TLG 2003 017 :: Flavius Claudius JULIANUS Imperator :: Contra Galilaeos

Flavius Claudius JULIANUS Imperator Phil., Imperator, vel Julianus Apostata
(Constantinopolitanus: A.D. 4)

Contra Galilaeos

Source: Neumann, C.J. (ed.), Juliani imperatoris librorum contra Christianos quae supersunt. Leipzig: Teubner, 1880: 163–233.

Citation: Page — (line)

163

(1t)

ΙΟΥΛΙΑΝΟΥ ΑΥΤΟΚΡΑΤΟΡΟΣ ΚΑΤΑ
2tΧΡΙΣΤΙΑΝΩΝ ΛΟΓΟΣ Α.
1 Καλῶς ἔχειν ἔμοιγε φαίνεται τὰς αἰτίας ἐκθέσθαι πᾶσιν ἀνθρώποις, ὑφ’ ὧν ἐπείσθην, ὅτι τῶν Γαλιλαίων ἡ σκευωρία πλάσμα ἐστὶν ἀνθρώπων ὑπὸ κακουργίας συντεθέν. ἔχουσα μὲν οὐδὲν θεῖον, ἀποχρησαμένη δὲ τῷ φιλομύθῳ καὶ παιδαρι‐
5ώδει καὶ ἀνοήτῳ τῆς ψυχῆς μορίῳ τὴν τερατολογίαν εἰς πίστιν ἤγαγεν ἀληθείας. Μέλλων δὲ ὑπὲρ τῶν παρ’ αὐτοῖς λεγομένων δογμάτων ἁπάντων ποιεῖσθαι τὸν λόγον, ἐκεῖνο βούλομαι πρῶτον εἰπεῖν, ὅτι χρὴ τοὺς ἐντυγχάνοντας, εἴπερ ἀντιλέγειν ἐθέλοιεν, ὥσπερ
10ἐν δικαστηρίῳ μηδὲν ἔξωθεν πολυπραγμονεῖν μηδὲ, τὸ λεγόμε‐163

164

νον, ἀντικατηγορεῖν, ἕως ἂν ὑπὲρ τῶν παρ’ αὐτοῖς ἀπολογήσων‐ ται. ἄμεινον μὲν γὰρ οὕτω, καὶ σαφέστερον ἰδίαν μὲν ἐν‐ στήσασθαι πραγματείαν, ὅταν τι τῶν παρ’ ἡμῖν εὐθύνειν θέλω‐ σιν, ἐν οἷς δὲ πρὸς τὰς παρ’ ἡμῶν εὐθύνας ἀπολογοῦνται, μη‐
5δὲν ἀντικατηγορεῖν. Μικρὸν δὲ ἀναλαβεῖν ἄξιον, ὅθεν ἡμῖν ἥκει καὶ ὅπως ἔν‐ νοια θεοῦ τὸ πρῶτον, εἶτα παραθεῖναι τὰ παρὰ τοῖς Ἕλλησι καὶ παρὰ τοῖς Ἑβραίοις ὑπὲρ τοῦ θείου λεγόμενα, καὶ μετὰ τοῦτο ἐπανερέσθαι τοὺς οὔτε Ἕλληνας οὔτε Ἰουδαίους, ἀλλὰ
10τῆς Γαλιλαίων ὄντας αἱρέσεως, ἀνθ’ ὅτου πρὸ τῶν ἡμετέρων εἵλοντο τὰ παρ’ ἐκείνοις, καὶ ἐπὶ τούτῳ, τί δή ποτε μηδ’ ἐκεί‐ νοις ἐμμένουσιν, ἀλλὰ κἀκείνων ἀποστάντες ἰδίαν ὁδὸν ἐτρά‐ ποντο. ὁμολογήσαντες μὲν οὐδὲν τῶν καλῶν οὐδὲ τῶν σπου‐ δαίων οὔτε τῶν παρ’ ἡμῖν τοῖς Ἕλλησιν οὔτε τῶν παρὰ τοῖς ἀπὸ
15Μωυσέως Ἑβραίοις, ἀπ’ ἀμφοῖν δὲ τὰς παραπεπηγυίας 〈τούτοισ〉 τοῖς ἔθνεσιν ὥσπερ τινὰς Κῆρας δρεπόμενοι, τὴν ἀθεότητα μὲν ἐκ τῆς Ἰουδαϊκῆς ῥᾳδιουργίας, φαῦλον δὲ καὶ ἐπισεσυρμένον βίον ἐκ τῆς παρ’ ἡμῖν ῥᾳθυμίας καὶ χυδαιότητος, τοῦτο τὴν
ἀρίστην θεοσέβειαν ἠθέλησαν ὀνομάζεσθαι.164

165

Ὅτι δὲ οὐ διδακτὸν, ἀλλὰ φύσει 〈τὸ εἰδέναι θεὸν〉 τοῖς ἀνθρώποις ὑπάρχει, τεκμήριον ἡμῖν ἔστω πρῶτον ἡ κοινὴ πάν‐ των ἀνθρώπων ἰδίᾳ καὶ δημοσίᾳ καὶ κατ’ ἄνδρα καὶ ἔθνη περὶ τὸ θεῖον προθυμία. ἅπαντες γὰρ ἀδιδάκτως θεῖόν τι πεπιστεύ‐
5καμεν, ὑπὲρ οὗ τὸ μὲν ἀκριβὲς οὔτε πᾶσι ῥᾴδιον 〈γινώσκειν〉 οὔτε τοῖς ἐγνωκόσιν εἰπεῖν εἰς πάντας δυνατόν ..... ταύτῃ δὴ τῇ κοινῇ πάντων ἀνθρώπων ἐννοίᾳ πρόσεστι καὶ ἄλλη. πάν‐ τες γὰρ [ἄνθρωποι] οὐρανῷ καὶ τοῖς ἐν αὐτῷ φαινομένοις θεοῖς οὕτω δή τι φυσικῶς προσηρτήμεθα, ὡς καὶ εἴ τις ἄλλον
10ὑπέλαβε παρ’ αὐτοὺς τὸν θεὸν, οἰκητήριον αὐτῷ πάντως τὸν οὐρανὸν ἀπένειμεν, οὐκ ἀποστήσας αὐτὸν τῆς γῆς, ἀλλ’ οἷον ὡς εἰς τιμιώτερον τοῦ παντὸς ἐκεῖνο τὸν βασιλέα καθίσας τῶν ὅλων ἐφορᾶν ἐκεῖθεν ὑπολαμβάνων τὰ τῇδε. τί δεῖ μοι κα‐ λεῖν Ἕλληνας καὶ Ἑβραίους ἐνταῦθα μάρτυρας; οὐδεὶς ἔστιν,
15ὃς οὐκ ἀνατείνει μὲν εἰς οὐρανὸν τὰς χεῖρας εὐχόμενος, ὀμ‐ νύων 〈δὲ〉 θεὸν ἤτοι θεοὺς, ἔννοιαν ὅλως τοῦ θείου λαμβάνων, ἐκεῖσε φέρεται. καὶ τοῦτο οὐκ ἀπεικότως ἔπαθον. ὁρῶντες γὰρ οὔτε ἐλαττούμενόν τι τῶν περὶ τὸν οὐρανὸν οὔτε τρεπόμενον
οὔτε πάθος ὑπομένον τι τῶν ἀτάκτων, ἀλλ’ ἐναρμόνιον μὲν165

166

αὐτοῦ τὴν κίνησιν, ἐμμελῆ δὲ τὴν τάξιν, ὡρισμένους δὲ φω‐ τισμοὺς σελήνης, ἡλίου δὲ ἀνατολὰς καὶ δύσεις ὡρισμένας ἐν ὡρισμένοις ἀεὶ καιροῖς, εἰκότως θεὸν καὶ θεοῦ θρόνον ὑπέλα‐ βον. τὸ γὰρ τοιοῦτον, ἅτε μηδεμιᾷ προσθήκῃ πληθυνόμενον
5μηδὲ ἐλαττούμενον ἀφαιρέσει, τῆς τε κατ’ ἀλλοίωσιν καὶ τροπὴν ἐκτὸς ἱστάμενον μεταβολῆς πάσης καθαρεύει φθορᾶς καὶ γενέ‐ σεως, ἀθάνατον δὲ ὂν φύσει καὶ ἀνώλεθρον παντοίας ἐστὶ κα‐ θαρὸν κηλῖδος· ἀΐδιον δὲ καὶ ἀεικίνητον, ὡς ὁρῶμεν, ἤτοι παρὰ ψυχῆς κρείττονος καὶ θειοτέρας ἐνοικούσης αὐτῷ, ὥσπερ, οἶμαι,
10τὰ ἡμέτερα σώματα παρὰ τῆς ἐν ἡμῖν ψυχῆς, φέρεται κύκλῳ περὶ τὸν μέγαν δημιουργὸν, ἢ πρὸς αὐτοῦ τοῦ θεοῦ τὴν κίνησιν παραδεξάμενον τὸν ἄπειρον ἐξελίττει κύκλον ἀπαύστῳ καὶ
αἰωνίῳ φορᾷ.166

167

Οὐκοῦν Ἕλληνες μὲν τοὺς μύθους ἔπλασαν ὑπὲρ τῶν θεῶν ἀπίστους καὶ τερατώδεις. καταπιεῖν γὰρ ἔφασαν τὸν Κρόνον τοὺς παῖδας 〈καὶ〉 εἶτ’ αὖθις ἐμέσαι. καὶ γάμους ἤδη παρα‐ νόμους· μητρὶ γὰρ ὁ Ζεὺς ἐμίχθη καὶ παιδοποιησάμενος ἐξ αὐ‐
5τῆς ἔγημε μὲν αὐτὸς τὴν αὑτοῦ θυγατέρα, μᾶλλον δὲ οὐδὲ ἔγημεν [αὐτὸς τὴν αὐτοῦ θυγατέρα], ἀλλὰ μιχθεὶς ἁπλῶς ἄλλῳ παραδέδωκεν αὐτήν. εἶτα οἱ Διονύσου σπαραγμοὶ καὶ μελῶν κολλήσεις. τοιαῦτα οἱ μῦθοι τῶν Ἑλλήνων φασίν. τούτοις παράβαλλε τὴν Ἰουδαϊκὴν διδασκαλίαν, καὶ τὸν φυτευόμενον
10ὑπὸ τοῦ θεοῦ παράδεισον καὶ τὸν ὑπ’ αὐτοῦ πλαττόμενον Ἀδὰμ, εἶτα τὴν γινομένην αὐτῷ γυναῖκα. λέγει γὰρ ὁ θεός «οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον· ποιήσωμεν αὐτῷ βοηθὸν κατ’ αὐτὸν», πρὸς οὐδὲν μὲν αὐτῷ τῶν ὅλων βοηθήσασαν, ἐξαπατήσασαν δὲ καὶ γενομένην παραίτιον αὐτῷ τε ἐκείνῳ καὶ ἑαυτῇ τοῦ πεσεῖν
15ἔξω τῆς τοῦ παραδείσου τρυφῆς. ταῦτα γάρ ἐστι μυθώδη
παντελῶς. ἐπεὶ πῶς εὔλογον ἀγνοεῖν τὸν θεὸν, ὅτι τὸ γινόμε‐167

168

νον ὑπ’ αὐτοῦ πρὸς βοήθειαν οὐ πρὸς καλοῦ μᾶλλον, ἀλλὰ πρὸς κακοῦ τῷ λαβόντι γενήσεται; τὸν γὰρ ὄφιν τὸν διαλε‐ γόμενον πρὸς τὴν Εὔαν ποδαπῇ τινι χρῆσθαι φήσομεν διαλέκτῳ; ἆρα ἀνθρωπείᾳ; καὶ τί διαφέρει τῶν παρὰ τοῖς Ἕλλησι πε‐
5πλασμένων μύθων τὰ τοιαῦτα; τὸ δὲ καὶ τὸν θεὸν ἀπαγο‐ ρεύειν τὴν διάγνωσιν καλοῦ τε καὶ φαύλου τοῖς ὑπ’ αὐτοῦ πλασθεῖσιν ἀνθρώποις ἆρ’ οὐχ ὑπερβολὴν ἀτοπίας ἔχει; τί γὰρ ἂν ἠλιθιώτερον γένοιτο τοῦ μὴ δυναμένου διαγινώσκειν καλὸν καὶ πονηρόν; δῆλον γὰρ, ὅτι τὰ μὲν οὐ φεύξεται, λέγω δὲ τὰ
10κακὰ, τὰ δὲ οὐ μεταδιώξει, λέγω δὲ τὰ καλά. κεφάλαιον δὲ, φρονήσεως ἀπηγόρευσεν ὁ θεὸς ἀνθρώπῳ γεύσασθαι, ἧς οὐδὲν ἂν εἴη τιμιώτερον αὐτῷ· ὅτι γὰρ ἡ τοῦ καλοῦ καὶ τοῦ χείρο‐ νος διάγνωσις οἰκεῖόν ἐστιν ἔργον φρονήσεως, πρόδηλόν ἐστί που καὶ τοῖς ἀνοήτοις· ὥστε τὸν ὄφιν εὐεργέτην μᾶλλον, ἀλλ’
15οὐχὶ λυμεῶνα τῆς ἀνθρωπίνης γενέσεως εἶναι. ἐπὶ τούτοις ὁ θεὸς δεῖ λέγεσθαι βάσκανος. ἐπειδὴ γὰρ εἶδε μετασχόντα τῆς φρονήσεως τὸν ἄνθρωπον, ἵνα μὴ, φησὶ, γεύσηται τοῦ ξύλου τῆς ζωῆς, ἐξέβαλεν αὐτὸν τοῦ παραδείσου διαρρήδην εἰπών·
«ἰδοὺ, Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν τοῦ γινώσκειν καλὸν καὶ168

169

πονηρόν. καὶ νῦν μήποτε ἐκτείνῃ τὴν χεῖρα καὶ λάβῃ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς καὶ φάγῃ καὶ ζήσεται εἰς τὸν αἰῶνα.» [καὶ ἐξαπέστειλεν αὐτὸν κύριος ὁ θεὸς ἐκ τοῦ παραδείσου τῆς τρυ‐ φῆς.] τούτων τοίνυν ἕκαστον εἰ μὴ μῦθος ἔχων θεωρίαν
5ἀπόρρητον εἴη, ὅπερ ἐγὼ νενόμικα πολλῆς γέμουσιν οἱ λό‐ γοι περὶ τοῦ θεοῦ βλασφημίας. τὸ γὰρ ἀγνοῆσαι μὲν, ὡς ἡ γινομένη βοηθὸς αἰτία τοῦ πτώματος ἔσται καὶ τὸ ἀπαγορεῦσαι καλοῦ καὶ πονηροῦ γνῶσιν, ὃ μόνον ἔοικε συνέχειν τὸν νοῦν τὸν ἀνθρώπινον, καὶ προσέτι τὸ ζηλοτυπῆσαι, μὴ 〈τοῦ ξύλου〉
10τῆς ζωῆς μεταλαβὼν 〈ἄνθρωποσ〉 ἀθάνατος ἐκ θνητοῦ γένηται, φθονεροῦ καὶ βασκάνου λίαν ἐστίν. Ὑπὲρ δὲ ὧν ἐκεῖνοί τε ἀληθῶς [ὑπὲρ θεοῦ] δοξάζουσιν ἡμῖν τε ἐξ ἀρχῆς οἱ πατέρες παρέδοσαν, ὁ μὲν ἡμέτερος ἔχει λόγος οὐδὲ τὸν προσεχῆ τοῦ κόσμου τούτου δημιουργόν. ὑπὲρ
15γὰρ 〈θεῶν〉 τῶν ἀνωτέρω τούτου Μωυσῆς μὲν εἴρηκεν οὐδὲν ὅλως, ὅς γε οὐδὲ ὑπὲρ τῆς τῶν ἀγγέλων ἐτόλμησέ τι φύσεως·
ἀλλ’ ὅτι μὲν λειτουργοῦσι τῷ θεῷ πολλαχῶς καὶ πολλάκις εἶπεν,169

170

εἴτε δὲ γεγονότες, εἴτε ἀγένητοι, εἴτε ὑπ’ ἄλλου μὲν γεγονότες, ἄλλῳ δὲ λειτουργεῖν τεταγμένοι, εἴτε ἄλλως πως, οὐδαμόθεν διώρισται. περὶ δὲ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν αὐτῇ [καὶ] τίνα τρόπον διεκοσμήθη διέξεισι. καὶ τὰ μέν φησι κελεῦσαι
5τὸν θεὸν γενέσθαι, ὥσπερ [ἡμέραν καὶ] φῶς καὶ στερέωμα, τὰ δὲ ποιῆσαι, ὥσπερ οὐρανὸν καὶ γῆν, ἥλιόν τε καὶ σελήνην, τὰ δὲ ὄντα, κρυπτόμενα δὲ, τέως διακρῖναι, καθάπερ ὕδωρ, οἶ‐ μαι, καὶ τὴν ξηράν. πρὸς τούτοις δὲ οὐδὲ περὶ γενέσεως ἢ περὶ ποιήσεως τοῦ πνεύματος εἰπεῖν ἐτόλμησεν, ἀλλὰ μόνον «καὶ
10πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος»· πότερον δὲ ἀγένη‐ τόν ἐστιν ἢ γέγονεν, οὐδὲν διασαφεῖ. Ἐνταῦθα παραβάλωμεν, εἰ βούλεσθε, τὴν Πλάτωνος φωνήν. τί τοίνυν οὗτος ὑπὲρ τοῦ δημιουργοῦ λέγει καὶ τίνας περιτίθη‐ σιν αὐτῷ φωνὰς ἐν τῇ κοσμογενείᾳ σκόπησον, ἵνα τὴν Πλάτω‐
15νος καὶ Μωυσέως κοσμογένειαν ἀντιπαραβάλωμεν ἀλλήλαις. οὕτω γὰρ ἂν φανείη, τίς ὁ κρείττων καὶ τίς ἄξιος τοῦ θεοῦ μᾶλλον, ἆρ’ ὁ τοῖς εἰδώλοις λελατρευκὼς Πλάτων ἢ περὶ οὗ φησιν ἡ γραφὴ, ὅτι στόμα κατὰ στόμα ὁ θεὸς ἐλάλησεν αὐτῷ. «Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. ἡ
20δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. καὶ
εἶπεν ὁ θεός ««γενηθήτω φῶς»» καὶ ἐγέντο φῶς. καὶ εἶδεν ὁ170

171

θεὸς τὸ φῶς, ὅτι καλόν. καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους. καὶ ἐκάλεσεν ὁ θεὸς τὸ φῶς ἡμέραν καὶ τὸ σκότος ἐκάλεσε νύκτα. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωὶ, ἡμέρα μία. καὶ εἶπεν ὁ θεός· γενηθήτω
5στερέωμα ἐν μέσῳ τοῦ ὕδατος. καὶ ἐκάλεσεν ὁ θεὸς τὸ στε‐ ρέωμα οὐρανόν. καὶ εἶπεν ὁ θεός· συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν καὶ ὀφθήτω ἡ ξηρά. καὶ ἐγένετο οὕτως. καὶ εἶπεν ὁ θεός· βλαστησάτω ἡ γῆ βο‐ τάνην χόρτου καὶ ξύλον κάρπιμον. καὶ εἶπεν ὁ θεός· γενη‐
10θήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ἵνα ὦσιν εἰς φαῦσιν ἐπὶ τῆς γῆς. καὶ ἔθετο αὐτοὺς ὁ θεὸς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτός.» Ἐν δὴ τούτοις 〈Μωυσῆσ〉 οὔτε τὴν ἄβυσσον πεποιῆσθαί
15φησιν ὑπὸ τοῦ θεοῦ οὔτε τὸ σκότος οὔτε τὸ ὕδωρ· καίτοι χρῆν δήπουθεν εἰπόντα περὶ τοῦ φωτὸς, ὅτι προστάξαντος θεοῦ γέγονεν, εἰπεῖν ἔτι καὶ περὶ τῆς νυκτὸς καὶ περὶ τῆς ἀβύσσου καὶ περὶ τοῦ ὕδατος. ὁ δὲ οὐδὲν εἶπεν ὡς περὶ γεγονότων ὅλως, καίτοι πολλάκις ἐπιμνησθεὶς αὐτῶν. πρὸς τούτοις οὔτε
20τῆς τῶν ἀγγέλων μέμνηται γενέσεως ἢ ποιήσεως οὐδ’ ὅντινα τρόπον παρήχθησαν, ἀλλὰ τῶν περὶ τὸν οὐρανὸν μόνον καὶ περὶ τὴν γῆν σκηνωμάτων, ὡς εἶναι τὸν θεὸν κατὰ τὸν Μωυσέα ἀσωμάτων μὲν οὐδενὸς ποιητὴν, ὕλης δὲ ὑποκειμένης κοσμήτορα.
τὸ γὰρ «ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος» οὐδὲν ἕτερόν171

172

ἐστιν ἢ τὴν μὲν ὑγρὰν καὶ ξηρὰν οὐσίαν ὕλην ποιοῦντος, κοσμή‐ τορα δὲ αὐτῆς τὸν θεὸν εἰσάγοντος. Ὅ γε μὴν Πλάτων ἄκουε περὶ τοῦ κόσμου τί φησιν. «ὁ δὴ πᾶς οὐρανὸς ἢ κόσμος—ἢ καὶ ἄλλο, ὅ τί ποτε ὀνομα‐
5ζόμενος μάλιστα ἂν δέχοιτο, τοῦτο ἡμῖν ὠνομάσθω—πότερον ἦν ἀεὶ, γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν, ἢ γέγονεν, ἀπ’ ἀρχῆς τινος ἀρξάμενος; γέγονεν· ὁρατὸς γὰρ ἁπτός τέ ἐστι καὶ σῶμα ἔχων. πάντα δὲ τὰ τοιαῦτα αἰσθητὰ, 〈τὰ δὲ αἰσθητὰ〉, δόξῃ περιληπτὰ μετὰ αἰσθήσεως, 〈γιγνόμενα καὶ γεννητὰ ἐφάνη〉 ....
10οὕτως οὖν κατὰ τὸν λόγον τὸν εἰκότα δεῖ λέγειν τόνδε τὸν κόσμον ζῷον ἔμψυχον ἔννουν τε τῇ ἀληθείᾳ διὰ τὴν τοῦ θεοῦ γενέσθαι πρόνοιαν.» Ἓν δὲ ἑνὶ παραβάλωμεν μόνον· τίνα καὶ ποδαπὴν ποιεῖ‐ ται δημηγορίαν ὁ θεὸς ὁ παρὰ Μωυσῇ καὶ ποδαπὴν ὁ παρὰ
15Πλάτωνι; «Καὶ εἶπεν ὁ θεός· ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμε‐ τέραν καὶ καθ’ ὁμοίωσιν. καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θα‐ λάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν κτηνῶν καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς
20γῆς. καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ172

173

ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς λέγων· αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ κατακυριεύσατε αὐ‐ τῆς. καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πε‐ τεινῶν τοῦ οὐρανοῦ καὶ πάντων τῶν κτηνῶν καὶ πάσης
5τῆς γῆς.» Ἄκουε δὴ οὖν καὶ τῆς Πλατωνικῆς δημηγορίας, ἣν τῷ τῶν ὅλων περιτίθησι δημιουργῷ. «Θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων ἄλυτα ἔσται ἐμοῦ γε ἐθέλοντος. τὸ μὲν δὴ δεθὲν πᾶν λυτὸν, τό γε
10μὴν καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ λύειν ἐθέλειν κακοῦ. διὸ ἐπείπερ γεγένησθε, οὐκ ἀθάνατοι μέν ἐστε οὐδὲ ἄλυτοι τὸ πάμ‐ παν, οὔτι γε μὴν λυθήσεσθε οὐδὲ τεύξεσθε θανάτου μοίρας, τῆς ἐμῆς βουλήσεως μείζονος ἔτι δεσμοῦ καὶ κυριωτέρου λα‐ χόντες ἐκείνων, οἷς ὅτε ἐγίνεσθε ξυνεδεῖσθε. νῦν οὖν ὃ λέγω
15πρὸς ὑμᾶς ἐνδεικνύμενος μάθετε. θνητὰ ἔτι γένη λοιπὰ τρία ἀγέννητα, τούτων δὲ μὴ γενομένων οὐρανὸς ἀτελὴς ἔσται. τὰ γὰρ πάντα ἐν αὑτῷ γένη ζῴων οὐχ ἕξει· ὑπ’ ἐμοῦ δὲ ταῦτα γενόμενα καὶ βίου μετασχόντα θεοῖς ἰσάζοιτο ἄν. ἵν’ οὖν θνη‐
τά τε ᾖ τό τε πᾶν τόδε ὄντως ἅπαν ᾖ, τρέπεσθε κατὰ φύσιν173

174

ὑμεῖς ἐπὶ τὴν τῶν ζῴων δημιουργίαν, μιμούμενοι τὴν ἐμὴν δύναμιν περὶ τὴν ὑμετέραν γένεσιν. καὶ καθ’ ὅσον μὲν αὐ‐ τῶν ἀθανάτοις ὁμώνυμον εἶναι προσήκει, θεῖον λεγόμενον ἡγε‐ μονοῦν τε ἐν αὐτοῖς τῶν ἀεὶ δίκῃ καὶ ὑμῖν ἐθελόντων ἕπεσθαι,
5σπείρας καὶ ὑπαρξάμενος ἐγὼ παραδώσω. τὸ δὲ λοιπὸν ὑμεῖς, ἀθανάτῳ θνητὸν προσυφαίνοντες ἀπεργάζεσθε ζῷα καὶ γεννᾶτε τροφήν τε διδόντες αὐξάνετε καὶ φθίνοντα πάλιν δέχεσθε.» Ἀλλ’ ἆρα μὴ τοῦτο ὄναρ ἐστὶν ἐννοήσοντες αὐτὸ μαθέτε. θεοὺς ὀνομάζει Πλάτων τοὺς ἐμφανεῖς, ἥλιον καὶ σελήνην,
10ἄστρα καὶ οὐρανὸν, ἀλλ’ οὗτοι τῶν ἀφανῶν εἰσιν εἰκόνες· ὁ φαινόμενος τοῖς ὀφθαλμοῖς ἡμῶν ἥλιος τοῦ νοητοῦ καὶ μὴ φαινομένου, καὶ πάλιν ἡ φαινομένη τοῖς ὀφθαλμοῖς ἡμῶν σε‐ λήνη καὶ τῶν ἄστρων ἕκαστον εἰκόνες εἰσὶ τῶν νοητῶν. ἐκεί‐ νους οὖν τοὺς νοητοὺς καὶ ἀφανεῖς θεοὺς ἐνυπάρχοντας καὶ
15συνυπάρχοντας καὶ ἐξ αὐτοῦ τοῦ δημιουργοῦ γεννηθέντας καὶ προελθόντας ὁ Πλάτων οἶδεν. εἰκότως οὖν φησιν ὁ δημιουρ‐ γὸς ὁ παρ’ αὐτῷ «θεοὶ», πρὸς τοὺς ἀφανεῖς λέγων, «θεῶν», τῶν ἐμφανῶν δηλονότι. κοινὸς δὲ ἀμφοτέρων δημιουργὸς οὗ‐ τός ἐστιν ὁ τεχνησάμενος οὐρανὸν καὶ γῆν καὶ θάλασσαν καὶ
20ἄστρα 〈καὶ〉 γεννήσας ἐν τοῖς νοητοῖς τὰ τούτων ἀρχέτυπα.
σκόπει οὖν, ὅτι καὶ τὰ ἐπὶ τούτοις καλῶς. «λείπει» γάρ174

175

φησι «τρία θνητὰ γένη», δηλονότι τὸ τῶν ἀνθρώπων καὶ τὸ τῶν ζῴων καὶ τὸ τῶν φυτῶν· τούτων γὰρ ἕκαστον ἰδίοις ὥρισται λόγοις. «εἰ μὲν οὖν» φησι «καὶ τούτων ἕκαστον ὑπ’ ἐμοῦ γένοιτο, παντάπασιν ἀναγκαῖον ἀθάνατον αὐτὸ γενέσθαι.»
5καὶ γὰρ τοῖς 〈νοητοῖσ〉 θεοῖς οὐδὲν ἄλλο τῆς ἀθανασίας αἴτιον καὶ τῷ φαινομένῳ κόσμῳ ἢ τὸ ὑπὸ τοῦ δημιουργοῦ γενέσθαι. ὅτι οὖν φησιν «ὁπόσον ἐστὶν ἀθάνατον, ἀναγκαῖόν ἐστι[ν ἐν] τούτοις [εἶναι] παρὰ τοῦ δημιουργοῦ δεδόσθαι», τοῦτο δέ ἐστιν ἡ λογικὴ ψυχή. [τῶν οὖν ἀεὶ δὴ καὶ ὑμῶν ἐθελόντων σπείρας
10καὶ ὑπαρξάμενος ἐγὼ παραδώσω.] «τὸ δὲ λοιπόν» 〈φησιν〉 «ὑμεῖς ἀθανάτῳ θνητὸν προσυφαίνετε.» δῆλον οὖν ὅτι παρα‐ λαβόντες οἱ δημιουργοὶ θεοὶ παρὰ τοῦ σφῶν πατρὸς τὴν δη‐ μιουργικὴν δύναμιν, ἀπεγέννησαν ἐπὶ τῆς γῆς τὰ θνητὰ τῶν ζώων. εἰ γὰρ μηδὲν ἔμελλε διαφέρειν οὐρανὸς ἀνθρώπου καὶ
15ναὶ μὰ Δία θηρίου καὶ τελευταῖον αὐτῶν τῶν ἑρπετῶν καὶ τῶν ἐν τῇ θαλάσσῃ νηχομένων ἰχθυδίων, ἔδει τὸν δημιουργὸν ἕνα καὶ τὸν αὐτὸν εἶναι πάντων. εἰ δὲ πολὺ τὸ μέσον ἐστὶν ἀθα‐ νάτων καὶ θνητῶν, οὐδεμιᾷ προσθήκῃ μεῖζον οὐδὲ ἀφαιρέσει μειούμενον [πρὸς τὰ θνητὰ καὶ ἐπίκηρα], αἴτιον εἶναι προσήκει
20τούτων μὲν ἄλλους, ἑτέρων δὲ ἑτέρους.
Οὐκοῦν ἐπειδήπερ οὐδὲ περὶ τοῦ προσεχοῦς τοῦ κόσμου175

176

τούτου δημιουργοῦ πάντα διειλεγμένος Μωυσῆς φαίνεται, τήν τε Ἑβραίων καὶ τὴν τῶν ἡμετέρων πατέρων δόξαν ὑπὲρ ἐθνῶν τούτων ἀντιπαραθῶμεν ἀλλήλαις. Ὁ Μωυσῆς φησι τὸν τοῦ κόσμου δημιουργὸν ἐκλέξασθαι
5τὸ τῶν Ἑβραίων ἔθνος καὶ προσέχειν ἐκείνῳ μόνῳ καὶ ἐκείνου φροντίσαι καὶ δίδωσιν αὐτῷ τὴν ἐπιμέλειαν αὐτοῦ μόνου. τῶν δὲ ἄλλων ἐθνῶν, ὅπως ἢ ὑφ’ οἷστισι διοικοῦνται θεοῖς, οὐδ’ ἡντινοῦν μνείαν πεποίηται· πλὴν εἰ μή τις ἐκεῖνα συγχωρήσειεν, ὅτι τὸν ἥλιον αὐτοῖς καὶ τὴν σελήνην ἀπένειμεν. ἀλλ’ ὑπὲρ
10μὲν τούτων καὶ μικρὸν ὕστερον. πλὴν ὅτι τοῦ Ἰσραὴλ αὐτὸν μόνου θεὸν καὶ τῆς Ἰουδαίας καὶ τούτους ἐκλεκτούς φησιν [εἶναι] αὐτός τε καὶ οἱ μετ’ ἐκεῖνον προφῆται καὶ Ἰησοῦς ὁ Ναζωραῖος ἐπιδείξω, ἀλλὰ καὶ τὸν πάντας πανταχοῦ τοὺς πώ‐ ποτε γόητας καὶ ἀπατεῶνας ὑπερβαλλόμενον Παῦλον. ἀκούετε
15δὲ τῶν λέξεων αὐτῶν, 〈καὶ〉 πρῶτον μὲν τῶν Μωυσέως· «σὺ δὲ ἐρεῖς τῷ Φαραῷ· υἱὸς πρωτότοκός μου Ἰσραήλ. εἶπον δέ·
ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι λατρεύσῃ. σὺ δὲ οὐκ ἐβού‐176

177

λου ἐξαποστεῖλαι αὐτόν.» καὶ μικρὸν ὕστερον· «καὶ λέγουσιν αὐτῷ· ὁ θεὸς τῶν Ἑβραίων προσκέκληται ἡμᾶς. πορευσόμεθα οὖν εἰς τὴν ἔρημον ὁδὸν ἡμερῶν τριῶν, ὅπως θύσωμεν κυρίῳ τῷ θεῷ ἡμῶν.» καὶ μετ’ ὀλίγα πάλιν ὁμοίως· «κύριος ὁ θεὸς
5τῶν Ἑβραίων ἐξαπέσταλκέ με πρὸς σὲ λέγων· ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι λατρεύσωσιν ἐν τῇ ἐρήμῳ.» desunt verba prophetarum et Jesu. ἀλλ’ ὅτι μὲν Ἰουδαίων μόνων ἐμέλησε τῷ θεῷ τὸ ἐξ ἀρχῆς καὶ κλῆρος αὐτοῦ γέγονεν οὗτος ἐξαίρε‐ τος, οὐ Μωυσῆς μόνον καὶ Ἰησοῦς, ἀλλὰ καὶ Παῦλος εἰρηκὼς
10φαίνεται· καίτοι τοῦτο ἄξιον θαυμάσαι περὶ τοῦ Παύλου. πρὸς γὰρ τύχας, ὥσπερ 〈χρῶτα〉 οἱ πολύποδες πρὸς τὰς πέτρας, ἀλλάττει τὰ περὶ θεοῦ δόγματα, ποτὲ μὲν Ἰουδαίους μόνον τὴν τοῦ θεοῦ κληρονομίαν εἶναι διατεινόμενος, πάλιν δὲ τοὺς Ἕλληνας ἀναπείθων αὑτῷ προστίθεσθαι, λέγων· «μὴ Ἰουδαίων
15ὁ θεὸς μόνον, ἀλλὰ καὶ ἐθνῶν· ναὶ καὶ ἐθνῶν». δίκαιον οὖν ἐρέσθαι τὸν Παῦλον, εἰ μὴ τῶν Ἰουδαίων ἦν ὁ θεὸς μόνον,
ἀλλὰ καὶ τῶν ἐθνῶν, τοῦ χάριν πολὺ μὲν εἰς τοὺς Ἰουδαίους177

178

ἔπεμπε τὸ προφητικὸν χάρισμα καὶ τὸν Μωυσέα καὶ τὸ χρῖσμα καὶ τοὺς προφήτας καὶ τὸν νόμον καὶ τὰ παράδοξα καὶ τὰ τεράστια τῶν μύθων; ἀκούεις γὰρ αὐτῶν βοώντων· «ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος.» ἐπὶ τέλους δὲ καὶ τὸν Ἰησοῦν
5ἔπεμψεν ἐκείνοις, ἡμῖν δὲ οὐ προφήτην, οὐ χρῖσμα, οὐ διδάσκαλον, οὐ κήρυκα περὶ τῆς μελλούσης ὀψέ ποτε γοῦν ἔσεσθαι καὶ εἰς ἡμᾶς ἀπ’ αὐτοῦ φιλανθρωπίας. ἀλλὰ καὶ περιεῖδεν ἐτῶν μυριάδας, εἰ δὲ ὑμεῖς βούλεσθε, χιλιάδας ἐν ἀγνωσίᾳ τοιαύτῃ τοῖς εἰδώλοις, ὥς φατε, λατρεύοντας τοὺς ἀπὸ ἀνίσχοντος ἡλίου
10μέχρι δυομένου καὶ τοὺς ἀπὸ [μέσων] τῶν ἄρκτων ἄχρι μεσημ‐ βρίας ἔξω καὶ μικροῦ γένους οὐδὲ πρὸ δισχιλίων ὅλων ἐτῶν ἑνὶ μέρει συνοικισθέντος τῆς Παλαιστίνης. εἰ γὰρ πάντων ἡμῶν ἐστι θεὸς καὶ πάντων δημιουργὸς ὁμοίως, τί περιεῖδεν ἡμᾶς; προσήκει 〈τοίνυν〉 τὸν τῶν Ἑβραίων θεὸν οὐχὶ δὴ παντὸς κόσ‐
15μου γενεσιουργὸν ὑπάρχειν οἴεσθαι καὶ κατεξουσιάζειν τῶν ὅλων,178

179

συνεστάλθαι δὲ, ὡς ἔφην, καὶ πεπερασμένην ἔχοντα τὴν ἀρχὴν ἀναμὶξ τοῖς ἄλλοις νοεῖσθαι θεοῖς. ἔτι προσέξομεν ὑμῖν, ὅτι τὸν τῶν ὅλων θεὸν ἄχρι ψιλῆς γοῦν ἐννοίας ὑμεῖς ἢ τῆς ὑμε‐ τέρας τις ἐφαντάσθη ῥίζης; οὐ μερικὰ πάντα ταῦτά ἐστι; θεὸς
5ζηλωτής· ζηλοῖ γὰρ διὰ τί καὶ [θεὸς] ἁμαρτίας ἐκδικῶν πατέ‐ ρων ἐπὶ τέκνα; Ἀλλὰ δὴ σκοπεῖτε πρὸς ταῦτα πάλιν τὰ παρ’ ἡμῶν. οἱ γὰρ ἡμέτεροι τὸν δημιουργόν φασιν ἁπάντων μὲν εἶναι κοινὸν πατέρα καὶ βασιλέα, νενεμῆσθαι δὲ ὑπ’ αὐτοῦ τὰ λοιπὰ τῶν
10ἐθνῶν ἐθνάρχαις καὶ πολιούχοις θεοῖς, ὧν ἕκαστος ἐπιτροπεύει τὴν ἑαυτοῦ λῆξιν οἰκείως ἑαυτῷ. ἐπειδὴ γὰρ ἐν μὲν τῷ πατρὶ πάντα τέλεια καὶ ἓν πάντα, ἐν δὲ τοῖς μεριστοῖς ἄλλη παρ’ ἄλλῳ κρατεῖ δύναμις, Ἄρης μὲν ἐπιτροπεύει τὰ πολεμικὰ τῶν
ἐθνῶν, Ἀθηνᾶ δὲ τὰ μετὰ φρονήσεως πολεμικὰ, Ἑρμῆς δὲ τὰ179

180

συνετώτερα μᾶλλον ἢ τολμηρότερα, καὶ καθ’ ἑκάστην οὐσίαν τῶν οἰκείων θεῶν ἕπεται καὶ τὰ ἐπιτροπευόμενα παρὰ σφῶν ἔθνη. εἰ μὲν οὖν οὐ μαρτυρεῖ τοῖς ἡμετέροις λόγοις ἡ πεῖρα, πλάσμα μὲν ἔστω τὰ παρ’ ἡμῶν καὶ πιθανότης ἄκαιρος, τὰ
5παρ’ ὑμῖν δὲ ἐπαινείσθω· εἰ δὲ πᾶν τοὐναντίον οἷς μὲν ἡμεῖς λέγομεν, ἐξ αἰῶνος ἡ πεῖρα μαρτυρεῖ, τοῖς ὑμετέροις δὲ λόγοις οὐδὲν οὐδαμοῦ φαίνεται σύμφωνον, τί τοσαύτης τῆς φιλονεικίας ἀντέχεσθε; λεγέσθω γάρ μοι, τίς αἰτία τοῦ Κελτοὺς μὲν εἶναι καὶ Γερμανοὺς θρασεῖς, Ἕλληνας δὲ καὶ Ῥωμαίους ὡς ἐπίπαν
10πολιτικοὺς καὶ φιλανθρώπους μετὰ τοῦ στερροῦ τε καὶ πολεμι‐ κοῦ, συνετωτέρους δὲ καὶ τεχνικωτέρους Αἰγυπτίους, ἀπολέμους δὲ καὶ τρυφηλοὺς Σύρους μετὰ τοῦ συνετοῦ καὶ θερμοῦ καὶ κούφου καὶ εὐμαθοῦς. ταύτης γὰρ τῆς ἐν τοῖς ἔθνεσι δια‐ φορᾶς εἰ μὲν οὐδεμίαν τις αἰτίαν συνορῴη, μᾶλλον δὲ αὐτά
15φησι καὶ ἐκ τοῦ αὐτομάτου συμπεσεῖν, πῶς ἔτι προνοίᾳ διοι‐ κεῖσθαι τὸν κόσμον οἴεται; εἰ δὲ τούτων αἰτίας εἶναί τις τίθεται, λεγέτω μοι πρὸς αὐτοῦ τοῦ δημιουργοῦ καὶ διδασκέτω. τοὺς μὲν γὰρ νόμους εὔδηλον, ὡς ἡ τῶν ἀνθρώπων ἔθετο φύσις οἰκείους ἑαυτῇ, πολιτικοὺς μὲν καὶ φιλανθρώπους, οἷς ἐπὶ
20πλεῖστον ἐντέθραπτο τὸ φιλάνθρωπον, ἀγρίους δὲ καὶ ἀπαν‐ θρώπους, οἷς ἐναντία φύσις ὑπῆν καὶ ἐνυπῆρχε τῶν ἠθῶν.
οἱ γὰρ νομοθέται μικρὰ ταῖς φύσεσι καὶ ταῖς ἐπιτηδειότησι διὰ180

181

τῆς ἀγωγῆς προσέθεσαν. οὔκουν Ἀνάχαρσιν οἱ Σκύθαι βακχεύοντα παρεδέξαντο· οὐδὲ τῶν Ἑσπερίων ἐθνῶν εὕροις ἄν τινας εὐκό‐ λως πλὴν ὀλίγων σφόδρα ἐπὶ τὸ φιλοσοφεῖν ἢ γεωμετρεῖν ἤ τι τῶν τοιούτων ηὐτρεπισμένους, καίτοι κρατούσης ἐπὶ τοσοῦ‐
5τον ἤδη τῆς Ῥωμαίων ἡγεμονίας. ἀλλ’ ἀπολαύουσι μόνον τῆς διαλέξεως καὶ τῆς ῥητορείας οἱ λίαν εὐφυεῖς, ἄλλου δὲ οὐδε‐ νὸς μεταλαμβάνουσι μαθήματος. οὕτως ἴσχυρον ἔοικεν ἡ φύσις εἶναι. τίς οὖν ἡ διαφορὰ τῶν ἐθνῶν ἐν τοῖς ἤθεσι καὶ τοῖς νόμοις;
10 Ὁ μὲν γὰρ Μωυσῆς αἰτίαν ἀποδέδωκε κομιδῇ μυθώδη τῆς περὶ τὰς διαλέκτους ἀνομοιότητος. ἔφη γὰρ τοὺς υἱοὺς τῶν ἀνθρώπων συνελθόντας πόλιν ἐθέλειν οἰκοδομεῖν καὶ πύργον ἐν αὐτῇ μέγαν, φάναι δὲ τὸν θεὸν, ὅτι χρὴ κατελθεῖν καὶ τὰς διαλέκτους αὐτῶν συγχέαι. καὶ ὅπως μή τίς με νομίσῃ
15ταῦτα συκοφαντεῖν, καὶ ἐκ τῶν Μωυσέως ἀναγνωσόμεθα τὰ ἐφεξῆς. «καὶ εἶπον· δεῦτε, οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἔσται ἡ κεφαλὴ ἕως τοῦ οὐρανοῦ, καὶ ποιήσωμεν ἑαυτοῖς ὄνομα πρὸ τοῦ διασπαρῆναι ἐπὶ προσώπου πάσης τῆς γῆς. καὶ κατέβη κύριος ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον, ὃν
20ᾠκοδόμησαν οἱ υἱοὶ τῶν ἀνθρώπων. καὶ εἶπε κύριος· ἰδοὺ, γένος ἓν καὶ χεῖλος ἓν πάντων, καὶ τοῦτο ἤρξαντο ποιῆσαι καὶ νῦν οὐκ ἐκλείψει ἀπ’ αὐτῶν πάντα, ὅσα ἂν ἐπίθωνται
ποιεῖν. δεῦτε, καταβάντες ἐκεῖ συγχέωμεν αὐτῶν τὴν γλῶσσαν,181

182

ἵνα μὴ ἀκούωσιν ἕκαστος τῆς φωνῆς τοῦ πλησίον. καὶ διέσπει‐ ρεν αὐτοὺς κύριος ὁ θεὸς ἐπὶ πρόσωπον πάσης τῆς γῆς καὶ ἐπαύσαντο οἰκοδομοῦντες τὴν πόλιν καὶ τὸν πύργον.» εἶτα τούτοις ἀξιοῦτε πιστεύειν ἡμᾶς, ἀπιστεῖτε δὲ ὑμεῖς τοῖς ὑφ’
5Ὁμήρου λεγομένοις ὑπὲρ τῶν Ἀλωαδῶν, ὡς ἄρα τρία ἐπ’ ἀλλήλοις ὄρη θεῖναι διενοοῦντο, «ἵν’ οὐρανὸς ἀμβατὸς εἴη». φημὶ μὲν γὰρ ἐγὼ καὶ τοῦτο παραπλησίως ἐκείνῳ μυθῶδες εἶναι. ὑμεῖς δὲ, ἀποδεχόμενοι τὸ πρότερον, ἀνθ’ ὅτου πρὸς θεῶν ἀποδοκιμάζετε τὸν Ὁμήρου μῦθον; ἐκεῖνο γὰρ οἶμαι δεῖν
10σιωπᾶν πρὸς ἄνδρας ἀμαθεῖς, ὅτι κἂν μιᾷ φωνῇ καὶ γλώσσῃ πάντες οἱ κατὰ πᾶσαν τὴν οἰκουμένην ἄνθρωποι χρήσωνται, πύργον οἰκοδομεῖν οὐ δυνήσονται πρὸς τὸν οὐρανὸν ἀφικνού‐ μενον, κἂν ἐκπλινθεύσωσι τῆν γῆν πᾶσαν· ἀπείρων γὰρ δεήσει πλίνθων ἰσομεγεθῶν τῇ γῇ ξυμπάσῃ τῶν δυνησομένων [ἰσχύι]
15ἄχρι τῶν σελήνης ἐφικέσθαι κύκλων. ὑποκείσθω γὰρ πάντας μὲν ἀνθρώπους συνεληλυθέναι γλώσσῃ καὶ φωνῇ μιᾷ κεχρημέ‐
νους, πᾶσαν δὲ ἐκπλινθεῦσαι τὴν γῆν καὶ ἐκλατομῆσαι, πότε182

183

ἂν μέχρις οὐρανοῦ φθάσειεν, εἰ καὶ λεπτότερον ἁρπεδόνος ἐκμη‐ ρυομένων αὐτῶν ἐκταθείη; τοῦτον οὖν οὕτω φανερὸν ὄντα τὸν μῦθον ἀληθῆ νενομικότες καὶ περὶ τοῦ θεοῦ δοξάζοντες, ὅτι πεφόβηται τῶν ἀνθρώπων τὴν μιαιφονίαν τούτου τε χάριν
5〈καταπεφοίτηκεν〉 αὐτῶν συγχέαι τὰς διαλέκτους, ἔτι τολμᾶτε θεοῦ γνῶσιν αὐχεῖν; Ἐπάνειμι δὲ αὖθις πρὸς ἐκεῖνο, τὰς μὲν γὰρ διαλέκτους ὅπως ὁ θεὸς συνέχεεν. εἴρηκεν ὁ Μωυσῆς τὴν μὲν αἰτίαν, ὅτι φοβηθεὶς μή τι κατ’ αὐτοῦ πράξωσι προσβατὸν ἑαυτοῖς τὸν
10οὐρανὸν κατεργασάμενοι, ὁμόγλωττοι ὄντες καὶ ὁμόφρονες ἀλλήλοις· τὸ δὲ πρᾶγμα ὅπως ἐποίησεν 〈οὐδαμῶς, ἀλλὰ μόνον〉, ὅτι κατελθὼν ἐξ οὐρανοῦ—μὴ δυνάμενος ἄνωθεν αὐτὸ ποιεῖν, ὡς ἔοικεν, εἰ μὴ κατῆλθεν ἐπὶ τῆς γῆς. ὑπὲρ δὲ τῆς κατὰ τὰ
ἤθη καὶ τὰ νόμιμα διαφορᾶς οὔτε Μωυσῆς οὔτε ἄλλος ἀπεσά‐183

184

φησέ τις. καίτοι τῷ παντὶ μείζων ἐστὶν ἡ περὶ τὰ νόμιμα καὶ τὰ πολιτικὰ τῶν ἐθνῶν ἐν τοῖς ἀνθρώποις τῆς περὶ τὰς δια‐ λέκτους διαφορᾶς. τίς γὰρ Ἑλλήνων ἀδελφῇ, τίς δὲ θυγατρὶ, τίς δὲ μητρί φησι δεῖν μίγνυσθαι; τοῦτο δὲ ἀγαθὸν ἐν Πέρ‐
5σαις κρίνεται. τί με χρῆ καθ’ ἕκαστον ἐπιέναι, τὸ φιλελεύθε‐ ρόν τε καὶ ἀνυπότακτον Γερμανῶν ἐπεξιόντα, τὸ χειρόηθες καὶ τιθασὸν Σύρων καὶ Περσῶν καὶ Πάρθων καὶ πάντων ἁπλῶς τῶν πρὸς ἕω καὶ πρὸς μεσημβρίαν βαρβάρων καὶ ὅσα καὶ τὰς βασιλείας ἀγαπᾷ κεκτημένα δεσποτικωτέρας; εἰ μὲν οὖν ἄνευ προνοίας
10μείζονος καὶ θειοτέρας ταῦτα συνηνέχθη τὰ μείζω καὶ τιμιώτερα, τί μάτην περιεργαζόμεθα καὶ θεραπεύομεν τὸν μηδὲν προ‐ νοοῦντα; ᾧ γὰρ οὔτε βίων οὔτε ἠθῶν οὔτε τρόπων οὔτε εὐνο‐ μίας οὔτε πολιτικῆς ἐμέλησε καταστάσεως, ἆρ’ ἔτι προσήκει μεταποιεῖσθαι τῆς παρ’ ἡμῶν τιμῆς; οὐδαμῶς. ὁρᾶτε, εἰς ὅσην
15ὑμῶν ἀτοπίαν ὁ λόγος ἔρχεται. τῶν γὰρ ἀγαθῶν ὅσα περὶ τὸν ἀνθρώπινον θεωρεῖται βίον, ἡγεῖται μὲν τὰ τῆς ψυχῆς, ἕπεται δὲ τὰ τοῦ σώματος. εἰ τοίνυν τῶν ψυχικῶν ἡμῶν ἀγα‐ θῶν κατωλιγώρησεν, οὐδὲ τῆς φυσικῆς ἡμῶν κατασκευῆς προ‐ νοησάμενος, οὔτε ἡμῖν ἔπεμψε διδασκάλους ἢ νομοθέτας
20ὥσπερ τοῖς Ἑβραίοις κατὰ τὸν Μωυσέα καὶ τοὺς ἐπ’ ἐκείνῳ προφήτας, ὑπὲρ τίνος ἕξομεν αὐτῷ καλῶς εὐχαριστεῖν;
Ἀλλ’ ὁρᾶτε, μή ποτε καὶ ἡμῖν ἔδωκεν ὁ θεὸς οὓς ὑμεῖς184

185

ἠγνοήκατε θεούς τε καὶ προστάτας ἀγαθοὺς, οὐδὲν ἐλάττονας τοῦ παρὰ τοῖς Ἐβραίοις ἐξ ἀρχῆς τιμωμένου τῆς Ἰουδαίας, ἧσ‐ περ ἐκεῖνος προνοεῖν ἔλαχε μόνης, ὥσπερ ὁ Μωυσῆς ἔφη καὶ οἱ μετ’ ἐκεῖνον ἄχρις ἡμῶν. εἰ δὲ ὁ προσεχὴς εἴη τοῦ κόσμου
5δημιουργὸς ὁ παρὰ τοῖς Ἑβραίοις τιμώμενος, ἔτι καὶ βέλτιον ὑπὲρ αὐτοῦ διενοήθημεν ἡμεῖς ἀγαθά τε ἡμῖν ἔδωκεν ἐκείνων μείζονα τά τε περὶ ψυχὴν καὶ τὰ ἐκτὸς, ὑπὲρ ὧν ἐροῦμεν ὀλί‐ γου ὕστερον, ἔστειλέ τε καὶ ἐφ’ ἡμᾶς νομοθέτας οὐδὲν Μωυ‐ σέως χείρονας, εἰ μὴ τοὺς πολλοὺς μακρῷ κρείττονας.
10 Ὅπερ οὖν ἐλέγομεν, εἰ μὴ καθ’ ἕκαστον ἔθνος ἐθνάρχης τις θεὸς ἐπιτροπεύων [ἦν] ἄγγελός τε ὑπ’ αὐτῷ καὶ δαίμων καὶ ψυχῶν ἰδιάζον γένος ὑπηρετικὸν καὶ ὑπουργικὸν τοῖς κρείττοσιν ἔθετο τὴν ἐν τοῖς νόμοις καὶ τοῖς ἤθεσι διαφορότητα, δεικνύσθω, παρ’ ἄλλου πῶς γέγονε ταῦτα. καὶ γὰρ οὐδὲ ἀπόχρη
15λέγειν· «εἶπεν ὁ θεὸς καὶ ἐγένετο»· ὁμολογεῖν γὰρ χρὴ τοῖς ἐπιτάγμασι τοῦ θεοῦ τῶν γινομένων τὰς φύσεις. ὃ δὲ λέγω,
σαφέστερον ἐρῶ. ἐκέλευσεν ὁ θεὸς ἄνω φέρεσθαι τὸ πῦρ, εἰ185

186

τύχοι, κάτω δὲ τὴν γῆν; οὐχ ἵνα τὸ πρόσταγμα γένηται τοῦ θεοῦ, τὸ μὲν ἐχρῆν εἶναι κοῦφον, τὸ δὲ βρίθειν; οὕτω καὶ ἐπὶ τῶν ἑτέρων ὁμοίως. Parva lacuna. τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν θείων. αἴτιον δὲ, ὅτι τὸ μὲν τῶν ἀνθρώπων ἐπίκηρόν
5ἐστι καὶ φθαρτὸν γένος. εἰκότως οὖν αὐτοῦ φθαρτὰ καὶ τὰ ἔργα καὶ μεταβλητὰ καὶ παντοδαπῶς τρεπόμενα· τοῦ θεοῦ δὲ ὑπάρ‐ χοντος ἀϊδίου, καὶ τὰ προστάγματα τοιαῦτ’ εἶναι προσήκει. τοι‐ αῦτα δὲ ὄντα ἤτοι φύσεις εἰσὶ τῶν ὄντων ἢ τῇ φύσει τῶν ὄν‐ των ὁμολογούμενα. πῶς γὰρ ἂν ἡ φύσις τῷ προστάγματι μά‐
10χοιτο τοῦ θεοῦ; πῶς δ’ ἂν ἔξω πίπτοι τῆς ὁμολογίας; οὐκοῦν εἰ καὶ προσέταξεν ὥσπερ τὰς γλώσσας συγχυθῆναι καὶ μὴ συμ‐ φωνεῖν ἀλλήλαις, οὕτω δὲ καὶ τὰ πολιτικὰ τῶν ἐθνῶν, οὐκ ἐπιτάγματι δὲ μόνον ἐποίησε τοιαῦτα καὶ πεφυκέναι οὐδὲ ἡμᾶς πρὸς ταύτην κατεσκεύασε τὴν διαφωνίαν. ἐχρῆν γὰρ πρῶτον
15διαφόρους ὑπεῖναι φύσεις τοῖς ἐν τοῖς ἔθνεσι διαφόρως ἐσομέ‐ νοις. ὁρᾶται γοῦν τοῦτο, καὶ τοῖς σώμασιν εἴ τις ἀπίδοι Γερ‐ μανοὶ καὶ Σκύθαι Λιβύων καὶ Αἰθιόπων ὁπόσον διαφέρουσιν. ἆρα καὶ τοῦτό ἐστι ψιλὸν ἐπίταγμα, καὶ οὐδὲν ὁ ἀὴρ οὐδὲ ἡ χώρα τῷ πῶς ἔχειν πρὸς τὸ χρῶμα θεοῖς συμπράττει; ἔτι δὲ καὶ ὁ
20Μωυσῆς ἐπεκάλυπτε τὸ τοιοῦτον εἰδὼς οὐδὲ τὴν τῶν διαλέκτων186

187

σύγχυσιν ἀνατέθεικε τῷ θεῷ μόνῳ. φησὶ γὰρ αὐτὸν οὐ μόνον κατελθεῖν οὐ μὴν οὐδὲ ἕνα συγκατελθεῖν αὐτῷ, πλείονας δὲ, καὶ τούτους οἵτινές εἰσιν οὐκ εἶπεν· εὔδηλον δὲ, ὅτι παραπλη‐ σίους αὐτῷ τοὺς συγκατιόντας ὑπελάμβανεν. εἰ τοίνυν πρὸς τὴν
5σύγχυσιν τῶν διαλέκτων οὐχ ὁ κύριος μόνος, ἀλλὰ καὶ οἱ σὺν αὐτῷ κατέρχονται, πρόδηλον, ὅτι καὶ πρὸς τὴν σύγχυσιν τῶν ἠθῶν οὐχ ὁ κύριος μόνος, ἀλλὰ καὶ οἱ σὺν αὐτῷ τὰς διαλέκτους συγχέοντες εἰκότως ἂν ὑπολαμβάνοιντο ταύτης εἶναι τῆς δια‐ στάσεως αἴτοι.
10 Τί οὖν, 〈οὐκ〉 ἐν μακροῖς εἰπεῖν βουλόμενος, τοσαῦτα ἐπεξῆλθον; ὡς, εἰ μὲν ὁ προσεχὴς εἴη τοῦ κόσμου δημιουργὸς ὁ ὑπὸ τοῦ Μωυσέως κηρυττόμενος, ἡμεῖς ὑπὲρ αὐτοῦ βελτίους ἔχομεν δόξας οἱ κοινὸν μὲν ἐκεῖνον ὑπολαμβάνοντες ἁπάντων δεσπότην, ἐθνάρχας δὲ ἄλλους, οἳ τυγχάνουσι μὲν ὑπ’ ἐκεῖνον,
15εἰσὶ δὲ ὥσπερ ὕπαρχοι βασιλέως, ἕκαστος τὴν ἑαυτοῦ διαφερόν‐
τως ἐπανορθούμενος φροντίδα· καὶ οὐ καθίσταμεν αὐτὸν οὐδὲ187

188

ἀντιμερίτην τῶν ὑπ’ αὐτὸν θεῶν καθισταμένων. εἰ δὲ μερικόν τινα τιμήσας ἐκεῖνος ἀντιτίθησιν αὐτῷ τὴν τοῦ παντὸς ἡγεμο‐ νίαν, ἄμεινον τὸν τῶν ὅλων θεὸν ἡμῖν πειθομένους ἐπιγνῶναι μετὰ τοῦ μηδὲ ἐκεῖνον ἀγνοῆσαι, ἢ τὸν τοῦ ἐλαχίστου μέρους
5εἰληχότα τὴν ἡγεμονίαν ἀντὶ τοῦ πάντων τιμᾶν δημιουργοῦ. Ὁ νόμος ἐστὶν ὁ τοῦ Μωυσέως θαυμαστὸς, ἡ δεκάλογος ἐκείνη· «οὐ κλέψεις, οὐ φονεύσεις, οὐ ψευδομαρτυρήσεις.» γε‐ γράφθω δὲ αὐτοῖς ῥήμασιν ἑκάστη τῶν ἐντολῶν, ἃς ὑπ’ αὐτοῦ φησι γεγράφθαι τοῦ θεοῦ.
10 «Ἐγώ εἰμι κύριος ὁ θεός σου, ὃς ἐξήγαγέ σε ἐκ γῆς Αἰ‐ γύπτου.» δευτέρα μετὰ τοῦτο· «οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ. οὐ ποιήσεις σεαυτῷ εἴδωλον.» καὶ τὴν αἰτίαν προστίθη‐ σιν· «ἐγὼ γάρ εἰμι κύριος ὁ θεός σου, θεὸς ζηλωτὴς, ἀποδιδοὺς πατέρων ἁμαρτίας ἐπὶ τέκνα ἕως τρίτης γενεᾶς.» «οὐ λήψῃ τὸ
15ὄνομα κυρίου τοῦ θεοῦ σου ἐπὶ ματαίῳ.» «μνήσθητι τὴν ἡμέραν τῶν σαββάτων.» «τίμα σου τὸν πατέρα καὶ τὴν μητέρα.» «οὐ μοιχεύσεις.» «οὐ φονεύσεις.» «οὐ κλέψεις.» «οὐ ψευδομαρτυ‐ ρήσεις.» «οὐκ ἐπιθυμήσεις τὰ τοῦ πλησίον σου.» Ποῖον ἔθνος ἐστὶ, πρὸς τῶν θεῶν, ἔξω τοῦ «οὐ προσκυνή‐
20σεις θεοῖς ἑτέροις» καὶ τοῦ «μνήσθητι τῆς ἡμέρας τῶν σαββά‐188

189

των», ὃ μὴ τὰς ἄλλας οἴεται χρῆναι φυλάττειν ἐντολάς, ὡς καὶ τιμωρίας κεῖσθαι τοῖς παραβαίνουσιν, ἐνιαχοῦ μὲν σφοδροτέρας, ἐνιαχοῦ δὲ παραπλησίας ταῖς παρὰ Μωυσέως νομοθετείσαις, ἔστι δὲ ὅπου καὶ φιλανθρωποτέρας;
5 Ἀλλὰ τὸ «οὐ προσκυνήσεις θεοῖς ἑτέροισ»—ὃ δὴ μετὰ μεγάλης περὶ τὸν θεόν φησι διαβολῆς. «θεὸς γὰρ ζηλωτής» φησι· καὶ ἐν ἄλλοις πάλιν· «ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον.» εἶτα ἄνθρωπος ζηλωτὴς καὶ βάσκανος ἄξιος εἶναί σοι φαίνεται μέμψεως, ἐκθειάζεις δὲ, εἰ ζηλότυπος ὁ θεὸς λέγεται; καίτοι πῶς
10εὔλογον οὕτω φανερὸν πρᾶγμα τοῦ θεοῦ καταψεύδεσθαι; καὶ γὰρ εἰ ζηλότυπος, ἄκοντος αὐτοῦ πάντες οἱ θεοὶ προσκυνοῦνται καὶ πάντα τὰ λοιπὰ τῶν ἐθνῶν τοὺς θεοὺς προσκυνεῖ. εἶτα πῶς οὐκ ἀνέστειλεν αὐτὸς ζηλῶν οὕτω καὶ μὴ βουλόμενος προσκυ‐ νεῖσθαι τοὺς ἄλλους, ἀλλὰ μόνον ἑαυτόν; ἆρ’ οὖν οὐχ οἷός τε
15ἦν ἢ οὐδὲ τὴν ἀρχὴν ἠβουλήθη κωλῦσαι μὴ προσκυνεῖσθαι καὶ τοὺς ἄλλους θεούς; ἀλλὰ τὸ μὲν πρῶτον ἀσεβὲς, τὸ δὴ λέ‐ γειν ὡς οὐκ ἠδύνατο· τὸ δεύτερον δὲ τοῖς ἡμετέροις ἔργοις ὁμο‐ λογεῖ. ἄφετε τοῦτον τὸν λῆρον καὶ μὴ τηλικαύτην ἐφ’ ὑμᾶς αὐτοὺς ἕλκετε βλασφημίαν. εἰ γὰρ οὐδένα θέλει προσκυνεῖσθαι,
20τοῦ χάριν αὐτοῦ τὸν νόθον υἱὸν τοῦτον προσκυνεῖτε καὶ ὃν189

190

ἐκεῖνος ἴδιον οὔτε ἐνόμισεν οὐθ’ ἡγήσατο πώποτε. καὶ δείξω γε τοῦτο ῥᾳδίως. ὑμεῖς δὲ, οὐκ οἶδ’ ὅθεν, ὑπόβλητον αὐτῷ προστίθετε. γράφεται (sc. ὁ Ἰουλιανὸς) πάλιν ἡμᾶς (sc. τοὺς Χριστια‐ νοὺς), ἀνθ’ ὅτου δὴ, λέγων, τῆς Ἑλληνικῆς εὐεπείας ἀπονοστήσαντες τοῖς
5τῆς ἀληθείας λόγοις προσκεχωρήκαμεν. .... οὐδαμοῦ χαλεπαίνων ὁ θεὸς φαίνεται οὐδὲ ἀγανακτῶν οὐδὲ ὀργιζόμενος οὐδὲ ὀμνύων οὐδ’ ἐπ’ ἀμφότερα ταχέως ῥέπων .., ὡς ὁ Μωυσῆς φησιν ἐπὶ τοῦ Φινεές. εἴ τις ὑμῶν ἀνέγνω τοὺς ἀριθμοὺς, οἶδεν ὃ λέγω. ἐπειδὴ γὰρ Φινεὲς τὸν τελεσθέντα τῷ Βεελφεγὼρ μετὰ τῆς
10ἀναπεισάσης αὐτὸν γυναικὸς αὐτοχειρίᾳ λαβὼν ἀπέκτεινεν αἰσχρῷ καὶ ὀδυνηροτάτῳ τραύματι, διὰ τῆς μήτρας, φησὶ, παίσας τὴν γυναῖκα, πεποίηται λέγων ὁ θεός· «Φινεὲς υἱὸς Ἐλεάζαρ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως κατέπαυσε τὸν θυμόν μου ἀπὸ υἱῶν Ἰσραὴλ
ἐν τῷ ζηλῶσαί μου τὸν ζῆλον ἐν αὐτοῖς. καὶ οὐκ ἐξανήλωσα190

191

τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῷ ζήλῳ μου.» τί κουφότερον τῆς αἰτίας, δι’ ἣν θεὸς ὀργισθεὶς οὐκ ἀληθῶς ὑπὸ τοῦ γράψαντος ταῦτα πεποίηται; τί δὲ ἀλογώτερον, εἰ δέκα ἢ πεντεκαίδεκα, κείσθω δὲ καὶ ἑκατὸν, οὐ γὰρ δὴ χιλίους ἐροῦσι—θῶμεν δὲ ἡμεῖς
5καὶ τοσούτους τολμήσαντάς τι τῶν ὑπὸ τοῦ θεοῦ τεταγμένων νόμων παραβῆναι· ἑξακοσίας ἐχρῆν διὰ τοὺς ἅπαξ χιλίους ἀνα‐ λωθῆναι χιλιάδας; ὡς ἔμοιγε κρεῖττον εἶναι τῷ παντὶ φαίνεται χιλίοις ἀνδράσι βελτίστοις ἕνα συνδιασῶσαι πονηρὸν ἢ συνδια‐ φθεῖραι τοὺς χιλίους ἑνί. εἶτα τούτοις μακροὺς προσυφαίνει (sc. ὁ
10Ἰουλιανὸς) λόγους, μὴ δὴ χρῆναι λέγων τὸν οὐρανοῦ καὶ γῆς ποιητὴν ἀγρίοις οὕτω κεχρῆσθαι θυμοῖς, ὡς ἅπαν ἐθελῆσαι πολλάκις τὸ τῶν Ἰουδαίων δαπανῆσαι γένος. εἰ γὰρ καὶ ἑνὸς ἡρώων καὶ οὐκ ἐπι‐ σήμου δαίμονος δύσοιστος ἡ ὀργὴ χώραις τε καὶ πόλεσιν ὁλο‐ κλήροις, τίς ἂν ὑπέστη τοσούτου θεοῦ δαίμοσιν ἢ ἀγγέλοις ἢ
15καὶ ἀνθρώποις ἐπιμηνίσαντος; ἄξιόν γέ ἐστι παραβαλεῖν αὐτὸν191

192

τῇ Λυκούργου πραότητι καὶ τῇ Σόλωνος ἀνεξικακίᾳ ἢ τῇ Ῥω‐ μαίων πρὸς τοὺς ἠδικηκότας ἐπιεικείᾳ καὶ χρηστότητι. πόσῳ δὲ δὴ τὰ παρ’ ἡμῖν τῶν παρ’ αὐτοῖς κρείττονα, καὶ ἐκ τῶνδε σκοπεῖτε. μιμεῖσθαι κελεύουσιν ἡμᾶς οἱ φιλόσοφοι κατὰ δύναμιν
5τοὺς θεοὺς, εἶναι δὲ ταύτην τὴν μίμησιν ἐν θεωρίᾳ τῶν ὄντων. ὅτι δὲ τοῦτο δίχα πάθους ἐστὶ καὶ ἐν ἀπαθείᾳ κεῖται, πρόδη‐ λόν ἐστί που, κἂν ἐγὼ μὴ λέγω· καθ’ ὅσον ἄρα ἐν ἀπαθείᾳ γινόμεθα, τεταγμένοι περὶ τῶν ὄντων θεωρίαν, κατὰ τοσοῦτον ἐξομοιούμεθα τῷ θεῷ. τίς δὲ ἡ παρ’ Ἑβραίοις ὑμνουμένη τοῦ
10θεοῦ μίμησις; ὀργὴ καὶ θυμὸς καὶ ζῆλος ἄγριος. «Φινεὲς» γάρ φησι «κατέπαυσε τὸν θυμόν μου ἀπὸ υἱῶν Ἰσραὴλ ἐν τῷ ζη‐ λῶσαι τὸν ζῆλόν μου ἐν αὐτοῖς.» εὑρὼν γὰρ ὁ θεὸς τὸν συν‐ αγανακτοῦντα καὶ συναλγοῦντα ἀφεὶς τὴν ἀγανάκτησιν φαίνε‐ ται. ταῦτα καὶ τὰ τοιαῦτα περὶ θεοῦ ἕτερα πεποίηται λέγων
15ὁ Μωυσῆς οὐκ ὀλιγαχοῦ τῆς γραφῆς.192

193

Ὅτι δὲ οὖχ Ἑβραίων μόνον ἐμέλησε τῷ θεῷ, πάντων δὲ ἐθνῶν κηδόμενος ἔδωκεν ἐκείνοις μὲν οὐδὲν σπουδαῖον ἢ μέγα, ἡμῖν δὲ μακρῷ κρείττονα καὶ διαφέροντα, σκοπεῖτε λοιπὸν τὸ ἐντεῦθεν. ἔχουσι μὲν εἰπεῖν καὶ Αἰγύπτιοι, παρ’ ἑαυτοῖς ἀπα‐
5ριθμούμενοι σοφῶν οὐκ ὀλίγων ὀνόματα, πολλοὺς ἐσχηκέναι τοὺς ἀπὸ τῆς Ἑρμοῦ διαδοχῆς, Ἑρμοῦ δέ φημι τοῦ τρίτου ἐπι‐ φοιτήσαντος τῇ Αἰγύπτῳ, Χαλδαῖοι δὲ καὶ Ἀσσύριοι τοὺς ἀπ’ Ὠάννου καὶ Βήλου, μυρίους δὲ Ἕλληνες τοὺς ἀπὸ Χείρωνος. ἐκ τούτου γὰρ πάντες ἐγένοντο τελεστικοὶ φύσει καὶ θεολογικοὶ, καθὸ
10δὴ δοκοῦσι μόνον Ἑβραῖοι τὰ ἑαυτῶν ἀποσεμνύνειν. Syrilli verba: εἶτα κατασκώπτει (sc. ὁ Ἰουλιανὸς) τὸν μακάριον Δαβὶδ καὶ Σαμψὼν καὶ οὐ σφόδρα γενέσθαι φησὶν αὐτοὺς ἐν ταῖς μάχαις ἀλκιμωτάτους, ἀλλὰ τῆς Ἑλλήνων καὶ Αἰγυπτίων εὐσθενείας ἡττῆσθαι παρὰ πολὺ καὶ μόλις μέχρι τῶν τῆς Ἰουδαίας τερμάτων τὸ τῆς βασιλείας αὐτοῖς ὡρίσθαι μέτρον.
15Ἀλλ’ ἀρχὴν ἔδωκεν ὑμῖν ἐπιστήμης ἢ μάθημα φιλόσοφον;193

194

καὶ ποῖον; ἡ μὲν γὰρ περὶ τὰ φαινόμενα θεωρία παρὰ τοῖς Ἕλλησιν ἐτελειώθη, τῶν πρώτων τηρήσεων παρὰ τοῖς βαρβά‐ ροις ἐν Βαβυλῶνι γενομένων· ἡ δὲ περὶ τὴν γεωμετρίαν ἀπὸ τῆς γεωδαισίας τῆς ἐν Αἰγύπτῳ τὴν ἀρχὴν λαβοῦσα πρὸς το‐
5σοῦτον μέγεθος ηὐξήθη· τὸ δὲ περὶ τοὺς ἀριθμοὺς ἀπὸ τῶν Φοινίκων ἐμπόρων ἀρξάμενον τέως εἰς ἐπιστήμης παρὰ τοῖς Ἕλλησι κατέστη πρόσχημα. τὰ δὴ τρία † μετὰ τῆς † συναρίθμου μουσικῆς Ἕλληνες εἰς ἓν συνῆψαν, ἀστρονομίαν γεωμετρίᾳ προσ‐ υφήναντες, ἀμφοῖν δὲ προσαρμόσαντες τοὺς ἀριθμοὺς καὶ
10τὸ ἐν τούτοις ἐναρμόνιον κατανοήσαντες. ἐντεῦθεν ἔθεντο τῇ παρὰ σφίσι μουσικῇ τοὺς ὅρους, εὑρόντες τῶν ἁρμονικῶν λόγων πρὸς τὴν αἴθησιν τῆς ἀκοῆς ἄπταιστον ὁμολογίαν ἢ ὅτι τούτου μάλιστα ἐγγύς. Πότερον οὖν χρή με κατ’ ἄνδρα ὀνομάζειν ἢ κατ’ ἐπιτη‐
15δεύματα; ἢ τοὺς ἀνθρώπους, οἷον Πλάτωνα, Σωκράτην, Ἀρι‐ στείδην, Κίμωνα, Θαλῆν, Λυκοῦργον, Ἀγησίλαον, Ἀρχίδαμον— ἢ μᾶλλον τὸ τῶν φιλοσόφων γένος, τὸ τῶν στρατηγῶν, τὸ τῶν δημιουργῶν, τὸ τῶν νομοθετῶν; εὑρεθήσονται γὰρ οἱ μοχθηρό‐ τατοι καὶ βδελυρώτατοι τῶν στρατηγῶν ἐπιεικέστερον χρησάμε‐
20νοι τοῖς ἠδικηκόσι τὰ μέγιστα ἢ Μωυσῆς τοῖς οὐδὲν ἐξημαρ‐194

195

τηκόσιν. τίνα οὖν ὑμῖν ἀπαγγείλω βασιλείαν; πότερα τὴν Περ‐ σέως ἢ τὴν Αἰακοῦ ἢ Μίνω τοῦ Κρητὸς, ὃς ἐκάθηρε μὲν λῃ‐ στευομένην τὴν θάλασσαν, ἐκβαλὼν καὶ ἐξελάσας τοὺς βαρβά‐ ρους ἄχρι Συρίας καὶ Σικελίας, ἐφ’ ἑκάτερα προβὰς τοῖς τῆς
5ἀρχῆς ὁρίοις, οὐ μόνων δὲ τῶν νήσων, ἀλλὰ καὶ τῶν παραλίων ἐκράτει; καὶ διελόμενος πρὸς τὸν ἀδελφὸν Ῥαδάμανθυν, οὔτι τὴν γῆν, ἀλλὰ τὴν ἐπιμέλειαν τῶν ἀνθρώπων, αὐτὸς μὲν ἐτί‐ θει παρὰ τοῦ Διὸς λαμβάνων τοὺς νόμους, ἐκείνῳ δὲ τὸ δικα‐ στικὸν ἠφίει μέρος ἀναπληροῦν. Cyrilli verba: μετὰ δέ γε τοὺς
10περὶ τοῦ Μίνω λόγους εἰς πλατὺ διηγημάτων ἀπαίρει (sc. ὁ Ἰουλιανὸς) πέλαγος, καὶ ἱστοριῶν Ἑλληνικῶν ποιεῖται μνήμην, τὸν Δάρδανον λέγων Διὸς μὲν ἐκφῦναι καὶ τῆς Ἀτλαντίδος Ἠλέκτρας, οἰκιστὴν δὲ τῆς Δαρ‐ δανίας γενέσθαι καὶ μὴν τεθνεῶτα συμβασιλεῦσαι τῷ Διΐ. ἀποπεράνας δὲ κατὰ τὸ αὐτῷ δοκοῦν τὸ κενὸν ἐπὶ Δαρδάνῳ ῥαψῴδημα μέτεισιν εὐθὺς ἐπὶ
15τὴν Αἰνείου φυγὴν, καὶ τὴν ἐκ Τροίας ἄπαρσιν ἐπὶ τὰ τῶν Ἰταλῶν ἔθνη διηγεῖται σαφῶς, Ῥώμου τε καὶ προσέτι Ῥωμύλου ποιεῖται μνήμην καὶ τίνα τρόπον ἡ Ῥώμη συνῴκισται. ἀλλ’ ἐπειδὴ κτισθεῖσαν αὐτὴν πολλοὶ μὲν περιέστησαν πόλεμοι, πάντων δὲ ἐκράτει καὶ κατη‐ γωνίζετο καὶ, παρ’ αὐτὰ μᾶλλον αὐξανομένη τὰ δεινὰ, τῆς ἀσφα‐
20λείας ἐδεῖτο μείζονος, αὖθις ὁ Ζεὺς τὸν φιλοσοφώτατον αὐτῇ Νουμᾶν ἐφίστησιν. οὗτος ἦν ὁ καλὸς καὶ ἀγαθὸς ὁ Νουμᾶς, ἄλσεσιν ἐρήμοις ἐνδιατρίβων καὶ συνὼν ἀεὶ τοῖς θεοῖς κατὰ τὰς ἀκραιφνεῖς αὐτοῦ νοήσεις. parva lacuna. οὗτος τοὺς πλεί‐
στους τῶν ἱερατικῶν κατέστησε νόμους. ταῦτα μὲν οὖν ἐκ κατο‐195

196

χῆς καὶ ἐπιπνοίας θείας ἔκ τε τῶν τῆς Σιβύλλης καὶ τῶν ἄλλων, οἳ δὴ γεγόνασι 〈κατ’ ἐκεῖνον τὸν χρόνον〉 κατὰ τὴν πάτριον φωνὴν χρησμολόγοι, φαίνεται δοὺς ὁ Ζεὺς τῇ πόλει. τὴν δὲ ἐξ ἀέρος πεσοῦσαν ἀσπίδα καὶ τὴν ἐν τῷ λόφῳ κεφαλὴν φανεῖσαν, ὅθεν, οἶ‐
5μαι, καὶ τοὔνομα προσέλαβεν ἡ τοῦ μεγάλου Διὸς ἕδρα, πότερον ἐν τοῖς πρώτοις ἢ τοῖς δευτέροις ἀριθμήσωμεν τῶν δώρων; εἶτα, ὦ δυστυχεῖς ἄνθρωποι, σωζομένου τοῦ παρ’ ἡμῖν ὅπλου διοπε‐ τοῦς, ὃ κατέπεμψεν ὁ μέγας Ζεὺς ἤτοι πατὴρ Ἄρης, ἐνέχυρον διδοὺς οὐ λόγον, ἔργον δὲ, ὅτι τῆς πόλεως ἡμῶν εἰς τὸ διηνε‐
10κὲς προασπίσει, προσκυνεῖν ἀφέντες καὶ σέβεσθαι, τὸ τοῦ σταυ‐ ροῦ προσκυνεῖτε ξύλον, εἰκόνας αὐτοῦ σκιαγραφοῦντες ἐν τῷ μετώπῳ καὶ πρὸ τῶν οἰκημάτων ἐγγράφοντες. ἆρα ἀξίως ἄν τις τοὺς συνετωτέρους ὑμῶν μισήσειεν ἢ τοὺς ἀφρονεστέρους ἐλεήσειεν, οἳ κατακολουθοῦντες ὑμῖν, εἰς τοσοῦτον ἦλθον ὀλέ‐
15θρου, ὥστε τοὺς αἰωνίους ἀφέντες θεοὺς ἐπὶ τὸν Ἰουδαίων μεταβῆναι νεκρόν; παρίημι γὰρ τὰ τῆς μητρὸς τῶν θεῶν μυ‐
στήρια καὶ ζηλῶ τὸν Μάριον. τὸ γὰρ ἐκ θεῶν εἰς ἀνθρώπους196

197

ἀφικνούμενον πνεῦμα σπανιάκις μὲν καὶ ἐν ὀλίγοις γίνεται καὶ οὔτε πάντα ἄνδρα τούτου μετασχεῖν ῥᾴδιον οὔτε ἐν παντὶ καιρῷ. ταύτῃ τοι καὶ τὸ παρ’ Ἑβραίοις 〈προφητικὸν πνεῦμα〉 ἐπέλιπεν, οὐκοῦν οὐδὲ παρ’ Αἰγυπτίοις εἰς τοῦτο σώζεται. φαίνεται δὲ
5καὶ τὰ αὐτοφυῆ χρηστήρια 〈σιγῆσαι〉 ταῖς τῶν χρόνων εἴκοντα περιόδοις. ὁ δὴ φιλάνθρωπος ἡμῶν δεσπότης καὶ πατὴρ Ζεὺς ἐννοήσας, ὡς ἂν μὴ παντάπασι τῆς πρὸς τοὺς θεοὺς ἀποστερη‐ θῶμεν κοινωνίας, δέδωκεν ἡμῖν διὰ τῶν ἱερῶν τεχνῶν ἐπίσκε‐ ψιν, ὑφ’ ἧς πρὸς τὰς χρείας ἕξομεν τὴν ἀποχρῶσαν βοήθειαν.
10 Ἔλαθέ με μικροῦ τὸ μέγιστον τῶν Ἡλίου καὶ Διὸς δώρων. εἰκότως δὲ αὐτὸ ἐφύλαξα ἐν τῷ τέλει. καὶ γὰρ οὐκ ἴδιόν ἐστιν ἡμῶν μόνον, ἀλλ’, οἶμαι, κοινὸν πρὸς Ἕλληνας, τοὺς ἡμετέρους συγγενεῖς. ὁ γάρ τοι Ζεὺς ἐν μὲν τοῖς νοητοῖς ἐξ ἑαυτοῦ τὸν Ἀσκληπιὸν ἐγέννησεν, εἰς δὲ τὴν γῆν διὰ τῆς Ἡλίου γονίμου
15ζωῆς ἐξέφηνεν. οὗτος ἐπὶ γῆς ἐξ οὐρανοῦ ποιησάμενος τὴν πρόοδον, ἑνοειδῶς μὲν ἐν ἀνθρώπου μορφῇ περὶ τὴν Ἐπίδαυ‐
ρον ἀνεφάνη, πληθυνόμενος δὲ ἐντεῦθεν ταῖς προόδοις ἐπὶ197

198

πᾶσαν ὤρεξε τὴν γῆν τὴν σωτήριον ἑαυτοῦ δεξιάν. ἦλθεν εἰς Πέργαμον, εἰς Ἰωνίαν, εἰς Τάραντα μετὰ ταῦθ’, ὕστερον ἦλθεν εἰς τὴν Ῥώμην. ᾤχετο 〈δὲ〉 εἰς Κῶ, ἐνθένδε εἰς Αἰγάς. εἶτα πανταχοῦ γῆς ἐστι καὶ θαλάσσης. οὐ καθ’ ἕκαστον ἡμῶν ἐπι‐
5φοιτᾷ, καὶ ὅμως ἐπανορθοῦται ψυχὰς πλημμελῶς διακειμένας καὶ τὰ σώματα ἀσθενῶς ἔχοντα. Τί δὲ τοιοῦτον 〈ἑαυτοῖσ〉 Ἑβραῖοι καυχῶνται παρὰ τοῦ θεοῦ δεδόσθαι, πρὸς οὓς ὑμεῖς ἀφ’ ἡμῶν αὐτομολήσαντες πεί‐ θεσθε; εἰ τοῖς ἐκείνων γοῦν προσείχετε λόγοις, οὐκ ἂν παντά‐
10πασιν ἐπεπράγειτε δυστυχῶς, ἀλλὰ χεῖρον μὲν ἢ πρότερον, ὁπότε σὺν ἡμῖν ἦτε, οἰστὰ δὲ ὅμως ἐπεπόνθειτε ἂν καὶ φορητά. ἕνα γὰρ ἀντὶ πολλῶν θεῶν ἐσέβεσθε ἂν οὐκ ἄνθρωπον, μᾶλλον δὲ πολλοὺς ἀνθρώπους δυστυχεῖς. καὶ νόμῳ σκληρῷ μὲν καὶ τραχεῖ καὶ πολὺ τὸ ἄγριον ἔχοντι καὶ βάρβαρον ἀντὶ τῶν παρ’
15ἡμῖν ἐπιεικῶν καὶ φιλανθρώπων χρώμενοι τὰ μὲν ἄλλα χείρο‐ νες ἂν ἦτε, ἁγνότεροι δὲ καὶ καθαρώτεροι τὰς ἁγιστείας. νῦν
δὲ ὑμῖν συμβέβηκεν ὥσπερ ταῖς βδέλλαις τὸ χείριστον ἕλκειν198

199

αἷμα ἐκεῖθεν, ἀφεῖναι δὲ τὸ καθαρώτερον. ὁ δὲ Ἰησοῦς ἀνα‐ πείσας τὸ χείριστον τῶν παρ’ ὑμῖν, ὀλίγους πρὸς τοῖς τρια‐ κοσίοις ἐνιαυτοῖς ὀνομάζεται, ἐργασάμενος παρ’ ὃν ἔζη χρόνον οὐδὲν ἀκοῆς ἄξιον, εἰ μή τις οἴεται τοὺς κυλλοὺς καὶ τυφλοὺς
5ἰάσασθαι καὶ δαιμονῶντας ἐφορκίζειν ἐν Βηθσαιδᾷ καὶ ἐν Βη‐ θανίᾳ ταῖς κώμαις τῶν μεγίστων ἔργων εἶναι. ἁγνείας μὲν οὐδὲ γὰρ εἰ πεποίηται μνήμην ἐπίστασθε· ζηλοῦτε δὲ Ἰουδαίων τοὺς θυμοὺς καὶ τὴν πικρίαν, ἀνατρέποντες ἱερὰ καὶ βωμοὺς καὶ ἀπεσφάξατε οὐχ ἡμῶν μόνον τοὺς τοῖς πατρῴοις ἐμμένον‐
10τας, ἀλλὰ καὶ τῶν ἐξ ἴσης ὑμῶν πεπλανημένων αἱρετικοὺς τοὺς μὴ τὸν αὐτὸν τρόπον ὑμῶν τὸν νεκρὸν θρηνοῦντας. ἀλλὰ ταῦτα ὑμέτερα μᾶλλόν ἐστιν. οὐδαμοῦ γὰρ οὔτε Ἰησοῦς αὐτὰ παραδέ‐ δωκε κελεύων ὑμῖν οὔτε Παῦλος. αἴτιον δὲ, ὅτι μηδὲ ἤλπισαν εἰς τοῦτο ἀφίξεσθαί ποτε δυνάμεως ὑμᾶς· ἠγάπων γὰρ, εἰ θερα‐
15παίνας ἐξαπατήσουσι καὶ δούλους καὶ διὰ τούτων τὰς γυναῖκας199

200

ἄνδρας τε, οἵους Κορνήλιος καὶ Σέργιος. ὧν εἷς ἐὰν φανῇ τῶν τηνικαῦτα γνωριζομένων ἐπιμνησθεὶς—ἐπὶ Τιβερίου γὰρ ἤτοι Κλαυδίου ταῦτα ἐγίνετο—, περὶ πάντων ὅτι ψεύδομαι νομίζετε.
5 Ἀλλὰ τοῦτο μὲν οὐκ οἶδ’ ὅθεν ὥσπερ ἐπιπνεόμενος ἐφθεγξάμην, ὅθεν δὲ ἐξέβην, ὅτι «πρὸς τοὺς Ἰουδαίους ηὐτομο‐ λήσατε, τί τοῖς ἡμετέροις ἀχαριστήσαντες θεοῖς;» ἆρ’ ὅτι βασι‐ λεύειν ἔδοσαν οἱ θεοὶ τῇ Ῥώμῃ, τοῖς Ἰουδαίοις ὀλίγον μὲν χρόνον ἐλευθέρους εἶναι, δουλεῦσαι δὲ ἀεὶ καὶ παροικῆσαι; σκό‐
10πει τὸν Ἁβραάμ· οὐχὶ πάροικος ἦν ἐν [γῇ] ἀλλοτρίᾳ; τὸν Ἰακώβ· οὐ πρότερον μὲν Σύροις, ἑξῆς δὲ ἐπὶ τούτοις Παλαιστινοῖς, ἐν γήρᾳ δὲ Αἰγυπτίοις ἐδούλευσεν; οὐκ ἐξ οἴκου δουλείας ἐξαγα‐ γεῖν αὐτοὺς ὁ Μωυσῆς 〈φησιν〉 ἐξ Αἰγύπτου ἐν βραχίονι ὑψηλῷ; κατοικήσαντες δὲ τὴν Παλαιστίνην, οὐ πυκνότερον ἤμειψαν τὰς
15τύχας ἢ τὸ χρῶμά φασιν οἱ τεθεαμένοι τὸν χαμαιλέοντα, νῦν μὲν ὑπακούοντες τοῖς κριταῖς, νῦν δὲ τοῖς ἀλλοφύλοις δουλεύ‐
οντες; ἐπειδὴ δὲ ἐβασιλεύθησαν—ἀφείσθω δὲ νῦν ὅπως· οὔτε200

201

γὰρ ὁ θεὸς ἑκὼν αὐτοῖς τὸ βασιλεύεσθαι συνεχώρησεν, ὡς ἡ γραφή φησιν, ἀλλὰ βιασθεὶς ὑπ’ αὐτῶν καὶ προδιαστειλάμενος, ὅτι ἄρα φαύλως βασιλευθήσονται. πλὴν ἀλλ’ ᾤκησαν γοῦν τὴν ἑαυτῶν καὶ ἐγεώργησαν ὀλίγα πρὸς τοῖς τριακοσίοις ἔτεσιν. ἐξ
5ἐκείνου πρῶτον Ἀσσυρίοις, εἶτα Μήδοις, ὕστερον Πέρσαις ἐδού‐ λευσαν, εἶτα νῦν ἡμῖν αὐτοῖς. 〈καὶ〉 ὁ παρ’ ὑμῖν κηρυττόμενος Ἰησοῦς εἷς ἦν τῶν Καίσαρος ὑπηκόων. εἰ δὲ ἀπιστεῖτε, μικρὸν ὕστερον ἀποδείξω· μᾶλλον δὲ ἤδη λεγέσθω. φατὲ μέντοι μετὰ τοῦ πατρὸς αὐτὸν ἀπογράψασθαι καὶ τῆς μητρὸς ἐπὶ Κυρηνίου.
10ἀλλὰ γενόμενος τίνων ἀγαθῶν αἴτιος κατέστη τοῖς ἑαυτοῦ συγγενέσιν; οὐ γὰρ ἠθέλησαν, φασὶν, ὑπακοῦσαι τῷ Ἰησοῦ. τί δέ; ὁ σκληροκάρδιος καὶ λιθοτράχηλος ἐκεῖνος λαὸς πῶς ὑπή‐ κουσε τοῦ Μωυσέως; Ἰησοῦς δὲ, ὁ τοῖς πνεύμασιν ἐπιτάττων καὶ βαδίζων ἐπὶ τῆς θαλάσσης καὶ τὰ δαιμόνια ἐξελαύνων, ὡς
15δὲ ὑμεῖς λέγετε, τὸν οὐρανὸν καὶ τὴν γῆν ἀπεργασάμενος— οὐ γὰρ δὴ ταῦτα τετόλμηκέ τις εἰπεῖν περὶ αὐτοῦ τῶν μαθητῶν, εἰ μὴ μόνος Ἰωάννης οὐδὲ αὐτὸς σαφῶς οὐδὲ τρανῶς· ἀλλ’
εἰρηκέναι γε συγκεχωρήσθω—οὐκ ἠδύνατο τὰς προαιρέσεις ἐπὶ201

202

σωτηρίᾳ τῶν ἑαυτοῦ φίλων καὶ συγγενῶν μεταστῆσαι; ταῦτα μὲν οὖν καὶ μικρὸν ὕστερον, ὅταν ἰδίᾳ περὶ τῆς τῶν εὐαγγε‐ λίων τερατουργίας καὶ σκευωρίας ἐξετάζειν ἀρξώμεθα. νυνὶ δὲ ἀποκρίνεσθέ μοι πρὸς ἐκεῖνο. πότερον ἄμεινον τὸ διηνεκῶς μὲν
5ἐλεύθερον εἶναι, ἐν δισχιλίοις 〈δὲ〉 ὅλοις ἐνιαυτοῖς ἄρξαι τὸ πλεῖον γῆς καὶ θαλάσσης, ἢ τὸ δουλεύειν καὶ πρὸς ἐπίταγμα ζῆν ἀλλότριον; οὐδεὶς οὕτως ἐστὶν ἀναίσχυντος, ὡς ἑλέσθαι μᾶλ‐ λον τὸ δεύτερον. ἀλλὰ τὸ πολέμῳ κρατεῖν οἰήσεταί τις τοῦ κρατεῖσθαι χεῖρον; οὕτω τίς ἐστιν ἀναίσθητος; εἰ δὲ ταῦτα ἀληθῆ
10φαμεν, ἕνα μοι κατὰ Ἀλέξανδρον δείξατε στρατηγὸν, ἕνα κατὰ Καίσαρα παρὰ τοῖς Ἑβραίοις. οὐ γὰρ δὴ παρ’ ὑμῖν. καίτοι, μὰ τοὺς θεοὺς, εὖ οἶδ’ ὅτι περιυβρίζω τοὺς ἄνδρας, ἐμνημόνευσα δὲ αὐτῶν ὡς γνωρίμων. οἱ γὰρ δὴ τούτων ἐλάττους ὑπὸ τῶν πολλῶν ἀγνοοῦνται, ὧν ἕκαστος πάντων ὁμοῦ τῶν παρ’ Ἑβραίοις
15γεγονότων ἐστὶ θαυμαστότερος. Ἀλλ’ ὁ τῆς πολιτείας θεσμὸς καὶ τύπος τῶν δικαστηρίων, ἡ δὲ περὶ τὰς πόλεις οἰκονομία καὶ ... τὸ κάλλος, ἡ δὲ ἐν τοῖς
μαθήμασιν ἐπίδοσις, ἡ δὲ ἐν ταῖς ἐλευθερίοις τέχναις ἄσκησις202

203

οὐχ Ἑβραίων μὲν ἦν ἀθλία καὶ βαρβαρική; καίτοι βούλεται ὁ μοχθηρὸς Εὐσέβιος εἶναί τινα καὶ παρ’ αὐτοῖς ἑξάμετρα, καὶ φιλοτιμεῖται λογικὴν εἶναι πραγματείαν παρὰ τοῖς Ἑβραίοις, ἧς τοὔνομα ἀκήκοε παρὰ τοῖς Ἕλλησι. ποῖον ἰατρικῆς εἶδος ἀνε‐
5φάνη παρὰ τοῖς Ἑβραίοις, ὥσπερ ἐν Ἕλλησι τῆς Ἱπποκράτους καί τινων ἄλλων μετ’ ἐκεῖνον αἱρέσεων; ὁ σοφώτατος Σολο‐ μῶν παρόμοιός ἐστι τῷ παρ’ Ἕλλησι Φωκυλίδῃ ἢ Θεόγνιδι ἢ Ἰσοκράτει; πόθεν; εἰ γοῦν παραβάλοις τὰς Ἰσοκράτους παραι‐ νέσεις ταῖς ἐκείνου παροιμίαις, εὕροις ἂν, εὖ οἶδα, τὸν τοῦ
10Θεοδώρου κρείττονα τοῦ σοφωτάτου βασιλέως. ἀλλ’ ἐκεῖνος, φασὶ, καὶ περὶ θεουργίαν ἤσκητο. τί οὖν; οὐχὶ καὶ ὁ Σολομῶν
οὗτος τοῖς ἡμετέροις ἐλάτρευσε θεοῖς, ὑπὸ τῆς γυναικὸς, ὡς203

204

λέγουσιν, ἐξαπατηθείς; ὢ μέγεθος ἀρετῆς. ὦ σοφίας πλοῦτος. οὐ περιγέγονεν ἡδονῆς, καὶ γυναικὸς λόγοι τοῦτον παρήγαγον. εἴπερ οὖν ὑπὸ γυναικὸς ἠπατήθη, τοῦτον σοφὸν μὴ λέγετε. εἰ δὲ πεπιστεύκατε [εἶναι] σοφὸν, μή τοι παρὰ γυναικὸς αὐτὸν
5ἐξηπατῆσθαι νομίζετε, κρίσει δὲ οἰκείᾳ καὶ συνέσει καὶ τῇ παρὰ τοῦ φανέντος αὐτῷ θεοῦ διδασκαλίᾳ πειθόμενον λελατρευκέναι καὶ τοῖς ἄλλοις θεοῖς. φθόνος γὰρ καὶ ζῆλος οὐδὲ ἄχρι τῶν ἀρίστων ἀνθρώπων ἀφικνεῖται, τοσοῦτον ἄπεστιν ἀγγέλων καὶ θεῶν. ὑμεῖς δὲ ἄρα περὶ τὰ μέρη τῶν δυνάμεων στρέφεσθε, ἃ δὴ
10δαιμόνιά τις εἰπὼν οὐκ ἐξαμαρτάνει. τὸ γὰρ φιλότιμον ἐνταῦθα καὶ κενόδοξον, ἐν δὲ τοῖς θεοῖς οὐδὲν ὑπάρχει καὶ τοιοῦτον. Τοῦ χάριν ὑμεῖς τῶν παρ’ Ἕλλησι παρεσθίετε μαθημάτων, εἴπερ αὐτάρκης ὑμῖν ἐστιν ἡ τῶν ὑμετέρων γραφῶν ἀνάγνωσις; καίτοι κρεῖττον ἐκείνων εἴργειν τοὺς ἀνθρώπους ἢ τῆς τῶν
15ἱεροθύτων ἐδωδῆς. ἐκ μὲν γὰρ ἐκείνης, καθὰ καὶ ὁ Παῦλος204

205

λέγει, βλάπτεται μὲν οὐδὲν ὁ προσφερόμενος, ἡ δὲ συνείδησις τοῦ βλέποντος ἀδελφοῦ σκανδαλισθείη ἂν καθ’ ὑμᾶς, ὦ σοφώ‐ τατοι—† φάναι. διὰ δὲ τῶν μαθημάτων τούτων ἀπέστη τῆς ἀθεότητος πᾶν ὅτι περ παρ’ ὑμῖν ἡ φύσις ἤνεγκε γενναῖον.
5ὅτῳ οὖν ὑπῆρξεν εὐφυΐας κἂν μικρὸν μόριον, τούτῳ τάχιστα συνέβη τῆς παρ’ ὑμῖν ἀθεότητος ἀποστῆναι. βέλτιον οὖν εἴρ‐ γειν μαθημάτων, οὐχ ἱερείων τοὺς ἀνθρώπους. ἀλλ’ ἴστε καὶ ὑμεῖς, ὡς ἐμοὶ φαίνεται, τὸ διάφορον εἰς σύνεσιν τῶν παρ’ ὑμῖν 〈γραφῶν πρὸς τὰς ἡμετέρας κακὸν, καὶ ὡς ἐκ τῶν παρ’
10ὑμῖν〉 οὐδεὶς ἂν γένοιτο γενναῖος ἀνὴρ, μᾶλλον δὲ οὐδὲ ἐπιει‐ κὴς, ἐκ δὲ τῶν παρ’ ἡμῖν αὐτὸς αὑτοῦ πᾶς ἂν γένοιτο καλ‐ λίων, εἰ καὶ παντάπασιν ἀφυής τις εἴη. φύσεως δὲ ἔχων εὖ καὶ τὰς ἐκ τούτων προσλαχὼν παιδείας ἀτεχνῶς γίνεται τῶν θεῶν τοῖς ἀνθρώποις δῶρον, ἤτοι φῶς ἀνάψας ἐπιστήμης ἢ
15πολιτείας γένος ... ἢ πολεμίους πολλοὺς τρεψάμενος 〈ἢ〉 καὶ πολ‐ λὴν μὲν γῆν, πολλὴν δὲ ἐπελθὼν θάλασσαν καὶ τούτῳ φανεὶς ἡρωικός. Lacuna, ubi fuerunt etiam ea Iuliani verba, de quibus Cy‐
rillus: ἐνισταμένῳ δὲ μετὰ τοῦτο καὶ τὴν ἁγίαν τε καὶ θεόπνευστον κατα‐205

206

σκώπτοντι γραφὴν, ἐπεί τοι τῇ Ἑβραίων συντέθειται γλώττῃ, φαίη ἂν οἶμαί τις κτἑ. τεκμήριον δὲ τοῦτο σαφές· ἐκ πάντων ὑμῶν ἐπιλεξά‐ μενοι παιδία ταῖς γραφαῖς ἐμμελετῆσαι παρασκευάσατε, κἂν φανῇ τῶν ἀνδραπόδων εἰς ἄνδρα τελέσαντα σπουδαιότερα, ληρεῖν ἐμὲ καὶ
5μελαγχολᾶν νομίζετε. εἶτα οὕτως ἐστὲ δυστυχεῖς καὶ ἀνόητοι, ὥστε νομίζειν θείους μὲν ἐκείνους τοὺς λόγους, ὑφ’ ὧν οὐδεὶς ἂν γέ‐ νοιτο φρονιμώτερος οὐδὲ ἀνδρειότερος οὐδ’ ἑαυτοῦ κρείττων· ὑφ’ ὧν δὲ ἔνεστιν ἀνδρείαν, φρόνησιν, δικαιοσύνην προσλαβεῖν, τού‐ τους ἀποδίδοτε τῷ σατανᾷ καὶ τοῖς τῷ σατανᾷ λατρεύουσιν.
10 Ἰᾶται Ἀσκληπιὸς ἡμῶν τὰ σώματα, παιδεύουσιν ἡμῶν αἱ Μοῦσαι σὺν Ἀσκληπιῷ καὶ Ἀπόλλωνι καὶ Ἑρμῇ λογίῳ τὰς ψυ‐ χὰς, Ἄρει δὲ καὶ Ἐνυὼ τὰ πρὸς τὸν πόλεμον συναγωνίζεται, τὰ δὲ εἰς τέχνας Ἥφαιστος ἀποκληροῖ καὶ διανέμει, ταῦτα δὲ πάντα Ἀθηνᾶ μετὰ τοῦ Διὸς παρθένος ἀμήτωρ πρυτανεύει.
15σκοπεῖτε οὖν, εἰ μὴ καθ’ ἕκαστον τούτων ἡμῶν ἐσμεν κρείττους, λέγω δὲ τὰ περὶ τὰς τέχνας καὶ σοφίαν καὶ σύνεσιν· εἴτε γὰρ
τὰς πρὸς τὴν χρείαν σκοπήσειας, εἴτε τὰς τοῦ καλοῦ χάριν206

207

μιμητικὰς, οἷον ἀγαλματοποιητικὴν, γραφικὴν, 〈ἢ〉 οἰκονομικὴν, ἰατρικὴν τὴν ἐξ Ἀσκληπιοῦ, οὗ πανταχοῦ γῆς ἐστι χρηστήρια, ἃ δίδωσιν ἡμῖν ὁ θεὸς μεταλαγχάνειν διηνεκῶς. ἐμὲ γοῦν ἰά‐ σατο πολλάκις Ἀσκληπιὸς κάμνοντα ὑπαγορεύσας φάρμακα· καὶ
5τούτων μάρτυς ἐστὶ Ζεύς. εἰ τοίνυν οἱ προσνείμαντες ἑαυτοὺς τῷ τῆς ἀποστασίας πνεύματι τὰ περὶ ψυχὴν ἄμεινον ἔχομεν καὶ περὶ σῶμα καὶ τὰ ἐκτὸς, τίνος ἕνεκεν ἀφέντες ταῦτα ἐπ’ ἐκεῖνα βαδίζετε; Ἀνθ’ ὅτου 〈δὲ〉 μηδὲ τοῖς Ἑβραϊκοῖς λόγοις ἐμμένετε μήτε
10ἀγαπᾶτε τὸν νόμον, ὃν δέδωκεν ὁ θεὸς ἐκείνοις, ἀπολιπόντες δὲ τὰ πάτρια καὶ δόντες ἑαυτοὺς οἷς ἐκήρυξαν οἱ προφῆται, πλέον ἐκείνων ἢ τῶν παρ’ ἡμῖν ἀπέστητε; τὸ γὰρ ἀληθὲς εἴ τις ὑπὲρ ὑμῶν ἐθέλοι σκοπεῖν, εὑρήσει τὴν ὑμετέραν ἀσέβειαν ἔκ τε τῆς Ἰουδαϊκῆς τόλμης καὶ τῆς παρὰ τοῖς ἔθνεσιν ἀδια‐
15φορίας καὶ χυδαιότητος συγκειμένην. ἐξ ἀμφοῖν γὰρ οὔτι τὸ κάλλιστον, ἀλλὰ τὸ χεῖρον ἑλκύσαντες παρυφὴν κακῶν εἰργά‐
σασθε. τοῖς μὲν γὰρ Ἑβραίοις ἀκριβῆ τὰ περὶ θρησκείαν ἐστὶ207

208

νόμιμα καὶ τὰ σεβάσματα καὶ [τὰ] φυλάγματα μυρία καὶ δεόμενα βίου καὶ προαιρέσεως ἱερατικῆς. ἀπαγορεύσαντος δὲ τοῦ νομοθέτου τὸ πᾶσι μὴ δουλεύειν τοῖς θεοῖς, ἑνὶ δὲ μόνον, οὗ «μερίς ἐστιν Ἰακὼβ καὶ σχοίνισμα κληρονομίας Ἰσραὴλ», οὐ
5τοῦτο δὲ μόνον εἰπόντος, ἀλλὰ γὰρ, οἶμαι, καὶ προσθέντος «οὐ κακολογήσεις θεούς», ἡ τῶν ἐπιγινομένων βδελυρία τε καὶ τόλμα, βουλομένη πᾶσαν εὐλάβειαν ἐξελεῖν τοῦ πλήθους, ἀκολουθεῖν ἐνόμισε τῷ μὴ θεραπεύειν τὸ βλασφημεῖν, ὃ δὴ καὶ ὑμεῖς ἐν‐ τεῦθεν εἱλκύσατε μόνον· ὡς τῶν γε ἄλλων οὐθὲν ὑμῖν τέ ἐστι
10κἀκείνοις παραπλήσιον. ἀπὸ μὲν οὖν τῆς Ἑβραίων καινοτομίας τὸ βλασφημεῖν 〈τοὺς παρ’ ἡμῖν〉 τιμωμένους θεοὺς ἡρπάσατε. ἀπὸ δὲ τῆς παρ’ ἡμῖν θρησκείας τὸ μὲν εὐσεβές τε ὁμοῦ πρὸς ἅπασαν τὴν κρείττονα φύσιν καὶ τῶν πατρίων ἀγαπητικὸν ἀπο‐ λελοίπατε, μόνον δ’ ἐκτήσασθε τὸ πάντα ἐσθίειν ὡς λάχανα
15χόρτου. καὶ εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἐπιτεῖναι τὴν παρ’ ἡμῖν ἐφιλοτιμήθητε χυδαιότητα. τοῦτο δὲ, οἶμαι, καὶ μαλ’ εἰκότως, συμβαίνει πᾶσιν ἔθνεσιν· καὶ 〈γὰρ〉 βίοις ἀνθρώπων ἑτέρων, καπήλων, τελωνῶν, ὀρχηστῶν, ἑταιροτρόφων καὶ ἁρμόττειν ᾠή‐ θητε τὰ παρ’ ὑμῖν.
20Ὅτι δὲ οὐχ οἱ νῦν, ἀλλὰ καὶ οἱ ἐξ ἀρχῆς, οἱ πρῶτοι208

209

παραδεξάμενοι τὸν λόγον παρὰ τοῦ Παύλου τοιοῦτοί τινες γεγόνασιν, εὔδηλον ἐξ ὧν αὐτὸς ὁ Παῦλος μαρτυρεῖ πρὸς αὐ‐ τοὺς γράφων. οὐ γὰρ ἦν οὕτως ἀναίσχυντος, οἶμαι, ὡς μὴ συνειδὼς αὐτοῖς ὀνείδη τοσαῦτα πρὸς αὐτοὺς ἐκείνους ὑπὲρ
5αὐτῶν γράφειν, ἐξ ὧν, εἰ καὶ ἐπαίνους ἔγραψε τοσούτους αὐ‐ τῶν, εἰ καὶ ἀληθεῖς ἐτύγχανον, ἐρυθριᾶν ἦν, εἰ δὲ ψευδεῖς καὶ πεπλασμένοι, καταδύεσθαι φεύγοντα τὸ μετὰ θωπείας λάγνου καὶ ἀνελευθέρου κολακείας ἐντυγχάνειν δοκεῖν. ἃ δὲ γράφει περὶ τῶν ἀκροασαμένων αὐτοῦ Παῦλος πρὸς αὐτοὺς ἐκείνους,
10ἐστὶ ταῦτα· «μὴ πλανᾶσθε· οὔτε εἰδωλολάτραι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὔτε κλέπται, οὔτε πλεονέκται, οὐ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν θεοῦ κληρονομή‐ σουσι. καὶ ταῦτα οὐκ ἀγνοεῖτε, ἀδελφοὶ, ὅτι καὶ ὑμεῖς τοιοῦτοι ἦτε· ἀλλ’ ἀπελούσασθε, ἀλλ’ ἡγιάσθητε ἐν τῷ ὀνόματι Ἰησοῦ
15Χριστοῦ.» ὁρᾷς, ὅτι καὶ τούτους γενέσθαι φησὶ τοιούτους, ἁγι‐ ασθῆναι δὲ καὶ ἀπολούσασθαι, ῥύπτειν ἱκανοῦ καὶ διακαθαίρειν ὕδατος εὐπορήσαντος, ὃ μέχρι ψυχῆς εἰσδύσεται; καὶ τοῦ μὲν
λεπροῦ τὴν λέπραν οὐκ ἀφαιρεῖται τὸ βάπτισμα, οὐδὲ λειχῆνας209

210

οὐδὲ ἀλφοὺς οὔτε ἀκροχορδῶνας οὐδὲ ποδάγραν οὐδὲ δυσεντερίαν, οὐχ ὕδερον, οὐ παρωνυχίαν, οὐ μικρὸν, οὐ μέγα τῶν τοῦ σώματος ἁμαρτημάτων, μοιχείας δὲ καὶ ἁρπαγὰς καὶ πάσας ἁπλῶς τῆς ψυχῆς παρανομίας ἐξελεῖ; Cyrilli verba: τοὺς διὰ πίστεως τῆς ἐν Χριστῷ
5σεσαγηνευμένους εἰς ἐπίγνωσιν καὶ λατρείαν τοῦ κατὰ ἀλήθειαν ὄντος θεοῦ προσεοικέναι φησὶν (sc. ὁ Ἰουλιανὸς) ἀνδραπόδοις, ἃ τῆς τῶν δεσποτῶν ἑστίας ἀπαίροντα δεδυσφορηκότα τε λίαν περὶ τὸν τῇς δουλείας ζυγὸν πρὸς καλοῦ μὲν ἔσεσθαι σφίσιν αὐτοῖς τὸ ἀποδρᾶναι νομίζουσιν, ἡμαρτηκόσι δὲ τῆς ἐλπίδος οὐδὲν ὧν ἐσχήκασιν ἐκβῆναι [τὸ] χεῖρον.
10 Ἐπειδὴ δὲ πρὸς μὲν τοὺς νυνὶ Ἰουδαίους διαφέρεσθαί φασιν, εἶναι δὲ ἀκριβῶς Ἰσραηλῖται κατὰ τοὺς προφήτας αὐτῶν, καὶ τῷ Μωυσῇ μάλιστα πείθεσθαι καὶ τοῖς ἀπ’ ἐκείνου περὶ τὴν Ἰουδαίαν ἐπιγενομένοις προφήταις, ἴδωμεν, κατὰ τί μάλιστα ὁμολογοῦσιν αὐτοῖς. ἀρκτέον δὲ ἡμῖν ἀπὸ τῶν Μωυσέως, ὃν
15δὴ καὶ αὐτόν φασι προκηρύξαι τὴν ἐσομένην Ἰησοῦ γέννησιν.
ὁ τοίνυν Μωυσῆς οὐχ ἅπαξ οὐδὲ δὶς οὐδὲ τρὶς, ἀλλὰ πλειστά‐210

211

κις ἕνα θεὸν μόνον ἀξιοῖ τιμᾶν, ὃν δὴ καὶ ἐπὶ πᾶσιν ὀνομάζει, θεὸν δὲ ἕτερον οὐδαμοῦ· ἀγγέλους δὲ ὀνομάζει καὶ κυρίους καὶ μέντοι καὶ θεοὺς πλείονας, ἐξαίρετον δὲ τὸν πρῶτον, ἄλλον δὲ οὐχ ὑπείληφε δεύτερον οὔτε ὅμοιον οὔτε ἀνόμοιον, καθάπερ
5ὑμεῖς ἐπεξείργασθε. εἰ δέ ἐστί που παρ’ ὑμῖν ὑπὲρ τούτων μία Μωυσέως ῥῆσις, ταύτην ἐστὲ δίκαιοι προφέρειν. τὸ γὰρ «προ‐ φήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ἡμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε» μάλιστα μὲν οὖν οὐκ εἴρηται περὶ τοῦ γεννηθέντος ἐκ Μαρίας. εἰ δέ τις ὑμῶν ἕνεκα συγ‐
10χωρήσειεν, ἑαυτῷ φησιν αὐτὸν ὅμοιον γενήσεσθαι καὶ οὐ τῷ θεῷ, προφήτην ὥσπερ ἑαυτὸν καὶ ἐξ ἀνθρώπων, ἀλλ’ οὐκ ἐκ
θεοῦ. καὶ τὸ «οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα οὐδὲ ἡγούμενος211

212

ἐκ τῶν μηρῶν αὐτοῦ» μάλιστα μὲν οὐκ εἴρηται περὶ τούτου, ἀλλὰ περὶ τῆς τοῦ Δαβὶδ βασιλείας, ἣ δὴ κατέληξεν εἰς Σεδε‐ κίαν τὸν βασιλέα. καὶ δὴ ἡ γραφὴ διπλῶς πως ἔχει «ἕως ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ», παραπεποιήκατε δὲ ὑμεῖς «ἕως ἔλθῃ ᾧ
5ἀπόκειται». ὅτι δὲ τούτων οὐ δὲν τῷ Ἰησοῦ προσήκει, πρό‐ δηλον· οὐδὲ γάρ ἐστιν ἐξ Ἰούδα. πῶς γὰρ ὁ καθ’ ὑμᾶς οὐκ ἐξ Ἰωσὴφ, ἀλλ’ ἐξ ἁγίου πνεύματος γεγονώς; τὸν Ἰωσὴφ γὰρ γενεαλογοῦντες εἰς τὸν Ἰούδαν ἀναφέρετε καὶ οὐδὲ τοῦτο ἐδυ‐ νήθητε πλάσαι καλῶς. ἐλέγχονται γὰρ Ματθαῖος καὶ Λουκᾶς
10περὶ τῆς γενεαλογίας αὐτοῦ διαφωνοῦντες πρὸς ἀλλήλους. ἀλλὰ περὶ μὲν τούτου μέλλοντες ἐν τῷ δευτέρῳ συγγράμματι τὸ ἀληθὲς ἀκριβῶς ἐξετάζειν, ὑπερτιθέμεθα. συγκεχωρήσθω δὲ καὶ ἄρχων ἐξ Ἰούδα, οὐ «θεὸς ἐκ θεοῦ» κατὰ τὰ παρ’ ὑμῶν λεγόμενα οὐδὲ «τὰ πάντα δι’ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ
15ἐγένετο οὐδὲ ἕν.» ἀλλ’ εἴρηται καὶ ἐν τοῖς ἀριθμοῖς· «ἀνατελεῖ
ἄστρον ἐξ Ἰακὼβ καὶ ἄνθρωπος ἐξ † Ἰσραήλ.» τοῦθ’ ὅτι τῷ Δα‐212

213

βὶδ προσήκει καὶ τοῖς ἀπ’ ἐκείνου, πρόδηλόν ἐστί που. τοῦ γὰρ Ἰεσσαὶ παῖς ἦν ὁ Δαβίδ. εἴπερ οὖν ἐκ τούτων ἐπιχειρεῖτε συμβιβάζειν, ἐπιδείξατε μίαν ἐκεῖθεν ἑλκύσαντες ῥῆσιν, ὅποι πολλὰς πάνυ ἐγώ. ὅτι δὲ θεὸν τὸν ἕνα τὸν τοῦ Ἰσραὴλ νενό‐
5μικεν, ἐν τῷ Δευτερονομίῳ φησίν· «ὥστε εἰδέναι σε, ὅτι κύριος ὁ θεός σου, οὗτος 〈θεὸσ〉 εἷς ἐστι, καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ.» καὶ ἔτι πρὸς τούτῳ· «καὶ ἐπιστραφήσῃ τῇ διανοίᾳ σου, ὅτι κύριος ὁ θεός σου οὗτος θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω καὶ οὐκ ἔστι πλὴν αὐτοῦ.» καὶ πάλιν· «ἄκουε,
10Ἰσραὴλ, κύριος ὁ θεὸς ἡμῶν κύριος εἷς ἐστι.» καὶ πάλιν· «ἴδετε, ὅτι ἐγώ εἰμι καὶ οὐκ ἔστι θεὸς πλὴν ἐμοῦ.» ταῦτα μὲν οὖν ὁ Μωυσῆς ἕνα διατεινόμενος μόνον εἶναι θεόν. ἀλλ’ οὗτοι τυχὸν ἐροῦσιν· οὐδὲ ἡμεῖς δύο λέγομεν οὐδὲ τρεῖς. ἐγὼ δὲ λέγοντας μὲν αὐτοὺς καὶ τοῦτο δείξω, μαρτυρόμενος Ἰωάννην λέγοντα·
15«ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος.» ὁρᾷς, ὅτι πρὸς τὸν θεὸν εἶναι λέγεται; εἴτε ὁ ἐκ
Μαρίας γεννηθεὶς εἴτε ἄλλος τίς ἐστιν—ἵν’ ὁμοῦ καὶ πρὸς213

214

Φωτεινὸν ἀποκρίνωμαι—, διαφέρει τοῦτο νῦν οὐδέν· ἀφίημι δῆτα τὴν μάχην ὑμῖν. ὅτι μέντοι φησὶ «πρὸς θεὸν» καὶ «ἐν ἀρχῇ», τοῦτο ἀπόχρη μαρτύρασθαι. πῶς οὖν ὁμολογεῖ ταῦτα τοῖς Μωυσέως;
5 Ἀλλὰ τοῖς Ἡσαΐου, φασὶν, ὁμολογεῖ. λέγει γὰρ Ἡσαΐας· «ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν.» ἔστω δὴ καὶ τοῦτο λεγόμενον ὑπὲρ θεοῦ, καί τοι μηδαμῶς εἰρημένον· οὐ γὰρ ἦν παρθένος ἡ γεγαμημένη καὶ πρὶν ἀποκυῆσαι συγκα‐ τακλιθεῖσα τῷ γήμαντι. δεδόσθω δὲ λέγεσθαι περὶ ταύτης—
10μή τι θεόν φησιν ἐκ τῆς παρθένου τεχθήσεσθαι; θεοτόκον δὲ ὑμεῖς οὐ παύεσθε Μαρίαν καλοῦντες, εἰ μή πού φησι τὸν ἐκ τῆς παρθένου γεννώμενον «υἱὸν θεοῦ μονογενῆ» καὶ «πρωτότο‐ κον πάσης κτίσεως»; ἀλλὰ τὸ λεγόμενον ὑπὸ Ἰωάννου «πάντα δι’ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν» ἔχει τις ἐν ταῖς
15προφητικαῖς δεῖξαι φωναῖς; ἃ δὲ ἡμεῖς δείκνυμεν, ἐξ αὐτῶν ἐκείνων ἑξῆς ἀκούετε· «κύριε, ὁ θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν»· πεποίηται δὲ παρ’ αὐτῶν καὶ Ἑζεκίας ὁ βασιλεὺς εὐχόμενος· «κύριε, ὁ θεὸς Ἰσραὴλ, ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ, σὺ εἶ ὁ θεὸς μόνος.» μή τι τῷ δευτέρῳ κατα‐
20λείπει χώραν; ἀλλ’ εἰ θεὸς ἐκ θεοῦ καθ’ ὑμᾶς ὁ λόγος ἐστὶ καὶ τῆς οὐσίας ἐξέφυ τοῦ πατρὸς, θεοτόκον ὑμεῖς ἀνθ’ ὅτου τὴν παρθένον εἶναί φατε; πῶς γὰρ ἂν τέκοι θεὸν ἄνθρωπος οὖσα καθ’ ὑμᾶς; καὶ πρός γε τούτῳ λέγοντος ἐναργῶς θεοῦ «ἐγώ εἰμι καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ σώζων», ὑμεῖς σωτῆρα τὸν
25ἐξ αὐτῆς εἰπεῖν τετολμήκατε;214

215

Ὅτι δὲ Μωυσῆς ὀνομάζει θεοὺς τοὺς ἀγγέλους, ἐκ τῶν ἐκείνου λόγων ἀκούσατε· «ἰδόντες δὲ οἱ υἱοὶ τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυ‐ ναῖκας ἀπὸ πασῶν ὧν ἐξελέξαντο.» καὶ μικρὸν ὑποβὰς· «καὶ
5μετ’ ἐκεῖνο ὡς ἂν εἰσεπορεύοντο οἱ υἱοὶ τοῦ θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων, καὶ ἐγεννῶσαν ἑαυτοῖς· ἐκεῖνοι ἦσαν οἱ γίγαντες οἱ ἀπ’ αἰῶνος οἱ ὀνομαστοί.» ὅτι τοίνυν τοὺς ἀγγέλους φησὶν, εὔδηλόν ἐστι καὶ ἔξωθεν οὐ προσπαρακεί‐ μενον, ἀλλὰ καὶ δῆλον ἐκ τοῦ φάναι, οὐκ ἀνθρώπους, ἀλλὰ
10γίγαντας γεγονέναι παρ’ ἐκείνων. δῆλον γὰρ, ὡς, εἴπερ ἀν‐ θρώπους ἐνόμιζεν αὐτῶν εἶναι τοὺς πατέρας, ἀλλὰ μὴ κρείττο‐ νος καὶ ἰσχυροτέρας τινὸς φύσεως, οὐκ ἂν ἀπ’ αὐτῶν εἶπε γεννηθῆναι τοὺς γίγαντας· ἐκ γὰρ θνητοῦ καὶ ἀθανάτου μίξεως ἀποφήνασθαί μοι δοκεῖ τὸ τῶν γιγάντων ὑποστῆναι γένος. ὁ δὴ
15πολλοὺς υἱοὺς ὀνομάζων θεοῦ καὶ τούτους οὐκ ἀνθρώπους,
ἀγγέλους δὲ, τὸν μονογενῆ λόγον θεὸν ἢ υἱὸν θεοῦ ἢ ὅπως215

216

ἂν αὐτὸν καλεῖτε εἴπερ ἐγίνωσκεν, οὐκ ἂν εἰς ἀνθρώπους ἐμήνυσεν; ὅτι δὲ οὐ μέγα τοῦτο ἐνόμιζεν, ὑπὲρ τοῦ Ἰσραήλ φησιν· «υἱὸς πρωτότοκός μου Ἰσραήλ»; τί οὐχὶ καὶ περὶ τοῦ Ἰησοῦ ταῦτ’ ἔφη Μωυσῆς; ἕνα καὶ μόνον ἐδίδασκε θεὸν, υἱοὺς
5δὲ αὐτοῦ πολλοὺς τοὺς κατανειμαμένους τὰ ἔθνη. πρωτότοκον δὲ υἱὸν 〈θεοῦ〉 ἢ θεὸν λόγον ἤ τι τῶν ὑφ’ ὑμῶν ὕστερον ψευδῶς συντεθέντων οὔτε ᾔδει κατ’ ἀρχὴν οὔτε ἐδίδασκε φανε‐ ρῶς. αὐτοῦ τε Μωυσέως καὶ τῶν ἄλλων ἐπηκούσατε προφη‐ τῶν. ὁ οὖν Μωυσῆς πολλὰ τοιαῦτα καὶ πολλαχοῦ λέγει· «κύ‐
10ριον τὸν θεόν σου φοβηθήσῃ καὶ αὐτῷ μόνῳ λατρεύσεις.» πῶς οὖν ὁ Ἰησοῦς ἐν τοῖς εὐαγγελίοις παραδέδοται προστάττων «πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος», εἴπερ καὶ αὐτῷ λατρεύειν ἔμελλον; ἀκόλουθα δὲ τούτοις καὶ
15ὑμεῖς διανοούμενοι μετὰ τοῦ πατρὸς θεολογεῖτε τὸν υἱόν. Cyrilli verba: οὐ γάρ τοι φησὶ (sc. ὁ Ἰουλιανὸς) τοῖς Μωυσέως νόμοις ὁμολογεῖν τὰ Χριστιανῶν οὔτε μὴν 〈αὐτοὺσ〉 τοῖς Ἰουδαίων ἔθεσι διαζῆν ἀξιοῦν, καίτοι τῶν παρ’ Ἕλλησιν αὐτοῖς συμπεφωνηκότων. ἔθεσι γὰρ καὶ νόμοις οὐχ ἑτέροις μᾶλλον, ἀλλὰ τοῖς αὐτοῖς κεχρῆσθαί φησι
20τούτους τε κἀκείνους, πλὴν δύο που μόλις ἢ τριῶν, τοῦ μὴ εἰδέναι θεοὺς
ἑτέρους καὶ τῆς παρ’ αὐτοῖς ἡπατοσκοπικῆς ὠνομασμένης θυσίας. 〈τί δὲ〉216

217

τὸ χρῆμα, ἐπεὶ τά γε ἕτερα κοινὰ καὶ ἀπαραλλάκτως ἔχειν ἀμφοῖν δια‐ τείνεται; παρὰ μὲν γὰρ τοῖς Ἰουδαίοις ἄριστον ἡ περιτομή· Αἰγυπτίων δὲ τοὺς ἱερωτέρους τῶν τεμενιτῶν καὶ πρός γε τούτοις Χαλδαίους καὶ Σαρακηνοὺς οὐκ ἀπαράδεκτον ποιεῖσθαί φησιν αὐτήν. τετιμῆσθαι δὲ
5καὶ τῶν θυσιῶν τοὺς τρόπους ἐν ἴσῳ φησὶν, οἷον ἀπαρχὰς, ὁλοκαυτισμοὺς, ὁμολογίας, χαριστήρια καὶ, κατά γε τὸ αὐτῷ δοκοῦν, τιμητήρια, καθα‐ ρισμοὺς καὶ ὑπὲρ ἁγνείας. καὶ γοῦν τὸν ἱεροφάντην ᾠήθη Μωυσέα μιαροῖς καὶ ἀποτροπαίοις δαίμοσι θυσίας ἐπιτελεῖν καὶ, τὸ ἔτι τούτων ἀφορητότερον, αὐτὸν ἔφη τὸν νομοθέτην ἐφεῖναι ἱερεῖ τοῦτο δρᾶν, ἵν’
10αὐτὸς ἑαυτῷ τἀναντία θεσμοθετῶν ἁλίσκηται πρὸς ἡμῶν. ἔφη μὲν γὰρ· «ὁ θυσιάζων θεοῖς ἑτέροις ἐξολοθρευθήσεται, πλὴν κυρίῳ μόνῳ.» εἰ δὲ, καθά φησιν αὐτὸς, ὁρᾶται προστεταχὼς καὶ ἀποτροπαίοις δαίμοσι καθιε‐ ροῦν τὰ νενομισμένα, τίνα τρόπον ἡμᾶς ἐξίστησι τοῦ κακοῦ καὶ οὐχὶ δὴ μᾶλλον αὐτὸς ταῖς εἰς τοῦτο σαφῶς ἐφίστησι τρίβοις; ὑπὲρ δὲ ἀπο‐
15τροπαίων ἐπάκουσον πάλιν ὅσα λέγει· «καὶ λήψεται δύο τρά‐ γους ἐξ αἰγῶν περὶ ἁμαρτίας καὶ κριὸν ἕνα εἰς ὁλοκαύτωμα. καὶ προσάξει ὁ Ἀαρὼν τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας τὸν περὶ ἑαυτοῦ καὶ ἐξιλάσεται περὶ αὐτοῦ καὶ τοῦ οἴκου αὐ‐ τοῦ. καὶ λήψεται τοὺς δύο τράγους καὶ στήσει αὐτοὺς ἔναντι
20κυρίου παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου. καὶ ἐπι‐ θήσει Ἀαρὼν ἐπὶ τοὺς δύο τράγους κλῆρον ἕνα τῷ κυρίῳ καὶ κλῆρον ἕνα τῷ ἀποπομπαίῳ», ὥστε ἐκπέμψαι αὐτὸν, φησὶν,
ἀποπομπὴν, 〈καὶ〉 ἀφεῖναι αὐτὸν εἰς τὴν ἔρημον. ὁ μὲν οὖν τῷ217

218

ἀποπομπαίῳ πεμπόμενος οὕτως ἐκπέμπεται. τὸν δέ γε ἕτερον τράγον φησί· «καὶ σφάξει τὸν τράγον τὸν περὶ τῆς ἁμαρ‐ τίας τοῦ λαοῦ ἔναντι κυρίου, καὶ εἰσοίσει τοῦ αἵματος αὐτοῦ ἐσώτερον τοῦ καταπετάσματος, καὶ ῥανεῖ τὸ αἷμα ἐπὶ τὴν βάσιν
5τοῦ θυσιαστηρίου, καὶ ἐξιλάσεται ἐπὶ τῶν ἁγίων ἀπὸ τῶν ἀκα‐ θαρσιῶν τῶν υἱῶν Ἰσραὴλ καὶ ἀπὸ τῶν ἀδικημάτων αὐτῶν περὶ πασῶν τῶν ἁμαρτιῶν αὐτῶν.» ὡς μὲν οὖν τοὺς τῶν θυσιῶν ἠπίστατο τρόπους Μωυσῆς, εὔδηλόν ἐστί που διὰ τῶν ῥηθέν‐ των. ὅτι δὲ οὐχ ὡς ὑμεῖς ἀκάθαρτα ἐνόμισεν αὐτὰ [εἶναι],
10πάλιν ἐκ τῶν ἐκείνου ῥημάτων ἐπακούσατε· «ἡ δὲ ψυχὴ, ἥτις ἐὰν φάγῃ ἀπὸ τῶν κρεῶν τῆς θυσίας τοῦ σωτηρίου, ὅ ἐστι κυρίου, καὶ ἡ ἀκαθαρσία αὐτοῦ ἐπ’ αὐτῷ, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς.» αὐτὸς οὕτως εὐλαβὴς ὁ Μωυσῆς
περὶ τὴν τῶν ἱερῶν ἐδωδήν. προσήκει δὴ λοιπὸν ἀναμνησθῆναι218

219

τῶν ἔμπροσθεν, ὧν ἕνεκεν ἐρρήθη καὶ ταῦτα. διὰ τί γὰρ ἀποστάντες ἡμῶν οὐχὶ τὸν τῶν Ἰουδαίων ἀγαπᾶτε νόμον οὐδὲ ἐμμένετε τοῖς ὑπ’ ἐκείνου λεγομένοις; ἐρεῖ πάντως τις ὀξὺ βλέπων· οὐδὲ γὰρ Ἰουδαῖοι θύουσιν. ἀλλ’ ἔγωγε ἀμβλυώττοντα
5δεινῶς αὐτὸν ἀπελέγξω, πρῶτον μὲν, ὅτι μηδὲ τῶν ἄλλων τι τῶν παρὰ τοῖς Ἰουδαίοις νενομισμένων ἐστὶ καὶ ὑμῖν ἐν φυλακῇ· δεύτερον δὲ, ὅτι θύουσι μὲν ἐν ἀδράκτοις Ἰουδαῖοι καὶ νῦν ἔτι πάντα ἐσθίουσιν ἱερὰ καὶ κατεύχονται πρὸ τοῦ θῦσαι καὶ τὸν δεξιὸν ὦμον διδόασιν ἀπαρχὰς τοῖς ἱερεῦσιν, ἀπεστερημένοι δὲ
10τοῦ ναοῦ, ἢ, ὡς αὐτοῖς ἔθος λέγειν, τοῦ ἁγιάσματος, ἀπαρχὰς τῷ θεῷ τῶν ἱερείων εἴργονται προσφέρειν. ὑμεῖς δὲ οἱ τὴν καινὴν θυσίαν εὑρόντες, οὐδὲν δεόμενοι τῆς Ἱερουσαλὴμ, ἀντὶ τίνος οὐ θύετε; καίτοι τοῦτο μὲν ἐγὼ πρὸς ὑμᾶς ἐκ περιουσίας εἶπον, ἐπεί μοι τὴν ἀρχὴν ἐρρέθη βουλομένῳ δεῖξαι τοῖς ἔθνεσιν
15ὁμολογοῦντας Ἰουδαίους ἔξω τοῦ νομίζειν ἕνα θεὸν μόνον.219

220

ἐκεῖνο γὰρ αὐτῶν μὲν ἴδιον, ἡμῶν δὲ ἀλλότριον, ἐπεὶ τά γε ἄλλα κοινά πως ἡμῖν ἐστι, ναοὶ, τεμένη, θυσιαστήρια, ἁγνεῖαι, φυ‐ λάγματά τινα, περὶ ὧν ἢ τὸ παράπαν οὐδαμῶς ἢ μικρὰ δια‐ φερόμεθα πρὸς ἀλλήλους. Cyrilli verba: τῆς ἐν ἀμφοῖν δόξης
5ἡμαρτηκέναι νομίζει (sc. ὁ Ἰουλιανὸς) τὰ καθ’ ἡμᾶς (sc. τοὺς Χριστιανοὺς) διά τοι τὸ μή τε θεοὺς προσίεσθαι πολλοὺς, μήτε μὴν ἕνα κατὰ τὸν νόμον, τρεῖς γε μὴν ἀνθ’ ἑνὸς ὁμολογεῖν. Ἀνθ’ ὅτου περὶ τὴν δίαιταν οὐχὶ τοῖς Ἰουδαίοις ὁμοίως ἐστὲ καθαροὶ, πάντα δὲ ἐσθίειν ὡς λάχανα χόρτου δεῖν φατε
10πέτρῳ πιστεύσαντες, ὅτι, φασὶν, εἶπεν ἐκεῖνος· «ἃ ὁ θεὸς ἐκα‐ θάρισε, σὺ μὴ κοίνου»; τί τούτου τεκμήριον, ὅτι πάλαι μὲν αὐτὰ ἐνόμιζεν ὁ θεὸς μιαρὰ, νυνὶ δὲ καθαρὰ πεποίηκεν αὐτά; Μωυσῆς μὲν γὰρ ἐπὶ τῶν τετραπόδων ἐπισημαινόμενος πᾶν τὸ διχηλοῦν, φησὶν, ὁπλὴν καὶ ἀναμαρυκίζον μαρυκισμὸν καθαρὸν
15εἶναι, τὸ δὲ μὴ τοιοῦτον ἀκάθαρτον εἶναι. εἰ μὲν οὖν ὁ χοῖρος ἀπὸ τῆς φαντασίας Πέτρου νῦν προσέλαβε τὸ μαρυκᾶσθαι, πεισθῶ‐ μεν αὐτῷ· τεράστιον γὰρ ὡς ἀληθῶς, εἰ μετὰ τὴν φαντασίαν Πέτρου προσέλαβεν αὐτό. εἰ δὲ ἐκεῖνος ἐψεύσατο ταύτην ἑωρακέναι, ἵν’ εἴπω καθ’ ὑμᾶς, τὴν ἀποκάλυψιν ἐπὶ τοῦ βυρ‐
20σοδεψίου, τί ἐπὶ τηλικούτων οὕτω ταχέως πιστεύσομεν; τὶ γάρ
〈ὁ Μωυσῆσ〉 ὑμῖν ἐπέταξε τῶν χαλεπῶν, εἰ ἀπηγόρευσεν ἐσθίειν220

221

πρὸς τοῖς ὑείοις τά τε πτηνὰ καὶ τὰ θαλάττια, ἀποφηνάμενος ὑπὸ τοῦ θεοῦ καὶ ταῦτα πρὸς ἐκείνοις ἐκβεβλῆσθαι καὶ ἀκάθαρτα πεφηνέναι; ἀλλὰ τί ταῦτα ἐγὼ μακραλογῶ λεγόμενα παρ’ αὐτῶν, ἐξὸν ἰδεῖν, εἴ τινα ἰσχὺν ἔχει; λέγουσι γὰρ τὸν θεὸν
5ἐπὶ τῷ προτέρῳ νόμῳ θεῖναι τὸν δεύτερον. ἐκεῖνον μὲν γὰρ γενέσθαι πρὸς καιρὸν περιγεγραμμένον χρόνοις ὡρισμένοις, ὕστε‐ ρον δὲ τοῦτον ἀναφανῆναι διὰ τὸ τὸν Μωυσέως χρόνῳ τε καὶ τόπῳ περιγεγράφθαι. τοῦτο ὅτι ψευδῶς λέγουσιν, ἀποδείξω σαφῶς, ἐκ μὲν τῶν Μωυσέως οὐ δέκα μόνας, ἀλλὰ μυρίας παρε‐
10χόμενος μαρτυρίας, ὅπου τὸν νόμον αἰώνιόν φησιν. ἀκούετε δὲ νῦν ἀπὸ τῆς ἐξόδου. «καὶ ἔσται ἡ ἡμέρα αὕτη ὑμῖν μνη‐ μόσυνον, καὶ ἑορτάσατε αὐτὴν ἑορτὴν κυρίῳ εἰς τὰς γενεὰς ὑμῶν. νόμιμον αἰώνιον ἑορτάσατε αὐτήν. ἀπὸ δὲ τῆς ἡμέρας τῆς πρώτης ἀφανιεῖτε ζύμην ἐκ τῶν οἰκιῶν ὑμῶν.» Desunt
15nonnulli veteris testamenti loci eiusdem argumenti. 〈......〉, πολλῶν ἔτι τοιούτων παραλελειμμένων, ἀφ’ ὧν τὸν νόμον τοῦ Μωυσέως αἰώνιον ἐγὼ μὲν εἰπεῖν διὰ τὸ πλῆθος παρῃτησάμην· ὑμεῖς δὲ ἐπιδείξατε, ποῦ τὸ παρὰ τοῦ Παύλου μετὰ τοῦτο τολ‐
μηθὲν εἴρηται, ὅτι δὴ «τέλος νόμου Χριστός». ποῦ τοῖς Ἑβραίοις221

222

ὁ θεὸς ἐπηγγείλατο νόμον ἕτερον παρὰ τὸν κείμενον; οὐκ ἔστιν οὐδαμοῦ, οὐδὲ τοῦ κειμένου διόρθωσιν. ἄκουε γὰρ τοῦ Μωυσέως πάλιν· «οὐ προσθήσετε ἐπὶ τὸ ῥῆμα, ὃ ἐγὼ ἐντέλλο‐ μαι ὑμῖν, καὶ οὐκ ἀφελεῖτε ἀπ’ αὐτοῦ. φυλάξασθε τὰς ἐντο‐
5λὰς κυρίου τοῦ θεοῦ ὑμῶν, ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον» καὶ «ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει πᾶσιν.» ὑμεῖς δὲ τὸ μὲν ἀφελεῖν καὶ προσθεῖναι τοῖς γεγραμμένοις ἐν τῷ νόμῳ μικρὸν ἐνομίσατε, τὸ δὲ παραβῆναι τελείως αὐτὸν ἀνδρειότερον τῷ παντὶ καὶ μεγαλοψυχότερον, οὐ πρὸς ἀλήθειαν, ἀλλ’ εἰς τὸ πᾶσι πιθα‐
10νὸν βλέποντες. Cyrilli verba: διαμέμνηται δὲ (sc. ὁ Ἰουλιανὸς) καὶ τῆς τῶν ἁγίων ἀποστόλων ἐπιστολῆς, ἣν γεγράφασιν οἰκονομικῶς μονονουχὶ καὶ ἀρτιθαλῆ τὴν διάνοιαν ἔχουσι τοῖς ἐξ ἐθνῶν κεκλημένοις. «ἔδοξε γὰρ» ἔφασκον «τῷ ἁγίῳ πνεύματι καὶ ἡμῖν, μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος πλὴν τούτων τῶν ἐπάναγκες, ἀποσχέσθαι ὑμᾶς εἰδωλοθύτου
15καὶ πορνείας καὶ πνικτοῦ καὶ αἵματος.» ἐπισημαίνεται δὲ καί φησιν, ὡς οὐκ ἔδοξεν ἐν τούτοις τῷ ἁγίῳ πνεύματι, τὸν Μωυσέως χρῆναι παρα‐ λύεσθαι νόμον. κατασκώπτει δὲ πρὸς τούτοις τὸν 〈τῶν〉 ἁγίων ἀποστό‐ λων ἔκκριτον Πέτρον ὁ γεννάδας, καὶ ὑποκριτὴν εἶναί φησι καὶ ἐληλέγχθαι διὰ τοῦ Παύλου, ὥς ποτε μὲν τοῖς Ἑλλήνων ἔθεσι διαζῆν σπουδάζοντα,
20ποτὲ δὲ τοῖς Ἰουδαίων.222

223

Οὕτω δέ ἐστε δυστυχεῖς, ὥστε οὐδὲ τοῖς ὑπὸ τῶν ἀποστό‐ λων ὑμῖν παραδεδομένοις ἐμμεμενήκατε· καὶ ταῦτα δὲ ἐπὶ τὸ χεῖρον καὶ δυσσεβέστερον ὑπὸ τῶν ἐπιγινομένων ἐξειργάσθη. τὸν γοῦν Ἰησοῦν οὔτε Παῦλος ἐτόλμησεν εἰπεῖν θεὸν οὔτε
5Ματθαῖος οὔτε Λουκᾶς οὔτε Μάρκος. ἀλλ’ ὁ χρηστὸς Ἰωάννης, αἰσθόμενος ἤδη πολὺ πλῆθος ἑαλωκὸς ἐν πολλαῖς τῶν Ἑλλη‐ νίδων καὶ Ἰταλιωτίδων πόλεων ὑπὸ ταύτης τῆς νόσου, ἀκούων δὲ, οἶμαι, καὶ τὰ μνήματα Πέτρου καὶ Παύλου λάθρᾳ μὲν, ἀκούων δὲ ὅμως αὐτὰ θεραπευόμενα πρῶτος ἐτόλμησεν εἰπεῖν.
10μικρὰ δὲ εἰπὼν περὶ Ἰωάννου τοῦ βαπτιστοῦ, πάλιν ἐπανάγων
ἐπὶ τὸν ὑπ’ αὐτοῦ κηρυττόμενον λόγον «καὶ ὁ λόγος» φησὶ223

224

«σάρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν», τὸ δὲ ὅπως οὐ λέγει αἰσχυνόμενος. οὐδαμοῦ δὲ αὐτὸν οὔτε Ἰησοῦν οὔτε Χριστὸν, ἄχρις οὗ θεὸν καὶ λόγον ἀποκαλεῖ, κλέπτων δὲ ὥσπερ ἠρέμα· καὶ λάθρᾳ τὰς ἀκοὰς ἡμῶν, Ἰωάννην φησὶ τὸν βαπτιστὴν ὑπὲρ
5Χριστοῦ Ἰησοῦ ταύτην ἐκθέσθαι τὴν μαρτυρίαν, ὅτι ἄρ’ οὗτός ἐστιν, ὃν χρὴ πεπιστευκέναι θεὸν εἶναι λόγον. ἀλλ’ ὅτι μὲν τοῦτο περὶ Ἰησοῦ Χριστοῦ φησιν Ἰωάννης, οὐδὲ αὐτὸς ἀντι‐ λέγω. καίτοι δοκεῖ τισι τῶν δυσσεβῶν ἄλλον μὲν Ἰησοῦν εἶναι Χριστὸν, ἄλλον δὲ τὸν ὑπὸ Ἰωάννου κηρυττόμενον λόγον.
10οὐ μὴν οὕτως ἔχει. ὃν γὰρ αὐτὸς εἶναί φησι θεὸν λόγον, τοῦ‐ τον ὑπὸ Ἰωάννου φησὶν ἐπιγνωσθῆναι τοῦ βαπτιστοῦ Χριστὸν Ἰησοῦν ὄντα. σκοπεῖτε οὖν, ὅπως εὐλαβῶς, ἠρέμα καὶ λελη‐ θότως ἐπεισάγει τῷ δράματι τὸν κολοφῶνα τῆς ἀσεβείας οὕτω τέ ἐστι πανοῦργος καὶ ἀπατεὼν, ὥστε αὖθις ἀναδύεται προστι‐
15θείς· «θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς υἱὸς, ὁ ὢν ἐν τοῖς κόλποις τοῦ πατρὸς, ἐκεῖνος ἐξηγήσατο.» πότερον οὖν οὗτός ἐστιν ὁ θεὸς λόγος σάρξ γενόμενος, ὁ μονογενὴς υἱὸς,
ὁ ὢν ἐν τοῖς κόλποις τοῦ πατρός; καὶ εἰ μὲν αὐτὸς, ὅνπερ224

225

οἶμαι, ἐθεάσασθε δήπουθεν καὶ ὑμεῖς θεόν. ἐσκήνωσε γὰρ ἐν ὑμῖν καὶ ἐθεάσασθε τὴν δόξαν αὐτοῦ. τί οὖν ἐπιλέγεις, ὅτι θεὸν οὐδεὶς ἑώρακε πώποτε; ἐθεάσασθε γὰρ ὑμεῖς εἰ καὶ μὴ τὸν πατέρα θεὸν, ἀλλὰ τὸν θεὸν λόγον. εἰ δὲ ἄλλος ἐστὶν ὁ
5μονογενὴς υἱὸς, ἕτερος δὲ ὁ θεὸς λόγος, ὡς ἐγώ τινων ἀκήκοα τῆς ὑμετέρας αἱρέσεως, ἔοικεν οὐδὲ ὁ Ἰωάννης αὐτὸ τολ‐ μᾶν ἔτι. Ἀλλὰ τοῦτο μὲν τὸ κακὸν ἔλαβε παρὰ Ἰωάννου τὴν ἀρ‐ χήν· ὅσα δὲ ὑμεῖς ἑξῆς προσευρήκατε, πολλοὺς ἐπεισάγοντες
10τῷ πάλαι νεκρῷ τοὺς προσφάτους νεκροὺς, τίς ἂν πρὸς ἀξίαν βδελύξαιτο; πάντα ἐπληρώσατε τάφων καὶ μνημάτων, καίτοι οὐκ εἴρηται παρ’ ὑμῖν οὐδαμοῦ τοῖς τάφοις προσκαλινδεῖσθαι καὶ περιέπειν αὐτούς. εἰς τοῦτο δὲ προεληλύθατε μοχθηρίας, ὥστε οἴεσθαι δεῖν ὑπὲρ τούτου μηδὲ τῶν γε Ἰησοῦ τοῦ Ναζω‐
15ραίου ῥημάτων ἀκούειν. ἀκούετε οὖν, ἅ φησιν ἐκεῖνος περὶ τῶν μνημάτων· «οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκρι‐ ταὶ, ὅτι παρομοιάζετε τάφοις κεκονιαμένοις· ἔξωθεν ὁ τάφος φαίνεται ὡραῖος, ἔσωθεν δὲ γέμει ὀστέων νεκρῶν καὶ πάσης
ἀκαθαρσίας.» εἰ τοίνυν ἀκαθαρσίας Ἰησοῦς ἔφη πλήρεις εἶναι225

226

τοὺς τάφους, πῶς ὑμεῖς ἐπ’ αὐτῶν ἐπικαλεῖσθε τὸν θεόν; Cyrilli verba: προσεπάγει δὲ (sc. ὁ Ἰουλιανὸς) τούτοις, ὅτι καὶ μαθητοῦ τινος λέ‐ γοντος «κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μοῦ», αὐτὸς ἔφη· «ἀκολούθει μοι καὶ ἄφες τοὺς νεκροὺς θάπτειν τοὺς ἑαυτῶν
5νεκρούς.» τούτων οὖν οὕτως ἐχόντων, ὑμεῖς ὑπὲρ τίνος προσ‐ καλινδεῖσθε τοῖς μνήμασι; ἀκοῦσαι βούλεσθε τὴν αἰτίαν; οὐκ ἐγὼ φαίην ἂν, ἀλλ’ Ἡσαΐας ὁ προφήτης· «ἐν τοῖς μνήμασι καὶ ἐν τοῖς σπηλαίοις κοιμῶνται δι’ ἐνύπνια.» σκοπεῖτε οὖν, ὅπως παλαιὸν ἦν τοῦτο τοῖς Ἰουδαίοις τῆς μαγγανείας τὸ ἔρ‐
10γον, ἐγκαθεύδειν τοῖς μνήμασιν ἐνυπνίων χάριν. ὃ δὴ καὶ τοὺς ἀποστόλους ὑμῶν εἰκός ἐστι μετὰ τὴν τοῦ διδασκάλου τελευ‐ τὴν ἐπιτηδεύσαντας ὑμῖν τε ἐξ ἀρχῆς παραδοῦναι τοῖς πρώ‐ τοις πεπιστευκόσι, καὶ τεχνικώτερον ὑμῶν αὐτοὺς μαγγανεῦσαι, τοῖς δὲ μεθ’ ἑαυτοὺς ἀποδεῖξαι δημοσίᾳ τῆς μαγγανείας ταύτης
15καὶ βδελυρίας τὰ ἐργαστήρια. Ὑμεῖς δὲ, ἃ μὲν ὁ θεὸς ἐξ ἀρχῆς ἐβδελύξατο καὶ διὰ Μωυσέως καὶ τῶν προφητῶν, ἐπιτηδεύετε, προσάγειν δὲ ἱερεῖα
βωμῷ καὶ θύειν παρῃτήσασθε. πῦρ γὰρ, φασὶν, οὐ κάτεισιν,226

227

ὥσπερ ἐπὶ Μωυσέως τὰς θυσίας ἀναλίσκον. ἅπαξ τοῦτο ἐπὶ Μωυσέως ἐγένετο καὶ ἐπὶ Ἡλίου τοῦ Θεσβίτου πάλιν μετὰ πολλοὺς χρόνους. ἐπεὶ, ὅτι γε πῦρ ἐπείσακτον αὐτὸς ὁ Μωυσῆς εἰσφέρειν οἴεται χρῆναι καὶ Ἁβραὰμ ὁ πατριάρχης ἔτι πρὸ τούτου,
5δηλώσω διὰ βραχέων. Cyrilli verba: ἀπομνημονεύσας (sc. ὁ Ἰουλιανὸς) τῆς ἐπί γε τῷ Ἰσαὰκ ἱστορίας κτἑ. καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τῶν υἱῶν Ἀδὰμ ἀπαρχὰς τῷ θεῷ διδόντων, «ἐπεῖδεν ὁ θεὸς» φησὶν «ἐπὶ Ἄβελ καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ. ἐπὶ δὲ Κάιν καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχε. καὶ ἐλύπησε τὸν Κάιν
10λίαν, καὶ συνέπεσε τὸ πρόσωπον αὐτοῦ. καὶ εἶπε κύριος ὁ θεὸς τῷ Κάιν· ἵνα τί περίλυπος ἐγένου, καὶ ἵνα τί συνέπεσε
τὸ πρόσωπόν σου; οὐκ ἐὰν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ227

228

διέλῃς, ἥμαρτες;» ἀκοῦσαι οὖν ἐπιποθεῖτε, τίνες ἦσαν αὐτῶν αἱ προσφοραί; «καὶ ἐγένετο μεθ’ ἡμέρας, ἀνήνεγκε Κάιν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ κυρίῳ. καὶ Ἄβελ ἤνεγκε καὶ αὐτὸς ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων καὶ ἀπὸ τῶν
5στεάτων αὐτῶν.» ναὶ, φασὶν, οὐ τὴν θυσίαν, ἀλλὰ τὴν διαίρε‐ σιν ἐμέμψατο πρὸς Κάιν εἰπών· «οὐκ ἐὰν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες;» τοῦτο ἔφη τις πρὸς ἐμὲ τῶν πάνυ σοφῶν ἐπισκόπων· ὁ δὲ ἠπάτα μὲν ἑαυτὸν πρῶτον, εἶτα καὶ τοὺς ἄλλους. ἡ γὰρ διαίρεσις μεμπτὴ κατὰ τίνα τρόπον
10ἦν, ἀπαιτούμενος, οὐκ εἶχεν, ὅπως διεξέλθῃ, οὐδὲ, ὅπως πρὸς ἐμὲ ψυχρολογήσειε. βλέπων δὲ αὐτὸν ἐξαπορούμενον, «αὐτὸ τοῦτο», εἶπον «ὃ σὺ λέγεις, ὁ θεὸς ὀρθῶς ἐμέμψατο. τὸ μὲν γὰρ τῆς προθυμίας ἴσον ἦν ἀπ’ ἀμφοτέρων, ὅτι δῶρα ὑπέλαβον χρῆναι καὶ θυσίας ἀναφέρειν ἀμφότεροι τῷ θεῷ.
15περὶ δὲ τὴν διαίρεσιν ὁ μὲν ἔτυχεν, ὁ δὲ ἥμαρτε τοῦ σκοποῦ. πῶς καὶ τίνα τρόπον; ἐπειδὴ γὰρ τῶν ἐπὶ γῆς ὄντων τὰ μέν ἐστιν ἔμψυχα, τὰ δὲ ἄψυχα, τιμιώτερα δὲ τῶν ἀψύχων ἐστὶ τὰ ἔμψυχα τῷ ζῶντι καὶ ζωῆς αἰτίῳ θεῷ, καθὸ καὶ ζωῆς μετείληφε καὶ ψυχῆς οἰκειότερα—διὰ τοῦτο τῷ τελείαν προσάγοντι θυ‐
20σίαν ὁ θεὸς ἐπηυφράνθη.» Νυνὶ δὲ ἐπαναληπτέον ἐστί μοι πρὸς αὐτούς· διὰ τί γὰρ
οὐχὶ περιτέμνεσθε; «Παῦλος», φασὶν, «εἶπε περιτομὴν καρδίας,228

229

ἀλλ’ οὐχὶ τῆς σαρκὸς δεδόσθαι † καὶ τοῦτο εἶναι † τῷ Ἁβραάμ. οὐ μὴν ἔτι τὰ κατὰ σάρκα ἔφη καὶ 〈δεῖ〉 πιστεῦσαι τοῖς ὑπ’ αὐτοῦ καὶ Πέτρου κηρυττομένοις λόγοις οὐκ ἀσεβέσιν.» ἄκουε δὲ πάλιν, ὅτι τὴν κατὰ σάρκα περιτομὴν ὁ θεὸς λέγεται †
5δοῦναι εἰς διαθήκην καὶ εἰς σημεῖον τῷ Ἁβραάμ· «καὶ αὕτη ἡ διαθήκη, ἣν διατηρήσεις ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου εἰς τὰς γενεὰς ὑμῶν. καὶ περιτμηθήσεσθε τὴν σάρκα τῆς ἀκροβυστίας ὑμῶν, καὶ ἔσται ἐν σημείῳ διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ καὶ ἀνὰ μέσον ἐμοῦ καὶ τοῦ σπέρματός σου.»
10ἐπιφέρει δὲ (sc. ὁ Ἰουλιανὸς) τούτοις, ὅτι καὶ αὐτὸς ὁ Χριστὸς τηρεῖσθαι δεῖν ἔφη τὸν νόμον, ποτὲ μὲν λέγων «οὐκ ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας, ἀλλὰ πληρῶσαι», ποτὲ δὲ αὖ· «ὃς ἐὰν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτως τοῦς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.» ὅτε τοίνυν, ὅτι προσήκει
15τηρεῖν τὸν νόμον, ἀναμφισβητήτως προστέταχε (sc. ὁ Χριστὸς) καὶ τοῖς μίαν παραβαίνουσιν ἐντολὴν ἐπήρτησε δίκας, ὑμεῖς, οἱ συλλήβδην ἁπάσας παραβεβηκότες, ὁποῖον εὑρήσετε τῆς ἀπο‐ λογίας τὸν τρόπον; ἢ γὰρ ψευδοεπήσει ὁ Ἰησοῦς ἤγουν ὑμεῖς πάντη καὶ πάντως οὐ νομοφύλακες. «ἡ περιτομὴ ἔσται περὶ
20τὴν σάρκα σου», 〈ὁ Μωυσῆσ〉 φησι. παρακούσαντες τούτου
«τὰς καρδίας» φασὶ «περιτεμνόμεθα.» πάνυ γε· οὐδεὶς γὰρ229

230

παρ’ ὑμῖν κακοῦργος, οὐδεὶς μοχθηρός· οὕτω περιτέμνεσθε τὰς καρδίας. «τηρεῖν ἄζυμα καὶ ποιεῖν τὸ πάσχα οὐ δυνάμεθα» φασίν· «ὑπὲρ ἡμῶν γὰρ ἅπαξ ἐτύθη Χριστός.» καλῶς· εἶτα ἐκώλυσεν ἐσθίειν ἄζυμα; καίτοι, μὰ τοὺς θεοὺς, εἷς εἰμι τῶν
5ἐκτρεπομένων συνεορτάζειν Ἰουδαίοις, ἀεὶ 〈δὲ〉 προσκυνῶν τὸν θεὸν Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, οἳ ὄντες αὐτοὶ Χαλδαῖοι, γένους ἱεροῦ καὶ θεουργικοῦ, τὴν μὲν περιτομὴν ἔμαθον Αἰγυ‐ πτίοις ἐπιξενωθέντες, ἐσεβάσθησαν δὲ θεὸν, ὃς ἐμοὶ καὶ τοῖς αὐτὸν, ὥσπερ Ἁβραὰμ ἔσεβε, σεβομένοις εὐμενὴς ἦν, μέγας τε
10ὢν πάνυ καὶ δυνατὸς, ὑμῖν δὲ οὐδὲν προσήκων. οὐδὲ γὰρ τὸν Ἁβραὰμ μιμεῖσθε, βωμούς τε ἐγείροντες αὐτῷ καὶ οἰκοδομοῦν‐ τες θυσιαστήρια καὶ θεραπεύοντες ὥς περ ἐκεῖνος ταῖς ἱερουρ‐ γίαις. ἔθυε μὲν γὰρ Ἁβραὰμ, ὥσπερ καὶ ἡμεῖς, ἀεὶ καὶ συνεχῶς·
ἐχρῆτο δὲ μαντικῇ τῇ τῶν διᾳττόντων ἄστρων· Ἑλληνικὸν230

231

ἴσως καὶ τοῦτο. οἰωνίζετο δὲ μειζόνως. ἀλλὰ καὶ τὸν ἐπί‐ τροπον τῆς οἰκίας εἶχε συμβολικόν. εἰ δὲ ἀπιστεῖ τις ὑμῶν, αὐτὰ δείξω σαφῶς τὰ ὑπὲρ τούτων εἰρημένα Μωυσῇ· «μετὰ δὲ τὰ ῥήματα ταῦτα ἐγενήθη κυρίου λόγος πρὸς Ἁβραὰμ λέγων
5ἐν ὁράματι τῆς νυκτός· μὴ φοβοῦ, Ἁβραὰμ, ἐγὼ ὑπερασπίζω σου. ὁ μισθός σου πολὺς ἔσται σφόδρα. λέγει δὲ Ἁβραάμ· δέσποτα, τί μοι δώσεις; ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος, ὁ δὲ υἱὸς Μασὲκ τῆς οἰκογενοῦς μου κληρονομήσει με. καὶ εὐθὺς φωνὴ τοῦ θεοῦ ἐγένετο πρὸς αὐτὸν λέγοντος· οὐ κληρονομήσει σε οὗτος,
10ἀλλ’ ὃς ἐξελεύσεται ἐκ σοῦ, οὗτος κληρονομήσει σε. ἐξήγαγε δὲ αὐτὸν καὶ εἶπεν αὐτῷ· ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ ἀρίθ‐ μησον τοὺς ἀστέρας, εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς. καὶ εἶπεν· οὕτως ἔσται τὸ σπέρμα σου. καὶ ἐπίστευσεν Ἁβραὰμ τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.» εἴπατέ † μοι ἐνταῦθα, τοῦ
15χάριν ἐξήγαγεν αὐτὸν καὶ τοὺς ἀστέρας ἐδείκνυεν ὁ χρηματίζων ἄγγελος ἢ θεός; οὐ γὰρ ἐγίνωσκεν ἔνδον ὢν, ὅσον τι τὸ πλῆ‐ θός ἐστι τῶν νύκτωρ ἀεὶ φαινομένων καὶ μαρμαρυσσόντων
ἀστέρων; ἀλλ’, οἶμαι, δεῖξαι τοὺς διᾴττοντας αὐτῷ βουλό‐231

232

μενος, ἵνα τῶν ῥημάτων ἐναργῆ πίστιν παράσχηται τὴν πάντα κραίνουσαν καὶ ἐπικυροῦσαν οὐρανοῦ ψῆφον. ὅπως δὲ μή τις ὑπολάβῃ βίαιον εἶναι τὴν τοιαύτην ἐξήγησιν, ἐφεξῆς ὅσα πρόσ‐ κειται παραθεὶς αὐτῷ πιστώσομαι. γέγραπται γὰρ ἑξῆς· «εἶπε
5δὲ πρὸς αὐτόν· ἐγώ εἰμι ὁ θεὸς ὁ ἐξαγαγών σε ἐκ χώρας Χαλ‐ δαίων, ὥστε δοῦναί σοι τὴν γῆν ταύτην κληρονομῆσαι αὐτήν. εἶπε δέ· δέσποτα κύριε, κατὰ τί γνώσομαι, ὅτι κληρονομήσω αὐτήν; εἶπε δὲ αὐτῷ· λάβε μοι δάμαλιν τριετίζουσαν καὶ αἶγα τριετίζουσαν καὶ κριὸν τριετίζοντα καὶ τρυγόνα καὶ περι‐
10στεράν. ἔλαβε δὲ αὐτῷ πάντα ταῦτα καὶ διεῖλεν αὐτὰ μέσα· καὶ ἔθηκεν αὐτὰ ἀντιπρόσωπα ἀλλήλοις· τὰ δὲ ὄρνεα οὐ διεῖλε. κατέβη δὲ ὄρνεα ἐπὶ τὰ διχοτομήματα καὶ συνεκάθισεν αὐτοῖς Ἁβραάμ.» τὴν τοῦ φανέντος ἀγγέλου πρόρρησιν ἤτοι θεοῦ διὰ τῆς οἰωνιστικῆς ὁρᾶτε κρατυνομένην, οὐχ, ὥσπερ παρ’ ὑμῖν,
15ἐκ παρέργου, μετὰ θυσιῶν δὲ τῆς μαντείας ἐπιτελουμένης; φησὶ δὲ, ὅ τι τῇ τῶν οἰωνῶν ἐπιπτήσει βεβαίαν ἔδειξε τὴν ἐπαγγελίαν. ἀποδέχεται δὲ τὴν πίστιν [τοῦ] Ἁβραὰμ προσ‐ επάγων, ὅτι ἀληθείας ἄνευ πίστις ἠλιθιότης ἔοικέ τις εἶναι καὶ
ἐμβροντησία. τὴν δὲ ἀλήθειαν οὐκ ἔνεστιν 〈ἰδεῖν〉 ἐκ ψιλοῦ232

233

ῥήματος, ἀλλὰ χρή τι καὶ παρακολουθῆσαι τοῖς λόγοις ἐναργὲς σημεῖον, ὃ πιστώσεται γενόμενον τὴν εἰς τὸ μέλλον πεποιημέ‐ νην προαγόρευσιν. Cyrilli verba: δεδόσθαι γε μὴν καὶ αὑτῷ φησιν (sc. ὁ Ἰουλιανὸς) ὀρνίθων φωνὰς διδασκούσας, ὅτι τοῖς τῆς βασιλείας
5ἐνιζήσει θάκοις. πρόφασις ὑμῖν τῆς ἔν γε τούτῳ ῥᾳστώνης περιλέλειπται μία, τὸ μὴ ἐξεῖναι θύειν ἔξω γεγονόσι τῶν Ἱεροσολύμων, καίτοι Ἡλίου τεθυκότος ἐν τῷ Καρμηλίῳ,
καὶ οὐκ ἔν γε τῇ ἁγίᾳ πόλει.233