TLG 2003 014 :: Flavius Claudius JULIANUS Imperator :: Poematia et fragmenta Flavius Claudius JULIANUS Imperator Phil., Imperator, vel Julianus Apostata Poematia et fragmenta
Citation: Fragment — (line) | ||
161 | Ἡμεῖς δὲ Ἐμπεδοτίμῳ καὶ Πυθαγόρᾳ πιστεύοντες οἷς τε ἐκεῖθεν λαβὼν Ἡρακλείδης ὁ Ποντικὸς ἔφη καὶ μικρῷ πρότερον καὶ ὁ κλεινὸς ἡμῖν ἔδειξε [καὶ] ἱεροφάντωρ Ἰάμβλιχος ... | |
165 | Τὸ μὴ προϊδέσθαι τό τε δυνατὸν καὶ τὸ ἀδύνατον ἐν | |
πράγμασι τῆς ἐσχάτης ἀπονοίας ἐστὶ σημεῖον. | 214 | |
166(t1) | Ἰουλιανοῦ Καίσαρος τοῦ παραβάτου | |
t2 | εἰς ὄργανον μουσικόν. | |
---|---|---|
1 | Ἀλλοίην ὁρόω δονάκων φύσιν· ἦ που ἀπ’ ἄλλης χαλκείης τάχα μᾶλλον ἀνεβλάστησαν ἀρούρης ἄγριοι· οὐδ’ ἀνέμοισιν ὑπ’ ἠερίοισι δονεῦνται, ἀλλ’ ἀπὸ ταυρείης προθορὼν σπήλυγγος ἀήτης | |
5 | νέρθεν ἐυτρήτων καλάμων ὑπὸ ῥίζαν ὁδεύει. Καί τις ἀνὴρ ἀγέρωχος, ἔχων θοὰ δάκτυλα χειρῶν, ἵσταται ἀμφαφόων κανόνας συμφράδμονας αὐλῶν, οἱ δ’ ἁπαλὸν σκιρτεῦντες ἀποθλίβουσιν ἀοιδήν. | |
167 | Τὴν πυρὸς ἠερίων τ’ ἀνέμων γαίης τε καὶ ἅλμης κοίρανον οὐχ ὁσίαις παλάμαις κόσμησε 〈τύραννοσ〉. Νῦν δέ με φὼς ὅσιος, βασιλεὺς φίλος ἀθανάτοισιν, ἐς νηὸν προέηκεν ἔχων νίκης τόδε σῆμα. | |
5 | *** | |
ἀντιβίων ἀνέμων παλάμας τμήξασα κεραυνῷ. | 215 | |
168(t1) | Ἰουλιανοῦ Καίσαρος τοῦ παραβάτου | |
t2 | εἰς οἶνον ἀπὸ κριθῆς. | |
1 | Τίς πόθεν εἶς, Διόνυσε; μὰ γὰρ τὸν ἀληθέα Βάκχον οὔ ς’ ἐπιγιγνώσκω· τὸν Διὸς οἶδα μόνον. Κεῖνος νέκταρ ὄδωδε, σὺ δὲ τράγου· ἦ ῥά [νύ] σε Κελτοὶ τῇ πενίῃ βοτρύων τεῦξαν ἀπ’ ἀσταχύων. | |
5 | Τῷ σε χρὴ καλέειν Δημήτριον, οὐ Διόνυσον, πυρογενῆ μᾶλλον καὶ βρόμον, οὐ Βρόμιον. | |
169(t1) | Ἰουλιανοῦ τοῦ παραβάτου | |
t2 | εἰς τὸν παρόντα Ὁμηρικὸν στίχον (α 329, λ 446 etc.) | |
t3 | ἓξ πόδας ἔχοντα, ὧν οἱ τρεῖς εἰσι δάκτυλοι. | |
1 | «Κούρη Ἰκαρίοιο περίφρων Πηνελόπεια» ἓξ ποσὶν ἐμβεβαυῖα τριδάκτυλος ἐξεφαάνθη. | |
170(t) | Ἰουλιανοῦ τοῦ παραβάτου. | |
1 | Ὡς ἐθέλει τὸ φέρον σε φέρειν, φέρου· ἢν δ’ ἀπιθήσῃς, | |
καὶ σαυτὸν βλάψεις, καὶ τὸ φέρον σε φέρει. | 216 | |
170b(t) | Ἄλλοι τοῦ αὐτοῦ. | |
1 | Ζεῦ βασιλεῦ, τὰ μὲν ἐσθλὰ καὶ εὐχομένοις καὶ ἀνεύκτοις ἄμμι δίδου· τὰ δὲ λυγρὰ καὶ εὐχομένων ἀπερύκοις. | |
176(t) | Ἰουλιανὸς πρὸς δῆμον εὐφημήσαντα ἐν τῷ Τυχαίῳ. | |
1 | Εἰ μὲν εἰς τὸ θέατρον λαθὼν εἰσῆλθον, εὐφημεῖτε· εἰ δὲ εἰς τὰ ἱερά, τὴν ἡσυχίαν ἄγετε καὶ μετενέγκατε ὑμῶν τὰς εὐφημίας εἰς τοὺς θεούς· μᾶλλον δὲ οἱ θεοὶ τῶν εὐφη‐ μιῶν οὐ χρῄζουσιν. | |
177(t) | Πρὸς ζωγράφον. | |
1 | Εἰ μὲν μὴ εἶχον καὶ ἐχαρίσω μοι, συγγνώμης ἦσθα ἄξιος· εἰ δὲ εἶχον μέν, οὐκ ἐχρησάμην δέ, τοὺς θεοὺς ἔφερον, μᾶλλον δὲ ὑπὸ τῶν θεῶν ἐφερόμην. Σύ μοι ἀλλό‐ τριον σχῆμα πῶς ἐδίδους, ἑταῖρε; οἷόν με εἶδες, τοιοῦτον | |
5 | καὶ γράψον. | |
178(t) | Πρὸς τριβοῦνον Εὐθυμέλην. | |
1 | Ἡδονὴ βασιλεῖ πόλεμος. | 217 |