TLG 2003 019 :: Flavius Claudius JULIANUS Imperator :: Testimonia Flavius Claudius JULIANUS Imperator Phil., Imperator, vel Julianus Apostata Testimonia Source: FGrH #238. : 2B:990–991. Citation: Volume-Jacoby#-T — fragment — (line) | ||
2b,238,T1 | EUNAPIOS EX. DE SENTENT. p. 77, 8 Boiss.: τῆς δὲ στρατείας ταύτης σφοδροτάτης τε ἅμα καὶ κλεινοτάτης τῶν πρὸ αὐτῆς γενομένων τὴν διήγησιν ἐς τήνδε τὴν γραφὴν ἐντείνοντες οὐ πεισόμεθα ταὐτὸν τοῖς ἐν ἡμέραι δᾶιδας ἀνασχοῦσιν, ἵνα τι | |
5 | κρυπτόμενον ἀνεύρωσιν, οὐδὲ ὑπὲρ ὧν ἱκανῶς ἅμα καὶ συνενθουσιῶν τοῖς ἑαυτοῦ καλοῖς βιβλίδιον ὅλον τῆιδε ἀναθεὶς τῆι μάχηι διῆλθεν ὁ βασι‐ λικώτατος καὶ ἐν λόγοις Ἰουλιανός, αὐτοὶ παραβαλούμεθα καὶ συνεκθήσομεν ἑτέραν γραφὴν τὰ αὐτὰ σημαίνουσαν, ἀλλὰ τοῖς μὲν βουλομένοις τὸ μέγεθος | |
---|---|---|
τῶν ἐκείνου λόγων τε καὶ ἔργων ἀνασκοπεῖν 〈ἀναγινώσκειν〉 τὸ περὶ τούτων | 2 | |
10 | βιβλίον ἐπιτάξομεν, καὶ πρὸς ἐκείνην φέρεσθαι τὴν ἀκτῖνα τῆς συγγραφῆς, ἐκ τῆς ἐνεργείας τῶν τότε ὑπ’ αὐτοῦ πραχθέντων ἐπὶ τὴν τοῦ λόγου δύνα‐ μιν ἀπορρυεῖσαν καὶ διαλάμψασαν. | |
2b,238,T2 | LIBAN. or. XIII 25 (II 72, 3 Fö): δεῖ δὲ οὐδέν σοι πρὸς ταῦτα στόματος, ἀλλ’ ἀποχρήσει δοῦναι τὴν συγγραφήν, ἣν ὧν αὐτὸς ἔπραξας συνέθηκας, ὁ αὐτὸς γενόμενος καὶ στρατηγὸς καὶ συγγραφεύς. (26) ἀλλ’ ἐκεῖνα μέν μοι χορηγήσει πρὸς μῆκος | |
5 | λόγου μικρὸν ὕστερον, ἐπειδὰν εἰς τὸ πᾶν ἀφεῖναι πέλαγος ὁ θεὸς ἐπι‐ τρέπηι κτλ. | |
2b,238,T3 | —epp. 33: κάλλιστον δὲ ὧν ἤκουον τὸ ἐλαύ‐ νειν τε τοὺς βαρβάρους καὶ τὰς νίκας εἰς συγγραφὴν ἄγειν, καὶ τὸν αὐτὸν | |
ὄντως ῥήτορά τε εἶναι καὶ στρατηγόν. | 990 |