TLG 2003 015 :: Flavius Claudius JULIANUS Imperator :: Epistulae dubiae

Flavius Claudius JULIANUS Imperator Phil., Imperator, vel Julianus Apostata
(Constantinopolitanus: A.D. 4)

Epistulae dubiae

Source: Bidez, J. (ed.), L’empereur Julien. Oeuvres complètes, vol. 1.2, 2nd edn. Paris: Les Belles Lettres, 1960: 222–231.

Citation: Epistle — (line)

198

(t)

[Ἰουλιανὸς Ἀργείοις]
1 Ὑπὲρ τῆς Ἀργείων πόλεως πολλὰ μὲν ἄν τις εἰπεῖν ἔχοι, σεμνύνειν αὐτὴν ἐθέλων, παλαιὰ καὶ νέα πράγματα. Τοῦ τε γὰρ Τρωικοῦ, καθάπερ ὕστερον Ἀθηναίοις καὶ Λακεδαιμονίοις τοῦ Μηδικοῦ, προσήκει τὸ πλέον ἐκείνοις
5ἔργου. Δοκεῖ μὲν γὰρ ἄμφω κοινῇ πραχθῆναι παρὰ τῆς Ἑλλάδος· ἄξιον δὲ ὥσπερ τῶν ἔργων καὶ τῆς φροντίδος, οὕτως καὶ τῶν ἐπαίνων τοὺς ἡγεμόνας τὸ πλέον μετέχειν. Ἀλλὰ ταῦτα μὲν ἀρχαῖά πως εἶναι δοκεῖ· τὰ δὲ ἐπὶ τούτοις, ἥ τε Ἡρακλειδῶν κάθοδος καὶ ὡς τῷ πρεσβυτάτῳ γέρας
10ἐξῃρέθη, ἥ τε εἰς Μακεδόνας ἐκεῖθεν ἀποικία καὶ τὸ Λακεδαιμονίοις οὕτω πλησίον παροικοῦντας ἀδούλωτον
ἀεὶ καὶ ἐλεύθερον φυλάξαι τὴν πόλιν οὐ μικρᾶς οὐδὲ τῆς τυχούσης ἀνδρείας ἦν. Ἀλλὰ δὴ καὶ τὰ τοσαῦτα περὶ τοὺς Πέρσας ὑπὸ τῶν Μακεδόνων γενόμενα ταύτῃ προσήκειν222
15τῇ πόλει δικαίως ἄν τις ὑπολάβοι· Φιλίππου τε γὰρ καὶ Ἀλεξάνδρου τῶν πάνυ τῶν προγόνων πατρὶς ἦν αὕτη. Ῥωμαίοις δὲ ὕστερον οὐχ ἁλοῦσα μᾶλλον ἢ κατὰ ξυμμα‐ χίαν ὑπήκουσε, ἥπερ, οἶμαι, μετεῖχε καὶ αὐτὴ καθάπερ αἱ λοιπαὶ τῆς ἐλευθερίας καὶ τῶν ἄλλων δικαίων, ὁπόσα
20νέμουσι ταῖς περὶ τὴν Ἑλλάδα πόλεσιν οἱ κρατοῦντες ἀεί. Κορίνθιοι δὲ νῦν αὐτὴν προσγενομένην αὐτοῖς (οὕτω γὰρ εἰπεῖν εὐπρεπέστερον) ἀπὸ τῆς βασιλευούσης πό‐ λεως, εἰς κακίαν ἐπαρθέντες, συντελεῖν αὑτοῖς ἀναγκά‐
25ζουσι, καὶ ταύτης ἦρξαν, ὥς φασι, τῆς καινοτομίας ἕβδομος οὗτος ἐνιαυτός, οὔτε τὴν Δελφῶν οὔτε τὴν Ἠλείων ἀτέλειαν, ἧς ἠξιώθησαν ἐπὶ τῷ διατιθέναι τοὺς παρὰ σφί‐ σιν ἱεροὺς ἀγῶνας, αἰδεσθέντες. Τεττάρων γὰρ ὄντων, ὡς ἴσμεν, τῶν μεγίστων καὶ λαμπροτάτων ἀγώνων περὶ τὴν
30Ἑλλάδα, Ἠλεῖοι μὲν Ὀλύμπια, Δελφοὶ δὲ Πύθια, καὶ τὰ ἐν Ἰσθμῷ Κορίνθιοι, Ἀργεῖοι δὲ τὴν τῶν Νεμέων συγκρο‐ τοῦσι πανήγυριν. Πῶς οὖν εὔλογον ἐκείνοις μὲν ὑπάρχειν τὴν ἀτέλειαν τὴν πάλαι δοθεῖσαν, τοὺς δὲ ἐπὶ τοῖς ὁμοίοις δαπανήμασιν ἀφεθέντας πάλαι, τυχὸν δὲ οὐδὲ τὴν ἀρχὴν
35ὑπαχθέντας, νῦν ἀφῃρῆσθαι τὴν προνομίαν ἧς ἠξιώθησαν; Πρὸς δὲ τούτοις Ἠλεῖοι μὲν καὶ Δελφοὶ διὰ τῆς πολυθρυλ‐
λήτου πενταετηρίδος ἅπαξ ἐπιτελεῖν εἰώθασι, διττὰ δ’ ἐστὶ Νέμεα παρὰ τοῖς Ἀργείοις, καθάπερ Ἴσθμια παρὰ Κορινθίοις. Ἐν μέντοι τούτῳ τῷ χρόνῳ καὶ δύο πρόκεινται223
40παρὰ τοῖς Ἀργείοις ἀγῶνες ἕτεροι τοιοίδε, ὥστε εἶναι τέσσαρας πάντας ἐνιαυτοῖς τέσσαρσι. Πῶς οὖν εἰκὸς ἐκεί‐ νους μὲν ἀπράγμονας εἶναι λειτουργοῦντας ἅπαξ, τούτους δὲ ὑπάγεσθαι καὶ πρὸς ἑτέρων συντέλειαν ἐπὶ τετραπλα‐ σίοις τοῖς οἴκοι λειτουργήμασιν, ἄλλως τε οὐδὲ πρὸς Ἑλλη‐
45νικὴν οὐδὲ παλαιὰν πανήγυριν; Οὐ γὰρ ἐς χορηγίαν ἀγώνων γυμνικῶν ἢ μουσικῶν οἱ Κορίνθιοι τῶν πολλῶν δέονται χρημάτων, ἐπὶ δὲ τὰ κυνηγέσια τὰ πολλάκις ἐν τοῖς θεάτροις ἐπιτελούμενα ἄρκτους καὶ παρδάλεις ὠνοῦνται· οἵπερ αὐτοὶ μὲν εἰκότως φέρουσι διὰ τὸν πλοῦτον τῶν ἀναλωμάτων τὸ

198

(50)

μέγεθος, ἄλλως τε καὶ πολλῶν πόλεων, ὡς εἰκός, αὐτοῖς εἰς τοῦτο συναιρομένων, 〈αἳ〉 ὠνοῦνται τὴν τέρψιν τοῦ δαπα‐ νήματος. Ἀργεῖοι δέ, χρημάτων τε ἔχοντες ἐνδεέστερον καὶ ξενικῇ θέᾳ καὶ παρ’ ἄλλοις ἐπιδουλεύειν ἀναγκαζόμενοι, πῶς οὐκ ἄδικα μὲν καὶ παράνομα, τῆς δὲ περὶ τὴν πόλιν ἀρχαίας
55δυνάμεώς τε καὶ δόξης ἀνάξια πείσονται, ὄντες γ’ αὐτοῖς καὶ ἀστυγείτονες, οὓς προσῆκον ἦν ἀγαπᾶσθαι μᾶλλον, εἴπερ ὀρθῶς εἶχε τὸ «οὐδ’ ἂν βοῦς ἀπόλοιτο, εἰ μὴ διὰ
κακίαν γειτόνων»; Ἀργεῖοι δὲ ἐοίκασιν οὐχ ὑπὲρ ἑνὸς πολυπραγμονούμενοι βοιδίου ταῦτα τοὺς Κορινθίους αἰτιᾶ‐224
60σθαι, ἀλλ’ ὑπὲρ πολλῶν καὶ μεγάλων ἀναλωμάτων, οἷς οὐ δικαίως εἰσὶν ὑπεύθυνοι. Καίτοι πρὸς τοὺς Κορινθίους εἰκότως ἄν τις καὶ τοῦτο προσθείη, πότερον αὐτοῖς δοκεῖ καλῶς ἔχειν τοῖς τῆς πα‐ λαιᾶς Ἑλλάδος ἕπεσθαι νομίμοις, ἢ μᾶλλον οἷς ἔναγχος
65δοκοῦσι παρὰ τῆς βασιλευούσης προσειληφέναι πό‐ λεως. Εἰ μὲν γὰρ τὴν τῶν παλαιῶν νομίμων ἀγαπῶσι σε‐ μνότητα, οὐκ Ἀργείοις μᾶλλον εἰς Κόρινθον ἢ Κορινθίοις εἰς Ἄργος συντελεῖν προσήκει· εἰ δὲ τοῖς νῦν ὑπάρξασιν τῇ πόλει, ἐπειδὴ τὴν Ῥωμαϊκὴν ἀποικίαν ἐδέξαντο, ἰσχυ‐
70ριζόμενοι πλέον ἔχειν ἀξιοῦσι, παραιτησόμεθα μετρίως αὐτοὺς μὴ τῶν πατέρων φρονεῖν μείζονα, μηδὲ ὅσα καλῶς ἐκεῖνοι κρίναντες ταῖς περὶ τὴν Ἑλλάδα διεφύλαξαν πό‐ λεσιν ἔθιμα, ταῦτα καταλύειν καὶ καινοτομεῖν ἐπὶ βλάβῃ καὶ λύμῃ τῶν ἀστυγειτόνων, ἄλλως τε καὶ νεωτέρᾳ χρω‐
75μένους τῇ ψήφῳ, καὶ τὴν ἀπραγμοσύνην 〈τοῦ λαχόντοσ〉 ὑπὲρ τῆς Ἀργείων πόλεως τὴν δίκην εἰσελθεῖν ἕρμαιον ἔχοντας τῆς πλεονεξίας. Ἦ γὰρ ἄν, 〈εἰ〉 ἐφῆκεν ἔξω τῆς Ἑλλάδος ἀπάγων τὴν δίκην, οἱ Κορίνθιοι ἔλαττόν τε ἰσχύειν ἔμελλον καὶ τὸ δίκαιον ἐξεταζόμενον καλῶς φαίνεσθαι
80παρὰ τῶν πολλῶν καὶ γενναίων τούτων συνηγόρων, ὑφ’ ὧν εἰκός ἐστι τὸν δικαστήν, προτιθεμένου καὶ τοῦ κατὰ τὴν πόλιν ἀξιώματος, δυσωπούμενον ταύτην τὴν ψῆφον ἐξε‐ νεγκεῖν. Ἀλλὰ τὰ μὲν ὑπὲρ τῆς πόλεως δίκαια καὶ τῶν ῥητόρων,225
85εἰ μόνον ἀκούειν ἐθέλοις καὶ λέγειν αὐτοῖς ἐπιτραπείη τὴν δίκην, ἐξ ὑπαρχῆς πεύσῃ, καὶ τὸ παραστὰν ἐκ τῶν λεγο‐ μένων ὀρθῶς κριθήσεται. Ὅτι δὲ χρὴ καὶ τοῖς τὴν πρεσβείαν ταύτην προσάγουσι δι’ ἡμῶν πεισθῆναι, μικρὰ προσθεῖναι χρὴ περὶ αὐτῶν. Διογένης μέν τοι καὶ Λαμπρίας φιλοσο‐
90φοῦσι μέν, εἴπερ τις ἄλλος τῶν καθ’ ἡμᾶς, τῆς πολιτείας δὲ τὰ μὲν ἔντιμα καὶ κερδαλέα διαπεφεύγασι· τῇ πατρίδι δὲ ἐπαρκεῖν ἀεὶ κατὰ δύναμιν προθυμούμενοι, ὅταν ἡ πόλις ἐν χρείᾳ μεγάλῃ γένηται, τότε ῥητορεύουσι καὶ πολιτεύον‐ ται καὶ πρεσβεύουσι καὶ δαπανῶσιν ἐκ τῶν ὑπαρχόντων
95προθύμως, ἔργοις ἀπολογούμενοι τὰ φιλοσοφίας ὀνείδη καὶ τὸ δοκεῖν ἀχρήστους εἶναι ταῖς πόλεσι τοὺς μετιόντας αὐτὴν ψεῦδος ἐλέγχοντες· χρῆται γὰρ αὐτοῖς ἥ τε πατρὶς εἰς ταῦτα καὶ πειρῶνται βοηθεῖν αὐτῇ δικαίως δι’ ἡμῶν, ἡμεῖς δὲ αὖθις διὰ σοῦ. Τοῦτο γὰρ καὶ μόνον λείπεται τοῖς

198

(100)

ἀδικουμένοις εἰς τὸ σωθῆναι, τὸ τυχεῖν δικαστοῦ κρίνειν
τε ἐθέλοντος καὶ δυναμένου καλῶς· ὅ τι γὰρ ἂν ἀπῇ τού‐ των, ἐξαπατηθέντος ἢ καταπροδόντος αὐτοῦ τὸ δίκαιον οἴχεσθαι πάντως ἀνάγκη. Ἀλλ’ ἐπειδὴ νῦν ἡμῖν τὰ μὲν τῶν δικαστῶν ὑπάρχει κατ’226
105εὐχάς, λέγειν δὲ οὐκ ἔνι μὴ τότε ἐφέντας, ἀξιοῦσι τοῦτο πρῶτον αὐτοῖς ἀνεθῆναι, καὶ μὴ τὴν ἀπραγμοσύνην τοῦ τότε συνειπόντος τῇ πόλει καὶ τὴν δίκην ἐπιτροπεύσαν‐ τος αἰτίαν αὐτῇ γενέσθαι εἰς τὸν ἔπειτα αἰῶνα βλάβης τοσαύτης.
110 Ἄτοπον δὲ οὐ χρὴ νομίζειν τὸ τὴν δίκην αὖθις ἀνάδικον ποιεῖν. Τοῖς μὲν γὰρ ἰδιώταις συμφέρει τὸ κρεῖττον καὶ λυσιτελέστερον ὀλίγον παριδεῖν, τὴν εἰς τὸν ἔπειτα χρόνον ἀσφάλειαν ὠνουμένοις. Ὄντος γὰρ αὐτοῖς ὀλίγου βίου, ἡδὺ μὲν καὶ τὸ ἐπ’ ὀλίγον ἡσυχίας ἀπολαῦσαι, φοβερὸν δὲ καὶ
115τὸ πρὸ τῶν δικαστηρίων ἀπολέσθαι κρινόμενον καὶ παισὶ παραπέμψαι τὴν δίκην ἀτελῆ· ὥστε κινδυνεύειν κρεῖσσον εἶναι τὸ καὶ ὁπωσοῦν προσλαβεῖν ἥμισυ ἢ περὶ τοῦ παντὸς ἀγωνιζόμενον ἀποθανεῖν. Τὰς πόλεις δέ, ἀθανάτους οὔσας, εἰ μή τις δικαίως κρίνας τῆς πρὸς ἀλλήλας φιλονεικίας
120ἀπαλλάξει, ἀθάνατον ἔχειν τὴν δύσνοιαν πάντως ἀναγ‐ καῖον, καὶ τὸ μῖσος ἰσχυρὸν τῷ χρόνῳ κρατυνόμενον. Εἴρηται, φασὶν οἱ ῥήτορες, ὅ γ’ ἐμὸς λόγος· κρίνοις
αὐτὸς τὰ δέοντα.227

199

(t)

Ἰουλιανὸς Διογένει.
1 Διογένης ὁ σὸς υἱός, ὀφθείς μοι μετὰ τὴν ἔξοδον τὴν σὴν καὶ φήσας ὠργίσθαι σέ τι πρὸς αὐτόν, οἷον ἂν πατὴρ πρὸς παῖδα χαλεπήνειεν, ἐδεήθη μέσον με τῶν πρὸς αὐτὸν κατ‐ αλλαγῶν παρὰ σοὶ γενέσθαι. Εἰ μὲν οὖν μέτρια καὶ οἷα
5δύνασθαι φέρειν ἥμαρτεν, εἶξον τῇ φύσει καί, τὸ πατὴρ εἶναι γνούς, ἐπάνελθε πρὸς τὸν παῖδα τῇ γνώμῃ· εἰ δέ τι μεῖζον ἔπταικεν ἢ οἷον δὴ πρὸς συγγνώμην ἐλθεῖν, αὐτὸς ἂν εἴης δικαιότερος κριτής, εἴτε δεῖ καὶ τοῦτο γενναίως ἐνεγκόντα νικῆσαι τοῦ παιδὸς τὴν βουλὴν γνώμῃ κρείττονι,
10εἴτε καὶ πλείονος χρόνου σωφρονισμῷ τὴν ἐπὶ τῷ πται‐ σθέντι βάσανον πιστεῦσαι.

200

(t)

Ἰουλιανὸς Δοσιθέῳ.
1 Μικροῦ με ἐπῆλθε δακρῦσαι, καίτοι γε ἐχρῆν εὐφημεῖν τοὔνομα τὸ σὸν φθεγξάμενον· ἀνεμνήσθην γὰρ τοῦ γενναίου καὶ πάντα θαυμασίου πατρὸς ἡμῶν, ὃν εἰ μὲν ζηλώσειας, αὐτός τε εὐδαίμων ἔσῃ καὶ τῷ βίῳ δώσεις, ὥσπερ ἐκεῖνος,
5ἐφ’ ὅτῳ φιλοτιμήσεται· ῥᾳθυμήσας δέ, λυπήσεις μὲν ἐμέ,
σαυτῷ δὲ ὅτε μηδὲν ὄφελος μέμψῃ.228

201

(t)

Ἱμερίῳ ἐπάρχῳ Αἰγύπτου.
1 Οὐκ ἀδακρυτί σου τὴν ἐπιστολὴν ἀνέγνων, ἣν ἐπὶ τῷ τῆς συνοικούσης θανάτῳ πεποίησαι, τοῦ πάθους τὴν ὑπερ‐ βολὴν ἀναγγείλας. Πρὸς γὰρ τῷ καὶ καθ’ ἑαυτὸ λύπης τὸ συμβὰν ἄξιον εἶναι, γυναῖκα νέαν καὶ σώφρονα καὶ θυμήρη
5τῷ γήμαντι, πρὸς δὲ καὶ παίδων ἱερῶν μητέρα, πρὸ ὥρας ἀναρπασθῆναι, καθάπερ δᾷδα λαμπρῶς ἡμμένην, εἶτα ἐν ὀλίγῳ καταβαλοῦσαν τὴν φλόγα, ἔτι καὶ τὸ τοῦ πάθους ἴδιον εἰς σὲ τείνειν οὐχ ἧττόν μοι δοκεῖ λυπηρὸν εἶναι. Ἥκιστα γὰρ δὴ πάντων ἄξιος ἦν ὁ καλὸς ἡμῖν Ἱμέριος
10ἀλγεινοῦ τινος εἰς πεῖραν ἐλθεῖν, ἀνὴρ καὶ λόγῳ χρηστὸς καὶ ἡμῖν εἰς τὰ μάλιστα τῶν φίλων ὁ ποθεινότατος. Οὐ μὴν ἀλλ’ εἰ μὲν ἕτερος ἦν, ᾧ γράφειν περὶ τούτων ἐχρῆν, πάντως ἂν ἔδει μοι πλειόνων εἰς τοῦτο τῶν λόγων, τό τε συμβὰν ὡς ἀνθρώπινον καὶ τὸ φέρειν ὡς ἀναγκαῖον
15καὶ τὸ μηδὲν ἐκ τοῦ μᾶλλον ἀλγεῖν ἔχειν πλέον εὑρεῖν, καὶ πάντα ὅσα 〈ἂν〉 ἐδόκει πρὸς τὴν τοῦ πάθους παραμυθίαν ἁρμόττειν ὡς ἀγνοοῦντα διδάσκοντι· ἐπεὶ δὲ αἰσχρὸν ἡγοῦ‐ μαι πρὸς ἄνδρα τοὺς ἄλλους νουθετεῖν εἰδότα ποιεῖσθαι
λόγους, οἷς χρὴ τοὺς 〈μὴ〉 εἰδότας σωφρονεῖν [καὶ] παι‐229
20δεύειν, φέρε σοι τὰ ἄλλα παρεὶς ἀνδρὸς εἴπω σοφοῦ μῦθον, εἴτε δὴ λόγον ἀληθῆ, σοὶ μὲν ἴσως οὐ ξένον, τοῖς πλείοσι δέ, ὡς εἰκός, ἄγνωστον, ᾧ δὴ καὶ μόνῳ χρησάμενος ὥσπερ φαρ‐ μάκῳ νηπενθεῖ λύσιν ἂν εὕροις τοῦ πάθους οὐκ ἐλάττω τῆς κύλικος ἣν ἡ Λάκαινα τῷ Τηλεμάχῳ πρὸς τὸ ἴσον τῆς χρείας
25ὀρέξαι πιστεύεται. Φασὶ γὰρ Δημόκριτον τὸν Ἀβδηρίτην, ἐπειδὴ Δαρείῳ γυναικὸς καλῆς ἀλγοῦντι θάνατον οὐκ εἶχεν ὅ τι ἂν εἰπὼν εἰς παραμυθίαν ἀρκέσειεν, ὑποσχέσθαι οἱ τὴν ἀπελθοῦσαν εἰς φῶς ἀνάξειν, ἢν ἐθελήσῃ τῶν εἰς τὴν χρείαν ἡκόντων ὑποστῆναι τὴν χορηγίαν. Κελεύσαντος δὲ
30ἐκείνου μὴ φείσασθαι μηδενὸς ὅ τι ἂν ἐξῇ λαβόντα τὴν ὑπόσχεσιν ἐμπεδῶσαι, μικρὸν ἐπισχόντα χρόνον εἰπεῖν ὅτι τὰ μὲν ἄλλα αὐτῷ πρὸς τὴν τοῦ ἔργου πρᾶξιν συμπορι‐ σθείη, μόνου δὲ ἑνὸς προσδέοιτο, ὃ δὴ αὐτὸν μὲν οὐκ ἔχειν ὅπως ἂν λάβοι, Δαρεῖον δὲ ὡς βασιλέα τῆς ὅλης Ἀσίας
35οὐ χαλεπὸν ἂν ἴσως εὑρεῖν. Ἐρομένου δὲ ἐκείνου τί ἂν εἴη τοσοῦτον ὃ μόνῳ βασιλεῖ γνωσθῆναι συγχωρεῖται, ὑπολα‐ βόντα φῆσαι τὸν Δημόκριτον, εἰ τριῶν ἀπενθήτων ὀνόματα τῷ τάφῳ τῆς γυναικὸς ἐπιγράψειεν, εὐθὺς αὐτὴν ἀναβιώ‐ σεσθαι τῷ τῆς τελετῆς νόμῳ δυσωπουμένην. Ἀπορήσαντος
40δὲ ἐπὶ πολὺ τοῦ Δαρείου καὶ μηδένα ἄνδρα δυνηθέντος εὑρεῖν ὅτῳ μὴ καὶ παθεῖν λυπηρόν τι συνηνέχθη, γελά‐ σαντα συνήθως τὸν Δημόκριτον εἰπεῖν· «τί οὖν, ὦ πάν‐
των ἀτοπώτατε, θρηνεῖς ἀνέδην ὡς μόνος ἀλγεινῷ το‐ σούτῳ συμπλακείς, ὁ μηδὲ ἕνα τῶν πώποτε γεγονότων230
45ἄμοιρον οἰκείου πάθους ἔχων εὑρεῖν;» Ἀλλὰ ταῦτα μὲν ἀκούειν ἐδεῖτο Δαρεῖος, ἀνὴρ βάρβαρος καὶ ἀπαίδευτος, ἔκδοτος ἡδονῇ καὶ πάθει· σὲ δέ, ἄνδρα Ἕλληνα καὶ παιδείαν ἀληθῆ πρεσβεύοντα, καὶ παρὰ σαυ‐ τοῦ τὸ ἄκος ἔχειν ἐχρῆν, ἐπεὶ καὶ ἄλλως αἰσχύνη τῷ

201

(50)

λογισμῷ γένοιτ’ ἄν, εἰ μὴ ταὐτὸν σθένοι τῷ χρόνῳ.231