TLG 2003 018 :: Flavius Claudius JULIANUS Imperator :: Epigrammata Flavius Claudius JULIANUS Imperator Phil., Imperator, vel Julianus Apostata Epigrammata AG 7.747: Cf. LIBANIUS Rhet. et Soph. (2200 011) Citation: Book — epigram — (line) | ||
9.365(p1) | ΙΟΥΛΙΑΝΟΥ ΚΑΙΣΑΡΟΣ ΤΟΥ ΠΑΡΑΒΑΤΟΥ | |
1 | Ἀλλοίην ὁρόω δονάκων φύσιν· ἦ που ἀπ’ ἄλλης, χαλκείης τάχα μᾶλλον ἀνεβλάστησαν ἀρούρης, ἄγριοι· οὐδ’ ἀνέμοισιν ὑφ’ ἡμετέροις δονέονται, ἀλλ’ ἀπὸ ταυρείης προθορὼν σπήλυγγος ἀήτης | |
---|---|---|
5 | νέρθεν ἐυτρήτων καλάμων ὑπὸ ῥίζαν ὁδεύει· καί τις ἀνὴρ ἀγέρωχος ἔχων θοὰ δάκτυλα χειρῶν ἵσταται ἀμφαφόων κανόνας συμφράδμονας αὐλῶν, οἱ δ’ ἁπαλὸν σκιρτῶντες ἀποθλίβουσιν ἀοιδήν. | |
9.368(p1) | ΙΟΥΛΙΑΝΟΥ ΒΑΣΙΛΕΩΣ ΤΟΥ ΠΑΡΑΒΑΤΟΥ | |
1 | Τίς, πόθεν εἶς, Διόνυσε; μὰ γὰρ τὸν ἀληθέα Βάκχον, οὔ ς’ ἐπιγιγνώσκω, τὸν Διὸς οἶδα μόνον· κεῖνος νέκταρ ὄδωδε, σὺ δὲ τράγου. ἦ ῥά σε Κελτοὶ τῇ πενίῃ βοτρύων τεῦξαν ἀπ’ ἀσταχύων· | |
5 | τῷ σε χρὴ καλέειν Δημήτριον, οὐ Διόνυσον, πυρογενῆ μᾶλλον καὶ Βρόμον, οὐ Βρόμιον. | |
16.115 | Ἀνδρόθεν ἐκκέχυθ’ ἵππος· ἀνέδραμε δ’ ἱππόθεν ἀνήρ, ἀνὴρ νόσφι ποδῶν, κεφαλῆς δ’ ἄτερ αἰόλος ἵππος· | |
ἵππος ἐρεύγεται ἄνδρα, ἀνὴρ δ’ ἀποπέρδεται ἵππον. |