀγαθὰ δὲ γῆρας ἕλκειν, ἀγαθὰ δ’ ἄνασσα πλούτου· πενίαν δ’ ἄμοχθος οἴσει σοφία γελῶσα, πικραῖς ἄβατον βίου μερίμναις, | |
40 | μόνον εἰ τόσον παρείη ὅσον ἄρκιον καλιῆς | |
ἀπὸ γειτόνων ἐρύκειν, ἵνα μὴ χρεώ με κάμπτοι ἐπὶ φροντίδας μελαίνας. | ||
45 | κλύε καὶ τέττιγος ᾠδὰν δρόσον ὀρθρίαν πιόντος. Ἴδε μοι βοῶσι νευραὶ ἀκέλευστα καί τις ὀμφὰ περί τ’ ἀμφί με ποτᾶται. | |
9(50) | Τί ποτ’ ἆρα τέξεταί μοι μέλος ἁ θέσκελος ὠδίς; Ὁ μὲν αὐτόσσυτος ἀρχά, ταμίας πατήρ τ’ ἐόντων, ἀλόχευτος, ὑψιθώκων | |
55 | ὑπὲρ οὐρανοῦ καρήνων ἀλύτῳ κύδεϊ γαίων θεὸς ἔμπεδος θαάσσει, ἑνοτήτων ἑνὰς ἁγνά, μονάδων μονάς τε πρώτα, | |
60 | ἁπλότητας ἀκροτήτων ἑνίσασα καὶ τεκοῦσα ὑπερουσίοις λοχείαις· | |
ὅθεν αὐτὴ προθοροῦσα διὰ πρωτόσπορον εἶδος | ||
65 | μονὰς ἄρρητα χυθεῖσα τρικόρυμβον ἔσχεν ἀλκάν, ὑπερούσιος δὲ παγὰ στέφεται κάλλεϊ παίδων ἀπὸ κέντρου τε θορόντων, | |
70 | περὶ κέντρον τε ῥυέντων. Μένε μοι, θρασεῖα φόρμιγξ, μένε, μηδὲ φαῖνε δήμοις τελετὰς ἀνοργιάστοις. ἴθι, καὶ τὰ νέρθε φώνει· | |
75 | τὰ δ’ ἄνω σιγὰ καλύπτοι. ὁ δὲ νοῦς οἴοισιν ἤδη μέλεται νοοῖσι κόσμοις· ἀγαθὰ γὰρ ἔνθεν ἤδη βροτέου πνεύματος ἀρχὰ | |
80 | ἀμερίστως ἐμερίσθη, ὁ καταιβάτας ἐς ὕλαν νόος ἄφθιτος, τοκήων θεοκοιράνων ἀπορρώξ, | |
ὀλίγα μέν, ἀλλ’ ἐκείνων. | ||
85 | ὅλος οὗτος εἷς τε πάντῃ, ὅλος εἰς ὅλον δεδυκώς, κύτος οὐρανῶν ἑλίσσει· τὸ δ’ ὅλον τοῦτο φυλάσσων νενεμημέναισι μορφαῖς | |
90 | μεμερισμένος παρέστη, ὁ μὲν ἀστέρων διφρείαις, ὁ δ’ ἐς ἀγγέλων χορείας· ὁ δὲ καὶ ῥέποντι δεσμῷ χθονίαν εὕρετο μορφάν· | |
95 | ἀπὸ δ’ ἐστάθη τοκήων, δνοφερὰν ἤρυσε λάθαν, ἀλαωποῖσι μερίμναις χθόνα θαυμάσας ἀτερπῆ, θεὸς ἐς θνητὰ δεδορκώς. | |
9(100) | Ἔνι μάν, ἔνι τι φέγγος κεκαλυμμέναισι γλήναις· ἔνι καὶ δεῦρο πεσόντων ἀναγώγιός τις ἀλκά, ὅτε κυμάτων φυγόντες | |
105 | βιοτησίων, ἀκηδεῖς ἁγίας ἔστειλαν οἴμους | |
πρὸς ἀνάκτορον τοκῆος. Μάκαρ ὅστις βορὸν ὕλας προφυγὼν ὕλαγμα, καὶ γᾶς | ||
110 | ἀναδὺς ἅλματι κούφῳ ἴχνος ἐς θεὸν τιταίνει. μάκαρ ὅστις μετὰ μοίρας, μετὰ μόχθους, μετὰ πικρὰς χθονογηθεῖς μελεδῶνας, | |
115 | ἐπιβὰς νόου κελεύθων βυθὸν εἶδεν θεολαμπῆ. Πόνος † εἰς ὅλαν † τανύσσαι κραδίαν ὅλοισι ταρσοῖς ἀναγωγίων ἐρώτων. | |
120 | μόνον ἐμπέδωσον ὁρμὰν νοερηφόροισιν οἴμαις· ὁ δέ τοι πέλας φανεῖται γενέτας, χεῖρας ὀρεγνύς· προθέοισα γάρ τις ἀκτὶς | |
125 | καταλάμψει μὲν ἀταρπούς, πετάσει δέ τοι νοητὸν πεδίον, κάλλεος ἀρχάν. Ἄγε μοι, ψυχά, πιοῖσα | |
ἀγαθορρύτοιο παγᾶς, | ||
130 | ἱκετεύσασα τοκῆα ἀνάβαινε, μηδὲ μέλλε, χθονὶ τὰ χθονὸς λιποῖσα· τάχα δ’ ἀμμιγεῖσα πατρὶ | |
θεὸς ἐν θεῷ χορεύσεις. |