TLG 2003 006 :: Flavius Claudius JULIANUS Imperator :: Θεμιστίῳ φιλοσόφῳ

Flavius Claudius JULIANUS Imperator Phil., Imperator, vel Julianus Apostata
(Constantinopolitanus: A.D. 4)

Θεμιστίῳ φιλοσόφῳ

Source: Rochefort, G. (ed.), L’empereur Julien. Oeuvres complètes, vol. 2.1. Paris: Les Belles Lettres, 1963: 12–30.

Citation: Section — (line)

1

Ἐγώ σοι βεβαιῶσαι μέν, ὥσπερ οὖν γράφεις, τὰς ἐλπίδας καὶ σφόδρα εὔχομαι, δέδοικα δὲ μὴ διαμάρτω, μείζονος οὔσης τῆς ὑποσχέσεως, ἣν ὑπὲρ ἐμοῦ πρός τε τοὺς ἄλλους ἅπαντας καὶ ἔτι μᾶλλον πρὸς ἑαυτὸν ποιῇ·
5καί μοι πάλαι μὲν οἰομένῳ πρός τε τὸν Ἀλέξανδρον καὶ τὸν Μάρκον, καὶ εἴ τις ἄλλος γέγονεν ἀρετῇ διαφέρων, εἶναι τὴν ἅμιλλαν φρίκη τις προσῄει καὶ δέος θαυμαστόν, μὴ τοῦ μὲν ἀπολείπεσθαι παντελῶς τῆς ἀνδρείας δόξω, τοῦ δὲ τῆς τελείας ἀρετῆς οὐδὲ ἐπ’ ὀλίγον ἐφίκωμαι. Εἰς
10ταῦτα ἀφορῶν ἀνεπειθόμην τὴν σχολὴν ἐπαινεῖν, καὶ τῶν ἀττικῶν διηγημάτων αὐτός τε ἡδέως ἐμεμνήμην καὶ τοῖς φίλοις ὑμῖν προσᾴδειν ἠξίουν, ὥσπερ οἱ τὰ βαρέα φορτία φέροντες ἐν ταῖς ὁδοῖς ἐπικουφίζουσιν αὑτοῖς τὴν ταλαι‐ πωρίαν. Σὺ δέ μοι νῦν μεῖζον ἐποίησας διὰ τῆς ἔναγχος
15ἐπιστολῆς τὸ δέος καὶ τὸν ἀγῶνα τῷ παντὶ χαλεπώτερον
ἔδειξας, ἐν ταύτῃ παρὰ τοῦ θεοῦ τετάχθαι με τῇ μερίδι λέγων, ἐν ᾗ πρότερον Ἡρακλῆς καὶ Διόνυσος ἐγενέσθην φιλοσοφοῦντες ὁμοῦ καὶ βασιλεύοντες καὶ πᾶσαν σχεδὸν τῆς ἐπιπολαζούσης κακίας ἀνακαθαιρόμενοι γῆν τε καὶ12
20θάλατταν. Κελεύεις δὲ πᾶσαν ἀποσεισάμενον σχολῆς ἔννοιαν καὶ ῥᾳστώνην σκοπεῖν ὅπως τῆς ὑποθέσεως ἀξίως ἀγωνιούμεθα· εἶτα ἐπ’ αὐτοῖς τῶν νομοθετῶν ἁπάντων μέμνησαι, Σόλωνος, Πιττακοῦ, Λυκούργου, καὶ τούτων ἁπάντων μείζονα χρῆναι παρ’ ἡμῶν λέγεις τοὺς ἀνθρώ‐
25πους ἐν δίκῃ νῦν περιμένειν.

2

Τούτοις ἐγὼ τοῖς λόγοις ἐντυχὼν ἐξεπλάγην μικροῦ· σοὶ μὲν γὰρ ὑπελάμβανον οὐδαμῶς θεμιτὸν κολακεύειν ἢ ψεύδεσθαι, ἐμαυτῷ δὲ συνειδὼς φύσεως μὲν ἕνεκα διαφέρον οὐδὲν οὔτε ἐξ ἀρχῆς οὔτε νῦν ὑπάρξαν, φιλοσοφίας δὲ
5ἐρασθέντι μόνον·
«τὰς γὰρ ἐν μέσῳ σιγῶ τύχας», αἵ μοι τὸν ἔρωτα τοῦτον ἀτελῆ τέως ἐφύλαξαν· οὐκ εἶχον οὖν ὅτι χρὴ περὶ τῶν τοιούτων λόγων συμβαλεῖν, ἕως ἐπὶ νοῦν ἤγαγεν ὁ θεός, μή ποτε ἄρα προτρέπειν ἐθέλεις διὰ τῶν
10ἐπαίνων καὶ τῶν ἀγώνων δεῖξαι τὸ μέγεθος, οἷς ἀνάγκη πᾶσα τὸν ἐν πολιτείᾳ ζῶντα παραβεβλῆσθαι τὸν ἅπαντα χρόνον. Τοῦτο δὲ ἀποτρέποντός ἐστι πλέον ἢ πρὸς τὸν 〈τοιοῦτον〉 βίον παρορμῶντος· ὥσπερ γὰρ εἴ τις τὸν πορθμὸν τὸν παρ’ ὑμῖν πλέων καὶ οὐδὲ τοῦτον ῥᾳδίως οὐδὲ εὐκόλως
15ὑφιστάμενος ἀκούει παρά του μαντικὴν ἐπαγγελλομένου τέχνην, ὡς χρεὼν αὐτὸν τὸν Αἰγαῖον ἀναμετρῆσαι καὶ τὸν
Ἰόνιον καὶ τῆς ἔξω θαλάσσης ἅψασθαι, καί· «Νῦν μὲν ὁρᾷς», ὁ προφήτης λέγοι, «τείχη καὶ λιμένας, ἐκεῖ δὲ γενόμενος οὐδὲ σκοπιὰν οὐδὲ πέτραν ὄψει, ἀλλ’ ἀγαπήσεις13
20καὶ ναῦν πόρρωθεν κατιδὼν προσειπεῖν τοὺς ἐμπλέοντας, καὶ τῆς γῆς ὀψέ ποτε ἁψάμενος, τῷ θεῷ πολλάκις 〈προ‐ σεύξει〉, πρὸς αὐτῷ γοῦν τῷ τέλει τοῦ βίου τυχεῖν ὅρμου καὶ τήν τε ναῦν σώαν παραδοῦναι καὶ τοὺς ἐμπλέοντας ἀπαθεῖς τοῖς οἰκείοις κακῶν παραστῆσαι καὶ τὸ σῶμα τῇ
25μητρὶ γῇ δοῦναι, τοῦτο δὲ ἐσόμενον ἴσως ἄδηλον ἔσται σοι μέχρι τῆς τελευταίας ἐκείνης ἡμέρας·» ἆρ’ οἴει τούτων ἀκούσαντα τῶν λόγων ἐκεῖνον πόλιν γοῦν οἰκεῖν ἑλέσθαι πλησίον θαλάσσης, οὐχὶ δὲ χαίρειν εἰπόντα πλούτῳ καὶ τοῖς ἐξ ἐμπορίας ἀγαθοῖς περιγιγνομένοις, γνωρίμων πολ‐
30λῶν, ξενικῆς φιλίας, ἱστορίας ἐθνῶν καὶ πόλεων ὑπερι‐ δόντα σοφὸν ἀποφαίνειν τὸν τοῦ Νεοκλέους, ὃς κελεύει «λαθεῖν βιώσαντα»; Καὶ σὺ δὲ ἔοικας τοῦτο καταμαθὼν προκαταλαμβάνειν ἡμᾶς ταῖς εἰς τὸν Ἐπίκουρον λοιδορίαις καὶ προεξαίρειν τὴν τοιαύτην γνώμην. Φὴς γάρ που σχολὴν
35ἐπαινεῖν ἀπράγμονα καὶ διαλέξεις ἐν περιπάτοις προσή‐ κειν [ἐν] ἐκείνῳ· ἐγὼ δὲ ὅτι μὲν οὐ καλῶς Ἐπικούρῳ ταῦτα ἐδόκει, πάλαι καὶ σφόδρα πείθομαι· εἰ δὲ πάνθ’ ὅντινα οὖν ἐπὶ πολιτείαν προτρέπειν ἄξιον, καὶ τὸν ἧττον πεφυκότα καὶ τὸν οὔπω τελέως δυνάμενον, ἐπὶ πλεῖστον ἴσως διαπο‐
40ρῆσαι χρή· λέγουσι γάρ τοι καὶ τὸν Σωκράτη πολλοὺς μὲν
οὐ σφόδρα ἔχοντας ἀπαγαγεῖν τοῦ βήματος, Γλαύκωνα δὲ ἐκεῖνον, ὡς Ξενοφῶν λέγει, καὶ τὸν τοῦ Κλεινίου παῖδα πειραθῆναι μὲν ἐπισχεῖν, οὐ δυνηθῆναι δὲ περιγενέσθαι τοῦ νεανίσκου τῆς ὁρμῆς.14

3

Ἡμεῖς δὲ καὶ ἄκοντας καὶ ξυνιέντας αὐτῶν προσα‐ ναγκάσομεν, θαρρεῖν ὑπὲρ τηλικούτων ἔργων κελεύοντες, ὧν [οὖν] οὐκ ἀρετὴ μόνον ἐστὶν οὐδὲ προαίρεσις ὀρθὴ [καὶ] κυρία, πολὺ δὲ πλέον ἡ τύχη κρατοῦσα πανταχοῦ καὶ
5βιαζομένη ῥέπειν ᾗπερ ἂν ἐθέλῃ τὰ πράγματα; Χρύσιππος δὲ ἐῴκει τὰ μὲν ἄλλα σοφὸς εἶναι καὶ νομισθῆναι δικαίως, ἀγνοήσας δὲ τὴν τύχην καὶ τὸ αὐτόματον καί τινας ἄλλας αἰτίας τοιαύτας ἔξωθεν τοῖς πρακτικοῖς παρεμπιπτούσας οὐ σφόδρα ὁμολογούμενα λέγει οἷς ὁ χρόνος ἡμᾶς διὰ
10μυρίων ἐναργῶς διδάσκει παραδειγμάτων. Ποῦ γὰρ εὐτυχῆ καὶ μακάριον Κάτωνα φήσομεν; Ποῦ δὲ Δίωνα τὸν Σικε‐ λιώτην εὐδαίμονα; Οἷς τοῦ μὲν ἀποθανεῖν ἔμελεν ἴσως οὐδέν, τοῦ δὲ μὴ λείπειν ἀτελεῖς τὰς πράξεις, ἐφ’ ἃς ἐξ ἀρχῆς ὥρμησαν, καὶ σφόδρα ἔμελε, καὶ πάντα ἂν εἵλαντο
15παθεῖν ὑπὲρ τούτου. Σφαλέντες δὲ ἐπ’ ἐκείνοις εἰ μὲν εὐσχημόνως ἔφερον, ὥσπερ οὖν λέγεται, τὴν τύχην οὐκ ὀδυνώμενοι, παραμυθίαν ἔσχον ἐκ τῆς ἀρετῆς οὐ μικράν, εὐδαίμονες δὲ οὐκ ἂν λέγοιντο τῶν καλλίστων πράξεων διημαρτηκότες, πλὴν ἴσως διὰ τὴν στωϊκὴν ἔνστασιν· πρὸς
20ἣν ῥητέον, ὡς οὐ ταὐτόν ἐστιν ἐπαινεῖσθαι καὶ μακαρί‐
ζεσθαι, καὶ εἰ φύσει τὸ ζῷον εὐδαιμονίας ὀρέγεται, κρεῖττον εἶναι τὸ κατ’ ἐκείνην μακαριστὸν τέλος τοῦ κατ’ ἀρετὴν ἐπαινετοῦ μαντευομένου.15

4

Ἥκιστα δὲ φιλεῖ τῆς εὐδαιμονίας ἡ βεβαιότης τῇ Τύχῃ πιστεύειν, καὶ τοὺς ἐν πολιτείᾳ ζῶντας οὐκ ἔνεστιν ἄνευ ταύτης ἀναπνεῖν τὸ δὴ λεγόμενον, πλὴν εἴ τις τὸν βασιλέα καὶ στράτηγον λέγοι, καθάπερ οἱ τὰς ἰδέας εἴτε
5ἀληθῶς θεωροῦντες εἴτε καὶ ψευδῶς ξυντιθέντες ἐν τοῖς ἀσωμάτοις καὶ νοητοῖς, ἱδρῦσθαί που τῶν τυχαίων ὑπεράνω πάντων, ἢ τὸν Διογένους ἐκεῖνον
«Ἄπολιν, ἄοικον, πατρίδος ἐστερημένον», οὐκ ἔχοντα μὲν εἰς ὅτι παρ’ αὐτῆς εὖ πάθῃ καὶ τοὐναν‐
10τίον ἐν τίνι σφαλῇ· τοῦτον δὲ ὃν ἡ συνήθεια καλεῖν εἴωθε καὶ Ὅμηρος πρῶτος,
«Ὧι λαοί τ’ ἐπιτετράφαται καὶ τόσσα μέμηλεν», πῶς ἄν τις ἔξω τύχης ἀπαγαγὼν τὴν θέσιν φυλάσσοι; Πάλιν δὲ αὐτὸν ὑποτιθεὶς ταύτῃ πόσης αὐτῷ δεῖν οἰήσεται
15τῆς παρασκευῆς καὶ φρονήσεως πηλίκης 〈ὥστε〉 τὰς ἐφ’ ἑκάτερα ῥοπάς, καθάπερ πνεύματος κυβερνήτην, εὐσχη‐ μόνως φέρειν; Οὐκ ἔστι θαυμαστὸν ἀντιτάξασθαι προσπο‐ λεμούσῃ μόνον αὐτῇ, πολὺ δὲ θαυμασιώτερον τῶν ὑπαρ‐ ξάντων παρ’ αὐτῆς ἀγαθῶν ἄξιον φανῆναι. Τούτοις ὁ16
20μέγιστος ἑάλω βασιλεὺς ὁ τὴν Ἀσίαν καταστρεψάμενος Δαρείου καὶ Ξέρξου, χαλεπώτερος καὶ μᾶλλον ἀλαζὼν φανείς, ἐπειδὴ τῆς ἐκείνων ἀρχῆς κατέστη κύριος, τούτοις ἁλόντες τοῖς βέλεσιν ἄρδην ἀπώλοντο Πέρσαι, Μακεδόνες, ὁ τῶν Ἀθηναίων δῆμος, Συρακούσιοι, τὰ Λακεδαιμονίων
25τέλη, Ῥωμαίων στρατηγοὶ καὶ ἐπ’ αὐτοῖς αὐτοκράτορες μυρίοι. Πολὺ μῆκος ἂν γένοιτο πάντας ἀπαριθμουμένῳ τοὺς διὰ πλοῦτον καὶ νίκας καὶ τρυφὴν ἀπολομένους· ὅσοι δὲ ὑπὸ τῶν δυσπραγιῶν ἐπικλυσθέντες δοῦλοι μὲν ἀντ’ ἐλευθέρων, ταπεινοὶ δὲ ἀντὶ γενναίων καὶ σφόδρα εὐτελεῖς
30ἀντὶ τῶν πρόσθεν σεμνῶν ἅπασιν ὤφθησαν, τί με χρὴ νῦν ὥσπερ ἐκ δέλτου μεταγράφοντα καταλέγειν; Εἰ γὰρ ὤφελεν ὁ τῶν ἀνθρώπων βίος ἀπορεῖν παραδειγμάτων τοιούτων· ἀλλ’ οὔτε ἐστὶν οὔτ’ ἂν γένοιτό ποτε τῶν τοιούτων ἐνδεὴς παραδειγμάτων, ἕως ἂν τὸ τῶν ἀνθρώπων διαμένῃ γένος.

5

Ὅτι δὲ οὐκ ἐγὼ μόνος τὴν τύχην ἐπὶ πλεῖστον ἐν τοῖς πρακτέοις κρατεῖν νενόμικα, λέγοιμ’ ἂν ἤδη σοι τὰ τοῦ Πλάτωνος ἐκ τῶν θαυμασίων Νόμων, εἰδότι μὲν καὶ διδάξαντί με, ἀπόδειξιν δὲ ὥσπερ τοῦ μὴ ῥᾳθυμεῖν ποιού‐
5μενος παραγέγραφά σοι τὴν ῥῆσιν ὧδέ πως ἔχουσαν· «Θεὸς μὲν πάντα καὶ μετὰ θεοῦ τύχη καὶ καιρὸς τὰ
ἀνθρώπινα διακυβερνῶσι ξύμπαντα. Ἡμερώτερον μὴν τού‐ τοις συγχωρῆσαι τρίτον δεῖν ἕπεσθαι τέχνην.» Εἶτα ὁποῖον εἶναι χρὴ τὸν τεχνίτην καὶ δημιουργὸν τῶν καλῶν πράξεων17
10καὶ βασιλέα θεῖον ὑπογράφων· «Γινώσκων ὁ Κρόνος ἄρα, καθάπερ ἡμεῖς, φησί, διεληλύθαμεν, ὡς ἀνθρωπεία φύσις οὐδαμῇ οὐδεμία ἱκανὴ τὰ ἀνθρώπινα διοικοῦσα αὐτοκράτωρ πάντα μὴ οὐχ ὕβρεώς τε καὶ ἀδικίας μεστοῦσθαι, ταῦτ’ οὖν διανοούμενος ἐφίστη τότε βασιλέας καὶ ἄρχοντας ταῖς
15πόλεσιν ἡμῶν οὐκ ἀνθρώπους, ἀλλὰ γένους θειοτέρου καὶ ἀμείνονος δαίμονας, οἷον νῦν ἡμεῖς δρῶμεν τοῖς ποιμνίοις καὶ ὅσων ἡμεροί εἰσιν ἀγέλαι· οὐ βοῦς βοῶν οὐδὲ αἶγας αἰγῶν ἄρχοντας ποιοῦμεν αὐτοῖς τινας, ἀλλ’ ἡμεῖς αὐτῶν δεσπόζομεν, ἄμεινον ἐκείνων γένος. Ταὐτὸν δὴ καὶ ὁ θεὸς
20φιλάνθρωπος ὢν τὸ γένος ἄμεινον ἡμῶν ἐφίστη τὸ τῶν δαιμόνων, ὃ διὰ πολλῆς μὲν αὐτοῖς ῥᾳστώνης, διὰ πολλῆς δ’ ἡμῖν, ἐπιμελόμενον ἡμῶν, εἰρήνην τε καὶ αἰδῶ καὶ δὴ ἀφθονίαν δίκης παρεχόμενον, ἀστασίαστα καὶ εὐδαίμονα τὰ τῶν ἀνθρώπων ἀπειργάζετο γένη. Λέγει δὴ καὶ νῦν
25οὗτος ὁ λόγος ἀληθείᾳ χρώμενος, ὅσων πόλεων μὴ θεός, ἀλλά τις ἄρχει θνητός, οὐκ ἔστι κακῶν αὐτοῖς οὐδὲ πόνων ἀνάψυξις· ἀλλὰ μιμεῖσθαι δεῖν ἡμᾶς οἴεται πάσῃ μηχανῇ τὸν ἐπὶ τοῦ Κρόνου λεγόμενον βίον, καὶ ὅσον ἐν ἡμῖν ἀθανασίας ἔνεστι, τούτῳ πειθομένους δημο‐
30σίᾳ καὶ ἰδίᾳ τάς τε οἰκήσεις καὶ τὰς πόλεις διοικεῖν, τὴν τοῦ νοῦ διανομὴν ὀνομάζοντας νόμον. Εἰ δὲ ἄνθρωπος εἷς ἢ ὀλιγαρχία τις ἢ δημοκρατία ψυχὴν ἔχουσα ἡδονῶν καὶ ἐπιθυμιῶν ὀρεγομένην καὶ πληροῦσθαι τούτων δεομένην ἄρξει δὴ πόλεώς τινος ἢ ἰδιώτου καταπατήσας τοὺς18
35νόμους, οὐκ ἔστι σωτηρίας μηχανή.» Ταύτην ἐγώ σοι τὴν ῥῆσιν ἐξεπίτηδες ὅλην παρέγραψα, μή με κλέπτειν ὑπο‐ λάβῃς καὶ κακουργεῖν μύθους ἀρχαίους προφέροντα, τυχὸν μὲν ἐμφερῶς, οὐ μὴν ἀληθῶς πάντη ξυγκειμένους. Ἀλλ’ ὅ γε ἀληθὴς ὑπὲρ αὐτῶν λόγος τί φησιν; Ἀκούεις ὅτι, κἂν
40ἄνθρωπός τις ᾖ τῇ φύσει, θεῖον εἶναι χρὴ τῇ προαιρέσει καὶ δαίμονα, πᾶν ἅπλως ἐκβαλόντα τὸ θνητὸν καὶ θηριῶδες τῆς ψυχῆς, πλὴν ὅσα ἀνάγκη διὰ τὴν τοῦ σώματος παρα‐ μένειν σωτηρίαν. Ταῦτα εἴ τις ἐννοῶν δέδοικεν ἐπὶ τηλι‐ κοῦτον ἑλκόμενος βίον, ἆρά σοι φαίνεται τὴν ἐπικούρειον
45θαυμάζειν ἀπραγμοσύνην καὶ τοὺς κήπους καὶ τὸ προάσ‐ τειον τῶν Ἀθηνῶν καὶ τὰς μυρρίνας καὶ τὸ Σωκράτους δωμάτιον; Ἀλλ’ οὐκ ἔστιν ὄπου γε ἐγὼ ταῦτα προτιμήσας τῶν πόνων ὤφθην.

6

Ἥδιστα ἄν σοι τοὺς ἐμαυτοῦ πόνους διεξῆλθον καὶ τὰ ἐπικρεμασθέντα παρὰ τῶν φίλων καὶ ξυγγενῶν, ὅτε τῆς παρ’ ὑμῖν ἠρχόμην παιδείας, δείματα, εἰ μὴ σφόδρα αὐτὸς
ἠπίστασο. Τὰ δὲ ἐν Ἰωνίᾳ πρὸς τὸν καὶ γένει προσήκοντα19
5καὶ φιλίᾳ μᾶλλον οἰκεῖον ὄντα μοι πραχθέντα πρότερον ὑπὲρ ἀνδρὸς ξένου μικρὰ παντελῶς γνωρίμου μοι γενομένου, τοῦ σοφιστοῦ φημί, λέληθεν οὐδέν σε. Ἀποδημίας δὲ οὐχ ὑπέστην τῶν φίλων ἕνεκα; Καίτοι Καρτερίῳ μὲν οἶσθ’ ὅπως συνηράμην πρὸς τὸν ἑταῖρον ἡμῖν ἀφικόμενος Ἀρά‐
10ξιον ἄκλητος, ὑπὲρ αὐτοῦ δεησόμενος· ὑπὲρ δὲ τῶν τῆς θαυμασίας Ἀρετῆς κτημάτων καὶ ὧν ἐπεπόνθει παρὰ τῶν γειτόνων οὐκ εἰς τὴν Φρυγίαν τὸ δεύτερον ἀφικόμην ἐν οὐδὲ ὅλοις μησὶ δύο, ἀσθενοῦς ἤδη μοι παντελῶς ὄντος τοῦ σώματος διὰ τὴν ἐπιγενομένην ὑπὸ τῆς πρότερον κακο‐
15παθείας ἀρρωστίαν; Ἀλλὰ δὴ τὸ τελευταῖον πρὸ τῆς εἰς τὴν Ἑλλάδα διαγενομένης ἡμῖν ἀφίξεως, ὅτε περὶ τῶν ἐσχάτων, ὡς ἂν εἴποιεν οἱ πολλοί, κινδυνεύων ἐγὼ τῷ στρατοπέδῳ παρέμενον, ὁποίας ἔγραφον ἐπιστολὰς πρὸς σέ, νῦν ὑπομνήσθητι, μήποτε ὀδυρμῶν πλήρεις, μήτι
20μικρὸν ἢ ταπεινὸν ἢ λίαν ἀγεννὲς ἐχούσας· ἀπιὼν δὲ ἐπὶ τὴν Ἑλλάδα πάλιν, ὅτε με φεύγειν ἐνόμιζον πάντες, οὐχ ὡς ἐν ἑορτῇ τῇ μεγίστῃ τὴν τύχην ἐπαινῶν ἡδίστην ἔφην εἶναι τὴν ἀμοιβὴν ἐμοὶ καὶ τὸ δὴ λεγόμενον
«Χρύσεα χαλκείων, ἑκατόμβοι’ ἐννεαβοίων»
25ἔφην ἀντηλλάχθαι; Οὕτως ἀντὶ τῆς ἐμαυτοῦ ἑστίας τὴν Ἑλλάδα λαχὼν ἐγαννύμην, οὐκ ἀγρόν, οὐ κῆπον, οὐ δωμά‐ τιον ἐκεῖ κεκτημένος. Ἀλλὰ ἴσως ἔοικα ἐγὼ τὰς μὲν δυσπραγίας οὐκ ἀγεννῶς φέρειν, πρὸς δὲ τὰς παρὰ τῆς
τύχης δωρεὰς ἀγεννής τις εἶναι καὶ μικρός, ὅς γε ἀγαπῶν20
30τὰς Ἀθήνας μᾶλλον τοῦ νῦν περὶ ἡμᾶς ὄγκου, τὴν σχολὴν δήπουθεν ἐκείνην ἐπαινῶν, διὰ δὲ τὸ πλῆθος τῶν πράξεων τοῦτον αἰτιώμενος τὸν βίον;

7

Ἀλλὰ μή ποτε χρὴ περὶ ἡμῶν ἄμεινον κρίνειν, οὐκ εἰς ἀπραξίαν καὶ πρᾶξιν βλέποντας, μᾶλλον δὲ εἰς τὸ «Γνῶθι σαυτὸν» καὶ τὸ
«Ἔρδοι δ’ ἕκαστος ἥντιν’ εἰδείη τέχνην».
5Μεῖζον ἔμοιγε φαίνεται τὸ βασιλεύειν ἢ κατ’ ἄνθρωπον καὶ φύσεως δεῖσθαι δαιμονιωτέρας βασιλεύς, ὥσπερ οὖν καὶ Πλάτων ἔλεγε· καὶ νῦν Ἀριστοτέλους εἰς ταὐτὸ συντείνοντα παραγράψω λόγον, οὐ γλαῦκα Ἀθηναίοις ἄγων, ἀλλ’ ὅτι μὴ παντάπασιν ἀμελῶν τῶν ἐκείνου λόγων ἐπι‐
10δεικνύμενος· φησὶ δὲ ὁ ἀνὴρ ἐν τοῖς πολιτικοῖς συγγράμ‐ μασιν· «Εἰ δὲ δή τις ἄριστον θείη τὸ βασιλεύεσθαι ταῖς πόλεσι, πῶς ἕξει τὰ περὶ τῶν τέκνων; Πότερον καὶ τὸ γένος δεῖ βασιλεύειν; Ἀλλὰ γιγνομένων ὁποῖοί τινες ἔτυχον, βλαβερόν. Ἀλλὰ οὐ παραδώσει κύριος ὢν 〈τοῖσ〉
15τέκνοις; Ἀλλ’ οὐκ ἔτι ῥᾴδιον τοῦτο πιστεῦσαι· χαλεπὸν γὰρ καὶ μείζονος ἀρετῆς ἢ κατ’ ἀνθρωπίνην φύσιν.» Ἑξῆς δὲ περὶ τοῦ κατὰ νόμον λεγομένου βασιλέως
διεξελθών, ὃς ἐστὶν ὑπηρέτης καὶ φύλαξ τῶν νόμων, καὶ τοῦτον οὐδὲ βασιλέα καλῶν, οὐδὲ τὸ τοιοῦτον εἶδος 〈βασι‐21
20λείαν〉 οἰόμενος, προστίθησι· «Περὶ δὲ τῆς παμβασιλείας καλουμένης, αὕτη δὲ ἐστὶ καθ’ ἣν ἄρχει πάντων κατὰ τὴν αὑτοῦ βούλησιν ὁ βασιλεύς, δοκεῖ τισιν οὐδὲ [τὸ] κατὰ φύσιν εἶναι τὸ κύριον ἕνα πάντων εἶναι τῶν πολιτῶν· τοῖς γὰρ ὁμοίοις φύσει τὸ αὐτὸ δίκαιον ἀναγκαῖον εἶναι.» Εἶτα
25μετ’ ὀλίγον φησίν· «Ὁ μὲν οὖν τὸν νόμον κελεύων ἄρχειν 〈δοκεῖ κελεύειν ἄρχειν〉 τὸν θεὸν καὶ τὸν νοῦν μόνους· ὁ δὲ ἄνθρωπον κελεύων προστίθησι καὶ θηρία· ἥ τε γὰρ ἐπιθυμία τοῦτον καὶ ὁ θυμὸς διαστρέφει καὶ τοὺς ἀρίστους ἄνδρας· διόπερ ἄνευ ὀρέξεως νοῦς ὁ νόμος ἐστίν.» Ὁρᾷς, ὁ φιλό‐
30σοφος ἔοικεν ἐνταῦθα σαφῶς ἀπιστοῦντι καὶ κατεγνωκότι τῆς ἀνθρωπίνης φύσεως. Φησὶ γὰρ οὕτω ῥήματι τοῦτο λέγων, οὐδεμίαν ἀξιόχρεων εἶναι φύσιν ἀνθρωπίνην πρὸς τοσαύτην τύχης ὑπεροχήν· οὔτε γὰρ τῶν παίδων τὸ κοινῇ τοῖς πολίταις συμφέρον προτιμᾶν ἄνθρωπόν γε ὄντα ῥᾴδιον
35ὑπολαμβάνει, καὶ πολλῶν ὁμοίων ἄρχειν οὐ δίκαιον εἶναί φησι, καὶ τέλος ἐπιθεὶς τὸν κολοφῶνα τοῖς ἔμπροσθεν λόγοις νόμον μὲν εἶναί φησι τὸν νοῦν χωρὶς ὀρέξεως, ᾧ μόνῳ τὰς πολιτείας ἐπιτρέπειν χρῆναι, ἀνδρῶν δὲ οὐδενί. Ὁ γὰρ ἐν αὐτοῖς νοῦς, κἂν ὦσιν ἀγαθοί, συμπέ‐
40πλεκται θυμῷ καὶ ἐπιθυμίᾳ, θηρίοις χαλεπωτάτοις.22

8

Ταῦτα ἐμοὶ δοκεῖ τοῖς τοῦ Πλάτωνος ἄκρως ὁμολο‐ γεῖν, πρῶτον μὲν ὅτι κρείττονα χρὴ τῶν ἀρχομένων εἶναι τὸν ἄρχοντα, 〈ἔπειτ’〉 οὐκ ἐπιτηδεύσει μόνον, ἀλλὰ καὶ φύσει διαφέροντα, ὅπερ εὑρεῖν ἐν ἀνθρώποις οὐ
5ῥᾴδιον, καὶ τρίτον ὅτι πάσῃ μηχανῇ κατὰ δύναμιν νόμοις προσεκτέον οὐκ ἐκ τοῦ παραχρῆμα κειμένοις οὐδὲ ὡς ἔοικε νῦν τεθεῖσιν ὑπ’ ἀνδρῶν οὐ πάντη κατὰ νοῦν βεβιωκότων, ἀλλ’ ὅστις μᾶλλον τὸν νοῦν καθαρθεὶς καὶ τὴν ψυχὴν οὐκ εἰς τὰ παρόντα ἀφορῶν ἀδικήματα οὐδὲ εἰς τὰς παρε‐
10στώσας τύχας τίθησι τοὺς νόμους, ἀλλὰ τὴν τῆς πολι‐ τείας φύσιν καταμαθὼν καὶ τὸ δίκαιον ὅ 〈τι〉 ἐστι τῇ φύσει καὶ ποταπόν ἐστι τἀδίκημα τεθεαμένος τῇ φύσει, εἶθ’ ὅσα δυνατόν ἐστιν ἐκεῖθεν ἐνταῦθα μεταφέρων καὶ τιθεὶς νόμους τοῖς πολίταις κοινούς, οὔτε εἰς φιλίαν οὔτε εἰς ἔχθραν
15ἀφορῶν οὔτε εἰς γείτονα καὶ ξυγγενῆ· κρεῖσσον δέ, εἰ μηδὲ τοῖς καθ’ ἑαυτὸν ἀνθρώποις, ἀλλὰ τοῖς ὕστερον ἢ ξένοις γράψας ἀποπέμποι νόμους, ἔχων γε οὐδὲν οὐδὲ ἐλπίζων πρὸς αὐτοὺς ἕξειν ἰδιωτικὸν συνάλλαγμα. Ἐπεὶ καὶ τὸν Σόλωνα τὸν σοφὸν ἀκούω μετὰ τῶν φίλων συμβουλευσά‐
20μενον ὑπὲρ τῆς τῶν χρεῶν ἀναιρέσεως τοῖς μὲν εὐπορίας ἀφορμήν, αὑτῷ δὲ αἰσχύνης αἰτίαν παρασχεῖν, καὶ ταῦτα τῷ πολιτεύματι τὸν δῆμον ἐλευθερώσαντα. Οὕτως οὐ ῥᾴδιόν ἐστι τὰς τοιαύτας ἐκφυγεῖν κῆρας, κἂν τὸν αὑτοῦ νοῦν παράσχῃ τις ἀπαθῆ πρὸς τὴν πολιτείαν.

9

Ἃ δεδιὼς ἐγὼ πολλάκις εἰκότως ἐπαινῶ τὸν ἔμ‐ προσθεν βίον, καὶ σοὶ πειθόμενος μάλιστα ταῦτα ἐγὼ
διανοοῦμαι, οὐχ ὅτι μοι τὸν ζῆλον πρὸς ἐκείνους μόνον ἔφης προκεῖσθαι τοὺς ἄνδρας, Σόλωνα καὶ Λυκοῦργον καὶ23
5Πιττακόν, ἀλλὰ καὶ ὅτι μεταβῆναί με ἔφης ἐκ τῆς ὑπο‐ στέγου φιλοσοφίας πρὸς τὴν ὑπαίθριον· ὥσπερ οὖν, εἰ τῷ χαλεπῶς καὶ μόλις ὑγιείας ἕνεκα τῆς αὐτοῦ γυμναζομένῳ μετρίως οἴκαδε προύλεγες ὅτι· «Νῦν ἥκεις εἰς Ὀλυμπίαν καὶ μεταβέβηκας ἐκ τῆς ἐν τῷ δωματίῳ παλαίστρας ἐπὶ τὸ
10στάδιον τοῦ Διός, οὗ θεατὰς ἕξεις τούς τε ἁπανταχόθεν Ἕλληνας καὶ πρώτους γε τοὺς σαυτοῦ πολίτας, ὑπὲρ ὧν ἀγωνίζεσθαι χρή, τινὰς δὲ καὶ τῶν βαρβάρων, οὓς ἐκπλῆξαι χρεών, φοβερωτέραν αὐτοῖς τὴν πατρίδα, τό γε εἴς σε νῦν ἧκον, ἐπιδείξαντα»· κατέβαλες ἂν εὐθέως καὶ τρέμειν
15ἐποίησας πρὸ τῆς ἀγωνίας· οὕτω κἀμὲ νῦν νόμιζε διατε‐ θῆναι τοῖς τοιούτοις λόγοις. Καὶ περὶ μὲν τούτων εἴτε ὀρθῶς ἔγνωκα νῦν εἴτε ἐν μέρει σφάλλομαι τοῦ προσή‐ κοντος εἴτε καὶ πάντως διαμαρτάνω, διδάξεις αὐτίκα μάλα.

10

Ὑπὲρ δὲ ὧν ἀπορῆσαί μοι πρὸς τὴν ἐπιστολὴν τὴν σὴν παρέστη, ὦ φίλη κεφαλὴ καὶ πάσης ἔμοιγε τιμῆς ἀξία, βούλομαι δηλῶσαι· σαφέστερον γάρ πως ὑπὲρ αὐτῶν ἐπι‐ θυμῶ μαθεῖν. Ἔφησθα ὅτι τὸν ἐν τῇ πράξει παρὰ τὸν
5φιλόσοφον ἐπαινεῖς βίον, καὶ τὸν Ἀριστοτέλη τὸν σοφὸν ἐκάλεις μάρτυρα, τὴν εὐδαιμονίαν ἐν τῷ πράττειν εὖ τιθέμενον, καὶ τὴν διαφορὰν σκοποῦντα τοῦ τε πολιτικοῦ
βίου καὶ τῆς ἐν τῇ θεωρίᾳ ζωῆς, διαπορεῖν ἄττα περὶ αὐτῶν, καὶ τὴν μὲν θεωρίαν ἐν ἄλλοις προτιμᾶν, ἐπαινεῖν24
10δὲ ἐνταῦθα «τοὺς τῶν καλῶν πράξεων ἀρχιτέκτονας». Τούτους δὲ αὐτὸς μὲν εἶναι φὴς τοὺς βασιλέας, Ἀριστο‐ τέλης δὲ εἴρηκεν οὐδαμοῦ κατὰ τὴν ὑπὸ σοῦ προστεθεῖσαν λέξιν, πλέον δὲ θάτερον ἐξ ὧν παραγέγραφας ἄν τις νοήσειε· τὸ γὰρ «Μάλιστα δὲ πράττειν λέγομεν κυρίως»
15καὶ τὸ «ἐξωτερικῶν πράξεων τοὺς ταῖς διανοίαις ἀρχι‐ τέκτονας» εἰς τοὺς νομοθέτας καὶ τοὺς πολιτικοὺς φιλο‐ σόφους καὶ πάντας ἁπλῶς τοὺς νῷ τε καὶ λόγῳ πράτ‐ τοντας, οὐχὶ δὲ εἰς τοὺς αὐτουργοὺς καὶ τῶν πολιτικῶν πράξεων ἐργάτας εἰρῆσθαι νομιστέον· οἷς οὐκ ἀπόχρη
20μόνον ἐνθυμηθῆναι καὶ κατανοῆσαι καὶ τὸ πρακτέον τοῖς ἄλλοις φράσαι, προσήκει δὲ αὐτοῖς ἕκαστα μεταχειρίζεσθαι καὶ πράττειν ὧν οἱ νόμοι διαγορεύουσι καὶ πολλάκις οἱ καιροὶ προσαναγκάζουσι, πλὴν εἰ μὴ τὸν ἀρχιτέκτονα καλοῦμεν, καθάπερ Ὅμηρος τὸν Ἡρακλέα καλεῖν εἴωθεν
25ἐν τῇ ποιήσει
«μεγάλων ἐπιίστορα ἔργων», αὐτουργότατον ἁπάντων γενόμενον. Εἰ δὲ τοῦτ’ ἀληθὲς ὑπολαμβάνομεν ἢ καὶ μόνον [τοὺς] ἐν τῷ πράττειν τὰ κοινά φαμεν εὐδαίμονας 〈τοὺσ〉 κυρίους ὄντας καὶ
30βασιλεύοντας πολλῶν, τί ποτε περὶ Σωκράτους ἐροῦμεν;
Πυθαγόραν δὲ καὶ Δημόκριτον καὶ τὸν Κλαζομένιον Ἀναξαγόραν ἴσως διὰ τὴν θεωρίαν κατ’ ἄλλο φήσεις εὐδαίμονας· Σωκράτης δὲ τὴν θεωρίαν παραιτησάμενος καὶ τὸν πρακτικὸν ἀγαπήσας βίον οὐδὲ τῆς γαμετῆς25
35ἦν τῆς αὑτοῦ κύριος οὐδὲ τοῦ παιδός· ἦπού γε δυοῖν ἢ τριῶν πολιτῶν ἐκείνῳ κρατεῖν ὑπῆρχεν; Ἆρ’ οὖν οὐκ ἦν ἐκεῖνος πρακτικός, ἐπεὶ μηδενὸς ἦν κύριος; Ἐγὼ μὲν οὖν Ἀλεξάνδρου φημὶ μείζονα τὸν Σωφρονίσκου κατεργάσασθαι, τὴν Πλάτωνος αὐτῷ σοφίαν ἀνατιθείς,
40τὴν Ξενοφῶντος στρατηγίαν, τὴν Ἀντισθένους ἀνδρείαν, τὴν Ἐρετρικὴν φιλοσοφίαν, τὴν Μεγαρικήν, τὸν Κέβητα, τὸν Σιμμίαν, τὸν Φαίδωνα, μυρίους ἄλλους· καὶ οὔπω φημὶ τὰς γενομένας ἡμῖν ἐνθὲν ἀποικίας, τὸ Λύκειον, τὴν Στοάν, τὰς Ἀκαδημίας. Τίς νυν ἐσώθη διὰ τὴν Ἀλε‐
45ξάνδρου νίκην; Τίς πόλις ἄμεινον ᾠκήθη; Τίς αὑτοῦ γέγονε βελτίων ἰδιώτης ἀνήρ; Πλουσιωτέρους μὲν γὰρ πολλοὺς ἂν εὕροις, σοφώτερον δὲ οὐδένα [καὶ] 〈οὐδὲ〉 σωφρονέστερον [οὐδὲ] αὐτὸν αὑτοῦ, εἰ μὴ καὶ μᾶλλον ἀλαζόνα καὶ ὑπε‐ ρόπτην. Ὅσοι δὲ σώζονται νῦν ἐκ φιλοσοφίας, διὰ τὸν

10

(50)

Σωκράτη σώζονται. Καὶ τοῦτο οὐκ ἐγὼ μόνος, Ἀριστο‐ τέλης δὲ πρότερον ἔοικεν ἐννοήσας εἰπεῖν, ὅτι μὴ μεῖον
αὐτῷ προσήκει φρονεῖν ἐπὶ τῇ θεολογικῇ συγγραφῇ τοῦ καθελόντος τὴν Περσῶν δύναμιν, καί μοι δοκεῖ τοῦτο ἐκεῖνος ὀρθῶς ξυννοῆσαι· νικᾶν μὲν γὰρ ἀνδρείας ἐστὶ26
55μάλιστα καὶ τῆς τύχης, κείσθω δέ, εἰ βούλει, καὶ τῆς ἐντρεχοῦς ταύτης φρονήσεως, ἀληθεῖς δὲ ὑπὲρ τοῦ θεοῦ δόξας ἀναλαβεῖν οὐκ ἀρετῆς μόνον τῆς τελείας ἔργον ἐστίν, ἀλλ’ ἐπιστήσειεν ἄν τις εἰκότως, πότερον χρὴ τὸν τοιοῦτον ἄνδρα ἢ θεὸν καλεῖν, εἰ γὰρ ὀρθῶς ἔχει
60τὸ λεγόμενον, ὅτι πέφυκεν ἕκαστον ὑπὸ τῶν οἰκείων γνωρίζεσθαι, τὴν θείαν οὐσίαν ὁ γνωρίσας νοῦς τίς ἂν εἰκότως νομίζοιτο;

11

Ἀλλ’ ἐπειδὴ πάλιν ἐοίκαμεν εἰς τὸν θεωρηματικὸν ὁρμήσαντες βίον τούτῳ παραβάλλειν τὸν πρακτικόν, ἐξ ἀρχῆς παραιτησαμένου καὶ σοῦ τὴν σύγκρισιν, αὐτῶν ἐκείνων, ὧν ἐπεμνήσθης, Ἀρείου, Νικολάου, Θρασύλλου
5καὶ Μουσωνίου μνημονεύσω· τούτων γὰρ οὐχ ὅπως τις ἦν κύριος τῆς αὑτοῦ πόλεως, ἀλλ’ ὁ μὲν Ἄρειος, ὡς φασί, καὶ διδομένην αὐτῷ τὴν Αἴγυπτον ἐπιτροπεῦσαι παρῃτή‐ σατο, Θράσυλλος δὲ Τιβερίῳ πικρῷ καὶ φύσει χαλεπῷ τυράννῳ ξυγγενόμενος, εἰ μὴ διὰ τῶν καταλειφθέντων ὑπ’
10αὐτοῦ λόγων ἀπελογήσατο, δείξας ὅστις ἦν, ὤφειλεν ἂν
εἰς τέλος αἰσχύνην ἀναπάλλακτον, οὕτως αὐτὸν οὐδὲν ὤνησεν ἡ πολιτεία, Νικόλαος δὲ πράξεων μὲν οὐ μεγάλων αὐτουργὸς γέγονε, γνώριμος δέ ἐστι μᾶλλον διὰ τοὺς ὑπὲρ αὐτῶν λόγους, καὶ Μουσώνιος ἐξ ὧν ἔπαθεν ἀνδρείως καὶ27
15νὴ Δί’ ἤνεγκεν ἐγκρατῶς τὴν τῶν τυράννων ὠμότητα γέγονε γνώριμος, ἴσως οὐκ ἔλαττον εὐδαιμονῶν ἐκείνων τῶν τὰς μεγάλας ἐπιτροπευσάντων βασιλείας. Ἄρειος δὲ ὁ τὴν ἐπιτροπὴν τῆς Αἰγύπτου παραιτησάμενος ἑκὼν αὑτὸν ἀπεστέρει τοῦ κρατίστου τέλους εἰ τοῦτ’
20ᾤετο κυριώτατον. Σὺ δὲ αὐτὸς ἡμῖν ἄπρακτος εἶ, μήτε στρατηγῶν μήτε δημηγορῶν μήτε ἔθνους ἢ πόλεως ἄρχων; Ἀλλ’ οὐκ ἂν φαίη νοῦν ἔχων ἀνήρ· ἔξεστι γάρ σοι φιλοσό‐ φους ἀποφήναντι, εἰ δὲ μὴ τρεῖς ἢ τέτταρας, μείζονα τὸν βίον εὐεργετῆσαι τῶν ἀνθρώπων πολλῶν ὁμοῦ βασιλέων.
25Οὐ μικρᾶς μερίδος ὁ φιλόσοφος προέστηκεν, οὐδέ, καθάπερ ἔφης, συμβουλῆς ἐστι μόνης τῆς ὑπὲρ τῶν κοινῶν ἐκεῖνος κύριος, οὐδὲ ἡ πρᾶξις εἰς λόγον αὖθις αὐτῷ περιίσταται, ἔργῳ δὲ βεβαιῶν τοὺς λόγους καὶ φαινόμενος τοιοῦτος ὁποίους βούλεται τοὺς ἄλλους εἶναι, πιθανώτερος ἂν εἴη
30καὶ πρὸς τὸ πράττειν ἀνυσιμώτερος τῶν ἐξ ἐπιτάγματος
ἐπὶ τὰς καλὰς πράξεις παρορμώντων.28

12

Ἀλλ’ ἐπανιτέον εἰς ἀρχὴν καὶ συμπεραντέον τὴν ἐπιστολὴν μείζονα ἴσως οὖσαν τοῦ δέοντος. Ἔστι δὲ ἐν αὐτῇ τὸ κεφάλαιον, ὅτι μήτε τὸν πόνον φεύγων μήτε τὴν ἡδονὴν θηρεύων μηδὲ ἀπραγμοσύνης καὶ ῥᾳστώνης ἐρῶν
5τὸν ἐν τῇ πολιτείᾳ δυσχεραίνω βίον· ἀλλ’, ὅπερ ἔφην ἐξ ἀρχῆς, οὐδὲ παιδείαν ἐμαυτῷ συνειδὼς τοσαύτην οὔτε φύσεως ὑπεροχήν, καὶ προσέτι δεδιὼς μὴ φιλοσοφίαν, ἧς ἐρῶν οὐκ ἐφικόμην, εἰς τοὺς νῦν ἀνθρώπους οὐδὲ ἄλλως εὐδοκιμοῦσαν διαβάλλω, πάλαι τε ἔγραφον ἐκεῖνα καὶ νῦν
10τὰς παρ’ ὑμῶν ἐπιτιμήσεις ἀπελυσάμην εἰς δύναμιν.

13

Διδοίη δὲ ὁ θεὸς τὴν ἀρίστην τύχην καὶ φρόνησιν ἀξίαν τῆς τύχης, ὡς ἐγὼ νῦν ἔκ τε τοῦ Κρείττονος τότε πλέον καὶ παρ’ ὑμῶν ἁπάσῃ μηχανῇ τῶν φιλοσοφούντων βοηθητέος εἶναί μοι δοκῶ, προτεταγμένος ὑμῶν καὶ
5προκινδυνεύων. Εἰ δέ τι μεῖζον ἀγαθὸν τῆς ἡμετέρας παρασκευῆς καὶ ἧς ὑπὲρ ἐμαυτοῦ γνώμης ἔχω τοῖς ἀνθρώποις δι’ ἡμῶν ὁ θεὸς παράσχοι, χαλεπαίνειν οὐ χρὴ πρὸς τοὺς ἐμοὺς λόγους· ἐγὼ γὰρ οὐδὲν ἐμαυτῷ συνειδὼς ἀγαθὸν πλὴν τοῦτο μόνον ὅτι μήτε οἴομαι τὰ
10μέγιστα ἔχειν ἔχων γε οὐδέν, ὡς ὁρᾷς αὐτός, εἰκότως 〈τε〉 βοῶ καὶ μαρτύρομαι μὴ μεγάλα παρ’ ἡμῶν ἀπαιτεῖν,
ἀλλὰ τῷ θεῷ τὸ πᾶν ἐπιτρέπειν. Οὕτω γὰρ ἐγὼ τῶν τε ἐλλειμμάτων εἴην ἂν ἀνεύθυνος καί, γενομένων ἁπάντων δεξιῶν, εὐγνώμων ἂν καὶ μέτριος εἴην, οὐκ29
15ἀλλοτρίοις ἐμαυτὸν ἔργοις ἐπιγράφων· τῷ θεῷ δέ, ὥσπερ οὖν δίκαιον, προσανατεθεικὼς ἅπαντα αὐτός τε εἴσομαι
καὶ ὑμᾶς προτρέπω τὴν χάριν εἰδέναι.30