TLG 2003 016 :: Flavius Claudius JULIANUS Imperator :: Epistulae spuriae

Flavius Claudius JULIANUS Imperator Phil., Imperator, vel Julianus Apostata
(Constantinopolitanus: A.D. 4)

Epistulae spuriae

Source: Bidez, J. (ed.), L’empereur Julien. Oeuvres complètes, vol. 1.2, 2nd edn. Paris: Les Belles Lettres, 1960: 246–249.

Citation: Epistle — (line)

190

(t)

Ἰουλιανὸς Μαξίμῳ φιλοσόφῳ.
1 Ἀλέξανδρον μὲν τὸν Μακεδόνα τοῖς Ὁμήρου ποιήμασιν ἐφυπνώττειν λόγος, ἵνα δὴ καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν αὐ‐ τοῦ τοῖς πολεμικοῖς ὁμιλῇ συνθήμασιν· ἡμεῖς δέ σου ταῖς ἐπιστολαῖς ὥσπερ παιωνίοις τισὶ φαρμάκοις συγκαθεύδο‐
5μεν, καὶ οὐ διαλείπομεν ἐντυγχάνοντες ἀεὶ καθάπερ νεα‐ ραῖς ἔτι καὶ πρῶτον εἰς χεῖρας ἡκούσαις. Εἴπερ οὖν ἐθέ‐ λεις ἡμῖν εἰκόνα τῆς σῆς παρουσίας τὴν ἐν τοῖς γράμμασιν ὁμιλίαν προξενεῖν, γράφε καὶ μὴ λῆγε συνεχῶς τοῦτο πράτ‐ των· μᾶλλον δὲ ἧκε σὺν θεοῖς, ἐνθυμούμενος ὡς ἡμῖν γ’
10ἕως ἂν ἀπῇς οὐδὲ ὅτι ζῶμεν εἰπεῖν ἔστιν, ἢ ὅτε μόνον τοῖς
παρὰ σοῦ γραφομένοις ἐντυχεῖν ἔξεστιν.246

191

(t)

Ἰουλιανὸς Μαξίμῳ φιλοσόφῳ.
1 Ὁ μὲν μῦθος ποιεῖ τὸν ἀετόν, ἐπειδὰν τὰ γνήσια τῶν κυημάτων βασανίζῃ, φέρειν ἄπτιλα πρὸς τὸν αἰθέρα καὶ ταῖς Ἡλίου προσάγειν ἀκτῖσιν, ὥσπερ ὑπὸ μάρτυρι τῷ θεῷ πατέρα τε ἀληθοῦς νεοττοῦ γινόμενον καὶ νόθου γονῆς
5ἀλλοτριούμενον· ἡμεῖς δέ σοι καθάπερ Ἑρμῇ λογίῳ τοὺς ἡμετέρους λόγους ἐγχειρίζομεν. Κἂν μὲν ὑπομείνωσι τὴν σὴν ἀκτῖνα, ἐπὶ σοὶ τὸ κρῖναι περὶ αὐτῶν εἰ καὶ πρὸς τοὺς ἄλλους εἰσὶ πτήσιμοι· εἰ δὲ μή, ῥῖψον εἰκῆ καθάπερ Μουσῶν ἀλλοτρίους, ἢ ποταμῷ κλύσον ὡς νόθους. Πάντως
10οὐδὲ ὁ Ῥῆνος ἀδικεῖ τοὺς Κελτούς, ὃς τὰ μὲν νόθα τῶν βρεφῶν ὑποβρύχια ταῖς δίναις πέμπει, καθάπερ ἀκολάστου λέχους τιμωρὸς πρέπων· ὅσα δ’ ἂν ἐπιγνῷ καθαροῦ σπέρ‐ ματος, ὑπεράνω τοῦ ὕδατος αἰωρεῖ καὶ τῇ μητρὶ τρεμούσῃ πάλιν εἰς χεῖρας δίδωσιν, ὥσπερ ἀδέκαστόν τινα μαρτυ‐
15ρίαν αὐτῇ καθαρῶν καὶ ἀμέμπτων γάμων τὴν τοῦ παιδὸς
σωτηρίαν ἀντιδωρούμενος.247

195

(t)

Ἰουλιανὸς Ἐλπιδίῳ φιλοσόφῳ.
1 Ἔστι καὶ μικροῦ γράμματος ἡδονὴ μείζων, ὅταν ἡ τοῦ γράφοντος εὔνοια μὴ τῇ τῆς ἐπιστολῆς μικρότητι μᾶλλον ἢ τῷ τῆς ψυχῆς μεγέθει μετρῆται· εἰ δὲ δὴ καὶ νῦν ἐν βραχεῖ τὰ τῆς προσρήσεως ὑφ’ ἡμῶν γένηται, μηδ’ οὕτω
5τὸν ἐπ’ αὐτοῖς πόθον τεκμηριώσῃ, ἀλλ’ εἰδὼς ἐφ’ ὅσον ὁ παρ’ ἡμῶν ἔρως ἐπὶ σοὶ τέταται, τῇ μὲν τοῦ γράμματος βραχύτητι συγγνώμην νέμε, τοῖς ἴσοις δὲ ἡμᾶς ἀμείβεσθαι μὴ κατόκνει. Πᾶν γὰρ ὅ τι ἂν διδῷς, κἂν μικρὸν ᾖ, παντὸς ἀγαθοῦ γνώρισμα παρ’ ἡμῖν σώζει.

196

(t)

Ἰουλιανὸς Γρηγορίῳ ἡγεμόνι.
1 Ἐμοὶ καὶ γράμμα παρὰ σοῦ μικρὸν ἀρκεῖ μεγάλης ἡδο‐ νῆς πρόφασιν μνηστεῦσαι. Καὶ τοίνυν, οἷς ἔγραψας ἄγαν ἡσθείς, ἀντιδίδωμι καὶ αὐτὸς τὴν ἴσην, οὐ τῷ τῶν ἐπιστο‐ λῶν μήκει μᾶλλον ἢ τῷ τῆς εὐνοίας μεγέθει τὰς τῶν ἑταί‐
5ρων φιλίας ἐκτίνεσθαι δεῖν κρίνων.248

197

(t)

Ἰουλιανὸς Λουκιανῷ σοφιστῇ.
1 Καὶ γράφω καὶ ἀντιτυχεῖν ἀξιῶ τῶν ἴσων. Εἰ δὲ ἀδικῶ συνεχῶς ἐπιστέλλων, ἀνταδικηθῆναι δέομαι τὰ ὅμοια
παθών.249