TLG 2006 002 :: SYNESIUS :: Oratio de regno

SYNESIUS Phil., Episcopus
(Cyrenensis: A.D. 4–5)

Oratio de regno

Source: Terzaghi, N. (ed.), Synesii Cyrenensis opuscula. Rome: Polygraphica, 1944: 5–62.

Citation: Section — (line)

t

ΕΙΣ ΤΟΝ ΑΥΤΟΚΡΑΤΟΡΑ ΠΕΡΙ ΒΑΣΙΛΕΙΑΣ

1

Ἆρα, εἰ μή τις ἐκ πόλεως ἥκοι μεγάλης τε καὶ πλουτούσης, καὶ κομίζοι λόγους γαύρους τε καὶ χλιδῶν‐ τας, οἵους ῥητορικὴ καὶ ποιητικὴ τίκτουσι, πάνδημοι τέχναι πάνδημα ἔκγονα, τοῦτον, ὅταν ἐνθάδε γένηται, δεῖ κάτω
5νεύειν, ὡς οὐκ οὔσης αὐτῷ παρρησίας ἐν βασιλείοις οὔτε ἐρυγγάνειν, οὐκ ἔχοντι τῆς πατρίδος τὸν ὄγκον, οὔτε παρασχεῖν ἀκροαμάτων χαριέντων τε καὶ συνήθων ἡδονὴν καταδημαγωγησόντων βασιλέα τε καὶ τοὺς συνεδρεύον‐ τας; ἢ καὶ φιλοσοφίαν ποτὲ ἐπιδημοῦσαν προσήσεσθε, καί
10τις αὐτὴν οὐκ ἀμφιγνοήσει δεῦρο διὰ πλείστου φανεῖσαν,
ἀλλὰ ξεναγήσει καὶ κατερεῖ τι αὐτῆς ἀγαθόν, πρὸς οὓς ἄξιον; δεῖται γάρ που τούτων οὐχ ἑαυτῆς, ἀλλ’ ὑμῶν ἕνεκα, μὴ καταφρονηθεῖσα ἀνόνητος ἂν γενέσθαι. αὐτὴ μέντοι παρέξεται λόγους, οὐ τοὺς ἱλαροὺς δὴ τούτους καὶ5
15διατιθέντας ἐν ἡδονῇ τὰ μειράκια, ὡς οὔτε ἤθει διαρρέον‐ τας οὔτε λέξεσι κομμωθέντας εἰς νόθου κάλλους ἐπίδειξιν· ἀλλ’ ἕτερον τρόπον τοῖς ἐφικέσθαι δυναμένοις, τὸν ἐμβριθῆ τε καὶ ἔνθεον, ἀρρενωποὺς καὶ σεμνοὺς καὶ ἀπαξιοῦντας ἀνελευθέρου θωπείας χάριν τὰ παρὰ τῶν δυνατῶν ἐξω‐
20νεῖσθαι. οἳ δὲ οὕτως ἄρα ἀστεμφῶς ἔχουσι, καὶ εἰσὶ πάν‐ τολμοι δή τινες, καὶ ὡς ἐν βασιλείοις ἀλλόκοτοι, ὥστε οὐδέ φασιν αὐτοῖς ἀποχρήσειν, εἴ τις ξυγχωρήσει μὴ πάντα ἐκ πάντων ἐπαινεῖν τὰ βασιλέως καὶ βασιλέα· ἀλλ’ εἴ πῃ παρείκοι, καὶ λυπήσειν ἀνατείνονται, καὶ ἀπειλοῦσι
25δήξεσθαι τὴν καρδίαν οὐκ ἐν χρῷ μόνον, ἀλλὰ καὶ μέσην, εἰ ἄρα τις ἀνιαθεὶς ὠφελήσοιτο.

2

Πολλοῦ μέντ’ ἂν ἄξιος εἴη βασιλέως ἀκοῇ λόγος ἐλεύθερος· ὁ δὲ ἐφ’ ἅπαντι γινόμενος ἔπαινος σὺν ἡδονῇ λυμαινόμενος ἐοικέναι μοι δοκεῖ τῶν φαρμάκων ἃ μέλιτι δεύσαντες τοῖς ἀπολουμένοις ὀρέγουσιν. οὐκ οἶσθ’ ὅτι
5μαγειρικὴ μὲν κατακαρυκεύουσα καὶ νόθους ὀρέξεις ἐκκα‐ λουμένη λωβᾶται τοῖς σώμασι, γυμναστικὴ δὲ καὶ ἰατρικὴ σῴζετον ἄμφω τὸ παραυτίκα λυποῦσαι; σὲ τοίνυν ἐγὼ
βούλομαι τῶν σῳζομένων εἶναι, καὶ εἰ μέλλεις δυσχεραίνειν ἐπὶ τῷ σῴζεσθαι. κρέα μὲν γὰρ οὐκ ἐᾷ διαρραγῆναι στυφό‐6
10της ἁλῶν· νέου δὲ βασιλέως γνώμην ὑπ’ ἐξουσίας ᾗ ἂν τύχῃ βαδιουμένην συνέχει λόγων ἀλήθεια. οὕτως οὖν ἀνά‐ σχοισθε τοῦ ξένου γένους τῶν λόγων· ἀλλὰ μὴ ἀγροικίας ἐν ὑμῖν ἁλώσονται καὶ κατασιγασθεῖεν, πρὶν καὶ βραχὺ προχωρῆσαι, ὅτι μὴ εἰσὶ θεραπευταὶ πειθοῦς, νέοις ἡδεῖς καὶ
15συμπαίστορες, ἀλλὰ παιδαγωγοί τινες ἀτεχνῶς σωφρονι‐ σταὶ καὶ βαρεῖς ἐντυχεῖν. εἰ δὲ γένοισθε καρτεροὶ συνουσίαν τοιάνδε βαστάσαι, καὶ μὴ παντάπασιν ὑμῖν ὑπὸ τῶν ἐπαί‐ νων, οὓς ἀκούειν εἰώθατε, τὰ ὦτα ἐκδεδιῄτηται,
ἔνδον μὲν δὴ ὅδ’ αὐτὸς ἐγώ.

3

Ἐμέ σοι πέμπει Κυρήνη, στεφανώσοντα χρυσῷ μὲν τὴν κεφαλήν, φιλοσοφίᾳ δὲ τὴν ψυχήν, πόλις Ἑλληνίς, παλαιὸν ὄνομα καὶ σεμνόν, καὶ ἐν ᾠδῇ μυρίᾳ τῶν πάλαι σοφῶν· νῦν πένης καὶ κατηφὴς καὶ μέγα ἐρείπιον καὶ
5βασιλέως δεόμενον, εἰ μέλλοι τι πράξειν τῆς περὶ αὐτὴν ἀρχαιολογίας ἐπάξιον. ταύτην μὲν δή μοι τὴν ἔνδειαν, ὅταν αὐτὸς ἐθέλῃς, ἰάσῃ, καὶ ἐπὶ σοὶ βουληθέντι παρὰ μεγάλης τε
καὶ εὐδαίμονος ἤδη τῆς πατρίδος τὸν δεύτερόν με διακομίσαι σοι στέφανον. οἱ λόγοι δὲ οὐδὲν νῦν τι δέονται πόλεως,7
10ὥστε ἐλευθεροστομῆσαι καὶ βασιλέα θαρρῆσαι· ἀλήθεια γὰρ δὴ λόγων εὐγένεια· καὶ διὰ τόπον οὐδείς πω λόγος αἰσχίων οὐδὲ κυδίων ἐγένετο. ἰτητέον οὖν ἅμα τῷ θεῷ, καὶ ἐγχει‐ ρητέον τῷ καλλίστῳ τῶν λόγων, ἀληθέστερον δὲ φάναι, τῶν ἔργων. ὁ γὰρ ἑνὸς ἀνδρός, τοῦ βασιλέως, ἐπιμεληθείς,
15ὅπως ἂν ἄριστος εἴη, τὴν συντομωτάτην ἐβάδισεν ἐπὶ τὸ πάντας μὲν οἴκους ἐπανορθοῦν, πόλεις τε πάσας, ἔθνη τε πάντα, καὶ μικρὰ καὶ μείζω, καὶ τὰ γείτονα καὶ τὰ πόρρω, ἃ πάντα ἀπολαύειν ἀνάγκη τῆς ὅπως ποτὲ ἐχούσης τοῦ βασιλέως ψυχῆς. βούλει δὴ ποιῶμεν οὕτω τὴν πρώτην,
20ἵνα μοι καὶ περιμείνῃς τὸν λόγον; σοφὸν γὰρ ἂν εἴη μὴ προσοβῆσαι τὴν θήραν. λέγωμεν δὴ ἅ τε χρεὼν εἴη βασιλέα ποιεῖν, ἅ τε μὴ χρεών, ἀντιπαρατιθέντες αἰσχρὰ καὶ σεμνά. σὺ δὲ τοῖς ἐξ ἑκατέρας μερίδος ἐφιστάμενος, ὅταν ἐπιγνῷς τι προσῆκον, τὸ μὲν ἀγαπᾶν, ὡς ὑπὸ φιλοσοφίας ἐγκεκρι‐
25μένον, τὸ δὲ ἀποδιοπομπεῖσθαι, καὶ διανοεῖσθαι δή, τὸ μὲν ὡς ἀεὶ ποιήσων, τὸ δὲ ὡς οὐκέτ’ αὖθις. ἀλλὰ παρὰ τὸν καιρὸν τῶν λόγων, ἐπὶ τοῖς μὴ χρεών, οἷς ἡμεῖς τε σύ τε σαυτῷ συνεπίστασαι, δυσχεραίνων τε φαίνου σαυτῷ καὶ
ἐρυθριῶν, ὅτι δὴ πέφηνε σὸν ὃ μὴ ἄξιον εἶναι σόν. τό τοι8
30χρῶμα τοῦτο τὴν ἐκ μετανοίας ἀρετὴν ὑπισχνεῖται· καὶ αἰδὼς αὕτη θεία τέ ἐστι καὶ Ἡσιόδῳ δοκεῖ. ὁ δὲ ἐπὶ τοῖς ἁμαρτανομένοις ἰσχυρογνώμων, αἰσχυνόμενος ὁμολο‐ γίαν ἀγνοίας, οὐ κερδαίνει γνῶσιν ἐκ μετανοίας, οὐδὲ δεῖ‐ ται λόγων ἰατρῶν, ἀλλ’ ἀνὴρ ἂν φαίη σοφός, ὅτι κολάσεως.
35οὕτω που τραχεῖά τε ἐκ φροιμίου καὶ χαλεπὴ φιλοσοφία προσφέρεσθαι.

4

Αἰσθάνομαι γάρ τοι ἐνίων ὑμῶν ἐκταραττομένων τε ἤδη, καὶ τὴν ἐλευθερίαν ἐν δεινῷ τιθεμένων· ἀλλ’ ὑπε‐ σχόμην τε οὕτω ποιεῖν, καὶ τῶν προγνόντων ἦν δήπου φράξασθαι καρτερῶς, καὶ ἀντέχειν ταῖς ἐμβολαῖς· καίτοι
5ταῦτα σύ τε χαίρεις ἀκούων, καὶ ἅπαντες ὑμνοῦσι. Κἀγώ σοι σύμφημι μέγεθος ἀρχῆς ἑνὶ μηδενὶ τοσόνδε παρεῖναι, καὶ πλούτου θημῶνας ὑπὲρ τὸν πάλαι Δαρεῖον, καὶ ἵππον πολλάκις μυρίαν, καὶ τοὺς χρωμένους τοξότας τε καὶ θωρακοφόρους, πρὸς οὕς, ἡγεμόνος τυγχάνοντος,
10ἀσθενὲς ἅπαν τὸ ἀνθιστάμενον. πόλεις δὲ ἀριθμὸν νικῶ‐ σαι προσκυνοῦσιν, οὐδὲ ὁρώμενον αἱ πλείους, οὐδὲ ἰδεῖν προσδοκῶσαι τὸ κρεῖττον εὔχεσθαι θέαμα. ταῦτά σοι καὶ παρ’ ἡμῶν ἅπαντος ἂν μᾶλλον ἀληθῆ λέγοιτο. τί οὖν τὸ
μὴ συμβαῖνον ἡμῶν ἐκείνοις; οἱ μὲν ἐντεῦθέν σοι πλέκουσιν9
15ἔπαινον, καὶ καλοῦσιν εὐδαίμονα, ἐγὼ δὲ ἥκιστα μὲν ἂν ἐντεῦθεν ἐπαινέσαιμι· μάλιστα δὲ ἂν μακαρίσαιμι. ἔστι δὲ οὐ μία φύσις, ἀλλ’ ἕτερον ἑκάτερον, μακαρισμὸς καὶ ἔπαινος. μακαρίζεται μὲν γάρ τις ἐπὶ τοῖς ἔξωθεν· ἐπαινεῖται δὲ ἐπὶ τοῖς ἔνδοθεν, ἐφ’ ὧν εὐδαιμονία τὴν ἕδραν ἴσχει. κἀκεῖνο μέν
20ἐστι τύχης ἀτέκμαρτον δῶρον, τοῦτο δὲ γνώμης οἰκεῖον ἀγαθόν. ταύτῃ καὶ τὸ μέν ἐστι παρ’ ἑαυτοῦ βέβαιον, εὐτυχία δὲ πλάνον, καὶ πολλάκις γε ἀντιπεριιστάμενον εἰς τοσοῦτον τὸ ἀντικείμενον. καὶ δεῖ μὲν ἐπὶ τὴν φυλακὴν αὐτοῦ θεοῦ, δεῖ δὲ νοῦ, δεῖ δὲ τέχνης, δεῖ δὲ καιροῦ, δεῖ δὲ ἔργων πολ‐
25λῶν, καὶ πολλαχοῦ καὶ παντοδαπῶν δὲ τούτων, ὧν οὔτε πεῖρά τις, οὔτε ἔχει πειρωμένοις εὐμάρειαν. οὐ γὰρ ὥσπερ παραγίνεται τοῖς ἀνθρώποις μακαρισμός, οὕτως ἀπραγμα‐ τεύτως διασώζεται· ἀλλ’ ὁρᾷς γὰρ τίσι βίοις αἱ τραγῳδῶν σκηναὶ κεχορήγηνται, οὐκ ἀφ’ ὧν δυστυχοῦσιν ἰδιῶται καὶ
30πένητες, ἀλλ’ ἀφ’ ὧν ἰσχυροὶ καὶ δυνάσται καὶ τύραννοι. οὐ γὰρ χωρεῖ μέγεθος συμφορᾶς οἰκία μικρά, οὐδὲ ὄγκον ἀτυχημάτων πτωχεία· τὸν δὲ λαμπρὸν ταῖς τύχαις, τοῦτον
ἔστι καὶ κινδύνοις ἐπιφανῆ γενέσθαι καὶ θατέρᾳ μερίδι τοῦ δαίμονος. ἀλλὰ καὶ πολλάκις μὲν ἤρξατο εὐτυχίας ἀρετή,10
35καὶ ἔπαινος ἡγήσατο μακαρισμοῦ τοῖς ἀνθρώποις, ὥσπερ αἰσχυνομένης τῆς τύχης ἀρεταῖς ἐπιδήλοις μὴ μαρτυρῆσαι. κἂν δεήσῃ τοῦτο πιστώσασθαι παραδείγμασι, μὴ θύραθεν αὐτὸ μετίωμεν· ἀναπέμπασαι δὲ τὸν πατέρα, καὶ ὄψει τὴν ἀρχὴν αὐτῷ μισθὸν ἀρετῆς δοθεῖσαν. τύχη δὲ ἀρετῆς ἀναί‐
40τιος· ἀλλὰ τῶν γε κατ’ ἀρετὴν ἔργων ἤδη πού τινες καὶ τύχην συνεπεσπάσαντο. τούτοις ἐναρίθμιος εἴης, ὦ βασιλεῦ, ἵνα μὴ μάτην δεῦρο φιλοσοφία φθέγγηται. εἴη σοι τὸ βασι‐ λεύειν ταύτῃ σεμνόν, ὅτι τὴν ἀρετὴν ἐγύμνασε καὶ προή‐ γαγε δεομένην ὕλης ἀποχρώσης οἰκείῳ μεγέθει, καὶ οὐκ ἂν
45χωρηθεῖσαν ἐν ὑποθέσει βίου βασιλείας ἐλάττονι.

5

Ἀσκητέον οὖν τὴν ψυχὴν ἔχειν βασιλικῶς, καὶ ἀπο‐ λογητέον ὑπὲρ τῆς τύχης, ἵνα μὴ ἀλογίας διώκηται, ὡς οὐχ ὁμοίοις φροιμίοις σοί τε καὶ τῷ πατρὶ προῆλθεν ὁ βίος. τῷ μὲν ἡ στρατεία βασιλείαν προὐξένησε, σὲ δὲ στρατεύει
5τὸ βασιλεύειν, καὶ ὀφείλεις ἀρετὴν τῇ τύχῃ· ὁ μὲν τἀγαθὰ πόνοις ἐκτήσατο, σὺ δὲ αὐτὰ ἀπόνως ἐκληρονόμησας· δεῖ δὴ πόνων ἐπὶ τὴν φυλακήν. καὶ τοῦτ’ ἔστιν ὃ πάλαι λέγω,
τὸ χαλεπὸν καὶ μυρίων ὀμμάτων δεόμενον, μή, ὅπερ εἴωθεν ἡ τύχη ποιεῖν, ἀνακάμψῃ μεταξὺ τῆς ὁδοῦ, καθάπερ οἱ11
10μοχθηροὶ τῶν συνοδοιπόρων· τούτοις γέ τοι τὸ ἀστάθμη‐ τον αὐτῆς οἱ σοφοὶ προσεικάζουσιν. ὁρᾷς ὅτι καὶ τῷ πατρί, καίτοι σαφῶς ἐπὶ κατορθώμασι γενομένης τῆς ἀναρρήσεως, οὐδὲ τὸ γῆρας ἀκόνιτον ἀφῆκεν ὁ φθόνος· οὐκοῦν οὐδὲ ὁ θεὸς ἀστεφάνωτον· ἀλλ’ ἐπὶ δύο τυράννους ἐλθών, καὶ ἄμφω βαλών,
15ἐπὶ τῷ δευτέρῳ τροπαίῳ καταλύει τὸν βίον, ἀνθρώπων μὲν οὐδενί, τῇ δὲ φύσει παραχωρήσας, πρὸς ἣν οὔτε ὅπλον ἰσχυρόν, οὔτε νοῦς εὐμήχανος· ἐντάφιόν τε ἔσχε τὴν ἀρετήν, ἀδήριτον ὑμῖν τὴν βασιλείαν καταλιπών, ἣν σώζοι μὲν ὑμῖν ἀρετή, σώζοι δὲ διὰ τῆς ἀρετῆς ὁ θεός. ὡς ἁπανταχοῦ δεῖ
20θεοῦ, καὶ οὐχ ἥκιστα παρὰ τοῖς οὐκ ἀθληταῖς οὐδὲ ἀντουρ‐ γοῖς, ἀλλ’, ὥσπερ ὑμῖν, κληρονόμοις τῆς τύχης. ἧς ὅτῳ πλεῖ‐ στον ἔνειμεν ὁ θεός, καὶ ὃν ἔτι κομιδῇ παῖδα μέγαν βασιλέα καλεῖσθαι πεποίηκεν, τοῦτον δεῖ πάντα μὲν πόνον αἱρεῖσθαι, πᾶσαν δὲ ῥᾳστώνην ἀπολιπεῖν, ὕπνου μὲν ὀλίγον, φρον‐
25τίδων δὲ πλεῖστον μεταλαγχάνοντα, εἰ μέλλει τις τὸ βασι‐
λέως ὄνομα προσῆκον αὑτῷ περικεῖσθαι. εὖ γὰρ ὁ παλαιὸς ἔχει λόγος, ὡς οὐ τὸ πλῆθος τῶν ὑπηκόων ποιεῖ βασιλέα, οὐ μᾶλλον ἢ τύραννον, ἐπεὶ μηδὲ πλῆθος προβάτων ποιεῖ ποιμένα, οὐ μᾶλλον ἢ μάγειρον, ὃς ἐλαύνει κατακόψων12
30αὐτά, καὶ ἐμφορηθησόμενός τε αὐτὸς καὶ ἄλλοις δεῖπνον ἀποδωσόμενος.

6

Ἴσοις ὅροις φημὶ βασιλέα τε καὶ τύραννον διε‐ στάναι· καίτοι τὰ παρὰ τῆς τύχης ἀμφοῖν ὅμοια, ἄρχουσιν ἑκάτερος ἀνθρώπων πολλῶν· ἀλλ’ ὃς μὲν ἂν ἑαυτὸν συν‐ τάττῃ τῷ φαινομένῳ τῶν ἀρχομένων καλῷ, καὶ ἐθέλῃ
5μοχθεῖν, ἵνα μηδὲν ἐκείνοις ᾖ μοχθηρόν, καὶ προκινδυνεύειν, ἵνα ἐπ’ ἀδείας ἐκεῖνοι βιοτεύωσιν, καὶ ἀγρυπνεῖν καὶ συνε‐ στιᾶσθαι μερίμναις, ἵνα νύκτωρ καὶ μεθ’ ἡμέραν σχολάζωσι δυσχερῶν, οὗτός ἐστιν ἐν προβάτοις μὲν ποιμήν, ἐν ἀνθρώ‐ ποις δὲ βασιλεύς. ὅστις δὲ ἀπολαύει τῆς ἡγεμονίας εἰς τρυ‐
10φὴν καὶ καθηδυπαθεῖ τὴν ἐξουσίαν, οἰόμενος δεῖν ἐμπι‐ πλάναι τὰς αὐτὸς αὑτοῦ πάσας ὀρέξεις, ὅθεν οἰμώξεται τὸ ἀρχόμενον, τοῦτο κέρδος τοῦ πολλῶν ἄρχειν τιθέμενος, τὸ
παρὰ πολλῶν αὐτῷ θεραπεύεσθαι τῆς ψυχῆς τὸ ἡδόμενον· καὶ καθάπαξ εἰπεῖν, ὅστις οὐ πιαίνει τὴν ἀγέλην, ἀλλ’ αὐτὸς13
15ὑπὸ τῆς ἀγέλης θέλει πιαίνεσθαι, τοῦτον καλῶ μάγειρον ἐπὶ βοσκημάτων, τοῦτον ἀποφαίνω [τὸν] τύραννον, ὅταν ᾖ δῆμος ἔλλογος τὸ ἀρχόμενον. εἷς οὗτος βασιλείας σοι γνώ‐ μων. σὺ δὲ ἤδη σαυτὸν πρόσαγε τῷ βασανιστηρίῳ· κἂν μὲν ἐφαρμόζῃς, χρῆσθαι δικαίως τῇ σεμνῇ προσηγορίᾳ τοῦ σεμ‐
20νοῦ πράγματος· ἀφαρμόζων δέ, ἐπανορθοῦν πειρῶ τὰ διά‐ στροφα, καὶ τῷ κανόνι προσφύεσθαι. οὐ γὰρ ἀπογινώσκω τῆς ἡλικίας χωρῆσαι πᾶσαν ἐπίδοσιν, μόνον εἴ τις αὐτὴν εἰς ζῆλον ἀρετῆς μυωπίσειεν· ἰσχυρὸν γὰρ ἡ νεότης ἐφ’ ἑκα‐ τέρᾳ ῥοπῇ, ὥσπερ οἱ ποταμοὶ ταῖς δοθείσαις ὁδῶν ἀφορ‐
25μαῖς ἀπληστότερον ἐπεξέρχονται. ταύτῃ καὶ δεῖ τῷ νέῳ βασιλεῖ φιλοσοφίας ἢ προσλαμβανούσης αὐτόν, ἢ ἀνθελκού‐ σης ἀπὸ τῆς εἰς ἑκάτερον ἐκροῆς· ἄλλαι μὲν γὰρ ἄλλαις ἀρεταῖς κακίαι γείτονες, καὶ ἀφ’ ἑκάστης ὄλισθος οὐκ εἰς ἑτέραν, ἀλλ’ εἰς τὴν γείτονα. βασιλείᾳ δὲ τυραννὶς παροι‐
30κεῖ, καὶ μάλα ἀγχίθυρος, καθάπερ ἀνδρείᾳ μὲν θρασύτης, ἐλευθεριότητι δὲ ἀσωτία· καὶ ὁ μεγαλόφρων, ἢν μὴ παρὰ φιλοσοφίας εἴσω τῶν τῆς ἀρετῆς ὅρων φυλάττηται, προκύ‐ ψας ἀλαζών ἐστι καὶ φαῦλος τὴν γνώμην ἀντὶ τοῦ μεγαλό‐ φρονος. μὴ τοίνυν ἄλλην, ἀλλὰ τὴν βασιλείας νόσον, τυραν‐14
35νίδα, δείδιθί τε καὶ διαγίνωσκε, χαρακτῆρσι τοῖς τεθεῖσιν ὑπὸ τοῦ λόγου χρώμενος· μεγίστῳ δέ, ὅτι βασιλέως μέν ἐστι τρόπος ὁ νόμος, τυράννου δὲ ὁ τρόπος νόμος· ἡ δὲ ἐξουσία κοινή τίς ἐστιν ὕλη, καὶ μαχομένων τῶν βίων.

7

Εὐμοιρίας μὲν οὖν καὶ εὐδαιμονίας τὰ ἄκρα πατεῖ πᾶς, ὅτῳ φύσει πάντα μὲν ἕπεται τῇ βουλήσει· ἕπεται δὲ ἡ βούλησις τῇ φρονήσει, καὶ δεσπότις οὖσα τῶν ἔξω, πα‐ ραχωρεῖ τῆς ἀρχῆς τῇ συνοίκῳ τῇ κρείττονι, καὶ δέχεται
5παρ’ αὐτῆς τῶν πρακτέων συνθήματα. οὐ γὰρ ἀπόχρη δυναστεία πρὸς εὐδαιμονίαν, οὐδ’ ἐν ἰσχύι τὸ μακάριον ἔθηκεν ὁ θεός, ἀλλὰ δεῖ παρεῖναι, μᾶλλον δὲ προεῖναι, τὴν φρόνησιν, ἥτις ἂν κάλλιστα τῷ δύνασθαι χρήσαιτο. καὶ τοῦτον ἐγὼ τελεώτατον ἄνδρα καὶ βίον ἀναγορεύω, τὸν
10ἄρτιον ἀπ’ ἀμφοῖν, καὶ οὐ θατέρᾳ σκάζοντα, ὃς ἄρχειν
ἔλαχεν, ἄρχειν εἰδώς· ὡς ἔστιν ἄμαχον, ὅταν ἰσχὺς καὶ σοφία συγγένωνται· διαληφθεῖσαι δὲ ἀπ’ ἀλλήλων, ῥώμη τε ἀμαθὴς καὶ φρόνησις ἀσθενής, εὐχείρωτοι γίνονται. καὶ ἐγὼ τοῦτο τῶν σοφῶν Αἰγυπτίων ἐθαύμασα· τὸν Ἑρμῆν15
15Αἰγύπτιοι διπλῆν ποιοῦσι τὴν ἰδέαν τοῦ δαίμονος, νέον ἱστάντες παρὰ πρεσβύτῃ, ἀξιοῦντες, εἴπερ τις αὐτῶν μέλλοι καλῶς ἐφορεύσειν, ἔννουν τε εἶναι καὶ ἄλκιμον, ὡς ἀτελὲς εἰς ὠφέλειαν θάτερον παρὰ θάτερον. ταῦτ’ ἄρα καὶ ἡ Σφὶγξ αὐτοῖς ἐπὶ τῶν προτεμενισμάτων ἱδρύεται, τοῦ συνδυασμοῦ
20τῶν ἀρετῶν ἱερὸν σύμβολον, τὴν μὲν ἰσχὺν θηρίον, τὴν δὲ φρόνησιν ἄνθρωπος. ἰσχύς τε γάρ, ἔρημος ἡγεμονίας ἔμ‐ φρονος, ἔμπληκτος φέρεται, πάντα μιγνῦσα καὶ ταράττουσα πράγματα· καὶ νοῦς ἀχρεῖος εἰς πρᾶξιν ὑπὸ χειρῶν οὐχ ὑπηρετούμενος. κόσμος μὲν οὖν βασιλέως ἀρεταὶ πᾶσαι·
25φρόνησις δὲ ἁπασῶν βασιλικωτέρα. ταύτην μοι ποίησαι πάρεδρον· ἕψεται γὰρ ἡ τριττὺς τῇ πρεσβυτέρᾳ τῶν ἀδελ‐ φῶν, καὶ πάσας εὐθὺς ἕξεις συσκήνους καὶ συστρατιώτιδας ἐπὶ σοί.

8

Λόγον ἐρῶ τοῦτον ἄτοπον ὡς εὐθὺς ἀκοῦσαι,
παντὸς δὲ δήπου τῆς ἀληθείας ἐχόμενον. ὅταν ἀσθένειαν ἐγὼ πρὸς δύναμιν ἐξετάζω, καὶ πενίαν πρὸς πλοῦτον, καὶ τὰς ἐν ἅπασι μειονεξίας πρὸς τὰς ἐν ἅπασι πλεονεξίας, εἰ16
5δίχα φρονήσεως καθαραὶ πρὸς ἀλλήλας κρίνοιντο, πενία τε καὶ ἀδυναμία καὶ βίος ἰδιώτης ἀντὶ τῆς μεγίστης ἡγεμονίας εὐτυχέστεραι παρεῖναι τοῖς ἥκιστα ἐπηβόλοις νοῦ καὶ φρο‐ νήσεως· ἐλάττω γὰρ ἂν ἐξαμάρτοιεν τῆς ἐν τῇ γνώμῃ κακίας οὐχ εὑρισκούσης πρόοδον εἰς ἐνέργειαν. τὰ γὰρ θυραῖα τῶν
10ἀγαθῶν, ἅπερ ὀργανικὰ καλεῖν ἔθος Ἀριστοτέλει καὶ Πλά‐ τωνι, τοῖς ἐμοῖς ἡγεμόσιν, ὑπηρετεῖν οἶδε κακίαις οὐ μεῖον ἢ ἀρεταῖς. ταύτῃ καὶ τὼ ἄνδρε τούτω καὶ ὅσοι γε ἀπὸ τούτων ῥύακες φιλοσοφίας ἐρρύησαν, οὔτε τῆς ἀμείνονος αὐτὰ προ‐ σηγορίας ἠξίωσαν, οὔτε τῇ χείρονι κατεδίκασαν, ἀλλ’ ὀργα‐
15νικὰ καλοῦσι, νῦν μὲν ἀγαθά, νῦν δὲ κακά, ταῖς τῶν χρωμένων ἕξεσιν αὐτὰ χρωματεύοντες. ὥσπερ οὖν εὐχῆς ἄξιον ἀπεῖναι τοῦ φαύλου τὰ ὄργανα, ὅπως ἀνενέργητον ἔχῃ τὴν μοχθη‐ ρίαν, οὕτω παρεῖναι τῷ καλῶς χρησομένῳ, οὗ πάντες ἂν καὶ πόλεις καὶ ἰδιῶται ὀνίναιντο, ἵνα μὴ ἀχρεία καὶ ἄπρακτος
20ἀρετῆς φύσις ἀγνοουμένη μαραίνηται, ἀλλ’ εἰς ἀνθρώπων εὐεργεσίας δαπανήσῃ τὴν δύναμιν. οὕτω μοι χρῶ τοῖς προ‐ κειμένοις ἀγαθοῖς· καὶ γὰρ μόνως ἂν οὕτως ἀγαθοῖς χρήσαιο. ἀπολαυόντων οἶκοι καὶ πόλεις καὶ δῆμοι καὶ ἔθνη καὶ ἤπει‐ ροι προνοίας βασιλικῆς καὶ κηδεμονίας ἔμφρονος, ἣν ὁ θεὸς17
25αὐτὸς ἑαυτὸν ἐν τοῖς νοητοῖς στήσας ἀρχέτυπον, δίδωσιν εἰκόνα τῆς προνοίας, καὶ ἐθέλει τὰ τῇδε τετάχθαι κατὰ μί‐ μησιν ὑπερκόσμιον. φίλος οὖν τοῦ μεγάλου βασιλέως ὁ δεῦρο ὁμώνυμος, ἂν μὴ ψεύδηται τοὔνομα· οὐ ψεύδεται δέ, ἂν καὶ θάτερον παρῇ τῶν ὀνομάτων τοῦ θεοῦ. ὃ πρὶν
30εἰπεῖν, οὐκ ἂν ἄκαιρον εἴη διαλεχθῆναί τι τῶν παρὰ φιλο‐ σοφίας ἐνθάδε σαφήνειαν προοικονομούμενον.

9

Οὐδὲν οὐδαμῇ πω πέφηνεν ὄνομα τῆς οὐσίας ἁπτόμενον τοῦ θεοῦ· ἀλλ’ ἀτευκτοῦντες αὐτοῦ τῆς ἐμφά‐ σεως ἄνθρωποι, διὰ τῶν ἀπ’ αὐτοῦ ψαύειν ἐθέλουσιν αὐτοῦ. κἂν πατέρα, κἂν ποιητήν, κἂν ὁτιοῦν εἴπῃς, κἂν ἀρχήν, κἂν
5αἴτιον, ταῦτα πάντα σχέσεις εἰσὶν αὐτοῦ πρὸς τὰ παρ’ αὐ‐ τοῦ. καὶ βασιλέα τοίνυν εἰπών, ἀπὸ τῶν βασιλευομένων, ἀλλ’ οὐκ αὐτοπροσώπως ἐπεχείρησας τῆς φύσεως αὐτοῦ δράξασθαι. νῦν οὖν ἐρῶν ἔρχομαι καὶ τὸ λοιπὸν τῶν ὀνο‐
μάτων, ὅπερ ὑποσχόμενος ὑμῖν εἰς καιρὸν τοῦτον ἀνήρτησα·18
10καίτοι τοῦτ’ ἔστι τὸ συντεταγμένον καὶ συγγενόμενον τῷ δεῦρο βασιλεῖ, ὃ κυροῦν ἔφην αὐτὸν [καὶ] ἀποφαίνειν τυγχά‐ νοντα καὶ οὐ ψευδώνυμον. ἀγαθόν που τὸν θεὸν ὑμνοῦσιν ἅπαντες ἁπανταχοῦ καὶ σοφοὶ δῆμοι καὶ ἄσοφοι· καὶ ταύτῃ συγχωροῦσιν ἀλλήλοις καὶ ὁμοφωνοῦσιν ἅπαντες, οἱ τὰ
15ἄλλα διαστάντες περὶ τὰς ὑπολήψεις τοῦ θείου, καὶ τὴν ἀκήρατον αὐτοῦ καὶ ἀμερῆ φύσιν δόξαις ἑτερογνώμοσι μερι‐ σάμενοι. ἀλλά τοι καὶ τοῦτο τὸ ἀγαθὸν τὸ ἀναμφισβή‐ τητον οὔπω μηνύει τοῦ θεοῦ τὴν ἐν τῷ εἶναι ἕδραν, ἠρά‐ νισται δὲ ἀπὸ τῶν ὑστέρων. οὐ γὰρ ἀπόλυτον εἰς ἀκοὴν
20ἔρχεται τἀγαθόν, ἀλλ’ ἐκείνοις ἀγαθόν, ὧν ἐστι πρακτικὸν καὶ οἷς ἐστιν ἀπολαυστόν· τοῦτο γὰρ ἡ διάνοια βούλεται τοῦ ὀνόματος, ἐφερμηνεύειν τὸν θεὸν αἴτιον ἀγαθῶν· ἱεραί τε ἐν τελεταῖς ἁγίαις εὐχαὶ πατέρων ἡμῶν ἐκβοῶσαι πρὸς τὸν ἐπὶ πᾶσι θεόν, οὐ τὴν δυναστείαν αὐτοῦ κυδαίνουσιν,
25ἀλλὰ τὴν κηδεμονίαν προσκυνοῦσιν. ὅ τε οὖν θεὸς δωρη‐
τικός ἐστιν ὧν προσήκει θεῷ, ζωῆς καὶ οὐσίας καὶ νοῦ, καὶ εἰ δή τι τῶν ὑστέρων οὐκ ἀνάξιον ἥκειν παρὰ τοῦ πρώτου, σοὶ δ’ ἂν προσήκοι μὴ λιπεῖν τὴν τάξιν καθ’ ἣν ἐτάχθης, μηδὲ αἰσχύνειν τὰς ὁμωνυμίας, ἀλλ’ ἐπιτίθεσθαι τῇ μιμήσει, ἐπι‐19
30κλύζειν μὲν ἀγαθοῖς ἅπασι τὰς πόλεις, καταχεῖν δὲ εὐδαι‐ μονίαν, ὅση δυνατὴ τῶν ἀρχομένων ἑκάστῳ. οὕτω βασιλέα μέγαν ὀνομάζοντες ἐπαληθεύοιμεν, τὴν τιμὴν οὐκ ἔθει διδόν‐ τες, οὐ θεραπεύοντες χρείαν, οὐκ ὀργὴν παραιτούμενοι, ἀλ‐ λ’ αὐτῷ τῷ κρίνοντι τῆς ψυχῆς ἐπινεύοντες, ἀδόλῳ γνώμης
35ἑρμηνεῖ τῇ γλώττῃ χρώμενοι. φέρε δή σοι γράψω λόγῳ τὸν βασιλέα, ὥσπερ ἄγαλμα στήσας· σὺ δέ μοι τὸ ἄγαλμα τοῦτο κινούμενον ἐπιδείξεις, καὶ ἔμπνουν γενόμενον. οὐκοῦν συμπαραλήψομαι μὲν εἰς δημιουργίαν, εἰ τοῦτο δέοι, τῶν τοῖς παλαιοῖς τε καὶ μακαρίοις ἀνδράσιν ἐπὶ νοῦν ἐλθόντων·
40σὺ δὲ μηδὲν ἧττον αὐτὰ τῶν ἄλλων, ἀλλὰ μᾶλλον ἀγαπᾶν, ὡς ἀδηρίτως προσήκοντα βασιλεῖ, περὶ ὧν ὁμοίως φρονοῦσι παλαιοί τε καὶ νέοι σοφοί.

10

Εὐσέβεια δὲ πρῶτον ὑποβεβλήσθω κρηπὶς ἀσφαλής, ἐφ’ ἧς ἑστήξει τὸ ἄγαλμα ἔμπεδον· καὶ οὐ μήποτε αὐτὸ περιτρέψῃ χειμὼν τῆς κρηπίδος ἐχόμενον. αὕτη μὲν δὴ καὶ
συναναβήσεται καὶ πολλαχοῦ φανεῖται, πρὸς τῇ κορυφῇ δὲ20
5οὐχ ἥκιστα. ἔνθεν ἑλών, φημὶ δεῖν, ἡγουμένου θεοῦ, τὸν βασι‐ λέα πρῶτον αὐτὸν αὑτοῦ βασιλέα εἶναι καὶ μοναρχίαν ἐν τῇ ψυχῇ καταστήσασθαι. εὖ γὰρ ἴσθι τοῦτο, ὡς οὐχ ἁπλοῦν τι χρῆμα οὐδὲ μονοειδὲς ἄνθρωπος, ἀλλὰ συνῴκισεν ὁ θεὸς εἰς ἑνὸς ζῴου σύστασιν ὄχλον δυνάμεων παμμιγῆ τε καὶ πάμφω‐
10νον· καὶ ἐσμὲν ὕδρας, οἶμαι, θηρίον ἀτοπώτερον καὶ μᾶλλόν τι πολυκέφαλον. οὐ γὰρ ταὐτῷ δήπου νοοῦμεν καὶ ὀρεγόμεθα καὶ λυπούμεθα, οὐδὲ ταὐτῷ καὶ θυμούμεθα, οὐδὲ ὅθεν ἡδόμεθα καὶ φοβούμεθα. ἀλλ’ ὁρᾷς ὡς ἔνι μὲν ἄρρεν ἐν τούτοις, ἔνι δὲ θῆλυ, καὶ θαρραλέον τε καὶ δειλόν, ἔνι δὲ τὰ παντοδαπῶς
15ἀντικείμενα, ἔνι δέ τις ἡ μέση διὰ πάντων φύσις, ἣν νοῦν καλοῦμεν, ὃν ἀξιῶ βασιλεύειν ἐν τῇ τοῦ βασιλέως ψυχῇ τὴν ὀχλοκρατίαν τε καὶ δημοκρατίαν τῶν παθῶν καταλύ‐ σαντα. ἀφ’ ἑστίας γὰρ ἂν οὗτος βασιλεύσειε τῇ κατὰ φύσιν ἀρχῇ τῆς ἡγεμονίας χρησάμενος· ὡς ὅστις γε τὰς
20ἀλόγους τῆς ψυχῆς μοίρας τιθασοὺς καὶ χειροήθεις ποιήσας κατηκόους τῷ λόγῳ παρέσχετο, εἰς μίαν ἡγεμονίαν ἔμφρονα
συντάξας τὸ πλῆθος, οὗτός ἐστιν ὁ θεῖος καὶ ἰδιώτης καὶ βασιλεύς· μᾶλλον δὲ βασιλεύς, ὅτι τὴν ἀρετὴν οὗτος ἔθνεσιν ὅλοις κοινοῦται, καὶ τῶν ἑνὸς ἀγαθῶν πολλοὶ ἐπαυ‐21
25ρίσκονται ἄνθρωποι. τούτῳ γὰρ ἀνάγκη τὸ ἔνδοθεν ἀστα‐ σίαστον διάγειν, καὶ μέχρι προσώπου γαλήνην ἔνθεον· καὶ ἔστιν οὐ φοβερόν, ἀλλ’ ὑπέρσεμνον θέαμα ἐν αἰδοῦς ἀκύμονι διαθέσει, φίλους μέν, ταὐτὸν δὲ εἰπεῖν, ἀγαθοὺς ἐκπλήττων, τοὺς δὲ ἐχθρούς τε καὶ πονηροὺς καταπλήττων. μετάνοια
30δὲ οὐκ ἐμβατεύει τῇ τούτου ψυχῇ· πράττει γὰρ ὅ τι ἂν πράττῃ, δεδογμένα ἅπασι τοῖς μέρεσι τῆς ψυχῆς πράττων, τῷ πάντα πρὸς μίαν ἀρχὴν κεκοσμῆσθαι, καὶ μὴ ἀπαξιῶσαι μέρη τε εἶναι, καὶ εἰς ἓν τὸ ὅλον συννεῦσαι. ὅστις δὲ διοι‐ κίζει τὴν προσβολὴν τῶν μερῶν τούτων, ἐνδοὺς αὐτοῖς εἰς
35ἐνέργειαν πολλοῖς εἶναι, καὶ ἀνὰ μέρος ἐθέλει ἀναπείθειν τὸ ζῷον, τοῦτον ὄψει νῦν μὲν ὑψοῦ τὴν γνώμην, νῦν δὲ ὕπτιον· τεταραγμένον νῦν μὲν ὁρμῇ, νῦν δὲ φυγῇ καὶ λύπαις καὶ ἡδοναῖς καὶ ἀτόποις ὀρέξεσιν. ὁμολογεῖ δὲ οὐδέποτε οὗτος ἑαυτῷ·
40 καὶ μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά, θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων, ἔφη τις, ἐπιγνοὺς τὴν ἑτερότητα καὶ διχόνοιαν τῶν ἴσων
δυνάμεων. τοῦτό τοι πρῶτον καὶ σφόδρα βασιλικόν, αὐτὸν ἑαυτοῦ βασιλεύειν, τὸν νοῦν ἐπιστήσαντα τῷ συνοίκῳ θη‐22
45ρίῳ, καὶ μὴ κρατεῖν ἀξιοῦντα πολλάκις μυρίων ἀνθρώπων, ἔπειτα αὐτὸν δοῦλον εἶναι δεσποινῶν αἰσχίστων, ἡδονῆς καὶ λύπης καὶ ὅσοι σύγγονοι θῆρες ἐνδιαιτῶνται τῷ ζῴῳ.

11

Ἐντεῦθεν δὲ ἤδη παρ’ ἑαυτῷ προιὼν ὁ βασιλεὺς πρώτοις ἐντεύξεται τοῖς πέλας τε καὶ φίλοις, μεθ’ ὧν συνε‐ στώτων περὶ τῶν ὅλων βουλεύσεται. τούτους προσερεῖ φίλους, οὐ κατειρωνευόμενος τοῦ ὀνόματος, οὐδὲ ὥσπερ οἱ
5κολάζοντες τὸ τραχὺ καὶ πρόσαντες τῆς δεσποτείας ἔργῳ φιλανθρωποτέρῳ τῆς ἀληθείας ὀνόματι. τί γὰρ κτῆμα βασι‐ λικὸν οὕτως, ὥσπερ ὁ συνὼν φίλος; τίς εὐτυχίας κοινωνὸς ἡδίων; τίς δὲ διενεγκεῖν χείρω τύχης ῥοπὴν ἀσφαλέστερος; τίς ἀδολώτερος εἰς ἔπαινον; τίς εἰς πλήττουσαν νουθεσίαν
10ἀλυπότερος; εὐγνώμονος δὲ βασιλέως ποῖον ἐπιδηλότερον τῷ πλήθει τεκμήριον ἢ εἰ φαίνοιτο ζηλωτοὺς ποιῶν ἀεὶ τοὺς συνόντας; οὕτω γὰρ καὶ τοῖς πόρρωθεν ἐραστὸς ἂν εἴη καὶ γένοιτο ἂν ἀγαθοῖς εὐχὴ τεύξασθαι φιλίας βασι‐
λικῆς, ὧν τἀναντία τοῖς τυράννοις ὑπάρχει, δι’ οὓς ἡ κομψὴ23
15παροιμία, ‘πόρρω Διός τε καὶ κεραυνοῦ‘, διὰ τοὺς ἐπιβού‐ λως τοῖς συνοῦσι χρωμένους, ἀδεέστερον εἶναι λέγουσα τὴν μετ’ ἀπραγμοσύνης ἀσφάλειαν τῶν ἐν ἐπιφανεῖ βίῳ κινδύ‐ νων. οὐ γὰρ ἔφθασέ τις μακαρισθῆναι τῆς τοῦ τυράννου φιλίας καὶ ἠλεήθη τῆς ἔχθρας· ἀλλ’ ὅ γε βασιλεὺς οἶδεν, ὡς
20τὸ μὲν αὔταρκες ἐν θεῷ καὶ ἀρχαία θεὸς οὐσία τῶν ἀρχο‐ μένων ὑπερκείμενος· ἀνθρώπῳ δὲ ἀνθρώπων ἄρχοντι πολ‐ λῶν καὶ ὁμοίων οὐκ αὐτάρκης ἡ φύσις εἰς ἅπαντος ἔργου περινόησιν. ἰώμενος οὖν τὴν τῆς φύσεως ἔνδειαν, συνου‐ σιοῦται τοῖς φίλοις τὴν δύναμιν ἑαυτῷ πολυπλασιάζων.
25οὕτω γὰρ τοῖς ἁπάντων μὲν ὀφθαλμοῖς ὄψεται, ταῖς ἁπάν‐ των δὲ ἀκοαῖς ἀκούσεται καὶ ταῖς ἁπάντων γνώμαις εἰς ἓν ἰούσαις βουλεύσεται.

12

Παραφυλακτέον μέντοι, καὶ μάλα ὅλῃ τῇ γνώμῃ, καί, εἴγε δυνάμεθα, ἅπασι τοῖς ἐν ταῖς αὐλαῖς ὅπλοις ἐπὶ τούτῳ χρῆσθαι, μὴ λάθῃ παρεισδῦσα κολακεία τὸ φιλίας πρόσωπον περικειμένη. ὑπὸ μόνης γέ τοι ταύτης, καὶ ἀγρυ‐
5πνούντων τῶν δορυφόρων, λῃστεύεται βασιλεία. εἰσφέρεται γάρ, ἢν μὴ καὶ πάνυ ἐρύκηται, μάλα ἐνδοτέρω τῶν ταμιείων
καὶ ἐπιχειρεῖ τῷ κυριωτάτῳ τῶν βασιλέων, αὐτῇ τῇ ψυχῇ· ἐπεὶ τό γε φιλέταιρον οὐχ ἥκιστα ἀρετὴ βασιλέως. τοῦτό γέ τοι καὶ Κῦρον τὸν πάνυ καὶ Ἀγησίλαον ὀνομαστοτά‐24
10τους βασιλέων ἐν Ἕλλησι καὶ βαρβάροις ἐποίησε. γνώσεται μὲν δὴ τὰ ποιητέα καὶ γνώμην ἐν τοῖς φίλοις κυρώσει· ἵνα δὲ ἔργα γένηται, χειρῶν αὐτῷ δεῖ πολλῶν.

13

Ὁ δὲ λόγος βαδίζων ἐξάγει τὸν βασιλέα τῶν βασιλείων, καὶ μετὰ τοὺς φίλους τοῖς στρατιώταις δίδωσι, δευτέροις δὴ τούτοις φίλοις, καὶ καταβιβάσας εἰς τὸ πεδίον ἐξεταστὴν ἀνδρῶν καὶ ἵππων καὶ ὅπλων ποιεῖ· ἔνθα καὶ
5ἱππεῖ συνιππεύσει, καὶ πεζῷ συνθευσεῖται, καὶ συνοπλιτεύσει τῷ ὁπλίτῃ, καὶ τῷ πελταστῇ συμπελτασθήσεται, καὶ συνα‐ κοντιεῖ τῷ γυμνῆτι, τῇ κοινωνίᾳ τῶν ἔργων εἰς ἔμψυχον ἑταιρίαν ἕκαστον προσαγόμενος, ἵνα μηδὲ πρὸς τούτους εἴρων ᾖ συστρατιώτας καλῶν, ἀλλὰ δημηγοροῦντα ἐπιγι‐
10νώσκωσιν αὐτόν, καὶ μαρτυρῶσιν ὡς ἐκ τῶν ἔργων ἄρα τὸ ὄνομα λέγεται. δυσχεραίνεις ἴσως ὅτι σοι πονεῖν ἐπιτάτ‐ τομεν· ἀλλ’ ἐμοὶ σὺ πείθου, βασιλικοῦ σώματος ἐλάχιστα
πόνος ἅπτεται. ὅστις γὰρ οὐ λανθάνει πονῶν, τοῦτον ἥκιστα πόνος νικᾷ. βασιλέως δὲ σωμασκοῦντος καὶ θυραυ‐25
15λοῦντος καὶ ὅπλοις ἐννεάζοντος οἱ πανταχοῦ δῆμοι θέατρόν εἰσι. τῶν τε γὰρ παρόντων ἐπιστρέφει τὰ ὄμματα, καὶ οὐδεὶς ἀλλαχόσε βλέπειν ἀνέχεται, βασιλέως ἐν ἀπόπτῳ τι δρῶν‐ τος· καὶ τῶν ἀπόντων ἐνηχεῖ τὰ ὦτα πᾶν ἔργον βασι‐ λέως ᾠδὴ γενόμενον. δύναται δὲ ὁ συνεθισμὸς οὗτος, τὸ μὴ
20σπάνιον εἶναι τὸν βασιλέα θέαμα στρατιώταις, εὔνοιάν τε αὐτοῦ καὶ μάλα ἐρρωμένην δημιουργεῖν τῶν στρατιωτῶν ταῖς ψυχαῖς. καὶ τίς ἐχυρωτέρα βασιλεία τῆς ἔρωτι τετει‐ χισμένης; τίς δὲ ἰδιώτης καὶ μικρὰ πράττων ἀδεέστερός τε καὶ ἀνεπιβουλευτότερος ἐκείνου βασιλέως οὐχ ὃν δεδίασιν,
25ἀλλ’ ὑπὲρ οὗ δεδίασιν οἱ ὑπήκοοι; τὸ δή τοι στρατιωτικὸν τοῦτο φῦλον ἁπλοϊκόν τέ ἐστι καὶ γενναῖον καὶ ὑπὸ συνη‐ θείας ἁλώσιμον· καὶ Πλάτων φύλακάς τε καλεῖ τὸ μαχη‐ τικὸν γένος καὶ κυνὶ μάλιστα προσεικάζει, θηρίῳ γνώσει καὶ ἀγνοίᾳ κρίνοντι τό τε φίλιον καὶ τὸ πολέμιον. τί δ’ ἂν
30αἴσχιον γένοιτο βασιλέως, ὃν διὰ τῶν ζωγράφων ἐπιγινώ‐ σκουσιν οἱ προπολεμοῦντες; ὀνήσεται δὲ οὐ μόνον τοῦτο
τῆς πυκνῆς ἐπιμιξίας, τὸ καθάπερ ἓν σῶμα συμφυὲς τὸ στράτευμα περικεῖσθαι, ἀλλὰ καὶ πολλὰ τῶν ἐν τοῖς τοιοῖσδε καιροῖς γινομένων, τὰ μέν ἐστι μελέτη πολεμικῶν ἔργων,26
35τὰ δέ ἐστι στρατηγίας προτέλειαι καὶ παρασκευαί τινες, ἃ πρὸς τὰ μείζω τε καὶ σπουδαῖα διεγείρει. οὐ γάρ τοι σμι‐ κρὸν ἐν χρείᾳ δορὸς ὀνομάσαι μὲν στρατηγόν, ὀνομάσαι δὲ ὑποστράτηγον, καὶ ἰλάρχην καὶ ταγματάρχην καὶ ση‐ μαιοφόρον, εἰ τύχοι, καί τινας τοῦ πρεσβυτικοῦ σὺν ἐπι‐
40γνώσει καλέσαι τε καὶ προτρέψαι, τοὺς ἐν τέλει λέγω καθ’ ἕ‐ καστον ἱππικόν τε καὶ πεζικὸν σύστημα. Ὅμηρος μὲν γάρ τινα θεῶν παραστήσας τῇ μάχῃ τῶν Ἀχαιῶν, πληγῇ σκήπτρου φησὶν αὐτὸν πιμπλάναι τοὺς νέους
... μένεος κρατεροῖο,
45ὡς τήν τε ψυχὴν μᾶλλον ἐφωρμῆσθαι πολεμίζειν, ἠδὲ μάχεσθαι, καὶ μηδὲ τὼ πόδε μηδὲ τὼ χεῖρε ἀτρέμας ἔχειν ἀνέχεσθαι· τὸ γάρ, μαιμώωσι δ’ ἔνερθε πόδες, καὶ χεῖρες ὕπερθεν,

13

(50)

ᾄττουσίν ἐστιν αὐτοκέλευστοι περὶ τὰ ἔργα τῆς μάχης. ἐμοὶ δὲ
ταὐτὸ τοῦτο ἂν ποιήσαι καὶ βασιλεὺς ὀνομαστὶ καλέσας, καὶ τὸν ἀπερισάλπιστόν τε ἂν εἰς φιλοτιμίαν ἐγείραι, καὶ τὸν ἀγωνιστὴν ἂν ἐπιθήξαι. πᾶς γὰρ ἐθέλει πονεῖν ὑπὸ μάρτυρι βασιλεῖ. ὅ τοι ποιητὴς οὕτως ἔοικε κρίνειν, πάμμεγα ὄφε‐27
55λος εἶναι βασιλεῖ καὶ εἰρηνικῷ καὶ πολεμικῷ· ὃς αὐτό που τοῦτο πρῶτον κατανοήσας, ὅτι πλείστην ἔχει ῥοπὴν εἰς εὐψυχίαν ἀνδρῶν τὸ μηδὲ τοὺς ἀγελαίους ἀγνοεῖσθαι τῷ βασιλεῖ, οὐκ ὀνόματι μόνον καλοῦντα τοὺς στρατιώτας πεποίηκεν Ἀγαμέμνονα, ἀλλ’ οὗτος αὐτῷ καὶ τὸν ἀδελ‐
60φὸν νουθετεῖ πρὸς τῇ προσηγορίᾳ πατρόθεν καὶ ἐκ γενεῆς ἄνωθεν ὀνομάζειν ἄνδρα ἕκαστον καὶ πάντας κυδαίνειν μηδὲ μεγαλίζεσθαι. καὶ τὸ κυδαίνειν δὲ αὖ εὖ λέγειν ἐστίν, εἴ τῴ τι ἀγαθὸν ἢ πραχθὲν ἢ εὐτυχηθὲν συνηπίστατο. ὁρᾷς Ὅμηρον; ἐγκωμιαστὴν ποιεῖ τὸν βασιλέα δημότου. καὶ τίς
65οὐκ ἂν αἵματος ἀφειδήσειε βασιλέως αὐτὸν ἐπαινέσαντος; καὶ τοῦτο οὖν ἥξει σοι τἀγαθὸν ἀπὸ τοῦ θαμὰ ὁμιλεῖν στρατιώταις· καὶ πρὸς εἰδήσεις αὐτῶν ἤθη καὶ βίους καὶ τίς ἑκάστῳ τάξις ἐν καιροῖς ἑκάστοις προσήκουσα. θέα γὰρ δὴ καὶ τόδε. τεχνίτης ἐστὶν ὁ βασιλεὺς πολέμων, ὥσπερ
70σκυτοτόμος ὑποδημάτων. ἐκεῖνός τε οὖν γελοῖος, ὅταν ἀγνοῇ τῆς τέχνης τὰ ὄργανα, ὅ τε βασιλεὺς πῶς ἐπι‐ στήσεται χρῆσθαι στρατιώταις ὀργάνοις, ἂν μὴ γινώσκῃ;28

14

Ἀλλ’ ἐνταῦθα γενόμενος, εἰ τὸ κοινὸν τῶν λόγων εἰς τὴν παροῦσαν τῶν λόγων ὕλην καταβιβάσαιμι, τάχα ἂν οὐκ ἀπὸ σκοποῦ βάλοιμι· τίς δ’ οἶδ’ εἴ κέν τοι σὺν δαίμονι θυμὸν ὀρίνω
5 παρειπών; ἀγαθὴ δὲ παραίφασις ἀνδρὸς ἀληθοῦς. φημὶ γὰρ οὐδὲν οὕτως ἔμπροσθεν ἄλλο χείρω ποιῆσαι τὰ Ῥωμαίων, ὡς τὴν περὶ τὸ βασιλικὸν σῶμα σκηνὴν καὶ θεραπείαν, ἣν ὥσπερ ἱερουργοῦντες ὑμῖν ἐν ἀπορρήτῳ ποιοῦνται, καὶ τὸ βαρβαρικῶς ἐκτεθεῖσθαι τὰ καθ’ ὑμᾶς· ὡς
10οὐ φιλεῖ συγγίνεσθαι φαντασία τε καὶ ἀλήθεια. ἀλλὰ σύ γε μὴ δυσχεράνῃς, ὡς τοῦτό γε οὐκ ἔστι σόν, ἀλλὰ τῶν ἀρξάντων τῆς νόσου καὶ παραδόντων τῇ διαδοχῇ τοῦ χρόνου ζηλούμενον τὸ κακόν. τοιγαροῦν ἡ σεμνότης αὕτη καὶ
τὸ δεδιέναι μὴ ἐξανθρωπισθείητε σύνηθες γενόμενοι θέαμα29
15κατακλείστους ποιεῖ πολιορκουμένους ὑφ’ ἑαυτῶν, ἐλάχιστα μὲν ὁρῶντας, ἐλάχιστα δὲ ἀκούοντας, ἀφ’ ὧν πρακτικὴ φρόνησις συναθροίζεται, μόνας ἡδομένους τὰς τοῦ σώματος ἡδονάς, καὶ τούτων γε τὰς ὑλικωτάτας, ὅσας ἁφή τε καὶ γεῦσις πορίζουσι, βίον ζῶντας θαλαττίου πνεύμονος. ἕως
20οὖν ἀπαξιοῦτε τὸν ἄνθρωπον, οὐδὲ τῆς ἀνθρώπου τυγχά‐ νετε τελειότητος. καὶ γὰρ οἷς σύνεστε παρὰ δίαιτάν τε καὶ ἄλλως, καὶ οἷς ἐστιν εἰς τὰ βασίλεια πάροδος ἀδεέστερον, ἢ στρατηγοῖς τε καὶ λοχαγοῖς, τούτους οὓς χαρίεντας ἄρα παρασκευάζεσθε, τοὺς μικροκεφάλους τε καὶ ὀλιγογνώμονας,
25οὓς ἡ φύσις ἁμαρτάνουσα παραχαράττει, καθάπερ ἀδικοῦν‐ τες οἱ τραπεζῖται τὸ νόμισμα, καὶ γίνεται βασιλεῖ δῶρον ἀπόπλεκτος ἄνθρωπος, καὶ μεῖζον ὅσον ἀποπληκτότερος· οὗτοι γελασείοντες ἐν ταὐτῷ καὶ κλαυσείοντες ἀτελῶς, καὶ σχήμασι καὶ ψόφοις καὶ ἅπασιν ὅσοις οἷόν τε βωμολοχοῦν‐
30τες, συνδιαφθείρουσιν ὑμῖν τὸν χρόνον, καὶ τῆς ψυχῆς τὴν ἀχλύν, ἣν ἐκ τοῦ μὴ φύσει ζῆν ἔχετε, κακῷ μείζονι παρα‐ μυθοῦνται. τούτων τὰ κολοβὰ διανοήματα καὶ ῥήματα ταῖς
ἀκοαῖς ὑμῶν ἐναρμόζεται μᾶλλον, ἢ νοῦς ἐκ φιλοσοφίας ἐν γλώττῃ περιτράνῳ τε καὶ στρογγύλῃ. ὃ δὲ τῆς θαυμα‐30
35στῆς οἰκουρίας ἀπολελαύκατε, τοῦ δήμου τὸ μὲν φρόνιμον ὑποπτεύοντες καὶ πρὸς ἐκείνους ἀποσεμνυνόμενοι, τὸ δὲ ἀνόητον εἰσαγόμενοι, καὶ πρὸς ἐκείνους ἀπογυμνούμενοι, ἔδει μὲν εἰδέναι καλῶς, ὅτι ταῖς αὐταῖς παρασκευαῖς ἕκα‐ στον αὔξεται καὶ συγκροτεῖται. ἀλλ’ ἂν ἐπιδράμῃς τῷ νῷ
40τὴν ὅποι ποτὲ τῆς γῆς ἐκταθεῖσαν ἀρχήν, εἴτε τῶν Παρ‐ θυαίων, εἴτε τῶν Μακεδόνων, εἴτε τῶν Περσῶν, εἴτε τῶν παλαιτάτων Μήδων, εἴτε τὴν ἐν ᾗ ζῶμεν, ἄνδρες δημοτικοί τε καὶ στρατιῶται, καὶ τὰ πολλὰ συνθυραυλοῦντές τε καὶ χαμευνοῦντες τοῖς ἐν ταῖς φάλαγξιν, καὶ οὔτε μειονεκτοῦντες
45πόνων, οὔτε πλεονεκτοῦντες ἡδονῶν, ἑκάστην ἐπικράτειαν ἐπὶ μέγα προήγαγον, δι’ ἐπιμελείας ἄνθρωποι κτώμενοι τἀγαθὰ καὶ γενόμενοι ζηλωτοί, χαλεπῶς ἂν ἔτι τὴν τάξιν τηροῖεν ἄνευ φρονήσεως. ἔοικε γὰρ εὐτυχία φορτίον μολίβδου περιβριθέστερον. περιτρέπει γοῦν τὸν ἀναθέμενον,

14

(50)

ἢν μὴ πάνυ ῥωμαλέος ὢν τύχῃ.

15

ψυχῆς δὲ ῥώμην ὑπισχνεῖται μὲν φύσις, τελειοῖ
δὲ ἄσκησις, εἰς ἥν σε, βασιλεῦ, προτρέπει φιλοσοφία φυλαττομένη γενέσθαι τὸ ἐκ λόγου συμβαῖνον· τοῖς γὰρ ἐναντίοις τῶν συνιστάντων ἕκαστον φθείρεται. καὶ οὐκ ἀξιῶ31
5παραβαθῆναι τῷ βασιλεῖ Ῥωμαίων τὰ πάτρια. πάτρια δὲ ἡγοῦ Ῥωμαίων, οὐ τὰ χθὲς καὶ πρώην εἰς ἐκδεδιῃτημένην ἤδη παρελθόντα τὴν πολιτείαν, ἀλλ’ ἐν οἷς ὄντες ἐκτήσαντο τὴν ἀρχήν. ἐπεὶ φέρε πρὸς τοῦ βασιλείου θεοῦ· καί μοι πειρῶ διαμεῖναι, θυμοδακὴς γὰρ ὁ μῦθος· πότε κάλλιον
10ἔχειν ἡγῇ τὰ Ῥωμαίων πράγματα; ἀφ’ οὗ περιπόρφυροί τέ ἐστε καὶ περίχρυσοι, καὶ λίθους ἐξ ὀρῶν τε καὶ θαλατ‐ τῶν βαρβάρων τοὺς μὲν ἀναδεῖσθε, τοὺς δὲ ὑποδεῖσθε, τοὺς δὲ περίκεισθε, τοὺς δὲ ἐξαρτᾶσθε, τοὺς δὲ περονᾶσθε, τοῖς δὲ ἐφιζάνετε; τοιγαροῦν ἀπετελέσθητε θέαμα ποικιλώτατον καὶ
15πάγχρουν, ὥσπερ οἱ ταῷ, τὴν Ὁμηρικὴν ἀρὰν ἐφ’ ἑαυτοὺς ἕλκοντες, τὸν χιτῶνα τὸν λάινον. ὑμῖν δὲ οὐδὲ χιτὼν οὗτος ἀποχρῶν· οὐ γὰρ εἰσιτητὸν εἰς τῶν ὁμοτίμων τὸ βουλευ‐ τήριον, ἡνίκα ἂν τὴν ἐπώνυμον ἀρχὴν ἄρχητε οὔτε ἀρχαι‐
ρεσιαζόντων οὔτε ἐπ’ ἄλλῳ τῳ συνεδρευόντων, ἢν μὴ καὶ32
20πέπλον τοιοῦτον ἐγκορδυλήσησθε. καὶ δῆτα ἀποβλέπεσθε ὑπὸ τῶν ἀνθρώπων, οἷς θέμις ὁρᾶν, ὡς μόνοι τῶν βουλευτῶν εὐδαίμονες, μόνοι τῶν βουλευτῶν ἀχθοφοροῦντες· ἀλλὰ καὶ γάννυσθε τῷ φορτίῳ, καθάπερ εἴ τις χρυσῷ δεθεὶς καὶ μᾶλ‐ λον πολυταλάντοις ταῖς πέδαις, ἔπειτα μηδὲν ἐπαΐοι τοῦ
25κακοῦ, μηδὲ ἡγοῖτο σχέτλια πάσχειν εἰς δεσμώτας τελῶν, ἠπατημένος τῇ πολυτελείᾳ τῆς συμφορᾶς· ἀλλ’ οὔ γε μᾶλ‐ λον κινήσεται τῶν ἐν τῇ ποδοκάκκῃ τῷ φαυλοτάτῳ τῶν ξύλων. ὑμῖν δὲ οὐδὲ τοὔδαφός ἐστιν ἀνεκτόν, οὐδ’ ἂν ἐμπε‐ ριπατήσητε κατὰ φύσιν ἐχούσῃ τῇ γῇ· ἀλλὰ δεῖ τὴν χρυ‐
30σῖτιν ἐπιφορεῖν, ἣν ἐκ τῶν πέραν ἠπείρων ὑμῖν ἀπῆναί τε καὶ ὁλκάδες διακομίζουσι καὶ στρατιά τίς ἐστιν οὐ φαύλη τῶν τὸ χῶμα ῥαινόντων. οὐ γὰρ βασιλικὸν ἡγεῖσθε, μὴ οὐχὶ καὶ τοῖς σκύτεσι τῶν ὑποδημάτων τρυφᾶν. νῦν οὖν ἄρ’ ἄμεινον πράττετε, ἀφ’ οὗ περὶ τοὺς βασιλέας ἡ τελετὴ
35συνέστη, καὶ θαλαμεύεσθε καθάπερ αἱ σαῦραι μόλις, εἴ πῃ, πρὸς τὴν εἵλην ἐκκύπτουσαι, μὴ φωραθείητε ὑπὸ τῶν
ἀνθρώπων ὄντες ἄνθρωποι; ἢ τόθ’ ἡνίκα ἐξηγοῦντο τῶν στρατευμάτων ἄνδρες ἐν μέσῳ ζῶντες, μέλανες ὑφ’ ἡλίῳ καὶ τὰ ἄλλα ἀφελῶς τε καὶ αὐτοσκευῶς ἔχοντες, ἀλλ’ οὐ33
40διθυραμβωδῶς καὶ τραγικῶς, ἐν πίλοις Λακωνικοῖς, οὓς ἐν ταῖς εἰκόσι θεώμενα γελᾷ τὰ μειράκια, καὶ οὐδὲ ὁ γέρων δῆμος εὐτυχεῖς ἡγοῦνται γεγονέναι, πρὸς δὲ ὑμᾶς ἐξετα‐ σθῆναι καὶ παντάπασι κακοδαίμονες; ἀλλ’ ἐκεῖνοί γε οὐκ ἀποτειχίζοντες τὴν οἰκείαν εἶργον οὔτε τοὺς Ἀσιανοὺς οὔτε
45τοὺς Εὐρωπαίους βαρβάρους, ἀλλ’ οἷς ἐποίουν, ἐκείνους ἐνουθέτουν τὴν σφετέραν ἀποτειχίζειν, θαμὰ διαβαίνοντες τὸν Εὐφράτην ἐπὶ τὸν Παρθυαῖον, τὸν δὲ Ἴστρον ἐπὶ τὸν Γέτην τε καὶ Μασσαγέτην. οἱ δ’ οὖν ἕτερα ἀντὶ τούτων ὀνόματα θέμενοι, ἕτεροι δὲ αὐτῶν καὶ τὰ πρόσωπα τέχνῃ

15

(50)

παραποιήσαντες, ἵνα δὴ δοκοίη γένος ἄλλο νέον τε καὶ ἀλλόκοτον ἐκφῦναι τῆς γῆς, δεδίττονται ὑμᾶς ἀντιδιαβαί‐ νοντες, καὶ μισθὸν εἰρήνης ἀξιοῦσι πράττεσθαι,
ἢν μὴ σύ γε δύσεαι ἀλκήν. ἀλλ’ ἀφείσθω μέν, εἰ δοκεῖ, τὰ παλαιὰ πρὸς τὰ νῦν
34
55ἐξετάζειν, ἵνα δὴ μὴ δοκοίημεν ἐν σχήματι παραινέσεως ὀνειδίζειν, δεικνύντες ὡς ὅσον ἐπέδωκεν εἰς σχῆμα σοβαρὸν τὰ βασιλέως, τοσοῦτον ἀληθείας ἀφῄρηται.

16

Εἰ δὲ ὥσπερ ἐν τῇ καθ’ ὑμᾶς ποικιλίᾳ γενόμενος ὁ λόγος ἐφιλοχώρησε, νένοι τινὰ μοῖραν ἑαυτοῦ καὶ τῇ πάλαι τῶν βασιλέων, εἴτε ἀγροικίαν καλῶμεν αὐτήν, εἴτε λιτότητα βούλεσθε, καλῶς ἂν ἀλλήλαις ἀντιπαρεκδύοιντο
5πολυτέλεια καὶ εὐτέλεια· καὶ γυμνὰς ἂν οὕτω θεώμενος, ἐρασθείης ἀληθινοῦ βασιλέως κάλλους, ἀφεὶς τὸ φαινόμενόν τε καὶ ἐπιποίητον· οὐκοῦν ἐκείνην μὲν ἀπὸ τῶν χρωμάτων τὸ πλέον ἐγράφομεν· ταύτην δὲ οὐκ ἔστιν ἀπὸ τούτων, ἄλλοθεν δὲ λαβεῖν. οὐ γάρ ἐστιν αὐτῇ περιττά, μὴ πραγμα‐
10τευομένῃ περὶ αὐτά· τὰ δὲ ἤθη μᾶλλον εἰκόνες ἂν αὐτῆς εἶεν· καί τι ἔργον εὐθὺς συμπροκύπτει τῶν κατὰ φύσιν ἐχόν‐ των βίων ταῖς προβολαῖς. ἑνὸς οὖν ἄξιον ἐπιμνησθῆναι βασιλέως καὶ ἤθους καὶ ἔργου· καὶ γὰρ ἀποχρῶν ὁτιοῦν
πάντα συνεφελκύσασθαι.35
15 Λέγεται δή τινα τῶν οὐ λίαν ἀρχαίων, ἀλλ’ ὃν ἂν εἰδεῖεν καὶ τῶν γερόντων οἱ πάπποι, εἰ μὴ νέοι τοὺς παῖδας ἐτέ‐ κνωσαν, καὶ παρὰ νέων τῶν παίδων ἐγένοντο πάπποι· λέγεται δή τινα ἐκείνων στρατείαν μὲν ἄγειν ἐπὶ τὸν Ἀρσα‐ κίδην εἰς Ῥωμαίους ὑβρίσαντα· ἐπειδὴ δὲ πρὸς ταῖς ὑπερβο‐
20λαῖς τῶν Ἀρμενίων γενέσθαι, πρὶν ἐπιχειρῆσαι τῇ πολεμίᾳ, δείπνου τε αὐτὸν ἐρασθῆναι, καὶ ἐπιτάξαι τῇ στρατιᾷ τοῖς ἀπὸ τῶν σκευοφόρων ἀγαθοῖς χρῆσθαι, ὡς ἐγγύθεν ἐπισι‐ τιουμένοις, ἢν δέῃ. ἐδείκνυε δὲ ἄρα τοὺς Παρθυαίων ἀγρούς· ἐν τούτῳ δὲ ὄντων, πρεσβείαν ἐκ τῶν πολεμίων παρεῖναι καὶ
25οἴεσθαι μὲν ἥκουσαν προεντεύξεσθαι τοῖς βασιλεῖ παραδυνα‐ στεύουσι, καὶ τούτων γε αὖ πελάταις τισὶ καὶ εἰσαγγελεῦσιν, ὡς εἰς ἡμέραν πολλοστὴν ἀπ’ ἐκείνης τοῦ βασιλέως τῇ πρε‐ σβείᾳ χρηματιοῦντος· συνενεχθῆναι δὲ κατ’ αὐτόν πως γενέσθαι τὸν βασιλέα δειπνοῦντα. οὐ γὰρ ἦν πω τὸ τῶν
30δορυφόρων τοιοῦτον, ἀπὸ τῆς στρατιᾶς στρατιά τις ἔκκριτος, νέοι πάντες, πάντες εὐμήκεις, τὰς κόμας ξανθοί τε καὶ περιττοί,
αἰεὶ δὲ λιπαροὶ κεφαλὰς καὶ καλὰ πρόσωπα, χρυσάσπιδες καὶ χρυσεολόγχαι, οἷς, ὅταν ποτὲ ὀφθῶσι, τὸν βασιλέα σημαινόμεθα, καθάπερ, οἶμαι, ταῖς προανισχούσαις36
35ἀκτῖσι τὸν ἥλιον· ἀλλὰ πᾶσα φάλαγξ τὸ οἰκεῖον ποιοῦσα, δορυφόρος ἦν τοῦ βασιλέως τε καὶ τῆς βασιλείας. οἱ δὲ ἁπλῶς ἑαυτῶν εἶχον, οὐκ ἀπὸ τῆς σκευῆς, ἀλλ’ ἀπὸ τῆς ψυχῆς βασιλεῖς ὄντες, καὶ τἄνδον τοῦ πλήθους διέφερον· τὰ δὲ ἐκτὸς ὅμοιοι τοῖς ἀγελαίοις ἐφαίνοντο, ὥσπερ ἔχοντά
40φασι τὸν Καρῖνον ὑπὸ τῆς πρεσβείας ὀφθῆναι. φοινικοβαφὴς χιτών, καὶ ἐπὶ τῆς πόας ἐκέκλιτο· τὸ δὲ δεῖπνον ἦν πίσι‐ νον ἕωλον ἔτνος, καὶ ἐν αὐτῷ τεμάχια ἄττα ταρίχη κρεῶν ὑείων, ἀπολελαυκότα τοῦ χρόνου. ἰδόντα δὲ αὐτόν, οὔτε ἀναθορεῖν οὔτε μεταποιῆσαί τι λέγεται· καλέσαντα δὲ αὐτό‐
45θεν τοὺς ἄνδρας, εἰδέναι τε φάναι παρ’ αὐτὸν ἥκοντας· αὐτὸς γὰρ εἶναι Καρῖνος· καὶ κελεύειν ἀπαγγεῖλαι τῷ νέῳ βασιλεῖ τήμερον, εἰ μὴ σωφρονήσοι, προσδέχεσθαι πᾶν μὲν ἄλσος αὐτῷ, πᾶν δὲ πεδίον ἐν μιᾷ σελήνῃ ψιλότερον ἔσε‐ σθαι τῆς Καρίνου κεφαλῆς· ἅμα δὲ λέγοντά φασιν ἐκδῦναι

16

(50)

τοῦ πίλου, δεικνύντα τὴν κεφαλὴν οὐδέν τι δασυτέραν παρακειμένου τοῦ κράνους· καὶ εἰ μὲν πεινῷεν, ἐφεῖναι συνεμ‐ βαλεῖν τῇ χύτρᾳ· μὴ δεομένους δέ, κελεύειν αὐθωρὸν ἀπηλ‐ λάχθαι καὶ ἔξω τοῦ Ῥωμαϊκοῦ χάρακος εἶναι, ὡς τῆς πρε‐
σβείας αὐτοῖς τέλος εὑρούσης. λέγεται τοίνυν καὶ τούτων37
55ἀνενεχθέντων ἐπὶ τὸ πλῆθος καὶ τὸν ἡγεμόνα τῶν πολε‐ μίων, ὧν τε εἶδον ὧν τε ἤκουσαν, ὅπερ εἰκὸς ἦν συμβῆναι, φρίκην καὶ δέος ἐπιπεσεῖν ἅπασιν, εἰ πρὸς ἄνδρας μαχοῦν‐ ται τοιούτους, ὧν ὁ βασιλεὺς οὔτε βασιλεὺς ὢν οὔτε φαλακρὸς αἰσχύνεται, καὶ χύτραν παρατιθέμενος συνδεί‐
60πνους καλεῖ· ἀφικέσθαι δὲ τὸν βασιλέα τὸν ἀλαζόνα κατορ‐ ρωδήσαντα, πάντα εἴκειν ἕτοιμον ὄντα, τὸν ἐν τιάρᾳ καὶ κάνδυι τῷ μετὰ χιτῶνος φαύλων ἐρίων καὶ πίλου.

17

Ἕτερον δὲ τούτου νεώτερον ἀκούεις, οἶμαι· καὶ γὰρ οὐδὲ εἰκὸς ἀνήκοόν τινα εἶναι βασιλέως ἑαυτὸν ἐπι‐ δόντος εἴσω τῆς πολεμίας γενέσθαι ἐν χρείᾳ κατασκοπῆς, μιμησαμένου σχῆμα πρεσβείας. λειτουργεῖν γὰρ ἦν τότε
5τὸ πόλεών τε καὶ στρατευμάτων ἡγεῖσθαι καὶ ἐξώμνυντό γε πολλοὶ τὴν τοιαύτην ἀρχήν. εἷς δέ τις αὐτῶν καὶ ἐννεάσας τῷ βασιλεύειν, ἀπειπὼν πρὸς τοὺς πόνους ἑκὼν ἰδιώτης ἐγήρα. ἐπεὶ καὶ τοὔνομα αὐτό σοι δείξω τοῦ βασι‐ λέως ὄψιμον, ἐκλιπὲς Ῥωμαίοις γενόμενον ἀφ’ οὗ Ταρκυνίους
10ὁ δῆμος ἐξήλασεν. ἀπὸ τούτου γὰρ ἡμεῖς μὲν ὑμᾶς ἀξιοῦμεν καὶ καλοῦμεν βασιλέας, καὶ γράφομεν οὕτως· ὑμεῖς δέ, εἴτε εἰδότες εἴτε μή, συνηθείᾳ δὲ συγχωροῦντες, τὸν ὄγκον τῆς προσηγορίας ἀναδυομένοις ἐοίκατε. οὔκουν οὔτε πρὸς πόλιν οὔτε πρὸς ἰδιώτην οὔτε πρὸς ὕπαρχον γράφοντες38
15οὔτε πρὸς ἄρχοντα βάρβαρον ἐκαλλωπίσασθέ ποτε τῷ βασιλέως ὀνόματι· ἀλλ’ αὐτοκράτορες εἶναι ποιεῖσθε. ὁ δὲ αὐτοκράτωρ ὄνομα στρατηγίας ἐστὶ πάντα ποιεῖν ὑποστά‐ σης· καὶ Ἰφικράτης καὶ Περικλῆς ἔπλεον Ἀθήνηθεν αὐτο‐ κράτορες στρατηγοί, καὶ οὐκ ἐλύπει τοὔνομα τὸν δῆμον τὸν
20ἀδυνάστευτον, ἀλλ’ αὐτὸς ἐχειροτόνει τὴν στρατηγίαν νό‐ μιμον οὖσαν. Ἀθήνησι μὲν οὖν καὶ βασιλεύς τις καλούμενος μικρὰ ἔπραττε καὶ ὑπεύθυνος ἦν, εἰς τοὔνομα τοῦ δήμου, οἶμαι, παίζοντος ἅτε ὄντες ἀκρατῶς ἐλεύθεροι· ἀλλ’ ὅγε αὐτοκράτωρ αὐτοῖς οὔτε μόναρχος ἦν, καὶ σπουδαῖον ἦν
25καὶ πρᾶγμα καὶ ὄνομα. πῶς οὖν οὐ σαφὲς τοῦτο τεκμήριον τῆς σώφρονος ἐν τῇ Ῥωμαίων πολιτείᾳ προαιρέσεως, ὅτι καίτοι μοναρχία προδήλως ἀποτελεσθεῖσα, μίσει τῶν τυραν‐ νίδος κακῶν, διευλαβεῖται καὶ φειδομένως ἅπτεται τοῦ βασι‐ λείας ὀνόματος; μοναρχίαν γὰρ διαβάλλει μὲν τυραννίς,
30ζηλωτὴν δὲ ποιεῖ βασιλεία, καὶ Πλάτων αὐτὴν θεῖον ἀγα‐
θὸν ἐν ἀνθρώποις καλεῖ· ὁ δὲ αὐτὸς οὗτος τὸ θείας εἰληχὸς μοίρας ἀξιοῖ πάντη ἄτυφον εἶναι· οὐ γὰρ σκηνοβατῶν οὐδὲ τερατουργῶν ὁ θεός, ἀλλὰ
δι’ ἀψόφου
39
35 βαίνων κελεύθου κατὰ δίκην τὰ θνήτ’ ἄγει, παντί τε ἁπανταχοῦ παρεστάναι τῷ πεφυκότι μετέχειν ἕτοιμος. οὕτως ἀξιῶ τὸν βασιλέα κοινὸν ἀγαθὸν καὶ ἄτυ‐ φον εἶναι. τύραννοι δὲ εἰ θαυματοποιοῦσι κρυπτόμενοί τε καὶ σὺν ἐκπλήξει φαινόμενοι, φθόνος οὐδεὶς χήτει σεμνότη‐
40τος ἀληθινῆς ἐπὶ προσποίησιν καταφεύγειν· τὸν γὰρ οὐδὲν ὑγιὲς ὄντα, καὶ εἰδότα γε τοῦτο, τίς μηχανὴ μὴ οὐχὶ φεύ‐ γειν τὸ ἐμφανές, φεύγοντα καταφρόνησιν; ἀλλ’ ἡλίου τὸ μέχρι τήμερον οὐδείς πω καταπεφρόνηκεν· καίτοι τί συνη‐ θέστερον θέαμα; καὶ βασιλεὺς εἰ τεθάρρηκεν ἀληθινὸς ὢν
45καὶ οὐκ ἐλεγχθησόμενος, ἔστω κοινότατος· οὐδὲν γὰρ ἧττον, εἰ μὴ καὶ μᾶλλον, ἀγαστὸς ἔσται. οὐδὲ τοῦ χωλοῦ βασιλέως, ὃν ἐπαινεῖ Ξενοφῶν ἐν ὅλῳ τῷ συγγράμματι, κατεγέλων οὔτε οὓς ἦγεν οὔτε δι’ ὧν ἦγεν οὔτε ἐφ’ οὓς ἐπορεύετο· καίτοι κατέλυεν οὗτος ἑκάστης πόλεως ἐν τοῖς

17

(50)

δημοσιωτάτοις χωρίοις, ἐν ᾧ πάντα ποιῶν καταφανέστατος ἦν οἷς ἐπιμελὲς τὸν ἡγεμόνα τῆς Σπάρτης ὁρᾶν. ἀλλ’ οὗ‐
τος εἰς τὴν Ἀσίαν τε διαβὰς ὀλίγῳ στρατεύματι, τὸν προσκυνούμενον ἄνθρωπον ὑπὸ τῶν ἀκατονομάστων ἐθνῶν ἐγγὺς ἦλθεν ἀποβιβάσαι τῆς ἀρχῆς· τοῦ μὲν γὰρ φρονή‐40
55ματος ἀπεβίβασε· καὶ ἐπειδὴ τῶν οἴκοι τελῶν καλούντων τὰς ἐν Ἀσίᾳ πράξεις ἀφῄρητο, νίκας Ἑλληνικὰς ἀνῃρεῖτο πολλάς, ὑπὸ μόνου τε ἀνθρώπων ἡττᾶτο μαχόμενος, ὑφ’ οὗ κρατηθῆναι μόνου τῶν ἁπάντων εἰκὸς Ἀγησίλαον καὶ ὑπὲρ εὐτελείας ἀγωνιζόμενον. Ἐπαμεινώνδας ἦν οὗτος,
60ὃν στεφανοῦσαι μὲν αἱ πόλεις ἐκάλουν εὐωχησόμενον, ὁ δὲ φοιτῶν αὐταῖς (οὐ γὰρ ἦν ἄλλως ποιοῦντα μὴ οὐκ αἰτίαν ἔχειν τὸν ἐν ἀξιώματι) δριμέος ὄξους ἐπέπινεν, «Ἵνα,» φησί, «τῆς οἴκοι διαίτης Ἐπαμεινώνδας μὴ ἐπι‐ λάθοιτο.» νεανίσκου δὲ Ἀττικοῦ τῆς μαχαίρας αὐτῷ
65τὴν κώπην ἐπισκώψαντος, ὅτι ξύλου τε φαύλου καὶ ἀκα‐ τέργαστος ἦν, «Οὐκοῦν ὅταν», ἔφη, «μαχώμεθα, τῆς μὲν κώπης οὐ πειράσῃ, τὸν σίδηρον δὲ οὐκ ἐνέσται σοι μέμ‐ ψασθαι». εἰ δὲ βασιλικὸν μὲν τὸ ἄρχειν, ἄρχειν δὲ ὁποίων
δέον κρατεῖν, ἐξ ὧν οἱ κρατεῖν εἰδότες 〈ἐπιτηδεύουσιν〉41
70ἐπιτηδευμάτων καὶ βίων ὁρῶμεν, ὡς οὐκ ἀπὸ τῶν ἐκφύλων τε καὶ σοβαρῶν, ἀλλ’ ἀπὸ τῶν μετρίων τε καὶ σωφρόνων πάντα ἐκ πάντων συναιρεῖται, βασιλείας ἐξοριστέον εἶναι τύφον καὶ πολυτέλειαν, ὡς οὐ μετὸν αὐτῇ τῶν ἀλλοτρίων. καὶ ὁ λόγος ἐκ τούτου προῆκται.

18

Ἐπαναγάγωμεν δὲ ἡμεῖς τε τὸν λόγον εἰς τὴν οἰκείαν ἀρχήν, σύ τε ἐς τὸ ἀρχαῖον πρᾶγμα τὸν βασιλέα· ἀνάγκη γὰρ κεκολασμένων τῶν βίων καὶ σωφροσύνης ἐπαν‐ ελθούσης, συνεπανελθεῖν μὲν αὐτῇ τὰ παλαιὰ καλά, τῶν
5δὲ ἐκ τῆς ἐναντίας μερίδος ἀντιμετάστασιν πάντων γενέ‐ σθαι. καὶ σύ, βασιλεῦ, τῆς ἐπαναγωγῆς τῶν ἀγαθῶν ἄρξαιο, καὶ ἀποδοίης ἡμῖν λειτουργὸν τῆς πολιτείας τὸν βασιλέα· καὶ γὰρ ἐν οἷς ἐσμὲν οὐκέτι οἵα χωρῆσαι ῥᾳθυμία οὐδὲ πρόσω βῆναι· νῦν γὰρ πάντες ἐπὶ ξυροῦ ἵστανται ἀκμῆς,
10καὶ δεῖ θεοῦ καὶ βασιλέως ἐπὶ τὰ πράγματα, τὴν ὠδινο‐ μένην χρόνον ἤδη συχνὸν τῆς Ῥωμαίων ἀρχῆς [τὴν] εἱμαρ‐ μένην προαναιρήσοντος, ἥν, ἅμα συνάπτων τὸ ἑξῆς τοῦ λόγου καὶ τὸν βασιλέα δημιουργῶν, ὃν ἐνήργμην ἄγαλμα πάγκαλον ἱστάναι, δείξω τε σαφῶς ἐγγὺς οὖσαν, ἢν μὴ
15σοφή τε καὶ ἰσχυρὰ βασιλεία κωλύῃ, καί, ἵνα ὁ κωλύων αὐτὸς ᾖς, ἐκ τῶν ἐνόντων συμπαλαμήσομαι. θεὸς δὲ ἀγαθοῖς ἀεί τε καὶ πάντως παραστάτης καὶ ἵλεως.42

19

Πόθεν οὖν ἀπολιπόντες τὰ κοινῇ διαπλαττόμενα τῷ πλαττομένῳ παρὰ τοῦ λόγου βασιλεῖ, γνώμῃ περιηνέ‐ χθημεν εἰς τὰ καθεστῶτα; ἠξίου φιλοσοφία τὸν βασιλέα θαμὰ ὁμιλεῖν στρατιώταις, ἀλλὰ μὴ θαλαμεύεσθαι· τὴν γὰρ
5εὔνοιαν, ἣ μόνη καὶ μάλιστα βασιλέως ἐστὶν ἰσχυρὸν φυλα‐ κτήριον, ἐδίδασκεν ἀπὸ τῆς ὁσημέραι συνηθείας ἀθροίζεσθαι. ποδαποῖς οὖν τὸ γένος οὖσι τοῖς στρατιώταις φιλόσοφος, ἐραστὴς ὢν βασιλέως, ἀξιοῖ καὶ παιδεύειν τὸ σῶμα καὶ συναυλίζεσθαι; ἦ δῆλον ὅτι τοιούτοις, οὓς ἀγροὶ καὶ πόλεις
10καὶ καθάπαξ ἡ βασιλευομένη γῆ δίδωσι προμάχους καὶ καταλέγει φύλακας τῇ πολιτείᾳ τε καὶ τοῖς νόμοις, ὑφ’ ὧν ἐτράφησάν τε καὶ ἐπαιδεύθησαν· οὗτοι γάρ εἰσιν, οὓς καὶ κυσὶν ὁ Πλάτων εἴκαζεν. ἀλλ’ οὔτε τῷ ποιμένι μετὰ κυνῶν τοὺς λύκους τακτέον, κἂν σκύμνοι ποτὲ ἀναιρεθέντες τιθασεύεσθαι
15δόξωσιν, ἢ κακῶς αὐτοῖς πιστεύσει τὴν ποίμνην· ὅταν γάρ τινα ταῖς κυσὶν ἀσθένειαν ἢ ῥᾳθυμίαν ἐνίδωσιν, αὐταῖς τε
καὶ ποίμνῃ καὶ ποιμέσιν ἐπιχειρήσουσιν· οὔτε τῷ νομοθέτῃ δοτέον ὅπλα τοῖς οὐ τεχθεῖσί τε καὶ τραφεῖσιν ἐν τοῖς αὐτοῦ νόμοις· οὐ γὰρ ἔχει παρὰ τῶν τοιούτων οὐδὲν εὐνοίας ἐνέχυ‐43
20ρον. ὡς ἔστιν ἀνδρὸς θαρσαλέου ἢ μάντεως νεότητα πολλὴν ἑτερότροφον ἔθεσιν ἰδίοις χρωμένην ἐν τῇ χώρᾳ τὰ πολέμια μελετῶσαν ὁρῶντα μὴ δεδιέναι· δεῖ γὰρ ἤτοι πάντας αὐτοὺς πιστεῦσαι φιλοσοφεῖν, ἢ τούτου καλῶς ἀπογνόντας οἴεσθαι τὸν Ταντάλου λίθον ὑπὲρ τῆς πολιτείας λεπτοῖς καλωδίοις
25ἠρτῆσθαι. ὡς τότε πρῶτον ἐπιχειρήσουσιν, ὅτε πρῶτον αὐτοῖς οἰήσονται προχωρήσειν τὴν πεῖραν. τούτου μὲν οὖν καὶ ἀκροβολισμοί τινες ἤδη γίνονται καὶ φλεγμαίνει μέρη συχνὰ τῆς ἀρχῆς ὥσπερ σώματος, οὐ δυναμένων αὐτῷ συγκραθῆναι τῶν ἀλλοτρίων εἰς ἁρμονίαν ὑγιεινήν· ἐκκρῖναι δὲ δεῖν τἀλ‐
30λότριον ἀπό τε σωμάτων καὶ πόλεων, ἰατρῶν τε καὶ στρα‐ τηγῶν παῖδες ἂν εἴποιεν. τὸ δὲ μήτε ἀντίπαλον αὐτοῖς κατασκευάζεσθαι δύναμιν καί, ὡς ἐκείνης οἰκείας οὔσης, ἀστρατείαν τε διδόναι πολλοῖς αἰτοῦσι καὶ πρὸς ἄλλοις ἔχειν ἀφιέναι τοὺς ἐν τῇ χώρᾳ, τί ἄλλο ἢ σπευδόντων ἐστὶν εἰς ὄλε‐
35θρον ἀνθρώπων; δέον πρὸ τοῦ Σκύθας δεῦρο σιδηροφοροῦν‐ τας ἀνέχεσθαι, παρά τε τῆς φίλης γεωργίας ἄνδρας αἰτῆσαι τοὺς μαχεσομένους ὑπὲρ αὐτῆς καὶ καταλέγειν εἰς τοσοῦτον,
ἐν ᾧ δὴ καὶ τὸν φιλόσοφον ἀπὸ τοῦ φροντιστηρίου, καὶ τὸν χειροτέχνην ἀπὸ τοῦ βαναυσεῖν ἀναστήσαντες, καὶ ἀπὸ τοῦ44
40πωλητηρίου τὸν ὄντα πρὸς τούτῳ, τόν τε κηφῆνα δῆμον, ὃς ὑπὸ τῆς πάνυ σχολῆς ἐγκαταβιοῖ τοῖς θεάτροις, πείσομέν ποτε καὶ σπουδάσαι, πρὶν ἀπὸ τοῦ γελᾶν ἐπὶ τὸ κλάειν ἀφίκων‐ ται, μήτε τῆς χείρονος αἰδοῦς, μήτε τῆς ἀμείνονος ἐμποδὼν οὔσης τῷ τὴν ἰσχὺν Ῥωμαίοις οἰκείαν γενέσθαι. τέτακται γὰρ
45ὥσπερ ἐν οἴκῳ καὶ πολιτείαις ὁμοίως τὸ μὲν ὑπερασπίζον κατὰ τὸ ἄρρεν, τὸ δὲ εἰς τὴν ἐπιμέλειαν ἐστραμμένον τῶν εἴσω κατὰ τὸ θῆλυ. πῶς οὖν ἀνεκτὸν παρ’ ἡμῖν ἀλλότριον εἶναι τὸ ἄρρεν; πῶς δὲ οὐκ αἴσχιον παραχωρῆσαι τὴν εὐανδροτάτην ἀρχὴν ἑτέροις τῆς ἐν πολέμῳ φιλοτιμίας; ἀλλ’ ἔγωγε, καὶ εἰ

19

(50)

νίκας ὑπὲρ ἡμῶν νικῷεν πολλάς, αἰσχυνοίμην ἂν ὠφελούμενος. ἐκεῖνο μέντοι
γινώσκω φρονέω τε· καὶ γὰρ ἐγγύς ἐστιν ἅπαντος τοῦ νοῦν ἔχοντος, ὡς, ὅταν τὰ λεγόμενα ταῦτα, τὸ ἄρρεν τε καὶ τὸ θῆλυ, μήτε ἀδελφὰ
55τυγχάνῃ μήτε ἄλλως ὁμογενῆ, μικρὰ πρόφασις ἀρκέσει τοὺς ὡπλισμένους τῶν ἀστυπολούντων δεσπότας ἀξιοῦν εἶναι, καὶ μαχήσονταί ποτε ἀπόλεμοι πρὸς τοὺς ἠσκημένους τὸν ἐν ὅπλοις ἀγῶνα. πρὶν οὖν εἰς τοῦτο ἥκειν, ἐφ’ ὃ πρόεισιν ἤδη ἀνακτητέον ἡμῖν τὰ Ῥωμαίων φρονήματα, καὶ συνεθι‐
60στέον αὐτουργεῖν τὰς νίκας, μηδὲ κοινωνίας ἀνεχομένους,
ἀλλ’ ἀπαξιοῦντας ἐν ἁπάσῃ τάξει τὸ βάρβαρον.45

20

Ἀρχῶν δὲ δὴ καὶ πρῶτον ἀπεληλάσθων καὶ τῶν ἐν βουλευτηρίῳ γερῶν ἀποκεκόφθων, οἷς ὑπῆρξεν αἰσχύνη τὰ παρὰ Ῥωμαίοις πάλαι καὶ δοκοῦντα καὶ ὄντα σεμνότατα· ἐπεὶ νῦν γε καὶ τὴν βουλαίαν Θέμιν αὐτὴν, καὶ θεὸν οἶμαι
5τὸν στράτιον ἐγκαλύπτεσθαι, ὅταν ὁ σισυροφόρος ἄνθρωπος ἐξηγῆται χλαμύδας ἐχόντων, καὶ ὅταν ἀποδύς τις ὅπερ ἐνῆπτο κώδιον, περιβάληται τήβεννον, καὶ τοῖς Ῥωμαίων τέλεσι συμφροντίζῃ περὶ τῶν καθεστώτων, προεδρίαν ἔχων παρ’ αὐτόν που τὸν ὕπατον, νομίμων ἀνδρῶν ὀπίσω θα‐
10κούντων. ἀλλ’ οὗτοί γε μικρὸν τοῦ βουλευτερίου προκύψαν‐ τες, αὖθις ἐν τοῖς κωδίοις εἰσί, καί, ὅταν τοῖς ὀπαδοῖς συγγένωνται, τῆς τηβέννου καταγελῶσι, μεθ’ ἧς οὐκ εἶναί φασι ξιφουλκίας εὐμοιρίαν. θαυμάζω δ’ ἔγωγε πολλαχῇ τε ἄλλῃ καὶ οὐχ ἥκιστα ταύτῃ τὴν ἀτοπίαν ἡμῶν· ἅπας γὰρ
15οἶκος ὁ καὶ κατὰ μικρὸν εὖ πράττων Σκυθικὸν ἔχει τὸν δοῦλον, καὶ ὁ τραπεζοποιός, καὶ ὁ περὶ τὸν ἰπνόν, καὶ ὁ
ἀμφορεαφόρος Σκύθης ἐστὶν ἑκάστῳ, τῶν τε ἀκολούθων οἱ τοὺς ὀκλαδίας ἐπὶ τῶν ὤμων ἀνατιθέμενοι, ἐφ’ ᾧ τοῖς ἐωνη‐ μένοις ἐν ταῖς ἀγυιαῖς εἶναι καθίζεσθαι, Σκῦθαι πάντες εἰσίν,46
20ἄνωθεν ἀποδεδειγμένου τοῦ γένους ἐπιτηδείου τε καὶ ἀξιω‐ τάτου δουλεύειν Ῥωμαίοις. τὸ δὲ τοὺς ξανθοὺς τούτους καὶ κομῶντας Εὐβοϊκῶς, παρὰ τοῖς αὐτοῖς ἀνθρώποις ἰδίᾳ μὲν οἰκέτας εἶναι, δημοσίᾳ δὲ ἄρχοντας, ἄηθες ὄν, τῆς θέας γέ‐ νοιτο ἂν τὸ παραδοξότατον, καὶ εἰ μὴ τοῦτό ἐστιν, οὐκ ἂν
25εἰδείην ὁποῖον ἂν εἴη τὸ καλούμενον αἴνιγμα. ἐν Γαλλίᾳ μὲν οὖν Κρῖξος καὶ Σπάρτακος ὁπλοφοροῦντες ἀδόξως, ἵνα θεάτρῳ γένοιντο τοῦ δήμου Ῥωμαίων καθάρσια, ἐπειδὴ δραπετεύσαντες τοῖς νόμοις ἐμνησικάκησαν, τὸν οἰκετικὸν κληθέντα πόλεμον συνεστήσαντο, βαρυσυμφορώτατον ἐν
30τοῖς μάλιστα τῶν τότε Ῥωμαίοις γενόμενον· ἐφ’ οὓς ὑπά‐ των καὶ στρατηγῶν καὶ τῆς Πομπηίου τύχης ἐδέησεν αὐτοῖς, ἐγγὺς ἐλθούσης τῆς πόλεως ἀναρπασθῆναι τῆς γῆς. καίτοι
γε οἱ Σπαρτάκῳ καὶ Κρίξῳ συναποστάντες οὔτε ἐκείνοις οὔτε ἀλλήλοις ἦσαν ὁμόφυλοι, ἀλλ’ ἡ κοινωνία τῆς τύχης,47
35ἐπειλημμένη προφάσεως, ὁμογνώμονας ἐποίει. φύσει γὰρ ἅπαν, οἶμαι, πολέμιον, ὅταν ἐλπίσῃ κρατήσειν τοῦ κυρίου τὸ δοῦλον. ἆρ’ οὖν ὁμοίως ἔχει καὶ παρ’ ἡμῖν; ἢ τῷ παντὶ μεγαλειότερον τὰς ὑποθέσεις τῶν ἀτόπων ἐκτρέφομεν; οὔτε γὰρ δύο ἐστὸν οὔτε ἀτίμω παρ’ ἡμῖν οἱ στάσεως ἂν ἄρξαν‐
40τες, ἀλλὰ στρατεύματα μεγάλα καὶ παλαμναῖα καὶ συγγενῆ τῶν παρ’ ἡμῖν δούλων εἰς τὴν Ῥωμαίων ἡγεμονίαν εἰσηρ‐ ρηκότα κακῇ μοίρᾳ, παρέχεται στρατηγοὺς μάλα ἐν ἀξιώματι παρὰ σφίσιν αὐτοῖς καὶ παρ’ ἡμῖν
ἡμετέρῃ κακίῃ.
45τούτων, ὅταν ἐθέλωσι, πρὸς οἷς ἔχουσι, καὶ τοὺς οἰκέτας ἡγοῦ στρατιώτας εἶναι μάλα ἰταμοὺς καὶ θρασεῖς, ἔργοις ἀνοσιωτέροις τῆς αὐτονομίας ἐμφορησομένους. καθαιρετέον οὖν ἡμῖν τὸν ἐπιτειχισμὸν καὶ τὴν ἔξωθεν αἰτίαν ἐξαιρετέον τῆς νόσου, πρὶν ἀποσημῆναι καὶ τὸ ῥῆγμα τὸ ὕπουλον

20

(50)

πρὶν ἐλεγχθῆναι τὴν τῶν ἐνοικούντων δυσμένειαν. ἀρχόμενά τοι κρατεῖται τὰ κακά, κρατύνεται δὲ προιόντα. καθαρτέον δὲ τῷ βασιλεῖ τὸ στρατόπεδον, ὥσπερ θημῶνα πυρῶν, οὗ ζειάν τε ἐκκρίνομεν καὶ ὅσα παραβλαστάνει, λύμη τῷ γεν‐ ναίῳ τε καὶ γνησίῳ σπέρματι. εἰ δέ σοι δοκῶ τὰ μηκέτι48
55ῥᾴδια συμβουλεύειν, οὐκ ἐννενόηκας, ἀνδρῶν ὁποίων μὲν ὄντι σοι βασιλεῖ, περὶ δὲ ἔθνους ὁποίου τοὺς λόγους ποιοῦ‐ μαι; οὐ Ῥωμαῖοι μὲν περιεγένοντο, ἀφ’ οὗ καὶ τοὔνομα αὐ‐ τῶν εἰς ἀνθρώπους ἠκούσθη, καὶ κρατοῦσιν ἁπάντων, οἷς ξυμμίξειαν, καὶ χειρὶ καὶ γνώμῃ, καὶ τὴν γῆν ἐπῆλθον,
60ὥσπερ Ὅμηρός φησι τοὺς θεούς, ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφέποντες;

21

Σκύθας δὲ τούτους Ἡρόδοτός τέ φησι καὶ ἡμεῖς ὁρῶμεν κατεχομένους ἅπαντας ὑπὸ νόσου θηλείας. οὗτοι γάρ εἰσιν, ἀφ’ ὧν οἱ πανταχοῦ δοῦλοι, οἱ μηδέποτε γῆς ἐγκρατεῖς, δι’ οὓς ἡ Σκυθῶν ἐρημία πεπαροιμίασται, φεύ‐
5γοντες ἀεὶ τὴν οἰκείαν· οὓς ἐξ ἠθέων τῶν σφετέρων, φασὶν οἱ τὰ παλαιὰ παραδόντες, Κιμμέριοί τε ἀνέστησαν πρότε‐ ρον, καὶ αὖθις ἕτεροι, καὶ αἱ γυναῖκές ποτε, καὶ οἱ πατέρες ὑμῶν, καὶ ὁ Μακεδών, ὑφ’ ὧν τῶν μὲν εἰς
τοὺς εἴσω, τῶν δὲ εἰς τοὺς ἔξω προὐχώρησαν· καὶ49
10οὐ παύονταί γε, ἕως ἂν ὦσι τοῖς καταντικρὺ παρὰ τῶν ἐλαυνόντων ἀντιδιδόμενοι, ἀλλ’ ὅταν ἐμπέσωσιν ἄφνω τοῖς οὐ προσδεχομένοις, ἐπὶ χρόνον ταράττουσιν, ὥσπερ Ἀσσυ‐ ρίους πάλαι καὶ Μήδους καὶ Παλαιστίνους. καὶ τὸ νῦν δὴ τοῦτο, παρ’ ἡμᾶς οὐ πολεμησείοντες ἦλθον, ἀλλ’ ἱκετεύ‐
15σοντες, ἐπειδὴ πάλιν ἀνίσταντο· μαλακωτέροις δὲ ἐντυ‐ χόντες, οὐ τοῖς ὅπλοις Ῥωμαίων, ἀλλὰ τοῖς ἤθεσιν, ὥσπερ ἴσως ἔδει πρὸς ἱκέτας, γένος ἀμαθὲς τὸ εἰκὸς ἀπεδίδου, καὶ ἐθρασύνετο, καὶ ἠγνωμόνει τὴν εὐεργεσίαν, ὑπὲρ οὗ πατρὶ τῷ σῷ δίκας ἐπ’ αὐτοὺς ὡπλισμένῳ διδόντες, αὖθις ἦσαν
20οἰκτροὶ καὶ ἱκέται σὺν γυναιξὶν ἐκάθιζον· ὁ δὲ τῷ πολέμῳ νικῶν ἐλέῳ παρὰ πλεῖστον ἡττᾶτο, καὶ ἀνίστη τῆς ἱκετείας, καὶ συμμάχους ἐποίει, καὶ πολιτείας ἠξίου, καὶ μετεδίδου γερῶν, καὶ γῆς τι ἐδάσατο τοῖς παλαμναίοις Ῥωμαϊκῆς, ἀνὴρ τῷ μεγαλόφρονι καὶ γενναίῳ τῆς φύσεως ἐπὶ τὸ
25πρᾶον χρησάμενος. ἀλλ’ ἀρετῆς γε τὸ βάρβαρον οὐ ξυνίησιν. ἀρξάμενοι γὰρ ἐκεῖθεν τὸ μέχρι τοῦδε καταγελῶσιν ἡμῶν, εἰδότες ὧν τε ἦσαν ἄξιοι παρ’ ἡμῶν καὶ ὧν ἠξιώθησαν· τό τε κλέος τοῦτο γείτοσιν αὐτῶν ἤδη τὴν ἐφ’ ἡμᾶς ὡδοποίησεν. καί τινες ἐκφοιτῶσιν ἱπποτοξόται ξένοι παρὰ
30τοὺς ῥᾳδίους ἀνθρώπους φιλοφροσύνην αἰτοῦντες παρά‐ δειγμα ἐκείνους τοὺς χείρους ποιούμενοι· καὶ προβαίνειν
ἔοικε τὸ κακὸν εἰς τὴν καλουμένην ὑπὸ τῶν πολλῶν πειθανάγκην. φιλοσοφίᾳ γὰρ οὐ διενεκτέον ὑπὲρ τῶν ὀνο‐ μάτων, ὑπηρεσίαν τῇ διανοίᾳ ζητούσῃ, κἂν χαμόθεν αὐτὴν50
35εἰς τὰ πράγματα συμπορίζηται τρανήν τε καὶ ἐφαρμόζουσαν. πῶς οὖν οὐ χαλεπὸν ἀναμαχεσαμένους τὸ κλέος,
ἐξελάαν ἐνθένδε κύνας κηρεσσιφορήτους; ἢν ἀκούῃς ἐμοῦ, τὸ χαλεπὸν τοῦτο τὴν πᾶσαν εὐμάρειαν ἔχον φανεῖται, αὐξηθέντων ἡμῖν τῶν καταλόγων· τοῖς δὲ
40καταλόγοις τῶν φρονημάτων καὶ γενομένων οἰκείων τῶν συνταγμάτων, πρόσθες τῇ βασιλείᾳ τὸ γενόμενον ἀπ’ αὐτῆς ἐκλιπές· καὶ Ὅμηρος αὐτὸ καθιέρωσε τοῖς ἀρίστοις· θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων. θυμοῦ οὖν ἐπὶ τοὺς ἄνδρας, καὶ ἢ γεωργήσουσιν ἐξ ἐπιτάγ‐
45ματος, ὥσπερ πάλαι Λακεδαιμονίοις Μεσσήνιοι τὰ ὅπλα καταβαλόντες εἰλώτευον, ἢ φεύξονται τὴν αὐτὴν ὁδὸν αὖθις, τοῖς πέραν τοῦ ποταμοῦ διαγγέλλοντες, ὡς οὐκ ἐκεῖνα ἔτι παρὰ Ῥωμαίοις τὰ μείλιχα· ἀλλ’ ἐξηγεῖταί τις αὐτῶν νέος τε καὶ γενναῖος,

21

(50)

δεινὸς ἀνήρ, τάχα κεν καὶ ἀναίτιον αἰτιόῳτο. Εἶεν· αὕτη μέντοι τροφὴ καὶ παιδεία βασιλέως πο‐ λεμικοῦ. τὸν δὲ εἰρηνικὸν ἑξῆς πολυπραγμονῶμεν.51

22

Εἴη μὲν ὁ πολεμικὸς παντὸς μᾶλλον εἰρηνικός· μόνῳ γὰρ ἔξεστιν εἰρήνην ἄγειν τῷ δυναμένῳ τὸν ἀδι‐ κοῦντα κακῶσαι, καὶ φαίην ἂν ἐγὼ βασιλέα τοῦτον πάντα ἐκ πάντων τὰ εἰς εἰρήνην συγκεκροτῆσθαι, ὅστις οὐκ
5ἐθέλων ἀδικεῖν τοῦ μὴ ἀδικεῖσθαι πεπόρισται δύναμιν· πολεμήσεται γὰρ εἰ μὴ πολεμήσει. ἔστι μὴν εἰρήνη πο‐ λέμου μακαριώτερον, ὅτι καὶ διὰ τὴν εἰρήνην τὰ τοῦ πολέμου παρασκευάζεται· τέλος οὖν ὄν, τῶν δι’ αὐτὸ δικαίως ἂν προτιμῷτο· καλῶς οὖν ἔχει τῷ σώματι τῆς
10ἡγεμονίας διχῇ διαιρεθέντι κατὰ τὸν ὄχλον τὸν ὡπλισμένον καὶ ἄοπλον, ἀνὰ μέρος ἑαυτὸν ἑκάστῳ διδόναι καὶ συνεῖναι μετὰ τοὺς μαχίμους ταῖς πόλεσι καὶ τοῖς δήμοις, οἷς διὰ τῶν μαχίμων ἄδειαν γεωργίας καὶ πολιτείας ἐπορισάμεθα. συνέσται δὲ τοῖς μὲν ἐπιφοιτῶν, ὅσοις οἷόν τε τῶν ἐθνῶν
15καὶ ὅσαις οἷόν τε τῶν πόλεων· εἰς ὃ δὲ μὴ ἀφικνεῖται τοῦ ἀρχομένου, καὶ τούτου δὴ ἐπιμελήσεται τῷ πεφηνότι δυνατῷ καὶ καλλίστῳ τῶν τρόπων.

23

Τὸ δὲ χρῆμα τῶν πρεσβειῶν, ἄλλως τε ἱερὸν
καὶ δεῦρο τοῦ παντὸς ἄξιον, αἷς ὁμιλῶν βασιλεὺς οὐδέν τι μεῖον εἴσεται τῶν ἀγχοῦ τὰ πόρρω οὐδὲ ὄψεως αἰσθήσει τὴν ὑπὲρ τῆς ἀρχῆς προμήθειαν ὁριεῖται, ἀλλὰ καὶ ἐγερεῖ52
5τὸ πεπτωκὸς οὐκ ἰδὼν καὶ ἐπιδώσει τοῖς ἀπορουμένοις τῶν δήμων καὶ ἀνήσει λειτουργιῶν τοὺς πάλαι λειτουρ‐ γίαις πονοῦντας καὶ ὑπισχνούμενον ἐκρήξει, καὶ ὄντα ἀνελεῖ πόλεμον καί τι ἄλλο προδιοικήσεται. ταῦτα παρὰ τῶν πρεσβειῶν ἕξει δίκην θεοῦ
10
πάντ’ ἐφορᾶν καὶ πάντ’ ἐπακούειν, αἷς εὐπρόσοδος ἔστω καὶ πατὴρ ὣς ἤπιος, τοῦτο μὲν ἤδη καὶ γείτοσι καὶ μὴ γείτοσιν. Ὁμήρου γὰρ αὐτὸ καθάπαξ περὶ τοῦ κατ’ αὐτὸν εἰρηνικοῦ βασιλέως λέγοντος ἤκουσα.

24

Καὶ πρῶτόν γε ἐπιτετάχθων καὶ δεδιδάχθων οἱ στρατιῶται φείδεσθαί τε καὶ ἥκιστα λυπηροὶ γίνεσθαι τοῖς ἀστυπόλοις τε καὶ ἀγροδιαίτοις, μεμνημένοι πόνων, οὓς δι’ αὐτοὺς ἀνείλοντο. ἵνα γὰρ σώζηται τὰ πόλεών
5τε καὶ γῆς ἀγαθά, βασιλεύς τε προπολεμεῖ καὶ καταλέγει τοὺς πολεμήσοντας. ὅστις οὖν ἐμοῦ τὸν μὲν ἀλλόφυλον ἐχθρὸν ἀπερύκει, αὐτὸς δὲ οὐ τὰ μέτριά μοι χρῆται, οὗτος
οὐδέν μοι δοκεῖ διαφέρειν κυνός, δι’ αὐτὸ τοῦτο τοὺς λύκους ὡς πορρωτάτω διώκοντος, ἵνα αὐτὸς ἐπὶ σχολῆς53
10κεραΐζοι τὴν ποίμνην, δέον ἀπέχειν τῆς φυλακῆς τὸν μισθὸν τοῦ γάλακτος ἐμφορούμενον. ἀκριβὴς οὖν εἰρήνη, πεπαιδεῦ‐ σθαι τοὺς στρατιώτας τοῖς ἀόπλοις ὡς ἀδελφοῖς χρῆσθαι, μόνα φερομένους ὅσα ἐτάχθησαν.

25

Οὐδὲ τὸ τρύχειν εἰσφοραῖς τὰς πόλεις βασιλι‐ κόν. ἀγαθῷ γὰρ ὄντι ποῦ καὶ δεῖ χρημάτων πολλῶν, οὔτε χαυνότητι γνώμης εἰς ἔργα δαπανηρὰ καθιέντι, [καὶ] ἀντὶ σώφρονος χρείας ἀλαζόνα φιλοτιμίαν πρεσβεύοντι,
5οὔτε μειρακιώδει γνώμῃ καταχαριζομένῳ ταῖς ἐπὶ σκηνῆς παιδιαῖς τοὺς τῶν σπουδαίων ἱδρῶτας, ἀλλ’ οὐδὲ εἰς ἀνάγκην ἀφικνουμένῳ συχνῶν πολέμων, οὓς ὁ Λάκων φησὶν οὐ τεταγμένα σιτεῖσθαι; ἀνεπιβούλευτον γὰρ καὶ ἀνεπιχείρητον ὁ λόγος ἐποίει τὸν ἀγαθόν. συνεσταλμένων
10οὖν αὐτῷ τῶν ἐφ’ ἃ δεῖ, περιττῶν οὐδὲν δεῖ. τούτων ἔξεστι γίνεσθαι ποριστὴν ἀλυπότατον, τὰ μὲν ἀναγκαῖα τῶν ἐλλειμμάτων ἀνιέντα, τὰ δὲ σύμμετρα ταῖς τῶν εἰσ‐
φερόντων δυνάμεσιν ἀγαπῶντα. βασιλεὺς δ’ ἐρασιχρήματος αἰσχίων καπήλου· ὁ μὲν γὰρ ἔνδειαν οἴκου παραμυθεῖ‐54
15ται, τῷ δὲ ἀπροφάσιστος ἡ κακία τῆς γνώμης. ἔγωγέ τοι θαμὰ ἐπισκοπούμενος ἕκαστα τῶν παθῶν, ὁποίους ἡμῖν τοὺς προστετηκότας ἄνδρας παρέχεται, κατιδεῖν ἐμοὶ δοκῶ καὶ τοῖς ἰδιώταις τὸ χρηματιστικὸν τοῦτο φῦλον ὡς ἅπαντος μᾶλλον ἀγεννές τέ ἐστι καὶ κακόηθες καὶ ἀκριβῶς
20ἀνελεύθερον, ἐν μόνῃ τε ἂν τῇ νοσούσῃ πολιτείᾳ χώραν εὑρίσκοι τὴν οὐ παντάπασιν ἄτιμον. οἵ γε καὶ φθάσαντες ὑφ’ αὑτῶν αὐτοὶ κατεφρονήθησαν, ὅτι τῷ βουλήματι τῆς φύσεως ἀντικειμένως διενοήθησαν περὶ τὸ πρῶτον καὶ πολλοστόν· ἐπεὶ τὸ μὲν σῶμα συνέταξεν εἰς ὑπηρεσίαν
25ψυχῆς, τὰ δὲ ἐκτὸς εἰς χρείαν σώματος, τῷ δὲ ὑστέρῳ δέδωκε δεύτερα· οἱ δὲ καὶ σῶμα καὶ ψυχὴν τῷ τρίτῳ συνάπτουσι. σφᾶς οὖν αὐτοὺς ἀτιμάσαντες καὶ τὸ ἐν αὐτοῖς ἡγούμενον δοῦλον ποιήσαντες, τί ἂν ἔθ’ οὗτοι μέγα καὶ σεμνὸν ἢ πράξειαν ἢ βουλεύσειαν; οὓς ἐγὼ καὶ μυρμήκων
30ἀγεννεστέρους ἀποφηνάμενος καὶ μᾶλλον ὀλιγογνώμονας, οὐκ αἰσχύνομαι τὴν ἀλήθειαν· οἱ μὲν γὰρ χρείᾳ ζωῆς με‐ τροῦσι τὸν πόρον, οἱ δὲ τὴν ζωὴν μετρεῖν ἀξιοῦσι τῇ χρείᾳ τοῦ πόρου· ἐλατέον οὖν αὐτοῦ τε καὶ τῶν ἀρχομένων τὴν
χαλεπὴν ταύτην κῆρα, ἵν’ ἀγαθὸς ἀγαθῶν ἄρχῃ, καὶ ζῆλον55
35ἀρετῆς ἀντεισενεκτέον, ἧς αὐτὸς βασιλεὺς καὶ ἀγωνιστὴς καὶ ἀγωνοθέτης γινέσθω. καὶ γὰρ αἰσχρόν, ἔφη τις, δια‐ κοντίζεσθαι μὲν δημοσίᾳ καὶ διαπληκτίζεσθαι καὶ στεφάνους εἶναι τοῖς ταῦτα νικῶσι, μὴ διασωφρονίζεσθαι δὲ μηδένα μηδὲ διαρετίζεσθαι. εἰκὸς δήπου, μᾶλλον δὲ πλέον εἰκότος,
40καὶ ἀνάγκη γε πᾶσα τοιαύτῃ διαθέσει βασιλέως ἑπομένας τὰς πόλεις βίον βιοτεῦσαι τὸν πάλαι, τὸν χρυσοῦν, τὸν ὑμνούμενον, ἀσχολίαν ἐχούσας κακῶν, σχολὴν δὲ ἀγαθῶν καὶ πρώτης τῆς εὐσεβείας, εἰς ἣν ἡγεμὼν αὐτὸς ἔσται βασιλεύς, ἅπαντος ἀρχὴν καὶ μείονος ἔργου καὶ μείζονος
45θεόθεν αἰτῶν. ὡς ἔστι παντὸς δήπου σεμνότερον θέαμά τε καὶ ἄκουσμα βασιλεὺς ἐν τῷ δήμῳ τὼ χεῖρε αἴρων, καὶ προσ‐ κυνῶν τὸν κοινὸν ἑαυτοῦ τε καὶ τοῦ δήμου βασιλέα· λόγον τε ἔχει καὶ τὸ θεῖον γανύσκεσθαι κυδαινόμενον βασι‐ λέως εὐσεβοῦς θεραπείᾳ καὶ ἀρρήτοις συναφαῖς τὸν τοιοῦ‐

25

(50)

τον οἰκειοῦσθαι. κἀντεῦθεν οὖν παρὰ τὸ θεοφιλὴς εἶναι φιλάνθρωπός ἐστι παντὸς μᾶλλον, οἵου τυγχάνει τοῦ βασι‐ λέως, τοιοῦτος τοῖς βασιλευομένοις φαινόμενος. ἀλλ’ ἐν τούτῳ τί οὐκ ἂν εἰκὸς τῶν δεόντων παρεῖναι; καί μοι πάλιν ὁ λόγος ἐπὶ τὰ μικρῷ πρόσθεν ἀνακάμπτει.

26

Χαρακτῆρα βασιλείας εὐεργεσίαν ἐτίθεμεν· τὸν
δωρητικὸν πάλιν, τὸν ἀγαθόν, τὸν ἵλεων, τὰς ὁμωνυμίας ἀναπεμπάζομεν τοῦ θεοῦ. αὐτά τε οὖν ταῦτα καὶ ὅσα μετὰ τούτων ἐλέγετο, πρὶν ἐπαγγείλασθαι πλάττειν τὸν ἐν τῷ56
5λόγῳ βασιλέα, συντετάχθω νῦν εἰς μέρη καὶ πληρούτω τὸ ἄγαλμα. ὧν δή που κεφάλαιον ἦν, ὅτι παρεκτικὸς ὢν ἀγαθῶν οὐ καμεῖται τοῦτο ποιῶν, οὐ μᾶλλον ἢ τὰς ἀκτῖνας ὁ ἥλιος φυτοῖς καὶ ζῴοις δωρούμενος. οὐ γὰρ πόνος αὐτῷ καταλάμπειν, ἐν οὐσίᾳ τὸ λαμπρὸν ἔχοντι καὶ πηγῇ
10φωτὸς ὄντι. αὐτός τε οὖν ἑαυτὸν ἐμβιβάσας τῷ τοιῷδε τῆς ζωῆς εἴδει δι’ ἑαυτοῦ κοσμήσει πᾶν, εἰς ὅσον ἐφικνεῖται τοῦ ἀρχομένου. καὶ τοὺς ἀγχοῦ τῆς καθέδρας, οἳ μόνου μὲν αὐτοῦ δευτερεύουσι τῶν δὲ ἄλλων πρωτεύουσι, τῷ βασιλικῷ τῆς ψυχῆς κόσμῳ συντάξει, ὠφελητικοὺς ἀνθρώ‐
15πων ὄντας πρὸς μέτρον ἕκαστον τῆς νεμηθείσης δυνάμεως. καὶ πρόεισι μὲν ἐπὶ πλεῖον οὕτω τὴν πρώτην ἡ ἐπιμέλεια τῶν ἀνθρώπων, πλεόνων αὐτὴν διὰ χειρὸς ἐχόντων.

27

Ἀλλά τοι δεῖ καὶ ὑπερορίους ἁρμοστὰς ἐκ‐ πέμπειν ἐν ἀρχῆς μεγέθει τοσῷδε. τὸ δὴ μετὰ τοῦτο τοὺς ἐπὶ τῆς δίκης ἄρχοντας φυλοκρινητέον, ὡς ἔστιν αὕτη θεία καὶ μεγαλομερὴς ἡ πρόνοια. ἕκαστον μὲν γὰρ τόπον
5καὶ ἄνδρα καὶ ἀμφισβήτησιν ἐθέλειν εἰδέναι, πολλῆς γε τῆς
ἐκπεριίξεως, καὶ οὐδ’ ἂν Διονύσιος ἤρκεσεν, ὁ νήσου μιᾶς καὶ οὐδὲ ὅλης ταύτης ἀρχὴν καταστησάμενος, ἐπιμελή‐ σασθαι. ἐπιμελητῶν δὲ δι’ ὀλίγων ἔστι τῶν πολλῶν φροντίσαι. ταύτην ἐκάλεσαν θεοπρεπῆ τε καὶ καθολικὴν57
10κηδεμονίαν, ἣν ἐν ἁδρῷ μένουσαν ἤθει καὶ μὴ συγκύπτουσαν ἐπὶ τὰ τυχόντα τῶν μερῶν, οὐδὲ τὰ τυχόντα διαπέφευγε τῶν μερῶν. ταύτῃ χρώμενος ὁ θεὸς οὐκ αὐτὸς ἐκλεπτουργεῖ τῶν δεῦρο τὰ ἕκαστα, ἀλλὰ χρῆται χειρὶ τῇ φύσει, μένων ἐν ἤθει τῷ αὑτοῦ, καὶ ἔστιν αἴτιος μέχρις ἐσχάτου τῶν
15ἀγαθῶν, τῶν αἰτίων γινόμενος αἴτιος. καὶ βασιλεῖ ταύτῃ μετιτέον τῶν ὅλων τὴν ἐπιμέλειαν. διανεμέτω τὴν ἀρχὴν ὡς δυνατὸν ἐπιστάταις δικαιοτάτοις τε καὶ ἀρίστοις· καὶ γὰρ ῥᾷον ὀλίγους ἢ πολλοὺς γνώσεται, καὶ ῥᾷον ὀλίγων ἁμαρτανόντων ἢ κατορθούντων αἰσθήσεται. ἀριστίνδην
20οὖν, ἀλλὰ μὴ πλουτίνδην, ὥσπερ νῦν, ἡ τῶν ἀρξόντων αἵρεσις γινέσθω, ἐπεὶ καὶ ἰατροῖς τὸ σῶμα ἐπιτρέπομεν οὐ τοῖς πλουσιωτάτοις, ἀλλ’ οἵτινες ἂν ὦσι τῆς τέχνης ἐπη‐ βολώτατοι· ἄρχοντα δὲ δὴ καὶ μᾶλλον ἀνθαιρετέον τοῦ πλουσίου τὸν ἔχοντα τὴν ἀρχικὴν ἐπιστήμην, ὅτι πλείω
25παρ’ αὐτὸν κινδυνεύεται χεῖρον ἢ βέλτιον κεῖσθαι. τί γάρ, εἴ τις παρ’ αὐτοῦ τοῦ κακὸς εἶναι πλοῦτον συνείλοχεν, ἆρα
ἄξιον ἄρχειν αὐτόν, ἀλλὰ μὴ τὸν πένητα μέν, νόμιμον δὲ ἄνδρα καὶ δίκαιον, ὃς δι’ αὐτὸ τὸ δίκαιος εἶναι πενίᾳ συνοι‐ κῶν οὐκ αἰσχύνεται; ἀλλ’ ἐκεῖνός τε ὁ πλουτῶν ὁπω‐58
30σοῦν, ἐωνημένος δὲ τὴν ἀρχήν, οὐκ ἂν εἰδείη ὁποῖος ἂν γένοιτο νεμητὴς τοῦ δικαίου. φαίνεται γάρ, ὡς οὕτως εἰπεῖν, οὐ ῥᾷστα ὁ τοιοῦτος ἀδικίαν μισῆσαι, σχολῇ δ’ ἂν ὑπερ‐ ιδεῖν χρημάτων, ἀλλ’ οὐκ ἀποδείξειν τὸ ἀρχεῖον δικῶν πωλητήριον· ὡς οὐκ εἰκός γε αὐτὸν διαράμενον βλοσυροῖς
35ὀφθαλμοῖς ἀντιβλέψαι χρυσίῳ· τοὐναντίον μὲν αἰδεσθῆναί τε καὶ ἐνδοῦναι καὶ τελευτῶντα περιπτύξασθαι, ᾧ καὶ κατ’ αὐτὸ τοῦτο χάριν οἶδεν, ὅτι ἄρα πλούτου μοίρας τὴν πολιτείαν ἠλλάξατο, καὶ ὥσπερ ἄλλο τι τὰς πόλεις μεμίσθωται. οἶδεν οὖν ὅτι διὰ τοῦτο σεμνός τέ ἐστι καὶ
40ὑψοῦ κάθηται, περιβλεπόμενος ὑπὸ πολλοῦ τε ἄλλου λεὼ καὶ τῶν εὖ ἡκόντων δικαίων τε καὶ πενήτων.

28

Ἀλλὰ σύ τοι ποίει ζηλωτὸν ἀρετήν, κἂν πενίᾳ συνῇ· μὴ λανθανέτω σε φρόνησις ἀνδρὸς καὶ δικαιο‐ σύνη καὶ ὁ λοιπὸς ἐσμὸς τῶν ψυχικῶν ἀγαθῶν ἐσθῆτι
φαύλῃ κρυπτόμενος· ἀλλ’ ἕλκειν τε αὐτὸν ἐν μέσῳ, καὶ59
5ἀξιοῦν δημοσιεῦσαι τὴν ἀρετήν, ἣν οὐκ ἄξιον οἰκουρεῖν, ἀλλ’ ὕπαιθρον εἶναι καὶ ἐναγώνιον. εὖ γὰρ ἴσθι, σὺ μὲν ἐκείνους ἐν τῷ παραυτίκα κηρύξεις· ὁ δὲ ἀνακεκηρυγμένος αὐτὸς ἔσῃ διὰ παντός, δεῖγμα δοὺς τῇ διαδοχῇ τοῦ χρόνου βασιλείας εὐδαίμονος. κἂν οὕτω ποιήσῃς, ταχὺ πολλοὺς
10ὄψει πλοῦτον εἰργασμένον αἰσχυνομένους, καὶ ἄλλους ἐγκαλ‐ λωπιζομένους αὐθαιρέτῳ πτωχείᾳ· καὶ μεταπεσοῦνται τοῖς ἀνθρώποις αἱ νῦν περὶ αὐτὸν ὑπολήψεις, τὸ πλοῦτον ἐξευ‐ ρεῖν ὄνειδος εἶναι καὶ ἐν σεμνότητος μοίρᾳ πενίαν τηρῆσαι. ὡς πολλῶν ὄντων ἃ δέδωκεν ὁ θεὸς βασιλείᾳ ζηλωτὰ καὶ
15μακάρια, οὐδενὸς ἧττον εἰ μὴ καὶ παντὸς μᾶλλον ἀγασθείη τις ἂν αὐτῆς καὶ ὑμνήσειε τὴν ἐν ταῖς ψυχαῖς τῶν ἀρχομένων ἰσχύν, ὅτι μετατίθησι βασιλεὺς δόξαν ἤθους ἐγκεκαυμένην ἔθει παλαιῷ καὶ τροφῇ τῇ πρώτῃ, τῷ φαίνεσθαι τἀναντία τιμῶν καὶ περὶ πλείστου ποιούμενος· ὅτῳ γὰρ βασιλεὺς χαίρει,
20τοῦτο εὐθὺς αὔξειν ἀνάγκη καὶ ὑπὸ πλείστων ἐπιτηδεύεσθαι.

29

Ἀλλ’ ἐνταῦθα τοῦ λόγου γενόμενος, ἐθέλω τι καὶ ὑπὲρ τῶν αὐτὸς ἐμαυτοῦ παιδικῶν εὔξασθαι. ἐρα‐
σθείης, ὦ βασιλεῦ, φιλοσοφίας καὶ παιδείας ἀληθινῆς· ἀνάγκη γὰρ ἐκ τῶν εἰρημένων συνεραστάς σοι γενέσθαι πολ‐60
5λούς, ὧν τι καὶ ὄφελος· ἐπεὶ νῦν γε, ὡς ἠμέληται, κίνδυνος ἀποσβῆναι καὶ μετὰ μικρὸν οὐδ’ ἐμπύρευμα λείπεσθαι βου‐ λομένοις ἐναῦσαι. ἆρ’ οὖν ὑπὲρ φιλοσοφίας ηὖγμαι τὰ νῦν; ἢ τῇ μὲν οὐδὲν μεῖον κἂν ἀποικῇ τῶν ἀνθρώπων; ἑστίαν γὰρ ἔχει παρὰ τῷ θεῷ, περὶ ὃν καὶ δεῦρο οὖσα τὰ πολλὰ
10πραγματεύεται, καὶ ὅταν αὐτὴν μὴ χωρῇ κατιοῦσαν ὁ χθόνιος χῶρος, μένει παρὰ τῷ πατρί, πρὸς ἡμᾶς ἐνδίκως ἂν εἰποῦσα τὸ
οὔ τί με ταύτης χρεὼ τιμῆς· φρονέω δὲ τετιμῆσθαι Διὸς αἴσῃ.
15τὰ δὲ ἀνθρώπινα πράγματα, παρούσης τε αὐτῆς καὶ ἀπού‐ σης, χείρω καὶ βελτίω καὶ παντελῶς εὐδαίμονα καὶ κακοδαίμονα γίνεται. ὑπὲρ τούτων οὖν, καὶ ὑπὲρ φιλο‐ σοφίας ηὖγμαι. καὶ εἴη γε τυχεῖν τῆς εὐχῆς, ἣν Πλάτων εὐξάμενος οὐκ εὐτύχησεν. ἴδοιμί σε τῇ βασιλείᾳ προσει‐
20ληφότα φιλοσοφίαν, καὶ οὐκέτι ἄν μου πρόσω τις λέγοντός τι περὶ βασιλείας ἀκούσεται. ἀλλ’ ὥρα γὰρ ἤδη σιγᾶν, ὡς ἑνὶ τούτῳ πάντα συνῄρηκα. κἂν γένηται τοῦτο, δέδωκά
σοι ὅπερ ἀρχόμενος ᾔτησα, λόγῳ μὲν αὐτὸς ὑποσχόμενος ἀνδριάντα βασιλέως σοι δεῖξαι. καὶ γάρ ἐστι λόγος ὄντως61
25ἔργου σκιή· παρὰ σοῦ δὲ αὐτὸν ἀντῄτουν ἔμβιον ἀπολα‐ βεῖν καὶ κινούμενον. καὶ ὄψομαί γε οὐκ εἰς μακράν, καὶ ἀποδώσεις μοι τοῦ βασιλέως τὸ ἔργον, εἰ μὴ θυραυλήσουσιν οἱ λόγοι περὶ τὰ ὦτα, ἀλλ’ εἰσρυήσονταί τε καὶ τοῖς μυχοῖς τῆς ψυχῆς ἐνδιαιτήσονται. οὐ μὴν ἀθεεὶ πείθομαι
30φιλοσοφίαν ἐπὶ τὴν παραίνεσιν ἐξωρμῆσθαι σὺν σπουδῇ τῷ θεῷ προθυμουμένῳ τὰ σὰ αὔξειν, ὡς εἰκάσαι ῥᾴδιον. ἐγὼ δ’ ἂν δίκαιος εἴην ἀπολαῦσαι πρῶτος τῶν ἐμαυτοῦ σπερμάτων τῆς βλάστης, οἷόν σε πλάττω βασιλέα, τοιού‐ του πειρώμενος, ὅταν περὶ ὧν αἱ πόλεις αἰτοῦσι παρέχω
35λόγον καὶ δέχωμαι.62