TLG 2006 006 :: SYNESIUS :: Calvitii encomium

SYNESIUS Phil., Episcopus
(Cyrenensis: A.D. 4–5)

Calvitii encomium

Source: Terzaghi, N. (ed.), Synesii Cyrenensis opuscula. Rome: Polygraphica, 1944: 190–232.

Citation: Section — (line)

t

ΦΑΛΑΚΡΑΣ ΕΓΚΩΜΙΟΝ

1

Δίωνι τῷ χρυσῷ τὴν γλῶτταν ἐποιήθη βιβλίον, κόμης ἐγκώμιον, οὕτω δή τι λαμπρόν, ὡς ἀνάγκην εἶναι παρὰ τοῦ λόγου φαλακρὸν ἄνδρα αἰσχύνεσθαι. συνεπιτί‐ θεται γὰρ ὁ λόγος τῇ φύσει· φύσει δὲ ἅπαντες ἐθέλομεν
5εἶναι καλοί, πρὸς ὃ μέγα μέρος αἱ τρίχες συμβάλλονται, αἷς ἡμᾶς ἐκ παίδων ἡ φύσις ᾠκείωσεν. ἐγὼ μὲν οὖν καὶ ὁπηνίκα τὸ δεινὸν ἤρχετο καὶ θρὶξ ἀπερρύη, μέσην αὐτὴν δέδηγμαι τὴν καρδίαν· καὶ ἐπειδὴ προσέκειτο μᾶλλον, ἄλλης ἐπ’ ἄλλῃ πιπτούσης, ἤδη δὲ καὶ σύνδυο καὶ κατὰ
10πλείους, καὶ ὁ πόλεμος λαμπρὸς ἦν, ἀγομένης καὶ φερο‐ μένης τῆς κεφαλῆς, τότε δή, τότε χαλεπώτερα πάσχειν ᾤμην ἢ ὑπ’ Ἀρχιδάμου τοὺς Ἀθηναίους ἐπὶ τῇ δενδρο‐
τομίᾳ τῶν Ἀχαρνῶν, ταχύ τε ἀπεδείχθην ἀνεπιτήδευτος Εὐβοεύς, οὓς ὄπιθεν κομόωντας ἐστράτευσεν ἐπὶ Τροίαν190
15ἡ ποίησις. ἐν ᾧ τίνα μὲν θεῶν, τίνα δὲ δαιμόνων παρῆλθον ἀκατηγόρητον; ἐπειθόμην δὲ καὶ Ἐπικούρου τι γράφειν ἐγκώμιον, οὐ κατὰ ταὐτὰ περὶ τῶν θεῶν διακείμενος, ἀλλ’ ὡς ὅ τι κἀγὼ δυναίμην ἀντιδηξόμενος. ἔλεγον γὰρ ὅτι ποῦ τὰ τῆς προνοίας ἐν τῷ παρ’ ἀξίαν ἑκάστου; καὶ
20τί γὰρ ἀδικῶν ἐγὼ φανοῦμαι ταῖς γυναιξὶν ἀηδέστερος; οὐ δεινόν, εἰ ταῖς ἐκ γειτόνων· τὰ γὰρ ἐς Ἀφροδίτην ἐγὼ δικαιότατος, κἂν τῷ Βελλεροφόντῃ σωφροσύνης ἀμφι‐ σβητήσαιμι. ἀλλὰ καὶ μήτηρ, ἀλλὰ καὶ ἀδελφαί, φασί, τῷ κάλλει τι νέμουσι τῶν ἀρρένων· ἐδήλωσε δὲ ἡ Παρύσατις,
25Ἀρταξέρξην τὸν βασιλέα διὰ Κῦρον τὸν καλὸν ἀποστέρξασα.

2

Ταῦτ’ ἄρα ἐποτνιώμην, καὶ μικρὸν οὐδὲν ἐπενόουν περὶ τῆς συμφορᾶς. ἐπεὶ δὲ ὅ τε χρόνος αὐτὴν συνηθεστέραν ἐποίησε, καὶ ὁ λόγος ἀντεισιὼν κατεξανίστη τοῦ πάθους, τὸ δὲ κατὰ μικρὸν ὑπεξίστατο, ἤδη διὰ ταῦτα ῥᾴων ἦν
5καὶ ἀνέφερον· νυνὶ δὲ ἀνθυπήνεγκεν αὐτὸ ῥεῦμα ἕτερον οὗτος αὐτὸς ὁ Δίων, καὶ ἐπανήκει μοι μετὰ συνηγόρου.
πρὸς δύο δέ, φησὶν ὁ λόγος, οὐδ’ Ἡρακλῆς, εἰ τοὺς Μολιονίδας ἐκ λόχου προσπεσόντας οὐκ ἤνεγκεν, ἀλλὰ καὶ πρὸς τὴν ὕδραν ἀγωνιζόμενος, τέως μὲν εἷς ἑνὶ συνεστήκεσαν·191
10ἐπεὶ δὲ ὁ καρκίνος αὐτῇ παρεγένετο, κἂν ἀπεῖπεν, εἰ μὴ τὴν Ἰόλεω συμμαχίαν ἀντεπηγάγετο. κἀγώ μοι δοκῶ παραπλήσιόν τι παθεῖν ὑπὸ Δίωνος, οὐκ ἔχων ἀδελφιδοῦν τὸν Ἰόλεων. πάλιν οὖν ἐκλαθόμενος ἐμαυτοῦ τε καὶ τῶν λογισμῶν, ἐλεγεῖα ποιῶ θρῆνον ἐπὶ τῇ κόμῃ. σὺ δὲ ἐπειδὴ
15φαλακρῶν μὲν ὁ κράτιστος εἶ, δοκεῖς δέ τις εἶναι γεννάδας, ὃς οὐδὲ ἐμπάζῃ τῆς συμφορᾶς, ἀλλὰ καί, ὅταν ἔτνους προ‐ κειμένου μετώπων ἐξέτασις γίνηται, σαυτὸν ἐπιλέγεις, ὡς ἐπ’ ἀγαθῷ δή τινι φιλοτιμούμενος, οὐκοῦν ἀνάσχου τοῦ λόγου, καὶ τήρησον ἐν πείσῃ, φασί, τὴν καρδίαν, ὥσπερ
20ὁ Ὀδυσσεὺς πρὸς τὴν ἀναγωγίαν τῶν γυναικῶν ἀνέκ‐ πληκτος ἔμεινε· καὶ σὺ πειρῶ μηδὲν ὑπὸ τούτου παθεῖν. ἀλλ’ οὐκ ἂν δύναιο; τί φῄς; καὶ μὴν δυνήσῃ. τοιγαροῦν ἄκουε. δεῖ δὲ οὐδὲν ἐξελίττειν τὸ βιβλίον, ἀλλ’ αὐτὸς ἐρῶ. καὶ γὰρ οὐδὲ πολύστιχόν ἐστι· γλαφυρὸν μέντοι, καὶ τὸ
25κάλλος αὐτοῦ προσιζάνει τῇ μνήμῃ, ὥστε οὐδὲ βουλόμενον
ἐπιλαθέσθαι με οἷόν τε.192

3

«Ἀναστὰς ἕωθεν καὶ τοὺς θεοὺς προσειπών, ὅπερ εἴωθα, ἐπεμελούμην τῆς κόμης· καὶ γὰρ ἐτύγχανον μαλακώτερον τὸ σῶμα ἔχων· ἡ δὲ ἠμέλητο ἐκ πλείονος. πάνυ γοῦν συνέστραπτο καὶ συνεπέπλεκτο τὰ πολλὰ
5αὐτῆς, οἷον τῶν ὀίων τὰ περὶ τοῖς σκέλεσιν αἰωρούμενα· πολὺ δὲ ταῦτα σκληρότερα, ὡς ἂν ἐκ λεπτοτέρων συμπε‐ πλεγμένα τῶν τριχῶν. ἦν οὖν ὀφθῆναί τε ἀγρία ἡ κόμη καὶ βαρεῖα· μόλις δὲ διελύετο, καὶ τὰ πολλὰ αὐτῆς ἀπε‐ σπᾶτο καὶ διετείνετο. οὐκοῦν ἐπῄει μοι τοὺς φιλοκόμους
10ἐπαινεῖν, οἳ φιλόκαλοι ὄντες καὶ τὰς κόμας περὶ πλείστου ποιούμενοι ἐπιμελοῦνται οὐ ῥᾳθύμως, ἀλλὰ κάλαμόν τινα ἔχουσιν ἀεὶ ἐν αὐτῇ τῇ κόμῃ, ᾧ ξαίνουσιν αὐτήν, ὅταν σχολὴν ἄγωσι· καὶ τοῦτο δὴ τὸ χαλεπώτατον, χαμαὶ κοιμώμενοι φυλάττουσιν ὅπως μηδέποτε ἅψωνται τῆς γῆς,
15ὑπερείδοντες ὑπὸ τὴν κεφαλὴν μικρὸν ξύλον, ὅπως ἀπέχῃ τῆς γῆς ὡς πλεῖστον, καὶ μᾶλλον φροντίζουσι τοῦ καθαρὰν φέρειν τὴν κόμην ἢ τοῦ ἡδέως καθεύδειν· ἡ μὲν γὰρ καλούς τε καὶ φοβεροὺς αὐτοὺς ἔοικε ποιεῖν, ὁ δὲ ὕπνος, κἂν πάνυ
ἡδὺς ᾖ, βραδεῖς τε καὶ ἀφυλάκτους. δοκοῦσι δέ μοι καὶ193
20Λακεδαιμόνιοι μὴ ἀμελεῖν τοῦ τοιούτου πράγματος, οἳ τότε ἥκοντες πρὸ τῆς μάχης τῆς μεγάλης τε καὶ δεινῆς, ὅτε μόνοι τῶν Ἑλλήνων ἔμελλον δέχεσθαι βασιλέα, τριακόσιοι τὸν ἀριθμὸν ὄντες, ἐκάθηντο ἀσκοῦντες τὰς κόμας. δοκεῖ δέ μοι καὶ Ὅμηρος πλείστης ἐπιμελείας ἀξιοῦν τὸ τοιοῦτον.
25ἀπό γε μὴν ὀφθαλμῶν οὐ πολλάκις ἐπαινεῖ τοὺς καλούς, οὐδὲ ἀπὸ τούτου μάλιστα ἡγεῖται τὸ κάλλος ἐπιδείξειν. οὐδενὸς οὖν τῶν ἡρώων ὀφθαλμοὺς ἐγκωμιάζει ἢ Ἀγα‐ μέμνονος, ὥσπερ καὶ τὸ ἄλλο σῶμα ἐπαινεῖ αὐτοῦ· καὶ οὐ μόνον τοὺς Ἕλληνας ἑλίκωπας καλεῖ, ἀλλ’ οὐδὲν ἧττον
30καὶ τὸν Ἀγαμέμνονα τὸ κοινὸν ἐπὶ τοῖς Ἕλλησιν· ἀπὸ δὲ τῆς κόμης ἅπαντας· πρῶτον μὲν Ἀχιλλέα,
ξανθῆς δὲ κόμης ἕλε Πηλείωνα· ἔπειτα Μενέλεων, ξανθὸν ἐπονομάζων ἀπὸ τῆς κόμης· τῆς δὲ Ἕκτορος χαίτης μέμνηται,
35
ἀμφὶ δὲ χαῖται
κυάνεαι πεφόρηντο· Εὐφόρβου γε μὴν τοῦ καλλίστου τῶν Τρώων ἀποθανόντος, οὐδὲν ἄλλο ὠδύρετο λέγων αἵματί οἱ δεύοντο κόμαι, Χαρίτεσσιν ὁμοῖαι,
40 πλοχμοί θ’, οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο· καὶ τὸν Ὀδυσσέα, ὅταν ἐθέλῃ καλὸν γεγονότα ὑπὸ τῆς Ἀθηνᾶς ἐπιδεῖξαι, φησὶ γοῦν
κυάνεαι δ’ ἐγένοντο ἔθειραι πάλιν δὲ ἐπὶ τοῦ αὐτοῦ
194
45
κὰδ δὲ κάρητος οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας. καὶ πρέπειν γε μᾶλλον τοῖς ἀνδράσι φαίνεται καθ’ Ὅμηρον ὁ κόσμος ὁ τῶν τριχῶν ἢ ταῖς γυναιξί. γυναικῶν γοῦν περὶ κάλλους διεξιών, οὐ τοσαυτάκις φαίνεται κόμης μεμνη‐

3

(50)

μένος, ἐπεί τοι καὶ τῶν θεῶν τὰς μὲν θηλείας ἄλλως ἐπαι‐ νεῖ· χρυσῆν γὰρ Ἀφροδίτην, καὶ βοῶπιν Ἥραν, καὶ Θέτιν ἀργυρόπεζαν. τοῦ Διὸς δὲ μάλιστα ἐπαινεῖ τὰς χαίτας· ἀμβρόσιαι δ’ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος.»

4

Ταυτὶ μέν σοι τὰ Δίωνος. ἀτάρ, ὡς οὐδὲ μάντις εἰμὶ πονηρός, ᾔδειν Θρασύμαχον ἐρυθριῶντα ὀψόμενος· ἀλλὰ περὶ ἐμὲ γὰρ οὐκέτι παραπλήσιον πάθος ἐγένετο. κομιδῇ γέ τοι τὴν πρώτην ἑαλωκὼς τοῦ λόγου, νῦν μοι
5δοκεῖ Δίων λέγειν μὲν εἶναι δεινός, οὐκ ἔχειν δὲ ὅ τι καὶ
λέγοι, λέγειν δὲ ὅμως ὑπὸ περιουσίας τοῦ δύνασθαι· ἐπεί τοι πολλῷ θαυμασιώτερος ἂν φανῆναι τοὐναντίον ἐπαι‐ νέσαι προελόμενος, τὸ καθ’ ἡμᾶς πρᾶγμα τῆς κεφαλῆς. ὁ γὰρ ἐν ἀπόροις εὔπορος τί ἂν ἐποίησεν, ἐμπεσὼν ὕλῃ195
10χωρούσῃ τὴν δύναμιν; νυνὶ δέ, οὔσης αὐτῷ κόμης καὶ τέ‐ χνης, ἐχρήσατο τῇ τέχνῃ περὶ τῆς κόμης. ὡς δὲ καὶ πανούρ‐ γως ἑαυτὸν εἰς τὸ βιβλίον παρήγαγεν. οὐ γὰρ ἕτερός τίς ἐστιν ὁ ἐν τῷ λόγῳ φιλόκομος, ὁ τῷ καλάμῳ καλλύνων τὴν κόμην, ἀλλ’ οὗτος αὐτός, ὅτῳ ποτὲ τῷ καλάμῳ τὸν
15λόγον ξυνέγραψεν. εἰ δὲ κἀγὼ φαλακρός εἰμι, καὶ δύναμαι λέγειν, καὶ τὸ πρᾶγμα τοῦ πράγματος πλέονι κάλλιόν ἐστιν, ἢ ἐγὼ Δίωνος χείρων, τί οὐκ ἀνταποδύομαι, καὶ λαμβάνω πεῖραν ἐμαυτοῦ τε καὶ τῆς ὑποθέσεως, εἰ ἄρα δυναίμην ἀντιπεριστῆσαι τοῖς κομήταις τὸ ὄνειδος; ἐρῶ
20δέ, οὔτε προοιμιασάμενος ἀκμαῖόν τι καὶ τορόν, οἵῳ τοὺς ἀγωνιστικοὺς λόγους οἱ ῥήτορες ὥσπερ ἐμβόλοις τὰς τριή‐ ρεις ὁπλίζουσιν, οὔτε προᾴσας, ὅπερ Δίων ἐποίησε, μέλος ἀναβεβλημένον καὶ λιγυρόν, 〈ὅ,〉 ἅτε κιθαρῳδικοῦ νόμου, τοῦ λόγου προανεκρούσατο· «Ἀναστὰς ἕωθεν, καὶ τοὺς
25θεοὺς προσειπών, ὅπερ εἴωθα, ἐπεμελούμην τῆς κόμης. καὶ γὰρ ἐτύγχανον τὸ σῶμα μαλακώτερον ἔχων· ἡ δὲ ἠμέλητο ἐκ πλείονος.» κᾆθ’ οὕτω προιὼν διὰ τῶν συμπτωμάτων τῆς ἀμελείας, ἔλαθεν ἡμᾶς καταστὰς εἰς ἔπαινον τῆς ἐπι‐
μελείας. ταῦτα γὰρ ἡμᾶς δρῶσιν οἱ δεινοὶ τῶν λόγων196
30δημιουργοί· νῦν μὲν κηλοῦσιν, νῦν δὲ καταπλήττουσιν. ἐγὼ δὲ δυναίμην οὐ χεῖρον ἑτέρου συνιέναι περὶ πρα‐ γμάτων· ῥητορικὴν δὲ οὐκ ἐργάζομαι, ἀλλὰ προὐστησάμην τοῦ βίου τέχνας δύο, φυτηκομεῖν τε καὶ κυνοκομεῖν ἐπὶ τῶν θηρίων τὰ ἀλκιμώτατα. δάκτυλοι δὲ οὗτοι σκαφίσι
35καὶ προβολίοις ἀντὶ καλάμων τετρίφαται, εἰ μὴ κάλαμον λέγοις ἀντὶ τοῦ γραφέως τὸν ἐν βέλει. τούτῳ μὲν γὰρ οὐδὲν θαυμαστὸν εἰ καὶ προστετήκασιν. οὐ δὴ καταισχυνῶ τὰ πάτρια τῶν ἀγρῶν, οὐδὲ φανοῦμαι στρογγύλλων λογά‐ ρια, προοίμιά τινα καὶ προνόμια· ἀλλ’ ὃ κράτιστον ἡγοῦμαι
40καὶ ἀγροίκῳ πρὸς τρόπου, ψιλὰς αὐτὰς τῶν νοημάτων τὰς φάσεις εἰς μέσον κατατιθέμενος, ἀγωνιοῦμαι τοῖς πράγ‐ μασι, μόνον εἰ τῆς γλώττης τὸν τόνον ἀπὸ τῆς διαλέξεως εἰς ἐπιστροφὴν μεθαρμόσαιμι, ἀπὸ Δωρίου, φασίν, ἐπὶ Φρύγιον. δεῖ γέ τοι πνεύματος ἀρκοῦντος ἐπιχειρήμασιν,
45ἅττα μοι πολλὰ τὴν καρδίαν ἀναδώσειν μαντεύομαι.

5

Οὑμὸς οὖν λόγος ὁριεῖ πάντων ἥκιστα χρῆναι φαλακρὸν ἄνδρα αἰσχύνεσθαι. τί γάρ, εἰ ψιλὴν μὲν ἔχει
τὴν κεφαλήν, λάσιον δὲ τὸ φρονοῦν, οἷον τὸν Αἰακίδην ἡ ποίησις ὕμνησεν; ἀλλ’ οὗτός γε ἠμέλει τῶν τριχῶν, ἃς197
5καὶ δωρεῖται νεκρῷ. νεκρὸν γάρ τι καὶ αὗται, καὶ τοῖς ζῶσιν οὐ ζῶντα μέρη παρήρτηνται. ταύτῃ τῶν ζῴων τὰ ἀλογώτερα κατὰ παντὸς αὐτὰς ἠμφίεσται τοῦ σώματος· ἄνθρωπος δέ, ἐπεὶ μετείληφεν ἐναργεστέρας ζωῆς, γυμνός ἐστι τῷ πλείστῳ τοῦ συμφυοῦς φορτίου· ἵνα δὲ μὴ ἀνε‐
10πίμνηστον ὂν τῆς πρὸς τὰ θνητὰ κοινωνίας ἀλαζονεύηται, μέρεσιν ὀλίγοις κομῷ. ὅστις οὖν οὐδὲ τοῖς ὀλίγοις κομᾷ, τοῦτ’ ἔστι πρὸς ἕτερον ἄνθρωπον, ὅπερ ἄνθρωπος πρὸς θηρίον. ὥσπερ δὲ ἄνθρωπος τῶν ἐπὶ γῆς φρονιμώτατόν τε ὁμοῦ καὶ ψιλότατον, οὕτως ὁμολογεῖται μὲν τῶν βοσκη‐
15μάτων ἁπάντων πρόβατον ἠλιθιώτατον εἶναι· τοῦτο δέ ἐστιν ὃ μὴ διακεκριμένας, ἀλλὰ κατὰ συστήματα τὰς τρίχας ἀνίησιν· ὥστε κινδυνεύει τὸ τῶν τριχῶν τοῦτο πρᾶγμα πόλεμον ἔχειν πρὸς φρόνησιν· οὐδενὶ γὰρ ἐθέλουσιν ἅμα συγγίνεσθαι. εἰ δὲ δεῖ τι συντελέσαι καὶ κυνηγέταις· φίλοι
20γὰρ οἱ ἄνδρες, καὶ ἣν μετέρχονται τέχνην· ἐκεῖναι σοφώ‐ ταται τῶν κυνῶν, ὧν ὦτα καὶ γαστέρες ψιλαί· αἱ λάσιοι δὲ ἔμπληκτοι καὶ θρασεῖαι, καὶ βελτίους εἰσὶν ἀποῦσαι τῆς θήρας. εἰ δὲ καὶ Πλάτων ὁ σοφὸς τῆς συνωρίδος, ἣν ἐλαύνει ψυχή, τὸν ἄδικον ἵππον περὶ ὦτα λασιόκωφον λέγει, τί
25καὶ καλὸν ἐννοεῖ περὶ τῶν τριχῶν; ἀλλὰ καὶ μὴ λέγοντος
Πλάτωνος, ἀνάγκη κωφὸν εἶναι τὸν ταύτῃ λάσιον, ὅθεν ἀκούομεν, ὥσπερ τυφλὸν τὸν ταύτῃ λάσιον, ὅθεν ὁρῶμεν. τοῦτο μὲν οὖν εἰ γένοιτο, τέρας ἐστίν. ἤδη δὲ ἀνεφύτην ἐπὶ βλεφάρου δίδυμοι τρίχες, καὶ δοκεῖ τὸ ἔσχατον εἶναι198
30κακῶν, παρῳκηκέναι τῷ ὀφθαλμῷ τρίχας, ἐφ’ ἃς ἅπασα τέχνη καὶ βία κινεῖται, μὴ φθάσωσι τὸν ὀφθαλμὸν ἐξορύ‐ ξασαι. οὐ γὰρ ἀνέχεται τοῖς τιμιωτάτοις ἡ φύσις συνόντα τὰ ἀτιμότατα. τιμιώτατα δὲ τοῦ ζῴου τὰ αἰσθητήρια, καὶ οἷς μάλιστα τῶν τοῦ σώματος μορίων ζῷόν ἐστι· πρώτοις
35γὰρ αὐτοῖς ἡ ψυχὴ τὰς ἑαυτῆς δυνάμεις ἐμέρισεν· ὄψις δὲ τὸ πάντων θειότατον, ἀλλά τοι καὶ τὸ ψιλότατον. πάλιν οὖν ὥσπερ ἑνὸς ἀνθρώπου τὰ τιμιώτατα φαλακρότατα, οὕτως ἔχειν ἀνάγκη πρὸς αὐτὸ τὸ γένος αὐτοῦ τοῦ γένους τὰ κράτιστα. τουτὶ δὲ μικρῷ πρόσθεν ἐδεικνύετο, καὶ
40δι’ ὁλοκλήρου τοῦ γένους, ὃ τοσοῦτον ἀναχωρεῖ θηρίων ὅσον τριχῶν. εἰ δὴ ζῴων μὲν ἁπάντων ἱερώτατον ἄνθρω‐ πος, ἀνθρώπων δέ, οἷς ὑπῆρξεν εὐμοιρῆσαι τὴν ἀποβολὴν τῶν τριχῶν, φαλακρὸς ἂν εἴη τῶν ἐπὶ γῆς τὸ θειότατον.

6

Ἔξεστι δὲ τοὺς ἐν μουσείῳ θεάσασθαι πίνακας, τοὺς Διογένας λέγω καὶ τοὺς Σωκράτας καὶ τοὺς οὕστινας βούλει τῶν ἐξ αἰῶνος σοφῶν· φαλακρῶν γὰρ ἂν εἶναι δόξειε θέατρον. Ἀπολλώνιος μὴ ἐνοχλείτω τῷ λόγῳ,
5μηδ’ εἴ τις ἕτερος γόης καὶ περιττὸς τὰ δαιμόνια. καὶ γὰρ
οὐκ ὄντες οὗτοι κομῆται δύνανται φαίνεσθαι τὰ πλήθη καταπολιτευόμενοι· τάχα δὲ οὐδὲ σοφία τὸ τῶν γοήτων, τερατουργία δέ τίς ἐστι, καὶ οὐκ ἐπιστήμη τις, ἀλλὰ δύναμις. οὕτω γὰρ οἱ νομοθέται σοφίαν μὲν τῶν τιμιω‐199
10τάτων ἐνόμιζον· ἐπὶ δὲ τοὺς γόητας ἔτρεφον τοὺς δημίους. ὥστε εἰ καὶ κομήτης ἦν Ἀπολλώνιος, οὐδὲν πρὸς λόγον· καίτοι φίλα μοι πρὸς τὸν ἄνδρα, καὶ βουλοίμην ἂν αὐτὸν εἶναι τοῦ καταλόγου. κινδυνεύει γὰρ ἐκ τῶν εἰρημένων ὑγιῶς ἀντιστρέφειν ὁ λόγος· εἰ σοφός τις, καὶ φαλακρός·
15εἰ μὴ φαλακρός τις, οὐδὲ σοφός. οὕτω δὲ ἔχει καὶ τὰ δαιμόνων. ὃς τὴν Διονύσου τεθέαται τελετήν, τὸ μὲν ὅσον ἐστὶ τοῦ θιάσου δασὺ τριχί, τῇ μὲν οἰκείᾳ, τῇ δὲ ἀλλο‐ τρίᾳ κατάκομον· Βακχικὸν γὰρ οὐδὲν οὕτως ὡς ἡ νεβρίς· οἱ δὲ καὶ παρὰ τῶν πιτύων κόμας δανείζονται. τούτους
20μὲν ἅπαντας εἶδεν ἀνασειομένους τε καὶ βρυάζοντας καὶ ἐν ἀκόσμοις σκιρτήμασιν, ὡς ἄν, οἶμαι, τῇ μέθῃ κεκρατη‐ μένους, ἥτις ποτέ ἐστιν ἐν τελεταῖς ἡ μέθη· πλὴν ἀλλ’ ἐοί‐ κασιν εἰς τὸ πλημμελὲς ὑπενηνέχθαι τῆς φύσεως. Σειληνῷ
δὲ κἀκεῖ καθέδρα καὶ σκύτος ἐστί, καὶ τοῦ Διονύσου200
25παιδαγωγὸς ἀποδέδεικται· ἔδει γάρ, οἶμαι, φαλακρὸν ὄντα νοῦν ἔχειν καὶ σωφρονεῖν ἐν τοσούτοις παρακινήσασι. καίτοι μὴ μικρὸν οἰηθῇς ὑπὸ τοῦ Διὸς ἁπάντων αὐτὸν προτετιμῆσθαι δαιμόνων, παρεῖναι καὶ φρενοῦν αὐτῷ τὸ παιδάριον. δεῖ μὲν γὰρ αὐτῷ καὶ γεύσασθαι τοῦ ζωροῦ,
30καὶ μανῆναί ποτε φύσεως ἱμέρῳ, καὶ προελθεῖν τὴν παρα‐ φοράν, ἐς ὃ τοῖς Βάκχοις συνεξορχήσηται· μετρεῖ δὲ αὐτῷ τὴν μανίαν ὁ Σειληνός, μὴ λάθῃ πολὺς ῥυεὶς ἐπὶ θάτερα, καὶ γένηται τῷ πατρὶ δυσανάγωγος. ἀλλὰ ταχὺ γὰρ ἐντεῦθεν ἐπανακτέον λαβόντας ἀποχρῶν τὸ τεκμήριον, ὡς
35ἐκεῖ φρένες, ὅθεν οἴχονται τρίχες· ἐκεῖ δὲ τρίχες, ὅθεν οἴχονται φρένες. ταῦτ’ ἄρα καὶ Σωκράτης ὁ Σωφρονίσκου, μέτριος ἐς τἄλλα γενόμενος, καὶ παρ’ ὁντινοῦν οἰκείων ἐπαίνων φεισάμενος, οὐκ ἠδύνατο μὴ φιλοτιμεῖσθαι τῇ πρὸς τὸν Σειληνὸν ὁμοιότητι. ἐν τούτῳ γὰρ ἅπαν ἐνῆν,
40ὅσον ἐβούλετο νοῦ δοχεῖον αὐτῷ κατασκευάσασθαι τὴν κεφαλήν. ἀλλ’ ὥσπερ ἄλλα πολλὰ τῆς γνώμης Σωκράτους, καὶ τοῦτο τοὺς ἠλιθίους ἐλάνθανεν, ὅτι τῷ Σειληνῷ λίαν ἑαυτὸν ἀπεσέμνυνεν. τὸ δὲ δὴ παιδαρίοις μὲν ἐπιπρέπειν τὴν ἄνθην τῆς κόμης, ἐν ᾧ τοῦ βίου μήπω φρονοῦμεν,
45τοῦ δὲ γήρως ἀποφοιτᾶν καὶ μὴ περιμένειν ἡλικίαν, ἥτις ἐπιδήλως νοῦν τε καὶ φρόνησιν ἐνοικίζει τῷ ζῴῳ, τί ἂν εἴποις, ἢ καταδικάζειν ἀλογίαν τῆς φύσεως τῶν τριχῶν; εἰ δὲ κομᾷ τις καὶ γέρων, καὶ γὰρ ἀφραίνει τις γέρων, καὶ οὐχ ἅπαντες ἄνθρωποι δήπουθεν ἐπὶ τὴν ἀνθρώπου201

6

(50)

φθάνουσι τελειότητα. ἔχει μὲν οὖν οὕτως ὡς μὴ περιμένειν ἄλληλα νοῦν τε καὶ κόμην, ἀλλ’, ὥσπερ φωτὶ σκότος, ἐξίστασθαι. ἐπιζητοῦσι δὲ τὴν αἰτίαν ὁ λόγος ἀπορρητό‐ τερος. πειρασόμεθα δ’ οὖν ὅσον εἰς τὴν παροῦσαν χρείαν ἀρκεῖ λαβόντες, εὐαγῶς περιστεῖλαι τὸ ὅσον ἀβέβηλον.

7

Τὰ πρῶτα τῶν ὄντων ἁπλᾶ· κατιοῦσα δὲ ἡ φύσις ποικίλλεται. ἡ δὲ ὕλη τῶν ὄντων τὸ ἔσχατον· ταύτῃ καὶ ποικιλώτατον. αὕτη, κἄν τι δέχηται θεῖον, οὐκ εὐθὺς ὅσον ἐστὶν ἐδέξατο· δεχομένη δὲ ἐμφάσεις καὶ σπέρ‐
5ματα περιπλέκεταί τε αὐτοῖς καὶ πλείστη περὶ αὐτὰ γίνε‐ ται, τάχα μὲν οἷς ἔχει δεξιουμένη, τάχα δὲ διὰ τὴν ἀναγκαίαν ἀντίθεσιν ἐν τῇ πρώτῃ συνόδῳ κατισχύουσα τοῦ θείου, πρὶν τελεωθῆναι τὴν ἔμφασιν. δύναιτο δ’ ἂν καὶ ἑκάτερον. οὐ γὰρ ἔχουσιν, ὥσπερ δοκοῦσι, μάχην οἱ
10λόγοι· ἀλλ’ ἐπεὶ μὴ νῦν περὶ τούτων ἐστίν, ἀλλὰ ταῦτα
δι’ ἕτερα, δεικτέον ἐστὶν ἐπὶ τῶν πραγμάτων, ὡς ἐν ἀτελεστέροις ἡ φύσις ἰσχύει, δυναμουμένοις δὲ ὑπεξίσταται. ἆρ’ οὖν οὐχὶ καὶ τῶν καταβαλλομένων ἐν γῇ σπερμάτων οἱ λόγοι θεῖόν εἰσιν, εἰ καὶ τοῦ θείου τὸ ἔσχατον; τούτων202
15τέλος μὲν ὁ καρπός, ἀλλὰ πρὶν ἥκειν εἰς τοῦτο, θέα τὴν πομπείαν καὶ τὰ κάλλη τῆς φύσεως. ῥίζαι, καλάμη, φλοιός, ἀθέρες, λέμματα, καὶ ἐπὶ τοῖς λέμμασιν ἕτερα λέμματα· ὁ δὲ καρπὸς ἀτελὴς ἔτι καὶ κρύφιος. παραγενομένου δέ, αὖα πάντα, καὶ ἀπερρύη τῆς ὕλης τὰ παίγνια· ὡραϊσμοῦ γὰρ
20οὐ δεῖται τὸ τέλειον. ἤδη δὲ τέλειος, ἐν ᾧ λόγος ἐστὶν ἕτερος σπέρματος. ἐπὶ τούτοις Ἐλευσὶς ἄγει τὰ Δήμητρος ἀνακαλυπτήρια. εἰ δὴ νοῦς τὸ θειότατόν ἐστι τῶν ἄνωθεν ἡκόντων σπερμάτων, ἐνοικίζεται δὲ κεφαλῇ, καὶ αὐτῇ καρπός ἐστιν ὁ ἔνυλος νοῦς, καθάπερ ὁ πυρὸς ἐκείνου τοῦ
25λόγου, εἰωθὸς ἡ φύσις ποιεῖ. θαυματοποιεῖ περὶ αὐτήν, καὶ τριχῶν αὐτὴν ἀγάλλει κάλλεσιν, ὥσπερ ἀθέρων τινῶν ἢ λεμμάτων ἢ καὶ νὴ Δία τῆς ἄνθης, ἣν τοῖς φυτοῖς πρὸ τῶν ἀκροδρύων χαρίζεται. ἀλλ’ οὔτε ἀκρόδρυον ἐν φυτῷ, πρὶν ἀπανθῆσαι· νοῦς τε οὐκ ἂν παραγένοιτο κεφαλῇ πρὶν
30τελεωθεῖσαν ἀποσκυβαλίσαι τὰ περιττά, καθάπερ ὑπὸ πτύου, τοῦ χρόνου, καὶ πᾶσαν ἀποσκευάσασθαι τὴν φλυαρίαν τῆς φύσεως· ὥστε τοῦτ’ ἄν τις θεῖτο τεκμήριον
τοῦ τέλεον ἤδη καρπὸν ἀποδεδεῖχθαι τὴν κεφαλήν. ἣν ἂν ἀκριβῶς ἴδῃς ἐκλελεμμένην, ἐκεῖ νόμιζε κατεσκηνηκέναι τὸν203
35νοῦν, ἐκείνην ἡγοῦ τὴν κεφαλὴν νεὼν τοῦ θεοῦ. ἄγοιτ’ ἂν οὖν ἐν δίκῃ μυστήρια κεφαλῆς ἀνακαλυπτήρια, διὰ μὲν τοὺς βεβήλους οὑτωσί πως καλούμενα· οἱ σοφοὶ δ’ ἂν εἰδεῖεν, ὅτι νοῦ ταῦτα ἐπιβατήρια· ὁ δὲ ἄρτι παραγγείλας εἰς φαλακρούς, οὗτός ἐστιν ὁ νεοτελής, ὁ μεμυημένος τὰ
40θεοφάνια. ὥσπερ δέ εἰσι πυροὶ καὶ ῥοιαὶ καὶ κάρυα πονηρὰ καὶ ἐναποθνήσκοντα τοῖς ἐλύτροις καὶ τοῖς κελύφεσιν, οὕτως εἰσὶ καὶ κακαὶ κεφαλαί, τοῦ θείου μὲν ἀμοιροῦσαι, πολὺ δὲ τὸ νεκρὸν περικείμεναι. ἤδη δὲ ἐγὼ κατενόησα καὶ τοὺς ἐν Αἰγύπτῳ θεραπευτὰς τοῦ θείου μηδὲ τῶν ἐπιβλεφαρι‐
45δίων ἀνεχομένους τριχῶν· καὶ ἦσαν μὲν ἰδεῖν γελοῖοι, σοφὸν δέ τι ἐνόουν, ἅτε ὄντες περιττοὶ καὶ Αἰγύπτιοι. ταῖς γὰρ φύσεσι ταῖς ἀιδίοις καὶ οὐσιωμέναις ζωῇ, ταύταις οὐ χρεών ἐστι πελάζειν μετὰ ἀποθανόντων μερῶν. εἰ τοίνυν ὁ ξυραῖος χειροποιητός ἐστιν εὐσεβής, ὁ φύσει φαλακρὸς

7

(50)

αὐτοφυῶς ᾠκείωται τῷ θεῷ. μήποτε γὰρ καὶ τὸ θεῖον αὐτὸ τοιοῦτόν ἐστιν. ἵλεων δὲ εἴη τῷ λόγῳ· πάνυ γὰρ ἀπ’ εὐσεβοῦς διανοίας εἰρήσεται.

8

Ὅσον μὲν οὖν ἐστι τοῦ θείου τὸ μὴ φαινόμενον,
τί ἄν τις περιεργάζοιτο, ἅπαξ γε μὴ βουλόμενον ἐμφανὲς εἶναι; τὸ δὲ ὁρώμενον ἅπαν ἀκριβεῖς εἰσι σφαῖραι· ἥλιος, σελήνη, πάντες ἀστέρες, ἀπλανεῖς τε καὶ πλάνητες μείους204
5καὶ μείζους εἰσίν, ἀλλ’ ὁμοιοσχήμονες ἅπαντες. τί δ’ ἂν σφαίρας γένοιτο φαλακρότερον; τί δὲ θεσπεσιώτερον; λέγεταί τέ τις καὶ λόγος, ὅτι βούλεται μὲν ἡ ψυχὴ μιμεῖ‐ σθαι θεόν· ὁ δέ ἐστιν ὁ τρίτος θεός, ἡ τοῦ κόσμου ψυχή, ἣν ὁ πατὴρ μὲν αὐτῆς, τοῦ δὲ σωματικοῦ κόσμου δημιουργὸς
10ἐπεισήγαγε τῷ κόσμῳ, τέλεον αὐτὸν καὶ ὅλον καὶ πᾶν ἐκ πάντων σπερμάτων τε καὶ σωμάτων ἀπεργασάμενος, ἀπο‐ δοὺς διὰ τοῦτο καὶ σχῆμα σχημάτων τὸ περιεκτικώτατον. ἔστι δὲ τῶν μὲν ἰσοπεριμέτρων μεῖζον ἀεὶ τὸ πολυγωνό‐ τερον· τῶν δὲ πολυγώνων ἁπάντων κύκλος ἐν ἐπιπέδοις·
15ἐν δὲ τοῖς βάθος ἔχουσι σφαῖρα· ἴσασιν οἱ γεωμετρίας καὶ στερεομετρίας ἐπήβολοι. ἥ τε οὖν ὅλη ψυχὴ σφαῖραν ὄντα τὸν ὅλον κόσμον ψυχοῖ, αἵ τε ἀπὸ τῆς ὅλης ῥυεῖσαι καὶ μέρη γενόμεναι θέλουσιν ἑκάστη τοῦθ’ ὅπερ ἡ πᾶσα ψυχή, διοικεῖν σώματα καὶ κόσμων εἶναι ψυχαί, ὃ καὶ τοῦ μερισμοῦ
20γέγονεν αὐταῖς αἴτιον· οὕτως ἐδέησε τῇ φύσει σφαιρῶν μερικῶν. ἄνω μὲν οὖν ἀστέρες, κάτω δὲ κεφαλαὶ διεπλά‐
σθησαν ἵν’ εἶεν οἶκοι ψυχῶν, ἐν κόσμῳ κόσμοι μικροί· ἔδει γὰρ εἶναι τὸν κόσμον ζῷον ἐκ ζῴων συγκείμενον. ταῖς μὲν οὖν εὐηθικωτέραις ψυχαῖς οὐδὲν διαφέρει καὶ εἰς κομῆτιν205
25κεφαλὴν ἐνοικίσασθαι, παρὰ πλεῖστον οὖσαν τῆς ἀκριβείας τοῦ σχήματος· σοφὴ δὲ ψυχὴ πρὸς ἀξίαν ἑκάστη τὴν ἑαυτῆς, ἡ μὲν ἄστρον, ἡ δὲ φαλάκραν ἐνείματο. εἰ γὰρ ἡ τῇδε φύσις ἀσθενεῖ πρὸς τελέαν ἀκρίβειαν, ἀλλὰ τήν γε ἄνω καὶ πρὸς οὐρανὸν ἐπιφάνειαν ἡμῶν οὐκ ἀνέχεται μὴ
30οὐ κόσμον εἶναι τῷ σχήματι. ἡ φαλάκρα τοίνυν καὶ οὐρανὸς ἡμῖν ἀναπέφηνεν οὖσα καὶ ὅσα τις ἂν εἴποι σφαίρας ἐγκώμια, αὐτὰ ταῦτα καὶ φαλάκρας ἐγκώμια διεξέρχεται.

9

Πρὸς ταῦτα γραφέτω μὲν Ὅμηρος, πλαττέτω δέ, εἰ βούλεται, καὶ Φειδίας ἀποδείξεις τῷ Δίωνι, χαίτην τῷ Διὶ καθιέντες, καὶ ταύτην βαθείας τριχός, ἵν’ ἔχῃ κινεῖν δι’ αὐτῶν ὁπότε θέλοι τὸν οὐρανόν. ὁ γὰρ ὁρώμενος ἐν
5οὐρανῷ Ζεὺς ἅπαντες ἴσμεν οἷός ἐστιν· εἰ δέ τίς ἐστι καὶ ἕτερος Ζεύς, οὐκ οἶδα μὲν εἴ τίς ἐστι μετὰ σώματος ἕτερος· ἔστω δέ, εἴ τις οἴεται. πάντως οὖν ἢ πρῶτος ἢ μετὰ τοῦτον· οὐκοῦν εἰκών ἐστι παραδείγματος τούτου. ὁπο‐ τέρως δ’ ἂν ἔχοι, τοιοῦτός ἐστιν, ὁποῖος ὁ πᾶσι φαινό‐
10μενος, ὡς ἂν ἡ τάξις τῆς φύσεως χωρήσῃ τὴν ὁμοιότητα. ἀλλὰ γὰρ ἐοίκασι ποιητική τε καὶ πλαστική, καὶ τὸ μιμη‐ τικὸν ἅπαν γένος ἥκιστα μὲν εἶναι φιλάληθες· δημαγωγικὸν δὲ ὡς μάλιστα, καὶ ποιεῖν ἅττα ποιεῖ πρὸς δόξαν οὐ πρὸς ἀλήθειαν. τίμιον δὲ ἀμαθέσιν ἡ κόμη, καὶ πᾶν τὸ περι‐206
15κείμενον ἔξωθεν δήμου δόξα τεθαύμακεν, ἀγροὺς καὶ ἀπή‐ νας καὶ οἰκίας καὶ συνοικίας, ὅσα μὴ τῆς φύσεώς ἐστι τῶν ἐχόντων, ἀλλ’, ὥσπερ αἱ τρίχες, ἀλλότριον· πόρρω γάρ εἰσι νοῦ καὶ θεοῦ, καὶ ἀντὶ νοῦ καὶ θεοῦ φύσις αὐτοὺς διοικεῖ καὶ τύχη. ἔτι τοῦτο ἀλλοτριώτερον. μακαρίζεται
20δ’ οὖν ὑπὸ τῶν ἀνοήτων ὅσα τύχης δῶρα καὶ φύσεως. ὅστις δ’ οὖν δήμῳ γράφει καὶ δήμῳ λέγει, τοῦτον ἀνάγκη δῆμον εἶναι τῇ δόξῃ, ἵν’ ἀπὸ τῶν ἀρεσκόντων αὐτῷ πλάττῃ καὶ διαλέγηται. καὶ γὰρ ἀμαθεῖς ὄντες, ἰσχυρογνώμονές εἰσι καὶ χαλεποὶ προστάται τῶν ἀτόπων προλήψεων,
25ὥστ’ ἄν τίς τι τῶν πατρίων παρακινῇ, ταχὺ πιεῖται τὸ κώνειον. τί δ’ ἂν οὖν δοκεῖς Ὅμηρον ὑπὸ τῶν Ἑλλήνων παθεῖν, αὐτὰ τἀληθῆ περὶ τοῦ Διὸς εἰπόντα, καὶ μηδὲν τοιοῦτο τερατευσάμενον, ᾧ τὰ παιδάρια καταπλήττεται;

10

Αἰγύπτιοι δὲ καὶ τοῦτο σοφοί, παρ’ οἷς τὰ προ‐ φητικὰ γένη βαναύσοις μὲν καὶ χειρώναξιν οὐκ ἐπιτρέπουσι
δημιουργεῖν εἴδη θεῶν, ἵνα μή τι τοιοῦτο παρανομήσωσιν, ἀλλὰ τοῖς μὲν ῥάμφεσι τῶν ἱεράκων τε καὶ τῶν ἴβεων, ἃ207
5τοῖς προτεμενίσμασιν ἐγκολάπτουσι, καταμωκῶνται τοῦ δήμου· αὐτοὶ δὲ καταδύντες εἰς τοὺς ἱεροὺς χηραμούς, ἅττ’ ἂν ἀπεργάσωνται, περιστέλλουσι· καὶ ἔστιν αὐτοῖς κωμαστήρια τὰ κιβώτια κρύπτοντα, φασί, ταύτας τὰς σφαίρας, ἃς ὁ δῆμος, ἐὰν εἰδῇ, χαλεπανεῖ, τὸ δὲ ῥᾷστον
10καταγελάσεται· δεῖται γὰρ τερατείας· πῶς δὲ οὐ μέλλει, δῆμός γε ὤν; διὸ τεθεῖσθαι πᾶσιν ἐπὶ τοῖς ἀνδριάσι τὰ ῥάμφη τῶν ἴβεων· ἕνα δέ, ὃν οὐ κρύπτουσιν ἀλλ’ ἀνα‐ δεικνύουσι, τὸν Ἀσκληπιόν, τοῦτον ἂν ἴδοις ὑπέρου πολὺ φαλακρότερον. ἀλλ’ οὗτος ἐν Ἐπιδαύρῳ κομᾷ· Ἕλλησι
15γὰρ ἀταλαίπωρος τῆς ἀληθείας ἡ ζήτησις, ὡς ἐν δίκῃ τὸ γένος ὁ συγγραφεὺς ἐλοιδόρησεν. Αἰγύπτιοι δὲ καὶ ὁρῶσιν αὐτὸν ὁσημέραι, καὶ τὴν διὰ λόγων συγγίνονται, οὐχ οὗ τὴν ἑστίαν ἔχει μόνον, οὐδ’ ὡς ἂν αὐτὸς καὶ ὅσα προέ‐ ληται. ἀλλ’ ἐγὼ γὰρ ἀκούω λεγόντων, ὡς ἀνὴρ Αἰγύπτιος
20τέχνην ἐπὶ τοὺς θεοὺς ἔχει καί τινας ἴυγγας· ὥσθ’, ὅταν ἐθέλοι, μικρὸν ὑποβαρβαρίσας ἅπαν εἵλκυσεν ὅσον ἐστὶ τοῦ θείου τὸ πεφυκὸς ὁλκαῖς τισιν ἕπεσθαι. παρὰ τούτων οὖν, οὐ παρ’ Ἑλλήνων ληπτέον τοῦ θείου τὰς ἀληθεστέρας
εἰκόνας. καίτοιγε ἀπόχρη, τὸ μικρῷ πρότερον εἰρημένον,208
25τὸν ἥλιον ἰδόντι καὶ τοὺς ἀστέρας μηδὲν προσπεριεργά‐ ζεσθαι. εἰ δέ τίς ἐστι καὶ κομήτης ἀστήρ· ἔστι μὲν οὐδείς· χώρα γὰρ ἀστέρων τὸ κύκλῳ σῶμα κινούμενον, περὶ ἣν οὐδὲν οὐδέποτε νεώτερον γίνεται· ὁ δὲ ὑπὸ σελήνην τόπος, αὐτὰ τὰ μεθόρια τῆς γενέσεως, οὗτος ἴσχει τὰ ὑπεκκαύ‐
30ματα, ψευδωνύμους ἀστέρας, τῷ μὲν ἑξῆς ὑποκεῖσθαι συγκι‐ νουμένους, τῷ δὲ μὴ τῆς αὐτῆς φύσεως εἶναι πλημμελῶς κινουμένους. ἧκέ τις ἐπὶ τὸ τῆς ἰσημερίας σημεῖον ἀπὸ τοῦ θυτηρίου· κἀκεῖθεν ἥξει παραφερόμενος ἐπὶ τὸν πόλον τὸν βόρειον, ἂν μὴ φθάσῃ προαπολόμενος. τούτων γὰρ ὄψει
35τινὰ πολυμήκη, καὶ τήμερον μέν, ἂν τύχῃ, ζῳδίου μῆκος ἐπέχοντα· εἰς τρίτην δὲ οὐδὲ τριτημόριον, εἰς δεκάτην δὲ καὶ εἰς τριακοστὴν καλῶς ποιῶν οἴχεται, κατὰ σμικρὸν ἀπεσβηκὼς καὶ οὐδεὶς γενόμενος οὐδαμοῦ. τούτους ἐμοὶ μὲν οὐδ’ ὅσιόν ἐστιν ἀστέρας καλεῖν. εἰ δὲ σὺ βούλει καλεῖν·
40οὐκοῦν τοσοῦτόν ἐστιν ἡ κόμη κακόν, ὥστε καὶ ἐν ἄστρῳ θνητὸν εἶδος ἐργάζεσθαι, καὶ φανέντες δὲ τέρας εἰσὶ πονη‐ ρόν, οὓς οἱ τερατοσκόποι καὶ οἱ μάντεις ἐκθύονται· δημο‐ σιωτάτας γέ τοι μαντεύουσι συμφοράς, ἐθνῶν ἀνδραποδι‐ σμούς, πόλεων ἀναστάσεις, βασιλέων ὀλέθρους, μικρὸν οὐδὲν
45οὐδὲ μέτριον, ἀλλὰ πάντα πέρα δεινῶν· οὐ μέν πως ἀπόλωλεν ἀπευθὴς ἐκ Διὸς ἀστήρ,
ἐξ οὗ καὶ γενεῆθεν ἀκούομεν. ὅστις οὖν ἀπόλωλεν οὐκ ἔστιν ἀστήρ, ἀλλὰ πάντα σφαι‐ ρικὰ τὰ μακάρια σώματα. ἐμοὶ δὴ καὶ τοῖς ἐμοῖς παρείη209

10

(50)

τουτὶ τἀγαθόν, ὅ με ποιεῖ τοῖς θεοῖς παραπλήσιον· οὐ γὰρ ἕτεροί τινές εἰσιν ἀντὶ τῶν οὕτως ἐχόντων ἀντίθεοι, οὐδ’ οὓς μᾶλλον προσήκει θεοειδέας καὶ θεοεικέλους καλεῖν, καὶ τἄλλα πάντα τὰ τοῦ θείου κάλλους ὀνόματα. καὶ οὐχ οὕτω μὲν ἄξιον, ἑτέρως δὲ γίνεται· ἀλλ’ ἀκούσαις ἂν ὑποκοριζομένων
55καὶ ἄντικρυς σελήνια καλούντων τοὺς φαλακρούς.

11

Καὶ μικροῦ με παρῆλθεν αὐτὸ τοῦτο τὸ πάντων εἰπεῖν οἰκειότατον, ἡ σελήνη καὶ τῆς σελήνης αἱ φάσεις, αἷς φαλακρῶν παῖδες ὁμώνυμοι καὶ ὁμοιοσχήμονες. καὶ γὰρ ἄρχεται μηνοειδὴς ἡ φιλτάτη, καὶ διχόμηνος γίνεται, καὶ
5πάλιν ἀμφίκυρτος· τελευτῶσα δὲ ἤδη πανσέληνος. καίτοι τοὺς εἰς ἄκρον εὐτυχίας ἐληλακότας, αὐτοὺς λέγω τοὺς πανσελήνους, θέμις ἤδη καὶ ἡλίους καλεῖν· οὐκέτι γὰρ ἐπα‐ νίασιν ἐπὶ τὰς φάσεις, ἀλλὰ διατελοῦσιν ὁλοκλήρῳ τῷ κύκλῳ τοῖς κατ’ οὐρανὸν ἀντιλάμποντες, ὥσπερ ἀμέλει τὸν
10Ὀδυσσέα παίζουσιν οἱ μνηστῆρες, μειράκια κομῶντα καὶ διαρρέοντα, καὶ ταχὺ μάλα κακῶς ἀπολούμενα, πλεῖον ἑκα‐ τόν, ὑφ’ ἑνὸς ἅπαντα φαλακροῦ, ὃν τέως λαμπαδηκόμον ὄντα καὶ φῶς ἅπτοντα χειροποίητον νουθετοῦσιν ἀπηλ‐ λάχθαι πραγμάτων, ὡς ἀρκούσης τῆς κεφαλῆς περιλάμψαι
15τὴν ὅλην οἰκίαν. οὐκοῦν αὐτὸ τοῦτο καὶ τὸ θειότατόν ἐστιν, ὃ καὶ τοῖς θεοῖς οὐκ ἔστιν ἐμφερές, ἀλλ’ ἤδη καὶ συγγενές, φῶς ἔχειν τε καὶ ποιεῖν. τούτου μὲν οὖν, τῆς στιλπνότητος, ἡ λειότης αἰτία. ἔστι δὲ οὐδὲν ἕτερον ἐν τῇ κεφαλῇ λειότης ἢ παντελὴς ἀπουσία τριχῶν· ἅμα γάρ τις210
20ἀναχωρεῖ τῶν χειρόνων, καὶ πρόσεισι τοῖς βελτίοσιν, ὥσπερ ἐλέγομεν ἀντίθεσιν εἶναι τῷ νεκρῷ πρὸς ζωήν· ζωὴ δὲ καὶ φῶς καὶ πάντα τὰ τοιαῦτα τῆς ἀγαθῆς συστοιχίας ἐστί τε καὶ νομίζεται. εἰ δὴ ψιλότητι προσήκει τὸ φῶς, σκότῳ πρέπειν ἡγητέον τὴν κόμην· τοῦτο γὰρ οὐκ εὔλογόν
25ἐστιν, ἀλλὰ καὶ παντάπασιν ἀναγκαῖον. ἴσως δὲ καὶ πειθώ τινα δεῖ προσαγαγεῖν τῷ λόγῳ, μὴ μένοντας ἐπὶ τοῦ βιαίου τῆς ἀποδείξεως. οὐκοῦν ἅπαντες οἴονταί τε καὶ λέγουσιν αὐτοφυὲς εἶναι σκιάδειον τὴν κόμην· καὶ ὁ κάλ‐ λιστος ποιητῶν Ἀρχίλοχος ἐπαινέσας αὐτήν, ἐπαινεῖ μὲν
30οὖσαν ἐν ἑταίρας σώματι· λέγει δὲ οὕτως·
ἡ δέ οἱ κόμη
ὤμους κατεσκίαζε καὶ μετάφρενα. σκιὰ δὲ οὐδὲν ἕτερόν ἐστιν ἢ σκότος· ἑκατέρῳ γὰρ τῶν ὀνομάτων φωτὸς ἀπουσία σημαίνεται. ἐγγυτέρω δὲ
35προσιοῦσι καὶ ἁπτομένοις τοῦ πράγματος ἴδοι τις ἂν καὶ τὴν νύκτα τὴν μεγίστην οὖσαν σκιάν, ἀντιφραττούσης ταῖς ἀκτῖσι τῆς γῆς. ἀλλὰ καὶ μεθ’ ἡμέραν αἱ συνηρε‐ φεῖς ὕλαι φωτὸς ἀμοιροῦσι, τῷ λίαν εἶναι κατάσκιοι καὶ κατάκομοι.211

12

Ταυτὶ μὲν οὖν ὑπὲρ τοῦ θεῖον εἶναι χρῆμα τοῦτο καὶ τοῖς φανοτάτοις ἀνακεῖσθαι τῶν ἐν αἰθέρι θεῶν. εἰ δὲ καὶ ὑγίεια καλόν, τὸ κάλλιστον μὲν οὖν τῶν καλῶν, διὰ ταύτην ἐγὼ πολλοὺς κομήτας ἐπὶ τὸ ξυρὸν ὁρῶ καὶ τὸν
5δρώπακα καταφεύγοντας, ὡς ἅμα μὲν φαλακρούς, ἅμα δὲ ἐξάντεις ἐσομένους τῆς νόσου. ἀλλ’ εἰ μὲν ὀφθαλμία καὶ κόρυζα καὶ βάρος ὤτων καὶ τἄλλα πάντα τὰ περὶ αὐτὴν ὄντα πάθη τὴν κεφαλὴν τῷ φορτίῳ τούτῳ συναπαλλάτ‐ τεται, μέγα ἂν εἴη καὶ τοῦτο· πολὺ δὲ μεῖζον, εἰ καὶ ποσὶ
10καὶ σπλάγχνοις ἐλυσιτέλησεν. οὗτοι μὲν οὖν εἰσιν οἱ ταῦτα δυστυχεῖς, οἱ τοὺς καλουμένους κύκλους ὑπὸ τῶν ἰατρῶν ὑπομένειν ἀναγκαζόμενοι, ὧν ἀρχὴ καὶ μέσα καὶ τέλος ὁ δρώπαξ ἐστίν, ὃς ἀκριβέστερον σιδήρου ταῖς θριξὶν ἐπεξέρ‐ χεται. καὶ γὰρ εὔλογον ἐξ ὑπερκειμένου χωρίου, καθάπερ
15ἐξ ἀκροπόλεως, ἀπὸ τῆς κεφαλῆς ἐξῆφθαι τῷ παντὶ σώματι τά τε τῶν νόσων καὶ τὰ τῆς ὑγιείας πείσματα. οὔκουν καὶ ὑγιείας οὐκ ἴσον μέρος μετέχομεν, ἀλλὰ σὺν θεῷ φάναι
τὸ πλέον. δόξειε δ’ ἂν αὐτὸ τοῦτο αἰνίττεσθαι καὶ τὰ βρέτα τὰ Ἀσκληπίεια, καίτοι [ψιλὰ] τριχῶν Αἰγυπτιακῶς δια‐212
20κείμενα. εἴη γὰρ ἂν εἰς κοινὸν νουθεσία, καὶ παράγγελμα τῶν ἐν ἰατρικῇ τὸ ὑγιεινότατον, καὶ μονονουχὶ λέγειν ἔοικεν, ὡς ὅστις ὑγιαίνειν ἐρᾷ, μιμείσθω τὸν ἰατρικῆς εὑρέ‐ την καὶ προστάτην. εἱληθεροῦν γὰρ κρανίον καὶ πάσαις ταῖς ὥραις ἐκκείμενον, οὐκ ἂν θαυμάσαις εἰ ταχέως ἀπερ‐
25γασθείη σίδηρος ἀντ’ ὀστέου· οὕτω δὲ ἔχον, ἁπάσαις ἂν εἴη νόσοις δυσεμβολώτατον. καὶ ὥσπερ τῶν δοράτων τὰ μὲν ἕλεια καὶ τὰ πεδινὰ χείρω, τὰ δὲ ὄρεια κρείττω· τὴν δὲ αἰτίαν Ὁμήρου πυνθάνου καὶ ἀκούσῃ λέγοντος· ἀνε‐ μοτρεφῆ γάρ ἐστι καὶ γεγυμνασμένα. μηδὲ γὰρ Χείρωνα τὸν
30σοφὸν εἰκῆ νόμιζε τῷ Πηλεῖ τὸ δόρυ τεμεῖν, οὐκ ἀπὸ τῶν γειτόνων Τεμπῶν, οὐδ’ ἀπό τινος ὄρους ἢ φάραγγος, οὗ λεῖα καὶ μήκιστα φύεται, ἀλλὰ Πηλίου ἐκ κορυφῆς, οὗ ταῖς ἐμβολαῖς τῶν ἀνέμων ἐξέκειτο. ταῦτ’ ἄρα ξύλον ἀγαθὸν ἦν, ὅ γε καὶ τῇ διαδοχῇ τοῦ γένους ἐξήρκεσεν· οὕτως ἔχει καὶ
35περὶ τούτω τὼ κεφαλά, τήν τε δασεῖαν καὶ τὴν ψιλήν. ἡ μὲν ἕλειός ἐστι· σκιατροφεῖται γάρ· ἡ δὲ ὄρειος· ἀνεῖται γὰρ ἅπασι πνεύμασι, καὶ διὰ τοῦτο καρτερὰ μὲν αὕτη, ῥαδινὴ δὲ ἐκείνη.

13

Ἔξεστι δὲ πεῖραν τοῦ λόγου λαβεῖν ἐκεῖ
γενομένοις, οὗ συνερράγη τὸ Καμβύσου καὶ Ψαμμιτίχου στρατόπεδον, κατὰ τὴν ἐξ Ἀραβίας εἰς Αἴγυπτον εἰσβολήν· τούτω γὰρ ἀλλήλων τότε πειρώμενοι, καὶ τὸν παρόντα213
5καιρὸν ἑκάτεροι τοῦ παντὸς εἶναι κρίσιν ἡγούμενοι, μόλις ποτὲ διελύθησαν· γενομένου δὲ φόνου πολλοῦ, καὶ τοῦ πάθους κρείττονος ὄντος ἢ κατ’ ἀναίρεσιν τῶν νεκρῶν, ἄλλο μὲν οὐδὲν οἱ περιγενόμενοι τοὺς ἀποθανόντας ἐποίη‐ σαν· ἀναμὶξ δὲ ὄντας, ὡς ἕκαστος ἐτύγχανε πεπτωκὼς ἐπὶ
10παρατάξεως, ἀλλήλων διέκριναν· καὶ νῦν εἰσὶ δύο θημῶνες ὀστέων, ὁ μὲν Αἰγυπτίων, ὁ δὲ Μηδικῶν. θαυμάζει τοίνυν Ἡρόδοτος· ἔοικε γὰρ ὁ βέλτιστος ἐμπεπαρῳνηκέναι ταῖς κεφαλαῖς· τῶν μὲν τὴν ἰσχνότητα καὶ ἀσθένειαν· καὶ γὰρ ἂν ψηφῖδι, φησί, διατετραναίης βαλών· τῶν δὲ τὸ παχὺ
15καὶ στερέμνιον· ἀντίτυποι γὰρ ἀπήντων αὐτῷ καὶ σκλη‐ ραί, καὶ οὐδ’ ἂν ὅλη χερμὰς ἐπ’ αὐτὰς ἐξαρκέσειεν, ὥστε κορύνης ἂν δέοι. αἰτίαν δέ γέ φασιν, ἐφ’ ἣν ἡμεῖς τὴν πεῖ‐ ραν ἐκαλέσαμεν μάρτυρα, τῶν μὲν τοὺς πίλους, τῶν δὲ τὴν ὑφ’ ἡλίῳ τροφήν. εἰ δὲ χαλεπὸν μὲν ὁδὸν προελέσθαι διὰ
20τοσούτων ἐθνῶν ὑπερόριον, οὐχ ὅσιον δὲ οὐδὲ λίθῳ πα‐ τάξαι νεκροῦ κεφαλήν, Ἡροδότῳ δὲ ἀπιστεῖς, οὐκοῦν οἰκέ‐ ται κἀμοὶ καὶ συχνοῖς ἄλλοις εἰσὶν ἐν ἄστει Σκύθαι καὶ Σκυθικῶς ἀνεικότες τὰς κόμας· τούτοις ἄν τις ἐντείνῃ κόν‐ δυλον, ἀπολώλεκεν· τὸν ἐν θεάτρῳ δὲ ἄνθρωπον, ὃς πολλὴν
25καὶ καλὴν παρέχει τῷ δήμῳ διατριβήν, ἔξεστι καθ’ ἑκάστην ἱερομηνίαν τῷ καταλαβόντι θέαν θεᾶσθαι. οὗτός ἐστι μὲν τῶν τέχνῃ φαλακρῶν, οὐ τῶν φύσει, βαδίζων ἐπὶ τὰ κου‐ ρεῖα τῆς ἡμέρας πολλάκις· πάρεισι δὲ εἰς τὸν δῆμον ἐπ’ αὐτὸ τοῦτο, τῆς κεφαλῆς τὴν ῥώμην ἐπιδειξόμενος, ᾗ μηδέν ἐστι214
30δεινὸν τῶν δεινῶν· ἀλλὰ καὶ πρὸς πίτταν ἀναζέουσαν παραβάλλεται, καὶ διακυρίττεται δεδιδαγμένῳ κριῷ πόρρω‐ θεν εὖ μάλα τὸν πίτυλον κατασείοντι. ἐπιλείπει δὲ τὰ Μεγαρέων κεράμια τῇ γενναίᾳ ταύτῃ προσκαταγνύμενα· τέμνεται δὲ καὶ κατατέμνεται, καὶ οὐδὲν ὅ τι οὐ τῶν τοῖς
35ὁρῶσι φρίκην φερόντων, ᾗ γε καὶ προσήλωται βλαύτης Ἀττικῆς ἀκριβέστερον. τοῦτον ἐγὼ τὸν ἄνδρα θεώμενος, τῆς εὐτυχίας ἐμαυτὸν ἐμακάρισα. καὶ γὰρ κἂν ἐγὼ ταῦτα πάντα δυναίμην· ἀλλ’ οὗτος ἐμοῦ τῇ τόλμῃ περίεστι, μᾶλλον δὲ τοῦτον μὲν εἰς τοῦτο τῆς τόλμης ἡ πενία προήγαγεν,
40ἐμοὶ δὲ τῆς πείρας οὔτε δεῖ, μήτε δέοι· ἀλλ’ ἕτερον αὐτοῦ τὸ παμμέγεθες ἀγαθόν, ὃ τῶν εἰρημένων οὐδενὸς ἀπολεί‐
πεται. ἂν μὲν γὰρ ᾖ τῆς Πινδάρου τυγχάνειν εὐχῆς, καὶ ζῆν ἔχωμεν ἀπὸ τῶν οἰκείων, ἐν καλῷ τοῦ θεάτρου καθι‐ ζησόμεθα, ἀκροαταὶ τῶν δεικνυμένων καὶ θεαταί. κἂν χορη‐215
45γῆσαι δέῃ τῇ πόλει, κἂν ἐπιδόσεις ὁ δῆμος αἰτῇ, χρησόμεθα μεγαλοπρεπῶς τοῖς ὑπάρχουσι, τοῦ δαιμονίου δὲ ἀντι‐ πνεύσαντος, καὶ τῶν ἀλφίτων ἐπιλειπόντων· ὃ μηδενὶ τῶν θείων ἀνδρῶν παραγένοιτο· τὸ γοῦν ἔσχατον ἄπεστι τῶν κακῶν, ὁ λιμός, οἷς ἅπασιν ἔξεστι θαυματοποιοῖς εἶναι, καὶ

13

(50)

μικρὸν ἀπερυθριάσασιν ἐν τῷ λογείῳ ἀποδοῦναι καὶ σχε‐ διάσαι τέχνην θέας ἀξίαν.

14

Ὅστις οὖν, ὥσπερ Δίων, οἴεται πρέπειν πολὺ μᾶλλον ἀνδράσιν ἢ γυναιξὶ τὴν κόμην, πῶς οὐ τοῖς οὖσι καὶ τοῖς φανεροῖς τἀναντιώτατα διατάττεται; ὃ γὰρ τοὺς ἔχον‐ τας ἀσθενεστέρους ποιεῖ, πῶς εὔλογόν ἐστι τῇ τῶν ἰσχυόντων
5μοίρᾳ προσνέμειν; ἀμέλει δὲ καὶ φύσει καὶ νόμῳ διώρισται· νόμῳ μέν, εἰ μήτε πᾶσι καλὸν ἡ κόμη τοῖς ἄρρεσι, μήτε πανταχοῦ, μήτ’ ἀεὶ τοῖς αὐτοῖς. Λακεδαιμόνιοι γὰρ μετὰ Θυρέαν, Ἀργεῖοι δὲ πρὸ Θυρέας ἐκόμησαν· συχνὰ δὲ τῶν ἐθνῶν οὔτε νῦν οὔτε πρότερον· γυναιξὶ δὲ ἀεὶ καὶ πάσαις
10καὶ πανταχοῦ καλὸν ἐσπουδακέναι περὶ τὴν ἐπιμέλειαν τῶν τριχῶν· οὐ γάρ ἐστιν οὔτε γέγονεν, ἥτις ὑπέθηκε ξυρῷ τὴν κεφαλήν, ὅτι μὴ κατ’ ἀπαίσιόν τινα καὶ ἀποτρόπαιον συμφοράν, εἰ δή τι καὶ τοιοῦτον ὁ χρόνος ἤνεγκεν· ἐγὼ
γὰρ οὔτε εἶδον, οὔτε ἤκουσα. ὁμολογεῖ δὲ καὶ ἡ φύσις τῷ216
15νόμῳ· γυνὴ μὲν γὰρ οὐδεμία τῶν ἐξ αἰῶνος ἀναδέδεικται φαλακρά· καὶ οὐκ ἐρεῖς, ὡς οἱ κεκρύφαλοι κρύπτουσιν, αἱ γὰρ κωμῳδίαι καὶ διὰ τούτων ὁρῶσιν. εἰ δὲ τριχορρυής τις ἐγένετο, νόσον τινὰ ταύτην νοσεῖ, καὶ δι’ ἐλαχίστης ἐπιμελείας εἰς τὸ πεφυκὸς ἐπανέρχεται· ἀνδρῶν δέ, οὓς καὶ
20ἄξιον ἄνδρας καλεῖν, οὐ ῥᾴδιον εἰπεῖν, ὅστις οὐκ ἔφθασεν εἰς τοῦτο τῆς φύσεως. δι’ αὐτὸ γὰρ τοῦτο καὶ δοκεῖ τέλος εἶναι τῆς φύσεως, εἰ καὶ μὴ πᾶσιν ἐπιτυγχάνεται. ὥσπερ δὲ γεωργῶν παῖδες ἀπὸ τῆς ὁρμῆς τῶν ὑγιαινόντων φυτῶν συνέντες, ὡς εἰς ὀρθὸν αἴρεσθαι βούλεται τε καὶ πέφυκεν,
25ὅσα μὴ πρὸς τοῦτο παρ’ ἑαυτῶν ἐξισχύει, κοντοῖς αὐτὰ καὶ χάραξιν ὑπερείδουσιν· οὕτως, ἐπειδὴ πεφήνασιν ἅπαν‐ τες, ὧν ἡ φύσις ἀρίστη, παραπλησίως ἐμοὶ διακείμενοι, ξυρῷ τοὺς οὐχ οὕτως ἔχοντας ἐπανορθωτέον καὶ βοηθητέον ἂν εἴη τῇ φύσει.

15

Λακεδαιμονίων μὲν οὖν ἄξιον μεμνῆσθαι πρὸ τῆς ἐν Θερμοπύλαις μάχης ἠσκηκότων τὰς τρίχας, ἣν δι’ αὐτὸ καλεῖ μεγάλην, ὅτι Λακεδαιμόνιοι πρὸ αὐτῆς ἐκτενίσαντο, ὧν οὐδεὶς ἐπὶ τῷ πονηρῷ τούτῳ σημείῳ περιεγένετο. λέγω
5δὲ οὐκ ἀναμιμνήσκων τῶν εἰρημένων, ὅτι τρίχες κἀν τοῖς
ζῶσίν ἐστι νεκρόν, ἀλλ’ ὅτι τεθνεώτων αὔξουσι· τοῦτο γὰρ ὑπὸ τῶν ἐν Αἰγύπτῳ θεραπευτῶν εἰς πάντας διατεθρύ‐ ληται, καί τις ἐν χρῷ κουρίας ἀποθανών, εἰς νέωτα κόμην καὶ πώγωνα βαθὺν ἤνεγκεν. τούτους μὲν οὖν εἵλκυσεν εἰς217
10τὸν λόγον, οἳ κάλλιστα τῶν Ἑλλήνων ἀπέθανον· τῶν δὲ τὰς καλλίστας τε καὶ μεγίστας νίκας ἀνῃρημένων, καὶ τιμω‐ ρησαμένων ὑπέρ τε τούτων αὐτῶν καὶ ὑπὲρ τῆς ἄλλης Ἑλλάδος τὸν βάρβαρον, ἑκὼν ἐπιλανθάνεται· λέγω δὲ Μα‐ κεδόνας τε καὶ τοὺς Ἀλεξάνδρῳ συναναβάντας Ἕλληνας,
15ὧν οὐκ ἐγένοντο μόνοι Λακεδαιμόνιοι. οὗτοι πρὸ τῆς ἐν Ἀρβήλοις μάχης, ἣν δικαιότερον ἄν τις μεγάλην προσα‐ γορεύσειε, πείρᾳ μαθόντες ὅτι πονηρὸν στρατιώταις αἱ τρίχες, πανδημεὶ ξυράμενοι, μετὰ θεοῦ καὶ τύχης καὶ ἀρε‐ τῆς εἰς τὸν ὑπὲρ τῶν ὅλων ἀγῶνα συνέστησαν. ἐπράχθη
20δὲ ἀπὸ τοιαύτης αἰτίας ἡ διαβολὴ τῶν τριχῶν, ὡς ὁ τοῦ Λάγου Πτολεμαῖος ξυνέγραφεν, ὅς, ὅτι μὲν παρῆν τοῖς δρω‐ μένοις, ἠπίστατο, ὅτι δὲ βασιλεὺς ἦν, ὁπηνίκα συνέγραψεν,
οὐκ ἐψεύδετο.218

16

Ἀνὴρ Μακεδών, κόμην τε ἀνεικὼς εἰς τὸ περιτ‐ τὸν καὶ γένειον βαθὺ καθεικώς, ἐπ’ ἄνδρα Πέρσην ἐφέρετο· συμφρονήσας δὲ ὁ Πέρσης, καίπερ ὢν ἐν δεινῷ, γέρρον μὲν ἐκεῖνο καὶ ξυστὸν ἀφίησι τῶν χειρῶν, ὡς οὐχ ἱκανὰ ταῦτα
5τῷ Μακεδόνι· ᾄττει δὲ ὁμόσε, καὶ φθάσας εἴσω τῶν τοῦ πολεμίου ὅπλων γενέσθαι, λαμβάνεται τοῦ πώγωνος καὶ τῆς κόμης, κᾆθ’ οὕτω καταβάλλει στρατιώτην ἄμαχον, τριχὶ δίκην ἰχθύος ἐφελκυσάμενος· πεσόντα δὲ ἤδη κατακαίνει, τὸν ἀκινάκην σπασάμενος. εἶδε δή τις καὶ ἕτερος Πέρσης,
10καὶ μάλα ἄλλος καὶ ἄλλος, καὶ ταχὺ μὲν ἅπαντες ἦσαν ῥιψά‐ σπιδες, ταχὺ δὲ ἄλλος ἄλλον κομήτην ἀπολαβόντες, ἀνὰ τὸ πεδίον ἐδίωκον· παρῄει γὰρ ὥσπερ σύνθημα διὰ τοῦ Περσικοῦ στρατεύματος, ὅτι ἄνδρες οὗτοι θριξὶν ἁλώσιμοι. μόνον οὖν, ὡς εἰκός, ὅσον φαλακρὸν ἦν τῆς Ἀλεξάνδρου
15φάλαγγος συντεταγμένον διέμεινεν. ἐν τούτῳ δὲ ὁ βασι‐ λεὺς ἀπορίᾳ συνείχετο, γυμνοῖς ἐξιστάμενος οἷς ὡπλισμένοις ἦν ἀνυπόστατος· κἂν αἰσχρῶς ἀνέλυσεν ἐπὶ Κιλικίας Ἀλέ‐ ξανδρος, κἂν ἐγένετο τοῖς Ἕλλησι καταγέλαστος, τῇ τριχο‐ μαχίᾳ κεκρατημένος· νυνὶ δέ (μοιρίδιον γὰρ ἦν ἤδη τοῖς
20Ἡρακλείδαις τοὺς Ἀχαιμενίδας παραχωρῆσαι τῶν σκήπ‐ τρων) ταχὺ συνείς τι τοῦ δεινοῦ, κελεύει μὲν ἀνακλητικὸν
ἠχῆσαι τὰς σάλπιγγας· ἀπαγαγὼν δὲ ὡς πορρωτάτω καὶ καθίσας ἐν καλῷ τὸν στρατόν, ἐπαφίησιν αὐτῷ τοὺς κου‐ ρέας. οὗτοι μὲν οὖν δώροις ὑπὸ τοῦ βασιλέως ἀναπεισθέντες,219
25πανδημεὶ τοὺς Μακεδόνας ἐξύρησαν. Δαρείῳ δὲ καὶ Πέρσαις οὐκέτι τὸ πρᾶγμα κατ’ ἐλπίδας ἐχώρησε· μὴ γὰρ οὔσης ἔτι λαβῆς, πρὸς πολὺ καλλίους ἀγωνιστὰς τοῖς ὅπλοις ἐκρίνοντο.

17

Κόμη τοίνυν οὔτε ποιεῖ φοβεροὺς οὔτε δεί‐ κνυσιν, εἰ μή γε τῶν βρεφῶν εἰσι μορμολύκεια, ἐπεὶ τούς γε στρατιώτας ὁρῶμεν, ἐν ᾧ δεῖ τοὺς πολεμίους φοβεῖν, κράνη περικειμένους. τὸ δὲ κράνος οὐδὲν ἄλλ’ ἢ κατὰ τοὔνομα καὶ
5τὸ πρᾶγμα χαλκοῦν κρανίον ἐστίν. εἰ δὲ ἵππων θριξὶν ἐνσκευάζονται, οἷς μὲν ὑπῆρξεν ἀμφιέσασθαι κράνος, ἴσασι περὶ τοῦ σχήματος· διδακτέον δ’ ἂν εἴη τοὺς οὐκ εἰδότας, ὡς ὄπισθεν σκευάζονται στιχηδὸν διατεθείσαις θριξὶ μεταξὺ τοῦ πίλου καὶ τοῦ κράνους. ἐπεὶ τήν γε κυρτὴν ἐπιφά‐
10νειαν οὐδ’ ἂν Ἥφαιστος ἐγκρατῆ τριχῶν ἀπεργάσαιτο· ἔχουσα δὲ ὥσπερ ἔχει, φαλάκρας ἀκριβεστάτην εἰκόνα παρέ‐ χεται ταύτῃ, καὶ καταπληκτικώτατόν ἐστιν ἁπάντων, ὅσα στρατιώταις περίκειται. ὁ γοῦν Ἀχιλλεὺς ἀναθαρσῆσαι τοὺς Τρῶάς φησιν, οὐχ ὅτι τῆς κόμης οὐχ ὁρῶσιν αἰωρου‐
15μένην τὴν σόβην· ἀλλὰ πῶς λέγει; οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπον
ἐγγύθι λαμπομένης. τὸ γὰρ ἀποστίλβον αὐτῆς καὶ λεῖον, αὐτὸ τοῦτο φαλά‐ κρα τε ἂν εἴη καὶ φόβητρον. εἰ δὲ Ἀχιλλεὺς ἐκόμα· καὶ220
20γὰρ δὴ καὶ τοῦτό φησι· νέος γὰρ ἦν, ὁπηνίκα καὶ ὀξύρ‐ ροπος ἦν εἰς ὀργήν, οὐδέπω χωρούσης τῆς ἡλικίας οὔτε ψυχῆς οὔτε σώματος τελειότητα. νέῳ δὲ εἰκὸς ἀναζεῖν καὶ τὴν κεφαλήν, οἶμαι, θριξί, καὶ θυμῷ τὴν καρδίαν. ἀλλ’ ὥσπερ οὐκ ἐπαινεῖται δι’ Ἀχιλλέα περὶ ψυχὴν ὁ θυμός, οὕτως
25οὐδὲ περὶ σῶμα ἡ κόμη τῶν θαυμαστῶν. καίτοι συγχωρῶ Θέτιδος ὄντα κράτιστα φῦναι πρὸς ἅπασαν ἀρετήν, καὶ γνώμην ἀποφαίνομαι περὶ Ἀχιλλέως, εἰ περιεγένετο, φαλά‐ κρας τε ἂν αὐτὸν καὶ φιλοσοφίας οὐκ ἀμοιρῆσαι. καὶ νέος ὢν ἀμωσγέπως ἰατρικῆς τε καὶ μουσικῆς ἥπτετο, καὶ πρὸς
30ἃς εἶχε τρίχας, οὕτω δυσχερῶς εἶχεν ὡς ἱεροῖς ὁσιωθείσας ἠρίοις ἀπάρξασθαι. ἐπεί τοι καὶ Σωκράτην αὐτὰ ταῦτά φησιν Ἀριστόξενος, ὡς φύσει ἐγεγόνει τραχὺς [εἰς] ὀργήν, καί, ὁπότε κρατηθείη τῷ πάθει, διὰ πάσης ἀσχημοσύνης ἐβάδιζεν. οὐ μὴν οὐδὲ Σωκράτης πω τότε φαλακρὸς ἦν,
35πέντε καὶ εἴκοσιν ἔτη γεγονώς, ὁπηνίκα Παρμενίδης καὶ Ζήνων ἧκον Ἀθήναζε, ὡς Πλάτων φησί, τὰ Παναθήναια θεασόμενοι. ἀλλ’ εἴ τις ὕστερον ὡς περὶ χαλεποῦ τοῦ Σω‐ κράτους ἢ ὡς περὶ κομήτου διελέγετο, πολὺν ἂν οἶμαι τὸν
λέγοντα παρὰ τοῖς εἰδόσιν ὀφλῆσαι κατάγελων· ὡς οὗτός221
40ἐστιν ὁ τῶν πώποτε πεφιλοσοφηκότων φαλακρότατός τε ὁμοῦ καὶ πραότατος. μὴ δὴ καταδίκαζε κόμην τοῦ ἥρωος· ἐν ᾧ γὰρ διαλέγῃ περὶ αὐτοῦ, μειράκιον ἦν, οὔπω πρώην ἐξ ἐφήβων γενόμενον. καὶ σὺ μὲν οὐκ ἂν ἔχοις εἰπεῖν, ὅτῳ ποτὲ τεκμηρίῳ χρώμενος ἀποφαίνῃ περὶ τῶν Ἀχιλλέως
45τριχῶν, ὡς κἂν τὸ γῆρας αὐτοῦ περιέμειναν· ἐγὼ δέ, ὡς οὐκ ἂν περιέμειναν, ἔχω πολλά, τὸν πατέρα, τὸν πάππον (εἶδον γάρ, εἶδον εἰκόνας), τὸ συγγενῆ γεγονέναι θεῶν. ἅπαξ δὲ εἰρημένον ἀρκεῖ περὶ τοῦ σχήματος τῶν θεῶν.

18

Τί οὖν ὥσπερ ἑρμαίου λαβόμενος ἔχῃ,
ξανθῆς δὲ κόμης ἕλε Πηλείωνα; ὅλως δὲ διὰ τί τεμάχιον ἐκφέρεις, ἀλλὰ μὴ πάντα τὸν στίχον ἕλκεις εἰς μέσον; οὐκοῦν ἐπεὶ μὴ σὺ βούλει, τοῦ
5παρ’ ἡμῶν αὐτὸ γενέσθαι σὺ τὴν ἀνάγκην ἐποίησας· στῆ δ’ ὄπιθεν, ξανθῆς δὲ κόμης ἔλε Πηλείωνα. εὖγε, ὦ Δίων, ὡς οὐ παρελκούσας ἀφῄρησαι συλλαβάς, ἀλλ’ ἐν αἷς ἅπαν ἔνι τοὐναντίον ᾧ βούλει. ἐντεῦθεν ἐγὼ μαντεύομαι κἀν τούτῳ τῆς ἡλικίας Ἀχιλλεῖ φαλάκρας μετεῖ‐
10ναι. ἥκουσα, φησίν, ἡ θεὸς ὄπισθεν αὐτοῦ τῆς κόμης ἐλά‐
βετο. ἀλλὰ κἂν ἐμοῦ τις, ἀλλὰ κἂν αὐτοῦ Σωκράτους, κἂν τοῦ γεραιτάτου τῶν Ἑλλήνων ὄπισθεν λάβοιτο· ἐκεῖ γὰρ ἡμῖν ὑπολείπεται τὰ τῆς ἐπικήρου φύσεως σύμβολα· οὐ γὰρ οὔτε ἀνθρώπινόν ἐστιν, οὔτε δαιμόνιον ἀγαθόν, ἀλλὰ222
15θείας ἄντικρυς καὶ μοίρας καὶ φύσεως, εἰς τὸ παντελὲς ἀπηλ‐ λάχθαι τῆς πρὸς τὸ θνητὸν κοινωνίας. στῆ δ’ ὄπιθεν, ξανθῆς δὲ κόμης ἕλε Πηλείωνα· ἵνα λάβοιτο τῆς κόμης, ὄπισθεν ἔστη, ὡς οὐκ οὔσης ἐκ τοῦ προσθίου λαβῆς.

19

Ὅλως δὲ ἀγαθὸν μὲν οὐδὲν ὑπὲρ φύσεως τῶν τριχῶν ἔνι τῷ Δίωνος λόγῳ. καίτοι γε εἴπερ ἦν τῷ πράγ‐ ματι, Δίων ἂν ἐξεῦρεν αὐτό, καί, εἰ σμικρὸν ἦν, Δίων ἂν αὐτὸ μέγιστον ἔδειξεν, ὃς καὶ νῦν οὕτω πόρρωθεν ἐξευρί‐
5σκει μὲν Λακεδαιμονίους οὐδὲν ὄντας πρὸς ἔπος, οὔκουν ὅσα γε καὶ ἄλλῳ δοκεῖν· Ὁμήρου δὲ ἐξαψάμενος, ὥσπερ ἱερᾶς ἀγκύρας, ἔχεται μέχρι τελευτῆς τοῦ βιβλίου· οὕτω δὲ ἀδί‐ κως πάνυ καὶ ῥητορικῶς χρῆται τῷ λόγῳ, ὥστε νῦν μὲν ἀπέκοψεν, ὥσπερ νόμου, τοῦ στίχου· ἑτέρωθι δὲ οὐκ ὄντων
10στίχων, ὡς ὄντων, μέρη μαρτύρεται. Ἕκτορος γὰρ ἄντι‐ κρυς καταψεύδεται, μᾶλλον δὲ Ὁμήρου τὰ περὶ Ἕκτορος,
τάχα δὲ καὶ Ὁμήρου καὶ Ἕκτορος. ὁ μὲν γὰρ παραδέδοται τὰ περὶ τὴν κουρὰν ὁμοιότατα τοῖς πάνυ σώφροσι δια‐ κείμενος, καὶ δείκνυσιν ὁ τἀληθέστατα περὶ τῶν ἡρώων223
15συγγεγραφώς, ἅτε, οἶμαι, τῶν μὲν συστρατιώτης γενόμενος, ἐπὶ δὲ τοὺς στρατευσάμενος, ὃς αὐτὰ ταῦτά φησι περὶ Ἕκτορος· εἴ τε εἰς Ἴλιον γέγονας, εὐθὺς εἰσιόντι πᾶς Ἰλιεὺς ἡγεῖται τὴν ἐπὶ τὸν νεὼν τὸν Ἑκτόρειον, οὗ τὸν ἀνδριάντα πρόχειρον μὲν ἰδεῖν· ἐπέρχεται δὲ τοῖς ἰδοῦσιν
20εἰπεῖν, ὡς ἐπ’ ἐκείνου κατεσκευάσθη τοῦ σχήματος, ὅπερ ἔχων ὠνείδισε τἀδελφῷ τὸ κάλλος τὸ ἐπιποίητον, τὴν τῶν τριχῶν ἐπιμέλειαν. ἃ δὲ γέγραφεν ὡς Ὁμήρῳ περὶ Ἕκτορος εἰρημένα·
ἀμφὶ δὲ χαῖται
25
κυάνεαι πεφόρηντο δειξάτω τις, οὗ κεῖται τῶν Ὁμήρου ῥαψῳδιῶν. ἀλλ’ οὐδ’ ἂν Ἴωνα δοκῶ τὸν ῥαψῳδὸν ἐξευρήσειν. πῶς δ’ ἂν Ὅμηρος κομήτην ἐποίησεν, ὃν εἰσήγαγεν εἰς τὴν ποίησιν ἑτέρῳ καλλωπιστῇ λοιδορούμενον; ὅμοιον εἰ καὶ Φιλέας Ἀνδο‐
30κίδην ἱεροσυλίας ἐγράψατο, ὥσπερ οὐκ αὐτὸς ὢν ὁ τῆς θεοῦ τὸ Γοργόνειον ἐξ ἀκροπόλεως ὑφελόμενος. οὕτως ἔχει σοι καὶ τὰ κατὰ τόνδε τὸν ἥρω.224

20

Εἰ δὲ κάρη ξανθὸς ἦν ὁ Μενέλαος, ἀλλ’ οὔτι καὶ κομήτης γε ἦν, ὅσα γε ἀπὸ τοῦ λόγου. ἀλλ’ οὐδὲ ἔπαινος τοῦτο τριχῶν, ἀλλ’, ὥσπερ εἶχεν, ἐδίδαξεν, οὐ γὰρ ὅ τι ἂν Ὅμηρος ὀνομάσῃ τοῦτο τῆς φύσεώς ἐστι τῶν ἐπαινε‐
5τῶν· Δίωνι δὲ ὑπὲρ εὐπορίας ταὐτὸν ἔοικεν εἶναι μνήμη τριχῶν καὶ ἐγκώμιον, ὅστις οὕτως ἀνδρείως ἐπέθετο, τὰ μὲν οὐκ ἐνόντα τῇ ποιήσει προσνέμειν, τῶν δὲ ὄντων ἀπο‐ στερεῖν αὐτήν, ὥσθ’, ἵνα πείσῃ λέγων, ὅτι πρέπει πολὺ μᾶλλον ἀνδράσιν ἢ γυναιξὶν ἡ κόμη, καὶ τῶν θεῶν, φησί,
10τὰς μὲν θηλείας Ὅμηρος ἄλλως ἐπαινεῖ, βοῶπιν Ἥραν καὶ Θέτιν ἀργυρόπεζαν· τοῦ Διὸς δὲ μάλιστα ἐπαινεῖ τὰς τρί‐ χας. ἐξεκέκοπτο γὰρ ἴσως αὐτῷ τὸ βιβλίον ἐπῶν ἀγαθῶν καὶ συχνῶν, ὁποῖα ταυτί· Ἀπόλλωνι ἄνακτι, τὸν ἠύκομος τέκε Δητώ·
15 τὸν θὲς Ἀθηναίης ἐπὶ γούνασιν ἠυκόμοιο. περὶ δὲ τῆς Ἥρας ἐπιβουλευούσης τὸν Δία κατακοιμί‐
σαι, τά τε ἄλλα κομμωτίσασθαί φησι τὴν θεόν, ἐν ᾧ γε μέλλει καὶ δεήσεσθαι τοῦ κεστοῦ, ὃς ἄλλα τε πολλὰ δύνα‐ ται, καὶ μέγιστον, ὅτι κλέπτει τῶν ἐχόντων τὸν νοῦν. τότε225
20τοίνυν ἐν ταὐτῷ μυραλοιφῆσαί τε αὐτὴν λέγει, καὶ ὅτι
χαίτας πεξαμένη, χερσὶ πλοκάμους ἔπλεξε φαεινούς, καλούς, ἀμβροσίους, ὃ καὶ τοῦ πλήθους τῶν ἐγκωμίων ἄξιον. ἄξιόν γε μήν,
25εἴπερ ὁ λόχος ἐπὶ τὸν Δία, πολλῶν, ἄν τις εἴποι, τῷ Δίωνι παρεωραμένων, μᾶλλον δὲ ἃ καλῶς ἐκεῖνος εἰδώς, οὐκ εἰδέναι προσεποιήσατο. ἐγὼ δὲ καὶ οἶδα ταυτί, καὶ οὐκ ἄγω γε τὰ ψευδῆ διὰ τὴν ὑπόθεσιν, οὐδ’ ἂν συγχωρήσαιμι κομή‐ την εἶναί τινα τῶν οἰκούντων τὸν οὐρανόν. κοινὸς ὁ λόγος
30περί τε τῶν ἀρρένων καὶ θηλειῶν· ὡς οὐδέν γε τῆς ἐν ἄστροις Ἀφροδίτης ὁ Ζεὺς ἀκριβέστερος εἰς σφαιρικὴν ἐπι‐ φάνειαν. εἴρηται δὲ οὕτω καὶ περὶ τοῦ Διός, ὃν κορωνίδα τῷ λόγῳ Δίων ἐπέθηκεν, ὡς ἃ Ὁμήρῳ τεθεολόγηται, τὰ μὲν πολλὰ πρὸς δόξαν ἐστίν, ὀλίγα δὲ πρὸς ἀλήθειαν.
35ἓν δή τι καὶ τοῦτο πρὸς δόξαν ἐστίν, αἱ ῥωννύμεναι τρί‐ χες ἀπὸ τῆς κεφαλῆς τοῦ Διὸς καὶ συγκινοῦσαι τὸν οὐρανόν,
ὃ τοῖς πλήθεσι καὶ τοῖς ἀγαλματοποιοῖς συνεχώρησεν. Ὁμήρου τοίνυν καὶ Λακεδαιμονίων ἐξῃρημένων, οὐδὲν ἔτι μέρος ὑπολείπεται τῷ λόγῳ τῷ Δίωνος· ἀλλὰ καὶ τούτων226
40προσόντων, ὅπερ ἐλέγομεν, οὐκ ἔσθ’ ὅ τι καὶ περὶ φύσεως εἴρηκε τῶν τριχῶν, οὔτ’ οἴκοθεν ἐξευρών, οὔτε παρὰ τού‐ των λαβών· οὐχ ὅ τί ποτέ εἰσιν εἶπεν, οὐχ ὁποῖον ἐδί‐ δαξεν, οὐχ ὡς ἀγαθόν εἰσιν οἷς ἂν ὑπάρξωσιν ἔδειξεν, οὐχ ὡς κακὸν οἷς οὐ πάρεισιν. ὁ δὲ λόγος οὗτος αὐτὰς τῶν
45πραγμάτων τὰς οὐσίας ἐξητακώς, φαλάκραν μὲν θεῖον οὔσαν ἐξεῦρε, καὶ τοῦ θείου συγγενῆ, καὶ τέλος τῆς φύσεως, καὶ σηκὸν ἄντικρυς ᾧ φρονοῦμεν θεοῦ, ἄλλα μυρία καὶ περὶ σῶμα καὶ ψυχὴν ἀγαθὰ καθ’ ἕκαστον ἐπεξιών, ὅπως τε ἔχει, καὶ διὰ τί· ὡς οὐδὲν ὅ τι καὶ δίχα λαμπρᾶς αἰτίας

20

(50)

προήνεγκεν. θριξὶ δὲ πέφηνεν ἅπαντα τἀναντία τούτων ὑπάρχοντα, ἀλογία καὶ ζῷα καὶ πᾶν ὅ τι τῆς ἐναντίας τῷ θεῷ μερίδος ἐστί. πεφήνασιν ἀθέρες τινὲς οὖσαι τοῦ ζῴου καὶ περικάρπια, παίγνια φύσεως, ὕλης ἀτελοῦς ἐξανθήματα.

21

Προσήκειν δὲ οἶμαι κατὰ γένος τε καὶ κατ’ ἐπι‐ τήδευμα διελέσθαι τοὺς ἄνδρας, οὓς ὅδε τε κἀκεῖνος ὁ λόγος ἐνεκωμίασεν. οὐκοῦν ἀπὸ μὲν τῶν φιλοκόμων εἰσὶν οἱ μοιχοί. καὶ γὰρ Ὅμηρος ἐχόμενον τοῦ κέρα ἀγλαοῦ
5τὸν παρθενοπίπαν ἐποίησεν, ὡς ἐπὶ διαφθορᾷ γυναικῶν ἠγλαϊσμένης τῆς κόμης· καὶ μοιχός ἐστιν αὐτὸς οὗτος· τὰ κράτιστα μὲν οὖν τῶν μοιχῶν· εἰς ὃν ἀπέρριπται τοὔνειδος. ἓν μὲν δὴ τοῦτο γένος ἐπιβουλότατον, καὶ εἴσω τοῦ τείχους τῶν ὁμοφύλων πολεμιώτατον. ὧν γάρ, ἵνα μὴ βιασθεῖεν,227
10προκινδυνεύομεν στρατευόμενοι, θυγατέρων λέγω καὶ γυναι‐ κῶν, ταύτας, ἂν οὕτω τύχῃ, μειράκιον εὐπάρυφον ἄγει λαβὸν οἷ γῆς καὶ θαλάττης βούλεται· εἰ δὲ μὴ γῆς ἢ θα‐ λάττης, ἀλλὰ γωνίας ἢ σκότου. καίτοι δοριαλώτου μὲν γυναικὸς κἂν ἡ γνώμη τῷ γεγαμηκότι συμμείνειεν· ὁ δὲ
15μοιχὸς αὐτὸ τοῦτό ἐστιν, ὃ καὶ πρῶτον ἐσύλησε τῆς ψυχῆς τοῦ συνῳκηκότος τὴν εὔνοιαν, ὥστε μὴ ἐξ ἡμισείας τἀνδρὶ γεγονέναι τὴν τοῦ γυναίου ζημίαν. εἰκότως οὖν ἐπ’ αὐτοῖς οἱ μὲν νόμοι τοὺς δημίους ὁπλίζουσιν, οἱ δὲ κηπουροὶ τὰς Ἀττικὰς ῥαφανίδας φυτεύουσιν, αἷς εὐθύς, ἐπειδὰν ἁλῷ
20τις, τιμωρίας ἀπάρχονται. ἓν μὲν δὴ τοῦτο τοιοῦτο γένος, ὃ συχνὰς μὲν οἰκίας ἀναστάτους ἐποίησεν, ἐνίας δὲ ἤδη καὶ πόλεις· καὶ τοῦ συρραγῆναι τὰς ἠπείρους ἀλλήλαις, καὶ διαβῆναι τοὺς Ἕλληνας ἐπὶ τὰ Πριάμου σκῆπτρα μοι‐ χεία γέγονε πρόφασις. ἕτερον δέ, ὃ τούτου πολὺ χεῖρόν
25ἐστι, τοῦ τὸν Ἀλέξανδρον ἡμῖν ἀναδείξαντος, ὅθεν οἱ Κλει‐ σθέναι καὶ Τίμαρχοι καὶ πάντες οἱ πρὸς ἀργύριον τὴν ὥραν διατιθέμενοι· καὶ εἰ μὴ πρὸς ἀργύριον δέ, ἀλλὰ πρὸς ἄλλο
τι· καὶ εἰ μὴ πρὸς μηδοτιοῦν, ἀλλὰ διὰ τὴν ἐξάγιστον ἡδονήν· καὶ καθάπαξ οἱ θηλυδρίαι τριχοπλάσται πάντες228
30εἰσίν. ἀλλ’ οἱ μὲν ἐπὶ τῶν οἰκημάτων ἄντικρυς οὗτοι· καίτοι νικᾶν νομίζουσιν, ὡς ταύτῃ μάλιστα τὸ θῆλυ τοῦ γένους ἐκμιμησόμενοι. ὅστις δὲ λάθρα μέν ἐστι πονηρός, δημοσίᾳ δὲ κἂν ἐξομόσαιτο, καὶ οὐδὲν ἄλλο παρέχεται γνώρισμα τοῦ θιασώτης εἶναι τῆς Κότυος, ἀλλ’ εἰ μόνον ἓν τοῦτο
35φανείη, περὶ πλείστου τὰς τρίχας ποιούμενος, ὡς ἐναλείφειν τε αὐτὰς καὶ διατιθέναι κατὰ βοστρύχους, εὐθὺς ἅπασι πρόχειρον λέγειν, ὅτι ἄνθρωπος οὗτος τῇ Χίων θεῷ καὶ τοῖς Ἰθυφάλλοις ὠργίακεν. ὁ μὲν γὰρ Φερεκύδης θοἰμάτιον ἐπηλυγασάμενος, «Χρῷ δῆλον», ἔφη, καὶ δακτύλῳ τὴν νόσον
40ἐδείκνυεν· πασχητιῶν δὲ μειράκιον ταῖς θριξὶ σημαινόμεθα.

22

Εἰ δὲ καὶ ἡ παροιμία σοφόν· πῶς δ’ οὐχὶ σοφόν, περὶ ὧν Ἀριστοτέλης φησίν, ὅτι παλαιᾶς εἰσι φιλοσοφίας ἐν ταῖς μεγίσταις ἀνθρώπων φθοραῖς ἀπολομένης ἐγκατα‐ λείμματα, περισωθέντα διὰ συντομίαν καὶ δεξιότητα; πα‐
5ροιμία δήπου καὶ τοῦτο, καὶ λόγος ἔχων ἀξίωμα τῆς ὅθεν κατηνέχθη φιλοσοφίας τὴν ἀρχαιότητα, ὥστε βόειον ἐπι‐ βλέπειν αὐτῇ. πάμπολυ γὰρ οἱ πάλαι τῶν νῦν εἰς ἀλή‐
θειαν εὐστοχώτεροι. τίς οὖν ποτ’ ἐστὶν ἥδε, καὶ τί βούλεται;
οὐδεὶς κομήτης, ὅστις οὐ
229
10τὸ δὲ ἀκροτελεύτιον αὐτὸς σὺ πρὸς τὴν ἠχὼ τοῦ τρι‐ μέτρου συνάρμοσον· οὐ γὰρ ἔγωγε φθέγξομαι τὸ δεινὸν ἐκεῖνο καὶ πρᾶγμα καὶ ὄνομα. εὖγε, ὅτι συνήρμοσας. πῶς οὖν, τί σοι φαίνεται; βαβαὶ τῆς ἀληθείας· χρησμὸς ἄντι‐ κρυς. δῆλα μὲν δὴ καὶ αὐτόθεν. ἀλλὰ καὶ ὅσους ἐφέλκεται
15μάρτυρας, τούς τε νῦν χρωμένους αὐτῇ, καὶ τοὺς ὅσοι προ‐ λαβόντες ἐχρήσαντο· τὸ γὰρ ἀπαθανατίζον τὰς παροιμίας αὐτὸ τοῦτό ἐστιν, ἡ συνέχεια τῶν χρωμένων, οὓς ἐφ’ ἑαυ‐ τῶν ὑπομιμνήσκει τὰ πράγματα· ὁρώμενα γὰρ ἐπὶ τῶν ἑκάστοτε συμβαινόντων μαρτύρονται καὶ μαρτυροῦσι τοῖς
20παραδείγμασιν.

23

Ἀλλὰ καίπερ τούτων οὕτως ἐχόντων, Δίων θαυμαστὸν οἷον ὑπὲρ κόμης λόγον ἐξήνεγκεν. τί οὖν ἔτι δεῖ Πλάτωνος ἐξελέγχοντος, ὁπηνίκα κομμωτικὴν ἄντικρυς ὁ ῥήτωρ ἀπέφηνε τὴν ῥητορικήν; ἢ σὺ δοκεῖς τοὺς τριχο‐
5βάπτας ἐρασμιωτέρας ἂν ἀποφῆναι τὰς τρίχας, ἀνδρὸς Ἕλλη‐ νος τὴν φωνὴν ἐπὶ θεάτρου τὸ κτῆμα ὑμνήσαντος; πολ‐ λὴν οἶμαι τοὺς ἐν τοῖς Κυβελείοις αὐτῷ τοὺς κατεαγότας ὑπὲρ τοῦ λόγου χάριν εἰδέναι, καὶ ὅστις ἀδίκοις ὀφθαλμοῖς ὁρᾷ τὴν τοῦ γείτονος, ὧν ἑκάστου τὴν κεφαλὴν ὥσπερ
10μύρῳ τῷ λόγῳ κατήντλησε. ζηλοῦσθαι γὰρ ἀνάγκη τὸ δημοσίᾳ τιμώμενον, ὅταν μάλιστα τύχῃ δόξαν ἔχων ὁ τοὺς ἐπαίνους διατιθέμενος. οὗτος μὲν οὖν κἂν αὐξήσειεν ἡμῖν ἐν τῇ πόλει τὸν τῶν ἐξωλεστάτων κατάλογον. φαλάκρα δὲ ἄρα ποῖα ἄττα γένη τούτοις ἀντιπαρέχεται; τίνας ἡμεῖς230
15ἄνδρας ἀντὶ μοιχῶν ἐπῃνέσαμεν; ἀφ’ ὧν εἰσιν ἐν μὲν τοῖς τεμένεσι τῶν θεῶν ἱερεῖς καὶ προφῆται καὶ ζάκοροι· ἐν δὲ τοῖς διδασκαλείοις διδάσκαλοι καὶ παιδαγωγοί· στρατιω‐ τικῶν δὲ ταγμάτων ἐν ὑγιαίνουσι πράγμασιν οἱ στρατηγοί τε καὶ οἱ ταξίαρχοι· ἁπανταχοῦ δὲ οἱ πλείω νοῦν ἔχειν
20ὑπὸ τῶν πολλῶν ἀξιούμενοι. οἶμαι δὲ ἐγὼ καὶ τὸν ἀοιδόν, ὃν Ἀγαμέμνων τῇ Κλυταιμνήστρᾳ μελεδωνὸν ἀπολέλοιπεν, τοῦ καθ’ ἡμᾶς εἶναι γένους· κομήτῃ γὰρ οὐκ ἄν ποτε γύ‐ ναιον ἐκ διαβεβλημένης οἰκίας ἐπίστευσε. μέγα δὲ καὶ οἱ ζωγράφοι παρέχονται τῷ λόγῳ τεκμήριον, ὅταν μὴ πρὸς
25ἀρχέτυπον γράφωσιν, ἀλλ’ ἐπ’ αὐτοῖς τις προσποιήσηται μορφὴν ἐξευρεῖν, ἐπιτηδεύματι πρέπουσαν· τούτοις γὰρ ἂν μήν τις ἐκδῷ μοιχὸν ἢ κίναιδον ἐν πίνακι γράψαι, κομή‐ την ἀπολαβὼν ἀπέχει τοὐπίταγμα· ἂν δὲ φιλόσοφον ἐπαγ‐ γείλῃς ἢ ζάκορον, μέλλει τις ἑστάναι φαλακρὸς ὑπόσεμνος
30ἐν τῷ πίνακι. τουτὶ γάρ ἐστι τοὐπίσημον τοῦ νομίσματος.

24

Φιλοσόφοις οὖν καὶ ἱερεῦσι καὶ τοῖς σωφρο‐ νικοῖς ἅπασι γένεσιν ἐχαρισάμην τὸν λόγον, ᾧ τά τε πρὸς τὸ θεῖον εὐσέβηται, τά τε πρὸς ἀνθρώπους εὖ συμβεβού‐
λευται. κἂν μὲν ἐξενεχθεὶς εἰς τὸ κοινὸν εὐδοκιμήσῃ παρὰ τοῖς231
5πλήθεσιν, ὥστ’ ἤδη τοὺς φιλοκόμους αἰσχυνθέντας, αὐτοὺς μὲν ἐπιτηδεῦσαι μετριωτέραν κουρὰν καὶ σώφρονα, μακα‐ ρίσαι δὲ οἷς ὑπάρχει μηδὲ δεῖσθαι κουρέως, οὐκ ἐμοὶ χάριν ὑπὲρ τούτων ἰστέον· ἀλλ’ ἔστω καὶ τοῦτο τῆς ὑποθέσεως, δι’ ἣν ὁ φαυλότατος εἰπεῖν παρὰ τὸν ἄριστον εἶναί τις
10ἔδοξεν· εἰ δὲ μὴ πείθω λέγων, ἐνταῦθά τις ἂν τοὐμὸν αἰτιά‐ σαιτο, ὅτι μηδὲ μετὰ τῶν πραγμάτων ἀντέσχον ψιλῇ τῇ χάριτι Δίωνος. εἴη δὲ τῆς τῶν πολλῶν ὠφελείας εἵνεκα
καὶ τόνδε τὸν λόγον ἀνειλῆφθαι ταῖς χερσίν.232