TLG 2006 001 :: SYNESIUS :: Epistulae

SYNESIUS Phil., Episcopus
(Cyrenensis: A.D. 4–5)

Epistulae

Source: Hercher, R. (ed.), Epistolographi Graeci. Paris: Didot, 1873 (repr. Amsterdam: Hakkert, 1965): 638–739.

Citation: Epistle — (line)

1

(t)

Νικάνδρῳ.
1 Παῖδας ἐγὼ λόγους ἐγεννησάμην, τοὺς μὲν ἀπὸ τῆς σεμνοτάτης φιλοσοφίας καὶ τῆς συννάου ταύτῃ ποιητικῆς, τοὺς δὲ ἀπὸ τῆς πανδήμου ῥητορικῆς. ἀλλ’ ἐπιγνοίη τις ἂν ὅτι πατρός εἰσιν ἑνὸς ἅπαντες,
5νῦν μὲν εἰς σπουδὴν νῦν δὲ εἰς ἡδονὴν ἀποκλίναντος. ὁ δὴ παρὼν οὗτος λόγος ἧστινος μέν ἐστι μερίδος, ἀπὸ τῆς ὑποσχέσεως αὑτοῦ κατερεῖ· παρ’ ἐμοῦ δὲ οὕτως ἠγαπήθη διαφερόντως, ὡς ἥδιστ’ ἂν αὐτὸν εἰσποιήσαιμι φιλοσοφίᾳ καὶ τοῖς γνησίοις ἐγκρίναιμι. ἀλλὰ τοῦτο μὲν
10οὔ φασιν ἐπιτρέψειν οὐδὲ οἱ νόμοι τῆς πολιτείας, δει‐ νοὶ γάρ εἰσιν εὐγενείας προστάται· ἔχει δὲ κέρ‐ δος ὅ τι ἂν αὐτῷ λάθρᾳ χαρίσωμαι, καὶ πολλὰ τῆς σπου‐ δαίας μερίδος εἰς αὐτὸν εἰσήνεγκα. ἂν μὲν οὖν καὶ σοὶ δοκῇ, κοίνωσαι τὸν λόγον τοῖς Ἕλλησιν, ἀποψηφι‐
15σθεὶς δὲ ἐπανίτω παρὰ τὸν πέμψαντα· τὰς πιθή‐ κους γάρ φασιν, ἐπειδὰν τέκωσιν, ὥσπερ ἀγάλμασιν ἐνατενίζειν τοῖς βρέφεσιν, ἀγαμένας τοῦ κάλλους (οὕ‐ τως ἐστὶν ἡ φύσις φιλότεκνον), τὰ δὲ ἀλλήλων ὁρῶ‐ σιν ἅπερ ἔστι, πιθήκων παιδία. ἑτέροις οὖν ἐπιτρε‐
20πτέον ἐξετάζειν τὰ ἔκγονα· αἱ γὰρ εὔνοιαι δειναὶ δεκάσαι τὰς κρίσεις. διὰ τοῦτο Λύσιππος Ἀπελλῆν εἰς τὰς γραφὰς εἰσῆγε, καὶ Λύσιππον Ἀπελλῆς.

2

(t)

Ἰωάννῃ.
1 Ἀφοβία μεγίστη τὸ φοβεῖσθαι τοὺς νόμους, σὺ δὲ αὐτοὺς ᾐσχύνθης ἀεὶ φανῆναι φοβούμενος. τοιγαροῦν δέδιθι τοὺς ἐχθρούς, καὶ μετὰ τούτων τοὺς δικαστάς, ἂν μὴ κλέπτωσι. κἂν κλέπτωσι μέν, μὴ σὺ δὲ ᾖς ὁ
5τὰ πλείω διδούς, οὐδὲν ἧττον εὐλαβητέον· ὀργίζονται γὰρ ὑπὲρ τῶν νόμων, ὅταν καὶ μισθοδότην προσλά‐ βωσιν.

3

(t)

Τῷ ἀδελφῷ Εὐοπτίῳ.
1 Τρίτη μὲν ἦν Αἰσχίνῃ κειμένῳ, ἡ δὲ ἀδελφιδῆ τότε πρῶτον ἧκεν ἐπὶ τὸν τάφον· οὐ γὰρ οἶμαι νομίζεται νυμφευτρίαις βαδίζειν ἐπ’ ἐκφοράν. ἀλλ’ ἐν φοινικίδι καὶ τότε, καὶ διαφανὴς ὁ κεκρύφαλος, καὶ χρυσία
5καὶ λίθους ἐξήρτητό τε καὶ περιέκειτο, ἵνα μὴ τῷ νυμ‐ φίῳ σύμβολος ἀπαίσιος γένηται. καθεζομένη οὖν
ἐπ’ ἀμφικνεφάλου καθέδρας φασὶν ἀργυρόποδος πολλὰ κατεμέμφετο τὴν ἀκαιρίαν τῆς συμφορᾶς, ὡς ἢ πρό‐ τερον ἐχρῆν ἢ μετὰ τοὺς γάμους ἀποθανεῖν, καὶ πρὸς638
10ἡμᾶς ἐφ’ οἷς ἐδυστυχοῦμεν ἐμήνιε. μόλις δ’ οὖν πε‐ ριμείνασα τὴν ἑβδόμην, καθ’ ἣν ἡμεῖς εἱστιάκειμεν τὸ δεῖπνον τὸ ἐπιτάφιον, ἑαυτήν τε καὶ τὴν φλήναφον γραῦν τὴν τιτθίδα ἐπὶ τὸ ζεῦγος ἀναβιβασαμένη τὸ ὀρικόν, πληθούσης ἀγορᾶς, ἅπασι τοῖς παρασήμοις
15ἐπόμπευσεν εὐθὺ Τευχείρων ἐλαύνουσα· μέλλει γὰρ εἰς τὴν ἐπιοῦσαν ἑβδόμην ταινιώσεσθαί τε καὶ πυργο‐ φόρος καθάπερ ἡ Κυβέλη περιελεύσεσθαι. τούτοις ἡμεῖς μὲν οὐδὲν ἀδικούμεθα, πλὴν τοῦ καταφανεῖς γεγονέναι λίαν ἀναισθήτους ἔχοντες συγγενεῖς· ὁ δὲ
20ἀδικούμενος Ἁρμόνιός ἐστιν ὁ τοῦ θυρωροῦ πατήρ, ὡς ἂν εἴποι Σαπφώ, τὰ μὲν ἄλλα σώφρων καὶ μέτριος ἐν τῷ καθ’ ἑαυτὸν βίῳ γενόμενος, ἀλλ’ ὑπὲρ εὐ‐ γενείας ἀμφισβητῶν τῷ Κέκροπι διετέλεσε. τούτου τοῦ πλέον ἢ Κέκροπος τὴν θυγατριδῆν ὁ θεῖος Ἡρώ‐
25δης καὶ θυρωρὸς εἰς Σωσίας τε καὶ Τιβίους ἀπέδοτο, πλὴν εἰ μή τι λέγουσιν ὅσοι καὶ τὸν νυμφίον ἡμῖν μη‐ τρόθεν ἀποσεμνύνουσι, γενεαλογοῦντες αὐτὸν ἀπὸ τῆς ἐν φήμῃ Λαΐδος. ἡ γὰρ Λαΐς, ἔφη τις ἤδη λογογρά‐ φος, ἀνδράποδον ἦν Ὑκκαρικὸν ἐκ Σικελίας ἐωνημέ‐
30νον, ὅθεν ἡ καλλίπαις ἡ τεκοῦσα τὸν περιβόητον. καὶ αὐτὴ πάλαι μὲν ἐπαλλακεύετο ναυκλήρῳ δεσπότῃ, ἔπειτα μέντοι ῥήτορι, καὶ τούτῳ δεσπότῃ· τρίτῳ μετ’ ἐκείνους ὁμοδούλῳ, καὶ λάθρᾳ τῇ πόλει, ἔπειτα λαμ‐ πρῶς τῇ πόλει, καὶ προύστη τῆς τέχνης. ἧς ἐπειδὴ
35τὴν ἐργασίαν ὑπὸ χαλαρᾷ ῥυτίδι κατέλυσε, τὰς ἐν ἡλικίᾳ παιδοτριβεῖ καὶ τοῖς ξένοις ἀντικαθίστησιν. ὁ γὰρ υἱὸς ὁ ῥήτωρ ἀφεῖσθαί φησι τῆς ἀνάγκης τοῦ νόμου μητέρα τρέφειν ἑταίραν. ἄπαγε τοῦ νόμου· τοῖς γὰρ οὕτω γεγονόσιν ἀποδέδεικται μὲν ἡ μήτηρ,
40ὁ δὲ λοιπὸς τῶν γονέων ἀμφισβητήσιμος. ὅσον οὖν ἀμφοτέροις παρὰ τῶν εὖ γεγονότων ὀφείλεται, τοῦτο πᾶν ἥκειν ἔδει παρὰ τῶν ἀπατόρων εἰς τὰς μητέρας.

4

(t)

Τῷ αὐτῷ.
1 Λύσαντες ἐν Βενδιδείου πρὸ δείλης ἑῴας, μόλις ὑπὲρ μεσοῦσαν ἡμέραν τὸν Φάριον Μύρμηκα παρηλ‐ λάξαμεν, δίς που καὶ τρὶς ἐνσχεθείσης τῆς νεὼς τῷ τοῦ λιμένος ἐδάφει. εὐθὺς μὲν οὖν καὶ τοῦτο πονηρὸς
5οἰωνὸς ἐδόκει, καὶ σοφὸν ἦν ἀποβῆναι νεὼς ἐκ πρώτης ἀφετηρίας οὐκ εὐτυχοῦς· ἀλλὰ φυγεῖν παρ’ ὑμῖν ἔγ‐ κλημα δειλίας ᾐσχύνθημεν, καὶ διὰ τοῦτο οὔπως ἔτι ἔσκεν ὑποτρέσαι οὐδ’ ἀναδῦναι. ὥστε κἂν εἴ τι συμβαίη, δι’ ὑμᾶς ἀπολούμεθα. καίτοι τί
10δεινὸν ἦν ὑμᾶς τε γελᾶν καὶ ἡμᾶς ἔξω κινδύνων ἑστά‐ ναι; ἀλλὰ τῷ Ἐπιμηθεῖ, φασί,
τὸ μὲν μέλειν οὐκ ἦν, τὸ μεταμέλειν δ’ ἐνῆν, ὥσπερ ἡμῖν· τότε γὰρ ἐξὸν σώζεσθαι, νῦν πρὸς ἐρή‐ μοις ἀκταῖς συναυλίαν ὀλοφυρόμεθα, καὶ πρὸς
15Ἀλεξάνδρειαν ὁρῶντες ὡς οἷόν τε, καὶ πρὸς τὴν μη‐ τέρα Κυρήνην, ὧν τὴν μὲν ἔχοντες ἀπελίπομεν, τὴν δὲ εὑρεῖν οὐ δυνάμεθα, ἰδόντες τε καὶ παθόντες ἃ μηδὲ ὄναρ ἠλπίσαμεν. ἄκουε γάρ, ἵνα μηδὲ σὺ πάνυ χαί‐ ρειν σχολάζῃς καὶ πρῶτόν γ’ ὅπως ἡμῖν εἶχε τὰ τοῦ639
20πληρώματος. ὁ μὲν ναύκληρος ἐθανάτα κατάχρεως ὤν· ναυτῶν δὲ ὄντων δυοκαίδεκα τῶν πάντων (τρισ‐ καιδέκατος γὰρ ὁ κυβερνήτης ἦν) ὑπὲρ ἥμισυ μὲν καὶ ὁ κυβερνήτης ἦσαν Ἰουδαῖοι, γένος ἔκσπονδον καὶ εὐ‐ σεβεῖν ἀναπεπεισμένον ἢν ὅτι πλείστους ἄνδρας Ἕλ‐
25ληνας ἀποθανεῖν αἴτιοι γένωνται· τὸ δὲ λοιπὸν ἀγε‐ λαῖοι γεωργοί, πέρυσιν οὔπω κώπης ἡμμένοι. κοινῇ δὲ οὗτοί τε κἀκεῖνοι πεπηρωμένοι πάντως ἕν γέ τι μέρος τοῦ σώματος. τοιγαροῦν ἕως οὐδὲν ἡμῖν δεινὸν ἦν, ἐκομψεύοντο καὶ ἐκάλουν ἀλλήλους οὐκ ἀπὸ τῶν ὀνο‐
30μάτων ἀλλ’ ἀπὸ τῶν ἀτυχημάτων, ὁ χωλός, ὁ κηλή‐ της, ὁ ἀριστερόχειρ, ὁ παραβλώψ. ἕκαστος ἕν γέ τι εἶχε τοὐπίσημον. καὶ ἡμῖν τὸ τοιοῦτον οὐ μετρίαν πα‐ ρεῖχε τὴν διατριβήν· ἐν τῇ χρείᾳ δὲ οὐκέτι γέλως ἦν, ἀλλ’ ἐπὶ τούτοι, αὐτοῖς ἀποιμώζομεν, ὄντες ἐπιβάται
35πλεῖν ἢ πεντήκοντα, τριτημόριόν που μάλιστα γυναῖ‐ κες, αἱ πλείους νέαι καὶ ἀγαθαὶ τὰς ὄψεις. ἀλλὰ μὴ φθόνει, παραπέτασμα γὰρ ἡμᾶς ἀπετείχιζε, καὶ τοῦτο ἐρρωμενέστατον, οὐ πάλαι διερρωγότος ἱστίου τεμά‐ χιον, σωφρονοῦσιν ἀνθρώποις τὸ τεῖχος τὸ Σεμιρά‐
40μιδος. ἴσως δὲ κἂν ὁ Πρίαπος ἐσωφρόνησεν Ἀμα‐ ράντῳ συμπλέων· ὡς οὐκ ἔστιν ὁπότε ἡμᾶς σχολάζειν εἴασεν ἀπὸ τοῦ δεδιέναι τὸν ἔσχατον κίνδυνον, ὅστις πρῶτον μὲν ἐπειδὴ τὸν παρ’ ὑμῖν τοῦ Ποσειδῶνος νεὼν περιεκάμψαμεν, ἄρας ὅλοις ἱστίοις ἠξίου πλεῖν εὐθὺ
45Ταφοσίριδος, καὶ ἀπεπειρᾶτο τῆς Σκύλλης, ἣν ἐν τοῖς γραμματείοις ἀποτροπιαζόμεθα. συννενοηκότων δὲ ἡμῶν καὶ ἀνακεκραγότων οὐ πρὶν ἢ ἐν χρῷ γενέσθαι τοῦ κινδύνου, μόλις ἐκβιασθεὶς ἀπέστη τοῦ διαναυμα‐ χῆσαι πρὸς τὰς σπιλάδας. ἐντεῦθεν ἀποστρέψας τὴν

4

(50)

ναῦν ὥσπερ ἐκ μετανοίας ἐπαφίησι τῷ πελάγει, τέως μὲν ὡς ἐδύνατο καὶ πρὸς κῦμα παραβαλλόμενος, ἔπειτα δὲ καὶ νότος συνεπιλαμβάνει λαμπρός, ὑφ’ οὗ ταχὺ μὲν τὴν γῆν ἀπεκρύπτομεν, ταχὺ δὲ μετὰ τῶν ὁλκάδων ἦμεν τῶν διαρμένων, αἷς οὐδὲν ἔδει Λιβύης
55τῆς καθ’ ἡμᾶς, ἀλλὰ πλοῦν ἕτερον ἔπλεον. σχετλια‐ ζόντων δὲ ἡμῶν καὶ ἐν δεινῷ ποιουμένων τὸ ἀπηρτῆ‐ σθαι τοσοῦτον τῆς γῆς, ὁ Ἰαπετὸς Ἀμάραντος ἐπὶ τῶν ἰκρίων ἑστὼς ἐτραγῴδει τὰς παλαμναιοτάτας ἀράς. «οὐ γὰρ δὴ πτησόμεθα» ἔφη· «ὑμῖν δὲ πῶς ἄν τις
60καὶ χρήσαιτο, οἳ καὶ τὴν γῆν καὶ τὴν θάλατταν ὑποπτεύετε;» «οὔκ, ἤν γέ τις αὐταῖς χρῆται καλῶς, ὦ λῷστε Ἀμάραντε» πρὸς αὐτὸν ἔφην. «ἡμῖν δὲ οὐδὲ Ταφοσίριδος ἔδει· ζῆν γὰρ ἔδει. καὶ νῦν τοῦ πελά‐ γους τί δεῖ; ἀλλὰ πλέωμεν» ἔφην «εὐθὺ Πενταπό‐
65λεως, ἀπέχοντες τῆς γῆς ὅσον μέτριον, ἵν’ εἴ τι καὶ χαλεπόν, οἷα δὴ τὰ τῆς θαλάττης (ἄδηλον δὲ δήπου καὶ ἔστι καὶ παρ’ ὑμῖν λέγεται), λιμήν τις ἡμᾶς ἐκ τοῦ σχεδὸν ὑποδέξηται». οὔκουν ἔπειθον λέγων, ἀλλ’ ἐξε‐
κεκώφητο τὸ κάθαρμα, ἕως ἄνεμος ἀπαρκτίας ἐπα‐640
70ράσσει πολύς, κῦμα ἐλαύνων ὑψηλὸν καὶ τραχύ. οὗτος ἄφνω προσπεσὼν τὸ ἱστίον ἔμπαλιν ὤθησε καὶ τὰ κυρτὰ κοῖλα πεποίηκεν, ἡ δὲ ναῦς ἐγγὺς ἦλθεν ἐπὶ πρύμναν ἀνατετράφθαι. μόλις δ’ οὖν αὐτὴν κατε‐ στήσαμεν, καὶ ὁ βαρύστονος Ἀμάραντος «τοιοῦτον»
75ἔφη «τὸ ναυτίλλεσθαι τέχνῃ», προσδέχεσθαι γὰρ αὐ‐ τὸς πάλαι τὸν ἐκ πελάγους ἄνεμον, καὶ διὰ τοῦτο με‐ τέωρος πλεῖν. κατιέναι γὰρ νῦν ἐγκάρσιος, ἐνδιδόν‐ τος τοῦ διαστήματος προστιθέναι τῷ μήκει. τοιοῦτον δὲ εἶναι τὸν πλοῦν τὸν ἡμέτερον οὐκ ἂν εἴ γε παρὰ τὰς
80ἀκτὰς ἐπλέομεν· προσαναπεπλάσθαι γὰρ ἂν τῇ γῇ. καὶ ἡμεῖς ἀπεδεχόμεθα λέγοντος ἕως ἡμέρα τε ἦν καὶ τὰ δεινὰ οὔπω παρῆν· ἤρξατο γὰρ δὴ μετὰ τῆς νυ‐ κτός, ἀεὶ προϊόντος ἐπὶ μεῖζον τοῦ κλύδωνος. Ἡμέρα μὲν ἦν ἥντινα ἄγουσιν οἱ Ἰουδαῖοι πα‐
85ρασκευήν· τὴν δὲ νύκτα τῇ μετ’ αὐτὴν ἡμέρᾳ λογίζον‐ ται, καθ’ ἣν οὐδενὶ θέμις ἐστὶν ἐνεργὸν ἔχειν τὴν χεῖρα, ἀλλὰ τιμῶντες διαφερόντως αὐτὴν ἄγουσιν ἀπραξίαν. μεθῆκεν οὖν ἐκ τῶν χειρῶν ὁ κυβερνήτης τὸ πηδάλιον, ἐπειδὴ τὸν ἥλιον εἴκασεν ἀπολελοιπέναι
90τὴν γῆν, καὶ καταβαλὼν ἑαυτὸν
πατεῖν παρεῖχε τῷ θέλοντι ναυτίλων. ἡμεῖς δὲ τὴν μὲν οὖσαν αἰτίαν οὐκ εὐθὺς ἐπὶ νοῦν ἐβαλλόμεθα, ἀπόγνωσιν δὲ τὸ πρᾶγμα οἰόμενοι, προσ‐ ήειμεν ἐλιπαροῦμεν μὴ καταπροέσθαι μηδέπω
95τὰς ἐσχάτας ἐλπίδας· καὶ γὰρ δὴ καὶ ἐπεῖχον αἱ τρι‐ κυμίαι, τοῦ πελάγους καὶ πρὸς ἑαυτὸ στασιάσαντος. γίνεται δὲ τὸ τοιοῦτον ὅταν μὴ τῷ λήξαντι πνεύματι καὶ τὰ παρ’ αὐτοῦ συναναπαύσηται κύματα, ἀλλ’ ἰ‐ σχῦον ἔχοντα τὸ ἐνδόσιμον τῆς κινήσεως ὑπαντιάζῃ τῇ

4

(100)

τοῦ πνεύματος ἐπικρατείᾳ, καὶ ἀντεμβάλλῃ ταῖς ἐμβολαῖς. ἔδει γάρ μοι καὶ φλεγμαινόντων ὀνομά‐ των, ἵνα μὴ τὰ μεγάλα κακὰ σμικροπρεπέστερον διη‐ γήσωμαι. τοῖς οὖν ἐν τῷ τοιῷδε πλέουσιν ἀπὸ λε‐ πτοῦ φασὶ μίτου τὸ ζῆν ἠρτῆσθαι. εἰ δὲ καὶ ὁ κυβερ‐
105νήτης νομοδιδάσκαλος εἴη, τίνα δεῖ ψυχὴν ἔχειν; ἐπεὶ δ’ οὖν συνήκαμεν τὸν νοῦν τῆς ἀπολείψεως τῶν πηδαλίων (δεομένων γὰρ ἡμῶν σώζειν τὴν ναῦν ἐκ τῶν ἐνόντων τὸ βιβλίον ἐπανεγίνωσκε), πειθοῦς ἀπογ‐ νόντες ἀνάγκην ἤδη προσήγομεν. καί τις στρατιώτης
110γεννάδας (συμπλέουσι δὲ ἡμῖν Ἀράβιοι συχνοὶ τῶν ἀπὸ τοῦ τάγματος τῶν ἱππέων) τὸ ξίφος σπασάμενος ἠπείλησε τἀνθρώπῳ τὴν κεφαλὴν ἀποκόψειν, εἰ μὴ ἀντιλήψεται τοῦ σκάφους, ὁ δὲ αὐτόχρημα Μακκα‐ βαῖος οἷος ἦν ἐγκαρτερῆσαι τῷ δόγματι. μεσούσης δὲ
115ἤδη τῆς νυκτὸς ἀναπείθεται παρ’ ἑαυτοῦ πρὸς τῇ καθέδρᾳ γενέσθαι. «νῦν γάρ» φησίν «ὁ νόμος ἐφίησιν, ἐπειδὴ νῦν σαφῶς τὸν ὑπὲρ τῆς ψυχῆς θέομεν.» πρὸς τοῦτο αἴρεται θόρυβος ἐξ ἀρχῆς, ἀνδρῶν οἰμωγή, γυναικῶν ὀλολυγή· ἅπαντες ἐθεοκλύτουν ἐποτνιῶντο,
120τῶν φιλτάτων ὑπεμιμνήσκοντο. μόνος Ἀμάραντος εὔθυ‐ μος ἦν, ὡς αὐτίκα περιγράψων τοὺς δανειστάς. ἐμὲ
δὲ ἐν τοῖς δεινοῖς (ὄμνυμί σοι θεὸν ὃν φιλοσοφία πρε‐ σβεύει) τὸ Ὁμηρικὸν ἔθραττεν ἐκεῖνο, μὴ ἄρα ἀληθὲς εἴη τὸν καθ’ ὕδατος θάνατον ὄλεθρον εἶναι καὶ αὐτῆς641
125τῆς ψυχῆς. λέγει γὰρ ἔστιν ὅπου τῶν ἐπῶν
Αἴας δ’ ἐξαπόλωλεν, ἐπεὶ πίεν ἁλμυρὸν ὕδωρ, τὸν ἐν θαλάττῃ θάνατον ἀκριβεστάτην ἀπώλειαν εἶναι τιθέμενος. οὐδένα γοῦν ἄλλον ἐξαπολωλέναι φησίν, ἀλλ’ ἕκαστος ἀποθνήσκων ἄιδόσδε βεβήκει.
130ταῦτ’ ἄρα καὶ ἐν δυοῖν νεκύαιν ὁ μικρὸς Αἴας οὐδα‐ μοῦ τοῦ δράματος εἰσενήνεκται, ὡς τῆς ψυχῆς οὐκ οὔσης ἐν ᾅδου· καὶ Ἀχιλλεύς, ἀνὴρ εὐψυχότατός τε καὶ φιλοκινδυνότατος, ἀποδειλιᾷ πρὸς τὸν ἐν ὕδατι θάνατον, ὅν γε καὶ λευγαλέον καλεῖ.
135 Τούτους ἑλίττων τοὺς λογισμοὺς ὁρῶ τοὺς στρα‐ τιώτας ἅπαντας ἐσπασμένους τὰς μαχαίρας, καὶ πυ‐ θόμενος ἐμάνθανον παρ’ αὐτῶν ὡς καλὸν ἐπὶ τοῦ κα‐ ταστρώματος ὄντας ἔτι πρὸς τὸν ἀέρα τὴν ψυχὴν ἐρυγεῖν, ἀλλὰ μὴ πρὸς κῦμα χανόντας. τούτους αὐ‐
140τοφυεῖς Ὁμηρίδας ἐνόμισα καὶ ἐθέμην τῷ δόγματι. εἶτα κηρύττει τις ἐξαρτᾶσθαι χρυσίον οἷς ἐστί· καὶ οἷς ἦν ἐξήρτητο, καὶ χρυσίον καὶ ὅ τι ἄξιον χρυσίου. καὶ αἱ γυναῖκες αὐταί τε ἐσκευάζοντο καὶ τοῖς δεο‐ μένοις ἁρπεδόνας διένεμον, πάλαι καταδεδειγμένον τοῦτο
145ποιεῖν, νοῦν δὲ ἔχει τοιοῦτον. φέρειν δεῖ τιμὴν ἐντά‐ φιον τὸν ἐκ ναυαγίου νεκρόν. ὁ γὰρ προστυχὼν καὶ κερδάνας νόμους Ἀδραστείας αἰδέσεται, μὴ οὐχὶ μι‐ κρόν τι μέρος ἀποδάσασθαι τῷ χαρισαμένῳ τὸ πολ‐ λαπλάσιον. καὶ οἳ μὲν ἦσαν πρὸς τούτοις, ἐγὼ δὲ

4

(150)

παρακαθήμενος τὸ παλαμναῖον βαλάντιον, τὴν παρα‐ καταθήκην τοῦ ξένου, ἔκλαον, ὡς οἶδεν ὁ Ξένιος, οὐκ εἰ τεθνηξοίμην, ἀλλ’ εἰ ὁ Θρᾲξ ἀποστερήσοιτο τῶν χρημάτων, ὃν καὶ ἀποθανὼν ἂν ᾐσχυνόμην. ἐνταῦθα μέν γε τὸ ἐξαπολωλέναι κέρδος ἦν καὶ συναπολωλέναι
155καὶ ἀποδρᾶναι τὴν αἴσθησιν. ὃ δὲ ἐποίει παρὰ πό‐ δας τὸν κίνδυνον, οὐχ ἕτερον ἦν ἀλλ’ ὅτι πᾶσιν ἱστίοις ἡ ναῦς ἐφέρετο, ὑποτεμέσθαι δὲ οὐκ ἦν, ἀλλὰ πολλά‐ κις ἐπιχειρήσαντες τοῖς καλωδίοις ἀπηγορεύκειμεν, τῶν τροχῶν ἐνδακόντων, καὶ ὑφώρμει δέος οὐκ ἔλατ‐
160τον, εἰ καὶ διαγενοίμεθα ἐκ τοῦ κλύδωνος, οὕτως ἔχον‐ τας ἐν νυκτὶ πελάζειν τῇ γῇ. φθάνει δὲ ἡμέρα, καὶ ὁρῶμεν τὸν ἥλιον ὡς οὐκ οἶδ’ εἴ ποτε ἥδιον. τὸ δὲ πνεῦμα ῥᾷον ἐγίνετο τῆς ἀλέας ἐπιδιδούσης, καὶ ἡ δρόσος ἐξισταμένη παρεῖχεν ἡμῖν κεχρῆσθαι τοῖς καλω‐
165δίοις καὶ τὸ ἱστίον μεταχειρίζεσθαι. ὑπαλλάττειν μὲν οὖν ἱστίον ἕτερον νόθον οὐκ εἴχομεν, ἠνεχυρίαστο γάρ· ἀνελαμβάνομεν δὲ αὐτὸ καθάπερ τῶν χιτώνων τοὺς κόλπους, καὶ πρὶν ὥρας εἶναι τέτταρας, ἀποβαίνομεν οἱ τὸ τεθνάναι προσδοκήσαντες ἐν ἐσχατιᾷ τινὶ πανε‐
170ρήμῳ καὶ οὔτε πόλιν οὔτε ἀγρὸν ἐχούσῃ γείτονα, σταδίους ἑκατόν που πρὸς τοῖς τριάκοντα κατόπιν ἀγροῦ. ἡ μὲν οὖν ναῦς ἐσάλευεν ἐπὶ μετεώρου (λι‐ μὴν γὰρ ὁ τόπος οὐκ ἦν) καὶ ἐσάλευεν ἐπ’ ἀγ‐ κύρας μιᾶς· ἡ ἑτέρα γὰρ ἀπημπόλητο, τρίτην δὲ ἄγ‐
175κυραν Ἀμάραντος οὐκ ἐκτήσατο. ἡμεῖς δὲ ἐπειδὴ τῆς φιλτάτης ἡψάμεθα γῆς, περιεβάλομεν ὥσπερ ἔμψυχον οὖσαν μητέρα, καὶ ἀποθύσαντες ὕμνους τῷ θεῷ χαριστηρίους ὥσπερ εἰώθειμεν, προσεθήκαμεν αὐτοῖς καὶ τὴν ἔναγχος τύχην ὑφ’ ἧς παρὰ δόξαν642
180ἐσώθημεν, δύο ἑξῆς ἐπιμείναντες ἡμέρας, ἕως ἂν ἀφυ‐ βρίσῃ τὸ πέλαγος. ἐπεὶ δὲ ἄπορον ἦν ὁδῷ χρήσασθαι, μηδενὸς ἀνθρώπων ὁρωμένου, πάλιν ἐπετολμήσαμεν τῇ θαλάσσῃ· καὶ ἄραντες εὐθὺς ἀρχομένης ἡμέρας ἐπλέομεν ἐκ πρύμνης ἀνέμῳ πᾶσαν αὐτὴν καὶ τὴν
185ἐπιγενομένην ἡμέραν, ἧς ἤδη ληγούσης τὸ πνεῦμα ἀπέλιπεν ἡμᾶς, καὶ ἡμεῖς ἠνιάθημεν. ἐμέλλομεν δὲ ἄρα ποθήσειν γαλήνην. ἦν μὲν οὖν τρισκαιδεκάτη φθίνοντος, ἐπῃωρημένου δὲ τοσούτου κινδύνου, μελ‐ λούσης εἰς ταὐτὸ συνδραμεῖσθαι τῆς τε συνόδου τῶν
190ἄστρων καὶ τῶν πολυθρυλήτων τυχαίων, ἃ μηδείς ποτέ φασι πλέων ἐθάρσησε, καὶ δέον ἡμᾶς ἐλλιμενί‐ ζειν, οἳ δ’ ἐλελήθειμεν αὖθις ἀναδεδραμηκότες ἐπὶ τὸ πέλαγος. ἡ δὲ στάσις ἤρξατο μὲν ἀπὸ τῶν ἀρκτικῶν πνευμάτων, καὶ ὗσέ γε πολλὰ κατὰ τὴν συνοδικὴν
195νύκτα. ἔπειτα ἠκόσμει τὰ πνεύματα, καὶ ἡ θάλαττα κυκεὼν ἐγεγόνει. τὰ δὲ περὶ ἡμᾶς, οἷα εἰκὸς ἐν τοῖς τοιούτοις, ἵνα μὴ πάθη παραπλήσια δὶς ἀφηγώ‐ μεθα, ὤνησέ τι τὸ μέγεθος τοῦ χειμῶνος. τὸ κέρας ἐτετρίγει, καὶ ἡμεῖς ᾠόμεθα προτονίζειν τὴν ναῦν.

4

(200)

εἶτα κατεαγὸς μέσον ἐγγὺς μὲν ἦλθεν ἀπολέσαι πάν‐ τας ἡμᾶς· ἐπεὶ δὲ οὐκ ἀπώλεσεν, αὐτὸ δὴ τοῦτο καὶ περιέσωσεν· οὐ γὰρ ἦν ἄλλως ἐνέγκαι τὴν βίαν τοῦ πνεύματος, πάλιν δὲ δυσπειθὲς ἦν τὸ ἱστίον καὶ οὐκ εὔτροχον εἰς καθαίρεσιν. οὕτως οὖν παρὰ δόξαν
205ἀποφορτισάμενοι τὴν ἀπληστίαν τῆς βιαίας φορᾶς ἡμέραν ἑξῆς καὶ νύκτα ἠνέχθημεν, ἧς ἤδη περὶ δευ‐ τέραν οὔσης ὀρνίθων ᾠδήν, ἐλάθομεν ἐγχρίμψαντες ἀκαρῆ πέτρᾳ προβεβλημένῃ τῆς γῆς ὅσον εἶναι βρα‐ χεῖαν χερρόνησον. βοῆς δὲ γενομένης ἐπειδή τις
210παρηγγύησεν αὐτῇ γῇ πελάσαι, θροῦς ἤρθη πολὺς καὶ ἥκιστα ξύμφωνος, τῶν μὲν ναυτῶν πεφρικότων, ἡμῶν δὲ ἐξ ἀπειρίας τὼ χεῖρ’ ἐπικροτούντων, καὶ περιβαλ‐ λόντων ἀλλήλους καὶ οὐκ ἐχόντων ὅπως χρησώμεθα τῷ πλήθει τῆς χαρᾶς. ἐλέγετο δὲ ὁ μέγιστος αὐτὸς
215εἶναι τῶν περιστάντων ἡμᾶς κινδύνων. ἤδη δὲ ὑπο‐ φαινομένης ἡμέρας κατασείει τις ἄνθρωπος χωριτικῶς ἐσταλμένος, καὶ δείκνυσι τῇ χειρὶ τόπους ὑπόπτους καὶ ἑτέρους οὓς ἔδει θαρρῆσαι. καὶ τέλος ἧκεν ἐπὶ κελητίου δισκάλμου, ὅπερ ἐξάψας τοῦ πλοίου μεταχει‐
220ρίζεται τὸ πηδάλιον, ὁ δὲ Σύρος ἄσμενος ἐξέστη τῆς προεδρίας. ἀναλύσας δὲ σταδίους οὐ πλεῖν ἢ πεντή‐ κοντα τήν τε ναῦν ἐνορμίζει λιμενισκίῳ χαρίεντι (Ἀζάριον οἶμαι καλοῦσιν αὐτό), καὶ ἡμᾶς ἐπὶ τῆς ᾐόνος ἀπεβίβασε, σωτὴρ καὶ δαίμων ἀγαθὸς ἀποκα‐
225λούμενος. καὶ μετὰ μικρὸν ἑτέραν ὁλκάδα εἰσήλασε, καὶ πάλιν ἄλλην, καὶ πρὶν ἑσπέραν εἶναι, πέντε γε‐ γόναμεν ὑπὸ τοῦ θεσπεσίου πρεσβύτου περισωθεῖ‐ σαι φορτίδες, πρᾶγμα ἐναντιώτατον τῷ Ναυπλίῳ
ποιοῦντος· καὶ γὰρ οὐχ ὡς ἐκεῖνος τοὺς ἀπὸ χειμῶ‐643
230νος ἐδέξατο. ἐς δὲ τὴν ὑστεραίαν ἄλλοι κατῆραν, ὧν ἔνιοι τῶν προλαβόντων ἡμᾶς ἦσαν ἀπὸ Ἀλεξαν‐ δρείας ἡμέραν. καὶ νῦν ὁλόκληρός ἐσμεν στόλος ἐν νεωρίῳ μικρῷ. ἐπεὶ δὲ ἡμῖν ἤδη καὶ τὰ ἐφόδια κα‐ τεδήδοτο (οὐ γὰρ ὄντες ἐθάδες ἀτυχεῖν οὐδ’ ἐλπίσαντες
235ἂν ὑπερήμεροι γενέσθαι μέτρια γε ἐνετιθέμεθα, καὶ οὐδὲ τούτοις μετρίως ἐχρώμεθα), ὁ πρεσβύτης καὶ τοῦτο ἠκέσατο, δοὺς μὲν οὐδέν (οὐδὲ γὰρ οὐδ’ ὅμοιος ἦν ἔχοντι), δείξας δὲ πέτρας, ἐν αἷς ἄριστον ἔφη καὶ δεῖπνον ἑκάστης ἡμέρας κεκρύφθαι τοῖς βουλομένοις
240πονεῖν. ἐντεῦθεν ἰχθυώμενοι ζῶμεν ἡμέραν ἑβδόμην ἤδη, οἱ μὲν ἐντελεῖς μυραίνας τε καὶ καράβους εὐμε‐ γέθεις αἱροῦντες, τὰ δὲ μειράκια κωβιοὺς εὐτυχεῖ καὶ ἰούλους. ἐγὼ δὲ καὶ ὁ θρησκευτὴς ὁ Ῥωμαῖος ἐπὶ ταῖς λεπάσι ῥωννύμεθα. ἡ δὲ λεπὰς ὄστρεόν ἐστι
245κοῖλον, ὅπερ ἐπειδὰν ἐπιλάβηται πέτρας, ἀπισχυρίζε‐ ται. τὰ μὲν οὖν πρῶτα γλίσχρως ἐζῶμεν ἀπὸ τῆς θή‐ ρας, περιεχόμενος ἕκαστος ὅτου καὶ λάβοιτο, ἐδίδου δὲ δῶρα οὐδεὶς οὐδενί· νυνὶ δὲ ἐν ἀφθονωτέροις ἅπαντες ἀπὸ τοιᾶσδε αἰτίας. αἱ γυναῖκες ταῖς γυναιξίν, αἱ

4

(250)

Λίβυσσαι ταῖς πλεούσαις, βούλοιντο μεντἂν καὶ τὸ ὀρνίθων γάλα παρασχεῖν. παρέχουσι γοῦν ὅσα αὐταῖς ἀήρ τε φέρει καὶ γῆ, τυρούς, ἄλευρα, πέμματα ἐκ κριθῶν, κρέα ἄρνεια, ἀλεκτορίδας, ᾠὰ ἀλεκτόρεια. ἤδη δέ τις καὶ ὠτίδα ἔδωκεν, ὄρνεον ἐκτόπως ἡδύ·
255ἰδὼν ἂν ἄγροικος ἐπείποι ταῶν. αὗται δὴ κα‐ τακομίζουσιν ἐπὶ τὴν ναῦν τὰ δῶρα, αἳ δὲ δεχόμεναι κοινοῦνται τοῖς βουλομένοις. οἳ δὲ ἡμῖν ἤδη τὰ ἀπὸ τῆς θήρας δωροῦνται, καὶ ἥκει τις ἄλλος ἐπ’ ἄλλῳ, παῖς ἐπ’ ἀνδρὶ καὶ ἀνὴρ ἐπὶ παιδί, φέρων ἀεί τί μοι
260ξένιον, ὃ μὲν ἠγκιστρωμένον ἰχθύδιον, ὃ δὲ ἄλλος ἄλλο τι, πάντως ἕν γέ τι ἀγαθὸν ὧν φέρουσι πέτραι. ἐμοὶ γὰρ οὐκ ἔστι βουλομένῳ τὰ παρὰ τῶν γυναικῶν δέ‐ χεσθαι, σὴν χάριν καὶ τοῦτο, ἵνα μή τις ἐκεχειρία μοι πρὸς αὐτὰς γένηται, κᾆτα ἐπειδὰν ἐξόμνυσθαι
265δέῃ, διαποροίην ἀρνούμενος. ἐπεὶ τί ἐκώλυε τό γε ἐπὶ τοῖς ἐπιτηδείοις τρυφᾶν; οὕτω πολλὰ πολλαχόθεν συρρεῖ. σὺ μὲν οὖν ἀρετὴν λογιῇ τὴν φιλοφροσύνην τῶν ἐγχωρίων ἣν εἰς τὰς ἐπιξενουμένας ἐνδείκνυνται· τὸ δὲ ἑτεροῖόν ἐστιν, οἷον ἄξιον εἶναι καὶ διηγήσα‐
270σθαι, καὶ ταῦτα ἐπὶ τῆς νῦν ἐμοὶ παρούσης σχολῆς. μήνιμα Ἀφροδίτης, ὡς εἰκάσαι, κατέχει τὴν χώραν· δυστυχοῦσι γὰρ ὅπερ αἱ Λήμνιαι. καὶ γὰρ ὑπερμαζῶσι καὶ ἀσυμμέτρως ἔχουσι τῶν στέρνων, ὥστε τὰ βρέφη μὴ διὰ μάλης ἀλλὰ διὰ τῶν ὤμων σπᾶν τῆς θηλῆς
275ἀναβεβλημένης. εἰ μή τις εἴποι τὸν Ἄμμωνα καὶ τὴν Ἄμμωνος γῆν οὐ μᾶλλον εἶναι μηλοτρόφον ἢ κουρο‐ τρόφον ἀγαθήν, ἀνεῖναι δὲ τὴν φύσιν ἀνθρώποις ὁμοίως καὶ κτήνεσι δαψιλεστέρας καὶ ἁδροτέρας τὰς τοῦ γά‐ λακτος πίδακας, καὶ εἰς τοῦτο δεῖν ἁδροτέρων οὐθάτων
280τε καὶ θυλάκων. μανθάνουσαι δὴ παρὰ τῶν ἀνδρῶν, οἷστισι συμβόλαιον γέγονε πρὸς ἄνθρωπον ὑπερόριον, ὅτι μὴ πᾶν τὸ θῆλυ τοιοῦτόν ἐστιν, ἀπιστοῦσι· καὶ
ἐπειδὰν λάβωνται γυναικὸς ξένης, φιλοφρονοῦνται καὶ πάντα δρῶσιν, ἔστ’ ἂν τὰς ἀγκάλας διερευνήσωνται.644
285ἡ δὲ ἰδοῦσα λέγει πρὸς ἄλλην, καὶ καλοῦσιν ἀλλήλας ὥσπερ οἱ Κίκονες· αἳ δὲ συμφοιτῶσιν ἐπὶ τὴν θέαν, κἀπὶ τούτῳ δωροφοροῦσιν. ἡμῖν δὲ ἦν τι καὶ τῶν ἐκ τοῦ Πόντου θεραπαινίδιον, ὃ συνελθοῦσαι τέχνη καὶ φύσις ὑπὲρ τοὺς μύρμηκας ἔντομον ἔδειξαν. ἀμφὶ τοῦτο ἦν
290ἅπασα σπουδή, καὶ τοῦτο παρὰ τῶν γυναικῶν ἐνεπο‐ ρεύετο, καὶ μετεπέμποντο αὐτὸ πρότριτα ἄλλη παρ’ ἄλλης γυναῖκες τῶν ἀγρογειτόνων εὐδαίμονες· τὸ δὲ οὕτω τι σφόδρα ἰταμὸν ἦν ὥστε καὶ ἀποδύσασθαι. τοῦτό σοι δρᾶμα ἐκ τραγικοῦ κωμικὸν ὅ τε δαίμων ἡμῖν
295ἐνήρμοσε κἀγὼ τοῖς πρὸς σὲ γράμμασι. καὶ οἶδα μὲν ἐκτείνας τὴν ἐπιστολὴν εἰς μῆκος τοῦ μετρίου μεῖζον, ἀλλ’ ὥσπερ τοῦ συνεῖναί σοι κατὰ πρόσωπον, οὕτω καὶ τοῦ γράφειν ἀπλήστως ἔχω· ἅμα δὲ οὐδὲ ἐλπίσας ἔτι σοι διαλέξεσθαι, νῦν ἐπειδὴ ἐξόν, ἐμφο‐

4

(300)

ροῦμαι. ἀλλὰ κἂν ταῖς ἐφημερίσι, περὶ ἃς ἐσπού‐ δακα, τὴν ἐπιστολὴν ἐναρμόσας ὡς συχνῶν ἡμερῶν ἔχοιμ’ ἂν ὑπομνήματα. ἔρρωσο, καὶ τὸν υἱὸν Διόσ‐ κορον κέλευε μετὰ τῆς μητρὸς καὶ τῆς τήθης, ἃς ἐγὼ καὶ φιλῶ καὶ ἐν ἀδελφαῖς ἄγω. ἄσπασαι τὴν θεοφι‐
305λεστάτην καὶ σεβασμιωτάτην φιλόσοφον, καὶ τὸν εὐ‐ δαίμονα χορὸν τὸν ἀπολαύοντα τῆς θεσπεσίας αὐδῆς, ἐκ πάντων δὲ μάλιστα τὸν ἱερώτατον πατέρα Θεότε‐ κνον καὶ τὸν ἑταῖρον ἡμῶν Ἀθανάσιον. τὸν δὲ ὁμοψυ‐ χότατον ἡμῖν Γάιον εὖ οἶδ’ ὅτι φρονῶν ὅσα ἐγὼ μετὰ
310τῶν συγγενῶν τάττεις. μετ’ ἐκείνων οὖν προσειρήσθω καὶ ὁ θαυμάσιος γραμματικὸς Θεοδόσιος, ὃς εἰ καὶ μάντις ὢν ἔκρυπτεν ἡμᾶς (προγνοὺς γὰρ ἐν οἷς ἔσο‐ μαι, κατέβαλε τὴν προθυμίαν τῆς σὺν ἡμῖν ἀποδη‐ μίας), ἀλλ’ οὖν ἔγωγε αὐτὸν καὶ φιλῶ καὶ ἀσπάζομαι.
315σὺ δὲ μηδέποτε πλεύσειας. εἰ δέ ποτε πάντως δεήσει, ἀλλὰ μή τι φθίνοντός γε μηνός.

5

(t)

Τοῖς πρεσβυτέροις.
1 Ἀγαθὸν πεποιθέναι ἐπὶ κύριον ἢ πεποι‐ θέναι ἐπ’ ἄνθρωπον. ἀλλὰ τοὺς ἐκ τῆς ἀθεω‐ τάτης αἱρέσεως Εὐνομίου πυνθάνομαι, Κυντιανὸν ὄνομα καὶ τὴν ἐπὶ στρατοπέδου θρυλουμένην ὑπ’ αὐτῶν δυ‐
5ναστείαν προστησαμένους, μοιχᾶν πάλιν τὴν ἐκκλη‐ σίαν καὶ ψευδοδιδασκάλους τινὰς ἐφιστάναι παγίδα ταῖς τῶν ἀκεραιοτέρων ψυχαῖς, οὓς ἔναγχος οἱ παρὰ Κυντιανοῦ σταλέντες ἐπ’ αὐτὸ τοῦτο καταπεπλεύκασιν ἄγοντες. ἡ γὰρ δίκη πρόσχημα τῆς ἀσεβείας ἐστί,
10μᾶλλον δὲ ἀγὼν ὑπὲρ ἀσεβείας. οὗτοι τοίνυν οἱ νόθοι πρεσβύτεροι, οἱ νεήλυδες ἀπόστολοι τοῦ διαβόλου τε καὶ Κυντιανοῦ, μὴ λάθωσιν ὑμᾶς ἐμπηδήσαντες ᾧ ποιμαίνετε ποιμνίῳ, μὴ λάθωσιν ὑμᾶς τῷ σίτῳ τὸ ζιζάνιον παρασπείροντες. κατάδηλοι πᾶσίν εἰσιν αἱ
15τούτων καταφυγαί. ἴστε τίνες ἀγροὶ δέξαιντ’ ἂν αὐ‐ τούς, ἴστε τίνες οἰκίαι τοῖς λῃσταῖς ἀνεῴγασι. μετέλθετε τοὺς φῶρας ῥινηλατοῦντες, ζηλωταὶ γενέσθε
τῆς εὐλογίας τῆς Μωσαϊκῆς, ἣν εὐλόγησε τοὺς ἄνδρας, οἳ κατὰ τῶν ἠσεβηκότων ἐν τῇ παρεμβολῇ καὶ γνώ‐645
20μην καὶ χεῖρας ἐκίνησαν. ἐκεῖνο δὲ εἰπεῖν ἄξιον πρὸς ὑμᾶς, ἀδελφοί. τὰ καλὰ καλῶς γινέσθω, ἡ ὑπὲρ κέρδους ἔρις ἀνῃρήσθω, ἅπαντα διὰ τὸν θεὸν ἐγχει‐ ρείσθω. οὐ δεῖ τὴν αὐτὴν ἀρετῆς εἶναι καὶ πονηρίας ὑπόθεσιν. ὑπὲρ εὐσεβείας ὁ δρόμος, ὑπὲρ ψυχῶν
25ἀγωνιστέον, μή τινας ἀπὸ τῆς ἐκκλησίας συλήσωσιν, ὅπερ ἔθος ἤδη πεποίηνται. ὃς δ’ ἂν τὴν ἐκκλησίαν προστησάμενος αὔξῃ βαλάντιον, καὶ διὰ τοῦ δοκεῖν εἶναι χρήσιμος ἐν καιροῖς ἀπαιτοῦσι δριμύτητα δυνα‐ στείαν ἑαυτῷ κατεργάζηται, οὗτός ἐστιν ὃν ἡμεῖς συν‐
30όδου Χριστιανῶν ἐκκηρύττομεν. οὐκ ἐποίησεν ὁ θεὸς ἀτελῆ τὴν ἀρετήν, οὐ δεῖται πονηρίας συμμάχου, οὐκ ἐπιλείψουσι στρατιῶται τῷ θεῷ πρέποντες ἐκκλησίαις· εὑρήσει συμμάχους ἐνταῦθα μὲν ἀμίσθους, ἐν οὐρανῷ δὲ ἐντελομίσθους. ὑμεῖς οὗτοι γίνεσθε· καλὸν μὲν
35γὰρ καὶ κατορθοῦσι συνεύξασθαι, καλὸν δὲ καὶ παρα‐ βαίνουσιν ἐπαράσασθαι. ὅστις ἂν οὖν μαλακίσηται καὶ προδῷ, καὶ ὅστις ἂν ἐπεξέλθῃ μὲν ἁρπάσῃ δέ τι τῶν ἀλλοτρίων, μὴ ἀναίτιος γένοιτο τῷ θεῷ. ἓν τοῦτο μόνον εἰς μέσον ἑλκύσατε, καὶ τοὺς τραπεζίτας τοὺς
40πονηροὺς τοὺς καθάπερ νόμισμα τὸ δόγμα τὸ θεῖον παραχαράττοντας περιενέγκατε· πᾶσι ποιήσατε κατα‐ φανεῖς οἵτινές εἰσι. κᾆθ’ οὕτως ἄτιμοι τῶν Πτολε‐ μαΐδος ὅρων ἀπεληλάσθωσαν, ὅ τι σὺν αὐτοῖς ἥκει χρῆμα πᾶν ἀμειαγώγητον ἀποφέροντες. ὁ δὲ παρὰ
45ταῦτα ποιῶν ἐπάρατος τῷ θεῷ. ὅστις ἀσεβῆ σύνοδον ἰδὼν παρεῖδεν ἢ ἀκούσας παρήκουσεν ἢ κέρδει παρ’ αὐτῶν ἐμολύνατο, τούτους ἡμεῖς Ἀμαληκίτας εἶναι διαταττόμεθα, παρ’ ὧν οὐκ ἔξεστι κομίσασθαι λάφυ‐ ρον. περὶ δὲ τοῦ λαβόντος φησὶν ὁ θεὸς μεταμε‐

5

(50)

μέλημαι ὅτι ἐβασίλευσα τὸν Σαούλ. ἀλλ’ ὑμῶν ἐπὶ μηδενὶ μεταμέλοιτο, ἀλλὰ μέλοι μὲν ὑμῶν τῷ θεῷ, μέλοι δὲ ὑμῖν τοῦ θεοῦ.

6

(t)

Ἀνυσίῳ.
1 Ὁ δὲ Καρνᾶς ἔτι μέλλει, καὶ οὔθ’ ἑκὼν οὔθ’ ὑπ’ ἀνάγκης γίνεται δίκαιος. χρὴ δὲ ἥκειν αὐτὸν ὡς ἡμᾶς ἵν’ εἰδῶμεν ὅ τι καὶ λέγει, καὶ οἷστισιν ὀφθαλ‐ μοῖς ἡμᾶς ἀντιβλέψεται, παρ’ ὧν ἠξίωσε καὶ ἀκόν‐
5των ὃν κέκλοφεν ἵππον ὠνήσασθαι, ἵνα μὴ στρατιώ‐ της, φησίν, ἄνιππος ᾖ. προτείνει δὲ κομιδῇ σμικρὸν ἀργυρίδιον καὶ μὴ ἀποδομένοις οὐκ ἀποδίδωσιν, ἀλλ’ οἴεται σὺν δίκῃ τὸν ἵππον ἔχειν, καὶ ταῦτα οὐκ ὢν Ἀγαθοκλῆς ἢ Διονύσιος, οἷς αἱ τυραννίδες ἐπέτρεπον
10οὕτω πάνυ πονηροῖς εἶναι, ἀλλὰ Καρνᾶς ὁ Καπφαρο‐ δίτης, ὃν οὐ χαλεπὸν ἐπαναγαγεῖν εἰς τοὺς νόμους. ἂν οὖν διαγάγῃ τις αὐτὸν ὡς σέ, μηδὲ ἡμεῖς ἀγνοήσω‐ μεν, ἵνα τοὺς κατὰ πρόσωπον ἐξελέγξοντας αὐτὸν ἀπὸ Κυρήνης καλέσωμεν.

7

(t)

Θεοδώρῳ καὶ τῇ ἀδελφῇ.
1 Πῶς δοκεῖτε δέδηγμαι τὴν καρδίαν ἐκδεδομένου λό‐ γου κατὰ τὴν πόλιν ὅτι δεινῇ τινὶ καὶ πέρα δεινῆς ὀ‐ φθαλμίᾳ παλαίεις, ἀπειλούσῃ ταῖς ὄψεσι κίνδυνον; ἔπειτα πέφηνεν ὁ λόγος ψευδής, καὶ οἶμαί τις παμπόνη‐646
5ρος ἄνθρωπος προφάσεως εἰλημμένος τοῦ τῆς ὀφθαλμίας ὀνόματος ἦρεν ἐπὶ μέγα τὴν φήμην, καὶ ἐτραγῴδησε. τράποιτο μὲν οὖν εἰς ἐκεῖνον αὐτὸν ἅττα ὑμῶν κατε‐ ψεύσατο, τῷ δὲ θεῷ χάρις ὅτι παρέσχεν ἡμῖν ἀκοῦ‐ σαι καλλίονα. χρῆν δὲ μή, τὸ λεγόμενον, ἄστροις τὰ
10καθ’ ὑμᾶς σημαίνεσθαι μηδὲ τί λέγει φήμη πυνθά‐ νεσθαι, ἀλλὰ μάλιστα μὲν ἔχειν συνόντας· εἰ δὲ μή, γράμμασιν ὑμετέροις ἐντυγχάνειν καὶ παρ’ ὑμῶν τὰ περὶ ὑμῶν εἰδέναι. ἀλλ’ ὑμεῖς ἡμῶν λίαν ἀμελεῖτε, ὥσπερ ἴσως ὁ θεὸς βούλεται.

8

(t)

Τῷ ἀδελφῷ.
1 Οὐ μὴ ἐρεῖς ὡς ἔλαθεν ὑμᾶς ὁ διακομιστὴς τῶν πανηγυρικῶν γραμμάτων, ἀλλ’ ἰδόντες παρεοράκατε, καὶ οὐκ ἔδοξεν ὑμῖν ἄξιον εἶναι τὸν ἀδελφὸν ἐν μνήμῃ ποιήσασθαι, καὶ ἐπιθεῖναι πρὸς αὐτὸν γράμμα μηνῦον
5ὅπως ἔχετε καὶ ἐν τίσιν ἐστέ· ἐμοὶ γὰρ οὐκ ἀμελές ἐστιν εἰδέναι τὰ περὶ ὑμῶν, ἀλλ’ ἐπείπερ ἐν ἅπασι λυποῦμαι τοῖς ἐμαυτοῦ, βουλοίμην ἂν ἐν τοῖς ὑμετέ‐ ροις εὐφραίνεσθαι. ὑμεῖς δὲ καὶ ταύτης με τῆς παρα‐ μυθίας ἀφῄρησθε. χρῆν δὲ οὐχί· καὶ γὰρ εἰ μὴ γεγόνα‐
10μεν ἀπὸ τῶν αὐτῶν, ἀλλὰ τροφαὶ κοιναὶ καὶ παιδεῖαι κοιναὶ καὶ τί γὰρ οὐχὶ κοινόν; πάντα διὰ πάν‐ των ἡμᾶς ἀλλήλοις ᾠκείωσεν. ἀλλὰ γάρ ἐστιν, ὥσπερ λέγεται, δυσημερία πρᾶγμα δεινόν· καὶ ὅταν ἥκῃ τινὶ χρόνος ἀντίξους, ἐνταῦθα τά τε ἄλλα πάντα καὶ ἀδελ‐
15φῶν γνῶμαι καὶ φίλων ἐλέγχονται. ἐμοὶ δὲ ἀποχρή‐ σει καὶ παρ’ ἑτέρων πυνθάνεσθαι τὰ περὶ ὑμῶν. μόνον ὁ θεὸς ἀγαθῶν εἴη νομεύς· τοιούτου γὰρ ἐρῶμεν ὑπὲρ ὑμῶν ἀκροάματος.

9

(t)

Θεοφίλῳ ἀρχιεπισκόπῳ.
1 Βαθύ σε γῆρας καὶ λιπαρὸν περιμείνειεν, ἁγιώτατε καὶ σοφώτατε· τά τε γὰρ ἄλλα τῷ βίῳ κέρδος ἂν εἴης σωζόμενος, καὶ μεγίστη προσθήκη τῷ διδασκα‐ λείῳ τοῦ Χριστοῦ γίνεται ὁ τῶν πανηγυρικῶν βιβλίων
5ἀριθμὸς τοῖς ἐνιαυτοῖς συναυξανόμενος. ὡς ὅ γε τῆτες καταπεμφθεὶς λόγος καὶ ἧσε τὰς πόλεις καὶ ὤνησε, τὸ μὲν τῷ μεγέθει τῶν νοημάτων, τὸ δὲ τῶν ὀνομάτων τῇ χάριτι.

10

(t)

Τῇ φιλοσόφῳ Ὑπατίᾳ.
1 Αὐτήν τέ σε καὶ διὰ σοῦ τοὺς μακαριωτάτους ἑταί‐ ρους ἀσπάζομαι, δέσποινα σεβασμία, πάλαι μὲν ἂν ἐγκαλέσας ἐφ’ οἷς οὐκ ἀξιοῦμαι γραμμάτων, νῦν δὲ οἶδα παρεοραμένος ὑφ’ ἁπάντων ὑμῶν ἐφ’ οἷς ἀδικῶ
5μὲν οὐδὲν ἀτυχῶ δὲ πολλὰ καὶ ὅσα ἄνθρωπος ἀτυχῆ‐ σαι δύναται. ἀλλ’ εἴπερ εἶχον ἐντυγχάνειν ὑμετέραις
ἐπιστολαῖς καὶ μανθάνειν ἐν οἷς διατρίβετε (πάντως δὲ ἐν ἀμείνοσίν ἐστε καὶ καλλίονος πειρᾶσθε τοῦ δαί‐ μονος), ἐξ ἡμισείας ἂν ἔπραττον πονήρως ἐν ὑμῖν647
10εὐτυχῶν· νυνὶ δὲ ἕν τι καὶ τοῦτο τῶν χαλεπῶν ἐστὶν ἅ με κατείληφεν. ἀπεστέρημαι μετὰ τῶν παιδίων καὶ τῶν φίλων καὶ τῆς παρὰ πάντων εὐνοίας, καὶ τὸ μέγιστον, τῆς θειοτάτης σου ψυχῆς, ἣν ἐγὼ μόνην ἐμαυτῷ ἐμμενεῖν ἤλπισα κρείττω καὶ δαιμονίας ἐπη‐
15ρείας καὶ τῶν ἐξ εἱμαρμένης ῥευμάτων.

11

(t)

Τοῖς πρεσβυτέροις.
1 Οὔτε πρότερον ὑμῶν ἐγὼ περιῆν, ἁπάσῃ ῥώμῃ καὶ μηχαναῖς ἐκκλίνας ἱερωσύνην, οὔτε νῦν ὑμεῖς ἐμοῦ κεκρατήκατε, ἀλλὰ θεῖον ἄρα ἦν καὶ τὸ μήπω τότε καὶ τὸ νῦν ἤδη. ἐγὼ δὲ πολλοὺς ἂν θανάτους
5ἀντὶ τῆσδε τῆς λειτουργίας εἱλόμην· οὐ γὰρ κατ’ ἐμαυτὸν εἶναι τὸν ὄγκον ἐλογιζόμην τοῦ πράγματος. τοῦ θεοῦ δὲ ἐπενεγκόντος οὐχ ὅπερ ᾔτουν ἀλλ’ ὅπερ ἐβούλετο, εὔχομαι τὸν γενόμενον νομέα τοῦ βίου γενέ‐ σθαι καὶ τοῦ νεμηθέντος προστάτην. ὁ γὰρ ἐννεάσας
10τῇ κατὰ φιλοσοφίαν σχολῇ καὶ θεωρίᾳ τῶν ὄντων ἀπράγμονι, καὶ τοσοῦτον ὁμιλήσας φροντίσιν ὅσον ἀφοσιώσασθαι τῷ μετὰ σώματος βίῳ καὶ τῷ πολίτης γεγονέναι πόλεως, πῶς ἀρκέσω μερίμναις ἐχούσαις συνέχειαν; ἢ πῶς ἐμαυτὸν ἐπιδοὺς ὄχλῳ πραγμάτων
15ἔτι προσβαλῶ τοῖς νοῦ κάλλεσιν, ἃ μόνης ἐστὶ καρ‐ ποῦσθαι τῆς μακαρίας σχολῆς; ἧς χωρὶς ἐμοὶ καὶ τοῖς ὁμοίοις ἐμοὶ πᾶς ὁ βίας ἀβίωτος; ἐγὼ μὲν οὐκ ἂν εἰ‐ δείην. τῷ θεῷ δέ, φασί, πάντα δυνατά, καὶ τὰ ἀδύνατα. αὐτοί τε οὖν ὑπὲρ ἐμοῦ χεῖρας ἱκέτιδας
20ἄρατε πρὸς θεόν, καὶ τῷ τε ἐν ἄστει δήμῳ καὶ ὅσοι κατ’ ἀγροὺς ἢ κωμητικὰς ἐκκλησίας αὐλίζονται τὰς ὑπὲρ ἡμῶν εὐχὰς καὶ κοινῇ καὶ καθ’ ἕνα πᾶσι παρεγγυή‐ σατε. εἰ γὰρ μὴ ἔρημος ἀπολειφθείην θεοῦ, τότε γνώσομαι τὴν ἱερωσύνην οὐκ ἀπόβασιν οὖσαν φιλοσο‐
25φίας ἀλλ’ εἰς αὐτὴν ἐπανάβασιν.

12

(t)

Κυρίλλῳ.
1 Ἴθι παρὰ τὴν μητέρα τὴν ἐκκλησίαν, ἀδελφὲ Κύ‐ ριλλε, ἧς οὐκ ἀπεκόπης ἀλλ’ εἰς καιρὸν ἐχωρίσθης, ὃς ταῖς τῶν ἁμαρτημάτων ἀξίαις διώρισται. δοκῶ γὰρ εἰδέναι σαφῶς ὅτι τοῦτ’ ἂν πάλαι καὶ ὁ κοινὸς ἡμῶν
5πατὴρ ὁ τῆς ὁσίας μνήμης ἐποίησεν, εἰ μὴ τὸ χρεὼν ἔφθασε· τὸ γὰρ ἐν μέτρῳ τάξαι τὴν τιμωρίαν γνώ‐ μης ἦν εὐθὺς ὑπισχνουμένης συγγνώμην. αὐτὸν οὖν ἐκεῖνον τὸν ὅσιον ἱερέα νόμιζέ σοι δεδωκέναι τὴν κά‐ θοδον, καὶ πρόσελθε τῷ θεῷ καθαρευούσῃ πάθους ψυχῇ
10καὶ ἀμνηστίαν ἐχούσῃ κακῶν. ἀλλὰ καὶ διὰ πάσης εὐφήμου μνήμης ἄγε τὸν ἱερὸν ἐκεῖνον καὶ θεοφιλῆ πρεσβύτην, τὸν ἀποδείξαντά σε πρόεδρον δήμου. πάν‐ τως σοι τοῦτο οὐκ ἀποθύμιον.

13

(t)

Πέτρῳ πρεσβυτέρῳ.
1 Θεὸς ἡγείσθω παντὸς ἔργου καὶ λόγου. τὸν δὲ δια‐ κομιστὴν τῶν πανηγυρικῶν γραμμάτων, ἃ καταγ‐ γέλλει τὴν κυρίαν τῆς ἑορτῆς ἡμέραν ἐννεακαιδεκάτην τοῦ Φαρμουθὶ μηνός, ὡς τῆς ἐπὶ ταύτην ἀγούσης648
5νυκτὸς τὸ ἀναστάσιμον ἐχούσης μυστήριον, τοῦτον καὶ προσιόντα καὶ ἐπανιόντα φιλανθρωπίας ἁπάσης ἀξιώ‐ σατε καὶ ἀμοιβῇ ζῴων ἐφ’ ἑκάτερα πέμψατε, ὅστις ὑπὲρ τοῦ μὴ γενέσθαι ταῖς ἐκκλησίαις ἐκλιπὲς ἔθος ἀρ‐ χαῖον καὶ πάτριον μέσοις ἑαυτὸν τοῖς τῶν πολεμίων
10ὅπλοις ἐπέδωκεν, ὑποστὰς ὁδοιπορῆσαι δι’ ὑπόπτου τῆς χώρας. ταῦτα καὶ πείθει τὴν πόλιν ὑπὲρ ἡμῶν εὔχεσθαι· δεῖ γὰρ αὐτὴν ἐντεῦθεν ἤδη τὴν τῆς ἐφ’ ἡμῖν ἀβουλίας αἴσθησιν δέξασθαι, ἥτις ἐκάλεσεν εἰς ἱερωσύνην οὐχ ᾧ παρρησία τίς ἐστι πρὸς θεὸν ὅλου
15δήμου διαβάντι προεύξασθαι, ἀλλ’ ὅστις αὐτὸς ὑπὲρ τοῦ σωθῆναι δεῖται γενέσθαι δημαίτητος. ἐπεὶ καὶ τῆς ἐνθάδε συνόδου (πλῆθος δὲ συχνῶν ἱερέων) συντυ‐ χία τις ἦν, ἣν ὁ νῦν καιρὸς ἤθροισεν, ἐπιθεμένῳ μοι γράψαι πρὸς ὑμᾶς. εἰ δὲ μηδὲν ἔσχον εἰπεῖν οἷον
20ἀκούειν εἰώθατε, συγγνώμη μὲν ἐμοὶ τοῦτο, ἔγκλημα δὲ ὑμῖν, ὅτι τὸν οὐκ εἰδότα τὰ λόγια τοῦ θεοῦ τῶν εἰ‐ δότων ἀνθείλεσθε.

14

(t)

Ἀνυσίῳ.
1 Οὕτως ἀμύνουσι γονεῦσι παῖδες. ἀπέχω τὴν χάριν. Καρνᾶς ἱκέτης μου γέγονεν, οὗ τὴν ἱκεσίαν ὁ θεὸς αἰδεσιμωτέραν ἐποίησε· ποῦ γὰρ ἱερέως εἰς ἰδίαν ὑπό‐ θεσιν περιιδεῖν ἀγώγιμον ἄνθρωπον ἐν νηστίμοις ἡμέ‐
5ραις; ὅστις οὖν ἦγεν αὐτόν, οὐκ ἀφῆκεν ἀλλ’ ἀφῃρέθη τὸν ἄνθρωπον. ἂν οὖν ὑπὲρ τοῦ βεβιάσθαι σοι δῶ δί‐ κην, περιέστημεν ἡμεῖς εἰς τὸ τοῖς μὲν ἠδικηκόσι γε‐ νέσθαι φιλάνθρωποι, αὐτοὺς δὲ τοὺς μηδὲν ἀδικοῦντας ἠδικηκέναι.

15

(t)

Τῇ φιλοσόφῳ.
1 Οὕτω πάνυ πέπραγα πονήρως, ὥστε ὑδροσκοπείου μοι δεῖ. ἐπίταξον αὐτὸ χαλκευθῆναί τε καὶ συνενωθῆναι. σωλήν ἐστι κυλινδρικός, αὐλοῦ καὶ σχῆμα καὶ μέγεθος ἔχων. οὗτος ἐπί τινος εὐθείας δέχεται τὰς κατατομάς,
5αἷς τῶν ὑδάτων τὴν ῥοπὴν ἐξετάζομεν· ἐπιπωματίζει γὰρ αὐτὸν ἐκ θατέρου κῶνος κατὰ θέσιν ἴσην ἐγκείμε‐ νος, ὡς εἶναι κοινὴν βάσιν ἀμφοῖν, τοῦ τε κώνου καὶ τοῦ σωλῆνος. αὐτὸ δὴ τοῦτό ἐστι τὸ βαρύλλιον. ὅταν οὖν εἰς ὕδωρ καθῇς τὸν αὐλόν, ὀρθὸς ἑστήξει καὶ
10παρέξει σοι τὰς κατατομὰς ἀριθμεῖν· αἳ δὲ τῆς ῥοπῆς εἰσι γνωρίσματα.

16

(t)

Τῇ αὐτῇ.
1 Κλινοπετὴς ὑπηγόρευσα τὴν ἐπιστολήν, ἣν ὑγιαί‐ νουσα κομίσαιο, μῆτερ καὶ ἀδελφὴ καὶ διδάσκαλε καὶ διὰ πάντων τούτων εὐεργετικὴ καὶ πᾶν ὅ τι τίμιον καὶ πρᾶγμα καὶ ὄνομα. ἐμοὶ δὲ τὰ τῆς σωματικῆς
5ἀσθενείας ψυχικῆς αἰτίας ἐξῆπται. κατὰ μικρόν με δαπανᾷ τῶν παιδίων τῶν ἀπελθόντων ἡ μνήμη. μέχρις ἐκείνου ζῆν ἄξιον ἦν Συνέσιον, μέχρις ἦν ἄπειρος τῶν τοῦ βίου κακῶν. εἶτα ὥσπερ ῥεῦμα ἐπισχεθὲν ἅθρουν ἐρρύη, καὶ μετέβαλεν ἡ γλυκύτης τοῦ βίου. παυσαίμην649
10ἢ ζῶν ἢ μεμνημένος τῶν υἱέων τοῦ τάφου. σὺ δὲ αὐτή τε ὑγιαίνοις καὶ ἄσπασαι τοὺς μακαρίους ἑταίρους, ἀπὸ τοῦ πατρὸς Θεοτέκνου καὶ ἀπὸ τοῦ ἀδελφοῦ Ἀθανασίου ἀρξαμένη, πάντας ἑξῆς· καὶ εἴ τις αὐτοῖς προσγέγονεν, ὡς εἶναί σοι καταθύμιος, ἐμὲ δὲ δεῖ χάριν ὀφείλειν
15αὐτῷ διότι σοι καταθύμιός ἐστι, κἀκεῖνον ὡς φίλον φίλτατον ἄσπασαι παρ’ ἐμοῦ. τῶν ἐμῶν εἴ τί σοι μέ‐ λει, καλῶς ποιεῖς· καὶ εἰ μὴ μέλει, οὐδὲ ἐμοὶ τούτου μέλει.

17

(t)

Ἡλιοδώρῳ.
1 Πολλὰ κἀγαθὰ γένοιτο τῷ δεῖνι, δι’ εὐφήμου μνή‐ μης τὴν σὴν ἄγοντι σεμνοπρέπειαν καὶ τὰς ἁπάντων ἀκοὰς ἐμπεπληκότι τῶν ἐπαίνων τῶν κατὰ σοῦ, ὀφειλο‐ μένων τῇ χρυσῇ σου ψυχῇ τε καὶ γλώττῃ. πλὴν ἀλλὰ
5παρὰ πόδας ἀποδίδως τὴν χάριν τῆς εὐλογίας. ἀντευ‐ φημεῖται γὰρ ὑπὸ μυρίων ὅσων τῶν σῶν ἐραστῶν, οἷς ἅπασιν ἐγὼ τῶν πρωτείων ἀμφισβητῶ, μᾶλλον δὲ οὐκ ἀμφισβητῶ· συγχωροῦσι γὰρ ἅπαντες.

18

(t)

Τῷ ἀδελφῷ.
1 Ὁ δεῖνα βουλευτὴς μέν ἐστι πόλεως, ἐν ᾗ τοὺς παῖδας ἐγεννησάμην (τρόπον οὖν τινὰ πάντας Ἀλεξαν‐ δρέας ὡς πολίτας ὑφ’ ἡμῶν τιμᾶσθαι καὶ ὁρᾶσθαι προσήκει), τῷ δὲ ὑπάρχει συγγενεῖ τε εἶναι τοῦ μακα‐
5ρίτου Θεοδώρου σφόδρα διὰ μνήμης ἡμῖν ἀνδρὸς γενο‐ μένου καὶ μηδὲν ἀμελεῖσθαι ἀξίῳ παρὰ τῶν τῇδε τὰ πρῶτα ἐχόντων ἐν τῷ πολιτεύεσθαι. οὗτοί μοι προσ‐ ήγαγον τε αὐτόν, χρυσίον ὡς ὑμᾶς νομὴν στρατιώταις κομίζοντα, καὶ ἐδεήθησαν ἐμοῖς ἐφοδίοις γράμμασι
10πρὸς ὑμᾶς παραπέμψαι, ἡγούμενοι πάντα καλῶς ἕξειν αὐτῷ, τυχόντι τοῦ παρ’ ἐμοῦ σοί τε καὶ τῷ δεῖνι συ‐ στῆναι. ἐγὼ μὲν οὖν ὅπερ ᾔτησαν ἔδωκα· εἰ δὲ μὴ μά‐ την, ὑμεῖς δείξετε.

19

(t)

Ἡρώδῃ καὶ Μαρτυρίῳ.
1 Οὐκ ἐν αἰτίᾳ μοι δοκῶ πεποιῆσθαι τὴν κοινωνίαν τῆς ἐπιστολῆς, ἀλλ’ εἰ διῴκισα γράμμασι τοὺς συν‐ ημμένους τῇ γνώμῃ, τοῦτ’ ἂν ἦν τὸ ὑπαίτιον. προσ‐ είρησθε δή, θαυμάσιοι, καὶ τὸν ἐπιδιδόντα τὴν ἐπιστο‐
5λήν, ὃς ἐπὶ χρυσίου διακομιδῇ παρ’ ὑμᾶς ἐστάλη δη‐ μοσίαν ὁδόν, θάλψατε τὸν ἐνόντα τρόπον, ἐπειδή μοι παρὰ παντὸς συνέστη τοῦ βουλευτηρίου. καὶ βουλοί‐ μην μὲν ἀγαθοῦ τινὸς αἴτιος αὐτῷ γενέσθαι, οὐ μὴν οἶδα ὅτι μᾶλλον ἡμῶν ἑτέροις μέλειν ἄξιον ἡμῶν τε
10καὶ ὧν ἂν ἡμεῖς ἐπιβάλλωμεν.650

20

(t)

Διογένει
1 Ἕως ἔτι περιῆν ὁ μακαρίτης Θεόδωρος, κοινὸς μὲν ἦν ἁπάντων Πενταπολιτῶν πρόξενος, διαφερόντως δὲ τοὺς ἡμετέρους γονέας ἐξήρτητο τῇ τε εἰς ἅπαντα σπουδῇ καὶ τῇ τῆς γλώττης εὐστομίᾳ καὶ χάριτι. τῶν
5οὖν παρ’ ἐκείνῳ πολλῶν καὶ ἡδίστων εἰς Ἀμμώνιον τὸν ἀνεψιὸν τὴν χάριν ἀπομνημονεύσωμεν. ἐγὼ μὲν οὖν τοὐμὸν μέρος ἀπέτισα. τί δὲ ἦν ἀπόντος ἔργον ἢ τοῖς παροῦσι τὸν ἄνδρα συστῆσαι; τὸ δὲ μὴ βαρεῖαν αὐτῷ τὴν αὐτόθι γενέσθαι διατριβὴν ὑμέτερον ἔργον.

21

(t)

Τῷ ἡγεμόνι.
1 Εἰ τοῦ Θεοδώρου μνήμη παρὰ τῇ σεμνοπρεπείᾳ τῇ σῇ (πῶς δὲ οὐ μέλλει;), χάρισαι τοῖς εἰς τὸν ἀπελ‐ θόντα καθήκουσι τὴν εἰς τὸν ἀνεψιὸν τὸν ἐκείνου τι‐ μήν. καὶ γὰρ ἄνδρα ἀγαθὸν εὖ πεποιηκὼς ἔσῃ
5καὶ τῷ τῆς μεγάλης Ἀλεξανδρείας βουλευτηρίῳ κεχα‐ ρισμένος· ὡς ἀθρόοι γενόμενοι προσαγηόχασιν ἐμοὶ τὸν ἄνδρα, καὶ ἐδεήθησαν ὄνασθαί τι τῶν ἡμετέρων γραμμάτων. τὸ μὲν οὖν δοῦναι τὰς ἐπιστολὰς ἡμέ‐ τερον ἦν, τὸ δὲ εἰς ὄνησιν αὐτῷ γενέσθαι παρ’ ὑμῶν
10ἐπιζητεῖται.

22

(t)

Ἀναστασίῳ.
1 Ἥσθην. ἀλλὰ πῶς οἴει; πάνυ μὲν οὖν ἀπὸ βαθείας τῆς γνώμης ἥσθην μαθὼν τὰ χρυσᾶ παιδία τῇ τοῦ βασιλέως φωνῇ νόμῳ σοι παιδία γενόμενα, μάλιστα μὲν ὅτι σε φιλῶ· τίνα γὰρ ἂν δικαιότερον; εἶθ’ ὅθι πο‐
5νηροὺς ἀνθρώπους μισῶ, ὧν τὰς ἐν σκότῳ καὶ γωνίαις ἐλπίδας ἡ χρηστὴ τύχη τῶν παιδίων ὑπετέμετο.

23

(t)

Διογένει.
1 Τοιοῦτόν ἐστιν ἡ Σύρων τρυφή. καὶ συγγενῶν καὶ φίλων ἐπιλήσμονας ἀποδείκνυσι· μὴν γὰρ οὑτοσὶ πέμπτος, ἀφ’ οὗ γράμμασιν ἡμᾶς οὐκ ἠσπάσω, καὶ ταῦτα δούσης σοι τῆς φύσεως οὐ μόνον πρὸς χρείαν
5ἀλλὰ καὶ πρὸς ἔνδειξιν καὶ φιλοτιμίαν ὑπαγορεύειν ἐπιστολάς. ἀλλ’ ἂν αὐτὸς ὑγιαίνῃς καὶ τὰ χρυσᾶ παιδία καὶ ἡ καλλίπαις μήτηρ αὐτῶν, ἡμῖν καὶ τοῦτο ἅλις ἔχει.

24

(t)

Σιμπλικίῳ.
1 Ἔδει μέντοι ταῖς τύχαις γνώμας μὴ συνεξαίρεσθαι, μηδὲ τὸ μεμνῆσθαι τῶν πάλαι φίλων ἔλαττον ἡγεῖσθαι τῆς παρούσης ἀξίας. σὺ δὲ ἡμῶν ἐπιλήσμων ἐγένου χρόνου συχνοῦ. χρῆν δὲ οὐχί, καίτοι σφοδρᾶς διαθέ‐
5σεως συναψάσης ἡμᾶς ἀλλήλοις.

25

(t)

Ἡλιοδώρῳ.
1 Ἐμοὶ μὲν συμπρόεισι τοῖς ἐνιαυτοῖς καὶ ἡ τοῦ φίλ‐ τρου προσθήκη· σὺ δὲ εἰ μὲν ὁμοίως ἔχων οὐκ ἄγεις σχολὴν ὑπὸ τοῦ τῶν πραγμάτων ὄχλου γράμμασι τι‐ μᾶν, ὡς εἰκός, ἅπαξ ποτὲ καὶ οὓς εἰκός, κλέψας651
5σαυτὸν ἀπὸ τῶν δημοσίων χρόνον ὅσον ἀρκέσαι πρὸς μέτρον ἐπιστολῆς, αὐτὸ τοῦτο μήνυσον. εἰ δὲ ἐπιγινώσκεις ἀληθευομένην κατὰ σοῦ τὴν ὑποψίαν τῆς λήθης, διόρθωσαι μετανοίᾳ καὶ σαυτὸν ἡμῖν ἐπα‐ νάγαγε.

26

(t)

Τρωΐλῳ.
1 Ἀλλ’ εἰ μήτε Κυρηναῖοι μήτε πόλεις ἀστυγειτόνων ἀποτίσουσί σοι χάριν ἀξίαν ἀνθ’ ὧν ὁ θαυμάσιος Ἀνα‐ στάσιος αὐταῖς γράφει, πάντως γε ἡ τοῦ θεοῦ σοι προσ‐ έσται χάρις, ᾧ σαυτὸν οἰκειοῖς τῇ κοινωνίᾳ τῆς εὐερ‐
5γετικῆς προαιρέσεως. εὐδαιμονοίης, ἄριστε φιλοσό‐ φων· οὕτω γὰρ ἐμοί σε φίλον καλεῖν, ὥσπερ ὑπαγο‐ ρεύει τὰ πράγματα.

27

(t)

Κώνσταντι.
1 Εἰ δὲ φιλοσοφίας τιμᾷς ἀρετήν, οὐ μόνον ἐν πα‐ ροῦσι τοῖς μετασχοῦσιν αὐτῆς, ἀλλὰ καὶ ἐν ἀποῦσι τιμήσεις. ὁ δὲ θεσπέσιος Ἀμυντιανὸς ὁ παρ’ ἡμῖν ποτὲ τυχὼν ἀμείνονος λήξεως, ἐμοὶ δοκεῖ, πάρεστι
5καὶ ἀπεῖναι δοκῶν. τούτου συγγενῆ σφόδρα αὐτα‐ νέψιον ὁ παρ’ ὑμῖν Σωτήριχος ἀδικεῖ. δεῖξον οὖν ὅτι κήδῃ Διονυσίου, καὶ πέπαυται Σωτήριχος ἀδικῶν.

28

(t)

Σιμπλικίῳ.
1 Ἀφιέναι φησὶ δεῖν ὁ θεὸς τὰ ὀφειλήματα. ὀφείλει δὲ ὃ μέν τις δάνεισμα χρυσίου, ὃ δὲ τὸ δοῦναι δίκην. ὁ τοῦ λαβεῖν οὖν δίκην ὑπεριδὼν ὑπήκουσε τοῦ θεοῦ.

29

(t)

Πενταδίῳ αὐγουσταλίῳ.
1 Τοῦ παρ’ ἡμῶν ὄχλου καὶ τῶν πραγμάτων αὐτὸς σὺ σαυτὸν αἰτιῶ· φιλοτιμηθεὶς γὰρ πᾶσι γενέσθαι κατα‐ φανὴς ὅτι με διὰ πάσης ἄγεις τιμῆς, ἅπασι τοῖς κα‐ ταπονουμένοις ἐπ’ ἐμὲ τὸν δρόμον ἀνέῳξας. οἶσθ’ οὖν
5ὅπως ποιήσεις, εἰ δεῖ ποτὲ πεπαῦσθαι κἀμὲ κοπτόμενον ὑπὸ πολλῶν καὶ σὲ περὶ πολλῶν ὑπ’ ἐμοῦ; εἰ καὶ πάνυ δεῖται μετρίων καὶ φιλανθρώπων ὑπὲρ οὗ γράφω, καὶ τυχεῖν ἐστὶν ἀξιώτατος, ὡς ἅπαντες ἴσασιν, ἀποτυγ‐ χανέτω σου μηδὲν ἧττον ἢ εἰ παμπόνηρός τε ἦν
10καὶ παμπονήρων ἐδεῖτο πραγμάτων. τότε οὖν καὶ ὅταν ἀφίκωμαι παρὰ σὲ δῆθεν αἰτιασόμενος, πρόσ‐ ταττε τοῖς ὑπηρέταις ἐπιζυγῶσαί μοι κατὰ τοῦ προσώπου τὰς θύρας. ἂν τοῦτο γενόμενον οἳ μὲν ἴδωσιν, οἳ δὲ τῶν ἰδόντων ἀκούσωσι, τοὐντεῦθεν ἐγώ
15τε καὶ σὺ βαθεῖαν εἰρήνην ἄξομεν, ὡς οὐδεὶς ἔτι τοῦ λοιποῦ προσδραμεῖταί μοι καὶ προσανακλαύσεται. εἰ δὲ ἀποδειλιάσεις καὶ οὐκ ἐθελήσεις ταῦτά σοι τοὺς
ἀνθρώπους συγγνῶναι, ἀνέχου πολλάκις τῆς ἡμέρας ἀγαθόν τι ποιεῖν ἀνθρώπους ἱκέτας σου γινομένους δι’652
20ἐμοῦ τε καὶ τοῦ θεοῦ. ἀλλ’ εὖ οἶδ’ ὅτι οὐκ ἀπαγορεύ‐ σεις εὖ ποιῶν. οὔκουν οὐδὲ ἐγώ, πρεπούσας ὑποθέ‐ σεις τῇ φύσει σου ποριζόμενος.

30

(t)

Τῷ αὐτῷ.
1 Ἐγὼ καὶ σοῦ κήδομαι καὶ τοῦδε· σοῦ μέν, ὡς μὴ ἀδικοίης, τοῦδε δέ, ὡς μὴ ἀδικοῖτο. εἰ δὲ καὶ σοὶ δοκεῖ μετὰ τοῦ Πλάτωνος τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι μεῖζον εἶναι κακόν, ἔοικά σοι μᾶλλον ἢ τῷδε χαρίζε‐
5σθαι, δεόμενος ὑπὲρ αὐτοῦ πραττομένου δίκας ὑπὲρ ὧν οὐκ ἐξήμαρτεν

31

(t)

Αὐρηλιανῷ.
1 Εἴ τινές εἰσι ψυχαὶ τῶν πόλεων, ὥσπερ οὖν εἰσίν, ἔφοροι θεῖαί τε καὶ δαιμόνιοι, πάσας ἡγοῦ σοι χάριν εἰδέναι καὶ ἀπομεμνῆσθαι τῶν ἀγαθῶν, ὧν ἐπὶ τῆς με‐ γάλης ἀρχῆς ἅπασιν ἔθνεσιν αἴτιος γέγονας. αὐτάς τε
5οὖν ταύτας παρὰ τοὺς καιροὺς ἑκάστους οἴου σοι πα‐ ρεστάναι συνηγόρους τε καὶ συμμάχους, καὶ τοῦ κοι‐ νοῦ δεῖσθαι θεοῦ γενέσθαι σοι πρεπούσας ἀμοιβὰς τῆς ἐνδεχομένης ἐκείνου μιμήσεως· τὸ γὰρ εὖ ποιεῖν ἓν τοῦτο μόνον ἔχουσι κοινὸν ἔργον ἄνθρωπος καὶ θεός,
10ἡ δὲ μίμησις οἰκείωσίς ἐστι, καὶ συνάπτει πρὸς ὃ μι‐ μεῖται τὸ μιμούμενον. διάκεισο τοίνυν ὡς ἀπειργα‐ σμένος οἰκεῖος τῷ θεῷ τῇ κοινωνίᾳ τῆς εὐεργετικῆς προαιρέσεως, καὶ σύνεσο γλυκείαις ἐλπίσιν, ὁποῖαι τῇ τοιαύτῃ τῆς ψυχῆς διαθέσει προσήκουσιν, ὦ μεγαλοπρε‐
15πέστατε μόνος ἢ μετ’ ὀλίγων σὺ μόνος δικαίως καλού‐ μενε. ἀσπάζομαι διὰ τῆς σεμνοτάτης φωνῆς τοῦ πα‐ τρὸς τὸν νέον Ταῦρον τὰς ἀγαθὰς Ῥωμαίων ἐλπίδας.

32

(t)

Τῷ ἀδελφῷ.
1 Ὁ καὶ τοὔνομα δοῦλος καὶ τὴν προαίρεσιν, ὃν ἀ‐ γνοήσας ὡς παιδοτρίβην παρὰ τῶν Θεοδώρου κλη‐ ρονόμων ἐώνημαι, πάλαι μέν ἐστι πονηρός (καὶ γὰρ ἔφυ καὶ τέθραπται κακῶς, καὶ ἀγωγῆς οὐκ ἀπέτυχεν
5ἀξίας τῆς φύσεως, ἐκ παιδὸς ἐν τηλίᾳ καὶ κύβοις καὶ καπηλείοις καλινδηθείς), ἀλλὰ νῦν, Λυσίας ἂν εἶπεν, ἐξείργασται καὶ τέλος ἔχει, καὶ πέρας ἀηδίας ἐστίν. Ἑρμῇ μὲν γὰρ καὶ Ἡρακλεῖ τοῖς παλαίστρας ἐφόροις οὐδὲ κατὰ μικρὸν πρέπει, Κότυϊ δὲ καὶ τοῖς ἄλλοις
10Ἀττικοῖς κονισάλοις νεωκορεῖ, καὶ εἰ δή τινές εἰσι τού‐ του τοῦ κόμματος ἕτεροι δαίμονες, ἅπασιν αὐτοῦ μέλει καὶ πάντων αὐτῷ. δίκην μὲν οὖν ἑτέραν οὐκ ἂν λά‐ βοιμι παρ’ αὐτοῦ, ἀποχρῶσα γὰρ ἡ πονηρία δίκη τῷ πονηρῷ· δοκιμασθεὶς δ’ ἀνεπιτήδειος εἶναι συμβιο‐
15τεύειν φιλοσόφοις δεσπόταις, ὧν οἰκουρούντων αἰσχύνη περινοστεῖ, φευγέτω τὴν ἔχουσαν ἡμᾶς πόλιν. ὁ γὰρ ἰδὼν τὸν πορνότριβα σοβοῦντα διὰ τῆς ἀγορᾶς, ἐν στεφάνῳ καὶ μύροις μεθύοντα καὶ κωμάζοντα καὶ πά‐
σης ἀκολασίας καταπιμπλάμενον καὶ ᾠδὰς ᾄδοντα πρε‐653
20πούσας τῷ βίῳ, ἐπὶ τοὺς ἔχοντας αὐτὸν τὴν αἰτίαν ἀνήγαγεν. ὅπως οὖν αὐτὸν παραδοὺς τῷ ναυκλήρῳ πλεῖν ἀναγκάσεις εὐθὺ τῆς ἐνεγκούσης αὐτόν· ἐκείνη γὰρ ἂν αὐτοῦ καὶ ἀνάσχοιτο δικαιότερον. πλείτω δὲ δεδεμένος ἐπὶ τοῦ καταστρώματος· μὴ γὰρ εἰς κοίλην
25ναῦν καταβαίη, ἐπεὶ μὴ θαυμάσῃς εἰ συχνὰ τῶν κεραμίων ἡμιδεῆ σοι ποιήσει. εἰ δὲ ὁ πλοῦς παρα‐ τείνοιτο, καὶ μέχρι τρυγὸς ἂν ἐκροφοίη τὸν ἀνθοσμίαν, καὶ τοὺς ναύτας δ’ ἂν αὐτὰ ταῦτα ποιεῖν ἀναπείσειε· πρὸς γὰρ τοῖς ἄλλοις καὶ πιθανώτατον τὸ κακὸν εἰς
30ἀπολαύσεις ἡγήσασθαι. καὶ τίς οὕτως ἐμβριθής ἐστι τῶν μισθοῦ πλεόντων τὴν θάλατταν, ὡς μὴ διαχυθῆ‐ ναι τοῦ καθάρματος κορδακίσαντος ἐν τῇ τοῦ ποτηρίου περιφορᾷ; καὶ ἄλλα πολλὰ βωμολοχεύεται, πρὸς ἃ δεῖ πεφράχθαι τὸν ναύκληρον. ὁ μὲν οὖν Ὀδυσσεύς,
35ἵνα μὴ ὑφ’ ἡδονῆς διαφθαρείη, τὴν Σειρήνων ἀκτὴν δεδεμένος παρήμειβεν· οὑτοσὶ δέ, ἵνα μὴ τοὺς πλέον‐ τας ἡδονῇ διαφθείρῃ, ἂν ἐκεῖνοι σωφρονῶσι, δεδήσεται.

33

(t)

Τῇ φιλοσόφῳ
1 Ἠχοῦς ἔοικα πρᾶγμα ποιεῖν. ἃς παρείληφα φωνὰς ἀντιδίδωμι, τὸν θαυμαστὸν Ἀλέξανδρον ἐπαι‐ νῶν παρὰ σοί.

34

(t)

Αὐρηλιανῷ.
1 Οὔπω τῇ προνοίᾳ μέλει Ῥωμαίων ἀλλὰ μελήσει ποτέ, καὶ οὐκ εἰς ἅπαν οἰκουρήσουσιν οἱ τὰ κοινὰ σώζειν δυνάμενοι. ἀλλὰ τῷ γε ῥήτορι τῷ συντρόφῳ καὶ ἡ παροῦσά σοι δύναμις ἀρκεῖ πρὸς ὅ τι τυγχάνει
5δεόμενος. ἀπολαυέτω δὴ νῦν μὲν αὐτὸς μόνος ταύτης, ἔπειτα μετὰ τῶν ἐθνῶν ἁπάντων κἀκείνης.

35

(t)

Τῷ ἀδελφῷ.
1 Ἐπιτομωτάτην ὁδὸν ἐπὶ τὸ πλουτεῖν ἐβάδισεν Ἀθανάσιος. ἔγνωκεν ὁμόσε ἰτέον εἶναι τοῖς ἀποθνή‐ σκουσι, καὶ πρακτέον αὐτοὺς πειθοῖ καὶ βίᾳ πᾶν ὅ τι ἂν δύναιτο. οὐκ ἂν οὖν αὐτὸν λάθοι δημόσιος ἐπὶ
5διαθήκῃ καλούμενος, ἀλλὰ συνεισάλλεται.

36

(t)

Τῷ αὐτῷ.
1 Ἑκκαιδεκάτῃ μηνὸς Ἀθὺρ ὁ μακαρίτης Καστρί‐ κιος αὐτὸ τοῦτο ἐγένετο, φάσμα χαλεπὸν ἰδών τε καὶ διηγησάμενος.

37

(t)

Ἀνυσίῳ.
1 Ἰωάννης, ὃν ὅτι σε φιλεῖ δι’ αὐτὸ τοῦτο φιλῶ, νόσῳ χαλεπῇ προσεπάλαισεν. ἦν δὲ αὐτῷ δεινὸν οὐχ ἡ νόσος ἀλλὰ τό σου τῆς ἱερᾶς ἀπεῖναι κεφαλῆς, ἐπεὶ καὶ νῦν ἐν τοῖς ὁμοίοις ἐστί. τούτῳ δέ τι καὶ τρίτον
5προσὸν χαλεπωτέραν τὴν νόσον ποιεῖ. ἐρᾷ τοῦ τι ποιεῖν στρατιώτῃ πρέπον, καὶ δυσκόλως ἔχει πρὸς τὴν
ἐξ ἀνάγκης ἀργίαν.654

38

(t)

Αὐρηλιανῷ.
1 Οἶμαί σου τὴν θεσπεσίαν ψυχὴν ἐπ’ αὐτὸ τοῦτο κα‐ ταπεμφθεῖσαν, ἐφ’ ᾧ κοινὸν ἀγαθὸν ἀνθρώπων εἶναι, καὶ χάριν εἰδέναι τοῖς συνιστᾶσι τοὺς δεομένους δικαίων, ὅτι σου πρεπούσας ὑποθέσεις τῇ φύσει πορίζονται. οὐ γὰρ
5ὅτι συγγενής ἐστιν Ἡρώδης ἐμός, ἀλλ’ ὅτι δεῖται δικαίων, διὰ τοῦτό σοι τὸν νεανίσκον συνίστημι, ὅστις ἐκ προγόνων λαμπρότατος ὢν καὶ τὴν πατρῴαν βῶλον ὑποτελῆ τῇ συγκλήτῳ διαδεξάμενος, ἐπειδὴ γέγονεν ἡγεμών, ἀξιοῦται συντελεῖν ὥσπερ οἱ νεόβουλοι καὶ
10γενέσθαι διπλοῦς λειτουργός, τὸ μέν τι διὰ τὴν οὐσίαν, τὸ δὲ δι’ ἣν ἦρξεν ἀρχήν.

39

(t)

Τῷ ἀδελφῷ.
1 Ἕλκει με παρὰ σὲ πόθος καὶ χρεία. πυνθάνομαι τοίνυν εἰ περιμένεις ἥξοντα.

40

(t)

Οὐρανίῳ.
1 Ἔπεμψά σοι δῶρον ἵππον ἀκροφυέστατον εἰς ἅπα‐ σαν ἀρετὴν ἵππῳ προσήκουσαν, ᾧ χρήσῃ μὲν ἐν ἁμίλλαις δρόμων, χρήσῃ δὲ ὅταν ἐπὶ θήραν ἐξάγῃς, καὶ ἐν ἀγῶσι πολεμικοῖς καὶ ὅταν κατάγῃς ἐπὶ τῷ
5Λιβυκῷ τροπαίῳ πομπὴν ἐπινίκιον· οὐ γὰρ οἶδα ὅ τι μᾶλλόν ἐστι, κυνηγέτης ἢ κέλης ἐναγώνιος ἢ πομπεὺς ἢ πολεμιστήριος. εἰ δὲ Νισαίων ἵππων ἰδεῖν ἐστὶν ἀειδέστερος, ὀχθώδης τε ὢν τὸ κρανίον καὶ λιπόσαρ‐ κος τὴν ὀσφῦν, τάχα μὲν οὐδὲ τοῖς ἵπποις, ὥσπερ
10οὐδὲ τοῖς ἀνθρώποις, ἅμα πάντα δίδωσιν ὁ θεός. μή‐ ποτε δὲ τοῦτο καὶ πρὸς ἐκείνας αὐτῷ τὰς ἀρετὰς συν‐ τελεῖ, εἰ τὰ μαλακὰ τῶν σκληρῶν ἐλάττω παρὰ τῆς φύσεως ἐκληρώσατο. πρός γέ τοι τοὺς πόνους ὀστᾶ σαρκῶν οἶδα διαρκέστερα. οἱ μὲν οὖν παρ’ ὑμῖν ἵπποι
15ταῖς σαρξὶ πλείους εἰσίν, οἱ δὲ ἡμέτεροι τοῖς ὀστοῖς.

41

(t)

Ἑταίρῳ.
1 Ἐμισθωσάμην σοι ναῦν ἀνθρώπων εὐγενῶν καὶ πλεόντων τὴν θάλατταν μετὰ πλείονος τέχνης ἢ τύ‐ χης. ὡς αἵ γε Καρπαθίων ὁλκάδες φήμην ἔχουσι δια‐ νοίᾳ κεχρῆσθαι, καθάπερ αἱ Φαιάκων τῶν πάλαι,
5πρὶν ἐπὶ τὴν νῆσον γενέσθαι τὸ δαιμόνιον μήνιμα.

42

(t)

Κληδονίῳ.
1 Συγγενὴς ἐμὸς ἀδικεῖται, σὺ δὲ καὶ φίλος εἶ καὶ δικάζειν, ἔλαχες. ἐκ μιᾶς οὖν προσοχῆς ὑπάρξει σοὶ κἀμοὶ καὶ τοῖς νόμοις χαρίσασθαι. ἐπανίτω τοί‐ νυν Ἀσφάλιος εἰς τὸ δεσπότης εἶναι τῶν κεραμίων τῇ
5τοῦ πατρὸς διαθήκῃ προσλαβὼν τὴν ἀπόφασιν, τῆς κατηγορίας οὐκ ἐσομένης ἐμποδὼν τῷ παραυτίκα τῆς ἀκροάσεως. πότε γὰρ δεῖ δικαιοδοτεῖν ἢ τὸν χρόνον
ἐν ᾧ μάλιστα τυγχάνομεν δεόμενοι τοῦ θεοῦ;655

43

(t)

Ἀναστασίῳ.
1 Σωσηνᾶν τις ἔπεισεν ἢ θεὸς ἢ λόγος ἢ δαίμων ὅτι καὶ παρὰ τὰ χωρία τι γίνεται τοῖς ἀνθρώποις εἰς τὸ τυγχάνειν τε καὶ ἀποτυγχάνειν εὐμενοῦς τοῦ θεοῦ. πράττων οὖν πονήρως παρ’ ἡμῖν καὶ τῶν πατρῴων
5ἀκριβῶς ἐκκοπεὶς
ἔγνωκε πλεῖν εἰς τἀπὶ Θρᾴκης χωρία,
ἐκεῖ διαλλαγησόμενος πρὸς τὴν τύχην. εἰ δή σοι φίλα πρὸς τὴν δαίμονα, σύστησον αὐτῇ τὸν νεανίσκον, καὶ ἐξευρέτω τινὰ πόρον αὐτῷ χρημάτων.
10ῥᾴδιον δὲ βουλομένῃ· καὶ γὰρ τὰ Νόννου τοῦ Σωση‐ νᾶν φύσαντος οὐ χαλεπῶς εἰς ἑτέρους μετέθηκεν. ἀποφηνάτω δὴ καὶ Σωσηνᾶν κληρονόμον ἀλλοτρίου πατρός· γένοιτο γὰρ ἂν οὕτως ἐξ ἀδικίας τὸ δίκαιον.

44

(t)

Ἰωάννῃ.
1 Ὥσπερ ἄλλοτε πολλάκις ἐπὶ τῶν καιρῶν ἐγενόμην σοι χρήσιμος, καὶ παρεμυθησάμην δυσχέρειαν τύχης τὰ μὲν λέγων τὰ δὲ ποιῶν, ὡς ἑκάστοτε ἡ δύναμις ὑπηγόρευσε, καὶ νῦν περὶ τῶν καταλαβόντων σε
5πραγμάτων δοκεῖ μοι συνεισενέγκαι τινὰ γνώμην, ἐπειδὴ μὴ ἔργον δύναμαι· Συνέσιον γὰρ οὐ θέμις, ἕως ἐμπνεῖ τε καὶ δύναται, μὴ οὐχὶ παντὶ τρόπῳ πρόθυμον εἶναι τοὺς φίλους ἀγαθόν τι ποιεῖν. ἄκουε τοίνυν ἅ μοι καλῶς ἔχει διαλεχθῆναι πρὸς σέ. εἰ μὲν
10θεός ἐστιν ἡ φήμη κατά τινα τῶν παρ’ ἡμῖν ποιητῶν, σὺ διεχρήσω τὸν μακαρίτην Αἰμίλιον, οὐ πράξας ἀλλὰ βουλεύσας τὸν φόνον, καὶ βαρβαρικὸν μὲν δρᾶμα συν‐ θείς, τὸν σφαγέα δὲ καθεὶς ἐκ τῶν σαυτοῦ λοχιτῶν τὸν ὠμότατον. λέγει μὲν γὰρ ἡ φήμη ταῦτα, ψεύδεσθαι δὲ οὐ
15θέμις, οὖσαν θεόν. εἰ δὲ Ἡσίοδος μὲν οὐδὲν λέγει, πολλὰ δὲ λέγεται μάτην, καὶ τοῦτο περὶ σοῦ τῶν πολλῶν ἐστὶν ἕν (ὡς ἔγωγε βουλοίμην ἄν· περὶ ἐλάττονος γὰρ ποιοῦμαι τὴν ἐν ἀργυρίῳ ζημίαν ἢ τὴν ἐν φίλῳ), καὶ νῦν ἂν οὐχ ὑπαίτιος ὢν ἀκούῃς κακῶς, ἀτυχεῖς μὲν
20ἄρα, ἀλλ’ οὐκ ἀδικεῖς. ὡς ὤφελες μηδὲ ἀτυχεῖν. ἀλλ’ ἐκείνως μὲν ἄν σοι μῖσος ὠφείλετο δίκαιον, οὕτω δὲ καὶ ἔλεος. ἐγὼ δέ μοι δοκῶ λίαν ὑπὸ συνηθείας ἁλώ‐ σιμος ὢν κἀκείνως ἂν τὴν μὲν πρᾶξιν μισεῖν, σὲ δὲ ὅμως ἐλεεῖν. τοῦ δὲ ἐλεοῦντός ἐστι βοηθεῖν ὅση δύνα‐
25μις, καὶ ἐξευρίσκειν ὅθεν ἂν οἴηται ὀνῆσαί τι. οὐκοῦν καθ’ ἑκάτερόν μοι προσήκει συμβουλεῦσαί σοι τὸ φαι‐ νόμενον βέλτιον. ἔοικε δὲ ταὐτὸν εἶναι συμφέρον αἰτίῳ τε ὄντι καὶ ἀναιτίῳ. ἴθι παρὰ τοὺς νόμους, καὶ σαυτὸν ἐπίδος τῷ δικαστῇ μετὰ ἀθρόων τῶν λοχιτῶν,
30εἴ τι κήδῃ κἀκείνων. καὶ εἰ μὲν ἐπράχθη τὸ δεινόν, δεήθητι καθικέτευσον ἀντιβόλησον, μὴ ἀνῇς προκαλιν‐ δούμενος, πρὶν ἂν διαπράξῃ τὸ παρὰ τῆς ψήφου συστῆ‐ ναι τῷ δημίῳ καὶ δοῦναι τὴν δίκην. ἐν καλῷ σοι κείσε‐ ται παρὰ τοῖς κάτω δικαστηρίοις τὸ προκαθηράμενον
35ἀπελθεῖν, ἑταῖρε Ἰωάννη. μὴ λόγον ἄλλως οἰηθῇς τὴν
παραίνεσιν, μηδὲ προσπαίζειν με νομίσῃς σαυτῷ· οὕτω τῆς ἱερᾶς φιλοσοφίας ὀναίμην καὶ προσέτι τῶν παιδίων τῶν ἐμαυτοῦ. οὐκ ἂν μὴ φιλτάτῳ σοι τυγχάνοντι συνεβούλευσά τι τοιοῦτον, ὅ γε ἀπεύχομαι656
40τοῖς ἐχθροῖς τοῖς ἐμοῖς· καὶ μήποτε αὐτῶν ἐπὶ νοῦν ἀναβαίη τὸ κάλλιον εἶναι τὸν ἀδικοῦντα δοῦναι τιμω‐ ρίαν αὐθαίρετον, ἀλλὰ μηδὲ παύσαιντο εὐτυχοῦντες ἐν οἷς ἀδικοῦσιν, ἵνα πλείω τε χρόνον εἶεν κακοὶ καὶ πάσας ἐκεῖ τὰς δίκας ὀφείλοιεν. πρὸς σὲ δὲ διὰ φιλίαν κιν‐
45δυνεύω τι καὶ τῶν ἀπορρήτων εἰπεῖν, ὡς ἀνόμοιόν ἐστιν ἐν παχεῖ σώματι καὶ ἐν εἰδώλῳ δοῦναι τὴν δί‐ κην. ἰσχυρότερον μὲν γὰρ ἀνθρώπου θεός, τοῦ δὲ θείου παντὸς διακόσμου σκιὰ τὸ ἀνθρώπινον. ἀλλ’ ὅπερ εἰσὶν ἐν ταῖς πολιτείαις οἱ δήμιοι, χεῖρες τῶν

44

(50)

νόμων, τὴν αὐτὴν αἱ ποιναὶ χρείαν τῇ φύσει τοῦ κό‐ σμου παρέχονται. δαίμονές εἰσι καθαρτήριοι, τέχνην ἔχοντες ἐπὶ ταῖς ψυχαῖς ἣν οἱ κναφεῖς ἐπὶ τοῖς ἱμα‐ τίοις τοῖς πιναροῖς. ἀλλ’ εἴ τις ἱματίοις αἴσθησις ἦν, τί ἂν οἴει πάσχειν αὐτὰ λακτιζόμενα καὶ νιτρούμενα
55καὶ πάντα τρόπον κναπτόμενα; διὰ πόσων δ’ ἂν ὀδυ‐ νῶν ἐκπεπλύσθαι κηλῖδας ἀρχαίας καὶ προστετηκότα ὀμόργματα; ἐῶ γὰρ λέγειν ὅτι πολλοῖς ὁ ῥύπος οὕτως ἐνέφυ σφόδρα διὰ τοῦ βάθους, ὡς ἀναπάλλα‐ κτος εἶναι, καὶ φθάνει διαφθαρέντα πρὶν εἰς τὴν φύσιν
60ἐπανελθεῖν, ὅτι τὸ πάθος αὐτοῖς γέγονε φύσις ἢ διὰ χρόνου πλῆθος ἢ διὰ μέγεθος. οὕτω δὲ ἐχούσῃ ψυχῇ καλῶς ἂν εἶχεν εἶναι φθαρτῇ. νῦν δὲ τὰ μὲν ἁμαρ‐ τήματα λόγον ἔχει πρὸς τὰς ἀνεκπλύτους κηλῖδας, ἡ ψυχὴ δὲ οὐκέτι πρὸς θοιμάτιον ἐκεῖνο τὸ πιναρόν τε
65καὶ οὐκ ἀντέχον, ἀλλ’ ἀθάνατος οὖσα τίνει δίκην ἀθάνατον, ὅταν ἁμάρτῃ δευσοποιά τε καὶ ἀναπόνιπτα. ἀλλ’ ἐν ᾧ γάρ τις ἥμαρτε βίῳ δίκας διδούς, οὔπω πάνυ προστετηκὸς ἔχει καὶ προσιζῆσαν τὸ πάθος, ἀλλ’, ὡς ἂν εἴποι τις, ἀρτιβαφὴς οὖσα ψυχὴ τάχιστα πλύνεται.
70διὸ δοτέον ἐστὶν ὡς ἔνι διὰ τάχους τὴν δίκην, καὶ τι‐ μωροῖς ἀνθρώποις, ἀλλὰ μὴ δαίμοσι. λέγεται δέ τις λόγος, ὅς με πείθει τοὺς ἠδικημένους κυρίους εἶναι μακροτέρας τε ποιεῖν καὶ ἐπιτέμνειν τὰς τιμωρίας. διὸ παραπλήσιόν ἐστιν ἕνα κακόν τι μέγα ἐργάσασθαι
75καὶ πολλοὺς κατὰ μικρὸν ἀδικῆσαι· ἐπέξεισι γὰρ ἕκαστος ἐν τῷ μέρει, καὶ δεῖ πᾶσιν ὑπηρετῆσαι τὴν δίκην. ὅταν δέ τις ἰάσιμος ᾖ, μέγα παρὰ τῷ δικα‐ στῇ δύναται τὸ τοσαῦτα προπεπονθέναι τὴν ψυχήν, ὡς ἤδη παρ’ αὐτῶν τῶν ἠδικημένων ἔλεον εὑρέσθαι. πότε
80τοίνυν εἰκός ἐστι τῆς μακαρίτιδος Αἰμιλίου ψυχῆς συγγνωμονεστέρας τυχεῖν; ἐγὼ μὲν οὖν οἶμαι, μᾶλλον δὲ οἶδα σαφῶς, ὡς ἅπας ἱκέτης αἰδέσιμος, ὅστις ἑαυτὸν τετιμώρηται. καί τις ἤδη παρ’ ἡμῖν εἰς ἀπο‐ λογίαν ὑπὲρ ἁμαρτήματος καταστὰς αὐτῷ τῷ φθάσαι
85τὴν αἰτίαν ὁμολογῆσαι καὶ φῆσαι κολάσεως ἄξιος εἶ‐ ναι, τὴν κόλασιν ἐξεωνήσατο. τὸ δὲ ἐνευωχηθῆναι τοῖς δι’ ἅ τις ἠδίκησεν, εἴτε χρήμασιν εἴτε σώμασι, βαρυ‐ θυμότερον τὸν ἠδικημένον καθίστησι. καὶ τίς ἂν γέ‐ νοιο τοῦ σώματος ἐξελθών, εἴθ’ ὑπὸ βιαίας δίκης εἴτε
90ἕτερον τρόπον, κἄπειτα αὐτὴν τὴν ψυχὴν αὐτῇ τῇ ψυχῇ θεασάμενος, οὐκ οὔσης ἀρνεῖσθαί σοι γλώττης ἀλλ’ ἐγκεκολαμμένον ἔχων τοὐπίσημον τὸ τῆς πρά‐ ξεως; οὐκ ἰλιγγιάσεις; οὐκ ἀπορήσεις; ἕλξῃ σιγῶν καὶ ἐκκείσῃ τῇ δίκῃ, καὶ σὺ κἀγὼ καὶ πᾶς ὃν οὐ657
95προκαθαίρει δημοσιευθεῖσα μετάνοια. ἀλλ’ ἀνδριστέον, ὦ γενναῖε, γενναῖος γὰρ εἴης, καὶ τῶν μὲν ἡδονῶν ὑπεροπτέον ἃς ἀδικοῦντες ἐπορισάμεθα· τοὺς δὲ ἀνθρώπους οὐκ αἰσχυντέον, ἀλλὰ τῷ δικαστῇ μὲν ὁμο‐ λογητέον τὴν πρᾶξιν, ἐξιλαστέον δὲ τῇ παραυτίκα τί‐

44

(100)

σει τὰς κάτω ποινάς. μεγίστου γὰρ ὄντος ἀγαθοῦ τοῦ μὴ ἁμαρτεῖν, δεύτερον ἀγαθὸν τὸ δικαιωθῆναι. ὅστις δὲ χρόνον πολὺν ἀδικῶν ἀκόλαστος μένει, τοῦτον δεῖ νομίζειν τὸν ἀτυχέστατον, οὗ μήτε θεὸς μήτ’ ἄνθρω‐ πος κήδεται. σκόπει γὰρ καὶ ταύτῃ. τὸ ἀκόλαστον
105εἶναι πρὸς κακοῦ καὶ λέγεται καὶ ἀκούεται. οὐκοῦν τὸ κεκολάσθαι πρὸς ἀγαθοῦ· τῷ γὰρ ἐναντίῳ τὸ ἐναν‐ τίον ὁ λόγος νέμει. εἰ μὲν οὖν ἐγὼ παρὼν ἐτύγχανον, οὐδὲν ἂν ἔδει σε πρᾶγμα σχεῖν ἀπερυθριῶντα καὶ σαυ‐ τὸν καταγγέλλοντα, ἀλλ’ ἐμαυτὸν ἂν ἔταξα συνηγο‐
110ρήσοντά σοι, καὶ προσήγαγον ἄν σε καθάπερ ἰατροῖς τοῖς νόμοις. ἀνόητος μὲν γὰρ ἄν τις εἶπεν ὡς Συνέ‐ σιος Ἰωάννου κατηγορεῖ, σὺ δ’ ἂν ἠπίστασο τἀληθὲς ὅτι φειδοῖ καὶ κηδεμονίᾳ τῇ σῇ τὴν κατηγορίαν εἱλό‐ μην, ἵν’ ὡς ἐν κακοῖς ἄμεινον πράξειας. ἀλλὰ ταῦτα
115μέν, εἰ τἀδίκημα γέγονεν, ὃ μὴ γένοιτο σοῦ τε ἕνεκα καὶ τῆς πόλεως· ἅπασα γὰρ ἂν εἴη μιαρὰ τῷ φόνῳ, τολμηθέντος αἵματος ὁμογνίου. εἰ δὲ σὺ καθαρὸς καὶ χεῖρα καὶ γνώμην (εἴη δὲ οὕτως), ἐπάρατοι μὲν οἱ ταῦτα συνθέντες ἐπὶ σοί, κἀκείνους δὲ περιμένει τὰ
120κατὰ γῆς κολαστήρια, ὡς οὐχ ἕτερος οὕτω τρόπος θεο‐ μισὴς ὡς ὁ λογοποιὸς ὁ τιτρώσκων ἐξ ἀφανοῦς· ἀγεν‐ νέστατος γὰρ ὢν μέγιστα κακὰ διαπράττεται, καὶ λέγεταί τις αὐτοῖς μοῖρα κιναίδων προσκεῖσθαι, καὶ τῶν ἐν τῇ τέχνῃ τοῦτ’ εἶναι τὸ κράτιστον, ἐπεὶ καὶ
125πρὸς ἄλλα πολλὰ σοφισταὶ γίνονται καὶ εὐμήχανοι. ὥστε ἄν τις ἁλῷ φήμας ἐπὶ τοῖς οὐκ οὖσι ποιῶν, τοῦτο ἐκεῖνο, μὴ ἐπανέρῃ μηδὲ διστάσῃς, ἀλλὰ κἂν στε‐ ρεώτατος εἶναι δοκῇ, θαρρῶν ἀποφαίνου τὸν ἄνδρα ἡμίγυνον, αὐτόχρημα θιασώτην τῆς Κότυος. σοὶ δὲ
130ἔξεστιν ἀπὸ τῶν λόγων τούτων ἀποφῆναι συκοφαντοῦ‐ σαν τὴν δόξαν, εἰ σαυτόν τε καὶ τοὺς σοὺς ἐπιδοίης τῇ δίκῃ. εἰπὲ γὰρ εἰσελθὼν ὡς Ἐμοῦ κατήγοροί τινές εἰσιν ἀφανεῖς, οἳ προκατεγνωκότες αὑτῶν ἀξιοῦσι λανθάνειν, κατηγοροῦσι δὲ ὅμως πολλὰ καὶ χα‐
135λεπά, καὶ κινδυνεύουσι πείθειν ἐνίους· οὕτως εἰσὶν ἐπίβουλοι καὶ δεινοὶ παραδοῦναι λόγον τῇ φήμῃ. κᾆτα διεξελθὼν τὰς αἰτίας ἐφ’ αἷς ἀκούεις κακῶς, γάμον καὶ φόνον ἀνόσιον, ἐπειδὴ σπάταλον οἶμαί τινά φασι ὑπὸ σοῦ κάθετον ἐξειργάσθαι τὸν φόνον, τοῦτον ἅμα
140προσάγων δεήθητι τοῦ δικαστηρίου λιπαρῶν καὶ προσ‐ πίπτων μὴ ἀνεξέταστος ἀπελθεῖν μηδὲ ἐρήμην ἁλῶ‐ ναι. οὐ γὰρ δή, κράτιστε τῶν ἡγεμόνων, ἐρεῖς, διότι γραφὴν εἰς τοὐμφανὲς οὐδεὶς ἀπηνέγκατο, παρὰ τοῦτό
σε δεῖ ποιήσασθαι τὸ μὴ διὰ πάσης ἐλθεῖν βασάνου,658
145μετιόντα καὶ θηρώμενον τὴν ἀλήθειαν. ὁ βεβοημέ‐ νος σπάταλός ἐστιν οὗτος. ἔχεις τὸν ἄνδρα· χρῶ τῷ σώματι. τοῦτον, εἴ τι γέγονε, τήμερον ἀναφανῆ‐ ναί γε δεῖ κατήγορον αὑτοῦ τε κἀμοῦ. κἂν μὲν οὕτω σοῦ λέγοντος μὴ πείθηταί σοι, καὶ τοῦθ’ ἅλις ἔχει πρός

44

(150)

γε ἡμᾶς τοὺς ἀνθρώπους· εἰ δὲ φιλάνθρωπός τε εἴη καὶ χαρίσαιτό σοι τὴν περὶ τούτων ἀκρόασιν, ἅπαν ἐνταῦθά ἐστι τὸ λαμπρῶς ἀπολογήσασθαι καὶ τοὺς λογοποιοὺς καταισχῦναί τε καὶ κατασιγάσαι. τὸν γὰρ δὴ σπάταλον τοῦτον οὐ δεήσει τρυφᾶν, ἀλλὰ καὶ δεδήσεται καὶ
155κρεμήσεται καὶ τὼ πλευρὼ διορυγήσεται· δεινοὶ γὰρ ἐξε‐ λέγξαι προσποίησιν οἱ βασανισταί, καί τινες αὐτοῖς ὄνυχές εἰσιν ἐξηυρημένοι, συλλογισμῶν ἐπιστημονικῶν ἔχον‐ τες δύναμιν, ὥσθ’ ὅ τι ἂν ἐκείνων κρατούντων ἀναφανῇ, τοῦτ’ ἔστιν αὐτὸ τἀληθές. ἂν οὕτως ἀπολυθῇς μηδὲν
160ἀδικῶν, ἄπει τοῦ δικαστηρίου νενικηκὼς καὶ γαῦρος, εὐαγὴς ὤν τε καὶ δοκῶν. εἰ δὲ ἐγὼ μὲν εἰσηγησάμην ἅττα σοι λυσιτελεῖν οἶμαι, σὺ δὲ οὐ ποιήσεις οὐδὲ πρὸς τὸν δικαστὴν πρόσει, τὸ μὲν ἀληθὲς εἶδέ τε καὶ οἶδεν ἡ Δίκη. πάντως ὁ διὰ πάντων ἥκων ὀφθαλμὸς
165τῆς θεᾶς καὶ Λιβύην ἑώρα καὶ φάραγγα ἐκείνην καὶ θροῦν ἐκεῖνον, εἴτε τὸν ὄντα εἴτε τὸν ἐπιποίητον, καὶ τὸν Αἰμιλίου δρόμον καὶ ὅ τι πέπονθε καὶ ὑφ’ οὗ καὶ ὅ τι εἶπε καὶ ὅ τι ἤκουσεν, εἰ δή τι καὶ εἶπε καὶ ἤκουσε. καὶ οἶδεν ὅτι εἰ καὶ τύχοις μὲν ἀναίτιος σὺ καὶ
170καθαρὸς τῷ θεῷ, μήτε πράξας μήτε βουλεύσας ἔργον ἐξάγιστον, ἀλλ’ ἡμῖν γε τοῖς ἀνθρώποις οὔπω καθαρός, ἕως ἂν ἀναπολόγητος ᾖς. οὐδὲ ἐμβαλοῦμέν σοι δε‐ ξιάν, οὐδὲ ἀπὸ τῆς αὐτῆς σιτησόμεθα· τοὺς Αἰμιλίου γὰρ ἀλάστορας δέδιμεν, εἰ θιγγάνων ἡμῶν ἐναπομόρξῃ τὴν
175προστροπήν. εἰσὶ καὶ ἡμῖν οἰκεῖαι κηλῖδες· οὐ δεῖ καὶ προσερανίζεσθαι.

45

(t)

Ὀλυμπίῳ.
1 Λυποῦσι τὴν ἐκκλησίαν ἀλλότριοι πονηροί. διάβηθι κατ’ αὐτῶν· οἱ πάτταλοι γὰρ παττάλοις ἐκκρούονται.

46

(t)

Ἀναστασίῳ.
1 Οὐδὲ Ἄμασις μὲν καλός, φυλαξάμενος ἐπιδακρῦσαι τοῦ Πολυκράτους ταῖς συμφοραῖς, ἃς ἐσομένας προεί‐ δετο, ἀλλ’ οἷς εὐτυχοῦντι κήρυκα πέμψας τὴν φιλίαν ἀπείπατο, δῆλον ἐποίησεν ὅτι κἂν ἐδάκρυσεν, εἰ πρού‐
5λαβεν ἡ συμφορὰ τὴν ἀπόρρησιν. σὺ δὲ ἡμῖν ἕως μὲν οὐ προσεκόπτομεν τῇ τύχῃ συνέμεινας, ἔπειτα συναπῆρας αὐτῇ· λέγει γὰρ ἡ φήμη διὰ τῶν ἀπὸ Θρᾴκης ἡκόντων οὐδὲν οὔτε φρονεῖν σε περὶ ἡμῶν οὔτε λέγειν ἐπιεικές. τοῦτο μὲν οὖν οὐκ ἔστιν ὅλως
10φιλίαν ἀπειπεῖν ἀλλ’ ἔχθραν ἀνειπεῖν, ἤρκει δέ, εἴ‐ περ ἄρα, τὸ μὴ συνανιᾶσθαι· τὸ δὲ καὶ προσανιᾶσαι πόρρω δεινῶν καὶ οὔτε Ἀμάσιδος οὔτε ὅλως ἀνθρώπι‐ νον. ἀλλὰ σοὶ γὰρ ἴσως ὑπὲρ τῶν σεαυτοῦ πραγμάτων ἔσκεπται κάλλιον. ποίει τὸ ποιητέον, μόνον εἰ χαίρων
15ποιεῖς· ἥμισυ γὰρ ἂν εἴη κακόν, εἰ καὶ οἷς πάσχω κα‐
κῶς ἡδὺς εἴην τοῖς φίλοις.659

47

(t)

Θεοτίμῳ.
1 Ἀρίθμει καὶ Πέτρον ὀργὴν Πενταπόλεως ἄνθρωπον οὐ τέχνῃ μετιόντα τὸ λύειν τοὺς νόμους. καίτοι καὶ τὸν οὕτω μετιόντα μισῶ, καὶ ὁ θεὸς σύνοιδε καὶ ὁ Διοσκορίδης. ἀλλ’ οὗτός ἐστι νεανικώτερος ἐκείνου
5τἀνδρός· ὅτου γὰρ ἐπιθυμήσει χρήματος, πρῶτον ἁρ‐ πάσας καὶ ὑφ’ ἑαυτὸν ποιησάμενος, ἔπειτα πράττει τὴν δίκην κἂν ἁλῷ τῇ ψήφῳ, κρατεῖ τῇ χειρί. οὕτως ἐποίησε. πρῶτον ἥρπασε κεράμιον. ἐγράψατό τις αὐ‐ τόν. ὃ μὲν ἤλεγξεν, ὃ δὲ οὐκ ἀπέδωκεν, ἀλλὰ καὶ προσ‐
10ηπείλησε τοῖς δημίοις πληγάς. πρὸς ὃ νεμεσή‐ σας ἐγὼ καὶ νομίσας οὐκ εἶναι βιώσιμον ὅπου τινὲς ἰδιῶται χεῖρας ἔχουσι μείζους τῶν νόμων, παρεσκεύασα λαμπροτάτους ἄνδρας εἴξαντας ἀποφάσει βοηθῆσαι τῇ καταστάσει τῆς πολιτείας· εἰ γὰρ προυχώρησεν αὐτῷ,
15πολλοὺς ἂν ἐντὸς ὀλίγου Πέτρους ἐθεασάμεθα. ἐν ᾧ χάριν ἔχω τῷ θαυμαστῷ Μαρτυρίῳ, καὶ συνηγανα‐ κτηκότι μάλιστα καὶ προθυμότατα πάντων ὑπηρετή‐ σαντι. ἀνθ’ ὧν ἀγαθὸν αὐτῷ τι γένοιτο παρὰ τοῦ θεοῦ. παρὰ δὲ Ἀνθεμίου καλῶς ἂν ἔχοι τὸ μὴ κακόν τι
20λαβεῖν, εἰ Πέτρος αὐτόν, ὥσπερ ἠπείλησεν, ἀπαιτή‐ σειεν. ἀλλ’ ἵνα μὴ γένηται τοῦτο, δέομαι σοῦ τε αὐτοῦ καὶ διὰ σοῦ τοῦ θαυμασίου ἀνδρὸς καὶ φιλοσό‐ φου Τρωΐλου, κωλύσατε τὸν ἀλιτήριον ἄνθρωπον τὴν διὰ τῶν νόμων ἐπὶ τοὺς νόμους ἐλθεῖν. ἐμοὶ καὶ Πεν‐
25ταπόλεως μέλει καὶ τοῦ μὴ γεγονέναι φίλῳ συμφο‐ ρᾶς αἴτιον· τὸ δὲ πῶς ἂν συκοφάντης ἀνακοπείη, οὐκ ἐμὸν εὑρεῖν, ἀλλὰ σόν, ὦ πρὸς τὰ καλὰ πάντων σὺ ποριμώτατε.

48

(t)

Πυλαιμένει.
1 Καλῶς ποιεῖς εἰς τὴν ἔχουσαν τὸν βασιλέα πόλιν ἐπανελθών· εἰ γὰρ κἀν τοῖς Ἰσαύρων ὄρεσιν ἡ ἀγαθή σοι τύχη συνῆν, ἀλλ’ ἔστιν εὐτυχία παρὰ τὸν τόπον ἀτυχεστέρα. ἐμοὶ δέ τι καὶ ἰδίᾳ διαφέρει τὸ παρ’
5αὐτά σε πράττειν εὖ τὰ βασίλεια, οὗ διατρίβων καὶ λήψῃ καὶ πέμψεις ἐπιστολάς, τὸ τιμαλφέστατον ἐμοὶ τῶν ἀπὸ Θρᾴκης ἀγωγίμων.

49

(t)

Θεοτίμῳ.
1 Πλείω καλὰ τῆς Σιμωνίδου συνουσίας Ἱέρων ἀπέ‐ λαυσεν ἢ Σιμωνίδης Ἱέρωνος. καὶ ναὶ μὰ τὸν φίλιον τὸν ἐμόν τε καὶ σόν, οὔ σε πλέον ἐμακάρισα τῆς Ἀνθεμίου τοῦ μεγάλου φιλίας ἢ τῆς σῆς αὐτὸν ἐκεῖ‐
5νον τὸν μέγαν Ἀνθέμιον· ἀνδρὶ γὰρ ἔχοντι δύναμιν τί κτῆμα κάλλιον ἢ φίλος ἦθος ἀκαπήλευτον παρεχό‐ μενος; οἷον ἐγὼ Θεότιμον οἶδα, τὴν πραοτάτην καὶ θεο‐ φιλῆ κεφαλήν. ἀλλὰ τοῦτο μὲν σὺ Σιμωνίδου πλέον ποιεῖς (Σιμωνίδης γὰρ αὐτὸς ὡμολόγει πρὸς ἀργύ‐
10ριον διαλέγεσθαι), ἐκεῖνο δὲ κοινόν, ὅτι καὶ Σιμωνίδης Ἱέρωνα τῇ διαδοχῇ τοῦ χρόνου συνέστησε, καὶ διὰ
τὰς Θεοτίμου ποιήσεις ἔστ’ ἂν Ἕλληνες ὦσι πολὺς Ἀνθέμιος ἐν ταῖς τῶν λόγων διατριβαῖς. ἀλλὰ τὰ μὲν Ῥωμαίων ἐκεῖνος αὔξοι, σὺ δὲ ἐκείνου τὸ ὄνομα·660
15ποιητικῇ γὰρ ἔδωκεν ὁ θεὸς ταμιεύειν τὴν εὔκλειαν, ἧς τὸ καλὸν εἰς σὲ περιήκει.

50

(t)

Τῷ ἀδελφῷ.
1 Ἀπέκτονε, φησί τις, Ἰωάννης Αἰμίλιον, ἕτερος δέ τις τοὺς πολιτευομένους ἐχθροὺς ἐπ’ αὐτῷ ταῦτα συμ‐ πλάσαι. τὸ μὲν οὖν ἀληθὲς οἶδεν ἡ Δίκη, καὶ ὁ χρό‐ νος εὑρήσει, ἐγὼ δὲ καίπερ ἀδήλου τοῦ πράγματος ὄν‐
5τος οἶμαι δεῖν ἅπαντας ἑξῆς ἀποτροπιάζεσθαι, τὸν μέν, ὅτι τοιοῦτός ἐστιν, ὥστ’ εἰ καὶ μὴ πεποίηκεν, ἀλλ’ ἐποίησεν ἂν καὶ τοῖς ἑαυτοῦ τρόποις πρέπουσαν αἰτίαν ἐδέξατο· τοὺς δὲ καὶ μὴ πλάσαντας, ὅτι συνέ‐ πλασαν ἄν, καὶ πρὸς αὐτῶν τὸ ἐγχείρημα. ὡς ἔστιν
10ἦθος ἀνοίκειον ὑποψίας τινί, κἂν εἰ συνωμόται πολλοὶ μαρτυροῖεν, οὐδὲν αὐτοῖς ἔσται πλέον εἰς πίστιν. οἷον εἴ τις ἑταιρήσεως διώκοι τὸν Αἴαντα, γέλως ἂν εἴη πλατύς. ὁ δὲ Ἀλέξανδρος, εἰ μὴ θῆλυς, ἀλλὰ θη‐ λυδρίας γε ἦν καὶ τὴν αἰτίαν ἐχώρει. τὸν Σίσυφον δὲ
15καὶ τὸν Ὀδυσσέα μισῶ. καὶ γὰρ εἴ τι καὶ λέγοιεν ἀληθές, ἀλλὰ τοιοῦτοί γε ἦσαν οἷοι τὰ πλεῖστα ψεύδε‐ σθαι. ἐγὼ δὲ οἷς ἀτυχῶ, λίαν εὐτυχῶ, πολιτῶν τοιούτων ἐχθρῶν καὶ φίλων στερόμενος. διατετειχίσθω μοι τὰ πρὸς ἅπαντας, οὐδὲν ἐμοὶ πρὸς ἐκείνων οὐ‐
20δένα. ξένος ἐν ξένοις βιῴην. ὁ τρόπος ἡμᾶς πρὸ τοῦ τόπου διῴκισεν. ὀδύρομαι δὲ τὸ κλεινὸν ἔδαφος τῆς Κυρήνης, ὃ πάλαι μὲν εἶχον Καρνεάδαι τε καὶ Ἀρίστιπποι, νυνὶ δὲ Ἰωάνναι τε καὶ Ἰούλιοι, μεθ’ ὧν οὐκ εὐκαίρως γενόμενος εὐκαίρως ἀποδημῶ. σὺ δὲ
25ἀλλὰ μηδὲ γράφειν ἔτι μοι περὶ τῶν ἐκεῖθεν πραγμά‐ των τινός· μηδὲ συνιστάναι τοὺς ἔχοντας δίκας· οὐ γὰρ ἂν ἐπιδοίην ἐμαυτὸν ἔτι τούτων τινί. ἀτυχέστατος μεντἂν εἴην, εἰ τῶν μὲν ἀγαθῶν τῆς φιλτάτης πατρί‐ δος στεροίμην, μετέχοιμι δὲ ἀντιλογιῶν καὶ
30πραγμάτων ἀφελκόντων με τῆς ἐν φιλοσοφίᾳ ῥᾳστώνης, καὶ πενίαν ἐξ ἀπραξίας ὡς κέρδος ἑλόμενος, τἀλλό‐ τρια κακὰ προῖκα περιεργάσομαι.

51

(t)

Τῷ αὐτῷ.
1 Ἄραντες ἐκ Φυκοῦντος ἀρχομένης ἑῴας, δείλης ὀψίας τῷ κατ’ Ἐρυθρὰν κόλπῳ προσέσχομεν· ἐνδια‐ τρίψαντες δὲ ὅσον ὕδωρ πιεῖν καὶ ὑδρεύσασθαι (πη‐ γαὶ δὲ ἐπ’ αὐτὴν ἐκδιδόασι τὴν ᾐόνα καθαροῦ καὶ
5ἡδίστου νάματος), ἐπισπευδόντων τῶν Καρπαθίων αὖ‐ θις ἀνήχθημεν· πνεύματι δὲ χρησάμενοι μετρίῳ μὲν ἀλλ’ ἐκ πρύμνης ἀεί, καὶ μέγα οὐδὲν ἐφ’ ἑκάστης ἡμέρας ἀνύειν ἐλπίσαντες, ἐλάθομεν ἐξηνυκότες ὅσον ἔδει. καὶ πεμπταῖοι τὸν φρυκτὸν ἰδόντες, ὃν αἴρουσιν
10ἀπὸ πύργου τοῖς καταγομένοις σύνθημα, θᾶττον ἢ λόγος ἀποβιβασθέντες ἦμεν ἐν τῇ νήσῳ τῇ Φάρῳ. λυπρὰ δὲ ἡ νῆσος, ἐν ᾗ μήτε δάσος ἐστὶν αὐτοφυὲς
μήτε καρπός, ἀλλ’ ἅλες τινές.661

52

(t)

Τῷ αὐτῷ.
1 Ἥκειν τις Ἀθήνηθεν λέγεται κρηπιδοπώλης ἄν‐ θρωπος, παρ’ οὗ μοι δοκεῖς καὶ πέρυσιν ἐωνῆσθαι τὰς ἀνατρήτους ἐμβάδας. νῦν δέ φασιν αὐτὸν ἐπὶ μεῖ‐ ζον ἐμπορεύεσθαι, κομίζοντα στολὰς ἀττικουργεῖς, σοί
5τε θερίστρια πρέποντα καὶ ἡμῖν ἀναβολὰς εἰς τὴν ὥραν τοῦ ἔτους. πρὶν ἂν οὖν ἁπάσας φθάσειεν ἀπο‐ δόμενος ἢ τὰς τῆς καλλίονος ἐργασίας (οἱ γὰρ προεν‐ τυγχάνοντες οὐχ ὑπὲρ τῶν κατόπιν ἀλλ’ ὑπὲρ ἑαυτῶν δήπουθεν ἀξιοῦσι βουλεύεσθαι), εἰσκάλει τὸν ξένον
10καὶ πρίω μοι τρεῖς ἢ τέτταρας τῶν ἀναβολῶν. πάντως ὅ τι ἂν ὑπὲρ τῆς τιμῆς κατάθῃ, παρ’ ἐμοί σοι πολλα‐ πλάσιον κείσεται.

53

(t)

Τῷ αὐτῷ.
1 Μῆκος ἐπιστολῆς ἀνοικειότητα κατηγορεῖ τοῦ δια‐ κομίζοντος. ἀλλ’ ὁ θαυμαστὸς Ἀκάκιος οἶδε μὲν ὅσα κἀγώ, ἐρεῖ δὲ καὶ ὧν οἶδε πλείονα τῷ τε σὸς ἐρα‐ στὴς εἶναι καὶ τὴν γλῶτταν ἔχειν νικῶσαν τὰ
5πράγματα, ὥστε τὴν ἐπιστολὴν τῷ νόμῳ τοῦ προσει‐ πεῖν σε πλέον ἢ τῇ χρείᾳ χαρίζομαι. τὸ δὲ ἀπαγγεῖ‐ λαί σοι περὶ τοῦ υἱοῦ Διοσκορίου τοῦτο μὲν ὡς ὑγιαί‐ νει τοῦτο δ’ ὡς ἀναγινώσκει καὶ πρόσκειται τοῖς βι‐ βλίοις, τοῦτο τῆς ἐπιστολῆς αὐτῆς ὑπαρχέτω τιμή. ἡμεῖς
10δὲ αὐτῷ συμμορίαν ἀδελφῶν παρεσχόμεθα προσθέντες Ἡσυχίῳ ζεῦγος ἀδελφῶν ἀρρένων, οὓς εὐτυχεῖς ποιήσειεν ὁ θεὸς αὐτοῖς τε καὶ ἀδελφοῖς καὶ γονέων οἴκῳ καὶ τῷ λοιπῷ γένει καὶ ταῖς πατρίοις πόλεσιν.

54

(t)

Τῷ αὐτῷ.
1 Συχνοὶ παρ’ ἡμῖν καὶ ἰδιῶται καὶ ἱερεῖς, πλαττό‐ μενοί τινας ὀνείρους οὓς αὐτοὶ καλοῦσιν ἀποκαλύψεις, ἐοίκασιν ὕπαρ μοι δώσειν κακόν, ἂν μὴ τάχιστα τὰς ἱερὰς Ἀθήνας καταλαβεῖν μοι γένηται. ὁσάκις ἂν οὖν
5ἐντυχεῖν σοι γένηται ναυκλήρῳ Πειραϊκῷ, γράφε πρὸς ἡμᾶς· ἐκεῖ γὰρ ἐντευξόμεθα ταῖς ἐπιστολαῖς. ὀνήσο‐ μαι δὲ οὐ μόνον τοῦτο τῆς ἐπὶ τὰς Ἀθήνας ὁδοῦ, τὸ τῶν παρόντων ἀπηλλάχθαι δεινῶν, ἀλλὰ καὶ τὸ μη‐ κέτι τοὺς ἐκεῖθεν ἥκοντας ἐπὶ λόγοις προσκυνεῖν, οἳ
10μηδὲν μὲν ἡμῶν τῶν θνητῶν διαφέρουσιν (οὔκουν εἰς σύνεσίν γε τῶν Ἀριστοτέλους καὶ Πλάτωνος), ἀνα‐ στρέφονται δὲ ἐν ἡμῖν ὥσπερ ἐν ἡμιόνοις ἡμίθεοι, διότι τεθέανται τὴν ἀκαδήμειάν τε καὶ τὸ Λύκειον καὶ τὴν ἐν ᾗ Ζήνων ἐφιλοσόφει Ποικίλην, νῦν οὐκέτ’ οὖσαν
15ποικίλην· ὁ γὰρ ἀνθύπατος τὰς σανίδας ἀφείλετο, ἔπειτα ἐκώλυσεν αὐτοὺς ἐπὶ σοφίᾳ μεῖζον φρονεῖν.

55

(t)

Τῷ αὐτῷ.
1 Ἔλυσας τὸ πρυμνήσιον, κἀγὼ τὰς ἡμιόνους ἔστησα παρὰ τὴν ζεφυρῖτιν ᾐόνα· τῆς ἀπήνης δὲ ἀποβαίνοντος ἤδη σοι τὸ ἱστίον ἦρτο, καὶ κατὰ πρύμναν ὁ ἄνεμος.
ἀλλὰ τοῖς τε ὀφθαλμοῖς ὑμᾶς ἐφ’ ὅσον ἐξικνοῦντο πρού‐662
5πεμψα, καὶ πολλὰ τοῖς ἀνέμοις ὑπὲρ τῆς ἐρωμένης ψυχῆς διείλεγμαι, συνιστὰς αὐτοῖς τὸ σκάφος, ὅτι μοι τὸ τιμαλφέστατον φορτίον ἐπεπίστευτο· οἳ δέ (οὐ γάρ εἰσιν ἀνέραστοι τῶν καλῶν) ὑπέσχοντό μοι τὴν σὴν κομιδήν τε καὶ ἀνακομιδήν. οὗτοι μὲν οὖν ἀγαθοὶ
10δαίμονες ὄντες οὐκ ἄν ποτε ψεύσαιντο, σὺ δὲ ὥσπερ αὐτῶν ἐδεήθης, ἐντεῦθεν ἐκεῖσε πορθμεύων δεή‐ θητι, κἀκεῖθεν ἐνθάδε· πολὺ γὰρ ἂν ἡδίους τότε σοι παραγένοιντο.

56

(t)

Τῷ αὐτῷ.
1 Ἀδικεῖς με, ὦ θεία καὶ ἱερὰ κεφαλή, ψυχὴν ἁπλῆν καὶ ὑπὸ συνηθείας ἁλώσιμον ἐνσείσας μὲν εἰς τὸ διαφερόντως ἀγαπᾶν σέ τε καὶ τὴν ἀδελφιδῆν, ἀφε‐ λόμενος δὲ σαυτοῦ τε καὶ τῆς ἀδελφιδῆς. ἐκείνην μὲν
5οὖν ἔχων διπλῆν ἐθεώμην εἰκόνα, καὶ παρῆν μοι διὰ τῆς νεάνιδος ὁ θεῖος αὐτῆς· νῦν δὲ ἅπαντα τὰ φίλα φροῦδα, καὶ μέμφομαι τῇ φύσει διὰ τὴν ἀμε‐ τρίαν τῆς εἰς τὸ ἀδικεῖσθαι ῥοπῆς. καὶ εἴ τι φιλοσο‐ φίας ὄφελος, εἰς τὸ ἀρρενωπότερον ἀναχθήσομαι, καὶ
10τοῦ λοιποῦ σφενδαμνίνῳ μοι καὶ ἀκλινεστέρῳ συνέ‐ σεσθε.

57

(t)

Κατὰ Ἀνδρονίκου.
1 Αἱ κακοποιοὶ, δυνάμεις ἐν κόσμῳ συντελοῦσι μὲν τῇ χρείᾳ τῆς προνοίας (κολάζουσι γὰρ τοὺς ἀξίους κο‐ λάζεσθαι), εἰσὶ δὲ ὅμως θεομισεῖς τε καὶ ἀποτρόπαιοι· ἐγερῶ γάρ φησιν ἔθνος ἐφ’ ὑμᾶς, ὑφ’ οὗ πείσεσθε
5τόσα καὶ τόσα. καὶ τελευτῶν αὐτοῖς ἐκείνοις οἷς ἐπιστρα‐ τεύει φησὶν ἐπεξελεύσεσθαι, ὅτι παραλαβόντες ὑμᾶς οὐκ ἠλέησαν οὐδὲ ἀνθρωπίνως ἐχρήσαντο. αὐτὰς μὲν οὖν οὐκ ἐξεμελέτησα τὰς ἱερὰς συλλαβάς, ἰσχυρίζομαι δὲ ὡς ἔστιν οὗ τῶν βιβλίων ὁ θεὸς ταῦτα λέγων πεποίη‐
10ται. καὶ οὐκ εἶπε μὲν οὕτως, οὐκ ἐποίησε δέ, ἀλλ’ ὁ Βαβυλώνιος βασιλεὺς Ἱερουσαλὴμ μὲν τὴν πόλιν κα‐ τέσκαψε, τὸ δὲ ἔθνος ἠνδραποδίσατο. ὁ δὲ αὐτὸς οὗτος οὐκ εἰς μακρὰν ἐμεμήνει, καὶ γέγονε δίκῃ θεοῦ ἐξερη‐ μωθῆναι τὴν πόλιν, ὡς εἰ καὶ γέγονεν ἐν τῷ τόπῳ
15πόλις ἀπιστηθῆναι. ἆρα τολμήσει τις ἐρέσθαι θεὸν διὰ τί σὺ μὲν ἀνίστης ἄνδρας ἐπὶ τοὺς ἡμαρτηκότας σοι τιμωρούς, ὅταν δὲ ὑπηρετήσωσι τῷ θείῳ βουλήματι, καὶ γένωνται δήμιοι τούτοις ἐφ’ οὓς καταπέμπονται, δέον ἐκτῖσαι χάριν τῆς ὑπουργίας, τότε δὴ μάλιστα
20καὶ κολάζονται; ἀλλ’ ἢ κεκίνηκεν ἡμᾶς εἰς ἀπόκρισιν ὧν αὐτοῦ πυνθανόμεθα; ἐπειδὴ γὰρ βεβλαμμένου τῇδε τοῦ θείου νόμου παρῆλθεν εἰς ἀνθρώπους τὰ κακά (τὰ δὲ κακοποιὰ διαφερόντως κακά· περιουσίᾳ γὰρ φύσεως καὶ δραστήρια γίνεται), ἐπειδὴ δ’ οὖν ἅπαξ
25γέγονε τὰ κακά (τῆς γὰρ θείας σοφίας καὶ ἀρετῆς καὶ δυνάμεως ἔργον ἐστὶν οὐ μόνον τὸ ἀγαθοποιεῖν (φύσις γάρ, ὡς εἰπεῖν, αὕτη θεοῦ, ὡς τοῦ πυρὸς τὸ θερμαίνειν καὶ τοῦ φωτὸς τὸ φωτίζειν), ἀλλὰ κἀκεῖνο μάλιστα, τὸ διὰ
κακῶν ἐπινοηθέντων πρός τινων ἀγαθόν τι καὶ χρηστὸν663
30τέλος ἀποτελεῖν καὶ ὠφελίμως τοῖς δοκοῦσι φαύλοις χρῆσθαι), σοφίας ἐστὶν εὐμηχάνου καὶ τοῖς κακοῖς ἐν δέοντι χρήσασθαι. ὅταν οὖν δέηται κολαστῶν, χρῆ‐ ται νῦν μὲν ἀγελάρχαις ἀκρίδων δαίμοσι, νῦν δὲ ὧν ἔργα λοιμοί· καὶ νῦν μὲν ἔθνει βαρβάρῳ, νῦν δὲ ἄρχοντι
35πονηρῷ· καὶ καθάπαξ εἰπεῖν, ταῖς ἐπιτηδείοις εἰς τὸ ποιῆσαι κακὰ δημόσια φύσεσι. μισεῖ δ’ ὅμως αὐτάς, ὅτι πρὸς τοῦτο γεγόνασιν ἐπιτήδειοι· οὐ γὰρ ἐποίη‐ σεν ὁ θεὸς ὄργανα συμφορῶν, ἀλλ’ ὑφ’ ἑαυτῶν εἰς τοῦτο ταχθεῖσιν ἑτοίμως ἐχρήσατο. καὶ διότι πρὸς
40τοῦτο σὺ γέγονας χρήσιμος, αὐτὸ τοῦτ’ ἐστὶν ὅ σε παντάπασιν ἀποκόπτει θεοῦ. οὕτω καὶ σκεῦος τὸ μὲν ἄτιμον, τὸ δὲ τίμιόν ἐστί τε καὶ νομίζεται· κρίνεται γὰρ ἑκάτερον πρὸς ἥντινα τὴν χρείαν παρέχεται. τράπεζα μὲν ἱερὸν χρῆμα, δι’ ἧς ὁ θεὸς τιμᾶται φί‐
45λιός τε καὶ ξένιος, καὶ τὸν Ἀβραὰμ ἡ φιλοξενία θεοῦ πεποίηκεν ἑστιάτορα· μάστιξ δὲ ἀποτρόπαιον, θυμῷ γὰρ ὑπηρετεῖται, καί τις ἤδη χρησάμενος αὐτῇ μετε‐ νόησε. τῶν μέντοι κολαζομένων θεὸς κήδεται· οὐδὲ γὰρ οὐδὲ τοῦτο μικρόν, ἐπισκοπῆς ἀξιωθῆναι θεοῦ καὶ

57

(50)

καθήρασθαι διὰ δίκης τὰ ἁμαρτήματα. αἱ δὲ τιμω‐ ροὶ φύσεις εἰσὶ παντάπασιν ἀπόστροφοι τοῦ θεοῦ· τὸ γὰρ ἀφανιστικὸν τῷ δημιουργικῷ δήπου πολέμιον. οὐδὲ γὰρ οὐδὲ διάκειται τὴν γνώμην ὁ τιμωρὸς ἢ δαί‐ μων ἢ ἄνθρωπος ὡς λειτουργίαν τινὰ ταύτην εἰσφέρων
55θεῷ, ἀλλὰ τῇ μοχθηρίᾳ τῆς φύσεως χαριζόμενος ταῖς κοιναῖς συμφοραῖς ἐπεξέρχεται. οὐ τοίνυν ἐπειδὴ δυστυχεῖν ἔδει τὴν πόλιν, σὺ δὲ τοῦτ’ εἰργάσω, παρὰ τοῦτό σε δεῖ διαδρᾶναι τὴν δίκην· ταύτην γὰρ ἂν τὴν ἀπολογίαν καὶ Ἰούδας ἀπελογήσατο, ἔδει γὰρ ὑπὲρ
60τῆς ἁπάντων ἁμαρτίας σταυρωθῆναι Χριστόν. ἀλλ’ ἔδει μέν, φησίν, οὐαὶ δὲ δι’ οὗ γέγονε, καὶ καλὸν ἦν τῷ ἀνθρώπῳ ἐκείνῳ εἰ μὴ ἐγένετο. οὐκοῦν τὸ μὲν ὁρώμενον ἀγχόνη τὴν προδοσίαν αὐτοῦ διεδέ‐ ξατο, τὸ δὲ οὐχ ὁρώμενον οὐδ’ ἂν ἐπινοήσειέ τις. οὐ
65γὰρ ἔστιν ἐπίνοιαν ἀνθρώπου χωρῆσαι τίνα γένοιτ’ ἂν τῷ Χριστοῦ προδότῃ τὰ κολαστήρια· τὸ γὰρ ᾗ δεῖ γενέσθαι ὑπηρετῆσαι τῷ χρεὼν οὐκ ἀστείας ἀπο‐ λογίας ἐστί. δεῖ τοίνυν ὅσον οὐδέπω καὶ Αὐσουρια‐ νοὺς καὶ Ἀνδρόνικον ὑπὲρ ὧν εἰς ἡμᾶς εἰργάσαντο
70δίκην ἀξίαν κομίσασθαι· καὶ γὰρ τὴν ἀκρίδα τὴν λυμη‐ ναμένην ἡμῶν τοὺς καρποὺς καὶ μέχρι μὲν καλάμης τὸ λήιον μέχρι δὲ φλοιοῦ τὰ φυτὰ δαπανήσασαν κατα‐ ποντιστὴς ἄνεμος ἄρας ὦσεν εἰς μέσον τὸ πέλαγος. ταύτῃ μὲν οὖν τῇ πληγῇ τὸν νότον ἀντέταξεν ὁ θεός,
75καὶ ἐπ’ Αὐσουριανοὺς ἤδη τις ᾕρηται παρ’ αὐτοῦ στρα‐ τηγός. ὡς εἴη γε τοῦτον ἡμῖν εἶναι τῶν παρ’ αὐτοῦ πώποτε στρατηγῶν εὐσεβέστατόν τε καὶ δικαιότατον. τοῦτον ἐπὶ τῷ κατ’ αὐτῶν τροπαίῳ μακαρίσαι μοι γέ‐ νοιτο. μακάριός φησιν ὃς ἀνταποδώσει τὸ
80ἀνταπόδομα αὐτοῖς, μακάριος ὃς ἐδαφιεῖ τὰ νήπια αὐτῶν πρὸς τὴν πέτραν. τίς δὲ ἄρα, τίς ὄλεθρος περιμενεῖ τὸν παλαμναῖον τῆς χώρας
Ἀνδρόνικον; τίς ἀξία γένοιτ’ ἂν δίκη ψυχῆς κακεργέ‐ τιδος; ὡς ἐμοὶ τῶν πληγῶν ἁπασῶν, αἷς μετῆλθεν664
85ἡμῶν τὰς ἁμαρτίας ὁ θεός, Ἀνδρόνικός ἐστι μακρῷ πάντων βαρύτερος· πρὸς γὰρ ταῖς κοιναῖς συμφοραῖς οὗτος ἐμόν ἐστι κακὸν ἴδιον. διὰ τούτου μέτεισιν ὁ πειράζων, ἵνα δραπετεύσω τοῦ θυσιαστηρίου τὴν λει‐ τουργίαν. ἐπανακτέον δέ μοι μικρὸν ἄνω τὸν λόγον,
90ἵν’ οἷς ἴστε προσθεὶς ἃ μὴ πάντες γινώσκετε, ἀκόλου‐ θον ὑμῖν τὴν διδασκαλίαν τῶν περὶ ἐμὲ πραγμάτων ποιήσωμαι· καὶ γὰρ πρὸς τὰ μετὰ ταῦτά μοι καλῶς ἔχει τούτων ὑμᾶς ἀκροατάς μοι γενέσθαι. Ἐμοὶ παιδόθεν παρέστη θεῖον ἀγαθὸν εἶναι σχολὴ
95καὶ τοῦ ζῆν εὐμάρεια, τοῦθ’ ὃ ταῖς θείαις φύσεσι προσ‐ ήκειν τις ἔφη· αὐτὸ τοῦτ’ εἶναι τὸ τὸν νοῦν ἐκτρέφειν καὶ συνιστᾶν τῷ θεῷ τὸν ἔχοντά τε αὐτὴν καὶ καρπού‐ μενον. ὅσα δὴ παισίν ἐστιν ἢ γίνεται πράγματα, τούτων ὡς ἐλαχίστων ἐγὼ μετέσχον, καὶ ὅσα μειρακίοις καὶ

57

(100)

ὅσα νέοις. καὶ εἰς ἄνδρα παραγγείλας οὐδέν τι παιδαρίου πρὸς ἀπραγμοσύνην παρήλλαξα, ἀλλ’ ὥσ‐ περ ἐν πανηγύρει σεμνῇ διεξάγων τὸν βίον διὰ πάσης ἡλικίας ἵλεων καὶ ἀκύμαντον τῆς ψυχῆς ἐτήρησα τὴν διάθεσιν. οὐ μὴν διὰ τοῦτο ἀνθρώποις ἀσυντελῆ με
105πεποίηκεν ὁ θεός, ἀλλὰ πολλάκις ἡμῖν καὶ ἰδιῶται καὶ πόλεις εἰς δέον ἐχρήσαντο· ἐδίδου γὰρ ὁ θεὸς δύ‐ νασθαί τε τὰ μέγιστα καὶ τὰ κάλλιστα βούλεσθαι. τούτων οὐδὲν ἐμὲ φιλοσοφίας ἀφεῖλκεν, οὐδὲ τὴν εὐ‐ δαίμονά μοι σχολὴν ὑπετέμνετο· τὸ γὰρ ὠθισμῷ καὶ
110μόχθῳ καὶ μόλις ποιεῖν, τοῦτ’ ἐστὶν ὃ δαπανᾷ τὸν χρόνον, καὶ τὴν ψυχὴν ἐμβαπτίζει μερίμναις πραγ‐ μάτων. ὅτῳ δὲ εἰπεῖν μόνον καθήκει, ἡ πειθὼ δὲ ἕπεται, καὶ ὁ λόγος ἀνυσιμώτατός ἐστι παρὰ τοῖς ἀκούουσι, τίς φειδὼ ῥημάτων, ἵνα δυστυχίας τις
115ἐλευθερωθῇ; τίμιον ζῷον ὁ ἄνθρωπος· τίμιον γάρ, εἰ δι’ αὐτὸν ἐσταυρώθη Χριστός. ἐμοὶ δὴ τὸ πείθειν ἀνθρώπους εἰς τὸν μέχρι τοῦ παρόντος ἐνιαυτὸν τάχα μὲν θεῖος κλῆρος ἐγένετο, τάχα δὲ μόλις πραγ‐ μάτων ἁπτόμενος ἐπετύγχανον. νῦν γὰρ δὴ τὸ πρᾶγ‐
120μα ἔοικεν ἐξελέγχεσθαι μετὰ πολλῶν ἅτινα σαφῶς ἦν τοῦ θεοῦ, καὶ τοῦτ’ ἀνετίθην αὐτῷ, καὶ ἔζων μετ’ ἀγαθῶν τῶν ἐλπίδων, ὥσπερ ἐν ἱερῷ περιβόλῳ τῷ κόσμῳ, ζῷον ἄφετον ἀνειμένον, εὐχῇ καὶ βιβλίῳ καὶ θήρᾳ μερίζων τὸν βίον· ἵνα γὰρ ὑγιαίνῃ ψυχή τε καὶ
125σῶμα, τὸ μέν τι δεῖ πονεῖν, τὸ δὲ αἰτεῖν τὸν θεόν. μετὰ τοιαύτης εὐμαρείας εἵλκυσα τοὺς ἐνιαυτοὺς τοὺς μέχρι τῆς ἱερωσύνης αἱρέσεως, πρὸς ἣν ἐγὼ παρὰ τοὺς πώποτε δειλότατος γέγονα. μαρτύρομαι τὸν ἐπὶ πᾶσι θεόν, οὗ δι’ ὑμᾶς ἐγὼ τὰς ἀπορρήτους ἐβάστασα
130τελετάς, δίχα τῶν ἀνθρωπίνων περιόδων τε καὶ σπου‐ δῶν αὐτῷ κατὰ μόνας ἐν πολλοῖς καιροῖς τε καὶ τόποις προσῆλθον θεῷ, καὶ πρηνὴς καὶ γονυπετὴς ἱκέτης γε‐ νόμενος θάνατον ἀνθ’ ἱερωσύνης ᾑρούμην. αἰδὼς γάρ τίς με καὶ φιλία κατεῖχε τῆς ἐν φιλοσοφίᾳ σχολῆς,
135ὑπὲρ ἧς ἅπαντα δεῖν ᾤμην ποιεῖν τε καὶ λέγειν. ἀλλ’ ἐπειδὴ τῶν μὲν ἀνθρώπων ἐκράτουν, τοῦ θεοῦ δὲ
ἡττώμην, ὡς κοινὴ φήμη τὸν ἀξιούμενον εἶναι γνώρι‐ μον θεοῦ, ἔφερον, ἀλλὰ δυσηνιάστως τὴν καινο‐ τομίαν τοῦ βίου· δρασμῷ γὰρ ἐπιθέμενον ἐλπὶς ἀγα‐665
140θῶν καὶ φόβος χειρόνων ἀνέκοψε. καὶ λεγόντων ἤκουσα γερόντων ἱερῶν ὅτι με θεὸς ποιμαίνει· καί τις ἐπὶ λέξεως εἶπεν ὡς ἱλαρόν ἐστι τὸ πνεῦμα τὸ ἅγιον, καὶ ἱλαρύνει τοὺς μετόχους αὐτοῦ. καὶ προσέθηκεν ὡς ἠμφισβήτησαν ἡμῶν πρὸς θεὸν δαίμονες, οὓς λυπῶ
145προσχωρήσας τῇ μερίδι τῇ κρείττονι. ἀλλὰ κἄν τι προσβάλωσι χαλεπόν, οὐκ ἀμελεῖται, φησί, φιλόσο‐ φος ἱερωμένος. ἐγὼ μὲν οὖν (οὐ γὰρ ῥᾴδιός εἰμι χαυνωθῆναι καὶ λαμπρόν τι λογίσασθαι περὶ ἐμαυτοῦ) τὴν ἀτυχίαν ᾐτιασάμην, ἀλλ’ οὐχ ὑπὸ φθόνου δαίμο‐

57

(150)

νος (οὐ γὰρ οἶμαί μοι προσήκειν ἀρετήν, ἥτις ἂν τοὺς βασκάνους ἐκίνησεν), ἀλλ’ ἐφόβει με μᾶλλον δίκας ὀφλόντα παρ’ ἀξίαν ἅψασθαι μυστηρίων θεοῦ. καὶ ταύτην τὴν ἀτυχίαν ἐμαντευόμην, εἰς ἣν οὐ κατὰ μικρὸν ὤλισθον· ἀλλ’ ἅμα τε παρῆν ἐνθάδε καὶ
155τὰ δεινὰ πάντα παρῆν, καὶ χορηγὸς πάντων Ἀνδρόνι‐ κος, δαίμων ἀρήιος, ἄπληστος συμφορῶν, τῆς πό‐ λεως τοῖς λειψάνοις ἐγκείμενος. ἔα, πανταχοῦ τῆς ἀγορᾶς ἀνδρῶν οἰμωγαί, γυναικῶν ὀλολυγαί, παίδων ὀλοφυρμοί. σχῆμα πόλεως ἑαλωκυίας αὐτῇ περιτέθει‐
160κεν, ἧς τὸ κάλλιστον μέρος ἀποτεμόμενος τίσεως χω‐ ρίον ὀνομασθῆναι γέγονεν αἴτιος, τὴν στοὰν τὴν βα‐ σίλειον, τὸ πάλαι κριτήριον, ἀποδείξας βασανιστήριον. ταύτην δαίμοσι ποινίμοις, οἷς ἑαυτὸν ἄρα προσένειμε, βωμὸν καὶ τράπεζαν παρέθηκεν. ὢ πόσοις αὐτοὺς
165πολιτῶν εἱστίασε δάκρυσι. ποῖοι Ταυροσκύθαι, τίνες Λακεδαιμόνιοι τοσοῦτο τῷ διὰ τῶν μαστίγων αἵματι τὴν παρ’ αὑτοῖς ἐτίμησαν Ἄρτεμιν; δρόμος ἁπάντων εὐθὺς ἐπ’ ἐμέ, καὶ πανταχόθεν εὐθὺς ἐβαλλόμην ἀκοῇ καὶ θέᾳ κακῶν. νουθετήσας οὐκ ἔπεισα, ἐπι‐
170τιμήσας ἠρέθισα. ὁ παρὼν καιρὸς ἤλεγξεν ἡμῶν τὴν ἀσθένειαν, ἣν μέχρι νῦν ἔκρυψεν ἀπὸ τῶν ἀν‐ θρώπων θεός· συγχωρουμένων γὰρ ἀεὶ τιμὴν καρπω‐ σάμενος παρέσχον ὑποψίαν τῇ πατρίδι δυνάμεως. καὶ τοῦτο τὸ χαλεπώτατον τῶν συμβεβηκότων ἐστί μοι· πρὸς
175γὰρ τὴν ἐλπίδα τῶν ἠγνοηκότων με κρίνομαι. οὐδὲ γὰρ πείθω λέγων αὐτοῖς ὡς οὐ δύναμαι, ἀλλ’ ἀξιοῦμαι πάντα τὰ δίκαια δύνασθαι. περίεστιν οὖν αἰσχύνε‐ σθαι καὶ λυπεῖσθαι. πάθος εὐθὺς ἐν ψυχῇ, καὶ ποικι‐ λία φροντίδων καὶ εἰδωλοποιία πραγμάτων καὶ μακρὰν
180ὁ θεός. εἰ δαιμόνων εἰσὶ προσβολαὶ τὰ γινόμενα δι’ Ἀνδρονίκου, πᾶν ἐποίησαν ὅσον ἐβούλοντο. οὐκέτι τῆς συνήθους ἐν εὐχαῖς γλυκυθυμίας ᾐσθόμην, ἀλλὰ τὸ μὲν σχῆμα εὐχῆς, ἐγὼ δὲ περιηνέχθην ἁπανταχοῦ τῶν πραγμάτων ὀργῇ καὶ λύπῃ καὶ πᾶσι πάθεσι μερι‐
185ζόμενος. καίτοι διὰ νοῦ τῷ θεῷ συγγινόμεθα, γλῶττα δὲ ἀνθρώποις τὰ πρὸς ἀνθρώπους ὑπηρετεῖ. εἰ τοίνυν ἐν εὐχαῖς ἀπροσεξίαν ἠτύχηκα καὶ παρὰ πόδας ἡ πεῖρα, τῆς γέ τοι τοῦ βίου μεταβολῆς οὐ ταύτῃ μόνον εἰς κακὸν ἀπολέλαυκα, ἐξ ἀπροσεξίας εὑρόμενος πράγ‐
190ματα, ἀλλ’ ἀπενθὴς τὸ μέχρι πρῴην διαγενόμενος,
νεκρὸν ἐπεῖδον οὗ προαποθανεῖν ηὐχόμην· οὕτω πικροῖς ἡμᾶς ἡ πόλις ἐπιβατηρίοις ἐξένισεν. ὡς ἅμα τοῖς ἀν‐ θρώποις τὰ πράγματα νῦν μὲν ἄνω νῦν δὲ κάτω χωρεῖ, καὶ ῥοῦς ἥκει φέρων ἀθρόα πολλά, νῦν μὲν αἴσια666
195νῦν δὲ ἀπαίσια. ἀλλ’ ἐπειδή μοι συνέπεσεν ἀποβαλεῖν τῶν παιδίων τὸ φίλτατον, κἂν εἰργασάμην τι δεινὸν αὐ‐ τὸς ἐμαυτόν· οὕτως ἑαλώκειν τοῦ πάθους. ἔγωγέ τοι τὰ μὲν ἄλλα ἄρρην εἰμί (λέγω δὲ ἐν εἰδόσι), καὶ τὰ πολλὰ δουλεύω τῷ λόγῳ, συνηθείας δὲ οὕτω τι ἥττων ὡς

57

(200)

ταύτῃ κρατεῖν τὴν ἀλογίαν τοῦ λόγου. οὔκουν οὐδὲ τοῖς ἐκ φιλοσοφίας δόγμασι τοῦ παρόντος πάθους ἐ‐ κράτησα, ἀλλὰ Ἀνδρόνικος ἀντιπεριήγαγε, καὶ πρὸς ταῖς κοιναῖς συμφοραῖς τὸν νοῦν ἔχειν ἐποίησε. καὶ γεγόνασί μοι συμφοραὶ παραμυθίαι τῶν συμφορῶν,
205πρὸς ἑαυτὰς ἀνθέλκουσαι καὶ πάθει πάθος ἐκκρούουσαι. συνεπιτίθεται δή μοι τῇ πικρᾷ τῶν παρόντων αἰσθή‐ σει μνήμη τῶν παρελθόντων ἀγαθῶν, ἐξ οἵων ἄρα ἐν οἵοις γεγόναμεν, καὶ ζῶ πονήρως, ἅμα πάντων ἀφῃρη‐ μένος. τὸ μὲν οὖν μέγιστον τῶν κακῶν, ὅ μοι καὶ
210δύσελπιν εἶναι τὸν βίον ποιεῖ, οὐκ εἰωθὼς ἀποτυγχά‐ νειν ἐν ἱκετείαις θεοῦ, νῦν πρῶτον οἶδα μάτην εὐξάμενος· ὃς τὴν μὲν οἰκίαν κακῶς πράττουσαν ὁρῶ, τὴν δὲ πατρίδα δυστυχοῦσαν οἰκεῖν ἀναγκάζο‐ μαι. πᾶσι δὲ ἐκκείμενος ἐφ’ ᾧ προσανακλάεσθαι
215καὶ τὰ καθ’ αὑτὸν ἕκαστον ὀλοφύρεσθαι, ἔλεον αὐτοὺς ἀνόνητον ἐλεῶ. καὶ πρόσεστι τὸ αἰσχύνεσθαι ὅτι πολίτην ἄνδρα χρησάμενον συμφοραῖς καὶ κλαπέντα χρυσίον δημόσιον, ἀπαιτήσας στατῆρας ὑπὲρ μυρίους, ἔγνωκεν ἀναβολὴν μὴ διδοὺς ἀποκτεῖναι διὰ χιλίους,
220μᾶλλον δὲ δι’ ἐμέ· δι’ ἐμὲ γὰρ αὐτὸν ἔχει καθείρξας εἰς ἀνεπιχείρητον φρούριον, ἐν οἵῳ τοὺς Τιτᾶνας δε‐ δέσθαι ποιητῶν παῖδες φαντάζονται. καὶ ἵνα μὴ ἀφαιρεθῇ, φησί, παρ’ ἐμοῦ, δεῖ πέμπτην ταύτην ἡμέ‐ ραν ἀπόσιτον εἶναι τὸν ἄνθρωπον, εἰσαγωγῆς ἄρτων
225ἀπηγορευμένης τοῖς δεσμοφύλαξιν. ἀλλὰ πρῴην αὐ‐ τοῦ κεκραγότος ἅπαντες ἤκουσαν ὡς ὠφελιμώτερος ἔσται τῶν χιλίων στατήρων ἀποθανὼν ὁ πολιτευόμε‐ νος. διὸ καὶ τοὺς προσιόντας αὐτῷ ἐπὶ τῇ τῶν χω‐ ρίων ὠνῇ φοβεῖ καὶ ταράττει καὶ πάντα τρόπον ἀφί‐
230στησιν· οὐ γάρ, οἶμαι, δεῖ τοῦ χρυσίου, τοῦ δὲ τε‐ θνάναι τὸν ἄνθρωπον δεῖ. ἐγὼ δὲ οὔτε ἰσχυρός εἰμι πρὸς τὸ τείχεσιν ἐρυμνοῖς προσβαλεῖν, οὔτ’ εὐμή‐ χανος εἰσερπύσαι καὶ τῆς συμφορᾶς ἐξελέσθαι τὸν ἄνθρωπον. παρίησι δέ, φασί τινες, οὐδεὶς οὐδένα· οἱ γὰρ
235ὑπηρέται φύσει μέν εἰσιν οἵτινές εἰσι, νῦν δὲ καὶ πρὸς παράδειγμα ζῶσιν Ἀνδρόνικον, ὃς ἐπὶ τῷ τὴν ἐκκλη‐ σίαν ἀτιμοῦν προκαθέζεται. τῶν μὲν οὖν εἰς ἡμᾶς αὐτοῦ λόγος οὐδείς· ὡς ἐγὼ κἂν χάριν εἰδείην αὐτῷ τὴν διὰ τὸν θεὸν ἀτιμίαν δεχόμενος ὡς μαρτύριον. ἀναμνή‐
240σθητε γὰρ ὑμεῖς τίς ἦν πρὸς ἐμὲ τὸν εἰ μηδὲν ἄλλο, ἐξ ἐκείνων γενόμενον, ὧν ἀπ’ Εὐρυσθένους τοῦ καταγαγόν‐ τος Δωριέας εἰς Σπάρτην μέχρι τοὐμοῦ πατρὸς αἱ δια‐ δοχαὶ ταῖς δημοσίαις ἐνεκολάφθησαν κύρβεσιν, ἄνθρω‐ πος οὐκ ἔχων εἰπεῖν ὄνομα πάππου, ἀλλ’ οὐδὲ πατρός,
245φασί, πλὴν ὅσον εἰκάσαι, ἀπὸ θυννοσκοπείου δὲ ἐπὶ τὴν ἡγεμονικὴν ἀπήνην ἁλάμενος. οὗτος οὖν τὴν ἐν τῇ πόλει λαμπρότητα τεθαυμακὼς αἰσχυνέσθω τοῖς ἐλλείμμα‐ σιν· ἀλλ’ ἐγὼ τὸ μέχρι τῆς ἱερωσύνης καὶ τιμῆς ἐνεφορήθην καὶ ἀτιμίας οὐκ ἀπεγευσάμην. νυνὶ δὲ667

57

(250)

οὔτ’ ἂν ἡσθείην τιμώμενος, οὔτε καταφρονούμενος ἄχθομαι· οὐδέτερον γὰρ αὐτῶν ἔτι παρὰ τοῦ ποιοῦν‐ τος εἰς ἐμὲ δοκεῖ γίνεσθαι, ἀλλ’ ἑκάτερον εἰς ἀναφορὰν τοῦ θεοῦ. διόπερ ὁ πάντα τολμῶν οὗτος ἄνθρωπος, ὡς οὐδὲν οὔτε λέγων οὔτε ποιῶν παρεκίνησεν, ἀρθεὶς
255ἀφ’ ἡμῶν αὐτῷ διακυρίττεται τῷ θεῷ, καὶ φωνὰς ἀφῆκεν ἐπὶ συνεστώτων καὶ περιεστώτων ἀνθρώπων, ἃς αὐτίκα τῆς πρὸς τὰς ἁπανταχοῦ γῆς ἐκκλησίας ἐπιστολῆς ἀναγινωσκομένης ἀκούσεσθε. τοιοῦτόν ἐστι φύσις ἀπαίδευτος ἐπειλημμένη δυνάμεως· τῇ κεφαλῇ
260τὸν οὐρανὸν ἐξαράσσειν ἐπιχειρεῖ. ἔστω, δυνάσθω, κεχρήσθω τῇ φύσει τῷ καιρῷ, ἀποκτιννύτω καὶ δείτω τῶν πολιτῶν ὅντινα βούλεται· ἡμῖν δὲ ἀπόχρη μένου‐ σιν ἐπὶ τῆς τάξεως ἐφ’ ἧς ἡμᾶς ἔταξεν ὁ θεός, ἀπηλ‐ λάχθαι μὲν τῆς κοινωνίας τῶν πονηρῶν,
265
ἁγνεῦσαι δ’ ἀκοὰς βλασφημοσύνης ἀλεγεινῆς, ἀπογνῶναι δὲ προστασίας ἀδικουμένων, ἀπολελογημέ‐ νοις ὑμῖν καὶ τῷ δήμῳ διὰ τῆς μάτην ἐπιχειρήσεως. ὃ νοῦ μέγεθος ἔχοντος ἦν καὶ πρὸ πείρας ποιῆσαι· νυνὶ δὲ περιεμείναμεν ὑμᾶς ἐκ τῶν πραγμάτων συμψήφους
270ποιήσασθαι, ὅτι πολιτικὴν ἀρετὴν ἱερωσύνῃ συνά‐ πτειν συγκλώθειν ἐστὶ τὰ ἀσύγκλωστα. Ὁ πάλαι χρόνος ἤνεγκε τοὺς αὐτοὺς ἱερέας τε καὶ κριτάς· καὶ γὰρ Αἰγύπτιοι καὶ τὸ Ἑβραίων ἔθνος χρό‐ νον συχνὸν ὑπὸ τῶν ἱερέων ἐβασιλεύθησαν. εἶτ’ ἐπειδή
275μοι δοκεῖ τὸ θεῖον ἔργον ἀνθρωπίνως ἐπράττετο, διῴ‐ κισεν ὁ θεὸς τοὺς βίους, καὶ ὃ μὲν ἱερὸς ὃ δὲ ἡγεμονικὸς ἀπεδείχθη· τοὺς μὲν γὰρ εἰς ὕλην ἐπέστρεψε, τοὺς δὲ συνέταξεν ἑαυτῷ. τετάχαται δὲ οἳ μὲν πρὸς τοῖς πράγ‐ μασιν ἡμεῖς δὲ ἐν ταῖς εὐχαῖς εἶναι, τὸ δὲ καλὸν ἀπαιτεῖ
280παρ’ ἀμφοῖν ὁ θεός. τί οὖν ἐπανάγεις; τί δὲ συνά‐ πτειν πειρᾷ τὰ κεχωρισμένα παρὰ θεοῦ, ὃς οὐδὲ διοικεῖν ἡμᾶς ἀλλὰ παραδιοικεῖν ἀξιοῖς, οὗ τί γένοιτ’ ἂν ἀθλιώτερον; προστάτου σοι δεῖ; βάδιζε παρὰ τὸν ἐπιτροπεύοντα τῶν νόμων τῆς πολιτείας. τοῦ θεοῦ
285σοί τι δεῖ; ἴθι παρὰ τὸν ἱερέα τῆς πόλεως, οὐχ ὡς ἐν‐ ταῦθ’ ἐνὸν τὸ πάντως ἐπιτυχεῖν, ἀλλ’ ὡς ἐγὼ προθυμήσομαι. ἂν δ’ ἐπιτρέπῃ τις ἠρεμεῖν, τάχα ποτὲ καὶ δυνήσομαι· ἅμα γάρ τις ἀποστρέφεται τὴν ὕλην καὶ πρὸς θεὸν ἐπιστρέφεται. θεωρία τέλος ἐστὶν ἱερωσύ‐
290νης μὴ ψευδομένης τὸ ὄνομα, θεωρία δὲ καὶ πρᾶξις οὐκ ἀξιοῦσι συγγίνεσθαι. ὁρμὴ μὲν γὰρ ἀρχὴ πράξεων, οὐ‐ δεμία δὲ ἀπαθὴς ἀλλὰ δεῖ κενὴν εἶναι παθῶν τὴν ψυχὴν τὴν μέλλουσαν ἔσεσθαι δοχεῖον θεοῦ· μὴ καθαρῷ γάρ φησι καθαροῦ ἐφάπτεσθαι μὴ οὐ θεμιτὸν ᾖ. σχο‐
295λάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ θεός. σχολῆς δεῖ τῷ μετὰ φιλοσοφίας ἱερατεύοντι. οὐ καταδικάζω τῶν ἐπισκόπων τοὺς ἐν τοῖς πράγμασιν, ἀλλ’ ἐμαυτὸν
εἰδὼς μόλις εἰς θάτερον ἐξικνούμενον ἄγαμαι τῶν δυ‐ ναμένων ἑκάτερα. ἐμοὶ δύναμις οὐκ ἔστι δυσὶ κυρίοις668

57

(300)

δουλεύειν. εἰ δ’ εἰσί τινες οἳ μηδ’ ἀπὸ τῆς συγκατα‐ βάσεως βλάπτονται, δύναιντ’ ἂν καὶ ἱερᾶσθαι καὶ πό‐ λεων προστατεῖν. ἀκτὶς ἡλίου κἂν ὁμιλήσῃ βορβόρῳ, μένει καθαρὰ καὶ ἀμόλυντος· ἐγὼ δὲ ταὐτὸ τοῦτο πα‐ θὼν πηγῶν καὶ θαλάττης δεήσομαι, καὶ εἰ δυνατὸν
305ἦν ἀγγέλῳ πλεῖν ἢ τριάκοντα ἐνιαυτοὺς ἐνανθρωπή‐ σαντι μηδὲν ἀπολαῦσαι τῆς ὕλης κακὸν εἰς προσπά‐ θειαν, τί ἔδει καταβῆναι τὸν υἱὸν τοῦ θεοῦ; ἀλλ’ ἔστι περιουσία δυνάμεως ὁμιλοῦντα τοῖς χείροσι μένειν ἐπὶ τῆς φύσεως καὶ μηδένα τρόπον παθαίνεσθαι. τοῦτο
310θεοῦ μὲν ὕμνος ἐστίν, ἀνθρώπῳ δὲ παραίτησις γίνεται διευλαβουμένῳ τῆς φύσεως αὐτοῦ τὴν ἀσθένειαν. κατὰ τούτους ὑμῖν ἐγὼ τοὺς ὅρους συνέσομαι. οὐ μὴν τό γε κρίνειν καιροὺς ἐμαυτὸν ἀφαιρήσομαι, ὡς ὅταν ἐξῇ κατιόντα κατιέναι, τοῦτ’ ἔστι διὰ τῆς τυχούσης
315ἐπιστροφῆς ἀγαθόν τι μέγα ποιεῖν. οὕτω καὶ ὁ θεὸς πολιτεύεται. τὸ προστετηκέναι δέ ἐστι τὸ δεινόν, οὗ μήτε θεοῦ φύσις ἀνέχεται, μήτε ὅστις ἑαυτὸν ἀπευθύ‐ νει πρὸς θεόν. εἰ γέγονα χρημάτων ἢ κτημάτων ἐπιμελητής, εἰ σύνιστέ μοι λογισμοὺς δεχομένῳ τῆς καθ’
320ἡμέραν ἢ τῆς κατ’ ἔτος δαπάνης, εἶτα ἐν τοῖς ὑμετέροις τοῦ χρόνου φείδομαι, ἀλαζών εἰμι, καὶ οὐκ ἀξιῶ συγγινώσκεσθαι· εἰ δὲ ἀμελήσας τῶν οἴκοι πρότερον τῇ κατὰ νοῦν ἐνεργείᾳ συνέταξα τὴν ζωήν, τί δεινὸν εἰ τῶν ἴσων ὑμᾶς ἀξιῶ; ἀλλ’ ἐπεὶ τούτοις ὑμᾶς οὐκ ἀρέ‐
325σκομεν, ὡς ὄντων ἑτέρων οἳ δύνανται κατὰ ταὐτὸν ἐν ἀμφοῖν εὖ διαγίνεσθαι, ἔξεστι βουλεύσασθαι τὸ λῷον τῇ τε πόλει καὶ ταῖς ἐκκλησίαις κἀμοί. οὐκ ἐξομοῦμαι τὴν ἱερωσύνην· μήποτε δυνηθείη τοσοῦτον Ἀνδρόνικος. ἀλλ’ ὥσπερ οὐδὲ φιλόσοφος ἐγενόμην δημόσιος, οὐδὲ
330θεατροκοπίαις ἐπεθέμην, οὐδὲ διδασκαλεῖον ἤνοιξα (καὶ οὐδὲν ἧττον ἦν τε καὶ εἴην φιλόσοφος), οὕτως οὐδ’ ἱερεὺς δημόσιος εἶναι βούλομαι. οὐχ ἅπας ἅπαντα δύναται. ἐγὼ συγγινόμενος ἐμαυτῷ καὶ διὰ νοῦ τῷ θεῷ, καταβὰς ἀπὸ θεωρίας δύναμαι συνουσίας ποιεῖ‐
335σθαι οὐκ ἀχρήστους πρὸς ἕνα καὶ δύο· καὶ οὐδὲ τού‐ τους ἀγελαίους, ἀλλ’ οἵτινες εἶεν ἢ φύσεως λαχόντες ἢ ἀγωγῆς εὐτυχήσαντες, ὥστε νοῦν τεθαυμακέναι πρὸ σώματος. ἀλλὰ καὶ διὰ πολλοῦ πραγμάτων ἁπτόμενος μετὰ τῆς ἐμαυτοῦ ῥᾳστώνης, γενοίμην ἂν τῷ καιρῷ
340χρήσιμος· καταχωννύμενος δὲ ὑπ’ αὐτῶν ἐμαυτοῦ τε ἐπιλήσμων εἰμὶ καὶ τῶν πραγμάτων ζημίαν ποιῶ· οὐ γὰρ ἔστι μισοῦντα καλῶς τι ποιεῖν. ἀλλ’ ὁ μὴ πάσῃ τῇ γνώμῃ δεδογμένα ποιῶν ἄθυμος ἔρχεται πρὸς τὴν πρᾶξιν ἧς προστῆναι δεῖ· ὅστις δὲ πρὸς μὲν σχολὴν
345ἀνοικείως ἔχει, καὶ οὐκ ἔστιν ὅπως ἂν τῷ σχολάζοντι χρήσαιτο, αὐτὸ δὲ τὸ πᾶν ὅπερ ἐστὶ δημωφελέστατος ἄνθρωπος πολυχωροτάτη ψυχὴ ταῖς ἁπάντων ἀρκοῦσα φροντίσιν, ὅστις δὴ πέφυκεν οὕτω καὶ βούλεται, ὁ τοιοῦτος κἂν χάριν εἰδείη ταῖς ἑλκούσαις αὐτὸν ἐφ’

57

(350)

ἑαυτὰς περιστάσεσιν· ὑποθέσεις γὰρ αὐτοῦ τῇ φύσει πορίζονται, καὶ μέγιστον εἰς τὸ κατορθοῦν ἐφόδιον ἡ
φιλία τοῦ πράγματος. αἱρετέος οὖν ἅπασιν ἡμῖν ὁ λυσιτελέστερος ἄνθρωπος, καὶ ἀνθαιρετέος ἡμῶν οἳ μόλις μόνοι σωζόμεθα. τί κεκράγατε; οὐ διότι μήπω669
355γέγονεν, ἄξιόν ἐστι μηδὲ νῦν γενέσθαι; πολλὰ τῶν δεόντων ὁ χρόνος ἐξεῦρε καὶ κατωρθώσατο. οὐχ ἅπαντα πρὸς παράδειγμα γίνεται. καὶ τῶν γενομένων ἕκα‐ στον ἀρχὴν ἔσχε, καὶ πρὶν γενέσθαι μήπω γενό‐ μενον ἦν. ἀξιώτερόν ἐστι προτιμηθῆναι τῆς συνη‐
360θείας τὸ χρήσιμον. ἡμεῖς ἀρχὴν δῶμεν ἔθει βελ‐ τίονι. ἀνθαιρετέος οὖν ἡμῶν ἢ μεθ’ ἡμῶν αἱρετέος, πάντως δὲ αἱρετέος ὁ ἄνθρωπος. ὅστις ἂν ᾖ, πάντως ἐμοῦ τὰ πολιτικὰ μακρῷ φανεῖται σοφώτερος, καὶ δυ‐ νήσεται τὰ δύστηνα ταῦτ’ ἀνθρώπια ὑπὲρ ὑμῶν ἐξο‐
365μιλεῖν καὶ μεταχειρίζεσθαι. οὐκοῦν εἰ μήπω δοκεῖ, τοῦτο μὲν ἐσαῦθις ἀναθώμεθα· ἔξεστι γὰρ ὑπὲρ αὐτοῦ κατὰ μόνας καὶ μετ’ ἀλλήλων βουλεύσασθαι. νυνὶ δὲ οἷς τὸ συνέδριον μετῆλθε τὴν Ἀνδρονίκου μανίαν ἀκούσατε.

58

(t)

Τοῖς ἐπισκόποις.
1 Ἀνδρόνικον τὸν Βερονικέα, τὸν κακῇ Πενταπόλεως μοίρᾳ καὶ φύντα καὶ τραφέντα καὶ αὐξηθέντα καὶ τὴν ἀρχὴν τῆς ἐνεγκούσης αὐτὸν ὠνησάμενον μήτε ἡγείσθω τις μήτε καλείτω Χριστιανόν, ἀλλ’ ὡς ἀλιτήριος ὢν
5τοῦ θεοῦ πάσης ἐκκλησίας ἀπεληλάσθω πανέστιος, οὐ διότι γέγονε Πενταπόλεως ἐσχάτη πληγή, μετὰ σεισμὸν μετὰ ἀκρίδα μετὰ λοιμὸν μετὰ πῦρ μετὰ πό‐ λεμον ἀκριβῶς ἐπεξελθὼν τοῖς ἐκείνων ἐγκαταλείμμα‐ σιν, ἄτοπα κολαστηρίων γένη καὶ σχήματα πρῶτος
10εἰς τὴν χώραν εἰσενεγκών (εἴη δὲ εἰπεῖν ὅτι καὶ μόνος χρησάμενος), δακτυλήθραν καὶ ποδοστράβην καὶ πιεστήριον καὶ ῥινολαβίδα καὶ ὠτάγραν καὶ χει‐ λοστρόφιον, ὧν οἱ προλαβόντες τὴν πεῖράν τε καὶ θέαν καὶ τῷ πολέμῳ προαπολόμενοι παρὰ τῶν κακῶς
15περισωθέντων ἐμακαρίσθησαν, ἀλλ’ ὅτι πρῶτος παρ’ ἡμῖν καὶ μόνος ἔργῳ καὶ λόγῳ τὸν Χριστὸν ἐβλασφή‐ μησεν· ἔργῳ μέν, ἀφ’ οὗ τῇ θύρᾳ τῆς ἐκκλησίας προσ‐ επαττάλευσεν ἑαυτοῦ διατάγματα, τοῖς μὲν ὑπ’ αὐτοῦ παρανομουμένοις τῆς ἀσύλου τραπέζης ἀποκλείων τὴν
20ἱκετείαν, ἀνατεινόμενος δὲ τοῖς ἱερεῦσι τοῦ θεοῦ ταῦτα ἃ κἂν Φάλαρις ὁ Ἀκραγαντῖνος κἂν Κεφρὴν ὁ Αἰ‐ γύπτιος κἂν Σεναχηρεὶμ ὁ Βαβυλώνιος ὤκνησεν, ὁ πέμψας εἰς Ἱερουσαλὴμ τοὺς ὀνειδιοῦντας Ἐζεκίᾳ καὶ τῷ θεῷ. ἐκείνην ἐγὼ τὴν ἡμέραν ἐνηνοχέναι φημὶ τὸν
25δεύτερον σταυρὸν τοῦ θεοῦ· ἐπὶ γὰρ ὀνειδισμῷ τοῦ Χριστοῦ τὸ λοίδορον ἐκεῖνο βιβλίον ἀπὸ τῆς ἱερᾶς θύ‐ ρας ἐκρέματο. καὶ ταῦτα ἐπεῖδεν ἥλιος, καὶ ἀνέ‐ γνωσαν ἄνθρωποι, οὐ Τιβερίου Κλαυδίου τῆς πο‐ λιτείας ἐπιτροπεύοντος, ὑφ’ οὗ Πιλάτος ἐπὶ τὴν Ἰου‐
30δαίων ἡγεμονίαν ἐστάλη, ἀλλὰ τῆς εὐσεβοῦς Θεοδο‐ σίου γενεᾶς τὰ σκῆπτρα Ῥωμαίων ἐχούσης, ἀφ’ ἧς ἔλαθεν Ἀνδρόνικος ἑαυτῷ μνηστεύσας ἀρχὴν ὑπὸ τῷ Πιλάτου φρονήματι. γέλως ἦν τοῖς παριοῦσι τῶν
ἑτεροδόξων τὰ γράμματα, καθάπερ Ἰουδαίοις τὰ670
35παραγεγραμμένα τῷ σταυρῷ τοῦ Χριστοῦ. καίτοι τὸ ἐπίγραμμα τοῦ σταυροῦ, γεγονὸς ἀπὸ γνώμης οὐκ εὐσεβοῦς, σεμνὸν ἦν ἐπὶ λέξεως, δι’ οὗ βασιλεὺς ὁ Χριστὸς ἐκηρύττετο· ἐνταῦθα δὲ ἡ γλῶττα τῇ γνώ‐ μῃ συνέβαινε. τὰ δὲ δὴ μετὰ ταῦτα τῶν πρώην
40ἐστηλιτευμένων βαρύτερα. ἐπειδὴ γὰρ ἦν τινὰ κατ’ ἐχθροῦ πρόφασιν εὑρόμενος (ἔχθρα δὲ ἦν αὐτοῖς, ὅτι γάμους ὃ μὲν ἐσπούδαζεν ὃ δὲ ἐκώλυεν), ἐκείνοις αὐ‐ τὸν τοῖς ἀποτροπαίοις κολαστηρίοις ᾐκίζετο, ἃ μὴ παραδοθείη τῇ διαδοχῇ τοῦ χρόνου, μετ’ αὐτοῦ δὲ
45ὥσπερ ἤρξατο παύσαιτο, καὶ γένοιτο τοῖς μεθ’ ἡμᾶς ἀκοὴ ταῦτα τῆς ἡγεμονίας Ἀνδρονίκου συνθήματα. ἐπειδὴ οὖν ἀνὴρ εὐγενής, οὐκ ἀδικῶν ἀλλ’ ἀτυχῶν, ὑπ’ αὐτοῖς κατετείνετο, καὶ ταῦτα τῷ τῆς μεσημβρίας ἐδρᾶτο σταθερωτάτῳ, ἵν’ ὑπὸ μόνοις μάρτυσι τοῖς

58

(50)

δημίοις ἀπόλοιτο, καὶ τὴν ἐκκλησίαν ἔγνω γινομένην αὐτῷ συμπαθῆ, κατ’ ἄλλο μὲν οὐδέν, ὅτι δὲ μαθόντες εὐθὺς ὡς εἴχομεν ἐξεδράμομεν ἐφ’ ᾧ παρακαθιζῆσαι καὶ συνδιενέγκαι τὴν συμφοράν, λυττᾷ πρὸς τὴν ἀκοὴν εἴ τις ἐπίσκοπος ὢν ἐλεῆσαι τετόλμηκεν ἄνθρω‐
55πον ἀπηχθημένον αὐτῷ. καὶ πολλὰ καὶ παράνομα νεανιευσάμενος, τοῦ θρασυτάτου τῶν ὑπηρετῶν Θόαν‐ τος αὐτὸν ἐρεθίζοντος, ᾧ χρῆται πρὸς τὰς δημοσίας συμφορὰς ὀργάνῳ, πέρας ἐπέθηκε τῇ μανίᾳ τὴν ἀθεω‐ τάτην φωνήν, εἰπὼν ὅτι μάτην ἐπὶ τὴν ἐκκλησίαν ἤλ‐
60πισε, καὶ οὐδεὶς ἂν ἐξαιρεθείη τῶν Ἀνδρονίκου χει‐ ρῶν, οὐδ’ ἂν εἴ τις τὸν πόδα κρατήσειεν αὐτοῦ τοῦ Χριστοῦ. ταύτην ἀπαιδεύτῳ γνώμῃ καὶ γλώττῃ τρὶς ἀνεφθέγξατο τὴν φωνήν, μεθ’ ἣν οὐκέτι νουθετη‐ τέος ὁ ἄνθρωπος, ἀλλ’ ὥσπερ μέλος ἀνιάτως ἔχον ἀπο‐
65κοπτέος ἡμῶν, ἵνα μὴ τῇ κοινωνίᾳ καὶ τὸ ὑγιαῖνον συμφθείρηται. ὁ γὰρ μολυσμὸς διαδόσιμος γίνεται, καὶ ὁ θιγὼν ἐναγοῦς ἀπολαύει τῆς προστροπῆς. δεῖ δὲ εἶναι καὶ γνώμῃ καὶ σώματι καθαροὺς τῷ θεῷ. ἐπὶ τούτοις ἡ Πτολεμαΐδος ἐκκλησία τάδε πρὸς τὰς
70ἁπανταχοῦ γῆς ἑαυτῆς ἀδελφὰς διατάττεται. Ἀνδρονίκῳ καὶ τοῖς αὐτοῦ καὶ Θόαντι καὶ τοῖς αὐ‐ τοῦ μηδὲν ἀνοιγνύσθω τέμενος τοῦ θεοῦ· ἅπας αὐτοῖς ἱερὸς ἀποκεκλείσθω καὶ σηκὸς καὶ περίβολος. οὐκ ἔστι τῷ διαβόλῳ μέρος ἐν παραδείσω, ὃς κἂν λάθῃ διαδύς,
75ἐξελαύνεται. παραινῶ μὲν οὖν καὶ ἰδιώτῃ παντὶ καὶ ἄρχοντι μήτε ὁμωρόφιον αὐτῷ μήτε ὁμοτράπεζον γί‐ νεσθαι, ἱερεῦσι δὲ διαφερόντως, οἳ μήτε ζῶντας αὐτοὺς προσεροῦσι μήτε τελευτήσαντας συμπροπέμψουσιν. εἰ δέ τις ὡς μικροπολῖτιν τὴν ἐκκλησίαν ἀποσκυβαλίσει
80καὶ δέξεται τοὺς ἀποκηρύκτους αὐτῆς, ὡς οὐκ ἀνάγκη τῇ πένητι πείθεσθαι, ἴστω σχίσας τὴν ἐκκλησίαν, ἣν μίαν ὁ Χριστὸς εἶναι βούλεται. ὁ δὲ τοιοῦτος, εἴτε λευΐτης ἐστὶν εἴτε πρεσβύτερος εἴτε ἐπίσκοπος, παρ’ ἡμῖν ἐν Ἀνδρονίκου μοίρᾳ τετάξεται, καὶ οὔτε
85ἐμβαλοῦμεν αὐτῷ δεξιάν, οὔτε ἀπὸ τῆς αὐτῆς ποτὲ σιτησόμεθα, πολλοῦ δὲ δεήσομεν κοινωνῆσαι τῆς ἀπορρήτου τελετῆς τοῖς ἐθελήσασιν ἔχειν μερίδα μετὰ
Ἀνδρονίκου καὶ Θόαντος.671

59

(t)

Ἀνυσίῳ.
1 ᾯ δέδωκα τὴν ἐπιστολήν, εἰ καὶ φιλόσοφός ἐστι τὴν ψυχήν, ἀλλὰ ῥήτωρ τὴν τέχνην. ἕως μὲν οὖν Ἀνύσιός τε παρῆν καὶ Πεντάπολις ἦν, ἔτι παρ’ ἡμῖν ταύτην εἰργάζετο· ἐπεὶ δὲ ὁ μετὰ σὲ χρόνος τοῖς πο‐
5λεμίοις ἡμᾶς ἀποδόμενος δικῶν εἰρήνην ἐποίησεν, ἔγνωκε πλεῖν εἰς ἑτέραν ἀγοράν, ὅπου γλῶττα ὤνιος, τὸ ῥητόρων ἀγώγιμον, τὸν ῥήτορα γνώριμον ποιεῖ. μνήστευσον αὐτῷ φιλίαν ἀνδρὸς λαχόντος ἄρχειν ἐ‐ θνῶν, καὶ ναὶ μὰ τὸν φίλιον τὸν ἐμόν τε καὶ σόν, ὃν
10αἰτήσεις τὴν χάριν, εἴσεταί σοι χάριν, ὅταν ἐπανήκῃ μετὰ τὴν πεῖραν.

60

(t)

Αὐξεντίῳ.
1 Ἂν γράψωμαί σε φιλίας ἀδικουμένης, καὶ θεοῦ καὶ θείων ἀνδρῶν δικαζόντων, ἁπάσαις αἱρήσω· τίς γὰρ παρενθήκη σοι γέγονα τῆς πρὸς τὸν ἀδελφὸν δυσ‐ μενείας; ἐπειδὴ γὰρ ἐκεῖνος οὐδ’ ἐμοὶ δοκοῦν
5ἐπολιτεύετο κατὰ Σαββατίου τῷ μακαρίτῃ Φάῳ, σὺ δὲ αὐτὸν λέγων οὐκ ἔπειθες, ἔτρεψας ἐπ’ ἐμὲ τὴν ὀρ‐ γήν, καὶ ἐποίεις κακὸν ὅσον ἐδύνω· κἀγώ (τότε γὰρ ἐξῆν) ἐδεξάμην τὴν πρόκλησιν τῆς διαφορᾶς. νυνὶ δὲ οὔτε ἔξεστιν οὔτε βούλομαι· ἥ τε γὰρ ἡλικία καλῶς
10ποιοῦσα μαραίνει μοι τὸ φιλότιμον καὶ ἱεροί, φασί, νόμοι κωλύουσιν, ἅμα δὲ ὑπομιμνήσκομαι καὶ κοινῶν τροφῶν καὶ παιδείας καὶ τῆς ἐν Κυρήνῃ διατριβῆς, ἃ χρὴ νομίσαι τῶν Σαββατίου δικῶν ἰσχυρότερα. ἄρ‐ χου δὴ φιλίας ἀγαθοῦ πράγματος, καὶ χαῖρε παρ’
15ἐμοῦ, ζημίαν ἡγουμένου τὸν χρόνον ὃν ἐσιώπησα, πῶς οἴει καὶ τότε δακνόμενος; ἀλλ’ ἐνεκαρτέρουν ὡς οἷόν τε· τοιοῦτόν ἐστι τὸ διαφιλοτιμεῖσθαι κακόν.

61

(t)

Πυλαιμένει.
1 Δάπιδα μεγάλην τῶν Αἰγυπτίων, οὐχ οἵαν ὑποβε‐ βλῆσθαι στρωμνῇ, ἀλλ’ οἵαν αὐτὴν εἶναι καὶ μόνην στρωμνήν, Ἀστέριος ὁ ταχυγράφος ἰδὼν ᾔτησε παρ’ ἡμῶν, ὁπηνίκα με πρὸ τῶν μεγάλων ἀρχείων ἔδει
5καθεύδειν. ταύτην ὑπεσχόμην ἐξιὼν ἀπολείψειν αὐτῷ δῶρον· οὐ γὰρ ἦν πρὸς τὴν Θρᾳκῶν χιόνα παραβαλ‐ λόμενον τοιαῦτα χαρίζεσθαι. νῦν οὖν ἐκπέμπω, τότε γὰρ οὐ κατέλιπον· σὺ δὲ δώσεις αὐτῷ μετὰ τῆς ἀπο‐ λογίας ἧς αὐτὸς ἔσῃ μάρτυς, ἂν ὑπομνησθῇς τοῦ
10καιροῦ, καθ’ ὃν ἀνεχώρουν τοῦ ἄστεος. ἔσειεν ὁ θεὸς τῆς ἡμέρας πολλάκις, καὶ πρὸς ἱκετηρίαις ἦσαν οἱ ἄνθρωποι πρηνεῖς οἱ πλείους· τὸ γὰρ ἔδαφος ἐκραδαί‐ νετο. ἐν ᾧ νομίσας ἐγὼ τὴν θάλατταν τῆς γῆς ἀσφαλέστερον, κατατείνω δρόμον ἐπὶ τὸν λιμένα,
15μηδενὶ λόγον δοὺς ὅτι μὴ τῷ μακαρίτῃ Φωτίῳ, καὶ τοῦτον πόρρωθεν ἐγκραγών, καὶ τῇ χειρὶ ση‐ μήνας ὅτι οἰχήσομαι. ὁ δὲ Αὐρηλιανὸν φίλον ἄν‐ δρα καὶ ὕπατον ἀφεὶς ἀπροσαύδητον ἀπολελόγηται
περὶ τῶν αὐτῶν πρὸς τὸν ὑπηρέτην Ἀστέριον. τότε672
20μὲν οὖν οὕτως ἐγένετο· εἰ δὲ μετὰ τὴν ἐμὴν ἐκεῖθεν ἀποδημίαν τρίτον τουτονὶ στόλον ἡ ναῦς εἰς τἀπὶ Θρᾴ‐ κης χωρία στέλλεται, ἀλλὰ νῦν πρῶτον ὑπ’ ἐμοῦ στέλλεται. νῦν οὖν, ὅτε πρῶτον ἔξεστιν, ἀποδίδωμι διὰ σοῦ τὸ χρέος. χάρισαί μοι τὸν ἄνθρωπον ἐξευρών.
25τοὔνομα μὲν δὴ καὶ τὸ ἐπιτήδευμα φθάνω δηλώσας, ἀλλὰ δεῖ πλείω προσθεῖναι γνωρίσματα· γένοιτο γὰρ ἄν τις ὁμώνυμος καὶ ὁμότεχνος. χαλεπῶς δὲ ἅπαντα ταὐτῷ συγκυρεῖ, οὐδὲ γένοιτο ἂν ἐν τῷ χρόνῳ Σύ‐ ρος τὸ γένος, μέλας τὸ χρῶμα, τὸ πρόσωπον ἰσ‐
30χνός, τὸ μέγεθος μέτριος. οἰκεῖ παρὰ τὴν βασιλικὴν οἰκίαν, οὐ τὴν δημοσίαν ἀλλὰ τὴν κατόπιν αὐτῆς, ἥτις Ἀβλαβίου μὲν πρότερον ἦν, νυνὶ δὲ Πλακιδίας ἐστὶ τῆς τοῖν βασιλέοιν ἀδελφῆς. εἰ δὲ μετῴκησε (γινόμενον γάρ), σὺ δὲ ἀλλὰ Μάρκον ζητήσεις, φανε‐
35ρώτατον ἄνδρα, τὸν ἐκ τῆς ὑπάρχου τάξεως. οὗτος ἦν ὁ τότε τῆς συμμορίας ἄρχων τῶν ταχυγράφων τῆς τὸν Ἀστέριον ἐχούσης. εὑρήσεις οὖν διὰ Μάρκου τὴν συμμορίαν, ἧς οὐκ ἦν Ἀστέριος ἔσχατος ἀλλ’ ἐν τοῖς πρώ‐ τοις τρίτος ἢ τέταρτος· νυνὶ δὲ κἂν πρῶτος εἴη. τούτῳ
40δώσεις τὴν παχεῖαν ταύτην δάπιδα, καὶ πρὸς αὐτὸν ἐρεῖς ἅττα ἡμεῖς περὶ τοῦ χρόνου πρὸς σέ. εἰ δὲ βούλει, καὶ τὴν ἐπιστολὴν αὐτὴν ἀναγνώσῃ· σχολὴν γὰρ ἡμῖν ὁ πόλεμος οὐ δίδωσι τοῦ καὶ πρὸς ἐκεῖνον ἐπιστεῖλαι, εἶναι δὲ δικαίους οὐδὲν ἴσως κωλύει. μή‐
45ποτε τοσοῦτο δυνηθείη τὰ ὅπλα.

62

(t)

Τῷ ἡγεμόνι.
1 Μισθὸς ἀρετῆς ἔπαινος, ὃν εἰσφέρομεν Μαρκελλίνῳ τῷ λαμπροτάτῳ, νῦν ὅτε πέπαυται τῆς ἀρχῆς, νῦν ὅτε σχολάζει κολακείας ἁπάσης ὑπόνοια· ὅστις παρα‐ λαβὼν πολεμουμένας τὰς πόλεις ἔξωθεν μὲν ὑπὸ πλή‐
5θους καὶ μανίας βαρβαρικῆς, ἔνδοθεν δὲ ὑπὸ στρατιω‐ τικῆς ἀταξίας καὶ τῆς τῶν ταξιάρχων πλεονεξίας, ὥσ‐ περ θεὸς ἐπιφανείς, μάχῃ μὲν μιᾷ τοὺς πολεμίους, ἐπιμελείᾳ δὲ καθημερινῇ τοὺς ὑπηκόους σωφρονεστέ‐ ρους ἐποίησε, καὶ παρεσκεύασεν ἀπ’ ἀμφοῖν τῶν δει‐
10νῶν εἰρήνην ταῖς πόλεσιν. ὑπερεῖδε κερδῶν, ἃ δοκεῖν εἶναι νόμιμα πεποίηκεν ἡ συνήθεια· οὐκ ἐπεβούλευσε πλούτῳ, πενίαν οὐχ ὕβρισε, τὰ πρὸς θεὸν εὐσεβής, τὰ πρὸς πολιτευομένους δίκαιος, τὰ πρὸς δεομένους φιλάνθρωπος. διὰ τοῦτο φιλόσοφος ἱερεὺς ἐπαινῶν
15αὐτὸν οὐκ αἰσχύνεται, παρ’ ᾧ μηδεὶς εὕρετο μαρτυ‐ ρίαν χάριτι δεδεκασμένην. παρεῖναι μὲν οὖν ἡμῖν καὶ τὸ δικαστήριον ἐβουλόμεθα· καὶ κοινῇ καὶ καθ’ ἕνα Πτολεμαιέων ἕκαστος ἀντεισηνέγκαμεν ἂν αὐτῷ τὸν δυνατόν, εἰ μὴ τὸν δίκαιον ἔρανον, ὅτι λόγος ἔργου
20παρὰ πολύ πως ἥττων ἐστί. πάντως ἂν ἐγὼ καὶ τότε τοῦ κοινοῦ προηγόρευσα. ἐπεὶ δὲ τυγχάνει ὢν ὑπερ‐ όριος, ἐν γράμμασιν αὐτῷ τὴν μαρτυρίαν. κατατιθέ‐
μεθα, οὐκ ἐνοχληθέντες ἀλλ’ ἐνοχλήσαντες.673

63

(t)

Ἰωάννῃ.
1 Χρῆσθαι δεῖ ταῖς τῶν δυνατῶν φιλίαις, οὐ καταχρῆ‐ σθαι.

64

(t)

Τῷ αὐτῷ.
1 Μὴ αἴτει μεγάλα, ἵνα μὴ δυοῖν θάτερον ἢ τυγχά‐ νων λυπῇς ἢ μὴ τυγχάνων λυπῇ.

65

(t)

Τῷ ἀδελφῷ.
1 Ἄμφω τοὺς Διονυσίους ἀπέστειλα, ἵνα τῶν βιβλίων τὸ μὲν ᾖς εἰληφὼς τὸ δ’ ἀπειληφώς.

66

(t)

Θεοφίλῳ.
1 Πεῦσίν τινα πυθέσθαι σου προελόμενος, ὑπὲρ οὗ πεύσομαι προαφηγήσασθαι βούλομαι. Ἀλέξανδρος ἀπὸ βουλῆς Κυρηναῖος ἔτι μειράκιον ὢν εἰς μονα‐ δικὸν βίον ἐτέλεσε. τῇ δὲ ἡλικίᾳ συμπροϊούσης τῆς
5κατὰ τὸν βίον ἐνστάσεως, ἠξιώθη μὲν ἐκκλησια‐ στικῆς διακονίας, ἠξιώθη δὲ τοῦ πρεσβύτερος εἶ‐ ναι. κατὰ δέ τινα χρείαν ἐπὶ στρατοπέδου γενόμε‐ νος καὶ Ἰωάννῃ τῷ μακαρίτῃ συστάς (τιμάσθω γὰρ παρ’ ἡμῶν ἡ μνήμη τοῦ τελευτήσαντος, ὅτι καὶ πᾶσα
10δυσμένεια τῷ βίῳ τούτῳ συναποτίθεται), τούτῳ συ‐ στάς, πρὶν μὲν στασιασθῆναι τὰς ἐκκλησίας, ὑπὸ τῶν ἐκείνου χειρῶν ἐπίσκοπος ἀπεδείχθη τῆς Βιθυνῶν Βα‐ σινουπόλεως. συμβάσης δὲ τῆς διαφορᾶς, διέμεινε τῷ χειροτονήσαντι φίλος, καὶ γέγονε τῶν ἐκείνου στα‐
15σιωτῶν. ἐπεὶ δὲ ἡ συνοδικὴ γνώμη κατίσχυσε, χρόνον μέν τινα συνέμεινεν ἡ στάσις. τί δ’ ἂν διη‐ γοίμην εἰδότι, μᾶλλον δὲ αὐτῷ διῳκηκότι τὰ περὶ τὰς γενομένας διαλλαγάς; ἐπεί τοι καὶ βιβλίον ἀνέγνων σοφόν, ὃ πρὸς τὸν μακάριον ἐμοὶ δοκεῖν Ἀττικὸν ἔγρα‐
20φες, ἐνάγων αὐτὸν τῇ καταδοχῇ τῶν ἀνδρῶν. τὰ μὲν δὴ μέχρι τούτων Ἀλεξάνδρῳ πρὸς τοὺς συναπο‐ στάτας κοινά· ἴδιον δὲ ἢ μετ’ ὀλίγων ὅτι τουτὶ μὲν ἔτος ἤδη τρίτον ἐξήκει μετὰ τὴν ἀμνηστίαν καὶ τὰς διαλ‐ λαγάς, ὃ δὲ οὐκ ἐβάδισε τὴν εὐθὺ Βιθυνίας, οὐδὲ τῆς
25συλλαχούσης αὐτῷ καθέδρας ἐλάβετο· μένει δὲ παρ’ ἡμῖν ὥσπερ μηδὲν αὐτῷ διαφέρον ἂν καί τις ὡς ἰδιώτῃ προσφέρηται. ἐγὼ μὲν οὖν οὔτε πόρρωθεν ἐνετρά‐ φην τοῖς νόμοις τοῖς ἱεροῖς, οὔτε ἤδη μοι καθήκει πολλὰ μεμαθηκέναι πέρυσιν οὔπω γεγονότι τοῦ καταλόγου·
30αἰσθόμενος δὲ γέροντας ἐνίους οὐδ’ αὐτοὺς μέν τι σα‐ φὲς εἰδέναι προσποιουμένους, ἀποδεδειλιακότας δὲ μὴ λάθωσι πρός τινα κανόνα τῆς ἐκκλησίας προσκόψαν‐ τες, καὶ διὰ τοῦτο παντάπασιν ἀπηνέστερον αὐτῷ προσενηνεγμένους καὶ ὑπὲρ ἀσαφοῦς ὑπονοίας ἀτιμίαν
35σαφῆ τοῦ ξένου κατασκεδάσαντας, οἳ μηδὲ κοινῆς στέγης ἠνέσχοντο, οὔτε ἐμεμψάμην οὔτε ἐμιμησάμην αὐτούς. οἶσθ’ οὖν ὅπως ἐποίησα, πάτερ σεβασμιώ‐ τατε; ἐκκλησίᾳ μὲν οὐκ ἐδεξάμην αὐτόν, οὐδὲ τραπέ‐
ζης ἱερᾶς ἐκοινώνησα, οἴκοι δὲ ἴσα καὶ τοῖς ἀναιτίοις674
40ἐτίμησα, ὅστις ὁ τρόπος καὶ ἐπὶ τῶν ἐπιχωρίων οὑ‐ μός. ὅταν τις αὐτῶν ἐφέστιος ἡμῖν γένηται, παντὶ παντὸς ἔργου καὶ λόγου τιμὴν ἔχοντος ἐξιστάμεθα, φλυαρεῖν ἡγούμενοι τοὺς δυσχεραίνοντας ὅτι τὰ μη‐ τρῷα τῆς πόλεως καταβάλλομεν δίκαια. καίτοι διὰ
45τοῦτο τὰς ἁπάντων φροντίδας κατωμαδὸν ἀράμενος φέρω, καὶ μόνος ὑπὲρ τῆς ἁπάντων ἀσχολοῦμαι σχο‐ λῆς. ἀλλ’ ἐν καλῷ μοι κείσεται παρὰ τῷ θεῷ πλεον‐ εκτεῖν μὲν πόνοις μειονεκτεῖν δὲ τιμῶν. καὶ τὸν Ἀλέξανδρον δὲ τοῦτον, ὅταν μὲν εἰς ἐκκλησίαν προΐω,

66

(50)

βουλοίμην μὲν ἂν μηδαμόθι τῆς ἀγορᾶς ἰδεῖν, συμ‐ βὰν δὲ ἰδεῖν ἑτέρωσέ ποι τρέπω τοὺς ὀφθαλμούς, καὶ εὐθὺς ἐπανθεῖ μοι κατὰ τῆς παρειᾶς ἐρύθημα· ὑπερ‐ βάντα δὲ τὴν οἰκείαν αὐλὴν καὶ γενόμενον ὁμωρόφιον ἅπασι τοῖς εἰκόσι τιμῶ. τί δήποτ’ οὖν ἀσύμφωνός
55εἰμι πρὸς ἐμαυτὸν ἰδίᾳ καὶ δημοσίᾳ, ἐν οὐδετέρῳ τῶν καιρῶν δεδογμένα ποιῶν; ἀλλὰ τὸ μὲν εἴκω τῷ νόμῳ, τὸ δὲ τῇ φύσει χαρίζομαι, ῥεπούσῃ πρὸς τὸ φιλάνθρω‐ πον. καίτοι κἂν ἀπεβιασάμην τὴν φύσιν, εἴ τι σαφὲς ἠπιστάμην ὑπὲρ τοῦ νόμου. αὐτὸ δὴ τοῦτό ἐστι τὸ
60ἐρώτημα, πρὸς ὃ δεῖ τὴν αὐθεντίαν τῆς εὐαγγελικῆς διαδοχῆς ἀποκρίνασθαι ἁπλῶς καὶ σαφῶς καὶ ὥσπερ πυνθάνομαι, Ἀλέξανδρον ἐπίσκοπον χρὴ νομί‐ ζειν ἢ μή;

67

(t)

Τῷ αὐτῷ.
1 Ἐγὼ καὶ βούλομαι καὶ ἀνάγκη μοι θεία νόμον ἡγεῖσθαι πᾶν ὅ τι ἂν ἐκεῖνος ὁ θρόνος θεσπίσῃ. διὰ τοῦτο καὶ πένθιμον ἀσχολίαν παραιτησάμενος καὶ νο‐ σοκομούμενον ἔτι τὸ σῶμα πρὸς τοὺς πόνους ἐκβια‐
5σάμενος καὶ διοδεύσας τὴν ὕποπτον ὡς ἀνύποπτον, ἣν διετείχισεν ὅπλα πολέμια, γέγονα κατὰ Παλαίβισκάν τε καὶ Ὕδρακα· κῶμαι δὲ αὗται Πενταπόλεως, καὶ τῆς διψηρᾶς Λιβύης αὐτὰ τὰ μεθόρια. ἐν αἷς τόν τε δῆμον ἐκκλησιάσας, καὶ γράμματα τὰ μὲν ἀνα‐
10γνοὺς τὰ δὲ ἀποδούς (τὰ μὲν γὰρ ἦν πρὸς αὐτούς, τὰ δὲ περὶ αὐτῶν πρὸς ἐμέ), καὶ λόγους διεξελθὼν ἐπι‐ τηδείους εἰς ἀρχαιρεσίαν εἰς τὸ καὶ πεῖσαι καί, εἰ προχωροίη, βιάσασθαι προθέσθαι τὴν περὶ ἐπισκόπου σκέψιν, οὐκ ἐξενίκησα τοῦ δήμου τὴν περὶ τὸν εὐλα‐
15βέστατον Παῦλον σπουδήν. ἀξιῶ πιστεύεσθαι παρὰ πατρός· οὐκ ἦν μοι βουλομένῳ μάτην δεδραμηκέναι. πολλὰ τιμῶντί με τῷ δήμῳ προσέκοψα· τοὺς φανερω‐ τάτους αὐτῶν, εἴ τις ἀνέκραγε μεῖζον, εἴ τις εὑρόμε‐ νος κρηπῖδα καὶ ἐπαναβὰς αὐτῇ προήγορος ἠξίωσεν
20εἶναι καὶ λόγον ἀπέτεινεν, ὡς ὠνίους ὡς συνωμότας ὑπηρετῶν χερσὶ παραδοὺς ἐκκυλισθῆναι τῆς ἐκκλη‐ σίας ὠθουμένους προσέταξα. συγχυθέντα δὲ αὖθις καὶ πολλάκις ἀναλαβών τε καὶ καταστήσας τὸν δῆμον, διὰ πάσης ἦλθον ἐν λόγοις ὁδοῦ, τὸν ἀρχιερατικὸν
25ἐκεῖνον θρόνον ἀποσεμνύνων, καὶ πείθων ὅτι διὰ τῆς εἰς ὑμᾶς ἀθετήσεως καὶ τιμῆς ὁ θεὸς ἀθετεῖταί τε καὶ
τιμᾶται. οἳ δὲ εὐφήμῳ τε φωνῇ τὸ μακάριον ὄνομα τῆς σῆς θεοσεβείας ἐπεκαλέσαντο καὶ πεσόντες ἱκέ‐ τευον, ὡς πρὸς παρόντα τὰς ἐκβοήσεις καὶ τὰς ὀλοφύρ‐675
30σεις ποιούμενοι. τὸ μὲν οὖν τῶν ἀνδρῶν εἰ καὶ πέρα προσδοκίας, ἀλλ’ ἔλαττον ἦν· αἱ δὲ γυναῖκες, πρᾶγμα δυσμεταχείριστον, χεῖρας αἴρουσαι, βρέφη προτείνου‐ σαι, καὶ μύουσαι τοὺς ὀφθαλμούς, ἵνα μὴ εἰς ἔρημον τοῦ συνήθους προστάτου τὸν θρόνον ἐνατενίζοιεν, μι‐
35κρὸν ἐδέησαν τοὺς τἀναντία πολιτευομένους ἡμᾶς εἰς πάθος παραπλήσιον ἐκκαλέσασθαι. ὅπερ ἵνα μὴ πάθω, φοβηθείς (ᾐσθανόμην γὰρ ἀγόμενος) ἔλυσα τὴν ἐκκλησίαν, καὶ εἰς τετάρτην ἥκειν ἀπήγγειλα, ἐπαρασά‐ μενος τὰς παλαμναιοτάτας ἀράς, εἴ τις ἐμμίσθως, εἴ
40τις κατὰ χρείαν ἢ χάριν ἢ ὅλως ἰδίᾳ τι διαφέρον αὐτῷ φθέγξαιτό τι τῶν ἡκόντων εἰς τὴν τῆς ἐκκλησίας παρα‐ κοήν. ἧκεν ἡ κυρία, καὶ ὁ δῆμος παρῆν πάλιν ἐνστά‐ της καὶ ἐναγώνιος. ὃς οὐδὲ περιέμεινε πεῦσιν, ἀλλ’ εὐ‐ θὺς ἦν ἅπαντα κυκεών, φωνὴ παμμιγὴς ἀδιάκριτος.
45κατασιγαζόντων δὲ τῶν ἱεροκηρύκων, εἰς θρῆνον αὐτοῖς ἀπετελεύτησεν ἡ βοή, καὶ ἦν ἄκουσμα σκυθρωπόν, ἀν‐ δρῶν οἰμωγαί, γυναικῶν ὀλολυγαί, παίδων ὀλοφυρμοί. ὃ μὲν ἔφη πατέρα ποθεῖν, ὃ δὲ υἱόν, ὃ δὲ ἀδελφόν· οὕ‐ τως ἐμερίζετο ταῖς ἡλικίαις τὰ τῆς συγγενείας ὀνόματα.

67

(50)

ἐμοῦ δέ τι μεταξὺ λέγειν ἐπιχειροῦντος ἀναδείκνυται γραμμάτιον ἐκ μέσου τοῦ πλήθους, καὶ ἐνεύχεταί τις εἰς κοινὸν αὐτὸ πᾶσιν ἀναγνωσθῆναι· τὸ δὲ ἦν ἐνορκι‐ σμὸς πρὸς ἐμὲ παύσασθαι σὺν βίᾳ τοῦ πλήθους ἀπο‐ πειρώμενον, καὶ ἀναθέσθαι τὸ σκέμμα μέχρι ἂν αὐ‐
55τοῖς δὴ γένηται πρὸς τὴν μακαριωτάτην σου κεφαλὴν ὑπὲρ τούτου ψήφισμα πέμψαι καὶ πρεσβευτήν, μᾶλλον δὲ ἐμοῦ κατεδέοντο ποιήσασθαι συνηγορίαν ἐν γράμ‐ μασιν, ἅπερ ἐδιδάχθην διδάσκοντα. ἐλέγετο τοίνυν καὶ ἐν συνεδρίῳ παρὰ τῶν πρεσβυτέρων καὶ δημοσίᾳ
60παρὰ τοῦ πλήθους, καὶ τὸ γραμμάτιον αὐτὰ ταῦτα καθ’ ἕκαστον διεξῄει, πάτριον εἶναι καὶ ἀποστολικὸν Ἐρυθρίτιδας εἶναι ταύτας τὰς ἐκκλησίας, ἀποστα‐ σιάσαι δὲ αὐτὰς πρὸς Ὠρίωνα τὸν μακάριον, πορ‐ ρωτέρω τε ὄντα πρεσβύτην καὶ αἰτίαν ἔχοντα πραό‐
65τατον εἶναι· τοῦτο γὰρ ἤδη καὶ λοιδόρημα γέγονεν ὑπὸ τῶν ἀξιούντων ἱερωσύνην προστάτιν εἶναι τὰ εἰς ἀνθρώπους καὶ πολυπράγμονα. καὶ ἐπειδὴ παρέτεινε ζῶν, οὐκ ἀνασχέσθαι περιμεῖναι τοῦ δικαίου τὴν τε‐ λευτήν, ἀλλὰ προβαλέσθαι τὸν μακαρίτην Σιδήριον·
70ἐδόκει γὰρ οὗτος νέος τε εἶναι καὶ ῥέκτης ἀνήρ, ἀπὸ τῆς παρὰ βασιλεῖ Βάλεντι στρατείας ἥκων κατὰ χρείαν ἀγρῶν αἰτηθέντων ἐπιμελείας, οἷος ἐχθρούς τε κακῶ‐ σαι καὶ φίλους ὀνῆσαι. τότε δὲ καὶ ἐκράτει τὰ τῶν αἱρέσεων· πλήθει γὰρ περιῆσαν, καὶ καιρὸν εἶχεν ἡ
75δεινότης, ὄργανον οὖσα φρονήσεως. τοῦτον οὖν ἕνα καὶ μόνον ἀποδεδεῖχθαι Παλαβίσκης ἐπίσκοπον. ἀλλ’ οὐδὲ τοῦτον ἐνθέσμως· ἐκθέσμως μὲν οὖν, ὅσα γε τῶν γερόντων ἠκούσαμεν, εἰ μήτε ἐν Ἀλεξανδρείᾳ κατέστη μήτε παρὰ τριῶν ἐνθάδε, καὶ εἰ τὸ σύνθημα
80τῆς χειροτονίας ἐκεῖθεν ἐδέδοτο. μόνον γὰρ δή φασι
τὸν μακάριον Φίλωνα θαρρῆσαι τὴν τοῦ συνιερέως ἀνάρρησιν. Φίλων ἐγένετο Κυρηναῖος ἔτι παλαίτερος, ὁ τοῦ νεωτέρου θεῖος τε καὶ ὁμώνυμος· τὰ μὲν ἄλλα ὁποῖον ἂν γένοιτο παίδευμα τοῦ Χριστοῦ, τὰ δὲ εἰς τὸ676
85ἄρχειν καὶ ἄρχεσθαι θαρραλεώτερος μᾶλλον ἢ νομι‐ μώτερος. ἀλλὰ γὰρ αἰτοῦμαι συγγνώμην ἐπὶ τῷ λόγῳ τὴν ἱερὰν τοῦ πρεσβύτου ψυχήν. τοῦτον ἥκοντα μόνον ἀποδεῖξαί τε καὶ ἐπὶ τοῦ θρόνου καθίσαι τὸν μακαρίτην Σιδήριον. ἀλλ’ ἀνάγκη γὰρ ἐν καιροῖς
90ἀπαρρησιάστοις τὴν ἀκρίβειαν παραβαίνεσθαι. διὰ τοῦτο τὸν πάμμεγαν Ἀθανάσιον συγχωρῆσαί τε τῷ καιρῷ, καὶ μετ’ οὐ πολὺ δεῆσαν ἐν Πτολεμαΐδι τὸν ἐνόντα σμικρὸν ἔτι τῆς ὀρθοδοξίας σπινθῆρα θάλψαι τε καὶ ἐπὶ πλέον ἐξάψαι, τὸν ἄνδρα τοῦτον ὡς μείζοσι
95πράγμασιν ἐπιτήδειον ἐκεῖ διαβῆναι κελεῦσαι, τὴν μητροπολῖτιν ἐκκλησίαν ἐπιτροπεύσοντα. γῆρας δ’ αὐ‐ τὸν εἰς τὰς κωμήτιδας ἐπανήγαγεν· οὗ καταλύσας οὐκ ἔσχε διάδοχον, ὃς οὐδὲ αὐτὸς ὑπῆλθεν ἑτέρου διαδοχήν. Παλαίβισκα δὲ καὶ Ὕδραξ εἰς τὴν ἀρχαίαν τάξιν

67

(100)

ἐτάχθησαν, καὶ πρὸς τὸ Ἐρυθρὸν ἀνελήφθησαν, δόγ‐ ματι, φασί, τῆς σεβασμίας σου κεφαλῆς. καὶ τούτῳ δὴ μάλιστα πάντων ἐνέκειντο, τῷ μὴ δεῖν ἀθετεῖσθαι τὸν παρὰ σοῦ θρονισμόν. γράμματα μὲν οὖν, ᾔτησα γάρ, οὐκ εἶχον ἐπιδεικνύναι, ἐπισκόπους δὲ τῶν συνέ‐
105δρων ἀνίστασαν μάρτυρας. οὗτοι δὲ ἔφασαν, ἐπι‐ στολῇ πειθαρχοῦντες ἐκεῖθεν ἡκούσῃ, πεῦσιν περὶ Παύ‐ λου προθεῖναι τῷ δήμῳ· καὶ δόξαν ἅπασιν ἐπίσκοπον ἔχειν, ἀνενέγκαι περὶ αὐτοῦ, τοὺς δὲ θρονιστὰς ἑτέ‐ ρους γενέσθαι. καὶ εἴ μοι δίδως εἰπεῖν, πάτερ σεβα‐
110σμιώτατε, ἐκεῖνος ἦν ὄντως ὁ καιρὸς ὁ τῆς σκέψεως· τὸ γὰρ ἀφελέσθαι τοῦ μὴ χαρίσασθαι λυπηρότερον. ἀλλὰ κρατείτω καὶ νῦν ὅ τι ἂν δόξῃ τῇ πατρικῇ σου κεφαλῇ. εἰ γὰρ τὸ δόξαι τότε δίκαιον αὐτοῖς γέγονε καὶ τοῦτο προΐσχονται, τὸ μηκέτι δοκεῖν τὸ δίκαιον
115μετατίθησιν· ὥσθ’ ὅ τι ἂν γνῷς, τοῦτο τῷ πλήθει δίκαιον γίνεται. ἀκοὴ γὰρ ζωή, καὶ θάνατος ἡ παρακοή. διόπερ οὐκ ἀνταίρουσι χεῖρας, ἀλλ’ ἱκε‐ τεύουσι μὴ γενέσθαι, ζῶντος αὐτοῖς ἔτι τοῦ πατρός, ὀρφανοί· οὕτω γὰρ ἐπὶ λέξεως λέγουσι. κἀγὼ τὸν
120νεανίσκον οὐκ οἶδα πότερον ἐπαινέσαιμ’ ἂν τῆς παρὰ πάντων εὐνοίας ἢ μακαρίσαιμι· ἢ γὰρ τέχνης ἐστὶ καὶ δυνάμεως ἢ χάριτος θείας οὕτω τοὺς ἀνθρώπους ἐξομιλῆσαι καὶ καταδημαγωγῆσαι τὸ πλῆθος ὥστε τὸν χωρὶς αὐτοῦ βίον ἀβίωτον ἅπασιν εἶναι. διὸ δόξει μὲν
125περὶ αὐτῶν τῇ φιλανθρώπῳ σου φύσει φιλανθρωπότερα, ἐμοὶ δὲ ἐπανιτέον εἰς ἄστυ, κἀκεῖ περιμενῶ τοῦ ποιη‐ τέου τὸ σύνθημα. ἃ δ’ οὖν ἐν ταῖς τέτρασιν ἡμέραις διῳκησάμην ἃς ἐν τοῖς τῇδε τόποις διέτριψα, τούτων οὐκ ἀγνοήσεις ὅντινα τύπον ἕκαστον εὕρετο· καὶ μὴ
130θαυμάσῃς εἴ ποτε τὸν αὐτὸν εὖ τε καὶ κακῶς εἰπεῖν μοι συμβαίη. οὐ γὰρ ἐπὶ τοῖς αὐτοῖς ἑκάτερα· τὰ πράγματα δὲ ἐπαινεῖται καὶ ψέγεται. Στάσις ἐν τοῖς κατὰ Χριστὸν ἀδελφοῖς καλὸν μὲν εἰ μηδέποτε φύοιτο· φυεῖσα δὲ καλὸν εἰ μετὰ μικρὸν
135παύοιτο. δι’ αὐτὸ δὴ τοῦτο καὶ γράμματι καταπεμ‐ φθέντι πειθόμενος διαιτᾶν ἠνεσχόμην, καὶ δέδωκα τὰς ἀκοὰς ἀμφισβητήσει τοιᾷδε. ἐν Ὕδρακι τῇ κώμῃ χωρίον ἐστὶ τῆς κώμης αὐτὸ τὸ μετεωρότατον, ὃ πά‐ λαι μὲν ἦν φρούριον ἐρυμνότατον, κατασείσαντος δὲ677
140τοῦ θεοῦ γέγονεν ἐκλελειμμένον ἐρείπιον. τέως μὲν οὖν ὀλίγοις τισὶ τῶν ἑαυτοῦ μερῶν εἰς ἑτέρας χρείας διεσχημάτιστο· οἱ δὲ παρόντες οὗτοι τῶν πολέμων καιροί, διότι δύναιτ’ ἂν ἐκτειχισθῆναι καὶ εἰς τὴν ἀρ‐ χαίαν χρείαν ἐπανελθεῖν, τοῦ παντὸς ἄξιον αὐτὸ τοῖς
145κεκτημένοις παρέχονται. τοῦτο τοῖς ἀδελφοῖς ἡμῶν, ἤδη δὲ καὶ ἄλλοις, τοῖς εὐλαβεστάτοις ἐπισκόποις Διοσκόρῳ καὶ Παύλῳ, περιμάχητον ἦν. ἐν αἰτίᾳ γὰρ ἐπεποίητο τὸν Ἐρυθρίτην ὁ Δαρδανίτης ἐπιβου‐ λότατα σκέψασθαι ὅπως ἂν τὸ μὴ προσῆκον περι‐

67

(150)

ποιήσαιτο, καθοσιώσαντα μὲν τῷ θεῷ τόπον ἀλλό‐ τριον, ἁρπάσαντα δὲ οὕτω τὴν τῆς εὐσεβείας ὑπόθεσιν ἤδη χειρὶ βιαίᾳ προστῆναι τοῦ πανουργήματος. πρὸς ταῦτα ὁ εὐλαβέστατος Παῦλος ἐπεχείρησε μὲν ἀντιλο‐ γίας κομίσαι τινάς, ὅτι τε προκατεσχήκει τὸν λόφον
155καὶ ἐκκλησία παλαίτερον ἀπεδέδεικτο πρὶν τὸν εὐλαβέστατον Διόσκορον ἀποδειχθῆναι τοῦ χωρίου δεσπότην. ἀλλ’ ἂν μὴ μαλακώτερόν τις ἅπτηται τῆς ζητήσεως, ταχὺ τἀληθὲς εὔδηλον γίνεται. ὥσπερ οὖν ἅπαν τοῦτο πέφηνεν ἕωλον. τὸ γὰρ ἐν ἐπιδρομῇ
160ποτὲ πολεμίων ἐκεῖσε συμφυγόντας ἀνθρώπους εὔξασθαι τἀναγκαῖα, τοῦτο τὸν τόπον οὐ καθιεροῖ· ἢ πάντα μὲν ὄρη πᾶσαι δὲ φάραγγες ἐκκλησίαι, καὶ οὐδὲν ὅ τι φρούριον ἐκφεύγει τὸ δημόσιον εἶναι, ἐν οἷς ἅπα‐ σιν, ὅταν οἱ πολέμιοι προνομεύσωσιν, εὐχαὶ καὶ μυ‐
165στήρια γίνονται. οἰκίαι δὲ ὅσαι κατὰ τοὺς ἀθέους τῶν ἐξ Ἀρείου καιροὺς εὐχὰς ἐδέξαντο καὶ μυστήρια, ἀλλ’ οὐδὲν ἧττόν εἰσιν ἰδιώτιδες· φυγὴ γὰρ κἀκεῖνο, καὶ γὰρ ἐκεῖνοι πολέμιοι. ἀλλ’ ἐγὼ τὸν καιρὸν ἐζή‐ τουν τῆς καθιδρύσεως, εἰ παρὰ διδόντων, εἰ παρὰ
170συγχωρούντων τῶν κυρίων ἐγένετο. ἀπεδείχθη λαμ‐ πρῶς ἅπαντα τἀναντία. τῶν ἐπισκόπων ὃ μὲν ᾔτει λαβεῖν, ὃ δὲ οὐκ ἐδίδου κύριος ὤν. τέλος ὃ μὲν ᾤχετο τὰς κλεῖς ἔχων, ὃ δὲ ἀνοίγνυσι καὶ τράπεζαν εἰσφορή‐ σας καθιεροῖ σμικρὸν οἰκίσκον ἐν λόφῳ πλατεῖ. ἀλλ’
175οὐ γάρ ἐστι παριτὸν ἐπὶ τὸν οἰκίσκον, εἰ μὴ δι’ ὁλο‐ κλήρου τοῦ πλάτους, ὥστε τέχνη τις ἦν ἐφ’ ᾧ τὸν λόφον περιποιήσασθαι. ἐδόκει δή μοι τὸ πρᾶγμα δεινὸν εἶναι καὶ πέρα δεινοῦ, καὶ ἀγανακτητέον ὁμοῦ μὲν ὑπὲρ τῶν νόμων τῶν ἱερῶν, ὁμοῦ δὲ καὶ ὑπὲρ τῶν
180δικαίων τῆς πολιτείας. συγχυθῆναι γὰρ ἅμα πάντα, τοῦτο μὲν, εἰ τρόπος καινὸς ἐπινοηθείη δημεύσεως, τοῦτο δὲ εἰ διὰ τῶν παναγεστάτων τὰ ἐναγέστατα κρί‐ νοιτο, εὐχὴ καὶ τράπεζα καὶ καταπέτασμα μυστικόν, ἐφόδου βιαίας ὄργανα· καὶ περὶ τούτων ἤδη καὶ ἐν ἄ‐
185στει διέγνωστο. καὶ συνέτυχε γὰρ οὕτως, ὥστε παρ’ ὀλίγους ἅπαντας ἐπισκόπους ἐν τῇ Πτολεμαΐδι τότε συνδεδραμηκέναι κατά τινα σκέψιν πολιτικήν. ἀκροώ‐ μενοι δὲ τὴν μὲν πρᾶξιν ἐμίσουν, τὴν δὲ μετάθεσιν
ὤκνουν. ἐγὼ δὲ τὴν δεισιδαιμονίαν ἀξιῶ διαστέλλειν678
190ἀπὸ τῆς εὐσεβείας· κακία γάρ ἐστιν ἀρετῆς προσω‐ πεῖον περικειμένη, ἣν φιλοσοφία τὸ τρίτον οὖσαν τῆς ἀθεΐας εἶδος ἐφώρασεν. οὐδὲν οὖν ἱερὸν οὐδὲ ὅσιον ἥγημαι τὸ μὴ δικαίως τε καὶ ὁσίως γενόμενον. οὔκουν ἐπῄει μοι πεφρικέναι τὴν λεγομένην καθίδρυσιν. οὐδὲ γάρ
195ἐστι τὰ Χριστιανῶν ὡς ἐπάναγκες εἶναι ταῖσδε ταῖς τελεστικαῖς ὕλαις τε καὶ φωναῖς ὥσπερ ὁλκαῖς τισὶ φυ‐ σικαῖς ἀκολουθῆσαι τὸ θεῖον (ὅπερ ἂν πάθοι πνεῦμα ἐγκόσμιον), ἀλλ’ ὥστε παρεῖναι ταῖς ἀπαθέσι καὶ ταῖς οἰκείαις τῷ θεῷ διαθέσεσιν. ὅπου δὲ ὀργὴ καὶ

67

(200)

θυμὸς ἀγνώμων καὶ δύσερι πάθος ἡγεῖται τῆς πρά‐ ξεως, πῶς ἐκεῖ τὸ πνεῦμα τὸ ἅγιον παραγίνεται, ὧν ἐπεισελθόντων, κἂν συμβῇ προενῳκηκός, ἐξοικίζεται; ἐγὼ μὲν οὖν εἶχον ὡς ἀποφανούμενος τὴν μετάθεσιν· ὃ δὲ καὶ ἐξηλέγχετο καὶ πρότερον ὑποσχόμενος, αὐτὴν
205ὅρκου τὴν ὑπόσχεσιν βεβαιώσαντος. τούτου λαβόμε‐ νος ἀσμένως ἤδη τὴν ἀπόφασιν ἀπεδίδρασκον, ἀλλ’ ἐκεῖνον αὐτὸν ἀπέφαινον ἑαυτῷ δικαστήν, καὶ τὸν οἰκεῖον ὅρκον ἐκβιβάζειν ἠνάγκαζον. ἀνατιθεμένου δὲ καὶ διατρίβοντος ἐπειδὴ τῆς ἐκκλησιαστικῆς ἕνεκα
210σκέψεως αὐτόθι παρεγενόμην, ἐδέησεν ἐπιβαλεῖν τὰς ὄψεις τῷ τόπῳ καὶ ἐπιδιαγνῶναι τὰ τῆς ὑποθέ‐ σεως. καὶ πάλιν παρῆν ὅμιλος ἐπισκόπων ἐκ τῆς περιοικίδος, ἄλλου κατ’ ἄλλην χρείαν συνειλεγμέ‐ νου· ἐφ’ ὧν ἁπάντων κἀμοῦ οἵ τε ὅροι διεδείκνυντο
215τὴν τοῦ Δαρδανίτου μερίδα σαφῶς ἀποτεμνόμενοι καὶ μαρτυρία γερόντων, καὶ συγκαταθέσεις τῶν τέως ἀν‐ τιλεγόντων τὸν εὐλαβέστατον Διόσκορον τοῦ χωρίου δεσπότην ἀπέφηναν. ἐγκειμένου δὲ τἀδελφοῦ Διοσ‐ κόρου, γέγονεν ἀνάγκη καὶ τὸ γραμμάτιον τὸ λοί‐
220δορον εἰς κοινὸν ἅπασιν ἀναγνωσθῆναι, ὃ πρὸς τὴν ἁγιότητα τὴν σὴν ὁ εὐλαβέστατος Παῦλος ἐπεποίητο ἐν ἐπιστολῆς εἴδει κωμῳδίαν ἐπὶ τὸν ἀδελφὸν ἀνασε‐ συρμένην καὶ πλημμελῆ, ἀφ’ ἧς αἰσχύνεσθαι περιῆν οὐ τῷ κακῶς ἀκούσαντι, τῷ δὲ κακῶς ἀγορεύσαντι.
225ἀλλ’ ἔστιν ἄρα καὶ τοῦτο δεύτερον ἀγαθὸν τὸ αἰσχύνε‐ σθαι· τὸ μὲν γὰρ ἀναμάρτητον θείας ἄντικρύς ἐστι καὶ μοίρας καὶ φύσεως, τὸ δὲ ἐπὶ τοῖς οὐκ εὖ γενομένοις ἐρύθημα σωφροσύνης τις ἂν ἀποφήναιτο. ἅπερ ὑποστὰς ἐπὶ τοῦ παρόντος πράγματος ὁ εὐλαβέστατος Παῦλος
230ἁπάσης ῥητορείας ἰσχυροτέραν ἀπέφηνε τὴν ἐξ οἰκείας γνώμης μετάνοιαν· τὸ γὰρ ὁμολογῆσαί τε ἁμαρτεῖν καὶ φανῆναι τὴν αἰσχρὰν λύπην τὴν ὡς ἐπὶ κακοῖς αὐθαιρέτοις λυπούμενον, πάντας ἡμᾶς εὔνους αὐτῷ καὶ συνδιατιθεμένους παρέσχετο. καὶ τὸ μὲν ἡμέτε‐
235ρον οὐ θαυμαστόν, ἀλλ’ ὁ εὐλαβέστατος ἐπίσκο‐ πος Διόσκορος ἐπειδὴ τὸν τέως διαφιλοτιμούμενον τα‐ πεινότερον ἐθεάσατο, τῇ ψήφῳ κρατῶν ἡττήθη τῇ γνώμῃ, καὶ γέγονεν ἐπὶ τῷ εὐλαβεστάτῳ Παύλῳ ποιεῖν ὁπότερα βούλοιτο, κατασχεῖν ἢ παραδοῦναι τὸν
240λόφον, τοῦ θαυμαστοῦ Διοσκόρου πολλαῖς ἐνδόντος αἱ‐ ρέσεσιν, ὧν οὐδεμιᾶς ἂν ἀκοὴν πρὸ τῆς ἐκείνου μετα‐ νοίας ἠνέσχετο. καὶ γὰρ ἀποδόσθαι μόνον τὸν λόφον
καὶ ἀμοιβὴν δοῦναι πᾶν ἅμα τὸ κτῆμα καὶ ἄλλα πολλὰ προσεξεῦρεν, ἐπιδαψιλευόμενος αὐτῷ πόρους,679
245ἀφ’ ὧν ἄν τις προλήψει χαρίσαιτο. ὃ δὲ ταῦτα μὲν ὤκνει, ἠξίου δὲ ὑπεισελθεῖν αὐτὸς τὴν εἰς τὸν ἀδελφὸν Διόσκορον γενομένην ὠνήν, καὶ ἐπὶ τοῖς αὐτοῖς ἀντι‐ καταστῆναι δεσπότης τοῦ κτήματος. ἐγένετο πρὸς τῷ λόφῳ καὶ τῶν ἀμπελώνων καὶ τῶν ἐλαιώνων ἐγ‐

67

(250)

κρατής. τῷ δὲ ἡ μεγαλοφροσύνη κτῆμα ἀντὶ κτήμα‐ τος, μεῖζον ἀντ’ ἐλάττονος περιγέγονε, καὶ τὸ εἴσω γενέσθαι τῶν νόμων τῶν εὐαγγελικῶν, οἳ συνεκτικω‐ τάτην τῶν ἐντολῶν τὴν ἀγαπητικὴν διάθεσιν ἀπεφή‐ ναντο. ἓν τοῦτο μόνον ἔδει μνήμης ἀξιῶσαι μηνύ‐
255σαντα τῶν ἀδελφῶν τὰς συμβάσεις καὶ τὴν ὁμόνοιαν, τἀν μέσῳ δὲ παραλιπεῖν, εἴ τις ἐπίσκοπος ὢν ἥλω τι πταίσας. ἃ γὰρ οὐκ ἔδει πεπρᾶχθαι, ταῦτα κα‐ λῶς ἔχει διδόναι τῇ λήθῃ. ἀλλ’ ἵνα μὴ πάντα ἐκ πάντων ὁ ἀδελφὸς Διόσκορος ἀποτυγχάνῃ, ταῖς αἰτή‐
260σεσιν αὐτοῦ δέδωκα τὸ πᾶσιν ἀκριβῶς ἐπεξελθεῖν, ἵνα μηδὲν ἀγνοήσειεν ἡ σὴ θεοσέβεια, ἣν οὐ παρὰ φαῦλον ἀλλ’ ἀντὶ παντὸς ἐποιεῖτο πεισθῆναι διὰ τῶν ἀποβάντων ὅτι μὴ ἐπ’ ἀδίκοις ἐφιλονείκησε. κἀγὼ τὸν ἄνδρα τά τε ἄλλα ἐπαινῶ (πάνυ γάρ μοι πρὸς
265τρόπου) καὶ τῆς εἰς τὸν θρόνον ἐκεῖνον αἰδοῦς ὑπερά‐ γαμαι. καὶ ναὶ μὰ τὴν φίλην σου καὶ σεβασμίαν κεφαλήν, πολλὴν οἶμαι χάριν ὀφείλειν αὐτῷ τοὺς ἐν Ἀλεξανδρείᾳ συμπτώχους, ὧν τοὺς ἀγροὺς ἐκπονεῖ, ταχὺ πανταχοῦ γινόμενος, καὶ ἐξ ἀπόρων φόρους ἐκ‐
270λέγων καὶ τοῖς καιροῖς παριστάμενος. Τὰ μὲν οὖν περὶ τὴν τῶν ἐπισκόπων στάσιν οὕτως ἐχώρησεν· ἐπίταγμα δὲ ἦν ὅπως ἀκούσομαι καὶ Ἰάσο‐ νος, ὃς ἔφη πολλὰ καὶ ἄδικα παρὰ συμπρεσβυτέρου παθεῖν. οὕτως οὖν ἔχει κἀκεῖνα. Λαμπωνιανὸν Ἰάσων
275εἷλεν ἀδικίας, ὃ δὲ φθάσας ὁμολογίᾳ τὸν ἔλεγχον ἔχει τὴν δίκην, ἐκκλησιαστικῶν συνόδων εἰργόμενος. καίτοι καὶ δάκρυον ἐκ μετανοίας ἀφῆκε, καὶ δῆμος ἱκέτης αὐτὸν ἐξῃτήσατο. ἀλλ’ ἐγὼ τοῖς δεδογμένοις ἐνεκαρτέρησα, τοῦ δὲ λῦσαι τὴν αὐθεντίαν εἰς τὴν ἱερατικὴν καθέδραν
280ἀνέπεμψα. τοσοῦτον οὖν ἐμαυτῷ συνεχώρησα. εἰ προσπελάσει Λαμπωνιανῷ τὸ χρεὼν καὶ ἡ κυρία πα‐ ρεῖναι δόξει, πᾶσιν ἐφῆκα τοῖς τότε παρεσομένοις πρεσβυτέροις κοινωνίας αὐτῷ μεταδοῦναι (μηδεὶς γὰρ ἀποθάνοι δεδεμένος ἐμοί)· ἀναρρωσθεὶς δὲ πάλιν ἐπὶ
285τοῖς αὐτοῖς ὑπόδικος ἔστω, καὶ παρὰ τῆς θεσπεσίας σου καὶ φιλανθρώπου ψυχῆς περιμενέτω τῆς συγγνώ‐ μης τὸ σύνθημα. οὐδὲ γὰρ οὐδ’ Ἰάσων πάντα ἀναίτιος ἑαυτῷ. προπετὴς ἄνθρωπος γλῶτταν ἐνέτυχεν ἀνδρὶ προπετεστέρῳ τὴν χεῖρα, καὶ τοῦτο δὴ τὸ λεγόμενον,
290κουφοτάτου πράγματος λόγου βαρυτάτην τιμωρίαν ἐξέτισε. Καὶ περὶ τῶν χρημάτων ἃ διείληφα, ταῦτα Λαμ‐ πωνιανὸς ἔχειν ὁμολογεῖ, καὶ οὐδὲν ἀξιοῖ παρὰ τῆς ναυαγίας ὠφελεῖσθαι τῆς ποιησάσης ἀφανὲς τὸ συμβό‐
295λαιον, ἀλλὰ καιρὸν αἰτεῖ τοὺς καρποὺς ὠνίους γενέ‐ σθαι· καὶ ἔφη πάντων ἀμελήσας ἑνὶ τούτῳ προσέχειν
τὸν νοῦν, ὡς ἂν τὰ πτωχικὰ καταθεῖτο χρήματα. νο‐ μίσματα δὲ ἦν ἑπτὰ καὶ πεντήκοντα πρὸς τοῖς ἑκα‐ τόν.680

67

(300)

Ἀνοιστέον ἐστὶ καὶ περὶ τῶνδε τῶν γινομένων παρ’ ἡμῖν, ἵνα γινόμενα παύσηται. ἱερεῖς ἱερέας παρανό‐ μων διώκουσιν. εἰ μὲν ἐπὶ ψεύδεσιν, οὔπω λέγω· πάν‐ τως δὲ μετ’ ἐπιβούλου τῆς προαιρέσεως· οὐ γὰρ ἵνα λάβωσι δίκας, ἀλλ’ ἵνα τοῖς ἄρχουσι τῶν στρατευμά‐
305των ἄδικα κέρδη μνηστεύσωσιν. ἐπὶ δὲ τοὺς ἐμοὺς ὤμους ἀναβαίνειν ἀνάγκη τὰ πάντων φορτία. διό, δέο‐ μαι, γράφε καὶ διατάττου μηδενὶ μηδὲν ἐξεῖναι τοιοῦτο ποιεῖν. καὶ γὰρ ἐμοὶ χαριῇ καὶ τοῖς ἀπραγμονεστέ‐ ροις καὶ κακῶς πάσχουσιν ἀμυνεῖς, καὶ πολὺ πλέον
310εὖ πεποιηκὼς ἔσῃ τοὺς ἀδικοῦντας αὐτούς, εἴπερ μεῖ‐ ζον ἀγαθὸν τὸ μείζονος ἀπηλλάχθαι κακοῦ, κακὸν δὲ μεῖζον τοῦ ἀδικεῖσθαι τὸ ἀδικεῖν. τὸ μὲν γὰρ ἴδιόν ἐστι κακόν, τὸ δὲ ἀλλότριον. ἀλλ’ οὔτ’ ἐγὼ κατεμή‐ νυσα τίνες εἰσί, μήτ’ αὐτὸς εἰ καὶ μάθοις, ἐπ’
315ὀνόματος ἐξελέγξῃς τινά, ἵνα μὴ ἀπεχθοίμην ἀδελ‐ φοῖς, οἷς ὅτι καὶ κατὰ πρόσωπον καὶ ἰδίᾳ λίαν ἐπιτετί‐ μηκα συγχωρήσει θεός. ἀλλὰ φάνηθι τὸ πρᾶγμα μόνον μισῶν ἐν τοῖς πρὸς ἐμὲ γράμμασιν· εἴσομαι γὰρ σὺν θεῷ μετὰ τοῦ πᾶσιν ἀλύπου τὸ μηκέτι προελθεῖν πε‐
320ραιτέρω τὴν ἀσχημοσύνην ἡμῶν, μὴ γὰρ εἴποιμι τῆς ἐκκλησίας. Οἰκονομήσασθαι δὲ ἓν ἔτι λοιπόν, καὶ λόγου πε‐ παύσομαι. περινοστοῦσί τινες βακάντιβοι παρ’ ἡμῖν· ἀνέξῃ γάρ μου μικρὸν ὑποβαρβαρίσαντος, ἵνα
325διὰ τῆς συνηθεστέρας τῇ πολιτείᾳ φωνῆς τὴν ἐνίων κακίαν ἐμφαντικώτερον παραστήσαιμι. οὗτοι καθέ‐ δραν μὲν ἀποδεδειγμένην ἔχειν οὐ βούλονται, οἵ γε τὴν οὖσαν ἀπολελοίπασιν, οὐ κατὰ συμφορὰς ἀλλ’ αὐθαί‐ ρετοι μετανάσται γινόμενοι· καρποῦνται δὲ τὰς τιμάς,
330ἐκεῖ περινοστοῦντες ὅπου κερδαλεώτερον. ἐμοὶ δὲ δο‐ κεῖ, πάτερ σεβασμιώτατε, χρῆναι τούτοις, ὅσοι τὰς οἰκείας ἐκκλησίας ἀπείπαντο, πᾶσαν ἐκκλησίαν ἀπεί‐ πασθαι· καὶ πρὶν ἂν ἀπελθόντες ἐκεῖ καταστήσωνται, μηδένα δέχεσθαι θυσιαστηρίῳ μηδὲ εἰς προεδρίαν κα‐
335λεῖν, ἀλλὰ περιορᾶν ἀγελαίους ἐν ταῖς δημοτικαῖς καθέδραις, ὅταν εἰς ἐκκλησίαν ἐμβάλωσι. ταχὺ γὰρ ἂν ἐπανέλθοιεν, εἰ περὶ τῆς τιμῆς κινδυνεύοιεν, ἧς ἀξιοῦσιν ἀπολαύειν ἁπανταχοῦ μᾶλλον ἢ οὗ προσ‐ ήκει· δέξαιντο γὰρ ἂν ἐκεῖ μᾶλλον ἢ μηδαμοῦ. καὶ
340δημοσίᾳ μὲν οὕτω προσοιστέον αὐτοῖς ὡς ἄντικρυς ἰδιώταις, ἂν καὶ τῷ σεμνοτάτῳ σου θρόνῳ συνδοκῇ· ἰδίᾳ δὲ καὶ κατ’ οἶκον εἰσόμεθά πως, ὅταν ἥκῃ παρὰ τῆς σῆς θεοσεβείας ἀπόκρισις ἐκείνης τῆς πεύσεως, ἣν πρώην ἠρώτησα περὶ Ἀλεξάνδρου Κυρηναίου μὲν τὸ
345γένος ἱερασαμένου δὲ ἔν τινι πόλει τῶν Βιθυνῶν, ἧς ἐκπεσὼν κατὰ δή τινα στάσιν, ἐξὸν ἐπανελθεῖν, οὐκ ἐπάνεισιν ἀλλ’ ἡμῖν ἐπιχωριάζει. περὶ τούτου γέ‐ γραφα πρὸς τὴν σὴν ἁγιότητα, πᾶσιν ἀκριβῶς ἐπεξ‐ ελθὼν τοῖς περὶ αὐτὸν γενομένοις, καὶ γνώμην αἰτῶν

67

(350)

οἷ τακτέον τὸν ἄνδρα. ἐπεὶ δὲ οὐδὲν ἥκει μοι περὶ
τούτων ἀντίγραφον, ἀμφίβολος ὢν πότερον διαπέπτωκεν ἢ διεκομίσθη τὸ γράμμα μέχρι τῆς μακαρίας σου κεφαλῆς, διείλεγμαι περὶ τούτου πρὸς τὸν θαυμαστὸν Διόσκορον τὸν ἐπίσκοπον, καὶ τοῖς ταχυγράφοις681
355τὰ ἀντίτυπα δοῦναι τῶν τότε γραφέντων ἐπέταξεν, ἵνα εἰ μὴ τυγχάνεις δεξάμενος τὴν ἐπιστολήν, ἔχοις πα‐ ραναγνοὺς διαιτῆσαί τε καὶ πρὸς ἐμὲ διαπέμψασθαι τἀμοιβαῖα. ἐπὶ πᾶσιν εὔχου περὶ ἐμοῦ· περὶ καταλε‐ λειμμένου γὰρ εὔξῃ καὶ τοῖς πᾶσιν ἐρήμου καὶ δεομένου
360συνεργίας τοιαύτης. ὡς αὐτὸς ὀκνῶ περὶ ἐμαυτοῦ τι φθέγξασθαι πρὸς θεόν· ἅπαντα γὰρ εἰς τοὐναντίον μοι περιίσταται διὰ τὴν ῥιψοκίνδυνον τόλμαν, ὅτι ἄνθρωπος ἐν ἁμαρτίαις, ἀπότροφος ἐκκλησίας, ἀγωγὴν ἑτέραν ἠγμένος θυσιαστηρίων ἡψάμην θεοῦ.

68

(t)

Τῷ αὐτῷ.
1 ᾯ δέδωκα τὴν ἐπιστολήν, στέλλεται μὲν ἐπὶ πρᾶ‐ ξιν ἣν οὐχ ὅσιον ἐμοὶ διηγήσασθαι· ὅτι δὲ ἀρετὴν ἐκ νέας ἀσκεῖ, τοῦτο καὶ θέμις εἰπεῖν καὶ παντάπα‐ σιν ἀληθές. ὡς μὲν οὖν ἀγαθὸν ἄνδρα τιμήσεις· ἣν
5δὲ ἐγράψατο γραφήν, οἰκείαν εἱμαρμένην πληρούτω. μηδὲ γὰρ δικαίου ποτὲ φόνου προσάψοιο.

69

(t)

Τῷ αὐτῷ.
1 Μέλει γάρ σοι, μέλει καὶ Πενταπόλεως. οὐκοῦν ἐντεύξῃ μὲν ταῖς δημοσίαις ἐπιστολαῖς· ὅτι δὲ κακὰ πλείω καὶ μείζω γέγονεν ἢ φοβεῖ τὰ γράμματα, λέ‐ γοντος ἀκούσῃ τοῦ διακομιστοῦ. στέλλεται μὲν γὰρ
5ἐπὶ συμμαχίαν, ὡς ἐκεῖθεν αἰτήσων· τὰ δὲ τῶν πο‐ λεμίων οὐδὲ τὴν ἔξοδον αὐτοῦ περιέμεινεν, ἀλλ’ ἔφθασαν ἐκχυθέντες ἀθρόοι κατὰ τῆς χώρας. πάντα οἴχεται, πάντα ἀνῄρηται· αἱ πόλεις ἔτι λοιπαί, τὸ μέχρι οὗ γράφω, λοιπαί, τὸ δὲ εἰς τὴν ἐπιοῦσαν,
10θεὸς οἶδε. πρὸς ταῦτα εὐχῶν δεῖται τῶν σῶν, εὐχῶν λέγω τῶν ἐθάδων τοῦ δυσωπεῖν τὸν θεόν. ὡς ἐγὼ πολλάκις ἤδη καὶ τὰ ἴδια καὶ τὰ κοινὰ μάτην ηὐξά‐ μην. τί λέγω μάτην; εἰς τοὐναντίον μοι περι‐ ίσταται. τοιοῦτόν εἰσιν αἱ ἁμαρτίαι βαρεῖαί τε καὶ
15πολλαί.

70

(t)

Πρόκλῳ.
1 Πέρυσιν οὐχ ἥκει μοι γράμματα παρὰ τῆς ἱερᾶς σου χειρός. ἠρίθμησα καὶ τοῦτο μετὰ τῶν συν‐ τυχόντων μοι κατ’ ἐκεῖνο καιροῦ δυσχερῶν, πολλὰ γὰρ ἐπὶ πολλῶν ἐγὼ πέρυσιν ἠνιάθην· ἀλλὰ καὶ ὁ τῆτες
5χειμὼν ὅ τι μοι λοιπὸν ἦν τῶν εἰς ψυχαγωγίαν ἀφεί‐ λετο τὸ παιδίον. εἵμαρτο γὰρ ἄρα συνόντι μὲν ὑμῖν εὐτυχεῖν, ἀπόντι δὲ χαλεποῦ πειρᾶσθαι τοῦ δαίμονος. γενέσθω δή τις παραμυθία τὸ δέξασθαι τῆς πατρικῆς σου κεφαλῆς γράμματα, τὸ τιμαλφέστατον τῶν ἀπὸ
10Θρᾴκης ἀγώγιμον.

71

(t)

Πυλαιμένει.
1 Διττοὶ δὴ λόγοι λέγονται περὶ σοῦ. τοιγαροῦν ὁμοῦ μὲν ἐπὶ Θρᾴκης ὁμοῦ δὲ εἰς Ἰσαύρους γράφω τοῦ περιτυχεῖν σε πάντως μιᾷ γέ τινι τῶν ἐπιστολῶν. ὑπόθεσις δὲ ἀμφοῖν ἀσπάσασθαι τὴν φιλτάτην κεφαλήν,682
5Πυλαιμένη τὸν φιλόσοφον· τοῦτο γάρ ἐστι κἂν βούληται κἂν μὴ βούληται. οὐ γὰρ μήποτε κατισχύσῃ τοῦ πεφυκότος, οὐδ’ οὐ μὴ σβέσῃ τὸν σπινθῆρα τοῦ θείου πυρός, ἀλλ’ ἀναλάμψει ποτέ, τῆς μοχθηρᾶς ἀγωγῆς ὑπεράνω γενόμενος.

72

(t)

Τοῖς ἐπισκόποις.
1 Ἀνδρόνικος τὴν ἐκκλησίαν ψευσάμενος ἀληθευούσης αὐτῆς πειραθήτω. πρώην, οὔπω πάνυ πρώην ἥμαρτεν εἰς θεόν, ἐξύβρισεν εἰς ἀνθρώπους. ἐφ’ οἷς ἀποκλεί‐ σαντες αὐτῷ τὴν παρ’ ἡμῖν ἐκκλησίαν ὑπηγορεύσαμεν
5πρὸς τὴν ὑμετέραν ἀδελφότητα γράμματα τὴν ἐπ’ αὐτῷ γνώμην μηνύοντα. τούτων ἔφθασε τὴν ἀπο‐ στολὴν ἱκετείαν προσποιησάμενος καὶ μετάνοιαν ὑπο‐ σχόμενος, ἣν ἅπαντες ἠξίουν με δέχεσθαι πλὴν ἐμοῦ· ἐγὼ γὰρ ἐδόκουν σαφῶς κατανενοηκέναι τὸν ἄνθρωπον
10πάντα ῥᾴδιον εἰπεῖν καὶ ποιῆσαι, καὶ προσεδεχόμην τε καὶ προύλεγον ὡς ἐκ τῆς τυχούσης αἰτίας εἰς τὴν φύσιν ἐπανελεύσεται, ὅν γε εἰκὸς ἀτολμότερον ἔσεσθαι προσκεκυφότα ταῖς ἐκκλησίαις πολὺ μᾶλλον ἢ εἰ μη‐ δὲν ὕποπτον αὐτῷ κατελείπετο. διὰ ταῦτα μὲν οἷος
15ἦν ἐγκαρτερῆσαι τῷ δόγματι, ὡς ἅμα τά τε πρὸς θεὸν εὐσεβέστερον βουλευσάμενος καὶ τὰ πρὸς τοὺς πολίτας ὠφελιμώτερον. ἀλλ’ ἰταμὸν γὰρ ἀντι‐ σχεῖν ἕνα πολλοῖς, παλαιτέροις νεώτερον, προσδεδα‐ πανηκόσι τὸν βίον ἱερωσύνῃ τὸν οὔπω πέρυσιν ἡμμένον
20τοῦ πράγματος. εἶξα δεομένοις μήπω περιπέμψαι τὰ γράμματα, δέξασθαι δὲ ἐπὶ ῥητοῖς, ἐφ’ ᾧ μηκέτι μανεῖται κατὰ τῶν ὁμοτίμων, ἐφ’ ᾧ νοῦν ἀντὶ πάθους τοῦ βίου προστήσεται. κἂν μέν, ἔφην, εἴσω μένῃς τῶν ὅρων οὓς ἔθου, νῦν τε ὑπερευξόμεθά σου τῆς
25ἁμαρτίας καὶ τοῦ λοιποῦ συνευξόμεθα· ἀναδυσαμένῳ δὲ τὰ τῆς ὁμολογίας ἡ δίκη μένει καὶ εἰς ἅπαντα δη‐ μοσιευθήσεται, τοσοῦτον ἀνατεθεῖσα χρόνον, ὅσον ἐλέγξαι σου τὸν τρόπον ἀνεπανόρθωτον. ἔδοξε ταῦτα, καὶ πεῖραν αὐτός τε ἔφη δώσειν καὶ ἡμᾶς λήψεσθαι.
30δέδωκε καὶ εἰλήφαμεν. ἐπεδαψιλεύσατο ταῖς ὑποθέ‐ σεσι τῆς ἀποκηρύξεως. οὔπω τότε δήμευσις ἐτετόλ‐ μητο, οὔπω τότε φόνος ἐνεκεχείρητο. πόσοι διὰ τοῦτον ἀλῶνται; πόσοι τῶν πρώην ἔτι κτηματικῶν διὰ τοῦτον πτωχεύουσιν; ἀλλὰ μικρὰ ταῦτα πρὸς τὸν εὖ μὲν γε‐
35γονότα Μάγνον, κακῶς δὲ ἀπολόμενον. κεῖται παῖς ἀνδρὸς λαμπροτάτου, ἅπασι τοῖς οὖσι λελειτουργηκὼς τῇ πόλει, τοῦ πρὸς ἕτερον φθόνου γεγονὼς παρανάλωμα. ᾐτεῖτο χρυσίον, ὃ μὴ διδοὺς ἐτύπτετο· καὶ διδούς, ὅτι πόρον ἐξεῦρεν ἐτύπτετο. τί γάρ; οὐ τοῖς αὐτοῦ φίλοις
40ἀλλὰ τῷ στρατηγῷ τὸν ἀγρὸν ἀπέδοτο. δακρύω μὲν ἐγὼ καὶ τὴν παρανομηθεῖσαν νεότητα καὶ τὰς ἐπ’ αὐτῇ ματαίας ἐλπίδας τῆς πόλεως. ἀλλὰ τῆς ἐκείνου νεότητος τὸ τῆς μητρὸς γῆρας ἐλεεινότερον, ὅτι δυοῖν
ἀρρένων ὃ μὲν οἴχεται φυγὰς δι’ Ἀνδρόνικον, καὶ οὐδὲ683
45οἶδεν οἷ γῆς, τὸν δὲ οἶδεν οἷ γῆς κατορώρυχε. φεῦ τῶν νόμων τῶν συναδικουμένων, παρ’ οὓς ἄρχουσι τῆς ἑαυτῶν, παρ’ οὓς ἐπ’ ἀρχῇ δανείζονται χρήματα. τούτων μὲν οὖν ἑτέρους ἐπιμελητὰς ὁ θεὸς εἶναι βού‐ λεται· ἡμῖν δὲ ἀπόχρη καθαρεύειν ἐν καθαροῖς, ἐὰν

72

(50)

ἄρα δυνώμεθα μένειν εἴσω τῶν περιβόλων τῶν ἱερῶν, ἀποκλείειν τε τοῖς ἐναγέσι τὰ παναγέστατα.

73

(t)

Τρωΐλῳ.
1 Σὺ γὰρ δὴ καὶ φιλόσοφος εἶ καὶ φιλάνθρωπος, σοί με δεῖ προσανακλάεσθαι τὰς τῆς ἐνεγκούσης με συμ‐ φοράς, ἣν τιμήσεις μὲν διὰ πολίτην φιλόσοφον, ἐλεήσεις δὲ διὰ τὸ τῆς σαυτοῦ φύσεως ἥμερον, δι’ ἀμφότερα
5δὲ πεσοῦσαν ἀνορθῶσαι πειράσῃ. δύνασαι δέ, ἐπειδὴ σώζειν τὰς πόλεις Ἀνθέμιος καὶ φύσιν ἔχει καὶ τύχην καὶ τέχνην. ᾧ πολλῶν ὑπαρξάντων εἰς τοῦτο παρὰ θεοῦ τὸ μέγιστον ἀγαθὸν οἱ φίλοι, καὶ τούτων Τρωΐλος τὸ μέγιστον. ὅπως οὖν μὴ μόνον τὰς ὄψεις ἐπιβαλεῖς,
10ἀλλὰ καὶ τὸν νοῦν πάνυ σφόδρα προσέξεις τοῖς γράμ‐ μασιν, ὧν ἐγὼ πολλὰ κατέσπεισα δάκρυα. τί γὰρ δὴ Φοινίκων μὲν οὐκ ἄρχουσι Φοίνικες, οὐδὲ Κοιλο‐ σύρων Κοιλόσυροι, Αἰγύπτιοι δὲ πάσης μᾶλλον ἢ τῆς ἑαυτῶν, Λίβυες δὲ μόνοι τῆς ἑαυτῶν; ἢ μόνοι Λίβυές
15εἰσιν ἀνδρειότατοι, καὶ χωρεῖν ὁμόσε τοῖς νόμοις ἐγνώκασιν; ὧν ὅτε πλείω καὶ φοβερώτερα τοῖς παρα‐ βαίνουσι γέγονε τἀπιτίμια, τότε μᾶλλον αὐτοῖς αἱ πονηραὶ φύσεις ἐνεκυβίστησαν. ἔδει μὲν ἄρδην ἀνῃ‐ ρῆσθαι τὴν πρὸς Κυρήνῃ Πεντάπολιν· ὁ δὲ λιμὸς καὶ
20ὁ πόλεμος οὔπω πᾶν ὅσον ἔδει κατήνυσαν, ἀλλὰ δια‐ τρίβουσι καὶ κατὰ μικρὸν ἀπολλύουσιν. οὐκοῦν τὸ λεῖπον εἰς τὸ ταχὺ κατειργάσθαι προσεξευρήκαμεν. καίτοι τοῦτ’ ἐστὶν ὃ τὸ παλαίφατον λόγιον ἐπεχρη‐ σμῴδησε τῇ τελευτῇ Πενταπόλεως. πατέρων αὐτὸ
25καὶ πάππων ἠκούσαμεν ὅτι φθερεῖ τὰ Λιβύων ἡγεμόνων κακότης· αὐτὸ γὰρ τοῦτό ἐστι τοῦ χρησμοῦ τὸ τεμάχιον. ἀλλ’ εἰ καὶ πέπρωται τοῦτο, ἀναβολήν τινα τοῦ κακοῦ μηχανήσασθε. καὶ γὰρ ἡ τῶν ἰατρῶν τέχνη τὸ μὲν ἀποθανεῖν ἄνθρωπον, ἐπειδὴ
30φύσις ἐστίν, οὐ καθάπαξ κωλύει, ἐμποιεῖ δέ τινα διατριβὴν τῷ χρεών. ὅμοιόν τι αἰτοῦμεν καὶ παρὰ τῆς τέχνης τῆς ἀρχικῆς· βοηθησάτω τῇ φύσει κατὰ τῆς νόσου, μὴ μέντοι κατασπευδέτω τὸν ὄλεθρον. μή, δέομαι, μὴ γένοιτο τῶν Ἀνθεμίου τοῦ μεγάλου καιρῶν
35ἐπαρχίαν Ῥωμαϊκὴν ἐκ μέσης ἀνῃρῆσθαι τῆς διοική‐ σεως. εἰπὲ πρὸς αὐτόν, εἰπὲ πρὸς τῶν λόγων, οὐ σὺ καταπεμφθῆναι τὸν νόμον γέγονας αἴτιος, ἐπὶ τοῖς πάλαι τὸν πρόσφατον, ὃς ἀνατείνεται πολλὰ καὶ χα‐ λεπὰ τοῖς μνηστεύουσι τὴν τῆς ἐνεγκούσης ἀρχήν; πῶς
40οὖν οὐ νεμεσᾷς τοῖς φιλοτιμουμένοις ἐπὶ σοῦ διαρρη‐ γνύναι τὰ σὰ πολιτεύματα; εἰ μὲν οὖν οὐ λανθάνουσιν, ἀδικεῖς· εἰ δὲ λανθάνουσιν, ἀμελεῖς. χρῆν δὲ οὐχὶ τὸν ἄνδρα τὸν ἡγεμονικώτατον ἀλλ’ ἑνὶ τούτῳ μάλιστα προσέχειν τὸν νοῦν, τοὺς ὑπάρξοντας ὡς
45βελτίστους αἱρεῖσθαι. θεία γὰρ αὕτη καὶ μεγαλο‐ πρεπὴς ἡ πρόνοια, πρὸς ᾗ δαπανᾶται φροντὶς εἰς ἐκ‐ λογὴν ἀνδρὸς ἀγαθοῦ. ἀλλ’ ἐν τούτῳ γάρ ἐστιν ἔθνους ὁλοκλήρου πεποιῆσθαι φροντίδα. τούτων οὖν εὐθὺς ἀπεγνωκέναι προσήκει τῶν ἐναλλομένων τοῖς νόμοις,684

73

(50)

παρ’ οὓς ἄρχουσι τῆς ἑαυτῶν, παρ’ οὓς ἐφ’ ἡμῖν ὥσπερ ἐπὶ κτήμασι δανείζονται χρήματα. στήσατε τὸ κακόν. ἄρχοντας ἡμῖν νομιμωτέρους ἐκπέμψατε, ἀγνοοῦντας ἀγνοουμένους, ταῖς φύσεσιν, οὐ τοῖς περὶ ἕκαστον πάθεσι τὰ πράγματα κρίνοντας. ὡς τὰ νῦν
55ταῦτα καταπλεῖ δεσπότης ὁ πρώην ἀντιπολιτευόμενος, καὶ τὴν ἐν πολιτείᾳ διαφορὰν ἀπὸ τοῦ βήματος ἀγω‐ νίζεται. ὅσα δὲ ἄλλα παραβλαστάνει κακά. συκο‐ φαντεῖται συμπόσια, καὶ γυναικὶ δίδοται χάρις ἡ τοῦ πολίτου συμφορά, καὶ κατήγορος ἐκκέλευστος· ὃς
60δ’ ἂν μὴ γράψηται παρανόμων, ἑάλωκεν, εἰ μὴ καὶ πρὶν ἁλῶναι τὰ τῶν ἑαλωκότων ὑπέμεινεν. ἐθεασά‐ μεθα δεσμώτην ἀπὸ τούτου γενόμενον, ὅτι μὴ τὸν ἄρτι παυσάμενον τῆς ἀρίστης ἀρχῆς ἐπὶ κλοπῇ δη‐ μοσίων ἐδίωκε· μᾶλλον δὲ τοῦτον οὐδὲ τεθεάμεθα,
65ἀλλ’ ἀπείρητο προσιέναι καθάπερ τοῖς ἐναγέσιν ἢ τοῖς βασιλέως ἐχθροῖς, ἕως διεπράξαντο πᾶν ὅσον ἐβού‐ λοντο, καὶ τὸν ἥλιον εἶδεν ἐπὶ ῥητοῖς ἄνθρωπος, ἐφ’ ᾧ Γεννάδιον ἐγράψατο. ἀλλ’ ἥγε ἡμετέρα Πεντάπολις Γενναδίου μὲν τοῦ Σύρου πολλὰ ἐπὶ πολλῶν ὤνατο·
70καὶ τὸ μέγιστον, ὅτι καὶ λόγῳ καὶ πειθοῖ τὴν ἀρχὴν ἐπιτρέψας ἔλαθεν ἡμᾶς τῶν ἀπηνεστάτων τε καὶ ὀνο‐ μαστοτάτων ἐπὶ σκληρότητι πλείονα χρήματα ταῖς δημοσίαις ψήφοις εἰσενεγκών. ἐφ’ οἷς οὐδεὶς ἐδάκρυ‐ σεν, ἐφ’ οἷς οὐδεὶς ἀπέδοτο τὸν ἀγρόν. ἐκείνην ἄν τις
75εἰσφορὰν εὐσεβῆ δικαίως ἐκάλεσεν, ἣν οὐχ ὕβρις οὐ μάστιξ ἠνάγκασε. τὰ δὲ περὶ τῶν πολιτῶν, φεῦ τῆς μνήμης τῶν παυσαμένων, φεῦ τῆς πείρας τῶν ὁρωμέ‐ νων. οὐδὲν οὖν ἀξιοῦμεν καινόν, ἀλλ’ ὑπὲρ τῶν νόμων Ἀνθέμιον ἱκετεύομεν, ὑπὲρ τῶν νόμων τὸν τούτων
80φύλακα, ὧν ἄξιον μὲν αἰδεῖσθαι τὴν ἀρχαιότητα (νόμου γὰρ δὴ καὶ τοῦτο σεμνότης), εἰ δέ τῳ δοκεῖ, τῶν διαταγμάτων τὰ νεώτερα, τὴν ὡς ἂν εἴποι τις ἔμψυχον ἔτι βασιλείαν ἐπιγραφόμενα.

74

(t)

Πυλαιμένει.
1 Ἔπεμψά σοι τὸν λόγον ἀττικουργῆ, τῆς ἀκριβοῦς ἐργασίας, ὃν ἂν μὲν ἐπαινέσῃ Πυλαιμένης ἡ κριτι‐ κωτάτη τῶν ἀκοῶν, αὐτὸ τοῦτο τῇ διαδοχῇ τοῦ χρόνου συνέστησεν· εἰ δὲ μηδὲν φανεῖται σπουδαῖον, ἔξεστι
5δήπου παίζειν τὰ παίγνια.

75

(t)

Νικάνδρῳ.
1 Τοὐπίγραμμά μου τὸ κλεινόν (πῶς γὰρ οὐ κλεινὸν ὅπερ ὁ μέγας ἐπῄνεσε Νίκανδρος;)
τῆς χρυσῆς εἰκὼν ἢ Κύπριδος ἢ Στρατονίκης, ἐπίστασαι πάντως ὅτι καὶ εἰς ἐμὴν ἀδελφὴν ἐποιήθη
5παρ’ ἐμοῦ τότε, παρὰ τοῦ στίχου μαθών. ταύτῃ τῇ φιλτάτῃ μοι τῶν ἀδελφῶν, ἣν καὶ τῆς εἰκόνος ἠξίωσα καὶ τοῦ στίχου, Θεοδόσιος ὁ βασιλέως ὑπασπιστὴς σύνοικος, ἕνεκα μὲν τοῦ χρόνου καὶ τῆς ἐν τῇ στρατείᾳ προσεδρείας κἂν προυστάτησε πάλαι· αἱ δὲ σπουδαὶ685
10πλέον δύνανται τῶν ἐνιαυτῶν. ταύτῃ τε οὖν ὄφε‐ λος αὐτῷ γενοῦ κἂν ταῖς δίκαις, εἴ τινες εἶεν αὐτῷ πρὸς Ἀνθέμιον· ὀνάσθω δέ τι τοῦ μεγάλου Νικάν‐ δρου.

76

(t)

Θεοφίλῳ.
1 Ὀλβιάταις (οὗτοι δὲ δῆμός εἰσι κωμήτης) ἐδέησεν αἱρέσεως ἐπισκόπου, τοῦ μακαριωτάτου πατρὸς Ἀθά‐ μαντος τῷ μακρῷ βίῳ τὴν ἱερωσύνην συγκαταλύ‐ σαντος. ἐπεκαλέσαντο δὴ κἀμὲ κοινωνὸν αὐτοῖς γε‐
5νέσθαι τοῦ σκέμματος. καὶ συνήσθην μὲν ἀνδράσιν ἐκ πολλῶν καὶ πάντ’ ἀγαθῶν ποιουμένοις τὴν αἵ‐ ρεσιν, πολὺ δὲ πλέον Ἀντωνίῳ συνήσθην τῆς καλοκα‐ γαθίας, ὅτι καὶ καλῶν ἔδοξεν εἶναι καλλίων· ἐπὶ γὰρ τοῦτον ἡ πάνδημος ψῆφος ἠνέχθη. προστεθέντων
10δὲ καὶ δυοῖν εὐλαβεστάτων ἐπισκόπων γνώμῃ τῇ τοῦ πλήθους, οἷς συνετέθραπτο καὶ ὧν θατέρου τῇ χειρὶ πρεσβύτερος ἀπεδέδεικτο, ἐτύγχανον μὲν οὐδ’ αὐτὸς ἀγνοῶν πάνυ τὸν Ἀντώνιον, ἀλλὰ δι’ ὅσων αὐτὸν ἔγνων λόγων καὶ πράξεων, διὰ τοσούτων ἐπῄνεσα·
15προσθεὶς δὲ οἷς ἠπιστάμην καλοῖς ἅπερ ἤκουσα, φέρω κἀγὼ τὴν ἐμαυτοῦ ψῆφον ἐπὶ τὸν ἄνδρα. καὶ γένοιτ’ ἄν μοι βουλομένῳ κοινωνὸν αὐτὸν εἰς τὴν ὁμότιμον ἱερωσύνην προσδέξασθαι. ἑνὸς οὖν ἔτι δεῖ, τοῦ κυ‐ ριωτάτου μέντοι, τῆς ἱερᾶς σου χειρός. τούτου μὲν
20Ὀλβιάταις δεῖ, ἐμοὶ δὲ εὐχῶν.

77

(t)

Ἀνυσίῳ.
1 Οὐκ ἐθέλει περιμένειν ἄλληλα τὸ φῶς καὶ τὸ σκότος, ἀλλὰ νόμῳ φύσεως περιίσταται. ἐπανελ‐ θόντες ἀπὸ τῆς σῆς πομπῆς Ἀνδρόνικον κατελά‐ βομεν.

78

(t)

Τῷ αὐτῷ.
1 Οὐδὲν ἂν γένοιτο Πενταπόλει λυσιτελέστερον τοῦ τοὺς ἀγαθοὺς καὶ ἄνδρας καὶ στρατιώτας Οὐννιγάρδας προτετιμῆσθαι πάντων στρατιωτῶν, οὐ τῶν ἐγχωρίων λεγομένων μόνον, ἀλλὰ καὶ ὅσοι πώποτε κατὰ συμ‐
5μαχίαν εἰς τούσδε τοὺς τόπους ἀφίκοντο· ἐκεῖνοι μὲν γὰρ οὐδεπώποτε πολλαπλασίους ἐλάττοσι τοῖς πολεμίοις μετὰ τοῦ θαρρεῖν συνηνέχθησαν, οὗτοι δὲ δὶς ἤδη καὶ τρὶς πρὸς ἄνδρας ὑπὲρ χιλίους τὸν ἀριθμὸν μόνοι τετ‐ ταράκοντα μετὰ θεοῦ καὶ σοῦ στρατηγοῦ παρετά‐
10ξαντο, καὶ νίκας τὰς μεγίστας καὶ καλλίστας ἀνεί‐ λοντο. τῶν δὲ εἰς ὄψιν αὐτοῖς ἐλθόντων βαρβάρων τοὺς μὲν ἀπολωλεκότες τοὺς δὲ ἀπεληλακότες, τά τε μετέωρα τῆς χώρας ἔτι περινοστοῦσι, καὶ τὰς εἰσβο‐ λὰς τῶν πολεμίων φυλάττουσιν, ὥσπερ σκύλακες αὐλῆς
15προπηδήσαντες, ἐφ’ ᾧ θηρίον οὐκ ἐναλεῖται τῇ ποίμνῃ. ἀλλ’ ἡμεῖς αἰσχυνόμεθα τοὺς ἀριστέας ἐν αὐτοῖς τοῖς ὑπὲρ ἡμῶν ἱδρῶσι δακρύοντας. οἷα γὰρ καὶ γεγρά‐ φασι πρὸς ἡμᾶς, ἐγὼ μὲν οὐκ ἀπαθῶς ἀναγινωσκομένων ἀκήκοα, ἀξιῶ δὲ μηδὲ σὲ τὴν ἱκετείαν αὐτῶν παριδεῖν·686
20δέονται γὰρ δὴ σοῦ μὲν δι’ ἡμῶν, βασιλέως δὲ διὰ σοῦ δέησιν ἣν εἰκὸς ἦν ἡμᾶς ἐκείνων σιωπώντων ποιήσασθαι, μὴ καταλεγῆναι τοὺς ἄνδρας ἀριθμοῖς ἐγχωρίοις. ἀχρεῖοι γὰρ ἂν ἑαυτοῖς τε καὶ ἡμῖν γέ‐ νοιντο, τῶν βασιλικῶν δωρεῶν ἀφῃρημένοι, εἰ μήτε
25ἵππων ἕξουσι διαδοχὴν μήτε ὅπλων παρασκευὴν μήτε δαπάνην ἀγωνισταῖς ἀνδράσιν ἀρκοῦσαν. μὴ σύ γε, ὦ μετ’ αὐτῶν ἀριστεῦ, μὴ περιίδῃς τοὺς συστρα‐ τιώτας εἰς ἀτιμοτέραν τάξιν χωροῦντας, ἀλλ’ οὗτοί γε μενόντων ἄσυλοι τῶν γερῶν ἐν βεβαίῳ τῆς πρό‐
30τερον ἀξίας. ὃ γένοιτ’ ἄν, εἰ διὰ τῆς σῆς ἀναφορᾶς ὁ φιλανθρωπότατος ἡμῶν βασιλεὺς μάθοι πόσον ὄφελος ἐγένοντο Πενταπόλει. καὶ δεήθητι βασιλέως ὑπὲρ ἡμῶν ἐν τοῖς σαυτοῦ γράμμασι δέησιν ἑτέραν, ἄν‐ δρας ἑκατὸν ἑξήκοντα τοῖς τετταράκοντα τούτοις προσ‐
35τεθῆναι. μετὰ θεοῦ τίς οὐκ ἂν ἀποφήναιτο διακο‐ σίους Οὐννιγάρδας καὶ γνώμην καὶ χεῖρα τούτοις πα‐ ραπλησίους, ὧν οὐχ ἥκιστα ἐπαινοῦμεν τὸ πρᾶον τῆς γνώμης, σοῦ στρατηγοῦντος ἀρκέσειν εἰς τὸ διαπολε‐ μηθῆναι βασιλεῖ τὸν Αὐσουριανὸν πόλεμον· καὶ τί
40δεῖ καταλόγων πολλῶν καὶ τῆς φοιτώσης κατ’ ἐνιαυτὸν δαπάνης τοῖς ἐνθάδε στρατεύμασι; χειρῶν δεῖ τῷ πο‐ λέμῳ, καὶ οὐκ ὀνομάτων πολλῶν.

79

(t)

Ἀναστασίῳ.
1 Οὐδὲν ἐγὼ γέγονα χρήσιμος Εὐαγρίῳ τῷ πρεσβυ‐ τέρῳ· οὐδὲ γὰρ οὐδ’ ἑτέρῳ τινὶ τῶν ἀδικουμένων. ἄρχει γὰρ παρ’ ἡμῖν ὁ Βερονικεὺς Ἀνδρόνικος, ἀπο‐ φρὰς ἄνθρωπος, παλαμναίαν ἔχων καὶ γνώμην καὶ
5γλῶτταν. ὃς εἰ μὲν ἐμοῦ καταφρονεῖ, πρᾶγμα οὐδέν· ἀλλ’ αἰσχύνεσθαί μοι δοκεῖ καὶ τὰ θεῖα τιμῆσαι· οὕτως ἀράσσει τῇ κεφαλῇ τὸν οὐρανόν. νὴ τὴν ἱεράν σου καὶ τριπόθητον κεφαλήν, σχῆμα Πενταπόλει πέν‐ θιμον περιτέθεικε, δακτυλήθρας καὶ ποδοστράβας
10ἐξευρών, καὶ ξένα ἄττα κολαστήρια κατ’ οὐδενὸς τῶν ἀδικούντων (πάνυ γὰρ τὰ νῦν ἔξεστιν ἀδικεῖν τῷ βου‐ λομένῳ), κατὰ δὲ τῶν συντελούντων ὑπὲρ τῶν οὐσιῶν καὶ τῶν ἄλλο ὁτιοῦν ὀφειλόντων. δεινὸς γὰρ ἁνὴρ ὑποθέσεις ἐξευρίσκειν τῇ τε ἑαυτοῦ καὶ τῇ Θόαντος
15φύσει πρεπούσας, ὃν ἐπὶ τῶν δεσμῶν ὄντα ἔταξεν ἐπὶ ταῖς ἀπαιτήσεσιν τοῦ στρατιωτικοῦ χρυσίου τοῦ καλουμένου τιρωνικοῦ, καὶ συνῆψε τὰ αὐλαναῖα· καὶ ἀεί τι καινὸν ἐπὶ παλαιῷ κακόν, ἐφ’ ᾧ κατὰ φῦλα καὶ δήμους αἰκίζεσθαι. οὐδὲ γὰρ ἔξεστιν οὐδὲ τοῖς ἔχουσι καὶ
20πλουτοῦσιν ἀμαστιγώτοις ἀναχωρῆσαι, ἀλλ’ ἕως ὁ παῖς οἴκαδε βαδίζει τὸ χρυσίον οἴσων, ὁ δεσπότης ἠλόηται καὶ παρ’ ἐνίους τῶν δακτύλων ἐγένετο. ὅταν δὲ προφάσεως ἀπορῇ δυναμένης αὐτὸν ἑστιᾶσαι, Μαξι‐
μῖνος καὶ Κλεινίας ἔφεδροι. ἐν ἐκείνοις χαρίζεται τῷ687
25πάθει. ἀλλά μοι δοκεῖ τοιοῦτος ὢν πονηρῶν δαιμόνων προνοίας τυγχάνειν, οἳ βούλονται μὲν ἐπαινεῖσθαι καὶ εὐτυχεῖν τὰς παλαμναιοτάτας ταύτας ψυχάς, αἷς ὀργά‐ νοις δύνανται χρῆσθαι πρὸς τὰς κοινὰς συμφοράς. ἀπὸ τούτων οὖν παρασκευάζουσιν αὐτῷ δόξαν ὡς ἀνδρὶ
30γενναίῳ. καίτοι πῶς εὔλογον, ὅστις ὑπερύψωσε τὸν ὑψηλὸν καὶ τὸν ταπεινὸν ἐταπείνωσεν; ἐφ’ οὗ πᾶς μὲν μέτριος καὶ πρᾶος τὸν τρόπον ἐν Καρὸς μοίρᾳ καὶ ἄτιμος, δύνανται δὲ μόνοι Ζηνᾶς καὶ Ἰούλιος; Ζηνᾶς ὁ πράξας πέρυσι τοὺς διπλοῦς φόρους, ὃς ἀπειλεῖ τὸν
35ἐμὸν ἀδελφὸν Ἀναστάσιον παραπρεσβείας καὶ διώξε‐ σθαι καὶ αἱρήσειν. οὗτος μέντοι ἑκόντος αὐτοῦ δύ‐ ναται, Ἰούλιος δὲ ἄκοντός τε καὶ κλάοντος, καὶ κατ’ οὐδενὸς οὕτως ὡς κατ’ Ἀνδρονίκου γέγονεν ἰσχυρότερος. ἐγκραγὼν γὰρ αὐτῷ δίς που καὶ τρίς, καὶ τοῖς ἐξ
40ἁμάξης λοιδορησάμενος καὶ πάντα ἐπανατεινάμενος ἅπερ εἰρῆσθαι καὶ παρ’ ἐμοῦ τοῦ παντὸς ἂν ἐτιμη‐ σάμην, ἀπέδειξε τὸ κάθαρμα μῦν ἀντὶ λέοντος καὶ ἐξ ἐκείνου γε χρῆται καθάπερ ἀνδραπόδῳ παρόσον οὐδὲ ἐν ταῖς γωνίαις ὑποψιθυρίζειν κατὰ τοῦ δεσπότου
45τολμᾷ· τοῦτο δὲ δήπουθεν ἔξεστι τοῖς οἰκέταις ποιεῖν. Ἀνδρόνικος δὲ οὐδὲ τοῦτο· τὸ γὰρ ἀλόγιστον ἀνδρεῖον μὲν οὐδαμοῦ, παρὰ δὲ τοὺς καιροὺς δειλόν τε καὶ θρασὺ γίνεται, τοῦτ’ ἔστιν ἁπανταχοῦ πονηρόν. ὁ θαυμάσιος Ἥρων ἀξίως αὑτοῦ πρὸς ὑμᾶς ἐρεῖ τὰ περὶ

79

(50)

αὑτοῦ, ἄν γε δὴ διαγένηται. διετέθη γὰρ οὕτως ὑπ’ αὐτοῦ τοῦ συνεῖναι τῇ μοχθηρίᾳ τἀνθρώπου καὶ καθ’ ἡμέραν ἀπορρήγνυσθαι, καὶ οἷς ἤκουε δεινοῖς καὶ οἷς ἔπασχεν, ὡς καὶ μόλις ἐλευθερωθεὶς τῆς θανατηφόρου συνουσίας, δύσελπις εἶναι τὴν ἑαυτοῦ ζωὴν ἀπολή‐
55ψεσθαι. καὶ οὔπω τότε Θόας ἀπὸ τῆς ἐνδοξοτάτης ἀποδημίας παρῆν· νυνὶ γὰρ οὗτός ἐστιν ὁ πᾶσιν αὑτὸν τοῖς εὐγενέσιν ἐπιτειχίσας Δεκέλειαν, τὸ ἀπόρρητον τῶν ὑπάρχων διακομίσας ἐνύπνιον, ὃ βούλεται μὲν τῶν ἐνθάδε τεθνάναι τινάς, βούλεται δὲ δεδέσθαι τι‐
60νάς. καὶ δέδενται παρ’ ἡμῖν ἄνθρωποι διὰ τὸ ἐνύ‐ πνιον τὸ ἀπόρρητον, οἳ δὲ ἀπ’ οὐδεμιᾶς φαινο‐ μένης αἰτίας ἀποθνήσκουσι. καὶ γὰρ εἰ μηδέπω τεθνήκασιν, ἀλλ’ αὐτίκα τεθνήξονται. τὸ μὲν γὰρ ἐπὶ ταῖς μάστιξιν ἀπολώλασι, τὸ δὲ ἐπὶ τῇ τῶν σωμάτων
65ἰσχύι ζῶσιν ἔτι μέχρι ταύτης τῆς ἡμέρας, ἐν ᾗ πέμπω τὰ γράμματα. ἀλλ’ οὐχ ὑγιανεῖ, φησίν, ὁ μέγας Ἀν‐ θέμιος, οὐδὲ παύσεται πυρέττων ὁ Ῥωμαίων ὕπαρχος, ἂν μὴ Μαξιμῖνος καὶ Κλεινίας ἀπόλωνται. ταῦτα Θόας ἡσυχῆ θρυλεῖ. διὰ τοῦτο οὐδὲ εἰσφέροντος ἀνέ‐
70χεται Μαξιμίνου ἀλλ’ ἀνασοβεῖ πάντας Ἀνδρόνικος τοὺς ὠνουμένους τὰ Λευκίππου· πρόκειται γὰρ οὐ τὸ πληρωθῆναι τὰ δημόσια ἀλλὰ τοὺς ὑπάρχους ὑγιαίνειν, οἵτινες εἰσκληθέντος οἴκαδε Θόαντος μόνου, τοῦ σοφι‐ στοῦ, φησί, μόνου παρόντος ἐξενηνόχασι πρὸς αὐτὸν
75τὸ ἐνύπνιον. καὶ οἱ λιμένες ἐκλείσθησαν, ὅσα γε δὴ Θόας ὄμνυσιν, ἕως ἂν αὐτὸς ἐκπλεύσας φθάσῃ καὶ πρὸς Ἀνδρόνικον ἐξενέγκῃ τὸ ἀπόρρητον, ἵνα μὴ λάθῃ τις
διαδρὰς τῶν ἀξίων ἀντὶ τῆς Ἀνθεμίου τεθνάναι ψυχῆς. εἶτα ἀφ’ ὧν ἕτερος ὄναρ ὁρᾷ, μᾶλλον δὲ ἰδεῖν λέγεται,688
80Πεντάπολις ὕπαρ πέπραγε πονήρως. Ἀνδρόνικος γὰρ ὁ τὰ τοιαῦτα πιστευθεὶς καὶ εὐεργέτης τῆς εὐτυ‐ χοῦς τῶν ὑπάρχων οἰκίας ἐσόμενος, μαίνεται ἐκπάγλως πίσυνος Θόαντι οὐδέ τι οἶδε τί‐ νειν
85
ἀνέρας οὐδὲ θεούς· κρατερὴ δέ ἑ λύσσα δέδυκεν. Ἐν τούτοις τῇ πατρίδι τῶν πραγμάτων ὄντων οὐκ ἐδέησεν Εὐαγρίῳ μάντεως εἰς προαγόρευσιν τοῦ πο‐ νήρως ἀπαλλάξειν εἰς τὸ δικαστήριον ἀπελθόντι. ἀλλ’ αὐτὸς Ἀνδρόνικος ἄντικρυς, οὐ πρὸς τοῦτον οὐδὲ πρὸς
90ἐκεῖνον, ἀλλὰ πρὸς αὐτὸν Εὐάγριον ἐξήγγειλε τὴν γνώμην τὴν ἑαυτοῦ, καὶ ἔχεσθαι τῆς λειτουργίας ἐθε‐ λοντὴν ἐκέλευσεν, ἐὰν σωφρονῇ· πάντως γὰρ ἀποφα‐ νεῖσθαι τὴν καταδικάζουσαν. ἀπολελόγημαι δὴ καὶ θεῷ καὶ τῷ θείῳ Διοσκορίδῃ καὶ πᾶσιν ἀνθρώποις, ὡς
95ἔγωγε ἀτιμότερος ἐξ ἐντιμοτέρου γέγονα, τά γε ἀνθρώ‐ πινα, ἀσθενέστερος δὲ ἐξ ἰσχυροτέρου. καὶ Ἀνδρόνι‐ κος ἀπόντων μὲν ἡμῶν τὴν δύναμιν ἐθεράπευσε, δι’ ἣν οὐ γέγονε δὶς ἐπ’ Ἀλεξανδρείας ἀγώγιμος· παρόντι δὲ οὕτω χρῆται, νὴ τὴν ἱερὰν ὑμῶν κεφαλήν, ὡς

79

(100)

ἐπειδή μοι συνέπεσεν ἀποβαλεῖν τῶν παιδίων τὸ φίλ‐ τατον, κἂν ἐξήγαγον ἐμαυτὸν κατακρατηθεὶς ὑπὸ τοῦ πάθους (οἶσθα γὰρ ὅτι θῆλύς εἰμι περὶ τοῦτο πέρα τοῦ δέοντος), νῦν δὲ οὐ λογισμῷ τοῦ πάθους ἐκρά‐ τησα, ἀλλ’ Ἀνδρόνικος ἀντιπεριήγαγε καὶ πρὸς ταῖς
105κοιναῖς συμφοραῖς τὸν νοῦν ἔχειν ἐποίησε· καὶ γεγόνασί μοι συμφοραὶ παραμυθίαι τῶν συμφορῶν, πρὸς ἑαυ‐ τὰς ἀνθέλκουσαι καὶ πάθει πάθος ἐκκρούουσαι, ὀργὴ συμμιγὴς λύπῃ τὴν ἐπὶ τῷ παιδίῳ λύπην. οἶσθα ὅτι μοι μαντευτὸς ἦν θάνατος εἰς κυρίαν τοῦ ἔτους ἡμέραν.
110καὶ γέγονεν ἐκείνη, καθ’ ἣν ἱερασάμην. ᾐσθόμην μεταβολῆς βίου, ὃς ἄχρι νῦν ἐμπανηγυρίσας αὐτῷ καὶ τιμῆς ἀνθρωπίνης καὶ πάσης γλυκυθυμίας παρ’ ὁντινοῦν τῶν πώποτε πεφιλοσοφηκότων ἀπολελαυκώς, οὐχ ἧττον διὰ τὰ θύραθεν ἢ διὰ τὴν παρασκευὴν τῆς
115ψυχῆς, ἅμα πάντων ἀφῃρημένος αἰσθάνομαι. τὸ μὲν οὖν μέγιστον τῶν κακῶν, ὅ μοι καὶ δύσελπιν εἶναι τὸν βίον ποιεῖ, οὐκ εἰωθὼς ἀποτυγχάνειν ἐν ἱκετείαις θεοῦ, νῦν πρῶτον οἶδα μάτην εὐξάμενος· ὃς τὴν μὲν οἰκίαν κακῶς πράττουσαν ὁρῶ, τὴν δὲ πατρίδα δυστυχοῦσαν
120οἰκεῖν ἀναγκάζομαι. καὶ πᾶσιν ἐκκείμενος ἐφ’ ᾧ προσανακλάεσθαι καὶ τὰ καθ’ ἑαυτὸν ἕκαστον ὀλοφύρε‐ σθαι, προσθήκην ἔσχον Ἀνδρόνικον τὸν κολοφῶνα τῶν κακῶν, δι’ ὃν οὐδὲ ἀκαρῆ καρποῦμαι τὴν σύντροφόν μοι σχολήν. ἀλλ’ ἐμὲ δεῖ μηδὲν ὄφελος ὄντα μηδενί,
125πάντων προσιόντων καὶ τὴν ἀσθένειαν ἡμῶν διελεγ‐ χόντων ἀνέχεσθαι. πρὸς ταῦτα δέομαι, πάνυ σφό‐ δρα δέομαι ἀμφοῖν μὲν ὑμῶν, διαφερόντως δὲ σοῦ τῆς φίλης μοι κεφαλῆς, ἀδελφὲ Ἀναστάσιε (σὺ γὰρ δὴ φήμην ἔχεις προστατεῖν ἀνδρὸς λυσσῶντος), εἴ τίς
130σοι δύναμις πάρεστιν (ὑπὲρ Συνεσίου γὰρ μᾶλλον ἢ
ὑπὲρ Ἀνδρονίκου δικαιότερος ἂν εἴης αὐτῇ χρώμενος), ἀπάλλαξον κατηφείας Πτολεμαΐδα τὴν λαχοῦσάν με πόλιν, οὐκ ἐμοῦ γ’ ἐθέλοντος· οἶδεν ὁ πάντα ὁρῶν ὀφθαλμὸς τοῦ θεοῦ. οὐκ οἶδα ὑπὲρ ὧντινων τοσαύτας689
135ἐκτίνω δίκας· καὶ εἴ τῳ, φησί, θεῶν ἐπίφθονοι πρό‐ τερον ἦμεν, ἀποχρώντως τετιμωρήμεθα. ἀλλὰ ταύ‐ την γε τὴν φωνὴν ἄξιον εἰπεῖν καὶ ὑπὲρ Μαξιμίνου καὶ ὑπὲρ Κλεινίου, οὓς ἐμοὶ δοκεῖν ἂν καὶ ὅστις ὠμό‐ τατος δαιμόνων ἠλέησεν. ἐξῃρήσθων τοῦ λόγου Θόας
140τε καὶ Ἀνδρόνικος, οἱ μόνοι δαιμόνων ἀμείλικτοι.

80

(t)

Θεοφίλῳ
1 Ἐγὼ μὲν οἷος ἦν τῷ πατρικῷ προστάγματι καὶ χεῖρα καὶ γνώμην ὑπηρέτιν εἰσενεγκεῖν· ἀλλ’ οὐκ ἂν οἶμαι κάλλιον Ἀμπέλιος ἐσκέψατο περὶ τῶν ἑαυτῷ λυσιτελούντων ἢ Νίκαιος ὑπὲρ τοῦ πῶς ἀλλοτριωθείη
5τῶν ἑαυτοῦ· οὔτε γὰρ ἐφ’ οἷς πρότερον ἀπῆρεν οἶδα καλῶς, οὔτ’ ἐπὶ τίσιν ἐπανῆλθεν, οὔτ’ ἐπὶ τίσιν αὖθις ἀποδημεῖ. πῶς γὰρ ὃν οὔτ’ εἶδον οὔτε περὶ αὐτοῦ τι σαφὲς ἀπηγγέλλετο; ἀλλὰ τὴν ἐπιστολὴν τῆς ἱερᾶς σου χειρὸς ἕτερός τις ἐκόμισε καὶ ταύτην ἀντῄτησεν,
10ὡς ἤδη Νικαίου λύσαντος τὸ πρυμνήσιον. καὶ οὐκ ἐγὼ μὲν οὐκ εἶδον αὐτόν, ὁ δ’ ἡγεμὼν εἶδεν ἢ ἤκουσεν, ἀλλὰ κἀκεῖνος οὔτ’ εἶδεν οὔτ’ ἤκουσε. πῶς οὖν ἔστι Νίκαιον νικᾶν ὑπερόριον ἐν ἀγρῷ διαιτώμενον, ἀλλ’ ἀντὶ τούτου πολλὰ κἀγαθὰ καὶ ὅσα φέρουσιν ὧραι τοῖς
15γεωργοῖς ἔχοντα; πλείω δ’ ἂν ἦν, εἰ καὶ τῶν μη‐ τρῴων ἐκράτησεν.

81

(t)

Τῇ φιλοσόφῳ.
1 Εἰ καὶ μὴ πάντα ὁ δαίμων ἀφελέσθαι με δύναται, ἀλλὰ βούλεται ὅσα γε δύναται,
ὅς μ’ υἱῶν πολλῶν τε καὶ ἐσθλῶν εὖνιν ἔθηκεν, ἀλλὰ τό γε προαιρεῖσθαι τὰ βέλτιστα καὶ τίθεσθαι
5τοῖς ἀδικουμένοις οὐκ ἀφαιρήσεται· μὴ γὰρ δὴ καὶ τῆς γνώμης ἡμῶν κατισχύσειε. μισῶ μὲν οὖν ἀδι‐ κίαν, ἔξεστι γάρ· κωλύειν δὲ βουλοίμην μέν, ἀλλὰ καὶ τοῦτο τῶν ἀφαιρεθέντων ἐστί, καὶ οἴχεται καὶ τοῦτο πρὸ τῶν παιδίων.
10
πάλαι ποτ’ ἦσαν ἄλκιμοι Μιλήσιοι. ἦν ὅτε κἀγὼ φίλοις ὄφελος ἦν, καὶ σύ με ἐκάλεις ἀλ‐ λότριον ἀγαθὸν εἰς ἑτέρους δαπανῶντα τὴν παρὰ τῶν μέγα δυναμένων αἰδῶ, καὶ ἦσαν ἐκεῖνοι χεῖρες ἐμαί. νυνὶ δὲ ἁπάντων ἔρημος ὑπολείπομαι, πλὴν εἴ τι σὺ
15δύνῃ· καὶ γὰρ δὴ καὶ σὲ μετὰ τῆς ἀρετῆς ἀγαθὸν ἄσυ‐ λον ἀριθμῶ. σὺ μὲν οὖν ἀεὶ καὶ δύνῃ καὶ δύναιο κάλλιστα χρωμένη τῷ δύνασθαι, Νίκαιος δὲ καὶ Φι‐ λόλαος οἱ καλοὶ κἀγαθοὶ νεανίαι καὶ συγγενεῖς, ὅπως ἐπανέλθοιεν τῶν ἰδίων γενόμενοι κύριοι, πᾶσι μελέτω
20τοῖς τὰ σὰ τιμῶσι καὶ ἰδιώταις καὶ ἄρχουσι.690

82

(t)

Τῷ ἀδελφῷ.
1 Τίνα μέντοι τίνα παρὰ τῶν οἷος αὐτὸς εἶ προσήκει θαυμάζεσθαι; τὸν σώφρονα, τὸν ἐμμελῆ, τὸν παιδείας ἑταῖρον, τὸν προσανέχοντα τῷ θεῷ κα‐ θάπαξ, τὸν οἷός ἐστι Γερόντιος. ἔχεις οὖν τὸν ἄνδρα
5μετὰ τῆς ἐπιστολῆς, ᾧ χρησάμενος ἐρεῖς οὐ φαῦλον ἐπαινέτην ἐμέ.

83

(t)

Χρύσῃ.
1 Οὐχ ὅτι μοι τῶν παιδίων συγγενής ἐστιν ὁ θαυμα‐ στὸς Γερόντιος, συνίστημι τὸν νεανίσκον τῇ φιλίᾳ τῇ σῇ (καὶ τοῦτο μὲν γάρ), ἀλλ’ ὅτι πρέπων ἐστὶ τοῦ χρυσοῦ Χρύσου τοῖς τρόποις, εἰ δεῖ μέ τι καὶ ψυχρὸν
5εἰπεῖν καὶ Γοργίειον. παντὸς μέντοι μᾶλλόν ἐστιν ἀληθὲς εἰπεῖν σὲ εἶναι πάσης ἀρετῆς εἴσω, καὶ τὸν διδόντα σοι τὴν ἐπιστολὴν ἀξιώτατον ἀπολαύειν σου τῆς συνουσίας.

84

(t)

Τῷ ἀδελφῷ.
1 Μῆκος ἐπιστολῆς ἀνοικειότητα κατηγορεῖ τοῦ δια‐ κομίζοντος. ἀλλ’ ὁ θαυμαστὸς Γερόντιος οἶδε μὲν ὅσα κἀγώ· εἰ δὲ μὴ πρὸς ψεῦδος ἀνοικείως εἶχε, διη‐ γήσατο ἂν καὶ ὧν ἠπίστατο πλείονα τῷ φιλεῖν ἐμὲ
5καὶ τῷ τὴν γλῶτταν ἔχειν ἀρκοῦσαν τῇ γνώμῃ. ὃν ἂν ἴδῃς ἡδέως, εἶδες ὡς ἐγὼ βούλομαι.

85

(t)

Τῷ αὐτῷ.
1 Δέδεξο μετὰ τῆς ἐμψύχου καὶ τὴν ἄψυχον ἐπιστο‐ λήν, μετὰ τοῦ θαυμαστοῦ Γεροντίου ταῦτα τὰ γράμ‐ ματα, νόμῳ τὸ πλέον ἢ τῇ χρείᾳ τοῦ προσειπεῖν σε γενόμενα. ὅτι γὰρ ἡμεῖς συζῶμεν τῇ περὶ σοῦ μνή‐
5μῃ, μυρίων ἐπιστολῶν μακρῷ μεγαλοφωνότερον ὁ νεανίσκος ἂν διηγήσαιτο.

86

(t)

Τῷ αὐτῷ.
1 Ἐπιστολὴν ἐπέθηκα τῷ θαυμαστῷ Γεροντίῳ πρὸς τὴν ἱεράν σου καὶ τριπόθητον κεφαλήν, τῆς πρώτης ἐντεύξεως παρέξουσαν πρόφασιν. τότε μὲν γὰρ αὐτὸν ἴσως δι’ ἐμὲ τιμήσεις, μετὰ δὲ τὴν πεῖραν ἕτερόν τινα
5δι’ αὐτόν.

87

(t)

Τῷ αὐτῷ.
1 ᾯ δέδωκα τὴν ἐπιστολήν, ταμίας ἐστὶ καὶ σιτοδότης τοῦ Δαλματῶν τάγματος. πάντας δ’ ἐγὼ τοὺς Δαλμάτας ἴσα καὶ τοὺς υἱέας φιλῶ· δῆμος γάρ εἰσι τῆς λαχούσης με πόλεως. μόνα ἦν ταῦτα πρὸς
5σὲ μηνῦσαι, σὸν δὲ τοῖς ἐμοῖς ὡς σαυτοῦ χρήσασθαι.

88

(t)

Πυλαιμένει.
1 Ἠρινὰς ἀπὸ Θρᾴκης ἐπιστολὰς κομισάμενος ἠνώ‐ χλησα τῷ φακέλῳ τῶν γραμμάτων, εἴπου τις εἴη τὸ κλεινὸν ἐπιγεγραμμένη Πυλαιμένους ὄνομα, ὡς οὐκ ἄξιον ὂν ἑτέρῳ βιβλίῳ προεντυχεῖν ἐμέ· ἀλλ’ ἦν οὐ‐691
5δὲν οὐδαμοῦ. εἰ μὲν οὖν τυγχάνεις ἀποδημῶν, ἀλλ’ ἐπανέλθοις ταχέως τε καὶ καλῶς· εἰ δ’ ἐπεδήμεις, ἡνίκα πάντες οἱ γνώριμοι Ζωσίμῳ τὰς ἐπιστολὰς ἐπεδίδο‐ σαν, τοῦτ’ ἂν εἴη τὸ παράδοξον, εἴ τις ἐγένετο περὶ ἐμὲ Πυλαιμένους μνημονικώτερος.

89

(t)

Τῷ ἀδελφῷ.
1 Τέως μὲν ἐπράττομεν εὖ. εἶθ’ ὥσπερ ῥεύματος ἀνθυπενεχθέντος καὶ τὰ κοινὰ λυπεῖ καὶ τὰ ἴδια. ζῶ τε γὰρ οὐκ ἰδιώτης ἐν χώρᾳ πολεμουμένῃ, κἀμὲ δεῖ κλάειν ἀεὶ τὴν ἑκάστου συμφορὰν καὶ τοῦ μηνὸς πολ‐
5λάκις ἐπὶ τὰς ἐπάλξεις πηδᾶν, ὡς ἐφ’ ᾧ συστρατεύ‐ σομαι μεμισθωμένον, οὐκ ἐφ’ ᾧ προσεύξομαι. τριῶν ἀρρένων ἓν ἔτι μοι λείπεται. σὺ δὲ ἂν ἐξ οὐρίας πλέῃς καὶ ζῇς ἡδέως, οὐ πάντα ἡμᾶς ὁ δαίμων λυπεῖ.

90

(t)

Θεοφίλῳ.
1 Οἴχεται τὸ δίκαιον ἐξ ἀνθρώπων. Ἀνδρόνικος καὶ πρότερον ἠδίκει, καὶ νῦν ἀδικεῖται. τὸ δὲ τῆς ἐκ‐ κλησίας ἦθος οἷον ὑψῶσαι μὲν ταπεινόν, ταπεινῶσαι δὲ ὑψηλόν. τοῦτον δὴ τὸν Ἀνδρόνικον ἐμίσει μὲν ἐφ’
5οἷς ἐποίει (διὸ καὶ προήκατο μέχρι τούτων ἐλθεῖν) ἐλεεῖ δὲ νῦν ἐφ’ οἷς ἤδη τοῖς ὑπὲρ κατάραν ὡμίλησεν, ὅτε καὶ τοὺς νῦν ἐν δυνάμει δι’ αὐτὸν ἐλυπήσαμεν. ἀλλὰ δεινὸν εἰ μηδέποτε μετὰ τῶν εὐημερούντων στησόμεθα, τοῖς δὲ κλάουσιν ἀεὶ συνδακρύσομεν.
10ἡμεῖς τε οὖν ἐνταῦθα στυγνοῦ βήματος αὐτὸν ἐξει‐ λόμεθα, καὶ τἄλλα ἐλάττους αὐτῷ παρὰ πολὺ τὰς συμφορὰς ἐποιήσαμεν. κἂν ἡ σὴ θεοσέβεια φροντίδος αὐτὸν ἀξιώσῃ, τοῦτο μέγιστον ἐγὼ τεκμήριον δέξο‐ μαι τοῦ μὴ παντάπασι τὸν ἄνθρωπον ἀπογνωσθῆναι
15παρὰ θεοῦ.

91

(t)

Τρωΐλῳ.
1 Πάλαι μὲν ἀπραγμονεστέρας ἐποιούμην τὰς πρὸς τοὺς ἑταίρους ἐντεύξεις καὶ παρὼν καὶ γράφων, ἔζων γὰρ ἐπὶ τῶν βιβλίων τρόπον τινὰ ἀσύντακτος πάσῃ πόλει καὶ πολιτείᾳ· νυνὶ δέ (ἐπέταξε γὰρ ὁ θεὸς εἰς
5ἀποδεδειγμένον χωρίον οἰκεῖν, καὶ αὐτὸν ἔχειν τινὰ τάξιν ἐν τῇ πόλει καὶ ζῆν ἐν διηριθμημένοις ἀνθρώ‐ ποις) βουλοίμην ἂν ὄφελος γενέσθαι τοῖς συλλαχοῦσι, καὶ ποιεῖν ἀγαθὸν ὅ τι δυναίμην, καὶ ἕκαστον ἰδίᾳ καὶ τὴν πόλιν κοινῇ, ἵν’ ὁρῴην τε καὶ ὁρῴμην ἡδέως
10παρὰ τῶν ὡς ἂν εἴποι τις σύμπλων τοῦ βίου. εἴ τι τοίνυν Μαρτύριος ὄναιτο τῆς δι’ αὐτὸν γενομένης ἐπι‐ στολῆς, ἴσθι μοι χαρισάμενος ἐν ἀνδρὶ συνδιημερεύοντι, καὶ ναὶ μὰ τοὺς λόγους τἀμὰ καὶ σὰ παιδικά, πολλά‐ κις εἰς τὸ συνεῖναί μοι πολὺ καὶ τῆς νυκτὸς μέρος ἐπι‐
15λαμβάνοντι.692

92

(t)

Τῷ ἀδελφῷ.
1 Κακὸν οὐ μικρὸν ἀπολαύσω τῆς ἀγροικίας τῶν τρό‐ πων, λίαν ἀληθεύων τὴν διάθεσιν εὖ ἴσθι ὅτι καὶ ἐπὶ τῆς Λιβύων ἐσχατιᾶς.

93

(t)

Ἡσυχίῳ.
1 Ἀθηναῖοι Θεμιστοκλέα τὸν Νεοκλέους ἐπῄνεσαν ὅτι καίτοι πολιτικῆς δυνάμεως ἐραστὴς παρ’ ὁντινοῦν τῶν ἐφ’ ἑαυτοῦ γενόμενος, ἀπηύξατο πᾶσαν ἀρχὴν ἐν ᾗ τῶν ξένων οὐδὲν ἔμελλον πλέον ἕξειν οἱ γνώριμοι.
5σοῦ δὲ ὅτι μὲν ἐπέγνωσαν τὴν ἀρετὴν οἱ καιροί, καὶ διὰ σὲ παρῆλθεν εἰς τὴν πολιτείαν ἀρχῆς ὄνομα καὶ πρᾶγμα καινόν, ἥσθην μὲν ὥσπερ εἰκὸς ἑταίρους ἐκ παλαιοῦ γεγονότας, τῆς ἱερᾶς γεωμετρίας ἀλλήλοις ἡμᾶς μνηστευσάσης. ὅτι δὲ ἐν τοῖς βουλευταῖς
10καὶ τὸν ἐμὸν ἀδελφὸν ἀξιοῖς ἀριθμεῖν, ἀλλ’ οὐκ ἀπα‐ λείφεις τὴν οἰκίαν ἀπὸ τοῦ πονηροῦ βιβλίου, κἂν εἴ τι κατὰ συμφορὰν ἀρχαίαν προειλήφοι γενόμενον, τοῦτο δὲ οὐ κατὰ Θεμιστοκλέα σέ φημι ποιεῖν οὔτε δοκοῦντα τῇ θείᾳ γεωμετρίᾳ. Εὐόπτιον γὰρ ἐν ἀδελφοῖς ἔδει
15τετάχθαι τοῖς σοῖς, εἰ τὰ τῷ αὐτῷ τὰ αὐτὰ καὶ ἀλ‐ λήλοις εἶναι δεῖ τὰ αὐτά. εἰ δὲ διὰ τὸν τῶν περικε‐ χυμένων πραγμάτων ὄχλον τὸ χρεὼν ἠμέληται μέχρι νῦν, δεῖξον, ὦ θαυμάσιε, καὶ λαβὼν τὴν ἐπιστο‐ λὴν ἄνες τὴν πενθερὰν αὐτοῦ τῆς ἀτόπου ζημίας, καὶ
20τὰ μετὰ ταῦτα καὶ τὰ προτοῦ. καὶ ἀπόδος μοι τὸν ἀδελφόν· ὃς εἰ μὲν δι’ αὐτὸ τοῦτο ἀποδημεῖ, θεὸς οἶδε. πρὸς ἐμὲ δὲ πάνυ παραμυθίας δεόμενον ἐπὶ πολλαῖς ὧν οὐκ ἀνήκοος εἶ συμφοραῖς οὐδὲν ἕτερον προφα‐ σίζεται.

94

(t)

Ἀνυσίῳ.
1 Πρώην οὐκ ἔφθασα τὴν βαρεῖαν ἀκοὴν ἀπὸ τῆς Κυ‐ ρήνης πυθόμενος, κἀγὼ μὲν διενοούμην ᾗ τάχος ἐπὶ τὰ Τεύχειρα παραπέμψαι τὴν φήμην, ἧκε δέ τις ἀγγέλλων ὡς ὁ στρατηγὸς ἤδη τὰ μετέωρα τῆς χώρας
5κατείληφεν. ἐφθάκεις γὰρ ἄρα πυθόμενος. εὕροιο τῆς προθυμίας ἀμοιβὴν παρὰ τοῦ θεοῦ, καὶ νῦν καὶ εἰς ἔπειτα. ἐγὼ δὲ αὐτὰ ταῦτα νῦν καὶ ἐπαινεσόμε‐ νος ἔπεμψα καὶ πευσόμενος ἐν οἷς εἴης· εἴης δὲ ἐν ἅπασιν ἀγαθοῖς. μέλει μὲν γάρ μοι, μέλει καὶ Πεν‐
10ταπόλεως (πῶς γὰρ οὔ;) τῆς γε μητρίδος, ὡς ἂν Κρῆτες εἴποιεν, οὐχ ἥκιστα δὲ σοῦ καὶ τῆς δόξης τῆς σῆς· ἐφ’ ἑκάστῳ γὰρ δὴ τῶν σῶν ἀγαθῶν ἐμοὶ πάντες ἀξιοῦσι συνήδεσθαι. ὡς οὖν ἐν σοὶ κρινόμενος, ἄριστε ἀνδρῶν τε καὶ στρατηγῶν, δίκαιός εἰμι καὶ εἰδέναι τὰ
15σά. Ἰωάννην προετρεψάμην ὡς ἐνῆν ἀγαθὸν εἶναι, καὶ ἄλλως οὐκ ἄθυμον στρατιώτην, ἐὰν ὁ θεὸς αὐτῷ τιθῆ‐ ται. δὸς αὐτῷ χεῖρα διὰ τὸν ἀδελφόν, ὃς ἀντὶ πολ‐ λῶν ὑπουργήσει. τοῦτο ἐμοὶ μὲν ἄριστον δοκεῖ βού‐ λευμα τῷ τὰς φύσεις εἰδότι τῶν νεανίσκων καὶ ὡς
20ἔχουσι πρὸς ἀλλήλους αἰδοῦς· εἰ δὲ καὶ σοὶ φανεῖται, κύριον ἔστω. τῶν ἑταίρων τοὺς στρατευομένους ἄσπασαι. ὁ σύντροφός μου ταχέως ἐπανηκέτω, καλόν τι φέρων περὶ πολέμου διήγημα· ὃς καίτοι δει‐ λότατος ὢν ἐθάρρησε τὴν ὁδόν, τῶν σῶν ὅπλων ἔμ‐693
25προσθεν ὄντων. δὸς τῇ Κυρήνῃ τὴν συνωρίδα τῶν ἀδελφῶν· μαχοῦνται γὰρ ὑπὲρ τῆς ἐνεγκούσης τε καὶ τρεφούσης αὐτούς.

95

(t)

Τῷ ἀδελφῷ.
1 Ὅτι μὲν ἡμᾶς εἴκειν ἡγῇ τοῖς σαυτοῦ προστάγμα‐ σιν (οὕτω γὰρ γέγραφας), καλῶς γε ποιεῖς καὶ δίκαια περὶ ἡμῶν φρονεῖς, καὶ πολλὰ κἀγαθά σοι γένοιτο διὰ τοῦτο, ὡς ἀπέχομέν γε τὴν χάριν, εἰ δή τις ὀφεί‐
5λεται καὶ νεωτέρῳ παρ’ ἀδελφοῦ πρεσβυτέρου τοῦ πείθεσθαι χάρις, ὡς οὐκ ἔγωγε οἶμαι. ἀλλ’ ἡμῖν εἰς ἀντίδοσιν ἀρκεῖ τὸ μὴ ἀγνοεῖσθαι παρὰ σοῦ τὴν ἔνστα‐ σιν ἡμῶν, ὅτι μόνῳ σοὶ τῶν ζώντων ἐκκείμεθα. ὅτι δὲ φῂς εἰδέναι σαφῶς ὡς δι’ εὐχῆς ἄγει τὰ τῆς φιλίας
10ἡμῶν Ἰούλιος, τοῦτο δὲ οὐκέτ’ ἄξιον ἀποδέχεσθαι· λίαν γάρ ἐστιν ἀνδρὸς ἀπατωμένου, μὴ ἀπατῶντός γε εἴποιμι. ὁμοῦ γὰρ ἐγώ τε τὰ παρὰ σοῦ γράμματα ἀνε‐ γίνωσκον, καὶ ἕτερός τις τὰ παρ’ αὐτοῦ· καὶ σὺ μὲν ταῦτα φῄς, ἐκεῖνος δὲ τἀναντία· καὶ ἀνεγνωκέναι καὶ
15ἀκηκοέναι λεγόντων ὅτι διαλέγοιτο περὶ ἡμῶν ἀνεπι‐ τηδείους λόγους. οὔτ’ οὖν ἀπιστεῖν εἶχον ἀνδρὶ καλῷ κἀγαθῷ, καὶ πιστεύων οὐ μὰ τὸν ὁμόγνιον τὸν ἐμόν τε καὶ σὸν οὐ μετενόουν ἐφ’ οἷς εὖ πεποιήκειν τὸν ἄνθρωπον, αὐτῇ τῇ προτεραίᾳ σὺν βίᾳ τὸν κατήγορον
20ἀποσκευάσας, ὃς ἐδίωκεν αὐτὸν ἀσεβείας ὡς ἀδικοῦντα τὴν βασιλέως ἑστίαν. νὴ γὰρ τὴν ἱεράν σου κεφα‐ λήν, εἰ μὴ ταῖς συχναῖς πείραις ἀντέσχον, τοῦτο μὲν τῇ τοῦ δικαστοῦ δειλίᾳ μετάνοιαν ἐπὶ τοιαύτης ὑποθέ‐ σεως οὐ προσιεμένου, τοῦτο δὲ τῇ τοῦ κατηγοροῦντος
25ἀπονοίᾳ, προσποιουμένου μὲν τὴν ἀνάγκην, προθυμουμέ‐ νου δὲ δρᾶσαι κακόν τι καὶ παθεῖν, καὶ γαμετῆς ἂν αὐτοῦ καὶ παίδων ἥψατο τὸ δεινότατον, καὶ συγγενῶν συχνῶν πάνυ καὶ φίλων, πλουσίων τε καὶ πενήτων, καὶ ὅλως κακῶν ἂν Ἰλιὰς περιέστη τὴν πόλιν ἡμῶν
30ὑπ’ ἀνδρὸς ἀπογνόντος τὴν σωτηρίαν καὶ θανατῶντος· ἐνίκησε δ’ ἂν Ἰούλιος νίκην, ἐφ’ ᾗ ζῆν οὐκ ἂν ηὔξατο. ὑπὲρ ὧν ἁπάντων ᾠήθην ποιητέα μοι ταῦτα εἶναι τὰ γεγενημένα. τῆς δὲ ἐμῆς φύσεώς τε καὶ προαιρέσεως παραπολαυέτω καὶ ὅστις ἔχθιστος. πολλῷ
35γὰρ ἐμοὶ κάλλιον ἔχει τὸ ἀναξίως τινὰ πεποιηκέναι καλῶς ἢ περιιδεῖν πολλούς, ἐξὸν κωλῦσαι, παρὰ τὴν ἀξίαν πεισομένους κακῶς. οὐ γὰρ δὴ καὶ τὴν εὐγενῆ γυναῖκα καὶ τὰ παιδία τἀνθρώπου μισῶ. καίτοιγε οὐδ’ αὐτὸς ἄξιός ἐστιν ἐπὶ ταῖς κατ’ ἐμοῦ λοιδορίαις
40παθεῖν τι κακὸν ὑπ’ ἐμοῦ, πολλοῦ γε καὶ δεῖ· μισεῖ‐ σθαι μὲν γὰρ καὶ πάνυ. λυπεῖν γὰρ οἰόμενος λέγει, καὶ ὡς δηξόμενος φθέγγεται. ἡ προαίρεσις οὖν οὐκ ἀνεύθυνος ἀλλ’ ὑπαίτιος. ἴστω μέντοι, μᾶλλον δὲ μὴ
ἴστω· παύσαιτο γὰρ ἂν εὖ ποιῶν ἡμᾶς. σὺ μέντοι694
45σαφῶς ἴσθι τὸ πάλαι λεγόμενον π’ ἐχθρῶν ὡς ἔστιν ὠφελεῖσθαι νῦν ἔργῳ φαινόμενον. τί γὰρ εἰς εὔκλειαν ἡμῖν ὁ ἀνὴρ ἡμῖν οὐ συντελεῖ; πᾶς ὅστις ἡμᾶς ἐπαινεῖν βούλεται, μηδὲν ἕτερον ἐξευρίσκων εἰ‐ πεῖν, λέγει τοῦτο πρῶτον καὶ μόνον καὶ μέγιστον, ὡς

95

(50)

Ἰούλιος αὐτὸν ἀγορεύει κακῶς. ἔνι δὲ τούτῳ τῷ λόγῳ ποῖος οὐκ ἐσμὸς ἀγαθῶν; τὸ γὰρ ἀντικειμένως ἔχειν πρὸς παντοδαπὴν πονηρίαν οἰκείως ἐστὶν ἔχειν πρὸς παντοδαπὴν ἀρετήν. ἐγὼ μὲν οὖν οὐδὲν ἂν ἐμαυτῷ συνειδείην τοιοῦτον, ἐκεῖνος δέ φησιν· οἷς γὰρ τἀναν‐
55τία φησί, τοῦτο πιστοῦται. ὥστε καὶ χάριν ἂν εἰ‐ δείην αὐτῷ. νὴ τὴν ἱεράν σου κεφαλὴν καὶ τὴν τῶν παιδίων μου σωτηρίαν, οὐκ ἔστιν ὅ τι ἄν μοι τοῦ λοι‐ δορεῖσθαι μεῖζον χαρίσαιτο· καὶ γὰρ καὶ πρὸς θεοῦ καὶ πρὸς ἀνθρώπων ἐν τῷ καλλίστῳ μοι κείσεται
60τοῦτο. ἀλλὰ καὶ τῆς προαιρέσεως δώσει δίκας· ἐμοὶ μὲν οὔ· τυχὸν μὲν γὰρ οὐδ’ ἂν εἰ δυναίμην βουλοίμην, πάντως δὲ οὐδ’ ἂν εἰ βουλοίμην δυναίμην. τί γὰρ παρὰ τὸν ἐπὶ καιροῦ δυνάστην ἄνθρωπος οὕτως ἀτυχής, ὡς ἀλᾶσθαι φεύγων τὴν ἑαυτοῦ καὶ μηδ’ ἐλπίδας ἔχειν
65καθόδου, τῶν πολεμίων ἐστρατοπεδευκότων ἐν τοῖς ἐμοῖς κἀκείνοις ὁρμητηρίοις κατὰ Κυρήνης χρωμέ‐ νων; τίνι μέντοι, τίνι δώσει δίκας; αὐτῇ τῇ Δίκῃ· ἐγγυῶμαι γὰρ ἐγὼ τοῦτο, σαφῶς εἰδέναι δοκῶν. με‐ τελεύσεται γὰρ αὐτὸν ὑπὲρ ἐμοῦ καὶ τῆς κοινῆς
70πατρίδος, ὑπὲρ ἧς τἀναντία πεπολιτεύμεθα καὶ δι’ ἣν ἀλλήλοις ἀπηχθήμεθα. οὐ γὰρ ὑπὲρ τῶν ἐμαυτοῦ τινὸς οὐδ’ ἂν αὐτὸς εἰπεῖν ἔχοι, ἀλλὰ τὰ πρῶτα μὲν ὅτι τὸ στρατιωτικόν τε καὶ τὸ βουλευτικὸν ἑώρων εἰς θητικὸν καὶ ἐπειρώμην ἀντέχειν, ἔπειτα μέντοι τὰ
75περὶ τὴν πρεσβείαν καὶ πάνυ λαμπρῶς διεστασίασεν ἡμᾶς. ἐῶ τὰ κατὰ τὸν ἑταῖρον Διοσκορίδην ὅτι με‐ τρίως ἐπράχθη καὶ οὐχ ὡς ἂν κινῆσαι θεοῦ τε καὶ ἀνθρώπων νέμεσιν. αὕτη μέντοι σαφῶς ἐστὶ περὶ ἧς πρὸς λύραν ᾄδομεν
80
λήθουσα δὲ πὰρ πόδα βαίνεις,
γαυρούμενον αὐχένα κλίνεις,
ὑπὸ πῆχυν ἀεὶ βιοτὰν κρατεῖς. ἀλλὰ ψηφίζεσθαι δέον ἐγὼ μὲν ἔγραφον ὑπὲρ τῆς πατρίδος ἀστρατείαν εἶναι τοῖς ξένοις, ὃ δὲ ἀντέλεγεν
85ὑπὲρ Ἑλλαδίου καὶ Θεοδώρου. καίτοι τίς οὐκ οἶδεν ὅτι καὶ τοὺς φύσει στρατιωτικῶς ἔχοντας τῶν ἀρχόν‐ των οἱ ξένοι μεταδιδάσκουσι καὶ μετασκευάζουσιν εἰς ἐμπόρους; πάλιν ἔγραφον ὑπὲρ τοῦ λελύσθαι τὴν παρ’ ἡμῖν στρατηγίαν (ὅπερ ἅπαντες ὁμοφώνως οἱ τῇδε
90ἄνθρωποι μόνον εἶναί φασι λυτήριον τῶν δεινῶν, ἐπα‐ νελθεῖν εἰς τὴν ἀρχαίαν ἡγεμονίαν τὰς πόλεις, τοῦτ’ ἔστιν ὑπὸ τὸν Αἰγυπτίων ἄρχοντα καὶ τὰς Λιβύων τε‐ τάχθαι), ὃ δὲ ἀντέλεγεν ὑπὲρ τῶν κερδῶν καὶ ἄντι‐ κρυς ἀπετόλμα λέγειν ὅτι λυσιτελεῖ ταπεινοὺς εἶναι
95στρατιώτας. ἀλλ’ ὦ τᾶν (ἄξιον γὰρ διὰ σοῦ πρὸς αὐτὸν εἰρῆσθαι) διὰ ταῦτα νῦν μὲν ἐπάρατος εἶ, τῆς
κοινῆς τύχης ἐπὶ τἀναντία πειρώμενος· εὐτυχεῖς γὰρ ἐν ἀτυχοῦσιν, ἐγὼ δὲ τῇ πόλει συνατυχῶ. ἴσθι μέντοι σαφῶς ὅτι φύσεώς ἐστι νόμος ἐμπεριέχεσθαι τῷ καθό‐695

95

(100)

λου τὰ μέρη. καὶ ὅταν πάνυ πολὺς ἀπὸ τῆς τοῦ σώ‐ ματος συμφορᾶς ὁ σπλὴν αὐξηθῇ, ἕως μὲν ἀντέχει τὸ ὅλον, εὐσθενεῖ τε καὶ πιαίνεται, ἀπολλυμένῳ δὲ συνα‐ πόλλυται. καὶ σὺ τὸ παρὸν εὖ τιθέμενος, λήσεις τοῖς σαυτοῦ πολιτεύμασιν εἱμαρμένη τῆς πατρίδος τε
105ὢν καὶ σαυτοῦ. μέχρι τούτου Λασθένης φίλος ὠνο‐ μάζετο Φιλίππου, μέχρι προύδωκεν Ὄλυνθον. τὸν δὲ ἄπολιν πῶς εἰκός ἐστι εὐτυχεῖν;

96

(t)

Ὀλυμπίῳ
1 Ἐγὼ μάρτυρα ποιοῦμαι θεὸν ὃν καὶ φιλοσοφία καὶ φιλία πρεσβεύει, πολλοὺς ἂν θανάτους ἀνθ’ ἱερωσύνης εἱλόμην. τοῦ θεοῦ δὲ ἐπενεγκόντος οὐχ ὅπερ ᾔτουν ἀλλ’ ὅπερ ἐβούλετο, εὔχομαι τὸν γενόμενον νομέα τοῦ
5βίου γενέσθαι καὶ τοῦ νεμηθέντος προστάτην, ὡς μὴ φανῆναί μοι τὸ πρᾶγμα φιλοσοφίας ἀπόβασιν ἀλλ’ εἰς αὐτὴν ἐπανάβασιν. τέως δέ, ὥσπερ εἴ τί μοι τῶν ἡδέων συνεπεπτώκει, ἐκοινωσάμην ἄν σοι τῇ πάντων φιλτάτῃ μοι κεφαλῇ, οὕτω καὶ τῶν δυσχερῶν εἰς σὲ
10παραπέμπω τὴν ἀκοήν, ἵνα συνάχθοιό τε καὶ εἴ τι δύναιο πρὸς τὴν ἐμὴν φύσιν ἐξετάσας τὸ πρᾶγμα, εἰσ‐ ηγήσαιο γνώμην ὅ τι με δεήσει ποιεῖν. νῦν γὰρ ἐγὼ πόρρωθεν οὕτω διαπειρῶμαι τοῦ πράγματος, ὡς ἕβδο‐ μον ἤδη μῆνα γενόμενος ἐν τῷ δεινῷ, μακρὰν ἀπο‐
15δημῶ τῶν ἀνθρώπων παρ’ οἷς ἱεράσομαι, ἕως ἂν ἀκριβῶς ὁποῖόν ποτέ ἐστι τὴν φύσιν κατανοήσω. κἂν μὲν ἐγχωρῇ, μετὰ φιλοσοφίας τὸ πρᾶγμα ἐργάσομαι· εἰ δὲ ἀλλοῖόν ἐστιν ἢ κατὰ τὴν ἐμὴν ἀγωγήν τε καὶ προ‐ αίρεσιν, τί ἄλλο ἢ τὴν εὐθὺ τῆς κλεινῆς Ἑλλάδος
20ἀποπλέων οἰχήσομαι; ἀπειπαμένῳ γὰρ τὴν ἱερωσύνην ἀπογνωστέον ἐστὶ καὶ τῆς πατρίδος, εἰ μή με δεῖ πάντων ἀτιμότατον εἶναι καὶ ἐπαρατότατον, ἐν ὄχλῳ μισούντων ἀναστρεφόμενον.

97

(t)

Τῷ αὐτῷ.
1 Τὴν ἐπιστολὴν ἀναγινώσκων, ἐν ᾗ διηγήσω περὶ τῆς ἀρρωστίας, καὶ ἐφοβήθην ἀρχόμενος καὶ παυόμε‐ νος ἀνεθάρρησα. ἀπειλήσας γὰρ κίνδυνον εὐηγγελίσω τὰ λῴονα· περὶ δὲ ὧν ᾔτησας πεμφθῆναι παρ’ ἡμῶν ἢ
5κομισθῆναι, τὰ δυνατὰ πάντα πάντως ἢ πεμφθήσεται ἢ κομισθήσεται. τίνα δὲ αὐτῶν τὰ δυνατὰ καὶ τὰ μὴ δυνατά, περιττὸν γράφειν· αὐτὴ γὰρ ἡ δόσις ἐπιδείξει. ἐρρωμένως καὶ εὐδαιμονῶν διαβιῴης καὶ θεῷ κεχα‐ ρισμένως, ἑταῖρε τριπόθητε. γένοιτο ἡμᾶς καὶ συμμί‐
10ξαντας ἀλλήλων αὖθις ἀπολαῦσαι, καὶ μὴ προεξέλθοις πρὶν ἂν ἀλλήλοις ἐντύχωμεν. εἰ δὲ θεὸς ἄλλῃ πη βεβούλευται, σὺ δὲ καὶ ἀπόντων ἡμῶν μέμνησο. βελ‐ τίοσι μὲν γὰρ Συνεσίου ἐντεύξῃ πολλοῖς, φιλοῦσι δὲ
μᾶλλον οὐκ ἂν ἄλλοις ἐντύχοις.696

98

(t)

Τῷ αὐτῷ.
1 Πῶς οἴει με διψῶντα ταῖς ἡδίσταις ἐπιστολαῖς ἐν‐ τετυχηκέναι, περὶ ποῖα δὲ μέρη τῶν ἐπιστολῶν οὐχὶ πάσῃ διαχυθῆναι τῇ ψυχῇ; ἀφ’ ὧν ἦλθον εἰς πολλα‐ πλασίονα διάθεσιν, καὶ οὐκ εἰς μακρὰν προσδοκῶ τὴν
5Ἀλεξάνδρειαν ἔχουσαν ἔτι τὴν φίλην κεφαλὴν ὄψεσθαι. καὶ ἐφ’ οἷς γὰρ Σεκοῦνδον εὖ ἐποίησας, ἡμᾶς ἐτίμη‐ σας, καὶ ἐφ’ οἷς οὕτω γράφων τιμᾷς, ἐξηρτήσω σαυτοῦ καὶ ἐποίησας εἶναι σούς, παρ’ ὅσον τῶν χαμαὶ ἐρχο‐ μένων ὄντες οὐκ ἐπιγινώσκομεν τὴν ἀξίαν, διπλῇ
10τιμώμενοι, καὶ τῷ μεγέθει τῶν γραφομένων καὶ τῇ σπουδῇ τῶν γενομένων. τῷ δεσπότῃ μου τῷ κόμητι γέγραφα μὲν ἤδη πολλάκις· ἐπεὶ δὲ ἐν ταῖς διὰ τοῦ παιδὸς ἐπιστολαῖς αἰτιᾷ μὴ γεγραφότα πρὸς αὐτόν, ἐπέθηκα τῷ ἀδελφῷ πρὸς αὐτὸν γράμματα. ἐρρω‐
15μένως καὶ εὐδαιμονῶν διατελοίης, φιλοσοφίας ἔχων φροντίδα, ὅση προσήκει τῷ μετὰ θείων ἐρώτων ἡμ‐ μένῳ ταύτης. ἀπὸ τῆς κλίνης σοι γέγραφα, μόλις ἀνεχόμενος εἰς διασκευὴν τῶν γραμμάτων. εὖξαι τὰ ἄριστα ἡμῖν, ἅπερ ἂν ὁ θεὸς ἄριστα δοκιμάσῃ. ἐὰν
20ἀνασφήλω, ἐπὶ τὴν Ἀλεξάνδρειαν εὐθὺς ἵεμαι.

99

(t)

Τῷ αὐτῷ.
1 Καινὸς οὗτος τρόπος ἐπιτηδεύεται παρ’ ἐμοῦ χρείας ἐπιστολῶν. οὐ γὰρ ἵνα συστήσω τῇ φιλίᾳ τῇ σῇ τὸν ἐπιδιδόντα τὴν ἐπιστολὴν γέγραφα, ἵνα δέ σοι τὸν ἄνδρα χαρίσωμαι, κέρδος οὐ μικρὸν ἐσόμενον σοί τε
5καὶ τῷ μεγάλῳ Διογένει τοῖς σοῖς παιδικοῖς. καὶ μὴ χαλεπήνῃς εἰ κέρδος οὐχ ὑμᾶς Θεοτίμῳ, Θεότιμον δὲ ὑμῖν εἶναι δοκιμάζω καὶ λέγω. ἀλλὰ τοῦτο, εἴ γε ποιητὴς ἁνὴρ τῶν νῦν ἐνθεώτατος, δυνάμεως δὲ δεῖ‐ ταί τις ποιητικῆς, ἵνα καὶ τοῖς μετέπειτα δόξῃ καὶ
10μηδὲ τοὺς ἀπόντας λάθῃ. τὰ γὰρ μεγάλα τῶν ἔρ‐ γων ἂν μὴ τύχῃ λόγων κηρύκων, ἀπορρεῖ τῆς μνήμης καὶ λήθην ἀμπίσχεται, παρ’ αὐτὸν μόνον τὸν τοῦ πράττεσθαι καιρὸν ἐν τοῖς ὁρῶσιν ἀνθήσαντα. ταύτῃ τε οὖν τιμητέον ὑμῖν τὸ ἕρμαιον καὶ ἀντὶ παν‐
15τὸς σπουδαστέον, καὶ δίχα τῆς χρείας· αἰδοῖ γὰρ Μουσῶν τοὺς ἱερεῖς αὐτῶν ἄξιον περιέπειν καὶ μὴ δευτέρους τίθεσθαι τῶν κολακεύειν τὰς θύρας εἰδό‐ των. προσκείσθω καὶ τρίτη τις αἰτία τῆς παρ’ ὑμῶν εἰς τὸν ἄνδρα τιμῆς, Συνέσιος ἀγασθεὶς αὐτοῦ
20πάντα, ἐφ’ οἷς ἀνθρώπους ἄνθρωποι καὶ ἐπαινοῦσι καὶ μακαρίζουσιν. ἐρρωμένως διαβιῴης, πάντων ἕνεκα ἐμοὶ τίμιε. προσαγορεύουσι τὴν ἱεράν σου διάθεσιν πάντες οἱ τὴν αὐτὴν ἡμῖν οἰκίαν οἰκοῦντες, ἐξ ἁπάν‐ των δὲ μάλιστα ὁ σὸς Ἰσίων· καὶ ἡμεῖς τοὺς ἅμα σοί,
25μάλιστα δὲ τὸν ἐμὸν Ἀβράμιον. τῷ κόμητί γε δοῦ‐ ναι ἃ γέγραφα αὐτὸς δοκιμάσεις εἴτε καὶ μή.

100

(t)

Πυλαιμένει.
1 Οὗτος ἐκεῖνος ὁ πολὺς ἐν τοῖς λόγοις ἡμῶν Ἀναστά‐ σιος. καὶ σὲ δ’ ἂν αὐτῷ δείξας τὸν αὐτὸν ἔπαινον εἶπον ἂν περὶ σοῦ. ὥσπερ οὖν ἐν ἐμοὶ συνελθόντες πάλαι καὶ τὴν συντυχίαν ἀναγνωρισμὸν ποιησάμενοι697
5φιλοφρονήσασθέ τε ἀλλήλους, καὶ κοινῇ σκοπεῖτε πῶς ἂν ἀγαθόν τί με ποιήσαιτε. σχολὴ δὲ μέγιστον ἀγα‐ θόν, ἣν εἴποι τις ἂν ὥσπερ χώραν πάμφορον ἅπαντα καλὰ φέρειν τῇ τοῦ φιλοσόφου ψυχῇ. καρπώσομαι δὲ σχολήν, ἂν τοῦ συντετάχθαι τῇ πολιτείᾳ Ῥωμαίων
10ἀπαλλαγῆναί μοι γένηται. τοῦτο δὲ παρέσται τῆς λειτουργίας ἀνειμένῳ τῆς καταράτου, ἧς τὸ μὲν ἐπὶ βασιλεῖ γέγονα ἐκτός, ἐμαυτὸν δ’ ἂν αἰτιασαίμην δι‐ καίως, αἰσχυνθεὶς ὄνασθαι σπουδῆς οἰκείας. ἀπολο‐ γήσομαι τοίνυν αὐτὸς ἐμαυτῷ. δόξω γὰρ αὐτουργεῖν
15πάλιν τὴν πρεσβείαν· πάλιν γὰρ ἐμὴ γλῶττα πρε‐ σβεύει. καὶ οὐδεὶς ἀντερεῖ τῶν Πυθαγόραν ἐπαινεσάν‐ των, ὃς τὸν φίλον ἄλλον ἑαυτὸν ὡρίσατο.

101

(t)

Τῷ αὐτῷ.
1 Φυκούντιος ἄνθρωπος (Κυρηναίων δ’ ἐπίνειον ὁ Φυκοῦς) ἐπέδωκέ μοι φέρων ἐπιστολὴν τὸ σὸν ἐπιγεγραμμένην ὄνομα. ταύτην ἀνέγνων ἡδέως τε ἅμα καὶ ἀγαμένως· ὠφείλετο γὰρ τὸ μὲν τῇ διαθέσει
5τῆς ψυχῆς, τὸ δὲ τῷ κάλλει τῆς γλώττης. καὶ δῆτα παρεσκεύασά σοι θέατρον ἐπὶ Λιβύης Ἑλληνικόν, ἀπαγγείλας ἥκειν ἀκροασομένους ἐλλογίμων γραμμά‐ των. καὶ νῦν ἐν ταῖς παρ’ ἡμῖν πόλεσιν ὁ Πυλαιμέ‐ νης πολύς, ὁ δημιουργὸς τῆς θεσπεσίας ἐπιστολῆς.
10ἓν τοῦτο ἄτοπον ἐφάνη καὶ παρὰ δόξαν ἀπήντησε τῷ θεάτρῳ· τὰς Κυνηγετικὰς ᾔτεις τὰς ἐμάς, ὡς δή τι σπουδαῖον αὐταῖς ἐνόν. ἔδοξας οὖν σεσηρὸς ἦθος πα‐ ρέχεσθαι καὶ εἰρωνείας ἀνάπλεων· οὐ γὰρ ἠξίουν τῶν παρὰ σφίσι τὸν φαυλότατον εἰπεῖν ἐξενέγκαι τι παί‐
15γνιον τῆς παρὰ σοὶ σπουδῆς ἄξιον. ἐγὼ δὲ τούτου μέν σε παρῃτούμην, τῆς εἰρωνείας· ἐδίδασκον δὲ ὅτι πρὸς τοῖς ἄλλοις ἅ σοι πάρεστιν ἀγαθὰ φιλανθρωπότατός τε εἴης καὶ ἐγκωμίων φιλοδωρότατος. οὔκουν ἐπὶ κατα‐ γέλωτι πεποιῆσθαι τὴν αἴτησιν, ἀλλ’ ἵνα ἡδοίμην τῇ
20παρὰ τοῦ τοιοῦδε μαρτυρίᾳ τιμώμενος. γράφε οὖν ὁσάκις ἂν ἐγχωρῇ, καὶ ἑστία Κυρηναίους τῷ λόγῳ· ὡς οὐδὲν ἂν αὐτοῖς ἥδιον ἀνάγνωσμα γένοιτο τῶν Πυ‐ λαιμένους γραμμάτων, ἤδη κατεσχημένοις ὑπὸ τοῦ δείγματος. πάντως δὲ συχνοῖς ἐντεύξῃ τοῖς δεῦρο
25ἀφικνουμένοις, καὶ εἰ μηδέσιν ἄλλοις, ἀλλὰ τοῖς ἄρ‐ ξουσιν ἡμῶν καὶ τὴν ἐλάττω καὶ τὴν μείζω καὶ τὴν Αἰγυπτίων ἀρχήν, οὓς οὐκ εἰκὸς ἀγνοεῖσθαι διὰ τὴν ἀκολουθίαν τῶν δανειστῶν. ἐπεὶ δὲ διαφέρει σοι τἀμὰ εἰδέναι, φιλοσοφοῦμεν, ὦ ’γαθέ, τὴν ἐρημίαν ἀγαθὴν
30ἔχοντες συνεργόν, ἀνθρώπων δὲ οὐδένα. οὐδ’ ἔστιν ὅτου ποτὲ ἐπὶ Λιβύης ἀκήκοα φωνὴν ἀφιέντος φιλόσο‐ φον, ὅτι μὴ τῆς ἠχοῦς ἀντιφθεγγομένης ἡμῖν. ἀλλὰ κόσμει φασὶν ἂν ἔλαχες Σπάρταν. κἀγώ μοι δοκῶ τὴν εἱμαρμένην ἀγαπήσειν τε καὶ κοσμήσειν
35τὴν αὐτὸς ἐμαυτοῦ, ἡγούμενος ἀγώνισμα τοῦτο προ‐ κεῖσθαι τῷ βίῳ καὶ βάσανον, εἰ μηδὲ ἀτυχοῦσαν ἀπο‐ λιμπάνω φιλοσοφίαν· ἐμοὶ γὰρ εἰ μηδεὶς ἄλλος μαρ‐ τυρεῖ, ἀλλ’ αὐτός γε πάντως ὁ θεός, οὗ σπέρμα ὁ νοῦς εἰς ἀνθρώπους ἥκει. δοκῶ δέ μοι καὶ τοὺς ἀστέ‐698
40ρας εὐμενῶς ἐνατενίζειν ἑκάστοτε, ὃν ἐν ἠπείρῳ πολλῇ μόνον ὁρῶσι θεωρὸν αὐτῶν σὺν ἐπιστήμῃ γινόμενον. σύνευξαι τοίνυν ἡμῖν μὲν ἐν οἷς ἐσμὲν εἶναι, σαυτῷ δὲ ἀπολιπεῖν τὴν κακοδαίμονα ἀγοράν, ὦ κακῶς σὺ τῇ φύσει χρώμενε. μάλιστα μὲν οὖν ἀξιῶ σε καὶ εὐρο‐
45ούντων τῶν ἔξωθεν ἰδεῖν εἰς τὰ ἔσω· τὸ γὰρ εὐτυχίας εὐδαιμονίαν ἀλλάξασθαι χρύσεα χαλκείων ἐστί. κἀγὼ χαίρω καταγελώμενος ὅτι τῶν συγγενῶν σπουδαρχούν‐ των μόνος ἐν πολλοῖς ἰδιώτης εἰμί· τὴν γὰρ ψυχὴν ἀρεταῖς δορυφορεῖσθαι προτιμῶ μᾶλλον ἢ στρατιώταις

101

(50)

τὸ σῶμα, οὐκέτι τῶν πραγμάτων χωρούντων ἐπιμελη‐ τὴν πολιτείας φιλόσοφον. εἰ δὲ μηδ’ ἐν τοῖς κατ’ ἀγορὰν βέλτιον πέπραγας (ὥσπερ οὐδὲ οἶμαι, οὐδ’ ἔστιν ὅτε περὶ σοῦ πονηρὰς ἔσχον ἐλπίδας ὡς ἄρα ἐκστήσῃ σαυτοῦ καὶ ὁμότροπος ἔσῃ τοῖς εὐδοκιμοῦσι
55τῶν γραμματέων, οὐ γὰρ ἂν εἴποιμι τῶν ῥητόρων· ἑτέρως δὲ οὐκ ἔστι πλουτεῖν ἐν ταῖς καθ’ ὑμᾶς ἀγοραῖς, μὴ πάντα μιγνύντα καὶ θεῖα κἀνθρώπινα δίκαια, καὶ Κέρκωπα ἀντ’ ἐλευθέρου γινόμενον), εἰ τοίνυν οὐδὲ πλουτεῖς, ἔτι μᾶλλον εἰς φιλοσοφίαν ἰδέ. κἂν μὲν
60ἐντύχῃς ἀνδρὶ συντόνως ἐργαζομένῳ φιλοσοφίαν (ἀνε‐ μέσητον δὲ ἐκπερινοστεῖν καὶ τὴν Ἑλλάδα καὶ τὴν βάρβαρον ἐπὶ θήρᾳ, τοιᾷδε), καὶ ἡμῖν τὸ ἕρμαιον κοί‐ νωσαι· εἰ δὲ ὡς ἐν αὐχμώσῃ τῇ φορᾷ, καὶ ἡμεῖς ἀρκεῖν σοι δοκοῦμεν, ἧκε μεθέξων καὶ ἡμῶν καὶ τῶν
65ἡμετέρων ἐπὶ τᾷ ἴσᾳ καὶ τᾷ ὁμοίᾳ, φησὶ τὸ γράμμα τὸ Λακωνικόν. πρόσειπε παρ’ ἐμοῦ πάνυ πολλὰ τὸν σεβασμιώτατον Μαρκιανόν· ὃν εἰ προλαβὼν Ἀριστεί‐ δην Ἑρμοῦ λογίου τύπον εἰς ἀνθρώπους ἔφην ἐληλυ‐ θέναι, μόλις ἂν ἔτυχον τῆς ἀξίας, ὅτι πλέον ἐστὶν ἢ
70τύπος. ἐπιστολὴν δὲ ἐξ εὐθείας πρὸς αὐτὸν ἐπιθεῖναι καίτοι προθυμηθεὶς ἐνάρκησα, ἵνα μὴ εὐθύνας ὑπόσχω τοῖς πανδέκταις τοῖς ἀποσμιλεύουσι τὰ ὀνόματα· οὐ γὰρ μικρὸς ὁ κίνδυνος ἐν τῷ Πανελληνίῳ τὴν ἐπιστο‐ λὴν ἀναγνωσθῆναι. καλῶ γὰρ οὕτω τὸν τόπον,
75ἐν ᾧ πολλάκις ἐφρόντισα τὰς βαρείας φροντίδας, τῶν ἁπανταχόθεν ἐλλογίμων συνιόντων ἐφ’ ᾧ τῆς ἱερᾶς ἀκοῦσαι τοῦ πρεσβύτου φωνῆς, παλαιὰ καὶ νέα κατα‐ μαστευούσης διηγήματα. ἀλλὰ καὶ τὸν ἑταῖρον Εὐ‐ χάριστον χαίρειν κέλευσον παρ’ ἐμοῦ, καὶ πάντας
80ὅσους ἄξιον.

102

(t)

Τῷ αὐτῷ.
1 Συνίστημι τῇ φιλίᾳ καὶ τῇ προστασίᾳ τῇ σῇ τὸν θαυμάσιον Σωσηνᾶν, ᾧ τὴν διὰ λόγων τραφέντι καὶ αὐξηθέντι τὰ παρὰ τῆς τύχης οὐκ ἀπαντᾷ κατὰ λόγον. αἰτιᾶται δὴ τὴν τῆς πατρίδος ἀκληρίαν, καὶ πείθει
5τις αὐτὸν λόγος ὡς ἔστι συμμεταβαλεῖν τῷ χωρίῳ τὴν
τύχην. ἀφίξεται δὲ παρὰ τὴν ἔχουσαν τὸν βασιλέα πόλιν, ὡς ὅπου βασιλεύς, ἐκεῖ καὶ πάνυ τῆς τύχης οὔσης καὶ τυχὸν ἐπιγνωσομένης αὐτόν. εἰ δή τίς σοι δύναμις, συντέλεσον αὐτῷ πρὸς ὅ τι βούλεται·699
10σοῦ γὰρ ἄξιον τὸ καὶ δύνασθαι καὶ τοὺς δεομένους συν‐ ιστάναι τῇ ἀγαθῇ τύχῃ. κἂν δέηται τῶν σοὶ φίλων, αὐτὸς προσοίσεις αὐτόν.

103

(t)

Τῷ αὐτῷ.
1 Οὐ μὰ τὸν φίλιον τὸν ἐμόν τε καὶ σόν, οὐκ ἔγωγε, ὦ Πυλαίμενες, ἀπέσκωψά σου τὴν εἰς τὴν ἐνεγκοῦσαν εὔνοιαν· οὐχ οὕτως ἄπολίς εἰμί τις οὐδὲ ἀνέστιος. ἀλλὰ σὺ κακῶς ἐξεδέξω τὸν νοῦν τῆς ἐπιστολῆς καὶ
5κατηγόρηκας ἡμῶν ἅττα οὐκ ἄξιον· ἐγὼ γὰρ ὅτι μὲν Ἡρακλείας ἐρᾷς καὶ πρόθυμος εἶ ποιῆσαί τι τὴν πόλιν ἀγαθὸν ἐπαινῶ. τοὺς λόγους δ’ ἐποιούμην ὑπὲρ τοῦ δεῖν ἀνθελέσθαι φιλοσοφίαν τῆς ἀγοραίου ταύτης δια‐ τριβῆς. εἶτα σύ μοι δοκεῖς δίκας ἀγορεύων οἴεσθαι
10μᾶλλον ἢ φιλοσοφῶν ὠφελιμώτερος ἔσεσθαι τῇ πατρίδι. πῶς τοῦτο; ὅτι τοῦ μὴ μετατεθεῖσθαί σου τὴν προαί‐ ρεσιν ᾐτιάσω τὸ τῆς γνώμης φιλόπατρι. τοῦτ’ οὖν ἀπέσκωψα, καὶ οὐχὶ τὴν εὔνοιαν, ὅτι κακῶς οἴει προύργου σοί τι ποιήσειν εἰς τὸν καλὸν τοῦτον ἔρωτα
15τὸ προσεδρεύειν ταῖς δίκαις. καὶ γὰρ εἰ λέγοιμι φιλο‐ σοφίαν ἱκανὴν εἶναι τὰς πόλεις ὀρθοῦν, ἐλέγξει με Κυρήνη, κειμένη πολὺ δήπου τῶν ἐν τῷ Πόντῳ πό‐ λεων ἀκριβέστερον. ἀλλ’ εἴποιμι μὲν ἂν ὅτι φι‐ λοσοφία καὶ ῥητορικῆς καὶ ἧστινος βούλει καὶ τέχνης
20καὶ ἐπιστήμης, ἅτ’ ἐπὶ πάσαις οὖσα, παρέχεται τὸν ἔχοντα καὶ ἰδιώτῃ καὶ οἴκῳ καὶ πόλεσιν ὠφελιμώτερον. οὐ μὴν ἀρκεῖ τὸ καθ’ ἑαυτὴν ἀγαθόν τι ποιεῖν τοὺς ἀνθρώπους· ἔχει γὰρ οὕτως, ὦ λῷστε Πυλαίμενες. τὰ καλὰ τῶν ἐπιτηδευμάτων δυνάμεις τινές εἰσι καὶ
25παρασκευαὶ ψυχῆς καὶ οἷον αὐτὸ μόνον τὸ χρώμενον, καιροὶ δὲ καὶ τύχαι φέρουσιν ἄνω καὶ κάτω τὰ τῶν πόλεων πράγματα, καὶ νῦν μὲν οὕτως ἔχει νῦν δ’ ἑτέρως, ἀνάγκῃ φύσεως ἧς μετείληχε. φιλόπολις μὲν οὖν εἶ σύ, τυγχάνω δὲ ὢν καὶ αὐτός. καὶ σὺ μὲν
30ἐργάζῃ ῥητορικήν, καὶ συγχωρῶ σοι μὴ ταύτην ἐπι‐ τηδεύειν ἀλλὰ τὴν ὀρθὴν καὶ γενναίαν, ἣν οὐδὲ Πλά‐ των οἶμαι διαγράφειν πειρᾶται· ἐγὼ δὲ φιλοσοφίαν τιμῶ τε καὶ τῶν ὅσα ἀνθρώπινα ἀγαθὰ προτιμῶ. τί οὖν ταύτῃ παρ’ ἡμῶν πλέον ταῖς πόλεσιν, εἰ μὴ καὶ
35βίοι τινὲς ὑποβληθεῖεν ἀρκοῦντες ταῖς προαιρέσεσι; δεῖ μὲν γὰρ ὕλης ἐπιτηδείας, δεῖ δὲ ὀργάνων τῷ χρῆσθαι δυναμένῳ· τὸ δὲ ταῦτα παρασκευάζον ἡ τύχη. εἰ μὲν οὖν ἐκείνως μόνον, τοῦτ’ ἔστι διὰ τῆς ῥητορικῆς οἴει σοι παρέσεσθαι τὴν τύχην, ὥστε ἄρξαι ποτὲ παρασχεῖν
40ἢ ὑπάρξαι τὴν μεγίστην ἀρχήν, τί κατέγνωκας ἀτυ‐ χίαν φιλοσοφίας; εἰ δ’ ἐπίσης ἀμφοῖν ἐνδέχεται καὶ παραγενέσθαι καὶ ἀπεῖναι, τί μὴ τέως αἱρῇ τῶν φαι‐ νομένων τὸ ἄριστον; αὐτὸ μὲν γὰρ καθ’ αὐτὸ φιλοσο‐ φίαν καὶ σὺ φῂς εἶναι καλλίω ῥητορικῆς· τὸ δὲ δεῖν
45ὄνασθαί σου τὴν πόλιν ἀναγκαιότερόν σοι τὸ χεῖρον ποιεῖ. ὡς δὴ νῦν μὲν ἔξεστιν ἐλπίζειν τὰ ἀμείνω, φι‐ λοσοφήσαντι δὲ οἱ θεοὶ πάντες ἐχθροί, καὶ τὴν τύχην ἐξοχετεύουσιν, ὡς μηδ’ ἐν ταῖς ἐλπίσιν ἀπολελεῖφθαι. ἐγὼ δὲ οὔπω καὶ τήμερον τοῦτον ἀκηκοὼς οἶδα τὸν700

103

(50)

λόγον, ὅτι τῇ σεμνῇ φιλοσοφίᾳ θεῖός ἐστι κλῆρος ἀτυχεῖν. ἀλλὰ μόλις μὲν ἂν ἐν τῇ θνητῇ φύσει συν‐ έλθοιεν ἰσχύς τε καὶ φρόνησις, ἔστι μὴν ὅτε συνή‐ γαγεν αὐτὰς ὁ θεός. ἔξεστιν οὖν ἐκ τοῦ λόγου, μᾶλλον δὲ πᾶσα ἀνάγκη, τὸν αὐτὸν εἶναι καὶ φιλόσο‐
55φον καὶ φιλόπολιν, καὶ μηδ’ ἀπογινώσκειν τῆς τύχης ἀλλὰ καὶ προσδοκᾶν τὰ ἀμείνω διὰ τὴν οἰκείαν ἀξίαν. οὐχ ἥκιστα γὰρ μόνῳ πλεονεκτοῦσιν, ὡς παλαιὸς λόγος, οἱ χρηστοὶ τῶν πονηρῶν, ταῖς ἀγαθαῖς ἐλπίσι. πῶς οὖν ἔλαττον ἔχειν αὐτοὺς συγχωρήσομεν; ἀνάγκη
60δ’, εἰ πρὸς τὸν παρὰ σοῦ λόγον ἐνδοίημεν, ὃς εἰς τοῦτό σε προήγαγεν ἁμαρτίας, τὸ φάναι τῆς πόλεως ἕνεκα δεῖν μένειν ἐπὶ τῆς τέχνης. ἀνάσχου γάρ μου μετα‐ τιθέντος εἰς κατηγορίαν τὴν περὶ τοῦ σκώμματος ἀπο‐ λογίαν, ὃ δὴ μὴ ὂν ἔδοξεν εἶναί σοι πρότερον· οὐ γάρ,
65οἶμαι, νῦν ἔτι δοκεῖ. ἐπεί τοι κινδυνεύω καὶ διαβε‐ βλῆσθαι πρὸς τὴν ἱερὰν Κυρήνην ὑπὸ σοῦ, καὶ ταῦτα τῆς φιλτάτης μοι κεφαλῆς. εἰ γὰρ δὴ πεισθεῖεν αἱ πό‐ λεις ὅτι ῥητορικὴ μόνη δύναται μεταθεῖναι τὰς παρού‐ σας αὐταῖς συμφοράς, καὶ μόνον ἐστὶ τοῦτο γέρας τῶν
70βοηθούντων τοῖς ἔχουσι περὶ συμβολαίων τὰς δίκας, χαλεπανοῦσιν ἡμῖν τοῖς ἄλλο τι θεραπεύουσιν ἀντὶ τοῦ βήματος. εἷς οὖν ἐμοὶ πρὸς σέ τε καὶ τὰς πόλεις ἁπάσας ὑπὲρ φιλοσοφίας λόγος, ὅτι παρούσης μὲν τύχης καὶ καλεσάντων αὐτὴν ἐπὶ τὰ πράγματα τῶν
75καιρῶν, οὐδεμιᾶς ἐστὶ τέχνης ἀλλ’ οὐδ’ ἅμα πασῶν ἐρίσαι φιλοσοφίᾳ περὶ τοῦ τὴν συντονωτέραν ἁρμόσαι καὶ μετατάξαι καὶ βελτίω τοῖς ἀνθρώποις ποιῆσαι τὰ πράγματα. τῆς εἱμαρμένης δὲ οὔπω ταύτῃ ῥυείσης, νοῦν ἔχει πολὺν οἰκειοπραγεῖν ἀλλὰ μὴ παραδιοικεῖν,
80μηδ’ ἀσχημονεῖν ἀξιοῦντας ὠστίζεσθαι παρὰ τὸ τοῦ δεῖνος ἀρχεῖον οἷς μὴ πᾶσα ἀνάγκη. Ἀνάγκᾳ δὲ οὐδὲ θεοί φασι μάχονται. ἡμῖν δ’ ἔστιν ἄλλα σεμνότερα· καὶ ὅταν ὁ νοῦς ἀνενέργητος ᾖ περὶ τὰ ἐνθάδε, περὶ τὸν θεὸν ἐνεργεῖ. δύο γὰρ αὗται μερίδες
85φιλοσοφίας, θεωρία καὶ πρᾶξις· καὶ δῆτα δύο δυνάμεις ἑκατέρα παρ’ ἑκατέραν μερίδα, σοφία καὶ φρόνησις· αὕτη μὲν δεομένη τύχης, σοφία δὲ αὐτάρκης, καὶ ἀκώλυτος ἡ κατ’ ἐκείνην ἐνέργεια.

104

(t)

Τῷ ἀδελφῷ.
1 Τοὺς αὐτοὺς ἂν ἴδοις ἐν μὲν εἰρήνῃ θρασεῖς, ἐν δὲ πολέμῳ δειλούς, τοῦτ’ ἔστιν ἁπανταχοῦ πονηρούς. ὥστε μοι δοκεῖ ταύτην τις δικαίως εἰδέναι τῷ πολέμῳ χάριν, ὅτι βάσανός ἐστι τοῦ περὶ τὴν καρδίαν αἵματος
5ἀκριβής, καὶ συχνοὺς ἀλαζόνας παραλαβὼν μετριωτέ‐ ρους ἡμῖν ἀποδίδωσιν. οὐ γὰρ οἶμαι τὸ ἀπὸ τοῦδε σοβήσειν διὰ τῆς ἀγορᾶς Ἰωάννην τὸν ἀλιτήριον, οὐδὲ πὺξ ἐντενεῖν οὐδὲ λὰξ ἐναλεῖσθαι τῶν ἐπιεικεστέρων
τινί. χθές τοι πάνυ λαμπρῶς συνηγορήκει τῇ παροι‐701
10μία, μᾶλλον δὲ τῷ χρησμῷ· χρησμὸς γὰρ ἄντικρυς. τοῦτό γε πάντως οἶσθα τὸ οὐδεὶς κομήτης ὅστις οὐ ψηνίζεται. ἡμέρας μὲν γάρ τινας ἑξῆς οἱ πολέ‐ μιοι προσηγγέλλοντο, κἀμοί τε ἀπαντητέον ἐδόκει, καὶ Βαλαγρίτας συντεταγμένους ἐξῆγεν ὁ φύλαρχος. εἶτα
15φθάσαντες εἰς τὴν πεδινὴν περιεμένομεν. οὐδαμοῦ δὲ φαινομένων περὶ βουλυτὸν ἀπεχωροῦμεν ἕκαστος οἴ‐ καδε, συνθέμενοι πάλιν ἥξειν εἰς τὴν ὑστεραίαν· ὁ δὲ Φρὺξ Ἰωάννης τέως μὲν ἦν οὐδαμοῦ (οὔκουν ὥστε καὶ φανερὸς εἶναι), φήμας δὲ ὑπέπεμπε νῦν μὲν ὡς κα‐
20τεαγὼς εἴη καὶ διαπρίεται τὸ σκέλος, νῦν δὲ ὡς τὸ ἆσθμα νοσεῖ, νῦν δὲ ὡς ἄλλο τι κακὸν ἐξαίσιον ἔχει. τοιοῦτοί τινες ἐφοίτων λογοποιοί, ἄλλος ἄλλοθεν ἥκειν φάμενοι, τοῦ μηδὲ σαφὲς εἶναι ποῖ γῆς καταδέδυκεν ἢ κρύπτεται. μεταξὺ δὲ διηγούμενοι πρὸς τὴν
25ἀκαιρίαν τῆς συμφορᾶς ἐσχετλίαζον ὑπεδάκρυον. νῦν ἔδει τοῦ γενναίου λήματος, νῦν τῶν ἐκείνου χειρῶν. τί ἂν ἐποίησε; τί ἂν ἐγένετο; καὶ ἐπὶ πᾶσιν ὢ τοῦ δαίμονος εἰπὼν ἕκαστος καὶ τὼ χεῖρε πατάξας ἀπηλ‐ λάττετο. ἦσαν δὲ οὗτοι τῶν ἐπ’ οὐδενὶ χρηστῷ πάλαι
30παρατρεφομένων αὐτῷ, κομῆται καὶ οὗτοι καὶ οὐδὲν ὑγιές,
ἀρνῶν ἠδ’ ἐρίφων ἐπιδήμιοι ἁρπακτῆρες καὶ νὴ τοὺς θεοὺς ἔστιν ὅπη καὶ γυναικῶν. τοιούτους λοχίτας ἐκ πολλοῦ παρεσκεύασται. μεθ’ ὧν εἶναι μὲν
35ἀνὴρ οὐδ’ ἐπιχειρεῖ, χαλεπὸν γάρ· σοφιστὴς δ’ ἐστί, καὶ ὡς ἂν δείξειεν ἀνὴρ εἶναι παρὰ τοὺς ὄντας ἄν‐ δρας, ἄριστα σκέπτεται. ἀλλά μοι δοκεῖ καλῶς αὐτῷ τὸ δαιμόνιον ἀντιπολιτεύσασθαι· πέμπτην μὲν γὰρ ἤδη μάτην ἐν τοῖς ὅπλοις προεληλύθειμεν, ἔτι τὰ με‐
40τεωρότερα κακουργούντων τῶν πολεμίων, ὃ δὲ καὶ παντάπασιν ἀπογνοὺς ἥξειν αὐτούς, ὡς οὐκ ἂν τὸ βάθος τῆς χώρας θαρρήσαντας, παρῆν καὶ πάντα εὐθὺς ἀκοσμίας ἐμπίπλησι. καὶ ἀσθενείας μὲν οὐκ ἐμέ‐ μνητο (κατεγέλα γέ τοι καὶ ἀνασχομένων ἀκοῦσαι)
45αὐτὸς δὲ ἥκειν ἔφη πόρρωθεν, οὐκ οἶδ’ ὁπόθεν· ἐκεῖσε γὰρ εἰς συμμαχίαν παρακεκλῆσθαι. παρ’ ὃ καὶ σε‐ σῶσθαι τοὺς ἐπικαλεσαμένους ἀγρούς· οὐδὲ γὰρ ἐμβε‐ βληκέναι τοὺς πολεμίους, πρὸς τὴν φήμην τῆς Ἰωάννου παρουσίας καταπλαγέντας. ἀσφαλῶς δὲ τἀκεῖ κατα‐

104

(50)

στησάμενος, πρὸς τὸ πονοῦν ἔφη δεδραμηκέναι· προσ‐ δέχεσθαι γὰρ ὅσον οὔπω τοὺς ἄνδρας, ἢν λάθῃ παρὼν καὶ μὴ διαδοθῇ τοὔνομα. εὐθὺς οὖν ἅπαντα ἀκοσμίας ἐμπίπλησι παραστρατηγεῖν ἀξιῶν, καὶ ἐν βραχεῖ τέχνην τοῦ νικᾶν παραδώσειν ὑπισχνούμενος, βοῶν
55ἐπὶ μέτωπον ἐπὶ φάλαγγα, καὶ κατὰ τὸ κέρας πολὺ τὸ πλαίσιον, ποιῶν ὀνόματα τάξεων ὧν ἠγνόει τὴν χρείαν. καί τισιν ἀπὸ τούτου ἔδοξέ τις εἶναι, καὶ τήν γε φύσιν ἐμακάριζον, καὶ ἐμαθητίων πολλοί. ἤδη δὲ δείλη τε ἦν ὀψία, καὶ καιρὸς ἐφόδου, καὶ δὴ πρόσω
60τῆς ὀρεινῆς καταβαίνοντες ἐγενόμεθα. κἀνταῦθα νεα‐ νίαι τέτταρες, ἐσταλμένοι χωριτικῶς καὶ κεκραγότες
ὅσον ἐχώρουν αἱ κεφαλαὶ, δρόμῳ πρὸς ἡμᾶς ἔθεον, ὡς μηδενὶ μάντεως δεῖν ὅτι πολεμίους πεφόβηνται καὶ σπεύδουσιν εἴσω τῶν ὅπλων γενέσθαι. πρὶν δὲ καὶ702
65καλῶς αὐτῶν ἐκείνων ἀκοῦσαι, λεγόντων ὅτι καὶ δὴ πάρεισιν, ὁρῶμεν ἐφ’ ἵππων ἀνδράρια πονηρὰ καὶ ὡς ἐμοὶ δοκεῖν ὑπὸ λιμοῦ στρατηγούμενα, προχειρότατα δ’ οὖν ὑπὲρ τῶν ἡμετέρων ἀγαθῶν ἀποθνήσκειν ἐθέ‐ λοντα. ἐπειδὴ δ’ εἶδον καὶ ὤφθησαν, πρὶν εἴσω
70βέλους ἐλθεῖν, οἳ μὲν ἀποβάντες ὥσπερ εἰώθεσαν τῶν ἵππων, ὡς εἰς μάχην διεσκευάζοντο, καί μοι καλῶς ἔχειν ἐδόκει μιμεῖσθαι τοὺς ἄνδρας, καὶ γὰρ ἄφιππα ἦν· ὁ δὲ γεννάδας οὐκ ἔφη παρανομήσειν εἰς τὴν ἱππι‐ κήν, ἀλλὰ τὸν ἀγῶνα τῶν ἵππων ποιήσειν. τί οὖν;
75παρενεγκὼν βίᾳ τὸ ψάλιον καὶ μεταστραφεὶς ἔφευγεν ἀνὰ κράτος ἐξελαύνων, ἐξαιματῶν τὸν ἵππον, ἅπασαν ἡνίαν ἀφιείς, κέντρῳ παντὶ χρώμενος, καὶ ἡ μάστιξ πυκνὴ καὶ ἡ βοὴ τὸ κελευστικὸν ἤχει. ἐν τούτῳ δὲ οὐκ ἔστι ῥᾴδιον εἰπεῖν ὅντινά τις ἂν μᾶλλον ἐπῄνεσε,
80πότερον τὸν ἵππον ἢ τὸν ἱππέα· ὃ μὲν γὰρ ὁμοίως κατὰ πρανῶν ὁμοίως κατ’ ὀρθίων ἐφέρετο, καὶ διὰ τῶν δα‐ σέων καὶ διὰ τῶν ψιλῶν ῥύμῃ μιᾷ διεπήδα τάφρους, ὑπὲρ τοὺς ὄχθους ᾔρετο· ὃ δὲ διὰ πάντων τῶν χωρίων ἔποχος ἦν, καὶ ἐν οὐδενὶ τῆς καθέδρας ὤλισθε.
85δοκεῖ γάρ μοι καὶ τοῖς πολεμίοις καλὴ θέα γενέσθαι, καὶ ὡς πολλὰ ἂν εὔξαιντο τοιαῦτα θεάσασθαι. οὐ μὴν τό γ’ ἐφ’ ἡμῖν εἶδον, ἀλλ’ ἀθυμότεροι μὲν ὡς τὸ εἰκὸς ἐγενόμεθα, ψευσθέντες παρὰ πολὺ τῶν εἰς τὸν κομή‐ την ἐλπίδων· ἐταξάμεθα δ’ οὖν, ὡς εἴ τις ἐπίοι δεξό‐
90μενοι, αὐτοὶ δὲ μάχης ἄρχειν οὐ διενοούμεθα. καὶ γὰρ ὅστις αὐτὸς εὔψυχος ἦν, ἠπίστει τῷ πέλας, πρὸς παράδειγμα τὸ γεγονὸς ὁρῶν. ἔνθα οὐδὲν ἦν αἴσχιον κόμης· ὅτῳ γὰρ ἦν, οὗτος ἐπιδοξότατος πρὸς τὸ προ‐ δώσειν ἡμᾶς. οὐ μὴν ἀλλὰ καὶ τοῖς πολεμίοις ταὐτὸν
95ἴσως τοῦτο παρέστη· καὶ γὰρ ταξάμενοι περιέμενον ἡμᾶς, ὡς ἢν ἐμβάλωμεν ἀμυνούμενοι. ἐπεὶ δὲ παρ’ οὐδετέρων ἐπεχειρεῖτο, πρῶτον μὲν αὐτοὶ τὴν ἐπὶ τὰ λαιὰ φέρουσαν καὶ μετ’ ἐκείνους ἡμεῖς τὴν ἐπὶ θάτερα ἐτραπόμεθα, οὐδέτεροι θᾶττον ἢ βάδην ἀλλὰ σχολαίῳ

104

(100)

βαδίσματι, τοῦ μὴ δοκεῖν εἶναι φυγὴν τὴν ἀναχώρη‐ σιν· εἶτα μέντοι καίπερ ἐν τούτοις ὄντες, ἐπυνθανό‐ μεθα ποῖ γῆς Ἰωάννης. ὃ δ’ ἑνὶ πνεύματι καταλαβὼν ἄρα τὴν Βομβαίαν, δίκην ἀρουραίου μυὸς ἐνεδεδύκει τῇ πέτρᾳ. ὄρος ἐστὶν ἡ Βομβαία κοῖλον, ὃ συνελθοῦ‐
105σαι τέχνη καὶ φύσις εἰργάσαντο φρούριον ἐρυμνότατον. τοῦτο καὶ πάλαι μὲν εὐδοκίμει δικαίως, καί τινες αὐτὸ παρὰ τὰς Αἰγυπτίας ἐξήταζον σύριγγας, νυνὶ δὲ κέκριται τὰ πανταχοῦ τείχη νικᾶν οἷς ὁ παρὰ πάντας ἑαυτοῦ προμηθέστατος, ἵνα μὴ λίαν ἀγροίκως εἴπω
110δειλότατος, αὐτὸ τὸ τοῦ πράγματος ὄνομα, τούτῳ πα‐ ρακάθηται καὶ πρὸς σωτηρίαν προυτίμησε. καὶ γὰρ εἰσελθόντι λαβυρινθῶδές ἐστι καὶ δυσδιεξίτητον, ὡς μόνον ἂν χωρῆσαι τοὺς Ἰωάννου δρασμούς.

105

(t)

Τῷ αὐτῷ.
1 Ἀνόητος ἂν εἴην, εἰ μὴ πολλὴν χάριν εἰδείην Πτο‐ λεμαίοις ὅτι με τοσούτων ἀξιοῦσιν ὅσων οὐδ’ ἂν αὐτὸς ἐμαυτόν. ἀλλ’ οὐκ εἰ μεγάλα χαρίζονται, τοῦτο προσήκει σκοπεῖν, ἀλλ’ εἰ λαβεῖν ἐμοὶ δυνατά· τὸ703
5γὰρ ἄνθρωπον ὄντα μικροῦ θείας καρποῦσθαι τιμάς, δικαίῳ μὲν ὄντι τυγχάνειν, ἥδιστον εἰς ἀπόλαυσιν ἔρ‐ χεται· λειπομένῳ δὲ παρὰ πολὺ τῆς ἀξίας, ἐλπίδα πικρὰν ὑποτείνει τοῦ μέλλοντος. οὐ γὰρ νεώτερόν ἐστι τὸ δέος ἀλλὰ λίαν ἀρχαῖον τὸ μή τι παρὰ θεὸν
10ἀμπλακὼν τιμὰν πρὸς ἀνθρώπων ἐφεύρω. ἐγὼ δὲ καταμανθάνων ἐμαυτὸν εὑρίσκω παντάπασιν ἐνδεέστερον ἢ ὡς ἁρμόσαι τῇ τῆς ἱερωσύνης σεμνότητι. καὶ δῆτα διαλέξομαι πρὸς σὲ περὶ τῶν τῆς ἐμαυτοῦ ψυχῆς κινημάτων· οὐ γὰρ ἔχω πρὸς ὅντινα ἄλλον ἀντὶ
15τῆς σῆς φίλης καὶ συντρόφου μοι κεφαλῆς. σὲ γὰρ εἰκὸς καὶ μετέχειν μοι τῶν ἴσων φροντίδων, καὶ νύκτωρ ἀγρυπνεῖν καὶ μεθ’ ἡμέραν σκοπεῖν ὅπως ἂν ἀγαθόν τί μοι γένοιτο καὶ ὅπως ἂν κακόν τι διαφύγοιμι. ἄκουε τοίνυν ὡς ἔχει τἀμά, τὰ πλείω δ’ ἂν αὐτῶν καὶ εἰδείης.
20μικρὸν ἀράμενος φορτίον καλῶς ἐνεγκεῖν μοι δοκῶ τὸ μέχρι τοῦδε φιλοσοφίαν· διὰ δὲ τὸ δόξαι μὴ παντάπα‐ σιν ἁμαρτάνειν αὐτῆς, ἐπαινεθεὶς ὑπ’ ἐνίων, ἀξιοῦμαι μειζόνων παρὰ τῶν οὐκ εἰδότων κρῖναι ψυχῆς ἐπιτη‐ δειότητα. φοβοῦμαι δὲ μὴ χαῦνος γενόμενος καὶ
25προσέμενος τὴν τιμὴν ἀμφοῖν διαμάρτω, τοῦ μὲν ὑπεριδὼν τοῦ δὲ τῆς ἀξίας οὐκ ἐφικόμενος. σκόπει γὰρ οὕτω. δύο τούτοις ἑκάστοτε μερίζω τὸν χρόνον, παιδιᾷ καὶ σπουδῇ. καὶ σπουδάζων ἴδιός εἰμι, μά‐ λιστά γε τὰ θεῖς, καὶ παίζων κοινότατος· οἶσθα γὰρ
30ὡς ὅταν ἀνακύψω τῶν βιβλίων, ἐπιρρεπής εἰμι πρὸς ἅπασαν παιδιάν. πολιτικῆς δὲ φροντίδος ἀμοιρῶ καὶ φύσει καὶ μελέτῃ. τὸν ἱερέα δὲ ἄνδρα δεῖ θεσπέσιον εἶναι, ὅν γε πρὸς μὲν παιδιὰν ἅπασαν ἴσα καὶ θεὸν ἀμείλικτον εἶναι χρή, ὃς ἵνα τηρῇ τὴν ὑπόθεσιν, ὑπὸ
35μυρίων ὀμμάτων φρουρεῖται, ὧν οὐδὲν ἢ μικρὸν ὄφελος εἰ μή τις εἴη κατεσκευασμένος σύννους τε καὶ πρὸς ἅπασαν γλυκυθυμίαν ἀνένδοτος. τὰ δέ γε πρὸς τὸν θεὸν οὐκ ἂν ἴδιος ἀλλὰ κοινότατος εἴη, νομοδιδά‐ σκαλος ὢν καὶ νενομισμένα φθεγγόμενος. χρὴ δὲ
40αὐτὸν καὶ πράγματα πράττειν ὅσα πάντες ἅμα· τὰ γὰρ ἁπάντων μόνον δεῖ πράττειν ἢ πάσαις αἰτίαις ἐνέ‐ χεσθαι. πῶς οὖν οὐκ εὐμεγέθους ψυχῆς καὶ κρα‐ τίστης ἐνέγκαι τοσοῦτον ὄγκον φροντίδων, καὶ μὴ κατακλύσαι τὸν νοῦν μηδὲ κατασβεσθεῖσαν ἐν τῇ
45ψυχῇ περιιδεῖν τὴν μοῖραν τὴν θείαν, οὕτω παντοδα‐ πῶν ἐπιτηδευμάτων ἀπαγόντων αὐτόν; εὖ οἶδ’ ὅτι δυνατὸν ἐνίοις τοῦτο, καὶ μακαρίζω τὰς φύσεις αὐ‐ τῶν, κἀκείνους ἀληθῶς ἡγοῦμαι τοὺς θείους ἄνδρας, οὓς τὸ ὁμιλεῖν πάνυ πράγμασιν ἀνθρωπίνοις μὴ ἀπο‐

105

(50)

κόπτει τοῦ θείου. ἀλλὰ καὶ ἐμαυτὸν οἶδα εἰς ἄστυ τε κατιόντα καὶ ἀπ’ ἄστεος ἀνιόντα, καὶ ἐνειλούμενον τοῖς πρὸς τὰ γεώδη μεθέλκουσι, καὶ κηλῖδος ἐμπιπλά‐ μενον οὐκ ἂν εἴποι τις ὅσης· τῷ γὰρ οἰκείους εἶναί μοι καὶ πάλαι μολυσμοὺς καὶ τὸ τυχὸν μέρος ἐπιγι‐
55νόμενον εἰς προσθήκην μέγα συμβάλλεται. ῥώμη δ’ οὐκ ἔστι μοι καὶ τἄνδον οὐχ ὑγιᾶ, καὶ πρὸς τὰ ἐκτὸς ἀρκεῖν οὐχ οἷός τ’ εἰμι, καὶ πολλοῦ δέω τὴν ἐκ τοῦ συνειδότος φέρειν ἀνίαν. καὶ ὁσάκις ἄν μέ τις ἔρη‐ ται, λέγειν διαρρήδην οὐκ ἀναδύομαι ὡς τὸν ἱερέα διὰ704
60πάντων ἀκηλίδωτον εἶναι προσήκει πολλῷ τῷ περιόντι, ὡς καὶ ἑτέρους τῶν μιασμάτων ἐκπλυνοῦντα. κἀκεῖνο δεῖ προσεῖναι τοῖς πρὸς τὸν ἀδελφὸν γράμμασι· πάντως δὲ ἀναγνώσονται συχνοὶ τὴν ἐπιστολήν. καὶ γὰρ οὐχ ἥκιστα τούτου χάριν αὐτὴν ὑπηγόρευσα, τοῦ πᾶσι
65καταφανὴς εἶναι τὸ πρᾶγμα, ἵν’ ὅ τι ἂν ἀποβῇ, καὶ πρὸς θεοῦ καὶ πρὸς ἀνθρώπων ἀναίτιος ὦ, καὶ οὐχ ἥκιστα πρὸς τοῦ πατρὸς Θεοφίλου. τιθεὶς γὰρ ἐν μέσῳ τἀμὰ καὶ διδοὺς ἐξ ἁπάντων αὐτῷ βουλεύσασθαι περὶ ἡμῶν, πῶς ἂν ὑπαίτιος εἴην; ἐμοὶ τοιγαροῦν ὅ τε
70θεὸς ὅ τε νόμος ἥ τε ἱερὰ Θεοφίλου χεὶρ γυναῖκα ἐπιδέδωκε. προαγορεύω τοίνυν ἅπασι καὶ μαρτύρομαι ὡς ἔγωγε ταύτης οὔτε ἀλλοτριώσομαι καθάπαξ, οὔθ’ ὡς μοιχὸς αὐτῇ λάθρᾳ συνέσομαι (τὸ μὲν γὰρ ἥκιστα εὐσεβές, τὸ δὲ ἥκιστα νόμιμον), ἀλλὰ βουλή‐
75σομαί τε καὶ εὔξομαι συχνά μοι πάνυ καὶ χρηστὰ γε‐ νέσθαι παιδία. ἓν τοῦτο δεῖ τὸν κύριον τῆς χειρο‐ τονίας μὴ ἀγνοῆσαι, μαθέτω δὲ αὐτὸ παρὰ τῶν ἀμφὶ τὸν ἑταῖρον Παῦλον καὶ Διονύσιον, οὓς πρεσβευτὰς ᾑρῆσθαι παρὰ τοῦ δήμου πυνθάνομαι. ἐκεῖνο δὲ οὐδὲν
80δεῖ μαθεῖν αὐτὸν ἀλλ’ ὑπομνησθῆναι, διαλέξομαι δὲ πλείω περὶ αὐτοῦ· καὶ γὰρ ἂν ἅπαντα τἄλλα μικρὰ πρὸς ἕν τις ἂν τοῦτο θεῖτο. χαλεπόν ἐστιν, εἰ μὴ καὶ λίαν ἀδύνατον, εἰς ψυχὴν τὰ δι’ ἐπιστήμης εἰς ἀπόδειξιν ἐλθόντα δόγματα σαλευθῆναι. οἶσθα δ’ ὅτι
85πολλὰ φιλοσοφία τοῖς θρυλουμένοις τούτοις ἀντιδια‐ τάττεται δόγμασιν. ἀμέλει τὴν ψυχὴν οὐκ ἀξιώσω ποτὲ σώματος ὑστερογενῆ νομίζειν. τὸν κόσμον οὐ φήσω καὶ τἄλλα μέρη διαφθείρεσθαι. τὴν καθωμι‐ λημένην ἀνάστασιν ἱερόν τι καὶ ἀπόρρητον ἥγημαι,
90καὶ πολλοῦ δέω ταῖς τοῦ πλήθους ὑπολήψεσιν ὁμολο‐ γῆσαι. νοῦς μὲν οὖν φιλόσοφος ἐπόπτης ὢν τἀληθοῦς συγχωρεῖ τῇ χρείᾳ τοῦ ψεύδους· ἀνάλογον γὰρ ἔστι φῶς πρὸς ἀλήθειαν καὶ ὄμμα πρὸς νοῦν. ᾗ οὖν ὀφθαλμὸς εἰς κακὸν ἂν ἀπολαύσειεν ἀπλήστου φωτὸς
95καὶ ᾗ τοῖς ὀφθαλμιῶσι τὸ σκότος ὠφελιμώτερον, ταύτῃ καὶ τὸ ψεῦδος ὄφελος εἶναι τίθεμαι δήμῳ καὶ βλαβερὸν τὴν ἀλήθειαν τοῖς οὐκ ἰσχύουσιν ἐνατενίσαι πρὸς τὴν τῶν ὄντων ἐνάργειαν. εἰ ταῦτα καὶ οἱ τῆς καθ’ ἡμᾶς ἱερωσύνης συγχωροῦσιν ἐμοὶ νόμοι, δυναίμην ἂν ἱε‐

105

(100)

ρᾶσθαι τὰ μὲν οἴκοι φιλοσοφῶν τὰ δ’ ἔξω φιλομυθῶν· εἰ μὴ διδάσκων, ἀλλ’ οὐδὲ μέντοι μεταδιδάσκων, μένειν δ’ ἐῶν ἐπὶ τῆς προλήψεως. εἰ δέ φασιν οὕτω δεῖν καὶ κινεῖσθαι, καὶ δῆμον εἶναι τὸν ἱερέα ταῖς δό‐ ξαις, οὐκ ἂν φθάνοιμι φανερὸν ἐμαυτὸν ἅπασι καθι‐
105στάς. δήμῳ γὰρ δὴ καὶ φιλοσοφίᾳ τί πρὸς ἄλληλα; τὴν μὲν ἀλήθειαν τῶν θείων ἀπόρρητον εἶναι δεῖ, τὸ δὲ πλῆθος ἑτέρας ἕξεως δεῖται. αὖθις δὲ καὶ πολλάκις ἐρῶ, μηδεμιᾶς ἀνάγκης παρούσης οὔτ’ ἐλέγχειν σοφὸν
οὔτ’ ἐλέγχεσθαι. καλούμενος δ’ εἰς ἱερωσύνην οὐκ705
110ἀξιῶ προσποιεῖσθαι δόγματα. ταῦτα θεόν. ταῦτα ἀνθρώπους μαρτύρομαι. οἰκεῖον ἀλήθεια θεῷ, ᾧ διὰ πάντων ἀναίτιος εἶναι βούλομαι. ἓν τοῦτο μόνον οὐχ ὑποκρίνομαι. ἐπεὶ καὶ φιλοπαίγμων ὤν (ὅς γε παιδόθεν αἰτίαν ἔσχον ὁπλομανεῖν τε καὶ ἱππο‐
115μανεῖν πέρα τοῦ δέοντος·) ἀνιάσομαι μέν (τί γὰρ καὶ πάθω τὰς φιλτάτας κύνας ἀθήρους ὁρῶν καὶ τὰ τόξα θριπήδεστα;) καρτερήσω δέ, ἂν ἐπιτάττῃ θεός, καὶ μισόφροντις ὢν ὀδυνήσομαι μέν, ἀνέξομαι δὲ δικιδίων καὶ πραγμάτων, λειτουργίαν τινὰ ταύτην, εἰ καὶ βα‐
120ρεῖαν, ἐκπιμπλὰς τῷ θεῷ. δόγματα δὲ οὐκ ἐπηλυ‐ γάσομαι, οὐδὲ στασιάσει μοι πρὸς τὴν γλῶτταν ἡ γνώμη. οὕτω φρονῶν, οὕτω λέγων ἀρέσκειν οἶμαι θεῷ. οὐ βούλομαι δὲ καταλελεῖφθαί τινι περὶ ἐμοῦ λόγον, ὡς ἀγνοηθεὶς ἥρπασα τὴν χειροτονίαν· ἀλλ’
125εἰδὼς ὁ θεοφιλέστατος πατὴρ Θεόφιλος καὶ ὡς ἐπί‐ σταται σαφές μοι ποιήσας, οὕτω βουλευσάσθω περὶ ἐμοῦ. ἢ γὰρ κατὰ χώραν ἐάσει μένειν ἐπ’ ἐμαυτοῦ φιλοσοφοῦντα, ἢ τοῦ μετὰ ταῦτα κρίνειν καὶ διαγρά‐ φειν ἡμᾶς τοῦ χοροῦ τῶν ἱερέων ἑαυτῷ χώραν οὐχ
130ὑπολείψει. πρὸς ταῦτα λῆρός ἐστιν ἅπασα γνώμη· τὸ γὰρ ἀληθὲς εὖ οἶδ’ ὅτι τῷ θεῷ προσφιλέστατον. καὶ νὴ τὴν ἱεράν σου κεφαλήν, καὶ ἔτι πρὸ ταύτης νὴ τὸν ἔφορον ἀληθείας θεόν, ἄχθομαι μέν (πῶς γὰρ οὐ μέλλω, δεῆσαν ὥσπερ εἰς βίον ἀπὸ βίου μετασκευά‐
135ζεσθαι;) εἰ δὲ τούτων φανερῶν γενομένων ἅπερ οὐκ ἀξιῶ λανθάνειν ἐγκρίνειεν ἡμᾶς ἱερεῦσιν ᾧ τοῦτο δέδωκεν ὁ θεός, ὑποδύσομαι τὴν ἀνάγκην καὶ ὡς θεῖον σύνθημα καταδέξομαι· λογίζομαι γὰρ ὅτι καὶ βασιλέως ἂν ἐπιτάξαντος καὶ κακοδαίμονός τινος Αὐγουσταλίου
140δίκην ἂν ἔδωκα μὴ πειθόμενος. τῷ θεῷ δ’ ἐθελοντὴν δεῖ πείθεσθαι. εἰ δὲ μὴ προσίεταί με λειτουργὸν ὁ θεός, καὶ ἐκ προοιμίων δεῖ τὸ θειότατον ἀγαπᾶν τὴν ἀλήθειαν, ἀλλὰ μὴ διὰ τῶν ἐναντιωτάτων, ὁποῖόν ἐστι τὸ ψεῦδος, εἰς τὴν ὑπηρεσίαν αὐτοῦ παραδύεσθαι.
145γενοῦ δὴ τοῦ τοὺς σχολαστικοὺς εἰδέναι τε ταῦτα καὶ πρὸς ἐκεῖνον ἐξαγγεῖλαι.

106

(t)

Τῷ αὐτῷ.
1 Ἠρόμην τὸ μειράκιον ὑπὲρ τοῦ σιλφίου πότερον ἀπὸ γεωργίας σοι γέγονεν, ἢ δῶρον λαβὼν ἔθου με‐ ρίδα κἀμοί. καὶ δῆτα μαθὼν ὡς τὸ σπουδαζόμενον ὑπὸ σοῦ κηπίον πρὸς ἅπασι καὶ τοῦτον ἐκόμισε τὸν
5καρπόν, ἥσθην διπλῇ, τῷ τε κάλλει τοῦ λαχάνου καὶ τῇ φήμῃ τοῦ τόπου. ὄναιο τοῦ παμφόρου χωρίου, καὶ μήτε σὺ κάμοις ἐπαντλῶν ταῖς φιλτάταις πρασιαῖς, μήτ’ ἐκεῖναί ποτε πρὸς τὰς ὠδῖνας ἀπαγορεύσειαν, ἵν’ ἔχοις αὐτός τε χρῆσθαι καὶ ἡμῖν διαπέμπειν ὅσα φέ‐
10ρουσιν ὧραι.

107

(t)

Τῷ αὐτῷ.
1Ἡδὺς εἶ κωλύων ἡμᾶς ὅπλα κατασκευάζεσθαι, τῶν
πολεμίων μὲν ἐπεχόντων καὶ λείαν ἅπαντα ποιου‐ μένων καὶ ἀποσφαττόντων ὁσημέραι δήμους ἀθρόους, στρατιωτῶν δὲ οὐκ ὄντων, ὥστε καὶ φαίνεσθαι. εἶτα706
5λέξεις ὡς οὐκ ἐξὸν ἰδιώταις ἀνθρώποις ὁπλοφορεῖν, ἀποθνήσκειν δ’ ἐξόν, εἴπερ καὶ ἡ πολιτεία χαλεπαίνει τῷ πειρωμένῳ σώζεσθαι; ἀλλ’ εἰ μηδὲν ἄλλο κερδανῶ, τὸ γοῦν τοὺς νόμους γενέσθαι κυρίους ἀντὶ τούτων τῶν ἀλαστόρων. καὶ πόσου δοκεῖς τοῦτο τιμῶμαι, πάλιν
10εἰρήνην ἰδεῖν καὶ βῆμα κείμενον καὶ κήρυκα σιγὴν ἐπιτάττοντα. αὐτίκα τεθναίην τὸ πρῶτον σχῆμα τῆς πατρίδος ἀπολαβούσης.

108

(t)

Τῷ αὐτῷ.
1 Ἐμοὶ λόγχαι μὲν ἤδη γεγόνασι τριακόσιαι καὶ κοπίδες τοσαῦται, ξίφη δὲ ἀμφήκη καὶ πρότερον ἦν οὐ πλείω τῶν δέκα· παρ’ ἡμῖν δὲ οὐ χαλκεύεται τὰ πάνυ προμήκη ταῦτα σιδήρια. ἀλλ’ οἶμαι τὰς κο‐
5πίδας ἐρρωμενέστερον ἐμβάλλειν τοῖς τῶν ἀντιτεταγ‐ μένων σώμασι. τούτοις οὖν χρησόμεθα. εἰ χρη‐ στέον δέ, καὶ κορύνας ἕξομεν· ἀγαθοὶ δὲ οἱ κότινοι παρ’ ἡμῖν. ἐνίοις δὲ ἡμῶν εἰσὶ καὶ πελέκεις ἑτερό‐ στομοι παρὰ τὴν ζώνην ἑκάστῳ, οἷς τὰς ἀσπίδας αὐ‐
10τῶν ἀλοήσαντες ἐν ἴσῳ στήσομεν αὐτοὺς οἱ μηδὲν ἔχοντες ὅπλων πρόβλημα. ὁ δὲ ἀγών, ὡς εἰκάσαι, τῆς ὑστεραίας· τοῖς γὰρ σκοποῖς ἡμῶν προεντυχόντες ἔνιοι τῶν πολεμίων καὶ διώξαντες ἀνὰ κράτος, ὡς ἔγνω‐ σαν κρείττους ὄντας ἢ ἁλῶναι, ἐκέλευσαν ἀγγέλλειν
15ἡμῖν ἅττα ἥδιστα ἡμῖν, εἰ μηκέτι δεήσει πλανᾶ‐ σθαι ζητοῦντας ἀνθρώπους ἐνδυομένους ἠπείρου πλάτη. μένειν γὰρ ἔφασαν, καὶ ἐθέλειν μαθεῖν οἵτινες ὄντες ἡμερῶν τοσούτων ὁδὸν ἀποσπάσαι τῆς χώρας ἐτολ‐ μήσαμεν, ἐφ’ ᾧ συμμῖξαι πολεμισταῖς ἀνθρώποις βίον
20ζῶσι νομαδικὸν καὶ τὰ εἰς πολιτείαν οὕτω καταστη‐ σαμένοις, ὥσπερ ἡμεῖς τὰ ἐπὶ τῆς στρατιᾶς. ὡς οὖν αὔριον σὺν τῷ θεῷ τοὺς πολεμίους νικήσων, ἂν μέντοι δέῃ, πάλιν νικήσων (μηδὲν γὰρ ἀπαίσιον φθεγξαίμην), ἐπισκήπτω σοι τῶν παιδίων ἐπιμεληθῆναι. προσήκει
25δὲ ὄντι θείῳ εἰς αὐτὰ ἀπομνημονεῦσαι τὴν χάριν.

109

(t)

Τῷ αὐτῷ.
1 Οὐκ ὄνος οὐχ ἡμίονος οὐχ ἵππος ἔστι μοι, ἁπάντων ἀνειμένων εἰς πόαν, οἷς χρησάμενος ἂν ἦλθον ὡς σὲ τὴν φιλτάτην μοι κεφαλήν. βαδίζειν δὲ πάνυ μὲν ἐβουλόμην, καὶ τυχὸν ἐδυνάμην, οὐ μὴν ἔφασαν οἱ προσήκοντες δεῖν,
5ἵνα μὴ διατριβὴ τοῖς ἀπαντῶσι γενοίμεθα. τούτους γάρ, οἵτινες ἂν ὦσιν, οὕτω πάνυ σοφοὺς ἥγηνται καὶ τοσοῦτον νοῦν ἔχειν, ὡς ἕκαστον αὐτῶν ἄμεινον ἂν ἐμοῦ σκέψασθαι περὶ τῶν πρεπόντων ἐμοί. τοσούτων ἡμᾶς ἐξαρτῶσι κριτῶν οἱ πρὸς δόξαν τὴν ἔξω ζῆν ἀναγκά‐
10ζοντες. περιεγένοντο δὲ οὐ νουθετοῦντες ἀλλὰ τὸν βιαιότερον τρόπον, ἐπειδὴ προῄειν, οὐκ ἐπιτρέποντες, ἀλλ’ ἀντιλαμβανόμενοι τοῦ τριβωνίου. τί οὖν ὑπό‐ λοιπον ἢ τὴν ἐπιστολὴν ἀντ’ ἐμοῦ στεῖλαι πρὸς σέ; δι’
ἧς ἀσπάζομαί τέ σε, καὶ πυνθάνομαι τίνα τὰ ἀπὸ707
15Πτολεμαΐδος ἀγώγιμα (λόγους καινούς, οὓς εἰκός σε κομίζειν ἀπὸ τοῦ στρατηγίου), καὶ μάλιστα τίνα τὰ κατὰ τὸ θρυλούμενον ἀπόρρητον ἀπὸ τῆς ἑσπέρας· οἶσθα γὰρ ὅτι πάνυ μοι διαφέρει γενόμενον οὕτω καὶ μὴ γενόμενον. εἰ μὲν οὖν ἕκαστα σαφῶς ἔχουσαν ἐπι‐
20στολὴν ἐκπέμψεις, ἕξω κατὰ χώραν· εἰ δὲ μή, καὶ σύ με μέμψῃ περὶ τοῦ δρόμου.

110

(t)

Τῷ αὐτῷ.
1 Χιλᾶς ὁ πορνοβοσκός, ὃν οὐκ εἰκὸς ὑπὸ πολλῶν ἀγνοεῖσθαι διὰ τὴν ἐκ τῆς τέχνης λαμπρότητα (καὶ γὰρ ἡ μῖμος Ἀνδρομάχη τῆς τούτου γέγονε φά‐ λαγγος, ἡ τὸ κάλλιστον γυναικῶν ἐν τοῖς καθ’ ἡμᾶς
5χρόνοις ἀνθήσασα), οὗτος ἐννεάσας τοῖς οὕτω καλοῖς ἐπιτηδεύμασι πρέπον ᾠήθη τοῖς προβεβιωμένοις αὐτῷ ἐν γήρᾳ στρατιωτικαῖς ἐλλαμπρύνεσθαι πράξεσιν. ἔναγχος οὖν ἥκει παρὰ βασιλέως στρατηγεῖν εὑρόμενος τῶν γενναιοτάτων Μαρκομάννων, οὓς εἰκὸς ἡμῖν ἐστὶ
10καὶ πρότερον ἀγαθοὺς στρατιώτας ὄντας, νῦν ἐπιτυ‐ χόντας καὶ πρέποντος στρατηγοῦ, μέγα τι καὶ γενναῖον ἔργον ἐπιδείξασθαι. ἔλεγε γοῦν Συριανῷ συγγενόμε‐ νος (οἶσθα τὸν ἐκ γειτόνων ἰατρόν), ὁ δὲ Συριανὸς ἀπήγγειλε πρὸς ἡμᾶς ἐν οἷς ἀπολείποι τὸ θεῖον στρα‐
15τόπεδον. τὰ μὲν οὖν ἄλλα τί ἂν δέοι πρὸς σὲ γρά‐ φειν, ὧν κἀγὼ παρέργως ἠκροασάμην; ἐφ’ οἷς δὲ αὐτὸς ἀκούσας ἥσθην ὑπερφυῶς, σέ τε δι’ αὐτῶν εὐ‐ φρᾶναι βούλομαι, τάδε ἐστίν. ὁ θαυμάσιος Ἰωάννης μικρὸν εἰπεῖν ἐν τοῖς αὐτοῖς ἐστίν, ἐπιδούσης τῆς
20τύχης ἐν τοῖς ἐκείνου πράγμασιν ὅσον ἐπιδόσεως χωρεῖ, καί τινα καθ’ ἑαυτὴν ὑπερβολὴν ἐξευρούσης. αὐτῷ τε γὰρ ἀνεῖται τὰ βασιλέως ὦτα, καὶ πρὸ τούτων ἡ γνώμη χρῆσθαι πρὸς ὅ τι δέοιτο. καὶ ὅσα Ἀντίοχος δύναται, τούτῳ δύναται· δύναται δὲ Ἀντίοχος ὅσα βούλεται.
25Ἀντίοχον ἡγοῦ μὴ τὸν ἀπὸ Γρατιανοῦ, τὸ ἱερὸν ἀν‐ θρώπιον, τὸ βέλτιστον μὲν τοὺς τρόπους, εἰδεχθέστατον δὲ τὴν ὄψιν, ἀλλ’ ἕτερός ἐστιν ὁ νεανίσκος ὁ προκοίλιος, ὁ Ναρσῇ τῷ Πέρσῃ παραδυναστεύσας τε καὶ ἐπιδυνα‐ στεύσας. τοῦτον ἐξ ἐκείνου μέχρι νῦν ἡ τύχη μέγαν
30ποιεῖ. τούτων οὕτως ἐχόντων εἰκός ἐστι κορώνης ἐνιαυτοὺς ἄρξαι παρ’ ἡμῖν τὸν δικαιότατον ἄρχοντα, τοῦ μὲν ὄντα συγγενῆ, τοῦ δὲ οἰκεῖον γενόμενον.

111

(t)

Τρωΐλῳ.
1 Πυνθάνῃ περὶ Διοσκόρου πόσους ἀπαγγέλλει στίχους ἑκάστης ἡμέρας; πεντήκοντα. τούτους ἀποδίδωσιν οὐ προσπταίων, οὐ διλογῶν, οὐκ ἐφιστάμενος ἐφ’ ᾧ τὴν ἀνάμνησιν ἀθροῖσαι σὺν χρόνῳ, ἀλλ’ ἐπειδὰν ἄρξηται
5λέγειν, κατατείνει συνεχῶς· καὶ ἡ σιωπὴ τέλος ἐστὶ τῆς ἀπαγγελίας.

112

(t)

Τῷ αὐτῷ.
1 Οὔτε ἐπὶ τοῖς αὐτοῖς ἄνθρωποι φιλοῦσι καὶ ἐπαι‐ νοῦσιν, οὔτε μία δύναμις τῆς ψυχῆς ἐπ’ ἄμφω τέτακται ταῦτα, ἀλλὰ τῷ παθητικῷ μὲν οἰκειούμεθα καὶ ἀλλο‐ τριούμεθα, τῷ δὲ κρίνειν δυναμένῳ καὶ λόγον ἔχοντι708
5τῆς ψυχῆς ἐπαινοῦμέν τε καὶ μεμφόμεθα

113

(t)

Τῷ ἀδελφῷ.
1 Εἶτα τοὺς μὲν κακοδαίμονας τούτους ὁρῶμεν ἀπο‐ θνήσκειν ἐθέλοντας ὑπὲρ τῶν ἀλλοτρίων, ἅττ’ ἂν λείαν περιποιήσωνται, τοῦ μηκέτι προέσθαι τοῖς κυρίοις αὐτά· ἡμεῖς δὲ ὑπὲρ χώρας ὑπὲρ ἱερῶν ὑπὲρ νόμων
5ὑπὲρ κτημάτων, οἷς ἡμᾶς ὁ χρόνος συνηθεστέρους ἐποίησεν, οὐκ ἀφειδήσομεν ἑαυτῶν, ἀλλὰ περιεξόμεθα τῶν ψυχῶν; οὐκ ἄρα δόξομεν ἄνδρες εἶναι. ἐμοὶ μὲν οὖν ἰτέον ἐστὶν ἐπ’ αὐτοὺς ὡς ἔχω, καὶ πεῖραν λη‐ πτέον τῶν πάντα τολμώντων τούτων, οἵτινες ὄντες
10ἀξιοῦσι Ῥωμαίων καταγελᾶν, ἐχόντων ὅπως ποτὲ ἔχουσιν. ἀλλ’ ἡ κάμηλος γάρ τοι, φασί, καὶ ψω‐ ριῶσα πολλῶν ὄνων ἀνατίθεται φορτία. ἀλλὰ μὴν καὶ ἀποθνήσκοντας ὡς ἐπίπαν ἐν τοῖς τοιούτοις ὁρῶ. τοὺς περὶ πλείστου ποιουμένους τὸ ζῆν, καὶ ζῶντας ὅσοι
15τοῦ ζῆν ἀπεγνώκεσαν. τούτων ἔσομαι· μαχοῦμαι γὰρ ὡς ἀποθανούμενος, καὶ εὖ οἶδ’ ὅτι περιέσομαι. Λάκων γὰρ ἄνωθέν εἰμι, καὶ οἶδα τὴν πρὸς Λεωνίδαν ἐπιστολὴν τῶν τελῶν μαχέσθων ὡς τεθναξόμενοι, καὶ οὐ τεθνάξονται.

114

(t)

Τῷ αὐτῷ.
1 Εἶτα θαυμάζεις τοὺς αὐχμώδεις Φυκοῦντας οἰκῶν εἰ ῥιγοῖς καὶ τὸ αἷμα ἐξεπονήρευσας; τοὐναντίον μέντοι θαυμάζειν ἐχρῆν, εἰ ἔτι τὸ σῶμα κρεῖττόν ἐστι τῆς αὐ‐ τόθι φλογός. ἀλλ’ ἔστι σοι παρ’ ἡμᾶς ἐλθόντι σὺν τῷ
5θεῷ ῥᾴονι γενέσθαι, ἀπαλλαγέντι μὲν ἀέρος διεφθορότος ἐκ τῆς ἑλώδους ἀτμίδος, ἀπαλλαγέντι δὲ ὕδατος ἁλυκοῦ καὶ χλιαροῦ καὶ τὸ ὅλον ἑστῶτος, ὃ ταυτὸν ἔστιν εἰπεῖν καὶ νεκρόν. τί δὲ καὶ καλόν ἐστιν ἐπὶ τὴν ψάμμον τὴν αἰγιαλῖτιν ἀναπεσεῖν, ἣν μόνην ἔχετε διατριβήν;
10ποῖ γὰρ δὴ καὶ τραπήσεσθε; ἐνθαδὶ δέ, οἷον μέν ἐστιν ὑπελθεῖν δένδρου σκιάν (κἂν δυσαρεστήσῃς, ἔστιν ἀμεῖψαι δένδρον ἐκ δένδρου καὶ ὅλον ἄλσος ἐξ ἄλσους), οἷον δὲ τὸ διαβῆναι παραρρέον ὑδάτιον; ὡς ἡδὺ δὲ καὶ ὁ ζέφυρος ὑποκινῶν ἠρέμα τοὺς κλάδους; ποικίλαι δὲ
15καὶ ὀρνίθων ᾠδαὶ καὶ ἀνθέων χρόαι καὶ λειμῶνος θάμνοι, τὰ μὲν γεωργίας ἔργα, τὰ δὲ φύσεως δῶρα, πάντα εὐώδη, γῆς ὑγιαινούσης χυμοί. τὸ δὲ τῶν Νυμφῶν ἄντρον οὐκ ἐπαινέσομαι· Θεοκρίτου γὰρ δεῖ. ἔστι δέ τι καὶ παρὰ ταῦτα.

115

(t)

Θεοδώρῳ ἰατρῷ.
1 Ἀγαθὸν ἀναγκαῖον ἡ ὀλιγοσιτία. ἣν ἕτερος μὲν ἄν τις καὶ σκώψειε, σοὶ δὲ οὐ θέμις Ἱπποκράτην αὐ‐ χοῦντι, ὃς ἀφορίζων ἔφη τὴν ἔνδειαν ὑγιείας εἶναι μη‐
τέρα.709

116

(t)

Αὐξεντίῳ.
1
Εἰς ὄρος ἢ εἰς κῦμα πολυφλοίσβοιο θαλάσσης Ὅμηρος ἀποδιοπομπεῖται τὰ ἐκ φιλονεικίας κακά, φιλοσοφία δὲ οὐδὲ τὴν ἀρχὴν αὐτοῖς πάροδον δίδωσιν εἰς ψυχήν. ἀλλ’ ἡμεῖς ἀσθενέστεροι μὲν ἢ ὥστε φι‐
5λοσοφεῖν τό γε ἐμὸν μέρος, οὐ μὴν ἀξιοῦμεν παντά‐ πασι φαυλότερον ἔχειν ἀνθρώπων στρατιωτῶν, ἐφ’ οἷς ἡ ποίησις γέγονε. πάλιν οὖν Ὁμήρῳ χρηστέον, ὅς πού φησιν ἄρχε, σὺ γὰρ γενεῇφι νεώτερος. μάχη γὰρ μὴ γένοιτο μέν· εἰ δὲ γένοιτο, ὁ νεώτερος
10αὐτῆς ἀρχέτω, τοιοῦτο γάρ τι νοεῖται τῷ Ποσειδῶνι τὸ παραχωρεῖν τοῦ προκατάρξασθαι τῷ νεωτέρῳ θεῷ. τὸν δὲ πρεσβύτερον ἡγεμόνα δεῖ τῶν καλλίστων εἶναι· κάλλιστον δὲ ὁμόνοια. ἐγὼ δὲ ὡς οὐ σοῦ πρεσβύτερος μόνον ἀλλὰ καὶ ἤδη πρεσβύτης χροῒ δῆλον, ὁ Φερε‐
15κύδης φησίν. οὐκοῦν τὰ τῆς ἀπολογίας εἰς ἐμὲ πε‐ ριίσταται. εἰ δὲ καὶ τὸν πρότερον ἁμαρτάνοντα δεῖ πρότερον ἐνδοῦναι, σὺ δέ με βούλει τοῦτον εἶναι, συγχωρῶ σὴν χάριν καὶ τοῦτο· δεῖ γὰρ ἀντιποιηθέντα σοῦ πρότερον εὐθὺς ἐθελήσαντί σοι χαρίσασθαι.

117

(t)

Ἡλιοδώρῳ
1 Ἡ φήμη λέγει δύνασθαί σε πολλὰ παρὰ τῷ νῦν ἔχοντι τὴν Αἰγυπτίων ἀρχήν, καὶ ἀληθῆ γε λέγει· δι‐ καιότατος γὰρ εἶ, καλῶς τῷ δύνασθαι χρώμενος. ὅπως οὖν ὄναιο τῆς σῆς φύσεως καὶ δυνάμεως, ὑπὲρ ὧν
5ὁ ἐμὸς Εὐσέβιος δεῖται, λέγοντος ἄκουσον, ἵν’ εἰδῇς ὅτι σοι καὶ ῥήτορα συνεστήσαμεν.

118

(t)

Τρωΐλῳ.
1 Εἰ τὸν ἥρωα Μαξιμινιανὸν οἶσθα (διέτριψε δὲ χρό‐ νον ὑπόσυχνον ἐπὶ στρατοπέδου), πάντως καὶ ὅτι χρη‐ στὸς ἦν οἶσθα. τούτου παῖς ἐμὸς ἐξανέψιος, ὃς καὶ ἐπιδώσει σοι τὴν ἐπιστολήν. ὃν ἕτερος μέν τις ἴσως
5καὶ διὰ τὴν τύχην τιμήσει, τῶν γὰρ ἀρξάντων ἐστὶν οὐκ ἀφιλότιμον ἀρχήν· ὁ δὲ φιλόσοφος Τρωΐλος τἄνδον ὄψεται τοῦ νεανίου, κἀκεῖθεν αὐτὸν ἐπαινέσει. δῆλον δὲ ὅτι καὶ συνδιοίσεις τὰ παρόντα αὐτῷ· σπαράττε‐ ται γὰρ ὑπὸ ἐνδεικτῶν κακῶς ἐπιφύντων τῇ Κυρήνῃ,
10εἰ μὴ σύγε δύσεαι ἀλκήν. ὅ τι γὰρ Ἀνθέμιον ἤ τινα τῶν ὁμοτίμων αὐτῷ πείσεις ὑπὲρ ἡμῶν τε καὶ τἀ‐ ληθοῦς φθέγξασθαι, τοῦτο σὸν ἔσται πάντως, καὶ σὺ τὴν αἰτίαν ἕξεις τοῦ γενομένου. δι’ ἑνὸς οὖν ἀνδρός τε καὶ πράγματος, δέομαι, προθυμήθητι τῶν παμπο‐
15νήρων τούτων ἡμᾶς ἀπαλλάξαι θηρίων. τὸ γὰρ εὐ‐ τυχηθῆναι τὴν πεῖραν τοῖς φθάσασι πολλοὺς ὁμοίους αὐτοῖς γενέσθαι προτρέψεται.

119

(t)

Τρωΐλῳ.
1Εἰς Διογένην ὅ τι ἂν ποιήσῃς ὧν σοι φύσις ἐστὶν
ἐργάζεσθαι, οὐδὲν καινὸν ἔσῃ πεποιηκὼς ἀλλ’ ἐποικο‐ δομῶν τοῖς σαυτοῦ· Κυρηναῖος γάρ ἐστι, τῆς δι’ ὑμᾶς ἔτι πόλεως. δεῖ δὲ οὐ μόνον ἀθρόους ἀλλὰ καὶ καθ’710
5ἕνα εὐεργετεῖν. τίνα δέ ἐστιν ἐν οἷς δεῖται φίλων Διο‐ γένης, οὐκ ἐμοῦ γράφοντος ἀναγινώσκειν ἀλλ’ αὐτοῦ λέ‐ γοντος ἀκούειν σε δεῖ· οὐδὲν γὰρ ἂν γένοιτο τοῦ παθόντος ῥητορικώτερον. Μαρκιανὸν τὸν φιλόσοφον τὸν ἄρξαντα Παφλαγόνων πρόσειπε παρ’ ἐμοῦ· κἄν τι δύνηται
10(στοχάζομαι δὲ ὅτι δύναται), κωλυσάτω συγγενῆ μου σφόδρα αὐτανέψιον ἔργον γενέσθαι συκοφαντῶν ἐνδεικτῶν, κοινῶν ἀλαστόρων τῆς χώρας. ὅν σοι μετὰ τῆς ἐπιστολῆς υἱὸν ἐγχειρίζω, δι’ ὃν ὄντες ἀδελ‐ φοὶ δύο τρεῖς ἀριθμούμεθα.

120

(t)

Τῷ ἀδελφῷ.
1 Οἱ Ἀσκληπιάδαι τοῖς δυσεμέτοις ὕδατος χλιαροῦ διδόασιν ἀπορροφεῖν, ἵνα τούτῳ συνεπισπάσωνται καὶ τὸ προαποκείμενον. βούλομαι δή σοι κἀγὼ φήμας καινὰς ἔναγχος ἐκ τῆς ἑτέρας ἠπείρου διακομισθείσας
5ἀπαγγεῖλαι, ἵνα μοι πολλαπλασίους αὐτὰς ἀποδῷς, προσθεὶς εἴ τι πλέον εἰδὼς τυγχάνεις.

121

(t)

Ἀθανασίῳ ὑδρομίκτῃ.
1 Ὀδυσσεὺς ἔπειθε τὸν Πολύφημον διαφεῖναι αὐτὸν ἐκ τοῦ σπηλαίου. «γόης γάρ εἰμι, καὶ εἰς καιρὸν ἄν σοι παρείην οὐκ εὐτυχοῦντι τὰ εἰς τὸν θαλάττιον ἔρωτα. ἀλλ’ ἐγώ τοι καὶ ἐπῳδὰς οἶδα καὶ καταδέσμους καὶ
5ἐρωτικὰς κατανάγκας, αἷς οὐκ εἰκὸς ἀντισχεῖν οὐδὲ πρὸς βραχὺ τὴν Γαλάτειαν. μόνον ὑπόστηθι σὺ τὴν θύραν ἀποκινῆσαι, μᾶλλον δὲ τὸν θυρεὸν τοῦτον· ἐμοὶ μὲν γὰρ καὶ ἀκρωτήριον εἶναι φαίνεται. ἐγὼ δὲ ἐπα‐ νήξω σοι θᾶττον ἢ λόγος, τὴν παῖδα κατεργασάμενος.
10τί λέγω κατεργασάμενος; αὐτὴν ἐκείνην ἀποφανῶ σοι δεῦρο πολλαῖς ἴυγξι γενομένην ἀγώγιμον, καὶ δεήσεταί σου καὶ ἀντιβολήσει, σὺ δὲ ἀκκιῇ καὶ κατειρωνεύσῃ. ἀτὰρ μεταξύ μέ τι καὶ τοιοῦτον ἔθραξε, μὴ τῶν κω‐ δίων ὁ γράσος ἀηδὴς γένηται κόρῃ τρυφώσῃ καὶ λου‐
15μένῃ τῆς ἡμέρας πολλάκις. καλὸν οὖν εἰ πάντα εὐ‐ θετήσας ἐκκορήσειάς τε καὶ ἐκπλυνεῖς καὶ ἐνθυμιά‐ σειας τὸ δωμάτιον· ἔτι δὲ κάλλιον, εἰ καὶ στεφάνους παρασκευάσαιο κιττοῦ τε καὶ σμίλακος, οἷς σαυτόν τε καὶ τὰ παιδικὰ ἀναδήσαιο. ἀλλὰ τί διατρίβεις
20καὶ οὐκ ἐγχειρεῖς ἤδη τῇ θύρᾳ;» πρὸς οὖν ταῦτα ὁ Πολύφημος ἐξεκάγχασέ τε ὅσον ἐδύνατο μέγιστον καὶ τὼ χεῖρε ἐκρότησε. καὶ ὁ μὲν Ὀδυσσεὺς ᾤετο αὐτὸν ὑπὸ χαρμονῆς οὐκ ἔχειν ὅ τι ἑαυτῷ χρήσαιτο, κατελ‐ πίσαντα τῶν παιδικῶν περιέσεσθαι· ὃ δὲ ὑπογενειάσας
25αὐτόν «ὦ Οὖτι» ἔφη, «δριμύτατον μὲν ἀνθρώ‐ πιον ἔοικας εἶναι καὶ ἐγκατατετριμμένον ἐν πράγμα‐ σιν. ἄλλο μέντοι τι ποίκιλλε· ἐνθένδε γὰρ οὐκ ἀπο‐ δράσεις.» ὁ μὲν οὖν Ὀδυσσεύς (ἠδικεῖτο γὰρ ὄντως) ἔμελλεν ἄρα τῆς πανουργίας ὀνήσεσθαι, σὲ δὲ Κύ‐
30κλωπα μὲν ὄντα τῇ τόλμῃ Σίσυφον δὲ τοῖς ἐγχειρή‐
μασι δίκη μετῆλθε καὶ νόμος καθεῖρξεν, ὧν μή ποτε σύγε καταγελάσειας. εἰ δὲ δεῖ πάντως ὑπερσχεῖν σε τῶν νόμων, ἀλλὰ μὴ ἔγωγε εἴην ὁ παραλύων αὐτοὺς καὶ τὰς θύρας καταρρηγνὺς τοῦ ἐπὶ τοῖς δεσμώταις711
35οἰκήματος. καὶ γὰρ εἰ μὲν ἦν ἐπὶ τοῖς ἱερεῦσιν ἡ πολιτεία, τούτους αὐτοὺς ἔδει τῆς πονηρίας κολαστὰς εἶναι. ὡς ἔστι γε τὸ δημόσιον ξίφος οὐχ ἧττον ἢ τὰ ἐν τοῖς προτεμενίσμασι χέρνιβα πόλεως καθαρτήριον.
οὕτω καὶ τῶν πρόσθεν ἐπευθόμεθα κλέα ἀνδρῶν.
40οὕτως ἐποίουν, ἕως ἐδόκει καλὸν εἶναι τὸν αὐτὸν εὔχε‐ σθαί τε ὑπὲρ τῶν κοινῶν ἀγαθῶν καὶ πράττειν ὅπως ἂν παραγένοιτο. καὶ γὰρ Αἰγύπτιοι καὶ τὸ Ἑβραίων γένος χρόνον συχνὸν ὑπὸ τῶν ἱερέων ἐβασιλεύθησαν· ἐπεὶ δὲ διῳκίσθησαν οἱ βίοι, καὶ ὃ μὲν ἱερὸς ὃ δὲ ἡγε‐
45μονικὸς ἀπεδείχθη, τετάχαται δὲ ἕτεροι μὲν ἐν τοῖς πράγμασιν ἡμεῖς δὲ ἐν ταῖς εὐχαῖς εἶναι, οἷς ὁ νόμος ἀπαγορεύει χεῖρα ὀρέγειν τῇ δίκῃ καὶ ἀποκτιννύναι τὸν πονηρότατον, πῶς ἄν τις αὐτοῖς ἐπιτρέψειεν ἀνδρὶ πανούργῳ χεῖρα ὀρέξαι κατὰ τῆς δίκης; ἀλλ’ ἐγὼ τό

121

(50)

γε εἰς ἐμὲ ἧκον ποιῶ· εὔχομαι καὶ οἴκοι καὶ ἐπὶ τῶν κοινῶν ἱερῶν ὑπερσχεῖν τῆς ἀδικίας τὴν δίκην καὶ πο‐ νηρίας ἐκκαθαρθῆναι τὴν πόλιν. τοῦτο δὲ ταὐτόν ἐστι τῷ κακὸν κακῶς ἀπολωλέναι καὶ σὲ καὶ ἄλλον ὅστις σοι παραπλήσιος. ἔστω δή σοι τοῦτο τεκμήριον τίς ἂν
55ἐγενόμην ἐξόν τι ποιεῖν, ὃς ἐπειδὴ οὐκ ἔξεστι κατα‐ ρῶμαι.

122

(t)

Τῷ ἀδελφῷ.
1 Πολλὰ κἀγαθὰ γένοιτο τοῖς ἱερεῦσιν Ἀξωμιτῶν, οἳ τῶν στρατιωτῶν καταδεδυκότων ἐν χηραμοῖς ὀρῶν καὶ ἀξιούντων τὸ αἷμα φρουρεῖν, οἳ δὲ τὸν ἀγροῖκον λεὼν παρακαλέσαντες ἀπὸ τῶν ἱερῶν αὐτῶν τὴν εὐθὺ
5τῶν πολεμίων ἡγήσαντο, καὶ προσευξάμενοι τρόπαιον ἔστησαν ἐν τῇ Μυρσινίτιδι· φάραγξ δὲ αὕτη προ‐ μήκης τε καὶ βαθεῖα καὶ ὕλη συνηρεφής. ἀλλ’ ὑπὸ τοῦ μηδὲν τοῖς βαρβάροις ὅπλον πολέμιον ἀπηντηκέναι καὶ τὰς δυσχωρίας ἐθάρρησαν· ἔμελλον δέ που καὶ
10μελαμπύγου τεύξεσθαι Φαύστου τοῦ διακόνου τῶν ἱε‐ ρῶν. οὗτός ἐστιν ὁ πρῶτος ὑποστὰς ὁπλίτην γυμνός, καὶ παίσας ἐκ χειρὸς λίθῳ κροταφιαίαν πληγήν, οὐ βαλών, ἀλλ’ ὥσπερ πὺξ ἐνθορών. πεσόντα δὲ ἤδη περιδύσας τὰ ὅπλα συχνοὺς ἐπ’ αὐτῷ κατείργασται.
15καὶ ὅστις δὲ ἕτερος ἀνὴρ ἀγαθὸς ἔδοξεν ἐν τῷ τότε, Φαῦστον αἰτιατέον τῶν γενομένων καὶ οἷς ἐποίει καὶ οἷς παρὰ τὸν καιρὸν ἐφθέγγετο. ἐγὼ δὲ ἅπαντας τοὺς παραγενομένους τῷ ἔργῳ ἥδιστ’ ἂν στεφανώσαιμι καὶ ἀνακηρύξαιμι· πρῶτοι γὰρ ἥψαντο καλῶν ἔργων,
20δεῖξαι τοῖς καταπεπληγμένοις ὅτι μὴ κορύβαντές εἰσι μηδὲ τῶν περὶ τὴν Ῥέαν δαιμόνων, ἀλλ’ ἄνθρωποι καὶ τρωτοὶ καὶ θνητοί, καθάπερ ἡμεῖς. εἰ δὲ καὶ ἡμεῖς ἄνδρες γενοίμεθα ἐν τοῖς τοιούτοις, οὐδὲ τὰ δευ‐ τερεῖα γένοιτ’ ἂν ἀφιλότιμα. τυχὸν δ’ ἂν καὶ πρω‐
25τεῖα συγχωρηθείημεν, εἰ μὴ λοχήσαντες ἐν φάραγγι
πεντεκαίδεκα προνομεύοντες εὐτυχήσαιμεν, ἀλλὰ νο‐ μίμῳ πολέμῳ καὶ φαινομέναις ταῖς παρασκευαῖς πλήθη πρὸς πλῆθος ἀγωνισαίμεθα.712

123

(t)

Τρωΐλῳ.
1
Εἰ δὲ θανόντων περ καταλήθοντ’ εἰν ἀίδαο,
αὐτὰρ ἐγὼ καὶ κεῖθι φίλου μεμνήσομ’ ἑταίρου. Ὁμήρῳ μὲν ἐποιήθησαν οἱ στίχοι, ὁ δὲ νοῦς αὐτῶν οὐκ οἶδα εἰ Ἀχιλλεῖ περὶ Πατρόκλου μᾶλλον ἄξιος
5εἰρῆσθαι ἢ ἐμοὶ περὶ σοῦ τῆς φιλτάτης τε καὶ εὐεργέ‐ τιδος κεφαλῆς. ὡς ἐγώ (μάρτυρα ποιοῦμαι θεὸν ὃν φιλοσοφία πρεσβεύει) τῆς ἱερᾶς σου καὶ γλυκείας ψυ‐ χῆς ἐπὶ μέσης καρδίας ἄγαλμα περιφέρω, καὶ ἐμβομ‐ βεῖ μου ταῖς ἀκοαῖς ἡ θαυμαστή σου τῶν σοφῶν λόγων
10ἠχώ. τῇ πατρίδι δὲ ἐπιδημήσας ἀπὸ τῆς Αἰγύπτου, καὶ δυοῖν ἐνιαυτῶν ἐπιστολὰς ἅμα ἀνεγνωκώς, πλῆθος ὅσον δακρύων κατέσπεισα τῶν γραμμάτων· οὐ γὰρ οἷς ἀπέλαυόν σου διὰ τῶν γεγραμμένων ἡδόμην, ἀλλ’ ἠνιώμην ἀναφέρων ἀπὸ τῶν γεγραμμένων τὴν
15ἔμψυχόν σου συνουσίαν, οἵου φίλου τε ἅμα καὶ πατρὸς ὄντως ζῶντος στεροίμην. δεξαίμην ἂν οὖν βαρυτέ‐ ρους ἀγῶνας ὑπὲρ τῆς πατρίδος ἐθελοντής, ἵνα μοι γέ‐ νοιτο πάλιν πρόφασις ἀποδημίας. ἆρά σέ ποτε ὄψο‐ μαι, πάτερ ἀληθῶς γνησιώτατε; ἆρά ποτε τὴν ἱεράν
20σου κεφαλὴν περιπτύξομαι; ἆρα μεθέξω τοῦ συνεδρίου τοῦ διὰ σὲ μακαρίου; εἰ γὰρ γένοιτό μοι τούτων τυχεῖν, ἀποδείξω μηκέτι μῦθον ὄντα τὸν ἐπὶ Αἴσονι τῷ Θετ‐ ταλῷ λόγον, ὅν φασιν αἱ ποιήσεις δὶς ἀνηβῆσαι, νέον ἐκ πρεσβύτου γενόμενον.

124

(t)

Τῇ φιλοσόφῳ.
1
Εἰ δὲ θανόντων περ καταλήθοντ’ εἰν ἀίδαο, αὐτὰρ ἐγὼ καὶ κεῖθι τῆς φίλης Ὑπατίας μεμνή‐ σομαι. ἔγωγέ τοι τοῖς πάθεσι τῆς πατρίδος περιεχό‐ μενος καὶ δυσχεραίνων αὐτὴν ἐφ’ οἷς ὁρῶ καθ’ ἡμέραν
5ὅπλα πολέμια καὶ ἀποσφαττομένους ἀνθρώπους ὥσπερ ἱερεῖα, καὶ τὸν ἀέρα διεφθαρμένον ἕλκων ἀπὸ τῆς σή‐ ψεως τῶν σωμάτων, καὶ αὐτὸς ἕτερα τοιαῦτα παθεῖν προσδοκῶν (τίς γὰρ εὔελπις, ἐν ᾧ καὶ τὸ περιέχον ἐστὶ κατηφέστατον, κατειλημμένον τῇ σκιᾷ τῶν σαρ‐
10κοφάγων ὀρνέων;) ἀλλὰ καὶ ἐπὶ τούτοις φιλοχωρῶν. τί γὰρ καὶ πάθω, Λίβυς ὢν καὶ ἐνταῦθα γενόμενος καὶ τῶν πάππων τοὺς τάφους οὐκ ἀτίμους ὁρῶν; διὰ σέ μοι δοκῶ μόνην ὑπερόψεσθαι τῆς πατρίδος κἂν λά‐ βωμαι σχολῆς μεταναστεύσειν.

125

(t)

Τῷ ἀδελφῷ.
1 Δυστυχοῦμεν οἷς εὐποροῦμεν πονηραῖς ἀλλήλους ἀγγελίαις ἀμείβεσθαι. ἰδοὺ γὰρ καὶ Βαττίαν ἐπενεί‐ μαντο καὶ Ἀπροσύλεως ἥψαντο, καὶ ἅλως ἐνέπρησαν καὶ γῆν ἐδῃώσαντο καὶ γυναῖκας ἠνδραποδίσαντο.
5ἀρρένων δὲ οὐδεμία φειδώ. καίτοι πρότερον εἰώθε‐
σαν ζωγρεῖν τὰ παιδάρια. ἀλλὰ νῦν, οἶμαι, τὸν ἀριθμὸν ἐλάττους ἴσασιν ὄντες ἢ ὥστε νέμειν τῇ λείᾳ φύλακας συχνοὺς καὶ ἀρκεῖν τοῖς λειπομένοις ὡς ἐπὶ πόλεμον εἴ τις ἐπεξίοι. ἡμῶν δὲ οὐδεὶς ἀγανακτεῖ,713
10ἀλλ’ οἴκοι καθήμεθα τὴν συκίνην ἐπικουρίαν τοὺς στρατιώτας προσδεχόμενοι, καὶ τὸ σιτηρέσιον καὶ τὰς ἐν εἰρήνῃ πλεονεξίας διὰ στόματος ἔχομεν, ὥσπερ τούτοις δικάζεσθαι δέον, ἀλλ’ οὐκ ἐκείνοις ἀμύνεσθαι. οὐ παυσόμεθα φλυαροῦντες; οὐ σωφρονήσομέν ποτε,
15καὶ γεωργοὺς βωλοκόπους ἀθροίσαντες ὁμόσε χωρήσο‐ μεν τοῖς ἐχθροῖς ὑπὲρ παίδων ὑπὲρ γυναικῶν ὑπὲρ χώρας, εἰ δὲ βούλει, καὶ ὑπὲρ αὐτῶν τῶν στρατιωτῶν; καλὸν γὰρ ἐν εἰρήνῃ λαλεῖσθαι ταῦτα, ὡς ἡμεῖς αὐτοὺς τρέφομέν τε καὶ σώζομεν. ἐγὼ μὲν οὖν μόνον οὐκ
20ἔποχος ὢν ἵππῳ τὴν ἐπιστολὴν ὑπηγόρευσα· καὶ γὰρ λόχους καὶ λοχαγοὺς ἐκ τῶν παρόντων ἐποίησα. ἀθροίζεται δέ μοι καὶ ἐν Ἀσουσάμαντι πλῆθος συχνόν· καὶ γὰρ Διωέσταις ἀπαντᾶν ἐπὶ τὴν Κλεοπάτραν ἀπήγ‐ γειλα. ἐλπίζω δὲ ἐπειδὰν πρὸ ὁδοῦ γενώμεθα καὶ
25περιαγγελθῇ νεανική τις συστᾶσα περὶ ἐμὲ δύναμις, πολὺ πλείους ἔσεσθαι τοὺς ἀκλήτους· ἥξουσι γὰρ ἁπανταχόθεν, οἱ βέλτιστοι μὲν ἐφ’ ᾧ μετασχεῖν ἔργου καλοῦ, οἱ πονηρότατοι δὲ καὶ ἐπὶ διαρπαγῆ λαφύρων.

126

(t)

Ἀσκληπιοδότῳ.
1
Οἴμοι. τί δ’ οἴμοι; θνητά τοι πεπόνθαμεν. ὁ τρίτος γε καὶ λοιπὸς οἴχεται τῶν υἱέων. ἀλλὰ τό γε δόγμα τὸ περὶ τοῦ μηδὲν εἶναι τῶν οὐκ ἐφ’ ἡμῖν ἀγαθὸν ἢ κακὸν ἔτι παρ’ ἐμοὶ σώζεται, μᾶλλον δὲ
5πάλαι μὲν ἦν μάθημα, νυνὶ δὲ γέγονε δόγμα ψυχῆς ἐγγεγυμνασμένης ταῖς περιστάσεσιν. ἔδει δὲ ἄρα χαλεπωτέραν μοι γενέσθαι τοῦ πάθους τὴν προσβολήν, καὶ διὰ τοῦθ’ ὁ δαίμων, ᾧ μέλει βλάπτειν τἀμά, προῳκονομήσατο μηδὲ σὲ τὴν φίλην μοι παρεῖναι
10κεφαλήν. ἀλλ’ ἔλθοις ποτέ, θαυμάσιε καὶ τριπόθητε καὶ φίλων ἀδολώτατε. μάρτυς εἰμὶ τῷ θαυμαστῷ Μενελάῳ τῆς περὶ σὲ διαθέσεως. διὰ τοῦτο πολλά‐ κις συνδιημέρευσα, ὅτι σε δι’ εὐφήμου μνήμης ἐτί‐ θετο, καὶ πολλὰ τῇ ψυχῇ προσκεκυφὼς καὶ τοῖς
15ἐπιτρόποις ἀπάγουσιν αὐτὸν εὐθὺ Τευχείρων περὶ τὸν μέγαν Ἀσκληπιόδοτον εὐγνώμων ἦν καὶ εὐχαρι‐ στῶν ὡς ἐπὶ μεγίστοις εὐεργέτῃ διατετέλεκεν. ἵν’ ἔχωμεν ὕδωρ ψυχρόν, ὑδρίαν ἢ πίθον ἐκ μαρμάρου ζητῶ. ὅσῳ μείζων, τοσούτῳ κάλλιον. κείσεται δὲ ἐν
20Ἀσκληπιῷ τῷ ποταμῷ· παρ’ αὐτῷ γὰρ κτίζω τὸ ἀσκητήριον, καὶ ἁγνὰ σκεύη προευτρεπίζομαι. σὺν θεῷ δὲ εἴην ἐπιβαλλόμενος.

127

(t)

Τῷ ἀδελφῷ.
1
Ἀσπίδα φρῦνον ὄφιν καὶ Λαδικέας περίφευγε,
καὶ κύνα λυσσητήν, καὶ πάλι Λαδικέας. ἀλλὰ μετὰ τὸν ἡμερώτατον καὶ φιλοσοφώτατον
Πεντάδιον τὰς πινακίδας, ἃς ἡ πολιτεία σύνθημα714
5ποιεῖται τῆς Αἰγυπτίας ἀρχῆς, Εὐθάλιος ὁ Λαοδικεὺς ἔχει λαβών. οἶσθα τὸν νεανίσκον, ὡς εἰκάζειν ἔξε‐ στιν, ὑπὸ τοὺς αὐτοὺς ἡμῖν χρόνους ἐπὶ στρατοπέδου διαγαγόντα· καὶ γὰρ οὐκ εἴα λανθάνειν αὐτὸν οὔθ’ ὁ τρόπος οὔτε τὸ ἐπώνυμον. Βαλαντᾶν τινὰ ἤκουες, οὐ
10πατρόθεν τῆς σεμνῆς ταύτης προσηγορίας κληρονομή‐ σαντα, ἀλλ’ αὐτὸν περιποιησάμενον. ἐπειδὴ γάρ, οἶμαι, Λυδίας ἄρχων ἀποδειχθεὶς ὑπὸ τοὺς Ῥουφίνου καιροὺς ἦγε καὶ ἔφερε τὰ Λυδῶν, νεμεσᾷ Ῥουφῖνος καὶ μέτεισι ζημίᾳ χρυσοῦ λιτρῶν πεντεκαίδεκα, τάττει
15δὲ στρατιώτας ἐκ τῶν ὑπηρετῶν, ὡς ᾤετο, τοὺς ἀν‐ δρειοτάτους καὶ εὐνουστάτους, ἐφ’ ᾧ σὺν βίᾳ πράξαν‐ τας τὸ χρυσίον ἀνακομίσαι πιστῶς εἰς τὴν τράπεζαν τὴν αὐτοῦ. τί οὖν πρὸς ταῦτα ὁ Σίσυφος; ἀλλὰ μὴ λίαν ἀπειρόκαλος ὦ βεβοημένα ἐπιδιηγούμενος, πέ‐
20πυσαι πάντως τὴν συνωρίδα τῶν βαλαντίων, ἃ τῶν ἵππων Εὐμήλου πολὺ μᾶλλον ἀλλήλοις ἐοικότα κατα‐ σκευάσας τῷ μὲν ἐνέθηκεν ὀβολοὺς ἐκ χαλκοῦ τῷ δὲ στατῆρας χρυσίου. καὶ τοῦτο μὲν δείξας ἐκεῖνο δὲ κρύψας, ὡς ἀπηρίθμησαν, ὡς ἐζυγοστάτησαν, ὡς κα‐
25τεσημήναντο τῇ δημοσίᾳ σφραγῖδι τὸ χρυσίον, λαν‐ θάνει θάτερον ἀντιθεὶς καὶ πέμψας ἀντὶ τῶν στατήρων τοὺς ὀβολούς. οἱ δὲ ὡμολογήκεσαν ἐν δημοσίοις γράμ‐ μασιν ἔχειν καὶ διακομιεῖν τὸ χρυσίον.
κἀκ τούτου Δάφνις παρὰ ποιμέσι πρῶτος ἔγεντο.
30τοῦτο τὸν Εὐθάλιον ἐπὶ μέγα τύχης ἐξῆρεν· Οὐδενὶ γὰρ ἐπέτρεψεν ὁ γέλως ὑπὲρ τῆς πολιτείας ἀγανακτῆ‐ σαι, ἀλλ’ ὡς ἄνδρα παρὰ τοὺς πώποτε θαυματοποιὸν ἰδεῖν ἐπεθύμησαν. καὶ ἧκε μετάπεμπτος ὥσπερ εὐερ‐ γέτης Ῥωμαίων, ὀχήματι δημοσίῳ πομπεύων διὰ τῶν
35πόλεων. κἀγὼ τἀνθρώπιον οἶδα τῶν συνεδρευόν‐ των ἐν τῷ προτεμενίσματι τοῦ βουλευτηρίου λαλίστε‐ ρον. οὗτος ὅσον οὔπω παραλύσει τῆς ἀρχῆς τὸν ἑταῖ‐ ρον Πεντάδιον.

128

(t)

Πρὸς ἐπίσκοπον.
1 Ἀπέλαβες ὅπερ ἦς, οὐκ ἀπέβαλες. οὐ γὰρ ὅταν τις τοῦ τῆς ἀσεβείας χωρισθῇ καταλόγου, τότε καὶ τῶν τῆς εὐσεβείας ἀπεστέρηται θρόνων· Αἰγύπτου δὲ περιπτύσσου τὴν ἀλλοτρίωσιν, καὶ νόμιζε καὶ πρὸς σὲ
5τὸν προφήτην μεγαλοφώνως κεκραγέναι Τί σοὶ καὶ τῇ γῇ Αἰγύπτου τοῦ πιεῖν ὕδωρ Γεῶν; τὸ γὰρ ἔθνος θεο‐ μάχον ἀρχαῖον καὶ πατράσιν ἁγίοις πολέμιον.

129

(t)

Πυλαιμένει.
1 Πλάτωνι Σωκράτης πεποίηται προσιὼν μὲν ὀψέ ποτε πρὸς τὰ παιδικά, ἀξιῶν δὲ αὐτὰ μὴ θαυμάζειν εἰ ὥσπερ, φησί, μόλις ἠρξάμην, οὕτω καὶ μόλις παυ‐ σαίμην. ἐγὼ δέ μοι δοκῶ ταὐτὸ πεπονθέναι πάθος
5πρὸς σὲ καὶ τὴν αὐτὴν δίκαιος εἶναι παραιτεῖσθαι συγ‐ γνώμην, ἐνιαυτὸν ὅλον, οὐκ ἄξιον οὐδ’ ἀληθὲς εἰπεῖν
ἐπισχών, ἀλλὰ μάτην στείλας τὰς ἐπιστολὰς τῷ πάλιν αὐτὰς εἰς τὰς ἐμὰς χεῖρας ἀνακομισθῆναι. νῦν οὖν ἀθρόας ἐκπέμπω. ἃς οὐ μόνον ὥσπερ φόρων ἐλλείμ‐715
10ματα ἀποδιδοὺς μακρηγορῶ, ἀλλὰ καὶ προσεισενεγκεῖν σοι βούλομαι. καίτοι, νὴ τὸν φίλιον τὸν ἐμόν τε καὶ σόν, ἐπ’ αὐτῷ τούτῳ κατέβην ἐπὶ θάλατταν, καὶ τοῖς Φυκουντίων κωπεῦσι διείλεγμαι, σχασάμενος ἱππικήν, ἵνα στείλω πρὸς ὑμᾶς τοῦτο μὲν γράμματα, τοῦτο δέ
15—ἀλλ’ οὐκ ἄξιον ποιεῖσθαι κατάλογον τῶν πεμφθέντων μέν, ὥστε Πυλαιμένη λαβεῖν, ἐν Ἀλεξανδρείᾳ δὲ ἐκτε‐ θέντων διὰ τὸν δυστυχέστατον ἀπόπλουν. καὶ σοῦ μὲν ἕνεκα (καίτοι τῶν ἐκεῖ φίλων ὁ φιλικώτατός μοι Πυλαιμένης ἐστίν) ἀλλὰ νὴ τὴν τιμίαν σου διάθεσιν
20ῥᾷον ἂν ἤνεγκα ἢ δι’ ἑτέρους συχνούς, καὶ μάλιστα διὰ τὸν θαυμάσιον Πρόκλον καὶ Τρύφωνα, περὶ ὧν καὶ μόνων ὡς προσαγορευόντων με γέγραφας. ἀπέ‐ στειλα οὖν τῇ μὲν τιμίᾳ σου διαθέσει χρυσοῦ νομίσματα δέκα, τῷ δ’ ἑταίρῳ Πρόκλῳ κατὰ τὸν θεσπέσιον
25Ἡσίοδον τριτημόρια πλείω τῶν παρ’ αὐτοῦ. ἔχει γὰρ οὕτως. ἀποδημῶν ἐδεξάμην εἰς τὸν ἀπόπλουν δεῆσαν παρ’ αὐτοῦ χρυσίνους ἑξήκοντα. τούτους ἐγε‐ γραφήκει μὲν ἑβδομήκοντα, ἀπέστειλα δὲ ὀγδοήκοντα. ἐγένοντο δ’ ἂν ἔτι πολλῷ πλείους, εἰ τὰ πρῶτα πρὸς
30ὑμᾶς ἐκεκόμιστο γράμματα καὶ ἡ ναῦς ἐπ’ ἐκείνοις τοῖς τότε φορτίοις. νῦν δ’ ἐγὼ μὲν τύχῃ τινὶ χρησά‐ μενος ἐπὶ τὴν Ἀλεξάνδρειαν ἀπεδήμησα, καὶ τοῖς ὑμε‐ τέροις λιμέσι προσορμιεῖν ᾤμην τὸ σκάφος· τὸ δ’ ἐλάνθανεν ἐξώσταις ἀνέμοις ἀπὸ Κρήτης μόλις εἰς τὴν
35Αἰγυπτίαν ἀποσωθὲν θάλατταν. ἢ τί ἐκώλυεν ὑμᾶς, ὥσπερ τὰς ἀλεκτορίδας, οὕτω τὰς χερσαίας τρέφειν στρουθούς; ἀποδοθῆναι τοῖς ἐμοῖς τὸ γραμμάτιον παρὰ τοῦ θαυμασιωτάτου πατρὸς Πρόκλου δίκαιον, τοὺς ὀγδοήκοντα χρυσίνους κομισαμένου· καὶ τὸν ἑταῖρον
40Τρωΐλον παρασκεύασον ἀποστεῖλαί μοι τάχιστα τὰ βιβλία ἅπερ ἀποδέδωκας αὐτῷ, τὸ Νικοστράτειον δὴ λέγω καὶ τὸ τοῦ Ἀφροδισιέως Ἀλεξάνδρου. εἰ διὰ τὴν ἱεράν σου διάθεσιν φίλοι ἡμῖν οἱ ἄρξοντες ἡμῶν ἐπιδημοῖεν, πρὸς φιλοσοφίαν ἡμῖν συντελέσεις τὸ μέ‐
45ρος τὸ σόν, ὅσον Πλάτων ἡγεῖται παρὰ τῆς ἀτιμίας κωλύεσθαι.

130

(t)

Σιμπλικίῳ.
1 Ἐχαρίσω Κερεαλίῳ, δι’ αὐτοῦ προσειπὼν ἡμᾶς, τὸ λαθεῖν ἡμέρας πέντε πονηρὸν ὄντα· ἤλπισαν γάρ τι χρηστὸν αἱ πόλεις παρ’ ἀνδρός, ὃν οὐκ ἀπηξίωσεν εἰ‐ δέναι Σιμπλίκιος. ὃ δὲ ταχὺ μάλα ᾔσχυνε σὲ μὲν οὔ
5(μὴ γάρ ποτε ἐπ’ ἄλλῳ τὰ σὰ γένοιτο), ἑαυτὸν δὲ καὶ τὴν ἀρχήν, καὶ ἵνα μὴ διατρίβω, τὰ Ῥωμαίων πράγματα, ὤνιος ἄνθρωπος ἐλαχίστου, δόξης ἀμελής, ἀπόλεμος, ἐν εἰρήνῃ βαρύς, ἧς πρὸς βραχύτατον ἀπο‐ λέλαυκεν· οὐδὲ γὰρ ἐδεήθη χρόνου πρὸς τὸ πάντα ἀνα‐
10τρέψαι τε καὶ συγχέαι. ὥσπερ γὰρ ὄντος νόμου τὰ τῶν στρατιωτῶν εἶναι τῶν στρατηγῶν, ἃ πάντες εἶχον
λαβὼν ἀντέδωκεν αὐτοῖς ἀστρατείαν καὶ τὸ μὴ συντε‐ τάχθαι, βαδίζειν ἐπιτρέψας ᾗ τις ᾤετο θρέψεσθαι. ταῦτα τοὺς ἐπιχωρίους ποιήσας, ἐπεὶ τοὺς ξένους716
15οὐκ ἦν ἀργυρολογεῖν, ἠργυρολόγησεν αὐτῶν τὰς πό‐ λεις, ἄγων καὶ μεθιστὰς οὐχ ᾗ λυσιτελέστερον ἦν ἀλλ’ ᾗ κερδαλεώτερον· βαρυνόμεναι γὰρ αὐτῶν τὴν καθέ‐ δραν αἱ πόλεις χρυσίον εἰσέφερον. τούτων ὀξέως ᾔσθοντο Μακέται, καὶ γέγονε διαδόσιμος ἀπὸ τῶν μι‐
20ξοβαρβάρων εἰς τοὺς βαρβάρους ἡ φήμη.
ἦλθον ἔπειθ’ ὅσα φύλλα καὶ ἄνθεα γίνεται ἦρος. φεῦ τῆς νεότητος ἣν ἀπολωλέκαμεν, φεῦ τῶν καρ‐ πῶν, οὓς μάτην ἠλπίσαμεν. ἐσπείραμεν τῷ πολεμίῳ πυρί. τοῖς πλείοσιν ἡμῶν τὸ πλουτεῖν ἐν βοσκήμασιν
25ἦν, ἐν ἀγελαίαις καμήλοις, ἐν ἵπποις φορβάσι. πάντα οἴχεται, πάντα ἐλήλαται. αἰσθάνομαι γιγνόμενος ὑπὸ τοῦ πάθους ἔκφορος. ἀλλὰ σύγγνωθι, τειχήρης γάρ εἰμι καὶ πολιορκούμενος γράφω, τῆς ὥρας πολλάκις φρυκτοὺς ὁρῶν, καὶ αὐτοὺς ἀνάπτων καὶ αὐτὸς καὶ
30αἴρων τοῖς ἄλλοις σημεῖα. κυνηγέσια δὲ ἐκεῖνα τὰ πρόσω, οἷς ἐπ’ ἐξουσίας ἐχρώμεθα πρότερον οὐχ ἥκιστα διὰ σέ, πάντα ἔρρει. καὶ στένομεν μεμνημένοι ἥβης τ’ ἐκείνης, νοῦ τ’ ἐκείνου καὶ φρενῶν. ἀλλ’ ἱπποκρατεῖται μὲν ἅπαντα καὶ τὴν χώραν ἔχου‐
35σιν οἱ πολέμιοι, ἐγὼ δὲ ὑπὸ μεσοπυργίῳ τεταγμένος ὑπνομαχῶ.
ἐν δορὶ μέν μοι μᾶζα μεμαγμένη, ἐν δορὶ δ’ οἶνος
Ἰσμαρικός, πίνω δ’ ἐν δορὶ κεκλιμένος. οὐκ οἶδ’ εἰ μᾶλλον Ἀρχιλόχῳ προσήκοντα ἦν ταῦτα
40εἰπεῖν. κακὸς κακῶς ἀπόλοιτο Κερεάλιος, εἰ μὴ καὶ προαπόλωλε τῆς ἀρᾶς, ὡς ἄξιός γε ἦν ἔργον γενέσθαι τοῦ πρώην χειμῶνος, ὃς ἐπειδὴ τὴν χώραν εἶδεν ἐν ᾧ κινδύνου κατέστησεν, ἠπίστησε καθάπαξ τῇ γῇ, καὶ τὸ χρυσίον ἐνθεὶς διαρμένοις ὁλκάσιν ἐπὶ μετεώρου σα‐
45λεύει. τὰς δὲ ἐπιστολὰς αὐτοῦ παραφέρει κελήτιον ταῦτα ἃ δὴ καὶ ποιοῦμεν ἐπιταττούσας, εἴσω τειχῶν εἶναι μηδὲ προπηδᾶν τῶν τάφρων μηδ’ ὁμόσε χωρεῖν ἀμάχοις ἀνθρώποις, ἢ διαμαρτύρεται καθαρὸς αἰτίας εἶναι. φυλακὰς δὲ καθιστάναι διδάσκει τῆς νυκτὸς

130

(50)

τέτταρας, ὡς ἐν τῷ μὴ καθεύδειν οὐσῶν τῶν ἐλπίδων. ἔοικε γὰρ εἶναι τὰ τοιαῦτα σοφός, ἅτε ἐπιτήδειος ἀτυ‐ χεῖν ἄνθρωπος. καίτοιγε ἡμῖν οὐδὲ μετέχειν ἐβουλήθη τῶν συμφορῶν· οὐ γὰρ παρ’ ἔπαλξιν ὥσπερ ἐγὼ Συνέσιος ὁ φιλόσοφος, ἀλλὰ παρὰ κώπην ὁ στρατηγὸς
55ἵσταται. εἰ δὴ τῶν ποιημάτων ἐρᾷς ἅπερ ᾔτησας (καίτοιγε ἡμεῖς οὐδὲν αὐτοῖς σύνισμεν ἀγαθὸν, ὅτι μὴ τὴν ὑπόθεσιν), σύνευξαι Κυρηναίοις μικρὸν ἀπὸ τῶν ὅπλων γενέσθαι. ὡς γὰρ νῦν ἔχομεν, οὐκ ἔστιν ἀπὸ κιβωτίων ἐξερᾶσαι βιβλία.

131

(t)

Πυλαιμένει.
1 Τοὺς γεωμετρικοὺς ὅρους ἀληθεστάτους ἡγοῦ, ὅτε γε καὶ ταῖς ἄλλαις ἐπιστήμαις ὑπάρχει σεμνύνεσθαι,
κἂν κατὰ μικρὸν εἰς τὰς ἀποδείξεις αὐτῶν ἐκ γεωμε‐ τρίας τι συμπορίσωνται. ἔστι δήπου τις ἐν αὐτοῖς717
5λόγος ἀξιῶν τὰ τῷ αὐτῷ τὰ αὐτὰ καὶ ἀλλήλοις εἶναι δεῖν τὰ αὐτά. ἐμοὶ δὲ σὲ μὲν ὁ τρόπος ἐποίησε φί‐ λον, τὸν δὲ θαυμάσιον Διογένη καὶ ἡ φύσις· ἄμφω δὲ ἑνός ἐστε φίλοι. δεῖ δὴ καὶ ἀλλήλων ὑμᾶς ἐξηρτῆ‐ σθαι, καθάπερ ἐμοῦ τοῦ μέσου. συνάπτω τοιγαροῦν
10ὑμᾶς ἀλλήλοις διὰ τῆς ἐπιστολῆς, μεθ’ ἧς ἑαυτὸν μὲν ἐπιδώσει τῇ φιλίᾳ τῆς σῆς σεμνοπρεπείας ὁ θαυμάσιος Διογένης, ἀντιλήψεται δὲ εὖ οἶδ’ ὅτι τὸν ἐμὸν Πυλαι‐ μένη. καλῶν γὰρ ἐμὸν οὔτ’ αἰσχύνειν οὔτ’ αἰσχύ‐ νεσθαι φήσαιμ’ ἂν ἔγωγε. ὅτι δὲ διὰ σοῦ καὶ τοὺς
15ἄλλους ἕξει τοὺς ἐμὲ ἀγαπῶντας φίλους, ὅσοις δὲ δύ‐ ναμίς ἐστι, καὶ χρησίμους, οὐκ ἂν δίκαιος εἴην εἰ ἀμφιβάλλοιμι. δεῖ δὲ αὐτῷ φίλων χρησίμων, εἴπερ τῳ πώποτε· τὰ γὰρ κατ’ αὐτὸν ὡς ἐν βραχυτάτοις οὕτως ἔχει. νέος ἐστὶν ἁπλοῦς καὶ γενναῖος, θυμοει‐
20δὴς καὶ πρᾶος, οἵους ὁ Πλάτων ἀξιοῖ τῆς ἑαυτοῦ πόλεως τοὺς φύλακας εἶναι. ἐστράτευταί γέ τοι καὶ οὗτος κομιδῆ μειράκιον ὤν. ἄρτι δὲ ἐξ ἐφήβων ἦρξε παρ’ ἡμῖν τὴν τῶν στρατευμάτων ἀρχήν, παραβαλλό‐ μενος ἐπὶ βασκάνων μαρτύρων· τοιοῦτοι γὰρ οἱ πολῖ‐
25ται πρὸς ἅπαν τὸ εὐτυχοῦν. ἀλλ’ οὗτος ἑαυτὸν παρέσχε καὶ φθόνου κρείττω. περὶ οὗ πολλὰ μὲν ἂν ἕτερος εἶπεν (ἀλλ’ ἐοίκαμεν γὰρ ὁμοίως ἔχειν, ἐγώ τε πρὸς τὸ ἐπαινεῖν καὶ οὗτος πρὸς τὸ ἐπαινεῖσθαι), συνελόντι δὲ ἐνίκησεν ὅπλοις μὲν τοὺς τῆς πατρίδος ἐχθρούς,
30ἀρετῇ δὲ τοὺς ἐν αὐτῇ πονηρούς. νέος ἐν ἐξουσίᾳ γενό‐ μενος οὐκ ᾔσχυνε φιλοσόφου συγγένειαν. τοιοῦτος ὢν πράγμασιν ὁμιλεῖ δυσκόλοις, οὐχ ἥκιστα δι’ αὐτὸ τὸ καλὸς κἀγαθὸς εἶναι· ἕρμαιον γάρ ἐστι τῶν κα‐ κοήθων ἅπας ἐπιεικής, καὶ ἡ πρόσοδος τοῖς πονηροῖς
35ἐκ τῆς ἑτέρας μερίδος παραγίνεται. ἐνδείκτης οὖν τις ἀξιῶν μισθοδοτεῖσθαι παρ’ αὐτοῦ καὶ μὴ τυγχάνων δίκην πρὸς αὐτὸν ἔλαχεν. ὡς δὲ οὐ προυχώρει ταύτῃ τὸ σπάσαι τι τῶν οὐ προσηκόντων, ἀλλ’ ἦσαν οἱ νόμοι μεθ’ ἡμῶν, ἑτέραν ἐτράπετο. καὶ ποιεῖται τὴν δίκην
40γραφήν, ἀνατεινόμενος ἔγκλημα τοῦ κατηγορουμένου πρεσβύτερον. ἥκει δὴ τὸ κληθῆναι φθάσας· οὐ γὰρ ἄξιον ἐνδοῦναι θανατῶντί γε συκοφάντῃ, καὶ προέ‐ σθαι τὰ πατρῷά τε καὶ παππῷα μετὰ δόξης αἰσχρᾶς. πρὸς ταῦτα δεῖται φίλων ἀδόλων, ἀκαπηλεύτων, νοῦν
45ἐχόντων, οἷος εἶ σύ. ἕξει δὲ (σὺν θεῷ δὲ εἰρήσθω) σὲ μὲν δι’ ἐμοῦ, διὰ σοῦ δὲ τοὺς φίλους τοὺς ἐμούς τε καὶ σούς. ὧν ὅ τι ἄν τις αὐτὸν ἀγαθὸν ἐργάσηται, τούτου τὴν χάριν ὀφείλειν ἐγὼ δίκαιός εἰμί.

132

(t)

Τῷ ἀδελφῷ.
1 Τὸ μὲν τὰς γυναῖκας βοᾶν καὶ στερνοτυπεῖσθαι καὶ σπαράττειν τὰς κόμας ἐπιφανέντων ἢ προαγγελθέντων πολεμίων, ἧττον ἂν δόξειεν εἶναι δεινόν· καίτοι καὶ τοῦτο δεινὸν ὁ Πλάτων οἴεται, τὸ μηδὲ ὥσπερ τὰς
5ὄρνεις ἐθέλειν ἀμυνομένας ὑπὲρ τῶν νεοττῶν πρὸς
ὁτιοῦν τῶν ἀλκιμωτάτων ἀνθίστασθαι, ἀλλὰ δόξαν καταχεῖν τοῦ τῶν ἀνθρώπων γένους ὅτι πάν‐ των θηρίων ἀτολμότατον γέγονε. τὸ δὲ καὶ σὲ ταὐτὸν ἐκείναις πλημμελεῖν, καὶ νύκτωρ ἐκδειματοῦ‐718
10σθαι καὶ διανίστασθαι, καὶ βοᾶν παρ’ αὐτὴν τοῦ φρου‐ ρίου τὴν θύραν ἑστάναι τὸν βάρβαρον (τοιαῦτα γάρ τις ἀπήγγειλε περὶ σοῦ) πῶς ἔτι ταῦτα οἰστά, κἂν ἀλλοίως ἔοικεν εἶναι, ἐμὸν ἀδελφὸν ὄντα ἔπειτα δειλὸν εἶναι; ἔγωγέ τοι παρανατειλάσης εὐθὺς ἡμέρας ἐξιπ‐
15πασάμενος ὡς ἀνυστὸν πορρωτάτω, καὶ ὠσὶ καὶ ὀ‐ φθαλμοῖς τὰ κατὰ τοὺς ἀπελάτας τούτους ἅπαντα πολυ‐ πραγμονῶ. οὐδὲ γὰρ ἄξιον καλεῖν αὐτοὺς πολεμίους, ἀλλὰ λῃστὰς ἢ λωποδύτας ἤ τι τοιοῦτον ὄνομα μικρο‐ πρεπέστατον, οἳ μηδένα τῶν ἐρρωμένως ἐπιφερομένων
20ὑφίστανται, ἀλλὰ μόνους τοὺς καταπλῆγας ἀποσφάτ‐ τουσιν ὥσπερ ἱερεῖα καὶ περιδύουσι. νύκτωρ δὲ μετὰ τῶν ἐφήβων περιπολῶ τὸν λόφον, καὶ παρέχω ταῖς γυναιξὶ τοῦ καθεύδειν ἄδειαν, ἐπισταμέναις ὅτι πρὸ αὐτῶν τινὲς ἐγρηγόρασι. πάρεισι δέ μοι καὶ
25στρατιῶται τοῦ τῶν Βαλαγριτῶν τάγματος. οὗτοι πρότερον μὲν ἢ Κερεάλιον ἄρχειν ἦσαν ἱπποτοξόται· τούτου δὲ καταστάντος εἰς τὴν ἀρχήν, ἀπημπολημένων αὐτοῖς τῶν ἵππων, ἐγένοντο μόνον τοξόται· ἐμοὶ δ’ οὖν ἀποχρῶσι καὶ ἄνιπποι. δεῖ δὲ τοξείας ἡμῖν ὑπὲρ
30φρεάτων, ὑπὲρ τοῦ ποταμοῦ· ὕδωρ γὰρ οὐκ ἔχομεν εἴσω τοῦ περιβόλου. ἐπεὶ τί ἐκώλυε διαφέρειν τὴν πολιορκίαν αὐλουμένους τε καὶ κωμάζοντας; νῦν δὲ ἢ κρατεῖν δεῖ μαχομένους ἢ ἀποθνήσκειν εἰς χεῖρας ἰόντας τοῖς πολεμίοις ἀντὶ τοῦ διψῆν. οὗ τί ἂν ἐλεει‐
35νότερον γένοιτο; ὥστε κἂν ὑπ’ ἀνάγκης ἄνδρες εἴημεν ἀγαθοί. καὶ σὺ δὴ προθυμοῦ καὶ ἑτέρους παρακάλει, καὶ τὸ ζεῦγος τῶν ἵππων τῶν ἀδηφάγων τῶν ἐπὶ τῷ φόρῳ τρεφομένων ἄγεσθαι κέλευε παρὰ σέ. παντὸς μᾶλλον ἐν τοῖς τοιούτοις καιροῖς ἵππος οὐκ ἀχρεῖον
40κτῆμα. καὶ γὰρ προδραμεῖν τε καὶ κατασκέψασθαι καὶ ἀπαγγεῖλαι δι’ ἐλαχίστου, πάντα ταῦτα ἵππος δύναται ῥᾳδίως ποιεῖν. κἂν δέῃ σοι τοξοτῶν, μετα‐ πέμπου καὶ ἥξουσι· τοὺς γὰρ κωπέας τοὺς Φυκουν‐ τίους οὐδ’ ἐγὼ θαρρῶ συμμάχους, ὥσπερ οὐδὲ τοὺς
45παρ’ ἐμοὶ κηπωρούς. ζητῶ δὲ ἄνδρας ὀλίγους οὐ ψευδομένους τὸν ἄνδρα. κἂν ἐπιτύχω τοιούτων (σὺν θεῷ δὲ εἰρήσθω), θαρρῶ. δεῆσαν δὲ ἀποθνήσκειν, ἐνταῦθα τὸ φιλοσοφίας ὄφελος, τὸ μηδὲν ἡγεῖσθαι δει‐ νὸν ἀναχωρῆσαι τοῦ θυλακίου τῶν κρεϋλλίων. εἰ δὲ

132

(50)

πρὸς τὴν γυναῖκα καὶ τὸ παιδίον ἄτεγκτος ἔσομαι, τοῦτο δὲ οὐ σφόδρα διεγγυῶμαι. ὡς ἔγωγε βουλοίμην ἂν τοσαῦτα φιλοσοφίαν δύνασθαι. ἀλλὰ μή τί ποτε διάπειραν λάβοιμι, μή, ὦ σῶτερ, μή, ὦ ἐλευθέριε.

133

(t)

Ὀλυμπίῳ.
1 Χθὲς καὶ πρώην ἐπὶ τῶν ἔναγχος ὑπάτων, ὧν ἅτε‐ ρός ἐστιν Ἀρισταίνετος (τὸν γὰρ συνάρχοντα ἀγνοῶ), κατασεσημασμένην ἐκομισάμην ἐπιστολὴν τὸ σὸν τῆς
ἱερᾶς κεφαλῆς ἐπιγεγραμμένην ὄνομα. τεκμαίρομαι719
5δὲ αὐτὴν εἶναι παμπάλαιον, τῷ τε θριπήδε‐ στον γεγονέναι καὶ τῷ συγκεχύσθαι τὰ πλείονα τῶν γραμμάτων. ἐγὼ δὲ ἠξίουν μὴ καθάπερ δασμόν τινα ἐτήσιον τὴν ἐπιστολὴν πέμπεσθαι, μηδ’ ἕνα ποιεῖσθαι διακομιστὴν μόνον τὸν φίλτατον Σύρον·
10οὕτω γὰρ συμβαίνει τὸ μηδὲ νεαροῖς ἀλλ’ ἑώλοις αὐ‐ τοῖς περιτυγχάνειν. ὥσπερ οὖν ἐγώ, καὶ αὐτὸς οὕτω ποίει. οὐδεὶς βασιλέως ἀγγελιαφόρος δημοσίαν ἵππον ἀμείβων ἔξεισι τῆς πόλεως, ᾧ μὴ τὰ πρὸς τὴν σὴν λογιότητα μέρος γίνεται τοῦ κατόπιν φορτίου. εἰ μὲν
15οὖν ἀποδιδόασιν ἢ πάντες ἤ τινες αὐτῶν, πολλὰ κἀ‐ γαθὰ τοῖς ἀποδιδοῦσι γένοιτο, χρηστοῖς οὖσιν· εἰ δὲ μή, καὶ ταύτῃ σὺ σοφώτερος, ἀπιστῶν οἷς ἄξιον. ἀλλ’ ἵνα μηδὲ ἡμεῖς μάτην κόπτωμεν τὸν ὑπογραφέα τὰς οὐκ ἀποδοθησομένας ἐπιστολὰς ὑπαγορεύοντες,
20μαθεῖν ἀξιῶ· μεθαρμόσομαι γὰρ τοῦ λοιποῦ καὶ μόνῳ πιστεύσω τῷ Πέτρῳ. ταύτην γέ τοι τὴν ἐπιστολὴν Πέτρον οἶμαι διακομιεῖν, παρὰ μέσης λαβόντα τῆς ἱερᾶς χειρός· στέλλω γὰρ αὐτὴν ἀπὸ Πενταπόλεως ἐγὼ πρὸς τὴν διδάσκαλον τὴν κοινήν. αὕτη δὲ ὅτῳ
25βούλεται δώσει· βουλήσεται δ’ εὖ οἶδ’ ὅτι τῷ γνωριμω‐ τάτῳ παρασχεῖν. καὶ γὰρ οὐδ’ ἴσμεν, ὦ φίλτατε καὶ θαυμασιώτατε, εἰ καὶ πάλιν ἔξεστι προσειπεῖν ἡμᾶς ἀλλήλους. κακίᾳ γὰρ στρατηγῶν ἀμαχεὶ γέγονε τῶν πολεμίων ἡ χώρα, καὶ μόνοι ζῶμεν ὅσοι τὰ ἐρυμνὰ
30κατειλήφαμεν, τῶν ἐν τοῖς πεδίοις κατειλημμένων ὥσπερ ἱερείων ἀπεσφαγμένων. δέδιμεν δὲ τὴν προσ‐ εδρείαν αὐτῶν μὴ χρονία γενομένη δίψει παραστή‐ σηται τὰ πολλὰ τῶν φρουρίων. ταύτῃ καὶ τοῖς ἀντεγ‐ κλήμασι τοῖς περὶ τῶν δώρων οὐκ ἀπεκρινάμην· οὐ
35γάρ μοι σχολὴ πρός τινι μηχανῇ τὸν νοῦν ἔχοντι. κατασκευάζομαι γὰρ ὡς ἂν ἀπὸ τῶν πύργων ἑκηβολώ‐ τατα πέμποιμεν ἀξιόλογα λίθων βάρη. ἅμα δὲ καὶ ἐνδίδωμί σοι πρὸς τὸ πέμπειν μοι δῶρα· δεῖ γὰρ εἴκειν Ὀλυμπίῳ Συνέσιον, μὴ μέντοι τρυφῶντα δῶρα (καὶ γὰρ
40καὶ τότε τὴν τρυφὴν ἐμεμψάμην τῶν καταλυμάτων τοῦ συσσιτίου), ἀλλ’ ἔστω στρατιωτικά, τόξα καὶ βέλη, μετὰ τῶν στυρακίων μέντοι τὰ βέλη. τόξα μὲν οὖν κἂν ἑτέρωθεν ὠνησαίμην καὶ τὰ ὄντα ἀνακτησαίμην, βέλη δὲ οὐ ῥᾴδιόν ἐστι πορίσασθαι,
45οὔκουν ὥστε καὶ ἐπιτήδεια. τὰ γὰρ Αἰγύπτια ταῦτα τοῖς γόνασιν οἰδοῦντα τοῖς παραγονατίοις συνιζάνει· ταύτῃ καὶ σφάλλεται παρ’ ἑαυτῶν. ἔοικε γὰρ τοῖς ἐκ πρώτης ἀφετηρίας ἐμποδιζομένοις τε καὶ προσκό‐ πτουσι. τὰ παρ’ ὑμῖν δὲ εὐμήκη τέ ἐστι καὶ ἀκριβῶς

133

(50)

εἰς ἑνὸς κυλίνδρου σχῆμα στρογγύλλεται, ὅπερ τὸ πᾶν ἐστὶν εἰς εὐθυπορίαν τῆς πτήσεως. ταῦτά μοι πέμ‐ πειν, καὶ χαλινοὺς ἵππων ἀγαθοὺς εἰς χρῆσιν. ἐπεὶ καὶ τὸν ἵππον τὸν Ἰταλόν, ὃν ἐπῄνεσας τῇ γλώττῃ τῇ καλῇ, σφόδρα ἂν εἶδον ἡδέως· ἐπειδὴ καὶ πατέρα
55πώλων ἀγαθῶν ἡμῖν αὐτὸν ὑπισχνοῦ. οὐ μὴν ἀλλὰ καὶ κάτω που τῆς ἐπιστολῆς μετὰ τὴν ὑπογραφὴν εὗ‐ ρον ὅτι μένειν ἐδέησε τὸν ἵππον ἐν τῇ Σελευκείᾳ, τοῦ
ναυκλήρου διὰ τὸν καιρὸν παραιτησαμένου τοιοῦτο φορτίον. ἐπειδὴ δὲ μήτε τὴν λέξιν ἐπέγνων ἀδελφὴν720
60οὖσαν τῆς σῆς μήτε τὴν χεῖρα μήτε τὴν ἀκρίβειαν τῆς γραφῆς, ἐδικαίωσα μὴ ἀγνοεῖσθαί σοι τοῦτο. ἄτοπον γὰρ εἰ τοιοῦτος ὢν ὁ ἵππος μήτε ἐμοὶ μήτε σοὶ σώζοιτο.

134

(t)

Πυλαιμένει.
1 Ἐδεξάμην τὴν ἐπιστολήν, ἐν ᾗ πάλιν ἐμέμψω τὴν τύχην ὡς οὐδὲν περὶ σοῦ βεβουλευμένην φιλανθρωπό‐ τερον. μὴ σύ γε, ὦ φίλτατε ἑταίρων· οὐ γὰρ ἄξιον ἐγκαλεῖν ἀλλὰ παραμυθεῖσθαι. ἔξεστι δὲ ὄντι τοιούτῳ
5ἥκειν πρὸς ἡμᾶς· ἀδελφὸν εὑρήσεις οἶκον. οὐ πλου‐ τοῦμεν, ὦ ’γαθέ, ἀλλὰ τὰ παρόντα ἀρκεῖ καὶ Πυλαι‐ μένει κἀμοί· εἰ δὲ σὺ παρέσῃ, τυχὸν καὶ πλουτή‐ σομεν. ἀπὸ τῶν ἴσων ἀφορμῶν ἕτεροι πλείω τῶν μετρίων ἔχουσιν, ἐγὼ δὲ κακὸς οἰκονόμος. ἀλλὰ τέως
10ἀντέχει καὶ πρὸς τὴν ἀκριβεστάτην ἀμέλειαν τὰ πα‐ τρῷα, ἃ δὴ δύναται βόσκειν φιλόσοφον. μὴ τὰ τυχόντα ἡγοῦ προσλαβόντα καὶ πρόνοιαν. ταῦτα περὶ τούτων, καὶ μὴ ἄλλως ποίει, εἰ μή τι μεταξὺ βέλτιον πέπρα‐ γας, καὶ πάλιν διανοῇ τὴν Ἡράκλειαν ἀνιστάναι κει‐
15μένην. ἐπιστολὰς οὐ γέγραφα πρὸς οὓς εἴωθα, διὰ τὸν καιρόν· ἀλλὰ πρώην ἅπασι γέγραφα, φάκελον ἐπιστολῶν Διογένει δούς. ἀνεψιός ἐστιν ὁ Διογένης ἐμός. εἰ μὲν οὖν ἐπέτυχέ σου ζητῶν (ἐζήτησε γὰρ εὖ οἶδ’ ὅτι), καὶ δὴ τὸν φάκελον ἐπιδέδωκεν, σοὶ
20γὰρ ἐπεγέγραπτο· εἰ δὲ μή, τὸν ναύκληρον αἴτει δεῖξαί σοι τὸν νεανίσκον, καὶ κομισάμενος τὰς ἐπιστολάς, αὐτὸς ἅπασι δίδου. εἰσὶ δὲ οὓς περὶ πλείστου ποιοῦμαι παρ’ ἐμοῦ προσειρῆσθαι, ὁ πατὴρ Πρόκλος, Τρύφων ὁ παρ’ ἡμῖν ἄρξας, Σιμπλίκιος καὶ ἀνὴρ καὶ ἄρχων
25ἀγαθὸς καὶ φίλος ἐμός. ἐπιδοὺς αὐτῷ τὴν ἐπιστολήν, ἐν ᾧ πάρεστι χρόνῳ χρῆσαι τἀνδρί· καλὸν γὰρ καὶ συσχολάσαι στρατιώτῃ ποιητικῷ. στρουθοὺς μεγάλας ἀπὸ τῶν ἐν εἰρήνῃ κυνηγεσίων εἴχομεν, ἀλλ’ οὐκ ἦν αὐτὰς στέλλειν ἐπὶ θάλατταν διὰ τῶν ὅπλων τῶν πο‐
30λεμίων, οὐδὲ ἄλλο τι τῶν παρὰ τὰς ἀκτὰς ὄντων ἐξῆν ἐνθεῖναι τοῖς πλοίοις. οἶνος οὖν μόνος ἐστὶ τὸ φορτίον, ἐλαίου δὲ οὐ μὰ τὴν τιμίαν σου κεφαλὴν οὐδὲ κύαθον ἀγώγιμον ἔχουσιν, οὔκουν ὅσα γε ἐμὲ εἰδέναι. τοσάδε οὖν οἴνου ξεστία λαβέ. λήψῃ δὲ ἐπιδοὺς τὸ
35πρὸς Ἰούλιον πρόσταγμα. πρόσκειται δὲ τῇ ἐπιστολῇ τοῦ μὴ διαπεσεῖν ἕνεκα. καὶ τῷ πατρὶ Πρόκλῳ γε‐ γράφηκα, καὶ ταῦτα πέπομφα. δεξάσθω καὶ τὴν ἐπιστολὴν παρὰ σοῦ καὶ τὸν οἶνον παρὰ Ἰουλίου. Τρύφωνι τῷ χρυσῷ (δεῖ γάρ τι καὶ ἐν τούτοις ψυχρὸν
40εἰπεῖν καὶ Γοργιεῖον) τρυφῶντα δῶρα παρεσκευάσαμεν ὀπὸν σιλφίου πολύν (Βάττου γὰρ ἀκούεις αὐτὸ δήπου καὶ σύ) καὶ κρόκον ἄριστον, ἀγαθὸν γὰρ ἡ Κυρήνη καὶ τοῦτον ἐκτρέφει· οὐ μὴν ἐξεγένετο πέμπειν τό γε νῦν ἔχον. ἀλλ’ ἐκπέμψαιμεν ἂν εἰς ἑτέραν ναῦν, ὅταν
45καὶ ὑμῖν μετ’ αὐτοῦ μὲν τὰς στρουθούς, κατὰ μόνας δὲ
τοὔλαιον.721

135

(t)

Τῷ ἀδελφῷ.
1 Ποιμένιος οὗτος ὁ τὴν ἐπιστολήν σοι διδοὺς ἐστάλη πρὸς ἡμᾶς ὑπὸ τοῦ μικρῷ πρότερον δυναστεύσαντος Ἀρταβαζάκου ἐπὶ ταῖς οὐσίαις ἁπάσαις, ὧν ἐν τοῖς τῇδε τόποις ἐγεγόνει κύριος. ἀλλ’ ἐν ὑποθέσει τοιαύτῃ
5πρᾶον ἑαυτὸν παρέσχε καὶ μετριώτατον. καίτοι τίς ἕτερος οὕτως ἐχρήσατο τῷ καιρῷ; Ποιμενίου δὲ οὐ‐ δεὶς Λιβύων τὴν τότε δύναμιν ἐβαρύνετο. μέγα τεκ‐ μήριον, λυπεῖ τὰς πόλεις ἀναχωρῶν. σὺ δέ μοι τὸν ἄνδρα φιλίως καὶ ὥσπερ εἰκὸς ἐπαίνεσον ἐπὶ καλοκα‐
10γαθίᾳ.

136

(t)

Τῷ αὐτῷ.
1 Ὀναίμην τῶν Ἀθηνῶν ὁπόσα βούλει, ὥστε μοι δοκῶ πλεῖν ἢ παλαιστῇ καὶ δακτύλῳ γεγονέναι σο‐ φώτερος. ἔξεστι δὲ καὶ αὐτόθεν τῆς νέας σοφίας πεῖράν σοί τινα παρασχεῖν. ἀμέλει γὰρ Ἀναγυρουν‐
5τόθεν σοι γράφω, καὶ Σφηττοῖ γέγονα καὶ Θριῶζε καὶ Κηφισιάσι καὶ Φαληροῖ. καὶ κακὸς κακῶς δεῦρό με κομίσας ἀπόλοιτο ναύκληρος· ὡς οὐδὲν ἔχουσιν αἱ νῦν Ἀθῆναι σεμνὸν ἀλλ’ ἢ τὰ κλεινὰ τῶν χωρίων ὀνόματα. καὶ καθάπερ ἱερείου διαπεπραγμένου τὸ δέρμα
10λείπεται γνώρισμα τοῦ πάλαι ποτὲ ζῴου, οὕτως ἐνθένδε φιλοσοφίας ἐξῳκισμένης λείπεται περινοστοῦντα θαυ‐ μάζειν τὴν ἀκαδήμειάν τε καὶ τὸ Λύκειον καὶ νὴ Δία τὴν ποικίλην στοάν, τὴν ἐπώνυμον τῆς Χρυσίππου φιλοσοφίας, νῦν οὐκέτ’ οὖσαν ποικίλην. ὁ γὰρ ἀνθύ‐
15πατος τὰς σανίδας ἀφείλετο, αἷς ἐγκατέθετο τὴν τέχνην ὁ ἐκ Θάσου Πολύγνωτος. νῦν μὲν οὖν ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις Αἴγυπτος τρέφει τὰς Ὑπατίας δεξαμένη γονάς, αἱ δὲ Ἀθῆναι, πάλαι μὲν ἦν ἡ πόλις ἑστία σοφῶν, τὸ δὲ νῦν ἔχον σεμνύνουσιν αὐτὰς οἱ μελιτ‐
20τουργοί. ταῦτ’ ἄρα καὶ ἡ ξυνωρὶς τῶν σοφιστῶν τῶν Πλουταρχείων, οἵτινες οὐ τῇ φήμη τῶν λόγων ἀγεί‐ ρουσιν ἐν τοῖς θεάτροις τοὺς νέους, ἀλλὰ τοῖς ἐξ Ὑμηττοῦ στάμνοις.

137

(t)

Ἑρκουλιανῷ.
1 Εἰ τῆς Ὀδυσσέως πλάνης κέρδος ἔφησεν Ὅμηρος πολλῶν ἀνθρώπων ἰδεῖν τε ἄστεα καὶ νόον γνῶναι, καὶ ταῦτα τῆς προσορμίσεως αὐτῷ γενομένης οὐ πρὸς ἄνδρας χαρίεντας ἀλλὰ πρὸς Λαιστρυγόνας καὶ Κύ‐
5κλωπας, ἦπου θαυμαστῶς ἂν ᾖσεν ἡ ποίησις τὴν ἐμήν τε καὶ σὴν ἀποδημίαν, παρασχοῦσαν ἡμῖν εἰς πεῖραν ἐλθεῖν τῶν καὶ διὰ φήμης ἀπιστουμένων. αὐ‐ τόπται γάρ τοι καὶ αὐτήκοοι γεγόναμεν τῆς γνησίας καθηγεμόνος τῶν φιλοσοφίας ὀργίων. εἰ δὲ καὶ ἀνθρω‐
10πικαὶ χρεῖαι τοὺς κοινωνήσαντας διαθέσει συνδέουσιν, ἡμᾶς κατὰ τὸν νοῦν τῶν ἐν ἡμῖν τὸ ἄριστον συγγενο‐ μένους θεῖος ἀπαιτεῖ νόμος τἀλλήλων τιμᾶν. ἐγὼ μὲν οὖν καὶ τῆς σωματικῆς συνηθείας ἀπολελαυκὼς
ὁρᾶν τε ἀπόντα δοκῶ, τὸ ἐναποτεθὲν ἀπὸ τῆς διαθέ‐722
15σεως εἶδος προχειριζομένης τῆς μνήμης, καὶ ἐμβομβεῖ μου ταῖς ἀκοαῖς ἡ θαυμαστῶς γλυκεῖα τῶν ἱερῶν σου λόγων ἠχώ. σὺ δὲ ἡμῖν εἴπερ οὐχ οὕτως ἔχεις, ἀδι‐ κεῖς· εἰ δ’ ἔχεις, οὐ μέγα ποιεῖς, ἀποδίδως γὰρ δια‐ θέσεως ὄφλημα. ὅταν δὲ πρὸς τὴν ἐν φιλοσοφίᾳ
20κοινωνίαν ἀπίδω καὶ φιλοσοφίαν ἐκείνην περὶ ἧς πολλὰ συγκεκύφαμεν, ἐνταῦθα ἤδη τοῦ λογισμοῦ γενόμενος θεῷ βραβευτῇ τὴν συντυχίαν ἡμῶν ἀνατίθημι. οὐ γὰρ ἂν ἀπ’ ἐλάττονος ἢ θείας αἰ‐ τίας Συνέσιος, ὁ τὸ πρᾶγμα ἥκιστα δημοσιεύων
25καὶ πλείστοις μὲν συνὼν ἐπ’ ἀνθρωπικαῖς δὲ κοινω‐ νίαις τὰς συνουσίας ποιούμενος, φιλοσοφίαν δ’ ἐν ἀρ‐ ρήτων ἀρρητοτάτοις ἔχων, οὕτω προχείρως ἐμαυτόν τε καὶ τὰ ἐμαυτοῦ κτήματα ἀνεκάλυψα ἀνδρὶ κατὰ βραχὺ δόντι μοι καὶ λαβόντι τὸν λόγον. ἐπεὶ δ’ οὖν
30γέγονέ τις οὗτος πρὸς ὃν ἐξωρχησάμην τὰ τέως ἀνέκ‐ πυστα, καὶ τῆς σοφῆς τοῦ Πρωτέως ἐπελαθόμην τέχνης (οὐ γὰρ ἄλλη τις ἦν ἢ συνεῖναι τοῖς ἀνθρώποις οὐ θείως ἀλλὰ πολιτικῶς), ἐπεὶ γέγονε τοῦτο, οὐ προθε‐ μένης μοι τῆς γνώμης ἀλλ’ ἀκατασκεύαστον οὕτω
35παρελθόν, ἐγὼ θεὸν ἡγεμόνα τοῦ παραδόξου λογίζομαι, παρ’ οὗ τέλος αἰτήσομεν τῶν δι’ αὐτὸν ἠργμένων. καὶ δοίη μετ’ ἀλλήλων φιλοσοφεῖν· εἰ δὲ μὴ τοῦτο, πάντως φιλοσοφεῖν. ὡς ἔγωγε ἐνόντας μοί τινας τῇ ψυχῇ λόγους περὶ τῆς ὑποθέσεως ἣν ἐπραγματευόμεθα κα‐
40ταχέαι μὲν ὠδίνω τῆς ἐπιστολῆς, οὐ μὴν τοῦτο ποιήσω. σοὶ μὲν γὰρ ἂν κατὰ θεὸν γένοιτο συγγενέσθαι καὶ ἡμῖν περὶ τούτων καὶ πολλοῖς ἄμεινον εἰδόσιν· ἐμοὶ δὲ οὐ καλῶς ἔχει γραμματείῳ πιστεύειν τὰ τοιάδε. τὸ γὰρ τῆς ἐπιστολῆς πρᾶγμα οὐκ ἐχέμυθον, ἀλλὰ φύσιν ἔχει
45τῷ περιτυχόντι προσδιαλέγεσθαι. ἔρρωσο, καὶ φιλο‐ σόφει καὶ διατέλει τὸ ἐν ἡμῖν ἀνακεχωσμένον ὄμμα ἀνορύττων. τὸ γάρ τοι βιοῦν ὀρθῶς, ἅτε ὂν οἶμαι προοίμιον τοῦ φρονεῖν, ὑπὸ τῶν ἀρχαίων καὶ φρονίμων ἀνδρῶν σπουδάζεσθαι κατεδείχθη. μὴ καθαρῷ

137

(50)

γὰρ καθαροῦ ἐφάπτεσθαί φησιν οὐ θεμιτὸν ἡ θεσπεσία φωνή. οἱ πολλοὶ δὲ οὐ διὰ τὸ φρονεῖν ἀλλ’ αὐτὸ δι’ αὐτό, καὶ τελειότητα ἀνθρωπίνην ἥγηνται τὸ βιοῦν ὀρθῶς, τὴν ὁδὸν οὐχ ὁδὸν ἀλλ’ ἐφ’ ὃ δεῖ δι’ αὐτῆς φθάσαι νομίζοντες, κακῶς φρονοῦντες· σωφροσύνη γὰρ
55ἄλογος καὶ ἀποχὴ κρεωδαισίας πολλὴ παρὰ πολλοῖς ἀλόγοις εἴδεσιν ἐνδέδοται παρὰ τῆς φύσεως. ἀλλ’ οὐκ ἐπαινοῦμεν οὔτε κορώνην οὔτ’ ἄλλο τι τῶν εὑρομένων φυσικὴν ἀρετήν, ὅτι φρονήσεως ἔρημα. ἡ δὲ κατὰ νοῦν ζωὴ τέλος ἀνθρώπου. ταύτην μετίωμεν, θεόθεν
60τε αἰτοῦντες θεῖα φρονεῖν, καὶ αὐτοὶ τὸν δυνατὸν τρόπον τὸ φρονεῖν ἁπανταχόθεν συλλέγοντες.

138

(t)

Τῷ αὐτῷ.
1 Ἤκουσά του τῶν δεινῶν λέγειν ἀνδρὸς ἐπαινοῦντος χρείαν ἐπιστολῆς, καὶ τοῦτ’ αὐτὸ τῶν πολλῶν καὶ θαυμαστῶν λόγων ὁ σοφιστὴς ὑπόθεσιν ἐπεποίητο. ἐχο‐ ρηγεῖτο δὲ αὐτῆς τὸ ἐγκώμιον πολλαχῇ μὲν καὶ ἄλλῃ,
5μάλιστα δὲ ἀπὸ τοῦ δύνασθαι τὴν ἐπιστολὴν ἐρώτων οὐκ εὐτυχούντων εἶναι παραμυθίαν, παρεχομένην ἐν ἀπουσίᾳ σωμάτων φαντασίαν τῆς παρουσίας, καὶ τῷ δοκεῖν προσδιαλέγεσθαι ψυχῆς ἐκπιμπλᾶσαν τὸ ἐφιέ‐ μενον. ταῦτ’ οὖν ἀνύμνει τὸν εὑρετὴν τῶν γραμμά‐723
10των, καὶ ἀνθρώπων μὲν οὐδενὸς ἠξίου θεοῦ δὲ εἰς ἀν‐ θρώπους εἶναι τὴν δόσιν. ἐγὼ μὲν οὖν ἀπολαύω τῆς ἱερᾶς τῆσδε τοῦ θεοῦ χάριτος, καὶ πρὸς ὃν ἔδει λαλεῖν, εἰ μὴ δύναμαι λαλεῖν, ἀλλ’ ἐπειδὴ γράφειν δύναμαι, θαμὰ τοῦτο ποιῶ, καὶ κατὰ τὸ ἐνδεχόμενον σύνειμι,
15καὶ ἀπολαύω τῶν ἐμῶν παιδικῶν. αὐτὸς δέ, εἰ μὴ πικρὸν εἰπεῖν, συνδιέστησας τῷ τόπῳ τὴν γνώμην. κἂν μὴ παύσῃ σαυτὸν ἀφέλκων τῶν ἀδολώτατα καὶ ἀσκήνως ἠγαπηκότων, ἐμιμήσω τὰς χελιδόνας, αἳ ταῖς τῶν ἀνθρώπων οἷον φιλίαις ἐνοικίζονται μὲν μετὰ τοῦ
20φθέγγεσθαι, σιωπῶσαι δὲ ἐξοικίζονται· ταῦτα πρὸς ἄνθρωπον ἔτι, καὶ ἀνθρωπικὰ τὰ ἐγκλήματα· εἰ δὲ ἥνωσας διὰ φιλοσοφίας τὰ δεῦρο διεστῶτα, καὶ φίλον μὲν τὸ καλόν, καλὸν δὲ τὸ αὐτό, τοῦτο δὲ ἓν ὂν τοῦ νοῦ λέγοντος ἤκουσας, οὐκέτι κρίνομεν ὑπεροψίαν
25τὴν πρὸς ἡμᾶς σιωπήν, ἀλλὰ συνηδόμεθα φιλοσοφοῦντι καὶ παραιτουμένῳ μὲν τὸ σμικροπρεπεύεσθαι, συνόντι δὲ τῷ παρὰ σοὶ κρείττονι τοῖς ἐν ἡμῖν κρείττοσιν. εἴης τοιοῦτος, ἀνδρῶν ἄριστε καὶ ἐμοὶ τριπόθητε ὄντως ἀδελφέ.

139

(t)

Τῷ αὐτῷ.
1 Εἰ τοσοῦτόν ἐστι κέντρον πειθοῦς ἐν τοῖς γράμμασιν, εἰ τοσοῦτον αἱ τῶν ἠθῶν εἰκόνες τῆς ζώσης χηρεύουσαι συμπαθείας καὶ χάριτος θέλκτρον ἐνιᾶσι τοῖς ἀναγινώ‐ σκουσιν, ἦπου πρᾶγμα ἄμαχον ἂν εἴη τὸ αὐτοπροσώ‐
5πως αὐτῶν ἐπαφήσασθαι. ἐμέ γέ τοι καὶ παρὼν μὲν ᾕρεις τῇ γλυκείᾳ Σειρῆνι τῶν λόγων· οὐ μὴν αἰσχυν‐ θείην ἂν ἀληθῆ λέγων, ὡς ἡδίων ἂν ἡ δευτέρα μοι πεῖρα γένοιτο. οὐ γὰρ ἂν γένοιτο ἀγαθοῦ παρόντος ὥσπερ ἀπόντος τῷ πεπειραμένῳ συναίσθησις. τοῦ μὲν γὰρ
10ἡ συνέχεια τῆς ἀπολαύσεως κλέπτει τῆς εὐφροσύνης τὴν αἴσθησιν, ὁ δὲ κατὰ μικρὸν χωρισθεὶς τῶν ἡδέων εὐθὺς ἔχει κεντοῦσαν ἐκ παραλλήλου τὴν μνήμην οἵων ἄρα ὄντως στερίσκεται. ἔλθοις οὖν, φιλτάτη κεφαλή, καὶ ἀλλήλοις ἐπὶ φιλοσοφίᾳ συγγενοίμεθα, τοῖς ἐνηργ‐
15μένοις πρέποντα ἐποικοδομοῦντες, ἵν’ ἐκ τελέων τέ‐ λεον ἐκφανῇ κάλλος ἀλλὰ μὴ κολοβόν. εἰ δέ, ὅπερ ἀπεύχεσθαι δίκαιον, ἀλλήλων διαμάρτοιμεν, δῆλον ὡς τοὐμόν ἐστι τὸ βλαπτόμενον. σοὶ μὲν γὰρ εὐτυχούσης ἐνθάδε πολυανδρίαν παιδείας συνέσονται πολλοὶ Συνε‐
20σίου καὶ βελτίους καὶ ὅμοιοι· ἡ δὲ πατρὶς ὅτι μὲν πατρὶς ἐμοὶ τίμιον, πρὸς δὲ φιλοσοφίαν οὐκ οἶδ’ ὅντινα τρόπον ἀπεσκληκότως ἔχει. ἔστιν οὖν οὐκ ἀδεὲς ἀβοη‐ θήτῳ μένειν, οὐκ ὄντος τοῦ συγκορυβαντιῶντος. εἰ δὲ δὴ καὶ δοίημεν εἶναί τινας,
25
πῶς ἂν ἔπειτ’ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην; πρὸς ποῖον ἄλλο πυρεῖον παρατριβεὶς μετὰ τὴν ἱεράν
σου ψυχὴν ἀποτέκοιμι τοῦ νοῦ φωτοειδὲς ἔκγονον; τίς οὕτως οἷος σφοδρῶς σπινθῆρα κεκρυμμένον καὶ ἀγα‐ πῶντα λανθάνειν μηχαναῖς ἁπάσαις ἐκκαλέσασθαι καὶ724
30ἐξάψαι καὶ πῦρ λαμπρὸν ἀναδεῖξαι; θεὸς οὖν ἀμφοῖν ἀποῦσί τε καὶ συνοῦσι παρείη· θεοῦ δὲ παρόντος ἅπαν ἄπορον πόριμον. ἔρρωσο καὶ φιλοσόφει, καὶ τὸ ἐν σαυτῷ θεῖον ἄναγε ἐπὶ τὸ πρωτόγονον θεῖον. κα‐ λὸν γὰρ ἅπασαν ἐμὴν ἐπιστολὴν τοῦτο παρ’ ἐμοῦ τῇ
35τιμίᾳ σου διαθέσει λέγειν, ὅ φασι τὸν Πλωτῖνον εἰπεῖν τοῖς παραγενομένοις ἀναλύοντα τὴν ψυχὴν ἀπὸ τοῦ σώματος.

140

(t)

Τῷ αὐτῷ.
1 Τῶν ἐρώτων οἱ μὲν χαμαὶ ἐρχομένας καὶ ἀνθρω‐ πικὰς τὰς ἀρχὰς ἔχοντες ἀπεχθεῖς τέ εἰσι καὶ ἐξίτηλοι, τῇ παρουσίᾳ μόνῃ καὶ μόλις μετρούμενοι· οἷς δὲ ὁ ἐφεστὼς βραβεύει θεός, κατὰ τὴν θεσπεσίαν Πλάτωνος
5φωνὴν συντήξας τῇ τέχνῃ καὶ ἕνα ἄμφω ποιήσας τοὺς ἀντερῶντας, οὗτοι καὶ χρόνου καὶ τόπου φύσιν ἐλέγ‐ χουσιν. οὐδὲν γὰρ ἐμποδὼν ψυχαῖς ἐφιεμέναις ἀλλή‐ λων ἀρρήτοις συνόδοις ὁμόσε χωρεῖν καὶ συμπλέκεσθαι. ἐκεῖθέν ποθεν ἠρτῆσθαι δεῖ τὸ ἡμέτερον, εἰ μὴ τὰ φι‐
10λοσοφίας τροφεῖα μέλλοιμεν αἰσχύνειν, αἴσθησιν ἀγα‐ πῶντες καὶ ὅταν αὕτη μὴ ὑπὸ σωμάτων θυροκοπῆται, ψυχῆς παρουσίαν οὐ προσιέμενοι. τί οὖν ποτνιᾷ καὶ ταῖς ἐπιστολαῖς τῶν δακρύων ἐγχεῖς; εἰ μὲν γὰρ ἡμᾶς ἐλεῶν ὅτι μήπω φιλοσοφοῦμεν, καὶ ταῦτα δο‐
15κοῦντες καὶ λέγοντες, ἐπιγινώσκω τοῦ θρήνου τὴν ἀλήθειαν· εἰ δ’ ὅτι τὴν συνουσίαν ἡμῶν ἠδίκησεν ἀγνώμων τύχη (τοῦτο γάρ σοι τῶν ἐπιστολῶν τὸ βούλημα), θῆλυ καὶ παιδαριῶδες τὸ ταῦτα ἀγαπᾶν ἐφ’ ὧν δύναται βλάπτειν ὁ δαίμων τὰ τέλη τῶν προαι‐
20ρέσεων. ἐγὼ δὲ τὴν ἱερὰν κεφαλὴν τὸν Ἑρκουλιανὸν ἠξίουν ἄνω βλέπειν καὶ ὅλον εἶναι θεωρὸν τῶν ὄντων καὶ τῆς τῶν θνητῶν ἀρχῆς, τὰς ἀρετὰς διαβάντα καὶ πάλαι τὰς ἀπεστραμμένας καὶ κοσμούσας τὰ δεῦρο. καὶ ὡς πρὸς τοιοῦτόν μοι τῆς ἐπιστολῆς τὸ πρόσρημα
25πολλὰ φρονεῖν, οὐ χαίρειν οὐδ’ εὖ πράττειν, τὸ μετριώτερον. ἐπιστατεῖ γὰρ ταῖς πράξεσι νοῦς ἐλάττων, οὐχ ὃν ἠξίουν ἀνακεχῶσθαι παρὰ σοί. περὶ οὗ σοι καὶ πάμπολλα διὰ δύο τῶν πρώτων ἐπιστολῶν διελέχθην, ὧν οὐδεμίαν οἱ λαβόντες ἐπιδεδώκασιν. ἐπεί τοι
30πέμπτην ταύτην ἐκπέμπω τὴν ἐπιστολήν. ἀλλ’ εἴθε μὴ καὶ ταύτην μάτην. γένοιτο δ’ ἂν οὐ μάτην, εἰ πρῶτον μὲν ἐπιδοθείη, τὸ δ’ ἐπὶ τούτῳ καὶ τούτου σεμνότερον, κατανουθετήσει σε καὶ παιδαγωγήσει καὶ πείσει μεταθεῖναι τὴν τοῦ σώματος ἰσχὺν ἐπὶ τὴν τῆς
35ψυχῆς ἀνδρείαν, οὐ τὴν ἐκ τῆς πρώτης καὶ περιγείου τετρακτύος τῶν ἀρετῶν, ἀλλ’ ἐπὶ τὴν ἀνάλογον ἐν τρίταις καὶ τετάρταις. ἅψαιο δ’ ἂν αὐτῆς, ὅταν μηδὲν τῶν ἀνθρωπίνων θαυμάζῃς. κἂν μήπω σοι σαφὴς ἡ διαίρεσις ᾖ τοῦ λελεγμένου, τίνες ἀρχεγονώ‐
40τεραι καὶ τίνες αἱ πολλοσταὶ τῶν ἀρετῶν, τὸ ἐπὶ μη‐ δενὶ κλάειν ἀλλὰ πάντων τῶν τῇδε ἐν δίκῃ καταφρο‐
νεῖν ὅταν σοι παραγένηται, τοῦτο ἔστω σοι κανὼν καὶ κριτήριον τῶν πρώτων τῆς τεύξεως, ἵνα σοι καὶ παρ’ ἡμῶν τὸ πολλὰ φρονεῖν ἐν ταῖς ἐπιστολαῖς ἐπα‐725
45νέλθῃ. ἐρρωμένος διαβιῴης, φιλοσοφίας εὐθυμίαν πρυτανευούσης ἀκύμονα, δέσποτα ἀξιάγαστε. εἰ φι‐ λοσοφία πρεσβεύειν οἶδεν ἀπάθειαν αὐτήν, αἱ μέσαι δὲ ἕξεις εἰς μετριοπάθειαν ἵστανται, τὴν ἀπειροπά‐ θειαν καὶ τὸ εὐταπείνωτον ποῦ χώρας τάξομεν; ἆρ’

140

(50)

οὐχὶ πόρρω φιλοσοφίας, ἧς μύστην γενέσθαι σε κα‐ τηυξάμεθα; μὴ δῆτα, ὦ πάντων ἐμοὶ προσφιλέστατε, ἀλλ’ ἀρρενωπότερον ἡμῖν τὸν φίλον ὑποδείκνυε. ἅπασά μου ἡ οἰκία κατεδεήθη προσειπεῖν σε ὑπὲρ αὐτῆς. προσείρησο οὖν παρὰ πάντων, ἑκάστου μόνον οὐκ ἐγ‐
55χέαντος τὴν ψυχὴν τῇ προσρήσει. καὶ αὐτὸς ὑπὲρ ἡμῶν τὸν ἱπποτοξότην πρόσειπε, παρακαλῶ.

141

(t)

Τῷ αὐτῷ.
1 Μὴ θαυμάσῃς εἰ διακομιστῇ δυοῖν ἐπιστολῶν ἑνὶ χρῶμαι, ἀλλὰ πρῶτον μὲν αἰσθάνου δίκας ὑπέχων ἐγκλήματος ἀκαίρου καὶ ἐμφοροῦ τῆς ἀδολεσχίας ἡμῶν, εἶτα καὶ χρείαν ἑτέραν ἐθέλω μοι πληρῶσαι
5τὰ δεύτερα γράμματα. αἰτῶ γὰρ τὸ ἐν ἰάμβοις ἐκεῖνο συνταγμάτιον, δι’ οὗ πρὸς τὴν ψυχὴν ὁ γεγρα‐ φὼς διαλέγεται. ἐπεὶ τότε μὲν ᾤμην ἀπὸ τῆς μνήμης αὐτὸ συναθροίσειν, νῦν δὲ κινδυνεύει τὸ ἀντ’ ἐκείνου μηδὲν εἶναι πρὸς ἐκεῖνο, ἀλλ’ ἂν ἐπιτρέψω τῷ γράφειν,
10γνώμῃ μᾶλλον ἢ μνήμῃ χρήσομαι. καὶ ἴσως μὲν χεῖρον, ἴσως δὲ καὶ βέλτιον. οὐ μὴν δεῖ τίκτειν δὶς τὸν αὐτὸν τόκον, ἐξὸν ἔχειν τὸ τετεγμένον. ἀντί‐ γραφον οὖν τῆς τετράδος ἀπόστειλον, πρὸς αὐτῆς τῆς ψυχῆς, ἣν κοσμεῖν βούλεται τὸ βιβλίον. ἀλλ’ ὅπως
15τάχιστά τε καὶ ἀσφαλῶς, τοῦτ’ ἔστιν, εἰ διὰ τῶν πάντως ἀποδωσόντων ποιήσεις· τῷ γὰρ παρὰ θάτερον διαμαρτεῖν πάντως οὐ ποιήσεις· κἂν σχολαίτερον ἀποστείλῃς (ὑστερήσει γάρ μου τῆς παρουσίας), κἂν δῷς τῷ μὴ πάντως δώσοντι.

142

(t)

Τῷ αὐτῷ.
1 Τὸν μὲν Ὀδυσσέα διὰ τῆς ἐπιστολῆς ἐπέγνων, πολλῶν ἐπαναγόντων ἐπὶ τὴν μνήμην τοῦ ἥρωος· τὸν δὲ Πρωτέα ἠγνόησα. σὲ μὲν γὰρ ὄντα τοιόνδε καὶ ἡμιθέων ψαύειν οὐκ ἀπεικός, ἐγὼ δὲ ἄλλο μέν τι
5σοφός, κατὰ δὲ τὸ Δελφικὸν γράμμα ἐμαυτὸν ἐγνωκὼς καταδικάζω πενίαν τῆς φύσεως, καὶ ἀπογινώσκω τὴν εἰς ἥρωας οἰκειότητα, πλὴν ὅσον μιμητὴς εἶναι τῆς ἐχεμυθίας ηὐξάμην, ἣν καὶ αὐτὴν σύ μοι συνέχεας κατὰ τὸν ἐκ Σπάρτης Μενέλαον. ὥστε κινδυνεύεις
10συνωρίδι προσήκειν ἡρώων, οὐκ Ὀδυσσεῖ μόνῳ. ταῦτα μὲν ταύτῃ. τὴν δὲ ἀνεπιτηδειότητα τοῦ γράφειν μεμψάμενος οὐκ εἶ δίκαιος ἀπαιτεῖν πλῆθος ἀνιασόντων γραμμάτων· διὸ συνέστειλα τῆς ἐπιστολῆς τὸ μῆκος, ἵνα μὴ πόνος ᾖ πλείων ἀναγινώσκοντι πλέονα. ἐρ‐
15ρωμένος εὔθυμος διαβιῴης, φιλοσοφίᾳ χρώμενος εἰς τὸ θεῖον ποδηγετούσῃ, ἀξιάγαστε. τὸν θαυμάσιον κό‐ μητα πρόσειπε, πρὸς ὃν αὐτοπροσώπως ποιεῖσθαι προσρήσεις ἑαυτοῖς οὐκ ἐπετρέψαμεν. τὸ γὰρ ἐκ τῆς ποιήσεως ἄρχε, σὺ γὰρ γενεῇφι νεώτερος· πο‐726
20λέμου μὲν γὰρ καὶ στάσεως ἄρχεσθαι δικαιοῖ τὸν νέον, φιλοφροσύνης δὲ τὸν πρεσβύτερον. καίτοι παρ’ ἐμοὶ τίμιος ὁ ἀνὴρ καὶ παντὸς ἄξιος, ὃς παιδείαν καὶ στρα‐ τείαν διατετειχισμένας θριγκοῖς μεγάλοις τῶν ἐφ’ ἡμῖν μόνος εἰς ταὐτὸν ἤγαγε, παλαιάν τινα ἐξευρὼν ἐν τοῖς
25ἐπιτηδεύμασι τούτοις συγγένειαν. μεγαλόφρων δὲ ὢν ὡς οὐδείς πω στρατιώτης, ἐκ γειτόνων τῆς μεγα‐ λοφροσύνης παροικοῦσαν τὴν ἀλαζονείαν ἐκφεύγει. τὸν οὖν τοιοῦτον, κἂν μὴ γράφω, φιλῶ, κἂν μὴ θερα‐ πεύω, τιμῶ.

143

(t)

τῷ αὐτῷ.
1 Οὐκ ἐμπεδοῖς τὰ ὡμολογημένα πρὸς ἡμᾶς, ὦ φι‐ λότης, μὴ ἔκπυστα ποιεῖν τὰ ἄξια κρύπτεσθαι. ὡς ἐγώ τινων ἤκουσα τῶν ἀφικομένων παρὰ σοῦ, οἳ καὶ λέξεων ἐνίων μεμνημένοι τὴν διάνοιαν ᾔτουν αὐτοῖς
5παρ’ ἡμῶν ἀνακαλύπτεσθαι. ἀλλ’ ἡμεῖς τὸν ἡμέτερον τρόπον καὶ πρὸς αὐτοὺς οὔτε μετεποιήθημεν τῶν συγγραμμάτων, οὔτ’ ἐπιγινώσκειν αὐτὰ ἔφαμεν. δεῖ δή σοι νουθεσίας οὐκέθ’ ἡμετέρας, ὦ φίλη κεφαλή (μικρὰ γὰρ ἢ ὥστε σε πείθειν)· τὴν δὲ Λύσιδος τοῦ
10Πυθαγορείου πρὸς Ἵππαρχον ἐπιστολὴν ἐπιζήτησον, κἄν που περιτύχῃς, ἐμοὶ χάρισαι τὸ πολλάκις ἐπελ‐ θεῖν. τάχ’ ἂν ἰσχυρά σοι γένοιτο μετάνοια τῆς οὐ δεούσης ἐκφάνσεως. τὸ γὰρ δαμοσίᾳ φιλοσοφέν (οὕτω γάρ πως ὁ Λῦσις ὑποδωρίσας λέγει) μεγάλης
15εἰς ἀνθρώπους ἦρξε τῶν θείων καταφρονήσεως. ἐπεί τοι συγγεγονὼς ἐγώ τισιν οἶδα καὶ πάλαι μὲν ἀτάρ τοι καὶ ἔναγχος ἀνθρώποις, οἳ διὰ τὸ προαλῶς ἀκηκοέναι ῥηματίων σεμνοτέρων, ἠπίστησαν ἑαυτοῖς ὅπερ ἦσαν ἰδιώταις εἶναι, καὶ φύσης ἐμπλησθέντες
20ἐμόλυναν θεσπέσια δόγματα μεταποιήσει διδασκαλίας, ὧν οὐκ εὐτύχησαν μάθησιν. καὶ μέντοι καὶ τοὺς θαυμασομένους τρεῖς τινὰς ἢ τέτταρας οὐδὲν ἀποδέοντας βαναύσους εἶναι τό γε κατὰ ψυχὰς ἀνηρτήσαντο, μηδὲ διὰ τῶν προπαιδευμάτων ἐνίους ἠγμένους. δεινὸν γὰρ
25ἡ δοξοσοφία καὶ ἀπατηλόν, ἐν οὐκ εἰδόσιν οὐδὲν ἀνα‐ δυομένη καὶ πάντα ἀπερισκέπτως τολμῶσα. τί γὰρ ἂν ἀμαθίας γένοιτο θαρραλεώτερον; τοιούτοις ἀνθρώ‐ ποις ἀλαζόσι περιτυχὼν κηφῆσιν οὔτ’ ἐπαΐουσι λόγων οὔτ’ ἐφιεμένοις, μισήσας τὸ φῦλον οὐχ ἑτέραν αἰτίαν
30εὑρίσκω τῆς τροφῆς αὐτῶν ἢ τὸ ἀναγώγως καὶ πρὸ ὥρας ἠξιῶσθαι τὴν ἀρχὴν ἴσως ὑφ’ ἑτέρων ὁμοίων ὡς οἷόν τε πολυτελῶν ἀκροάσεων. ταῦτά τοι καὶ προμηθέστερος φύλαξ αὐτός τέ εἰμι καί σε παρακαλῶ τῶν φιλοσοφίας ὀργίων εἶναι. ὅτι μὲν γὰρ Ἑρκου‐
35λιανῷ πρέποντα ταῦτα, ἐγὼ γινώσκω· δεῖ δέ σε, εἴπερ αὐτῇ φιλοσοφίᾳ γνησίως προσελήλυθας, ἀφίστασθαι
κοινωνίας τῆς πρὸς τοὺς ἀποστρόφους αὐτῆς καὶ νοθεύοντας τῇ μεταποιήσει τὸ ὑπέρσεμνον αὐτῆς. τὸν ἔφορόν σοι φιλίας θεόν, μὴ ἐξενέγκῃς πρός τινας τὴν727
40ἐπιστολήν. εἰ γὰρ ποιήσαις, οἱ τῆς κακίας χαρακτῆρες ἕξουσι λυπουμένους τοὺς ἐπιγιγνώσκοντας παρ’ ἑαυτοῖς, ἢ τοῖς ἑαυτῶν φίλοις τὰ εἰρημένα σύμβολα. τὸ δὲ λυπεῖν ἔστι μὲν ὅτε ἄρρεν, καὶ πρὸς τρόπου φιλοσοφίας, ὅταν πρὸς παρόντας· τὸ δὲ καὶ γράφειν περὶ τούτων
45σμικροπρεπὲς δοκεῖ. ἀλλ’ ἅπερ ἂν Συνέσιος πρὸς ἑαυτὸν διαλεχθῇ, ταῦτα καὶ πρὸς τὴν τιμίαν σου ψυ‐ χὴν διαλέγεται, τοῦ μόνου φίλου ἢ μετὰ δυοῖν μάλιστα φίλου· ὡς ἐμοί γε ἐκτὸς τῆς τριττύος ὑμῶν οὐδέν ἐστιν ἀνθρώπινον τίμιον. προσκείμενος δὲ καὶ

143

(50)

αὐτὸς τάχα συμπληρῶ τετρακτὺν ἱερᾶς φιλίας. ἀλλ’ εὐφημείσθω τῆς ἐν ἀρχαῖς ὁμωνύμου τετρακτύος ἡ φύσις. ἐν τῷ τετραδίῳ τῶν ἰαμβείων εὗρον ἐπὶ τέ‐ λους τοὺς δώδεκα στίχους γραφέντας ἅμα, ὡς ἓν ὂν ἐπίγραμμα. ἐπεὶ οὖν σε εἰκὸς ἔχειν αὐτούς, ἴσθι ὡς
55οὔτε ἕν εἰσιν οὔτε ἑνός, ἀλλ’ οἱ μὲν ὀκτὼ πρῶτοι μετ’ ἐπιστήμης γραφέντες ποιητικῆς, μιγείσης ἕξεως ἀστρο‐ νομικῆς, εἰσὶ τοῦ σοῦ φίλου, οἱ δὲ τελευταῖοι τέτταρες ποιητικῆς εἰσὶ τρυφώσης μόνον. καὶ ἔστιν ἀρχαῖον· ἡγοῦμαι δὲ ἀσεβέστερον ἀποθανόντων λόγους κλέ‐
60πτειν ἢ θοιμάτια, ὃ καλεῖται τυμβωρυχεῖν. ἐρρω‐ μένος διαβιῴης, εὐαγῶς καὶ εὐλαβῶς φιλοσοφίας ἀντι‐ ποιούμενος. εἴκοσι τοῦ Μεσωρὶ ἡμέρας συντίθεμαί σοι περιμένειν σε, μεθ’ ἃς σὺν θεῷ τῆς ὁδοῦ ἕξομαι. τὸν ἀγαθώτατον ἑταῖρον πλεῖστά μοι πρόσειπε· φιλῶ γὰρ
65αὐτὸν διότι σε πάνυ φιλεῖ.

144

(t)

τῷ αὐτῷ.
1 Φοιβάμμων ὁ τὴν ἐπιστολὴν ἐπιδιδοὺς καὶ ἀνήρ ἐστιν ἀγαθὸς καὶ φίλος, καὶ ἀδικεῖται. διὰ πάντα οὖν αὐτῷ συλλαβέσθαι δίκαιος εἶ, καὶ δι’ ἡμᾶς καὶ διὰ τὸν τρόπον καὶ διὰ τὴν περίστασιν. τοῦτο μὲν οὕτω
5γενέσθω· καὶ γὰρ ἔοικε σφόδρα πιστεῦσαι τῇ πρὸς ἀλ‐ λήλους ἡμῶν εὐνοίᾳ. σοῦ γὰρ δεόμενος ἐπ’ ἐμὲ κατέ‐ φυγε, τεθαρρηκὼς ὅτι δι’ ἐμοῦ σοῦ τεύξεται. καὶ ὑπε‐ σχόμην αὐτῷ τὸν μὲν Ἑρκουλιανὸν διὰ Συνεσίου, τὸ δὲ νικᾶν τοὺς λυποῦντας δι’ Ἑρκουλιανοῦ τῆς ἱερᾶς
10καὶ τιμίας κεφαλῆς. περὶ τοῦ κόμητος ἐγεγράφεις δι’ Οὐρσικίνου (λέγω δὲ τοῦ τυχόντος ἀρχῆς τῶν ἐν τῇ πατρίδι στρατιωτῶν) καὶ ᾔτεις συνθήματα παρ’ ἡμῶν τοῦ γενέσθαι παρὰ τῶν δυναμένων τοῦτο ποιεῖν σῶν φίλων γράμματα πρός τε αὐτὸν καὶ πρὸς τὸν ὀρδινάριον
15ἄρχοντα. τὴν μὲν οὖν προαίρεσιν ἀπεδεχόμην καὶ τότε· τὸ δὲ ἔργον ὡς παρέλκον ἠρνούμην, γυμνὸν ἐμαυτὸν εἰς φιλοσοφίαν ἱστάς. νυνὶ δὲ ἀδικούμενοι φίλοι, καὶ ἰδιῶται καὶ στρατιῶται, βιάζονταί με βού‐ λεσθαι μεταποιεῖσθαι τῆς πολιτικῆς δυνάμεως, πρὸς
20ἣν ἀποπεφυκὼς οἶδα, καὶ αὐτοί μοι τοῦτο συνίσασιν· ἀλλὰ βιάζονται σφῶν αὐτῶν ἕνεκα ποιεῖν τι καὶ ἀκού‐ σιον. νῦν οὖν εἰ δοκοίη σοι τοῦτο ποιεῖν, ἐπιτρέπω.
πρόσειπέ μοι τὸν ἱερὸν ἑταῖρον τὸν διάκονον, καὶ γυμνα‐ ζέσθω πρὸς ἀνταγωνιστὴν ἱππέα. προσαγορεύει σε728
25πᾶς μου ὁ οἶκος, προσγενομένου αὐτῷ νῦν καὶ Ἰσίω‐ νος, ὃν ἐπόθεις ἀπὸ διηγημάτων. ὃς αἴτιός μοι γέ‐ γονε τῆς ἀγεννοῦς καὶ ἀφιλοσόφου τῶν γραμμάτων αἰ‐ τήσεως πρὸς τοὺς ἄρχοντας, καταδεηθεὶς τὰ μὲν αὐτο‐ προσώπως ὑπὲρ πολλῶν, τὰ δὲ δι’ ὧν ἐκόμισεν ἐπιστο‐
30λῶν. καὶ οὗτος οὖν σε μέχρι τῆς διηγορευμένης εἰκάδος περιμένει.

145

(t)

Τῷ αὐτῷ.
1 Οἰκέτης ἐμὸς ἐδραπέτευσεν, οὐ τῶν πατρῴων τῶν ἐμῶν οὐδὲ τῶν ἄλλως συντραφέντων ἐμοί (ἀγωγῆς γὰρ ἐλευθερίου μετασχόντες καὶ μικροῦ δέω λέγειν ἐν ὁμο‐ τίμοις ἀγόμενοι φιλοῦσιν ὡς αἱρετὸν ἄρχοντα μᾶλλον
5ἢ δεδίασιν ὡς νόμῳ δεσπότην), ἀλλ’ ὁ Φιλόρωμος (τοῦτο γὰρ ὄνομα τῷ δραπέτῃ) τῆς ἀδελφιδῆς μου τῆς Ἀμελίου θυγατρὸς οἰκέτης ὢν ἐμὸς γίνεται δι’ ἐκείνης. τραφεὶς δὲ ἐκμελὴς καὶ ἀνάγωγος φιλόσοφον καὶ Λα‐ κωνικὴν ἐπιστασίαν οὐκ ἤνεγκε, καὶ νῦν ἀντ’ ἐμοῦ
10δεσπότην εὑρόμενος Ἀλεξανδρέα, περινοστεῖ μετ’ ἐκείνου τὴν Αἴγυπτον. Ἁρποκρατίων τίς ἐστι τῶν Ἡρακλειανοῦ δορυφόρων, τάξιν ἔχων τῷ βοηθῷ βοη‐ θεῖν (ἡ γὰρ σουβαδίουβα λέξις τοῦθ’ ἑρμηνεύειν πιστεύεται)· τούτῳ σύνεστιν ὁ Φιλόρωμος. κἀγὼ τό
15γ’ ἐμὸν εἴασα ἂν χαίρειν αὐτόν· ποῦ γὰρ εὔλογον τὸν μὲν χείρω τῶν βελτιόνων μὴ δεῖσθαι, τοὺς δὲ βελτίονας ὁμολογοῦντας εἶναι δεῖσθαι τοῦ χείρονος; ἀλλ’ ἡ δέσποινα τοῦ κακοδαίμονος οὔπω πείθεται πάνυ φιλοσοφεῖν, ὥστε καταφρονεῖν τῶν οὐκ ἀντεχομένων,
20καὶ κατεδεήθη πολλὰ σταλῆναι τοὺς ἐπανάξοντας αὐ‐ τόν. ὑπέστη δὲ τὴν ὑπηρεσίαν ταύτην αὐθαίρετος ὁ σύσκηνος ἡμῶν Ἀειθαλής, ὃν ἐγὼ θεῷ τε ἡγεμόνι θαρρῶν ἔστειλα καὶ ἀνθρωπίνην ἐπικουρίαν ὑποσχόμενος τὴν παρὰ σοῦ. εἴη σοι τὴν ἐπιστολὴν ἐπιδοθῆναι· τὰ
25δ’ ἐντεῦθεν, ἐπειδὴ παρείληφας τὴν ὑπόθεσιν, θεῷ καὶ αὐτῷ σοι καὶ Ἀειθαλεῖ μελήσει.

146

(t)

Τῷ αὐτῷ.
1 Ἐπιθυμήσας ἀρρενῶσαι τὴν ἱεράν σου ψυχὴν τῷ δι’ ἐπιστολῶν ἐπιπλῆξαι τῷ σφοδρῷ τῆς εἰς τὴν συν‐ τυχίαν ἡμῶν ἐνστάσεως, πολλῷ πρότερον ὑπὸ τοῦ κατακλυσμοῦ τῶν ἐν ταῖς ἐπιστολαῖς ἰύγγων αὐτὸς
5ἐθηλύνθην, καὶ εἰμὶ νῦν τοιοῦτος οἵῳ σοι τυγχά‐ νοντι πρότερον ἐνεκάλουν. ἆρ’ οὖν ἀγαθῶν μοι με‐ γάλων αἴτιος ὁ θαυμάσιος Ἑρκουλιανός, οὕτω τὴν ἐμὴν ψυχὴν ἀναρτήσας ἑαυτοῦ καὶ καταβιβάσας τοῦ φιλοσοφίας ἀξιώματος; ἐγὼ μὲν οὖν οὐ δι’ ἄλλο τι τὰς
10Σειρῆνας ὑπὸ τῶν ποιητῶν ἡγοῦμαι βλασφημεῖσθαι, ἢ ὅτι τῷ μελιχρῷ τῆς φωνῆς ἀπώλλυον, προσαγόμεναι τὸν πιστεύσαντα· ἤκουσα δέ του τῶν σοφῶν καὶ ἀλληγοροῦντος τὸν μῦθον. Σειρῆνας γὰρ αὐτοῖς αἰ‐
νίττεσθαι τὰς ἀπολαυστικὰς ἡδονάς, αἳ τοὺς εἴξαντας729
15καὶ καταγοητευθέντας αὐτῶν τῷ προσηνεῖ μετὰ μικρὸν ἀπολλύουσι. τί οὖν ἀποδέουσιν εἶναι Σειρῆνες αἱ τῶν σῶν ἐπιστολῶν ἡδοναί, ὑφ’ ὧν ἐγὼ τὸ ἐμβριθὲς ἀφεὶς ὅλος Ἑρκουλιανοῦ γέγονα; μάρτυς θεός, οὐ νόμῳ τοῦ γράφειν ἀντ’ ἄλλου τοὺς περὶ τούτου πεποίημαι λό‐
20γους, ἵν’ ὑπόθεσιν ἔχω γραμμάτων, ἀλλὰ τῶν παρ’ Οὐρσικίνου δοθεισῶν ἐπιστολῶν (ἦσαν δὲ τρεῖς) ἡ μέση κατὰ τὸ μέγεθος ἔμβιόν τι ψυχῆς πάθος ἐνέσταξέ μοι κομίσασα, καὶ γέγονα τῆς ἐν τοῖς γράμμασι κολακείας ἥττων τοσοῦτον ὅσον αἰσχύνεσθαι. τὸν ἀδελφὸν
25Κῦρον ἔδει κομίσασθαι παρὰ σοῦ γράμματα περὶ ὧν ἐδήλωσας διὰ τὸν ἐκ Πενταπόλεως κόμητα. καὶ χάριν μὲν ἔσχον τῇ προαιρέσει τοῦ συστήσαντος, ἐπε‐ λάθου δὲ ὅτι φιλοσοφεῖν πειρῶμαι· καὶ μικρὸν ἡγοῦμαι τιμὴν ἅπασαν, εἰ μὴ ἐπὶ φιλοσοφίᾳ γένοιτο. δέομαι
30οὖν διὰ τὸν θεὸν οὐδέν· οὔτε γὰρ ἀδικοῦμεν οὔτ’ ἀδι‐ κούμεθα. τὸ δὴ τοιοῦτον ἐκείνῳ μὲν ὑπὲρ ἡμῶν ἔπρεπε ποιεῖν, ἡμῖν δὲ αἰτεῖν οὐ πρέπον. εἰ γὰρ ἔδει ζητεῖν ἐπιστολάς, αἰτεῖν ἔδει πρὸς ἐμὲ γενέσθαι (οὕτω γὰρ ἂν ἐτιμήθην), οὐχ ὑπὲρ ἡμῶν πρὸς ἕτερον.
35ἐρρωμένος εὐθυμῶν διαβιῴης, φιλοσοφίαν ἀδολώτατα μετιών. πᾶσα ὁμοῦ σε ἡ οἰκία, μάρτυς θεός, καὶ παῖδες καὶ γέροντες καὶ γυναῖκες προσαγορεύουσιν. ἴσως δ’ ἂν αὐτὸς καὶ φιλοφρονουμένας τὰς γυναῖκας μισοίης. ἰδοὺ τί πεποίηκας· ἐν ὁδῷ με ὄντα ἀπρὶξ
40λαβόμενος κατέχεις. ἦσαν ἄρα Αἰγύπτιοι φαρμακεῖς, καὶ οὐ πάντα Ὅμηρος ψεύδεται, ὅτε καὶ αὐτὸς ἰύγγων πλήρεις ἐπιστολὰς ἐκπέμπεις ἀπ’ Αἰγύπτου. Ἑλένῃ μὲν οὖν τὸ λαθικηδὲς φάρμακον Πολύδαμνα πόρεν Θῶνος παράκοιτις· σοὶ δὲ τίς τὸ ἀνιαρὸν δέδωκεν,
45ᾧ χρίσας ἔπεμψας τὴν ἐπιστολήν;

147

(t)

Ἰωάννῃ.
1 Οἶμαί σε καὶ πρὸ εὐχῆς εὖ πράττειν, ὅς γε ἀφεὶς τοὺς ἀνθρώπους ἡμᾶς
Ἄτης ἐν λειμῶνι κατὰ σκότον ἠλάσκοντας καὶ ταῖς χθονίαις ἐγκαλινδουμένους φροντίσιν, αὐτὸς
5ὑπὲρ ταύτας στήσας σαυτὸν ἀνεχώρησας ἔτι δεῦρο ὢν καὶ μακαρίας ἥψω ζωῆς, εἰ μὴ φίλος ὢν Γάνος ἐν τῷ λέγειν καὶ διαγγέλλειν τὰ σὰ πρὸς ἡμᾶς οἴεται δεῖν τι καὶ ψεύδεσθαι· δεινὸν γὰρ ἡ εὔνοια κλέψαι τὴν ἀλή‐ θειαν. οὗτος οὖν ὁ Γάνος ἐπεφήμισέ σοι τὸν μονήρη
10βίον, καὶ πρόφασιν τῆς εἰς τὴν πόλιν εἰσόδου βιβλία καὶ τὸν νοῦν αὐτῶν ὅσος εἰς θεολογίαν συντείνει, καὶ φαιὸν τριβώνιον ἀμπέχεσθαί σέ φησιν. οὐδὲν μὲν ἦν μεῖον, εἰ καὶ λευκὸν ἦν· τῇ γὰρ φανοτάτῃ φύσει μᾶλλον ἂν ἀνακείμενον εἴη τὸ ἐν τοῖς αἰσθητοῖς καθαρὸν καὶ
15φωτοειδέστερον· εἰ δὲ καὶ τὸ μέλαν ἐπῄνεσας, ἐπειδὴ ζήλῳ τινῶν προλαβόντων ἐποίησας, ἐπαινῶ πᾶν τὸ ἐπὶ τῷ θείῳ γινόμενον. τὸ γὰρ οὗ χάριν γίνε‐ ται, δίδωσι κατορθοῦν τῷ ποιοῦντι, καὶ ἡ προαίρεσις
ἔχει τὴν ἀρετήν. ἡμεῖς μὲν οὖν σοι συνηδόμεθα σχε‐730
20διάσαντι τὸ τέλος ὅπερ ἡμεῖς πάλαι σὺν πόνῳ μόλις θυροκοποῦμεν· σὺ δὲ ἡμῖν σύνευξαι φθάσαι ποτὲ καὶ αὐτοῖς, καὶ εὑρέσθαι τι κέρδος ἀπὸ τῆς ἐν φιλοσοφίᾳ μερίμνης, ἵνα μὴ τὴν ἄλλως ὦμεν κατατετριφότες πρὸς τοῖς βιβλίοις τὸν βίον. ἐρρωμένος εὐδαιμονῶν δια‐
25βιῴης, θαυμάσιε.

148

(t)

Ὀλυμπίῳ.
1 Ἀπέλιπον τὴν τάξιν τῶν φόρων. τί γὰρ ἦν ποιεῖν, οὐδενὸς Ἑλλήνων τῶν τὴν Λιβύην ἐπῳκηκότων θέλον‐ τος εἰς τὴν παρ’ ἡμῖν θάλατταν ἐκπέμπειν ὁλκάδας; καὶ σὲ δὲ ἀφίημι τῆς συντάξεως· οὐδὲ γὰρ Σύροις
5ἐπιμελὲς καταίρειν εἰς τὰ Κυρηναίων ἐπίνεια. λάθοι δ’ ἄν με τοῦτό ποτε καὶ γενόμενον· οὐ γάρ εἰμι γείτων θαλάττης οὐδ’ ἐλλιμενίζω συχνά, ἀλλ’ ἀνῴκισμαι πρὸς νότον ἄνεμον Κυρηναίων ἔσχατος, καὶ γείτονες ἡμῖν εἰσὶν οἵους Ὀδυσσεὺς μετὰ τὴν Ἰθάκην τὸ πηδάλιον
10ἔχων ἐζήτει, μῆνιν Ποσειδῶνος ἐκ τοῦ χρησμοῦ πα‐ ραιτούμενος,
οἳ οὐκ ἴσασι θάλασσαν
ἀνέρες, οὐδέ θ’ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν. ἀλλὰ μὴ λόγον ἄλλως οἰηθῇς τὸ μηδὲ μέχρις ἁλῶν
15τοὺς δεῦρο κεχρῆσθαι θαλάττῃ, μηδὲ μὴν ἄναλα διὰ τοῦτο κατεσθίειν ἡγοῦ τὰ κρέα τε καὶ τὰ πέμματα. εἰσὶ νὴ τὴν ἱερὰν Ἑστίαν, εἰσὶν ἠπειρῶται παρ’ ἡμῖν ἅλες, ἀπέχοντες πρὸς νότον ἔλαττον ἢ πρὸς ἀπαρκτίαν ἡ θάλαττα. τούτους Ἄμμωνος καλοῦμεν τοὺς ἅλας.
20πέτρα δὲ αὐτοὺς ψαφαρὰ καὶ τρέφει καὶ κρύπτει, ἣν ὅταν ἀφέλῃς ἐπιβεβλημένην ὥσπερ ἐφελκίδα, ῥᾳστώνη πολλὴ καὶ χερσὶ καὶ σκαλίσιν ἀροῦν τὸ βάθος. τὸ δὲ ἀναχωννύμενον ἅλες εἰσίν, ἰδεῖν τε ἡδεῖς καὶ γεύσα‐ σθαι. ἀλλ’ ὅπως μὴ σοφιστικὴν ἀπειροκαλίαν οἰηθῇς
25τὸ ἐπεξελθεῖν τῶν ἐπιχωρίων ἁλῶν τῷ διηγήματι· ἥκιστα γὰρ τοῖς ἀγροδιαίτοις ἡμῖν προσιζάνει τὸ φιλότιμον πάθος. ἀλλὰ σὺ γὰρ ἀπαιτεῖς ἕκαστα παρ’ ἡμῶν τὰ περὶ ἡμῶν εἰδέναι. ἀνέχου τοίνυν ἀδολεσχούσης ἐπιστολῆς, ἵνα καὶ τῆς ἀκαίρου
30πολυπραγμοσύνης δῷς δίκην. ἅμα δὲ καὶ χαλεπὸν εἰς πίστιν τὸ ἑκάστοις ἀπότροφον. οὐ φαῦλον οὖν ἔργον Σύρον ἀναπεῖσαι περὶ χερσαίων ἁλῶν, ἐπεὶ καὶ δεῦρο πράγματα ἔχω περὶ νεῶν καὶ ἱστίων καὶ θαλάττης ἀνακρινόμενος. οἶσθα γὰρ ὡς ἐγὼ καὶ
35φιλοσοφῶν ποτὲ ἅμα ὑμῖν ἐθεασάμην τὸ χρῆμα τοῦτο τὴν θάλατταν, καὶ πρὸς Φάρῳ καὶ πρὸς Κανώβῳ τὴν μεγάλην λίμνην τὴν λαμυράν. καὶ εἵλκετο ναῦς, καὶ ἀνήγετο πρὸς οὖρον αὕτη, κώπαις ἐκείνη. ἐγελᾶτε γοῦν εἰκάσαντος αὐτὴν ἐμοῦ ζῴῳ πολύποδι. οἳ δὲ
40διάκεινται τὰς γνώμας ὥσπερ ἡμεῖς, ὅταν ὑπὲρ τῶν ἐπέκεινα Θούλης ἀκούωμεν, ἥτις ποτέ ἐστιν ἡ Θούλη, διδοῦσα τοῖς διαβᾶσιν αὐτὴν ἀνεύθυνα καὶ ἀνεξέλεγκτα ψεύδεσθαι. ἀλλ’ οὗτοί γε κἂν πρόσωνταί ποτε τὰ περὶ τῶν νεῶν ἢ δόξωσιν ἐκεῖνο γελᾶν, ἀνὰ κράτος ἀπιστοῦ‐
45σιν ὅτι δύναται τρέφειν ἀνθρώπους καὶ θάλαττα· τοῦτο γὰρ μόνην ἔχειν ἀξιοῦσι τὴν μητέρα γῆν τὸ πρεσβεῖον. ἐγὼ δέ ποτε αὐτοῖς ἀνανεύουσι πρὸς τὰ περὶ τῶν ἰ‐ χθύων, ἀναλαβὼν τινὰ κέραμον καὶ προσαράξας πέτρᾳ ἔδειξα τῶν ἀπ’ Αἰγύπτου ταρίχη συχνά· οἳ δὲ ὄφεων731

148

(50)

πονηρῶν ἔφασαν εἶναι σώματα, καὶ ἀναθορόντες ἔφευ‐ γον, τὰς ἀκάνθας ὑποπτεύοντες ὡς οὐδὲν ἠπιωτέρας τοῦ διὰ τῶν ὀδόντων φαρμάκου. καὶ ἔφη τις ὁ γε‐ ραίτατος καὶ τῇ δόξῃ φρενῶν ἐπηβολώτατος, σχολῇ γοῦν περὶ ὕδατος ἁλυκοῦ πιστεῦσαι καλόν τι αὐτόθι
55τρέφεσθαι καὶ ἐδώδιμον, τῶν πηγαίων τῶν ἀγαθῶν καὶ ποτίμων ναμάτων βατράχους καὶ βδέλλας γεννών‐ των, ὧν οὐδ’ ἂν ὁ μαινόμενος γεύσαιτο. καὶ εἰκότα γε ἀγνοοῦσιν
οὐ γὰρ σφᾶς ἐκ νυκτὸς ἐγείρει κῦμ’ ἐπιθρῷσκον
60πελάγους, ἀλλ’ ἵππων χρεμετισμοὶ καὶ μηκάζον αἰ‐ πόλιον, καὶ προβατίων βληχὴ καὶ ταύρου μύκημα, πρώτης δὲ ἀκτῖνος ἐπιβαλούσης τῶν μελιττῶν ὁ βόμ‐ βος, εἰς ἡδονῆς λόγον οὐδεμιᾷ παραχωρῶν μουσικῇ. μήτι σοι δοκοῦμεν ἐκδιηγεῖσθαι τὰς Ἀγχεμάχου, τοιοῦ‐
65τον οἰκοῦντες ἀγρὸν πόρρω πόλεως καὶ ὁδῶν καὶ ἐμπο‐ ρίας καὶ τρόπων ποικίλων; ἡμῖν γάρ ἐστι σχολὴ μὲν φιλοσοφεῖν, ἀσχολία δὲ κακουργεῖν. σύνοδοι δὲ πᾶσαι πᾶσιν ἑταιρικαί, χρωμένων ἀλλήλοις ἐπὶ γεωρ‐ γίαν, ἐπὶ ποιμένας ἐπὶ ποίμνας, ἐπὶ θήραν ὧν ἡ γῆ
70φέρει παντοδαπήν· οὐδὲ γὰρ νόμος ἡμῖν, οὔτ’ αὐτοῖς οὔθ’ ἵπποις, ἀνιδρωτὶ σῖτον αἱρεῖσθαι. ἀριστῶμεν δὲ ἐπ’ ἀλφίτοις, ἡδίστοις μὲν ἐμφαγεῖν ἡδίστοις δὲ ἐμ‐ πιεῖν, ἃ καὶ τῷ Νέστορι κίρνησιν Ἑκαμήδη. μετὰ κόπον ἰσχυρὸν ὁ κυκεὼν τῆς θερινῆς ὥρας ἀλέξημα.
75καὶ μήν ἐστιν ἡμῖν καὶ πύρινα πέμματα καὶ τρωκτὰ τὰ μὲν ἥμερα τὰ δὲ ἄγρια, πάντα ἐγχώρια, γῆς ἀρίστης χυμοί, καὶ κηρία μελιττῶν καὶ γάλα ἐξ αἰγῶν· οὐ γὰρ νομίζομεν βοῦς ἀμέλγειν. ποιεῖ δὲ οὐκ ἐλάττω τὴν ἀφθονίαν ἐν ταῖς τραπέζαις ἡ διὰ τῶν
80κυνῶν καὶ τῶν ἵππων θήρα, ἣν οὐκ οἶδα πῶς οὐ προσ‐ εῖπεν Ὅμηρος κυδιάνειραν, οὐδὲ ἀριπρεπέας ἔφη τοὺς ἄνδρας ἐν αὐτῇ γίγνεσθαι· τὴν δὲ ἀγορὰν ἐγκω‐ μίῳ τοιούτῳ τετίμηκεν, ἀνθρώπια παρεχομένην ἀναιδῆ καὶ παμπόνηρα καὶ οὐδὲν ὑγιές, ἀλλὰ λοίδορα καὶ κα‐
85κορραφεῖν εἰδότα. ἐφ’ οἷς καὶ γελῶμεν ἡμεῖς, ὅταν ποτὲ ἡμῖν ὁμώροφα γένηται· φρίττουσι γάρ τοι πρὸς τὰ ἐκ τῶν καμίνων κρέα τὰ θήρεια. καὶ τί λέγω τὰ θήρεια; φαρμάκου γ’ ἂν θᾶττον ἢ ὁτουοῦν τῶν παρ’ ἡμῖν γεύσαιντο. ζητοῦσι δὲ οἶνον μὲν τὸν λε‐
90πτότατον, μέλι δὲ τὸ παχύτατον, καὶ ἔλαιον μὲν τὸ κουφότατον, πυρὸν δὲ τὸν βαρύτατον· καὶ πατρίδας αὑτῶν ὑμνοῦσι Κύπρον καὶ Ὑμηττόν τινα καὶ Φοινί‐ κην καὶ Βάραθρα. ἡμῖν δὲ ἡ χώρα καὶ εἰ καθ’ ἓν ἑκάστης ἡττᾶται τῆς τὸ ἄκρον φερούσης, τοῖς λοιποῖς
95ἑκάστην νικᾷ. καὶ τοῦτ’ ἐστὶ τὸ ἐκ δευτέρων πρω‐ τεῖον, ὃ καὶ Πηλεὺς καὶ Θεμιστοκλῆς εὑρόμενοι πάντα πάντων ἄριστοι τοῖς Ἕλλησιν ἐκηρύχθησαν. εἰ δὲ δὴ
καὶ δοίημεν τὸ δεῦρο μέλι χεῖρον εἶναι πρὸς τὸ Ὑμήτ‐ τιον, ἀλλὰ τοιοῦτόν ἐστιν οἵου παρόντος οὐδὲν δεῖν τοῦ732

148

(100)

ξένου χυμοῦ. ἔλαιον μέντοι σαφῶς τὸ ἡμεδαπὸν ἄρι‐ στον, ἢν μὴ κρίνωσιν οἱ διεφθορότες τὴν δίαιταν. ἐκεῖνοι μὲν γὰρ αὐτὸ ζυγοστατοῦσι, ῥοπῇ τὴν ἀρετὴν ἐξετάζοντες, καὶ τὸ μειαγωγοῦν ἐν πλεονεκτήματος μοίρᾳ λογίζονται· ἡμῖν δὲ οὐ χαλκεύονται μὲν
105ἐπὶ τοὔλαιον τάλαντα, φαμὲν δέ, εἴπερ αὐτὸ δέοι ποιεῖν, φύσιν εἶναι τὸ πλέον ἕλκον τιμᾶν. ἀμέλει τὸ θαυμα‐ στὸν αὐτοῖς καὶ ὤνιον ἔλαιον ἐν ταῖς θρυαλλίσιν ὑπ’ οὐδενείας ἀσθενεῖ θρέψαι φλόγα, τὸ δὲ αὐτόχθον ὑπὸ γενναιότητος πυρκαϊὰν ὅλην ἀνίστησι, κᾆτ’ ἐπειδὰν
110λύχνου δέῃ, χειροποίητον ἡμέραν ποιεῖ. ἀγαθὸν δὲ λιπῆναι μᾶζαν, ἀγαθὸν δὲ σωμασκοῦσι θρέψαι νεῦρα. ἡμῖν δὲ καὶ τὸ μουσικῆς χρῆμα ἐπιχώριον ὡς οὐδὲν ἄλλο, καὶ ἔστιν Ἀγχεμαχηταῖς λύριόν τι ποιμενικὸν λιτὸν καὶ αὐτόσκευον, εὔφημόν τε καὶ ἄρρεν ἐπιεικῶς,
115οὐκ ἀνάξιον τοὺς ἐν τῇ Πλάτωνος πόλει παῖδας ἐκτρέ‐ φειν· ὡς οὐ λυγίζεται τοῦτο οὐδὲ ἀρετὴν ἔχει παμ‐ φώνως ἡρμόσθαι. τῷ δὲ ἁπλῷ τῶν χορδῶν συμβαί‐ νουσιν οἱ προσᾴδοντες· οὐ γὰρ ἐπιτίθενται τρυφώσαις ὑποθέσεσιν, ἀλλ’ ἔστιν ἡμῖν καλόν τι χρῆμα ᾠδῆς
120ἔπαινος ἐνόρχου κριοῦ, καὶ ὁ μείουρος κύων ἐγκωμίου τυγχάνει, ὅτι οἶμαι δίκαιός ἐστι τὰς ὑαίνας οὐκ ὀρρω‐ δῶν καὶ λαρυγγίζων τοὺς λύκους. καὶ ὁ κυνηγέτης οὐχ ἥκιστα ᾠδὴ γίνεται ταῖς κατανομαῖς εἰρήνην ποιῶν καὶ εὐωχῶν ἡμᾶς πανδαισίᾳ κρεῶν. ἥ τε διδυμοτόκος
125οἷς οὐκ ἀπαξιοῦται τῆς λύρας, ὅτι πλείω τῶν ἐτῶν ἐκτρέφει τὰ ἔκγονα. τὴν δὲ κράδην θαμὰ καὶ τὴν ἄμπελον ἐντείναντες ψάλλομεν. οὐδὲν δὲ ὅσον εὐχαί τινες· ἔτι τε ᾆσμα καὶ αἰτήσεις ἀγαθῶν ἀνθρώποις καὶ φυτοῖς καὶ βοτοῖς. ταῦτά σοι καὶ τοιαῦτα παρ’
130ἡμῖν ὥρια καὶ ἀρχαῖα καὶ πενήτων ἀγαθά· βασι‐ λεὺς δὲ καὶ βασιλέως φίλοι καὶ δαίμονος ὄρχησις, οἷα δὴ συνιόντες ἀκούομεν, ὀνόματά τινα καθάπερ αἱ φλό‐ γες ἐπὶ μέγα τῆς δόξης ἐξαπτόμενα καὶ σβεννύμενα, ταῦτα δεῦρο ἐπιεικῶς σιγᾶται, καὶ σχολὴ ταῖς ἀκοαῖς
135τοιούτων ἀκροαμάτων. ἐπεὶ καὶ βασιλεὺς ὅτι μὲν ἀεὶ ζῇ, τοῦτ’ ἴσως ἐπίστανται σαφῶς (ὑπομιμνησκό‐ μεθα γὰρ ἅπαν κατ’ ἔτος ὑπὸ τῶν ἐκλεγόντων τοὺς φόρους)· ὅστις δὲ οὗτός ἐστιν, οὐ μάλα ἔτι τοῦτο σα‐ φῶς, ἀλλ’ ἐν ἡμῖν εἰσί τινες οἳ μέχρι καὶ νῦν Ἀγα‐
140μέμνονα κρατεῖν ἥγηνται τὸν Ἀτρείδην, τὸν ἐπὶ Τροίαν, τὸν μάλα καλόν τε κἀγαθόν· τοῦτο γὰρ παι‐ δόθεν ἡμῖν ὡς βασιλικὸν παραδέδοται τοὔνομα. καὶ Ὀδυσσέα τινὰ αὐτοῦ φίλον ὀνομάζουσιν οἱ χρηστοὶ βουκόλοι, φαλακρὸν μὲν ἄνθρωπον, ἀλλὰ δεινὸν ὁμι‐
145λῆσαι πράγμασι καὶ πόρον ἐν ἀμηχάνοις εὑρεῖν. ἀμέ‐ λει γελῶσιν, ὅταν περὶ αὐτοῦ λέγωσιν, ἡγούμενοι πέρυσιν ἐκτετυφλῶσθαι τὸν Κύκλωπα, καὶ ὡς εἵλκετο μὲν ὑπὸ τῷ κριῷ τὸ γερόντιον, τὸ δὲ κάθαρμα τὴν θύραν ἐτήρει καὶ οὐραγεῖν ᾤετο τὸν ἡγεμόνα τῆς

148

(150)

ποίμνης, οὐκ ἀχθόμενον τῷ φορτίῳ, τῇ δὲ αὐτοῦ συμ‐ φορᾷ συναχθόμενον. ἐγένου βραχύ τι διὰ τῆς ἐπιστο‐
λῆς μεθ’ ἡμῶν τῇ γνώμῃ. τεθέασαι τὸν ἀγρόν, εἶδες ἁπλόην πολιτευμάτων. τὸν ἐπὶ Νῶε βίον ἐρεῖς, πρὶν γενέσθαι τὴν δίκην ἐν δουλείᾳ.733

149

(t)

Τῷ αὐτῷ.
1 Ἡμῖν ἀεὶ καὶ ἀπὼν ἐπιδημεῖς τῇ μνήμῃ· καὶ γὰρ οὐδ’ ἂν εἰ πάνυ βουληθείημεν, ἐπιλαθέσθαι δυναίμεθα τῆς γλυκυτάτης σου ψυχῆς καὶ τῶν ἀδολωτάτων ἠθῶν, ἀδελφὲ διὰ πάντα θαυμάσιε. ὡς οὐδὲν ἂν ἡμῖν γέ‐
5νοιτο τῆς περὶ σὲ μνήμης ἱερώτερον ἢ τὸ πάλιν περι‐ πτύξασθαι τὴν σεβασμίαν σου κεφαλήν· ὃ δοίη ποτὲ θεὸς, καὶ ἴδοιμέν σε καὶ ἀκούσαιμέν σου τῆς ἡδίστης τῶν λόγων ἠχοῦς. ἧσας δὲ ἡμᾶς καὶ οἷς ἀπέστειλας· ἅπαντα γὰρ ἐκομισάμεθα. πλέον δ’ ἠνίασας τῷ λογι‐
10σμῷ τῷ ποίου τινὸς ἑταίρου ζῶντος ζῶντες στεροίμεθα. ἔλθοι δή ποτε καὶ συντυχίας καιρός, καὶ εὐτυχήσαιμι τοῦτο παρὰ θεοῦ.

150

(t)

Πυλαιμένει.
1 Οὐδὲ τὴν σὴν Ἡράκλειαν ἀνήκοον οἶμαι γεγονέναι τοῦ παρ’ ἡμῖν φιλοσοφήσαντος Ἀλεξάνδρου, ἀνδρὸς ἁπανταχοῦ διαβάντος μετὰ δόξης.
κωφὸς ἀνήρ τις, ὃς Ἡρακλεῖ στόμα μὴ παραβάλλει.
5τούτου παῖς, ἐμὸς ἀνεψιός, ἐπιδώσει σοι τὴν ἐπι‐ στολήν, τὸν πατρῷον ζῆλον ὑπεισελθὼν οὐ διὰ τῆς στολῆς ἀλλὰ διὰ τῆς γνώμης. στέλλεται γοῦν ἐπὶ πο‐ νηροὺς ἄνδρας, τὸν Ἡράκλειον τρόπον ἐκκαθαίρων αὐτῶν τὴν πατρίδα. θεοῦ δὲ ἔδει δήπου καὶ
10Ἡρακλέους, οὐ μὴν ἀλλὰ καὶ Ἰόλεω συμμάχου καὶ παραστάτου. οὐκοῦν τὸν μὲν θεὸν ἑαυτῷ ποριεῖται τὸν ἐνόντα τρόπον, καὶ προσκλινεῖ βίου τε ἀρετῇ καὶ γνώ‐ μης εὐσεβείᾳ· τὴν δὲ σὴν φιλίαν ἀντὶ τῆς Ἰόλεω μνη‐ στεύομεν ἡμεῖς αὐτῷ διὰ τῆς ἐπιστολῆς. συνέσῃ δὲ
15τοσαῦτα αὐτῷ ὅσα ἡμῖν, κἂν χρήσῃ τῇ φιλίᾳ τοῦ νεανίσκου, πάντως ἐρεῖς οὐ φαῦλον ἐπαινέτην ἐμέ.

151

(t)

Τῷ αὐτῷ.
1 Ἆρά μοι μένεις φιλόσοφος, ἆρα ἐκεῖνος ὃν ἀπολέλοιπα Πυλαιμένης, ἡ νεοτελὴς ψυχή, τὸ σπέρμα τὸ θεῖον; φοβοῦμαι τὸν χρόνον τὸν ἀπὸ γενέσεως, πλέον φο‐ βοῦμαι τὴν ὁμιλίαν τῆς ἀγορᾶς, τὸ ἐγκαλινδεῖσθαι
5συχναῖς ἤδη τύχαις καὶ πράξεσι, μὴ μολύνῃ τὸν ἁγιώ‐ τατον νεών, τὸν νοῦν σου τὸν ἱερόν, ὃν ἐγὼ μετ’ ὀλίγων ἀξιώτατον ἡγοῦμαι δοχέα θεοῦ. καὶ οἶδα μὲν συνορ‐ γιάσαι σοι τὰ τῆς φιλοσοφίας εὐχήν ποτε ποιησάμενος· ἐπεὶ δ’ οὖν κρείττων ὁ τῆς πατρίδος ἔρως ἐγίγνετο,
10εὐξαίμην ἂν ὅπου ποτὲ γῆς εἴης φιλοσοφίαν ἐργάζεσθαί σε κατὰ δύναμιν. τοιγαροῦν ἀσπάζομαι τὴν φίλην κεφαλήν, καὶ πάνυ πολλάκις ἀσπάζομαι τὴν φίλην κεφαλήν, καὶ σιγῶν καὶ λέγων καὶ γράφων καὶ μὴ
γράφων.734

152

(t)

Τῷ αὐτῷ.
1 Οἴου με περιπτύσσεσθαι Πυλαιμένην, αὐτὴν τὴν ψυχὴν αὐτῇ τῇ ψυχῇ. ἀπορῶ λόγων οἷς ἂν ἐκχέοιτο ὅσον ἐστὶ τῆς γνώμης μου τὸ βουλόμενον, μᾶλλον δὲ οὐδ’ αὐτό μου τὸ πάθος ὅ τί ποτέ ἐστι τὸ περὶ σέ μου τῆς
5ψυχῆς ἐξευρίσκω. ἐγένετο δέ τις ἀνὴρ δεινὸς τὰ ἐρω‐ τικά, Πλάτων ὁ Ἀρίστωνος, Ἀθηναῖος, εὔπορος εὑρεῖν εὔκολος εἰπεῖν ἐραστοῦ φύσιν, καὶ δὴ καὶ ὅ τι αὐτῷ γενέσθαι περὶ τὰ παιδικὰ βούλεται. καὶ ὑπὲρ ἐμοῦ τοίνυν ἐξευρηκώς τε ἔστω καὶ εἰρηκώς. βούλοιτ
10ἂν οὖν φησί Ἡφαίστου τέχνῃ συντακῆναί τε καὶ συμφυῆναι καὶ ἕνα ἄμφω γενέσθαι.

153

(t)

Τῷ αὐτῷ.
1 Δι’ ἔτους ἡμῖν ἀφικνεῖται παρὰ σοῦ γράμματα, ὥσπερ τῶν ὡρῶν καὶ τοῦτο φερουσῶν. ἐμοὶ μὲν οὖν ἴσως καρπὸς ἡδίων οὗτος ἢ ὃν ἐκτρέφουσι μηνῶν κύκλοι καὶ γεωργοί, σὺ δὲ οὐκ ἂν εἰκότα ποιοίης τῆς ἐπὶ τού‐
5τοις ἡμᾶς εὐφροσύνης ἀποστερῶν. ἀλλὰ μετάθου τὴν γνώμην, καὶ ποίησον ἡμῖν τὸ γοῦν τῆτες εὐετηρίαν ἐπιστολῶν.

154

(t)

Τῇ φιλοσόφῳ.
1 Τῆτες ἐξήνεγκα δύο βιβλία, τὸ μὲν ὑπὸ θεοῦ κινηθείς, τὸ δὲ ὑπὸ λοιδορίας ἀνθρώπων. καὶ γὰρ τῶν ἐν λευκοῖς ἔνιοι τρίβωσι καὶ τῶν ἐν φαιοῖς ἔφασάν με παρανομεῖν εἰς φιλοσοφίαν, ἐπαΐοντα κάλλους ἐν λέ‐
5ξεσι καὶ ῥυθμοῦ, καὶ περὶ Ὁμήρου τι λέγειν ἀξιοῦντα καὶ περὶ τῶν ἐν ταῖς ῥητορείαις σχημάτων, ὡς δὴ τὸν φιλό‐ σοφον μισολόγον εἶναι προσῆκον καὶ μόνα περιεργάζε‐ σθαι τὰ δαιμόνια πράγματα. καὶ αὐτοὶ μὲν θεωροὶ τοῦ νοητοῦ γεγονότες· ἐμὲ δὲ οὐ θέμις, διότι νέμω τινὰ
10σχολὴν ἐκ τοῦ βίου τῷ καὶ τὴν γλῶτταν καθήρασθαι καὶ τὴν γνώμην ἡδίω γενέσθαι. ἐνῆγε δὲ αὐτοὺς εἰς τὸ καταδικάσαι μου πρὸς μόνην παιδιὰν ἐπιτήδειον εἶναι τὸ τὰς Κυνηγετικὰς ἐκ τῆς οἰκίας οὐκ οἶδ’ ὅπως διαρρυεί‐ σας σπουδασθῆναι διαφερόντως ὑπὸ νεανίσκων ἐνίων,
15οἷς Ἑλληνισμοῦ τε καὶ χάριτος ἔμελε, καί τινα τῶν ἐκ ποιητικῆς ἐπιμελῶς ἔχοντα καὶ παραδεικνύντα τι τῆς ἀρχαίας χειρός, ὅπερ ἐπὶ τῶν ἀνδριάντων λέγειν εἰώ‐ θαμεν. ἀλλ’ ἐκείνων οἱ μὲν ἀμαθίας ἡγουμένης τοῦ θράσους προχειρότατοι πάντων εἰσὶ περὶ τοῦ θεοῦ δια‐
20λέγεσθαι (οἷς ἂν ἐντύχῃς, εὐθὺς ἀκούσῃ τινὰ περὶ τῶν ἀσυλλογίστων συλλογισμῶν), καὶ μὴ δεομένων ἐπαν‐ τλοῦσι τῶν λόγων, ἰδίᾳ τι δοκῶ μοι διαφέρον αὐτοῖς. ἀπὸ γὰρ τούτων ἐν ταῖς πόλεσιν οἱ δημοδιδάσκαλοι γίγνονται, ὃ ταὐτόν ἐστι καὶ τὸ κέρας τῆς Ἀμαλθείας,
25ᾧ οὗτοί γε δεῖν οἴονται χρῆσθαι. ἐπιγινώσκεις, οἶ‐ μαι, τὸ φῦλον τοῦτο τὸ ῥᾴδιον, ὃ διαβάλλει γενναίαν ὑπόθεσιν. Οὗτοί με μαθητιᾶν ἑαυτοῖς ἀξιοῦσι, καί φασιν
ἀποφανεῖν ἐντὸς ὀλίγου τὰ περὶ θεὸν παντολμότατον,735
30ἡμέρας ἑξῆς καὶ νύκτας ἀγορεύειν δυνάμενον. ἕτεροι δὲ οἱ κάλλιον ᾐσθημένοι, παρὰ πολὺ τούτων εἰσὶ κακο‐ δαιμονέστεροι σοφισταί, καὶ βούλοιντο μὲν ἂν ἐπὶ τοῖς αὐτοῖς εὐδοκιμεῖν, ἀλλ’ εὐτυχοῦσι τὸ μηδὲ τοῦτο δύ‐ νασθαι. καὶ οἶσθά τινας ἐν λογιστηρίοις ἀποδύντας ἢ
35πάντως ἀπὸ μιᾶς γέ του συμφορᾶς ἀναπεισθέντας ἐν μεσημβρίᾳ τοῦ βίου φιλοσοφεῖν, ἀπὸ μόνου τοῦ τὸν θεὸν ἀπομόσαι ἢ κατομόσαι Πλατωνικῶς, οὓς φθά‐ σειεν ἂν ἡ σκιὰ φθεγξαμένη τι τῶν δεόντων. δεινὴ δὲ ὅμως ἡ προσποίησις. ἥ τε γὰρ ὀφρῦς βαβαὶ τῆς ἀνα‐
40τάσεως εἰς ὅσον ἦρται, καὶ ἡ χεὶρ ὑπερείδει τὸ γένειον τά τε ἄλλα σεμνοπροσωποῦσιν ὑπὲρ τὰς Ξενοκράτους εἰκόνας. οἵ γε καὶ νομοθετεῖν ἡμῖν ἀξιοῦσιν ἅττα σφίσι λυσιτελέστατα, μηδένα μηδὲν ἀγαθὸν εἰδότα φα‐ νερὸν εἶναι, ἡγούμενοι σφῶν αὐτῶν ἔλεγχον, εἴ τις
45φιλόσοφος εἶναι δοκῶν ἐπιστήσεται φθέγγεσθαι· αὐτοὶ γὰρ ἂν ὑπὸ τῇ προσποιήσει λαθεῖν καὶ δόξαι τἄνδο‐ θεν εἶναι σοφίας ἀνάπλεῳ. ἄμφω με τούτω τὼ γένη διαβεβλήκατον, ὡς ἐπὶ τοῖς οὐδενὸς ἀξίοις ἐσπουδα‐ κότα· τὸ μὲν ὅτι μὴ ταὐτὰ φλυαρῶ, τὸ δὲ ὅτι μὴ τὸ

154

(50)

στόμα συγκλείσας ἔχω καὶ βοῦν τὸν ἐκείνων ἐπὶ τῆς γλώττης τίθεμαι. ἐπὶ τούτοις συνετέθη τὸ σύγ‐ γραμμα, καὶ ἀπήντησε τῶν μὲν τῇ φωνῇ τῶν δὲ τῇ σιγῇ. προῆκται μὲν γὰρ ὡς ἐπὶ τούτους αὐτοὺς τοὺς ἀφώνους τε καὶ βασκάνους (πῶς οἴει μετ’ εὐπρεποῦς τοῦ
55σχήματος;), οὐ μὴν ἀλλ’ ἐξεῦρεν ὅπως ἂν κἀκείνους συνεφελκύσαιτο. καὶ βούλεται μὲν πολυμαθείας οὐχ ἧτ‐ τον ἐπίδειξις ἢ ἐγκώμιον εἶναι, οὐ γὰρ ἐξωμοσάμην τὰς αἰτίας, ἀλλ’ ἵν’ ἔτι μᾶλλον ἀνιῷντο, συχνὰ καὶ πεφιλο‐ τίμημαι· προϊὸν δὲ βίων αἱρέσεις ἐξετάζειν ἐπαινεῖ τὴν
60φιλοσοφίαν ὡς φιλοσοφωτάτην αἱρέσεων, ἣν ποίαν τινὰ νομίζειν χρή, τοῦ βιβλίου πυνθάνου. τελευτῶν δὲ καὶ ὑπὲρ τῶν κιβωτίων ἀπολελόγηται, σχόντων τινὰ καὶ τούτων αἰτίαν, ἀδιόρθωτα κρύπτειν βιβλία. οὐδὲ γὰρ οὐδὲ τῶν τοιούτων οἱ τελχῖνες ἀπέσχοντο.
65εἰ δὲ ἕκαστον ἐν τάξει τῇ προσηκούσῃ καὶ πάντα σὺν ὥρᾳ καὶ ἀφορμαὶ δίκαιαι τῶν ἑκασταχοῦ προκεχειρι‐ σμένων, καὶ εἰ μερίζεται μὲν πλείοσι κεφαλαίοις κατὰ τὸ θεσπέσιον γράμμα, τὸν Φαῖδρον, ὃν περὶ πάντων ὁμοῦ τῶν εἰδῶν τοῦ καλοῦ Πλάτων ἐξήνεγκε, μεμηχά‐
70νηται δὲ ἅπαντα συννεύειν εἰς ἓν τὸ προκείμενον, καὶ εἴ που γέγονε πίστις ὑφέρπουσα τὸ ὑπτιάσαν διήγημα, καὶ εἰ προῆλθεν ὡς ἐν τοιούτοις ἀπόδειξις ἐκ τῆς πί‐ στεως καὶ εἰ τὸ δι’ ἄλλο γενόμενον, ταῦτα μὲν τέχνης ἂν εἴη δῶρα καὶ φύσεως. ὅστις δὲ οὐκ ἀγύμναστος
75ἐπιφωρᾶσαί τι καὶ πρόσωπον θεῖον ὑπὸ φαυλοτέρῳ κρυπτόμενον σχήματι, ὥσπερ ἐποίουν Ἀθήνησιν οἱ δημιουργοί, Ἀφροδίτην καὶ Χάριτας καὶ τοιαῦτα κάλλη θεῶν ἀγάλμασι Σειληνῶν καὶ Σατύρων ἀμπίσχοντες, τοῦτον οὐ λήσει τὸ γράμμα, συχνὰ καὶ τῶν ἀβεβή‐
80λων ἀποκαλύψαν δογμάτων ὑπὸ τῇ προσποιήσει τοῦ παρέλκειν ἑτέρους λανθάνοντα καὶ τῷ λίαν εἰκῆ καὶ ὡς ἂν δόξειεν ἀφελῶς ἐγκατεσπάρθαι τῷ λόγῳ. τῶν
μὲν γὰρ ἐκ τῆς σεληνιακῆς αἰτίας ἀποψύξεων οἱ νοσοῦν‐ τες ἐπιληψίαν αἰσθάνονται μόνοι, τῶν δὲ κατὰ νοῦν736
85ἐπιβολῶν μόνοι δέχονται τὰς ἐκλάμψεις. οἷς ὑγιαίνουσι τὸ νοερὸν ὄμμα φῶς ἀνάπτει συγγενὲς ὁ θεός, ὃ τοῖς τε νοεροῖς τοῦ νοεῖν καὶ τοῖς νοητοῖς αἴτιον τοῦ νοεῖσθαι· καθάπερ τὸ τῇδε φῶς ὄψιν συνάπτει χρώματι, κἂν ἀφέλῃς, παρόντος ἡ πρὸς αὐτὸ δύναμις ἀνενέργητος.
90ὑπὲρ δὴ τούτων ἁπάντων σε κρίνουσαν περιμενοῦμεν. κἂν μὲν ψηφίσῃ προοιστέον εἶναι, ῥήτορσιν ἅμα καὶ φιλοσόφοις ἐκκείσεται· τοὺς μὲν γὰρ ἥσει, τοὺς δὲ ὀνήσει, πάντως γε, εἰ μὴ παρὰ σοῦ τῆς δυναμένης κρίνειν διαγεγράψεται. εἰ δὲ μὴ φανεῖταί σοι τῆς τῶν
95Ἑλλήνων ἀκοῆς ἄξιον, καὶ σὺ δὲ δήπου μετ’ Ἀριστο‐ τέλους πρὸ τοῦ φίλου τὴν ἀλήθειαν θήσῃ, πυκνὸν καὶ βαθὺ σκότος ἐπηλυγάσεται, καὶ λήσεται τοὺς ἀνθρώ‐ πους λεγόμενον. ταῦτα μὲν περὶ τούτου. θάτερον δὲ ὁ θεὸς καὶ ἐπέταξε καὶ ἐνέκρινεν, ὃ τῇ φαν‐

154

(100)

ταστικῇ φύσει χαριστήριον ἀνατέθειται. ἔσκεπται δ’ ἐν αὐτῷ περὶ τῆς εἰδωλικῆς ἁπάσης ψυχῆς, καὶ ἕτερ’ ἄττα προκεχείρισται δόγματα τῶν οὔπω φιλοσοφηθέν‐ των Ἕλλησι. καὶ τί ἄν τις ἀπομηκύνοι περὶ αὐτοῦ; ἀλλ’ ἐξείργασται μὲν ἐπὶ μιᾶς ἅπαν νυκτός, μᾶλλον
105δὲ λειψάνου νυκτός, ἢ καὶ τὴν ὄψιν ἤνεγκε τὴν περὶ τοῦ δεῖν αὐτὸ συγγεγράφθαι. ἔστι δὲ οὗ τῶν λόγων δίς που καὶ τρίς, ὥσπερ τις ἕτερος ὤν, ἐμαυτοῦ γέγονα μετὰ τῶν παρόντων ἀκροατής· καὶ νῦν ὁσάκις ἂν ἐπίω τὸ σύγγραμμα, θαυμαστή τις περὶ ἐμὲ διάθεσις
110γίνεται, καί τις ὀμφή με θεία περιχεῖται κατὰ τὴν ποίησιν. εἰ δὲ μὴ μόνον τὸ πάθος ἐμοῦ καὶ περὶ ἕτερον δ’ ἂν ταὐτὰ γένοιτο, σὺ καὶ τοῦτο μηνύσεις. σὺ γὰρ δὴ μετ’ ἐμὲ πρώτη τῶν Ἑλλήνων ἐντεύξῃ. ταῦτα τῶν τέως ἀνεκδότων ἀπέστειλα. καὶ ἵνα τέλειος ὁ
115ἀριθμὸς ᾖ, προσέθηκα τὸν περὶ τοῦ Δώρου, πάλαι γε‐ νόμενον ἐν τῷ καιρῷ τῆς πρεσβείας πρὸς ἄνδρα παρὰ βασιλεῖ παραδυναστεύοντα· καί τι τοῦ λόγου τε καὶ τοῦ δώρου Πεντάπολις ὤνατο.

155

(t)

Δομετιανῷ σχολαστικῷ.
1 Πάνυ σαφῶς δι’ αὐτῶν καταμεμαθηκὼς τῶν ἔργων τὴν σὴν θαυμασίαν κεφαλὴν χαίρουσάν τε φιλανθρω‐ πίᾳ καὶ τοῖς δεομένοις χεῖρα βουλομένην ὀρέγειν, ἐπ’ αὐτὸ δὴ τοῦτό σε παρακαλῶ, ἵππον εἰς πεδίον (τοῦτο
5δὴ τὸ τοῦ λόγου) προτρέπειν ἡγούμενος. καί σοι πλέον ἢ πρότερον, ὦ φίλη κεφαλή, νῦν τὴν φιλανθρωπίαν ἐπιδεικτέον, ὅσῳ καὶ τὸ πρόσωπον ἐλεεινότερόν ἐστι νῦν τὸ εὖ πεισόμενον. γυνή τε γάρ ἐστιν αὕτη, καὶ γυνὴ δυστυχήσασα χηρείαν, εἶτα σὺν ὀρφανῷ παιδίῳ
10παθοῦσα ἃ πέπονθεν. ὅστις δέ ἐστιν ὁ ταύτην ἀδική‐ σας καὶ ὅ τι καὶ ὅπως, αὐτὴ διδάξει τὴν σὴν καλοκα‐ γαθίαν. ὅρα τοίνυν, ὦ θαυμάσιε, ὅπως ἐπαμυνεῖς τῇ γυναικὶ καὶ διὰ τὸ καλῶς ἔχον καὶ διὰ τὸ σοὶ πρέπον καὶ δι’ ἐμέ. μεθέξω γὰρ ἔτι σοι κἀγὼ τῶν εἰς αὐτὴν
15γινομένων, συγγενίδα τε οὖσαν ἐμὴν καὶ τεθραμμένην
ὑπὸ μητρὶ κοσμίᾳ σωφρόνως παρ’ ἡμῖν.737

156

(t)

Τῷ αὐτῷ.
1 Τὰ δίκαια χρῄζει συμμάχων, καὶ γίγνοιντ’ ἂν οἱ βοηθοῦντες αὐτοῖς εὐδαίμονες, τοῖς ὀρθῶς ἔχουσι συμ‐ πονοῦντες. εἱλόμην δή σε τούτων πρόβολον, γνώμῃ τε ἀμύνοντα καὶ τέχνῃ. τὸ μὲν οὖν ἐμὸν ἅπασιν εὖ
5ποιεῖν οἷς ἂν δύνωμαι. δίδου δὲ αὐτὸς ἀφορμάς· αἰ‐ σθήσῃ γὰρ φιλίας, ἣν οὔτ’ αὐτὸς μέμψῃ, γελάσει τε ἴσως οὐδείς.

157

(t)

Χρυσο .....
1 Τοῖς μὲν ἄλλοις ἅπασιν ἀνθρώποις ἡδὺ τὸ ἔαρ ὅτι τὴν ὄψιν τῆς γῆς ἄνθεσι καλλωπίζει καὶ πάντα δείκνυσι λειμῶνας, ἐμοὶ δὲ ὅτι καὶ τοῖς ἄνθεσι τοῖς ἐμοῖς συγγίνεσθαι διὰ γραμμάτων εὐκολίαν παρέχει
5πολλήν. ἐβουλόμην μὲν γὰρ καὶ αὐταῖς ὄψεσιν ὑμᾶς θεωρεῖν· ἐπεὶ δὲ τοῦτο οὐκ ἔνι, ὅπερ ἔνι μετὰ πολλῆς ποιῶ τῆς προθυμίας, διὰ γραμμάτων ὑμῖν ὁμιλῶν. καὶ οὐχ οὕτω ναῦται καὶ πλωτῆρες μεθ’ ἡδονῆς τὰ θα‐ λάττια τέμνουσι νῶτα ’κείνης τοῦ ἔτους τῆς ὥρας
10ἐπιστάσης, ὡς ἐγὼ κάλαμον καὶ χάρτην καὶ μέλαν με‐ ταχειρίζομαι, μέλλων ἐπιστέλλειν ὑμῶν τῇ ἐμμελείᾳ· παρὰ μὲν γὰρ τὸν τοῦ χειμῶνος καιρὸν τοῦ κρυμοῦ πάντα πηγνύντος καὶ τῆς ἀφάτου χιόνος τὰς ὁδοὺς ἀποτειχιζούσης οὐδὲ ἔξωθέν τις ἡμῖν ἐπιχωριάζειν ἠνεί‐
15χετο οὔτε ἐντεῦθεν ἀναστῆναι. διὸ καὶ ἡμεῖς καθά‐ περ ἐν δεσμωτηρίῳ τοῖς ἐνταῦθα δωματίοις καθειργμέ‐ νοι καὶ ὥσπερ τινὶ γλωττοπέδῃ τῇ τῶν γραμματηφό‐ ρων ἀπορίᾳ καὶ ἄκοντες τὴν μακρὰν ἐσιγῶμεν σιγήν. ἐπειδὴ δὲ λοιπὸν ἀνέῳξε τὰς λεωφόρους τῆς ὁδοιπορίας
20ὁ καιρὸς καὶ ἡμῶν τὰ δεσμὰ τῆς γλώττης ἔλυσε, τὸν σὺν ἡμῖν πρεσβύτερον ἐντεῦθεν ἀναστήσαντες ἀπεστάλ‐ καμεν πρὸς τὴν ὑμετέραν εὐγένειαν, εἰσόμενοι τὰ περὶ τῆς ὑγιείας ὑμῶν. δεξάμενος τοίνυν αὐτόν, δέσποτα θαυμασιώτατε, καθ’ ὅσον πρέπον ἐστί, καὶ ἰδὼν μετὰ
25τῆς σῆς πρεπούσης ἀγάπης, ἡνίκα ἂν ἐπανίῃ, τὰ περὶ τῆς ὑγιείας δηλῶσαι ἡμῖν παρακλήθητι· οἶσθα γὰρ ὅπως ἡμῖν περὶ ταύτης μανθάνειν.

158

(t)

Τῷ αὐτῷ.
1 Ὁ Λαέρτου παῖς ὁ πολύμητις Ὀδυσσεὺς, ὅτε τοὺς θησαυροὺς τῶν ἀνέμων ἐξ Αἰόλου λαβὼν τῆς κραναῆς Ἰθάκης ἐπέβαινε καὶ τῆς φωνῆς ἤδη τῶν πετεινῶν ἠνωτίζετο, ταῖς τῶν ἑταίρων βουλαῖς ἀποπλαγχθεὶς
5τῆς πατρίδος ἠλαύνετο· ἡμεῖς δὲ καὶ πετεινῶν φωνῆς καὶ κυνῶν ὑλακῆς, ἤδη δὲ καὶ τῶν φίλων αὐτῶν πλη‐ σίον γενόμενοι καὶ τῆς λαλιᾶς αὐτῶν σχεδὸν ἐπακούον‐ τες αὖθις ἀπονοστοῦμεν τῶν ποθουμένων καὶ τῶν πο‐ θούντων στερόμενοι, καὶ στέργομεν τύχην οὕτω κατορ‐
10χουμένην ἡμῶν ἀκορέστως, καὶ χρόνῳ δουλεύομεν καὶ πράγμασιν εἴκομεν, οἷς δάμναται νοῦς καὶ ψυχὴ κάρτα παθαίνεται τῆς ἀνάγκης κατεπειγούσης. αὐ‐ τὸς δέ, γλυκύτατε, τὴν ἡμετέραν γινώσκων στοργὴν
ἐπεὶ στέργεις ἡμᾶς συνεχῶς ἡμῖν ἐπευχόμενος, ἔρρωσο.738

159

Τὸ σοφώτατον γράμμα, τὸ μάλα μὲν ἐμμελὲς μάλα δὲ βραχύ, ἀλλὰ καὶ μάλα λιγύ, ὃ δή τοι ὁ θαυμαστός σοι νοῦς ἀπέτεκεν, ἡμῖν κομισθὲν ὤνησέ τε τὰ μέγιστα καὶ ἧσεν ἅμα διπλῇ τῷ τε πρὸς ἀρίστου καὶ κομιδῇ
5τῶν ἐπαινετῶν ἑταίρου καὶ τῷ μετὰ συχνῆς δη‐ μιουργηθῆναι τῆς χάριτος. οὐ μὴν ἀλλὰ καὶ πρὸς ἄλλο τι μεῖζον ἠρέθισέ που καὶ τολμηρότερον, ὃ τάχ’ ἄν, εἰ μὴ πόθος δήπουθεν παρελθών, ἅτ’ εὖ ἔχων καὶ τὰ πόρρω διεστῶτα συνάπτειν καὶ τὰ πρὸς ἄλληλα
10ἐναντίως ἔχοντα πολλάκις συμφέρειν, συγγνώμην τῷ πράγματι παραιτήσαιτο, μετὰ τῶν νεμεσᾶσθαι δικαίων οὐ πολλῷ δεήσειε τοῦ ἡμᾶς στῆσαι. πρὸς ποῖον; ἴσως ἐρεῖς. τὸ πρὸς τηλικοῦτον ἄνδρα μούσαις οὐκ οἶδ’ εἴ τις τετελεσμένον (ὃν ἂν ἰδὼν Δημοσθένης μεθ’ ἡμῶν
15εἶπεν Ἑρμοῦ λογίου τύπον εἰς ἀνθρώπους ἥκειν) γλῶτ‐ ταν ὡς ὁρᾷς ἀντιδοῦναι τὴν ἡμετέραν, τὴν πάλαι μὲν οὐδ’ ἄκρῳ λιχανῷ τοῦ κρείττονος μετασχοῦσαν, νῦν δὲ καὶ λίαν ἠγροικισμένην, ἣ μόγις οἶδε καὶ τὴν σκά‐ φην σκάφην λέγειν. κοινοῦμαι γάρ σοι καὶ πάθος
20ἐχεμυθούμενον ἰδίως ἐμοὶ καὶ νῦν μᾶλλον οὕτω κινδυ‐ νεῦον κύριον ὡς εἵμαρτο γίγνεσθαι. τοῦτό τοι καὶ τα‐ λανίζειν ἡμᾶς αὐτοὺς ἀλλ’ οὐκ εὐδαιμονίζειν τὸ πεῖθον, οἷς οὐδὲ συμμῖξαί τῳ γέγονε βελτίστης ὄντι μοίρας ὁποίῳ σοί, ἵνα ἡμῶν τι τοῦ βαρβάρου μέρους ἐντεῦθεν
25τυχὸν ἀποσμιλευθείη καὶ οὕτω τοῦ μακροῦ γράσου τὰ ἡμῶν ἐκσταίη κατὰ βραχύ, νῦν ὅτι μὴ κατὰ καιρόν σοι τὸ ζητούμενον ἀνεφάνη, μᾶλλον τοῦ προτέρου τα‐ λανίζειν παρέχεται. ὃ γὰρ ἔλαιον σύ τε ἀξιοῖς κἀγὼ βούλομαι ἢ τοῦτ’ εἰπεῖν δι’ εὐχῆς εἶχον πρὸς τοιοῦ‐
30τόν τινα διαβῆναι, κατὰ χώραν μεμενηκός, ὡς ἡ τῶν πραγμάτων ἔδωκε φύσις, ἐπὶ τὰ πρὸς χρείαν κατέ‐ στη. τοίνυν οὐδ’ ἐλαία τις ἔστιν ἐνοφθαλμισμάτων ἐστερημένη (ἀνάσχου γάρ μου καὶ μικρὸν τῇ κοινῇ γλώττῃ χαρισαμένου), ἐφ’ ᾗπερ ἂν ὁ ἡδὺς φίλος ἐγκεν‐
35τρισθείη· πεπλήρωται γὰρ ἑκάστη καὶ καρποδοτεῖν ὡς οἷόν τε ἤδη ἀπάρχεται. καὶ ταῦτα μὲν δὴ ταῦτα, τἄλλα δὲ καὶ ὁ παρὼν δῆλα θήσει, καὶ ὅπως ἅπερ ᾔτησας οὐκ ἔσχε καιρόν, τάχ’ ἄν σοι διατρανώσαιτο. ἔρρωσο, καὶ εὐθύμει φιλοσοφίας ἁπάσης ἀντιποιού‐
40μενος.739