TLG 2004 001 :: AMELII EPISTULA :: Amelii epistula AMELII EPISTULA Epist. Amelii epistula Citation: (Line) | ||
t | Ἀμέλιος Βασιλεῖ εὖ πράττειν | |
---|---|---|
1 | Αὐτῶν μὲν ἕνεκα τῶν πανευφήμων ἀνδρῶν, οὓς διατεθρυληκέναι σεαυτὸν φής, τὰ τοῦ ἑταίρου ἡμῶν δόγματα εἰς τὸν Ἀπαμέα Νουμήνιον ἀναγόντων, οὐκ ἂν προηκάμην φωνήν, σαφῶς ἐπίστασο. δῆλον γὰρ | |
5 | ὅτι καὶ τοῦτο ἐκ τῆς παρ’ αὐτοῖς ἀγαλλομένης προελή‐ λυθεν εὐστομίας τε καὶ εὐγλωττίας, νῦν μὲν ὅτι πλατὺς φλήναφος, αὖθις δὲ ὅτι ὑποβολιμαῖος, ἐκ τρίτων δὲ ὅτι καὶ τὰ φαυλότατα τῶν ὄντων ὑποβαλλόμενος τῷ δια‐ σιλλαίνειν αὐτὸν δηλαδὴ κατ’ αὐτοῦ λεγόντων. σοῦ | |
10 | δὲ τῇ προφάσει ταύτῃ οἰομένου δεῖν ἀποχρῆσθαι πρὸς τὸ καὶ τὰ ἡμῖν ἀρέσκοντα ἔχειν προχειρότερα εἰς ἀνά‐ μνησιν καὶ τὸ ἐπ’ ὀνόματι ἑταίρου ἀνδρὸς οἵου τοῦ Πλωτίνου μεγάλου εἰ καὶ πάλαι διαβεβοημένα ὁλοσχε‐ ρέστερον γνῶναι ὑπήκουσα καὶ νῦν ἥκω ἀποδιδούς σοι | |
15 | τὰ ἐπηγγελμένα ἐν τρισὶν ἡμέραις, ὡς καὶ αὐτὸς οἶσθα, πεπονημένα. χρὴ δὲ αὐτὰ ὡς ἂν μὴ ἐκ τῆς τῶν συν‐ ταγμάτων ἐκείνων παραθέσεως οὔτ’ οὖν συντεταγμένα οὔτ’ ἐξειλεγμένα, ἀλλ’ ἀπὸ τῆς παλαιᾶς ἐντεύξεως ἀναπεπολημένα καὶ ὡς πρῶτα προύπεσεν ἕκαστα οὕτω | |
20 | ταχθέντα ἐνταῦθα νῦν συγγνώμης δικαίας παρὰ σοῦ τυχεῖν, ἄλλως τε καὶ τοῦ βουλήματος τοῦ ὑπὸ τὴν πρὸς ἡμᾶς ὁμολογίαν ὑπαγομένου πρός τινων ἀνδρὸς οὐ μάλα προχείρου ἑλεῖν ὑπάρχοντος διὰ τὴν ἄλλοτε ἄλλως περὶ τῶν αὐτῶν ὡς ἂν δόξειε φοράν. ὅτι δέ, εἴ τι τῶν | |
25 | ἀπὸ τῆς οἰκείας ἑστίας παραχαράττοιτο, διορθώσῃ εὐ‐ μενῶς, εὖ οἶδα. ἠνάγκασμαι δ’, ὡς ἔοικεν, ὥς πού φησιν ἡ τραγῳδία, ὢν φιλοπράγμων τῇ ἀπὸ τῶν τοῦ καθηγεμόνος ἡμῶν δογμάτων διαστάσει εὐθύνειν τε καὶ ἀποποιεῖσθαι· τοιοῦτον ἄρα ἦν τό σοι χαρίζεσθαι | |
30 | ἐξ ἅπαντος βούλεσθαι. ἔρρωσο. | 101 |