TLG 2003 004 :: Flavius Claudius JULIANUS Imperator :: Ἐπὶ τῇ ἐξόδῳ τοῦ ἀγαθωτάτου Σαλουστίου παραμυθητικὸς εἰς ἑαυτόν Flavius Claudius JULIANUS Imperator Phil., Imperator, vel Julianus Apostata Ἐπὶ τῇ ἐξόδῳ τοῦ ἀγαθωτάτου Σαλουστίου παραμυθητικὸς εἰς ἑαυτόν Citation: Section — (line) | ||
1 | Ἀλλ’ εἰ μὴ καὶ πρὸς σὲ διαλεχθείην ὅσα πρὸς ἐμαυτὸν διελέχθην, ἐπειδή σε βαδίζειν ἐπυθόμην χρῆναι παρ’ ἡμῶν, ἔλαττον ἔχειν οἰήσομαι πρὸς παραψυχήν, ὦ φίλε ἑταῖρε, μᾶλλον δὲ οὐδὲ τὴν ἀρχὴν πεπορίσθαι τινὰ ῥᾳστώνην | |
5 | ἐμαυτῷ νομιῶ, ἧς σοί γε οὐ μεταδέδωκα. Κοινωνήσαντας γὰρ ἡμᾶς ἀλλήλοις πολλῶν μὲν ἀλγεινῶν, πολλῶν δὲ ἡδέων ἔργων τε καὶ λόγων, ἐν πράγμασιν ἰδίοις τε καὶ δημοσίοις, οἴκοι καὶ ἐπὶ στρατοπέδου, κοινὸν εὑρίσκεσθαι χρὴ τῶν παρόντων, ὁποῖά ποτ’ ἂν ᾖ, παιωνικὸν ἄκος. Ἀλλὰ τίς | |
---|---|---|
10 | ἡμῖν ἢ τὴν Ὀρφέως μιμήσεται λύραν ἢ τοῖς Σειρήνων | |
ἀντηχήσει μέλεσιν ἢ τὸ νηπενθὲς ἐξεύροι φάρμακον; εἴτε λόγος ἦν ἐκεῖνο πλήρης Αἰγυπτίων διηγημάτων, εἴθ’ ὅπερ αὐτὸς ἐποίησεν ἐν τοῖς ἑπομένοις ἐνυφήνας τὰ Τρωικὰ πάθη, τοῦτο τῆς Ἑλένης παρ’ Αἰγυπτίων μαθούσης, οὐχ | 189 | |
15 | ὅσα Ἕλληνες καὶ Τρῶες ἀλλήλους ἔδρασαν, ἀλλὰ ποτα‐ ποὺς εἶναι χρὴ τοὺς λόγους οἳ τὰς μὲν ἀλγηδόνας ἀφαι‐ ρήσουσι τῶν ψυχῶν, εὐφροσύνης δὲ καὶ γαλήνης αἴτιοι καταστήσονται. Καὶ γάρ πως ἔοικεν ἡδονὴ καὶ λύπη τῆς αὐτῆς κορυφῆς ἐξῆφθαι καὶ παρὰ μέρος ἀλλήλαις ἀντι‐ | |
20 | μεθίστασθαι· τῶν προσπιπτόντων δὲ καὶ τὰ λίαν ἐργώδη φασὶν οἱ σοφοὶ τῷ νοῦν ἔχοντι φέρειν οὐκ ἐλάττονα τῆς δυσκολίας τὴν εὐπάθειαν, ἐπεὶ καὶ τὴν μέλιτταν ἐκ τῆς δριμυτάτης πόας τῆς περὶ τὸν Ὑμηττὸν φυομένης γλυ‐ κεῖαν ἀνιμᾶσθαι δρόσον καὶ τοῦ μέλιτος εἶναι δημιουργόν. | |
25 | ἀλλὰ καὶ τῶν σωμάτων ὅσα μὲν ὑγιεινὰ καὶ ῥωμαλέα καθέστηκεν, ὑπὸ τῶν τυχόντων τρέφεται σιτίων, καὶ τὰ δυσχερῆ δοκοῦντα πολλάκις ἐκείνοις οὐκ ἀβλαβῆ μόνον, ἀλλὰ καὶ τῆς ἰσχύος αἴτια γέγονεν· ὅσοις δὲ πονήρως ἔχει φύσει καὶ τροφῇ καὶ ἐπιτηδεύσει τὸ σῶμα, τὸν πάντα βίον | |
30 | νοσηλευομένοις, τούτοις καὶ τὰ κουφότατα βαρυτάτας εἴωθε προστιθέναι βλάβας. Οὐκοῦν καὶ τῆς διανοίας ὅσοι μὲν οὕτως ἐπεμελήθησαν ὡς μὴ παμπονήρως ἔχειν, ἀλλ’ ὑγιαίνειν μετρίως, εἰ καὶ μὴ κατὰ τὴν Ἀντισθένους καὶ Σωκράτους ῥώμην μηδὲ τὴν Καλλισθένους ἀνδρείαν μηδὲ | |
35 | τὴν Πολέμωνος ἀπάθειαν, ἀλλ’ ὥστε δύνασθαι τὸ μέτριον ἐν τοῖς τοιούτοις αἱρεῖσθαι, τυχὸν ἂν καὶ ἐν δυσκολωτέροις | |
εὐφραίνοιντο. | 190 | |
2 | Ἐγώ τοι καὶ αὐτὸς πεῖραν ἐμαυτοῦ λαμβάνων ὅπως πρὸς τὴν σὴν πορείαν ἔχω τε καὶ ἕξω, τοσοῦτον μὲν ὠδυνήθην, ὅσον ὅτε πρῶτον τὸν ἐμαυτοῦ καθηγεμόνα κατέ‐ λιπον οἴκοι· πάντων γὰρ ἀθρόως εἰσῄει με μνήμη, τῆς | |
5 | τῶν πόνων κοινωνίας, ὧν ἀλλήλοις συνδιηνέγκαμεν, τῆς ἀπλάστου καὶ καθαρᾶς ἐντεύξεως, τῆς ἀδόλου καὶ δικαίας ὁμιλίας, τῆς ἐν ἅπασι τοῖς καλοῖς κοινοπραγίας, τῆς πρὸς τοὺς πονηροὺς ἰσορρόπου τε καὶ ἀμεταμελήτου προθυμίας τε καὶ ῥώμης, ὡς μετ’ ἀλλήλων ἔστημεν πολλάκις ἶσον | |
10 | θυμὸν ἔχοντες, ὁμότροποι καὶ ποθεινοὶ φίλοι. Πρὸς δὲ αὖ τούτοις εἰσῄει με μνήμη τοῦ Οἰώθη δὲ Ὀδυσεύς. Εἰμὶ γὰρ ἐγὼ νῦν ἐκείνῳ παραπλήσιος, ἐπεὶ σὲ μὲν κατὰ τὸν Ἕκτορα θεὸς ἐξήγαγεν ἔξω βελῶν, ὧν οἱ συκοφάνται | |
15 | πολλάκις ἀφῆκαν ἐπὶ σέ, μᾶλλον δὲ εἰς ἐμέ, διὰ σοῦ τρῶσαι βουλόμενοι, ταύτῃ με μόνον ἁλώσιμον ὑπολαμ‐ βάνοντες, εἰ τοῦ πιστοῦ φίλου καὶ συνασπιστοῦ προθύμου καὶ πρὸς τοὺς κινδύνους ἀπροφασίστου κοινωνοῦ τῆς συνουσίας στερήσειαν. Οὐ μὴν ἔλαττον οἶμαί σε διὰ τοῦτο | |
20 | ἀλγεῖν ἢ ἐγὼ νῦν, ὅτι σοι τῶν πόνων καὶ τῶν κινδύνων ἔλαττον μέτεστιν, ἀλλὰ καὶ πλέον ὑπὲρ ἐμοῦ δεδιέναι καὶ τῆς ἐμῆς κεφαλῆς, μή τι πάθῃ. Καὶ γάρ τοι καὶ αὐτὸς οὐκ ἐν δευτέρῳ τῶν ἐμῶν ἐθέμην τὰ σά, καὶ σοῦ δὲ ὁμοίως | |
ἔχοντος πρὸς ἡμᾶς ᾐσθόμην· ὅθεν εἰκότως καὶ μάλα | 191 | |
25 | δάκνομαι ὅτι σοι, τῶν ἄλλων ἕνεκα λέγειν δυναμένῳ Οὐθὲν μέλει μοι, τἀμὰ γὰρ καλῶς ἔχει, μόνος εἰμὶ λύπης αἴτιος καὶ φροντίδος. Ἀλλὰ τούτου μὲν ἐξ ἴσης, ὡς ἔοικε, κοινωνοῦμεν, σὺ μὲν ὑπὲρ ἡμῶν ἀλγῶν μόνον, ἐγὼ δὲ ἀεὶ ποθῶν τὴν σὴν συνουσίαν καὶ τῆς φιλίας | |
30 | μεμνημένος, ἣν ἐκ τῆς ἀρετῆς μὲν μάλιστα καὶ προηγου‐ μένως, ἔπειτα καὶ διὰ τὴν χρείαν, ἣν οὐκ ἐγὼ μὲν σοί, σὺ δὲ ἐμοὶ συνεχῶς παρέσχες, ἀνακραθέντες ἀλλήλοις ὡμολο‐ γήσαμεν, οὐχ ὅρκοις οὐδὲ τοιαύταις ἀνάγκαις ταῦτα πι‐ στούμενοι, ὥσπερ ὁ Θησεὺς καὶ ὁ Πειρίθους, ἀλλ’ ἐξ ὧν ἀεὶ | |
35 | ταὐτὰ νοοῦντες καὶ προαιρούμενοι, κακὸν μὲν δοῦναι τῶν πολιτῶν τινι τοσοῦτον δέω λέγειν ἀπέσχομεν, ὥστε οὐδὲ ἐβουλευσάμεθά ποτε μετὰ ἀλλήλων, χρηστὸν δὲ εἴ τι γέγονεν ἢ βεβούλευται κοινῇ παρ’ ἡμῶν, τοῦτο ἄλλοις εἰπεῖν μελήσει. | |
3 | Ὡς μὲν οὖν εἰκότως ἀλγῶ τοῖς παροῦσιν, οὐ φίλου μόνον, ἀλλὰ καὶ συνεργοῦ πιστοῦ, δοίη δὲ ὁ δαίμων, καὶ πρὸς ὀλίγον ἀπαλλαττόμενος, οἶμαι καὶ Σωκράτην τὸν μέγαν τῆς ἀρετῆς κήρυκα καὶ διδάσκαλον ἔμοιγε συνομο‐ | |
5 | λογήσειν, ἐξ ὧν ἐκεῖνον γνωρίζομεν, λέγω δὲ τῶν Πλάτωνος λόγων, τεκμαιρόμενος ὑπὲρ αὐτοῦ· φησὶ γοῦν ὅτι «Χαλε‐ | |
πώτερον ἐφαίνετό μοι ὀρθῶς τὰ πολιτικὰ διοικεῖν· οὔτε γὰρ ἄνευ φίλων ἀνδρῶν καὶ ἑταίρων πιστῶν οἷόν τε εἶναι πράττειν, οὔτ’ εὐπορεῖν τούτων ξὺν πολλῇ ῥᾳστώνῃ». | 192 | |
10 | Καίτοι τοῦτό γε εἰ Πλάτωνι μεῖζον ἐφαίνετο τοῦ διο‐ ρύττειν τὸν Ἄθω, τί χρὴ προσδοκᾶν ἡμᾶς ὑπὲρ αὐτοῦ τοὺς πλέον ἀπολειπομένους τῆς ἐκείνου συνέσεώς τε καὶ γνώμης ἢ ’κεῖνος τοῦ θεοῦ; Ἐμοὶ δὲ οὐδὲ τῆς χρείας μόνον ἕνεκα, ἣν ἀντιδιδόντες ἀλλήλοις ἐν τῇ πολιτείᾳ | |
15 | ῥᾷον εἴχομεν πρὸς τὰ παρὰ γνώμην ὑπὸ τῆς τύχης καὶ τῶν ἀντιταττομένων ἡμῖν πραττόμενα, 〈ἀλλὰ〉 καὶ τῆς μόνης ἀεί μοι θαλπωρῆς τε καὶ τέρψεως ἐνδεὴς οὐκ εἰς μακρὰν ἔσεσθαι μέλλων, εἰκότως δάκνομαί τε καὶ δέδηγμαι τὴν ἐμαυτοῦ καρδίαν. | |
20 | Ἐς τίνα γὰρ οὕτως ἔσται μοι λοιπὸν εὔνουν ἀποβλέψαι φίλον; τίνος δὲ ἀνασχέσθαι τῆς ἀδόλου καὶ καθαρᾶς παρρησίας; τίς δὲ ἡμῖν συμβουλεύσει μὲν ἐμφρόνως, ἐπιτιμήσει δὲ μετ’ εὐνοίας, ἐπιρρώσει δὲ πρὸς τὰ καλὰ χωρὶς αὐθαδείας καὶ τύφου, παρρησιάσεται δὲ τὸ πικρὸν | |
25 | ἀφελὼν τῶν λόγων, ὥσπερ οἱ τῶν φαρμάκων ἀφαιροῦντες μὲν τὸ λίαν δυσχερές, ἀπολείποντες δὲ αὐτὸ τὸ χρήσιμον; Ἀλλὰ τοῦτο μὲν ἐκ τῆς σῆς φιλίας ὄφελος ἐκαρπωσάμην· τοσούτων δὲ ὁμοῦ ἐστερημένος, τίνων ἂν εὐπορήσαιμι λόγων οἵ με, διὰ τὸν σὸν πόθον σά τε μήδεα σήν τ’ | |
30 | ἀγανοφροσύνην αὐτὴν προέσθαι τὴν ψυχὴν κινδυνεύον‐ | |
τα, πείσουσιν ἀτρεμεῖν καὶ φέρειν ὅσα δέδωκεν ὁ θεὸς γεν‐ ναίως; εἰς ταὐτὸ γὰρ ἔοικεν αὐτῷ νοῶν ὁ μέγας αὐτο‐ κράτωρ ταῦθ’ οὕτω νυνὶ βουλεύσασθαι. Τί ποτε οὖν ἄρα χρὴ διανοηθέντα καὶ τίνας ἐπῳδὰς εὑρόντα πεῖσαι πρᾴως | 193 | |
35 | ἔχειν ὑπὸ τοῦ πάθους θορυβουμένην τὴν ψυχήν; ἆρα ἡμῖν οἱ Ζαμόλξιδός εἰσι μιμητέοι λόγοι, καὶ αἱ ἐκ Θρᾴκης ἐπῳδαί, ἃς Ἀθήναζε φέρων ὁ Σωκράτης πρὸ τοῦ τὴν ὀδύνην ἰᾶσθαι τῆς κεφαλῆς ἐπᾴδειν ἠξίου τῷ καλῷ Χαρ‐ μίδῃ; ἢ τούτους μὲν ἅτε δὴ μείζονας καὶ περὶ μειζόνων | |
40 | οὐ κινητέον, ὥσπερ ἐν θεάτρῳ μικρῷ μηχανὰς μεγάλας, ἀλλ’ ἐκ τῶν ἔμπροσθεν ἔργων, ὧν ἐπυθόμεθα τὰ κλέα, φησὶν ὁ ποιητής, ὥσπερ ἐκ λειμῶνος δρεψάμενοι ποικίλου καὶ πολυτελοῦς ἄνθη τὰ κάλλιστα, ψυχαγωγή‐ σομεν αὑτοὺς τοῖς διηγήμασι, μικρὰ τῶν ἐκ φιλοσοφίας | |
45 | αὐτοῖς προστιθέντες; ὥσπερ γὰρ οἶμαι τοῖς λίαν γλυκέσιν οἱ παρεγχέοντες οὐκ οἶδ’ ὁποῖ’ ἄττα φάρμακα τὸ προσκορὲς αὐτῶν ἀφαιροῦσιν, οὕτω τοῖς διηγήμασιν ἐκ φιλοσοφίας ἄττα προστιθέμενα τὸ δοκεῖν ἐξ ἱστορίας ἀρχαίας ὄχλον ἐπεισάγειν οὐδὲν δέον, καὶ περιττὴν ἀδολεσχίαν ἀφαι‐ | |
3(50) | ρεῖται. | |
4 | Τί πρῶτον; τί δ’ ἔπειτα; τί δ’ ὑστάτιον καταλέξω; | |
πότερον ὡς ὁ Σκηπίων ἐκεῖνος, ὁ τὸν Λαίλιον ἀγαπήσας καὶ φιληθεὶς τὸ λεγόμενον «ἴσῳ ζυγῷ» παρ’ ἐκείνου πάλιν, ἡδέως μὲν αὐτῷ συνῆν, ἔπραττε δὲ οὐδὲν ὧν μὴ | 194 | |
5 | πρότερον ἐκεῖνος πύθοιτο καὶ φήσειεν εἶναι πρακτέον; ὅθεν οἶμαι καὶ λόγον παρέσχε τοῖς ὑπὸ φθόνου τὸν Σκη‐ πίωνα λοιδοροῦσιν, ὡς ποιητὴς μὲν ὁ Λαίλιος εἴη τῶν ἔργων, Ἀφρικανὸς δὲ ὁ τούτων ὑποκριτής. Αὕτη τοι καὶ ἡμῖν ἡ φήμη πρόσκειται, καὶ χαίρω γε ἐπ’ αὐτῇ πλέον. Τὸ | |
10 | γὰρ τοῖς ὀρθῶς ὑπ’ ἄλλου γνωσθεῖσι πεισθῆναι μείζονος τῆς ἀρετῆς ὁ Ζήνων ποιεῖται γνώρισμα τοῦ γνῶναι τίνα αὐτὸν ἐξ αὑτοῦ τὰ δέοντα, τὴν Ἡσιόδου μεθαρμόττων ῥῆσιν, Οὗτος μὲν πανάριστος, ὃς εὖ εἰπόντι πίθηται λέγων ἀντὶ τοῦ «νοήσῃ πάνθ’ ἑαυτῷ». Ἐμοὶ δὲ οὐ | |
15 | διὰ τοῦτο χαρίεν εἶναι δοκεῖ· πείθομαι γὰρ ἀληθέστερον μὲν Ἡσίοδον λέγειν, ἀμφοῖν δὲ ἄμεινον Πυθαγόραν, ὃς καὶ τῇ παροιμίᾳ παρέσχε τὴν ἀρχὴν καὶ τὸ λέγεσθαι «κοινὰ τὰ φίλων» ἔδωκε τῷ βίῳ, οὐ δήπου τὰ χρήματα λέγων μόνον, ἀλλὰ καὶ τὴν τοῦ νοῦ καὶ τῆς φρονήσεως κοινωνίαν, ὥσθ’ | |
20 | ὅσα μὲν εὗρες αὐτός, οὐδὲν ἔλαττον ταῦτα τοῦ πεισθέντος | |
ἐστίν, ὅσα δὲ τῶν σῶν ὑπεκρινάμην, τούτων αὐτῶν εἰκότως τὸ ἴσον μετέχεις· ἀλλὰ ταῦτα μὲν ὁποτέρου μᾶλλον ἂν φαίνηται, θατέρῳ προσήκει, καὶ τοῖς βασκάνοις οὐδὲν ἔσται πλέον ἐκ τῶν λόγων. Ἡμῖν δὲ ἐπανιτέον ἐπὶ τὸν | 195 | |
25 | Ἀφρικανὸν καὶ τὸν Λαίλιον· ἐπειδὴ γὰρ ἀνῄρητο μὲν ἡ Καρχηδὼν καὶ τὰ περὶ τὴν Λιβύην ἅπαντα τῆς Ῥώμης ἐγεγόνει δοῦλα, πέμπει μὲν Ἀφρικανὸς τὸν Λαίλιον, ἀνή‐ γετο δὲ ἐκεῖνος εὐαγγέλια τῇ πατρίδι φέρων· καὶ ὁ Σκη‐ πίων ἤχθετο μὲν ἀπολειπόμενος τοῦ φίλου, οὐ μὴν ἀπα‐ | |
30 | ραμύθητον αὑτῷ τὸ πάθος ᾤετο· καὶ τὸν Λαίλιον δὲ δυσχεραίνειν εἰκός, ἐπειδὴ μόνος ἀνήγετο, οὐ μὴν ἀφό‐ ρητον ἐποιεῖτο τὴν συμφοράν. Ἔπλει καὶ Κάτων ἀπολιπὼν οἴκοι τοὺς αὑτοῦ συνήθεις, καὶ Πυθαγόρας εἰς Αἴγυπτον καὶ Πλάτων καὶ Δημόκριτος οὐδένα παραλαβόντες κοινωνὸν | |
35 | τῆς ὁδοῦ, καίτοι πολλοὺς οἴκοι τῶν φιλτάτων ἀπολιμπά‐ νοντες. Ἐστρατεύσατο καὶ Περικλῆς ἐπὶ τὴν Σάμον οὐκ ἄγων τὸν Ἀναξαγόραν, καὶ τὴν Εὔβοιαν παρεστήσατο ταῖς μὲν ἐκείνου βουλαῖς (ἐπεπαίδευτο γὰρ ὑπ’ ἐκείνῳ), τὸ σῶμα δὲ οὐκ ἐφελκόμενος ὥσπερ ἄλλο τι τῶν ἀναγκαίων | |
40 | πρὸς τὰς μάχας. Καίτοι καὶ τοῦτον ἄκοντα, φασίν, Ἀθη‐ ναῖοι τῆς πρὸς τὸν διδάσκαλον ἀπέστησαν συνουσίας· ἀλλ’ ἔφερεν ὡς ἀνὴρ ἔμφρων τὴν ἄνοιαν τῶν αὑτοῦ πολιτῶν ἐγκρατῶς καὶ πρᾴως. Καὶ γὰρ ἀνάγκῃ τῇ πατρίδι καθάπερ μητρὶ δικαίως μὲν οὔ, χαλεπῶς δὲ ὅμως ἐχούσῃ πρὸς τὴν | |
45 | συνουσίαν αὐτῶν, εἴκειν ᾤετο χρῆναι, ταῦτα, ὡς εἰκός, λογιζόμενος· ἀκούειν δὲ χρὴ τῶν ἑξῆς ὡς τοῦ Περικλέους αὐτοῦ. | 196 |
5 | «Ἐμοὶ πόλις μέν ἐστι καὶ πατρὶς ὁ κόσμος, καὶ φίλοι θεοὶ καὶ δαίμονες καὶ πάντες ὅσοι καὶ ὅπου σπουδαῖοι. Χρὴ δὲ καὶ οὗ γεγόναμεν τιμᾶν, ἐπειδὴ τοῦτο θεῖός ἐστι νόμος, καὶ πείθεσθαί γε οἷς ἂν ἐπιτάττῃ καὶ μὴ βιάζεσθαι | |
5 | μηδέ, ὅ φησιν ἡ παροιμία, πρὸς κέντρα λακτίζειν· ἀπ‐ αραίτητον γάρ ἐστι τὸ λεγόμενον ζυγὸν τῆς ἀνάγκης· οὐ μὴν ὀδυρτέον οὐδὲ θρηνητέον ἐφ’ οἷς ἐπιτάττει τραχύ‐ τερον, ἀλλὰ τὸ πρᾶγμα λογιστέον αὐτό. Νῦν ἀπαλλάττεσθαι τὸν Ἀναξαγόραν ἀφ’ ἡμῶν κελεύει, καὶ τὸν ἄριστον οὐκ | |
10 | ὀψόμεθα τῶν ἑταίρων, δι’ ὃν ἠχθόμην μὲν τῇ νυκτί, ὅτι μοι τὸν φίλον οὐκ ἐδείκνυεν, ἡμέρᾳ δὲ καὶ ἡλίῳ χάριν ἠπιστάμην, ὅτι μοι παρεῖχεν ὁρᾶν οὗ μάλιστα ἤρων. Ἀλλ’ εἰ μὲν ὄμματά σοι δέδωκεν ἡ φύσις, ὦ Περίκλεις, μόνον ὥσπερ τοῖς ὄρνισιν, οὐδὲν ἀπεικός ἐστί σε διαφε‐ | |
15 | ρόντως ἄχθεσθαι· εἰ δέ σοι ψυχὴν ἐνέπνευσε καὶ νοῦν ἐνῆκεν, ὑφ’ οὗ τὰ μὲν πολλὰ τῶν γεγενημένων καίπερ οὐ παρόντα νῦν ὁρᾷς διὰ τῆς μνήμης, πολλὰ δὲ καὶ τῶν ἐσομένων ὁ λογισμὸς ἀνευρίσκων ὥσπερ ὄμμασιν ὁρᾶν προσβάλλει τῷ νῷ, καὶ τῶν ἐνεστώτων οὐ τὰ πρὸ τῶν | |
20 | ὀμμάτων ἡ φαντασία μόνον ἀποτυπουμένη δίδωσιν αὐτῷ | |
κρίνειν καὶ καθορᾶν, ἀλλὰ καὶ τὰ πόρρω καὶ μυριάσι σταδίων ἀπῳκισμένα τῶν λεγομένων παρὰ πόδα καὶ πρὸ τῶν ὀφθαλμῶν δείκνυσιν ἐναργέστερον, τί χρὴ τοσοῦτον ἀνιᾶσθαι καὶ σχετλίως φέρειν; ὅτι δὲ οὐκ ἀμάρτυρος ὁ | 197 | |
25 | λόγος ἐστί μοι, Νοῦς ὁρῇ καὶ νοῦς ἀκούει φησὶν ὁ Σικελιώτης, οὕτως ὀξὺ χρῆμα καὶ τάχει χρώμενος ἀμηχάνῳ, ὥσθ’ ὅταν τινὰ τῶν δαιμόνων Ὅμηρος ἐθέλῃ κεχρημένον ἀπίστῳ πορείας ἐπιδεῖξαι τάχει, | |
30 | Ὡς δ’ ὅτ’ ἂν ἀΐξῃ νόος ἀνέρος φησί. Τούτῳ τοίνυν χρώμενος ῥᾷστα μὲν Ἀθήνηθεν ὄψει τὸν ἐν Ἰωνίᾳ, ῥᾷστα δὲ ἐκ Κελτῶν τὸν ἐν Ἰλλυριοῖς καὶ Θρᾴκῃ, καὶ τὸν ἐν Κελτοῖς ἐκ Θρᾴκης καὶ Ἰλλυριῶν· καὶ γὰρ οὐδ’, ὥσπερ τοῖς φυτοῖς οὐκ ἔνι σώζεσθαι τὴν συνήθη | |
35 | χώραν μεταβάλλουσιν, ὅταν ᾖ τῶν ὡρῶν ἡ κράσις ἐναντία, καὶ τοῖς ἀνθρώποις συμβαίνει τόπον ἐκ τόπου μεταβάλ‐ λουσιν ἢ διαφθείρεσθαι παντελῶς ἢ τὸν τρόπον ἀμείβειν καὶ μετατίθεσθαι περὶ ὧν ὀρθῶς πρόσθεν ἐγνώκεσαν. Οὔκουν οὐδὲ τὴν εὔνοιαν ἀμβλυτέραν ἔχειν εἰκός, εἰ μὴ | |
40 | καὶ μᾶλλον ἀγαπᾶν καὶ στέργειν· ἕπεται γὰρ ὕβρις μὲν κόρῳ, ἔρως δὲ ἐνδείᾳ. Καὶ ταύτῃ τοίνυν ἕξομεν βέλτιον, ἐπιτεινομένης ἡμῖν τῆς πρὸς ἀλλήλους εὐνοίας, καθέξομέν τε ἀλλήλους ἐν ταῖς ἑαυτῶν διανοίαις ἱδρυμένους ὥσπερ ἀγάλματα. Καὶ νῦν μὲν ἐγὼ τὸν Ἀναξαγόραν, αὖθις δὲ | |
45 | ἐκεῖνος ὄψεταί με· κωλύει δὲ οὐδὲν καὶ ἅμα βλέπειν ἀλλήλους, οὐχὶ σαρκία καὶ νεῦρα καὶ μορφῆς τύπωμα, στέρνα τε ἐξεικασμένα πρὸς ἀρχέτυπον σώματος (καίτοι καὶ τοῦτο κωλύει τυχὸν οὐδὲν ταῖς διανοίαις ἡμῶν ἐμφαίνεσθαι), ἀλλ’ εἰς τὴν | 198 |
5(50) | ἀρετὴν καὶ τὰς πράξεις καὶ τοὺς λόγους καὶ τὰς ὁμιλίας καὶ τὰς ἐντεύξεις, ἃς πολλάκις ἐποιησάμεθα μετ’ ἀλλήλων, οὐκ ἀμούσως ὑμνοῦντες παιδείαν καὶ δικαιοσύνην καὶ τὸν ἐπιτροπεύοντα νοῦν τὰ θνητὰ καὶ τὰ ἀνθρώπινα, καὶ περὶ πολιτείας καὶ νόμων καὶ τρόπων ἀρετῆς καὶ χρηστῶν | |
55 | ἐπιτηδευμάτων διεξιόντες, ὅσα γε ἡμῖν ἐν καιρῷ τούτων μεμνημένοι. Ταῦτα ἐννοοῦντες, τούτοις στρεφόμενοι τοῖς εἰδώλοις, τυχὸν οὐκ ὀνείρων νυκτερινῶν ἰνδάλμασι προσέ‐ ξομεν, οὐδὲ κενὰ καὶ μάταια προσβαλεῖ τῷ νῷ φαντάσματα πονηρῶς ὑπὸ τῆς τοῦ σώματος κράσεως αἴσθησις διακει‐ | |
60 | μένη. Οὐδὲ γὰρ αὐτὴν παραληψόμεθα τὴν αἴσθησιν ὑπουργεῖν ἡμῖν καὶ ὑπηρετεῖσθαι· ἀλλ’ ἀποφυγὼν αὐτὴν ὁ νοῦς ἐμμελετήσει τούτοις πρὸς κατανόησιν καὶ συνεθισμὸν τῶν ἀσωμάτων διεγειρόμενος· νῷ γὰρ δὴ καὶ τῷ κρείττονι σύνεσμεν, καὶ τὰ τὴν αἴσθησιν ἀποφυγόντα καὶ διεστηκότα | |
65 | τῷ τόπῳ, μᾶλλον δὲ οὐδὲ δεόμενα τόπου ὁρᾶν τε καὶ ἐρᾶν πεφύκαμεν, ὅσοις ἀξίως βεβίωται τῆς τοιαύτης | |
θέας, ἐννοοῦντες αὐτὴν καὶ συναπτόμενοι.» | 199 | |
6 | Ἀλλ’ ὁ μὲν Περικλῆς, ἅτε δὴ μεγαλόφρων ἀνὴρ καὶ τραφεὶς ἐλεύθερος ἐν ἐλευθέρᾳ τῇ πόλει, ὑψηλοτέροις ἐψυχαγώγει λόγοις αὑτόν· ἐγὼ δέ, γεγονὼς ἐκ τούτων οἷοι νῦν βροτοί εἰσιν, | |
5 | ἀνθρωπικωτέροις ἐμαυτὸν θέλγω καὶ παράγω λόγοις καὶ τὸ λίαν πικρὸν ἀφαιρῶ τῆς λύπης, πρὸς ἕκαστον τῶν ἀεί μοι προσπιπτόντων ἀπὸ τοῦ πράγματος δυσχερῶν τε καὶ ἀτόπων φαντασμάτων ἐφαρμόζειν τινὰ παραμυθίαν πειρώ‐ μενος, ὥσπερ ἐπῳδὴν θηρίου δήγματι δάκνοντος αὐτὴν | |
10 | ἔσω τὴν καρδίαν ἡμῶν καὶ τὰς φρένας Ἐκεῖνό τοι πρῶτόν ἐστί μοι τῶν φαινομένων δυσχερῶν· νῦν ἐγὼ μόνος ἀπο‐ λελείψομαι, καθαρᾶς ἐνδεὴς ὁμιλίας καὶ ἐλευθέρας ἐντεύ‐ ξεως· οὐ γὰρ ἔστι μοι τέως ὅτῳ διαλέξομαι θαρρῶν ὁμοίως. Πότερον οὖν οὐδ’ ἐμαυτῷ διαλέγεσθαι ῥᾴδιόν ἐστί μοι, | |
15 | ἀλλ’ ἀφαιρήσεταί μέ τις καὶ τὴν ἔννοιαν καὶ προσαναγκάσει νοεῖν ἕτερα καὶ θαυμάζειν παρ’ ἃ βούλομαι; ἢ τοῦτο μέν ἐστι τέρας ἤδη καὶ προσόμοιον τῷ γράφειν ἐφ’ ὕδατος καὶ τῷ λίθον ἕψειν καὶ τῷ ἱπταμένων ὀρνίθων ἐρευνᾶν ἴχνη τῆς πτήσεως; οὐκοῦν ἐπειδὴ τούτων ἡμᾶς οὐδεὶς ἀφαιρήσεται, | |
20 | συνεσόμεθα δήπουθεν αὐτοί πως ἑαυτοῖς, ἴσως δὲ καὶ ὁ δαίμων ὑποθήσεταί τι χρηστόν· οὐ γὰρ εἰκὸς ἄνδρα ἑαυτὸν | |
ἐπιτρέψαντα τῷ κρείττονι παντάπασιν ἀμεληθῆναι καὶ καταλειφθῆναι παντελῶς ἔρημον· ἀλλ’ αὐτοῦ καὶ ὁ θεὸς χεῖρα ἑὴν ὑπερέσχε | 200 | |
25 | καὶ θάρσος δίδωσι καὶ μένος ἐμπνεῖ καὶ τὰ πρακτέα τίθησιν ἐπὶ νοῦν καὶ τῶν μὴ πρακτέων ἀφίστησιν. Εἵπετό τοι καὶ Σωκράτει δαιμονία φωνὴ κωλύουσα πράττειν ὅσα μὴ χρεὼν ἦν. Φησὶ δὲ καὶ Ὅμηρος ὑπὲρ Ἀχιλλέως Τῷ γὰρ ἐπὶ φρεσὶ θῆκεν, | |
30 | ὡς τοῦ θεοῦ καὶ τὰς ἐννοίας ἡμῶν ἐγείροντος, ὅταν ἐπι‐ στρέψας ὁ νοῦς εἰς ἑαυτὸν αὑτῷ τε πρότερον ξυγγένηται καὶ τῷ θεῷ δι’ ἑαυτοῦ μόνου, κωλυόμενος ὑπ’ οὐδενός. Οὐ γὰρ ἀκοῆς ὁ νοῦς δεῖται πρὸς τὸ μαθεῖν οὐδὲ μὴν ὁ θεὸς φωνῆς πρὸς τὸ διδάξαι τὰ δέοντα, ἀλλ’ αἰσθήσεως ἔξω | |
35 | πάσης ἀπὸ τοῦ κρείττονος ἡ μετουσία γίνεται τῷ νῷ· τίνα μὲν τρόπον καὶ ὅπως, οὐ σχολὴ νῦν ἐπεξιέναι· τὸ δ’ ὅτι γίνεται, δῆλοι καὶ σαφεῖς οἱ μάρτυρες, οὐκ ἄδοξοί τινες οὐδ’ ἐν τῇ Μεγαρέων ἄξιοι τάττεσθαι μερίδι, ἀλλὰ τῶν ἀπενεγκαμένων ἐπὶ σοφίᾳ τὰ πρῶτα. Οὐκοῦν ἐπειδὴ | |
40 | χρὴ προσδοκᾶν καὶ θεὸν ἡμῖν παρέσεσθαι πάντως καὶ ἡμᾶς αὐτοὺς αὑτοῖς συνέσεσθαι, τὸ λίαν δυσχερὲς ἀφαιρετέον | |
ἐστὶ τῆς λύπης. Ἐπεὶ καὶ τὸν Ὀδυσσέα μόνον ἐν τῇ νήσῳ καθειργμένον ἑπτὰ τοὺς πάντας ἐνιαυτούς, εἶτ’ ὀδυρό‐ μενον, τῆς μὲν ἄλλης ἐπαινῶ καρτερίας, τῶν θρήνων δὲ | 201 | |
45 | οὐκ ἄγαμαι· τί γὰρ ὄφελος «πόντον ἐπ’ ἰχθυόεντα δέρκεσθαι καὶ λείβειν δάκρυα»; τὸ δὲ μὴ προέσθαι μηδ’ ἀπαγορεῦσαι πρὸς τὴν τύχην, ἀλλ’ ἄνδρα μέχρις ἐσχάτων γενέσθαι φόβων καὶ κινδύνων, τοῦτο ἔμοιγε φαί‐ νεται μεῖζον ἢ κατὰ ἄνθρωπον. Οὐ δὴ δίκαιον ἐπαινεῖν μὲν | |
6(50) | αὐτούς, μὴ μιμεῖσθαι δέ, μηδὲ νομίζειν ὡς ἐκείνοις μὲν ὁ θεὸς προθύμως συνελάμβανε, τοὺς δὲ νῦν περιόψεται τῆς ἀρετῆς ὁρῶν ἀντιποιουμένους, δι’ ἥνπερ ἄρα κἀκείνοις ἔχαιρεν· οὐ γὰρ διὰ τὸ κάλλος τοῦ σώματος, ἐπεί τοι καὶ τὸν Νιρέα μᾶλλον ἐχρῆν ἀγαπᾶσθαι, οὐδὲ διὰ τὴν ἰσχύν, | |
55 | ἀπείρῳ γὰρ ὅσῳ Λαιστρυγόνες καὶ Κύκλωπες ἦσαν αὐτοῦ κρείττους, οὐδὲ διὰ τὸν πλοῦτον, οὕτω γὰρ ἂν ἔμεινεν ἀπόρθητος ἡ Τροία. Τί δὲ δεῖ πράγματα ἔχειν αὐτὸν ἐπιζητοῦντα τὴν αἰτίαν δι’ ἣν Ὀδυσσέα φησὶν ὁ ποιη‐ τὴς θεοφιλῆ, αὐτοῦ γε ἐξὸν ἀκούειν; | |
60 | Οὕνεκ’ ἐπητής ἐσσι καὶ ἀγχίνοος καὶ ἐχέφρων. Δῆλον οὖν ὡς, εἴπερ ἡμῖν ταῦτα προσγένοιτο, τὸ κρεῖττον | |
οὐκ ἐλλείψει τὰ παρ’ ἑαυτοῦ, ἀλλὰ καὶ κατὰ τὸν δοθέντα πάλαι ποτὲ Λακεδαιμονίοις χρησμὸν καλούμενός τε καὶ ἄκλητος ὁ θεὸς παρέσται. | 202 | |
7 | Τούτοις ἐμαυτὸν ψυχαγωγήσας, ἐπ’ ἐκεῖνο τὸ μέρος ἄπειμι πάλιν ὃ δοκεῖ τῇ μὲν ἀληθείᾳ μικρὸν εἶναι, πρὸς δόξαν δὲ ὅμως οὐκ ἀγεννές. Ὁμήρου τοί φασι δεῖσθαι καὶ τὸν Ἀλέξανδρον, οὐ δήπου συνόντος, ἀλλὰ κηρύττοντος | |
5 | ὥσπερ Ἀχιλλέα καὶ Πάτροκλον καὶ Αἴαντε ἄμφω καὶ τὸν Ἀντίλοχον. Ἀλλ’ ὁ μὲν ὑπερορῶν ἀεὶ τῶν παρόντων, ἐφιέμενος δὲ τῶν ἀπόντων, οὐκ ἠγάπα τοῖς καθ’ ἑαυτὸν οὐδὲ ἠρκεῖτο τοῖς δοθεῖσι· καὶ εἴπερ ἔτυχεν Ὁμήρου, τὴν Ἀπόλλωνος ἴσως ἂν ἐπόθησε λύραν, ᾗ τοῖς Πηλέως | |
10 | ἐκεῖνος ἐφύμνησε γάμοις, οὐ τῆς Ὁμήρου συνέσεως τοῦτο πλάσμα νομίσας, ἀλλ’ ἀληθὲς ἔργον ἐνυφανθὲν τοῖς ἔπεσιν, ὥσπερ οἶμαι τὸ Ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ’ αἶαν καὶ | |
15 | Ἠέλιος δ’ ἀνόρουσε καὶ Κρήτη τις γαῖά ἐστι, καὶ ὅσα τοιαῦτά φασιν οἱ ποιηταί, δῆλα καὶ ἐναργῆ τὰ μὲν | |
ὄντα καὶ εἰς ἡμᾶς ἔτι, τὰ δὲ γιγνόμενα. Ἀλλὰ τῷ μὲν | 203 | |
20 | εἴτε μέγεθος ἀρετῆς ὑπάρχον καὶ τῶν προσόντων ἀγαθῶν οὐδαμῶς ἐλάττων σύνεσις [δὲ] εἰς τοσαύτην ἐπιθυμίαν τὴν ψυχὴν ἐξῆγεν, ὥστε μειζόνων ἢ κατὰ τοὺς ἄλλους 〈ἐφίεσθαι〉, εἴθ’ ὑπερβολή τις ἀνδρείας καὶ θάρσους εἰς ἀλαζονείαν νεύουσα καὶ πρὸς αὐθάδειαν βλέπουσα, ἀφείσθω | |
25 | σκοπεῖν ἐν κοινῷ τοῖς βουλομένοις ἐπαινεῖν ἢ ψέγειν αὐτόν, εἴ τις ἄρα καὶ ταύτης ὑπολαμβάνει τῆς μερίδος προσήκειν ἐκείνῳ. Ἡμεῖς δὲ τοῖς παροῦσιν ἀγαπῶντες ἀεὶ καὶ τῶν ἀπόντων ἥκιστα μεταποιούμενοι, στέργομεν μέν, ὁπόταν ὁ κήρυξ ἐπαινῇ, θεατής τε καὶ συναγωνιστὴς | |
30 | πάντων ἡμῖν γεγονώς, 〈μὴ〉 τοὺς λόγους παραδεξάμενος εἰς χάριν καὶ ἀπέχθειαν εἰκῇ πεπλασμένους· ἀρκεῖ δὲ ἡμῖν καὶ φιλεῖν ὁμολογῶν μόνον, ἐς δὲ τὰ ἄλλα σιωπηλότερος ὢν καὶ τῶν Πυθαγόρᾳ τελεσθέντων. | |
8 | Ἐνταῦθα ὑπέρχεταί μοι καὶ τὸ θρυλλούμενον, ὡς οὐκ εἰς Ἰλλυριοὺς μόνον, ἀλλὰ καὶ εἰς Θρᾷκας ἀφίξῃ καὶ τοὺς περὶ τὴν θάλατταν ἐκείνην οἰκοῦντας Ἕλληνας, ἐν οἷς γενομένῳ μοι καὶ τραφέντι πολὺς ἐντέτηκεν ἔρως | |
5 | ἀνδρῶν τε καὶ χωρίων καὶ πόλεων. Ἴσως δὲ οὐ φαῦλος οὐδὲ ἐκείνων ταῖς ψυχαῖς ἐναπολέλειπται ἔρως ἡμῶν, οἷς εὖ οἶδ’ ὅτι τὸ λεγόμενον «ἀσπάσιος ἐλθὼν ἂν γένοιο», δικαίαν ἀμοιβὴν ἀντιδιδοὺς αὐτοῖς ὑπὲρ ὧν ἡμᾶς ἀπολέ‐ λοιπας ἐνθάδε. Καὶ τοῦτο μὲν οὐχ ὡς εὐχόμενος (ἐπεὶ τό | 204 |
10 | γε ἰέναι πρὸς ἡμᾶς τὴν αὐτὴν ταχέως ἄμεινον), ἀλλ’ ὡς, εἰ γένοιτο, καὶ πρὸς τοῦθ’ ἕξων οὐκ ἀπορρᾳθυμήτως οὐδὲ ἀψυχαγωγήτως ἐννοῶ, συγχαίρων ἐκείνοις ὅτι σε παρ’ ἡμῶν ὄψονται. Κελτοῖς γὰρ ἐμαυτὸν ἤδη διὰ σὲ συντάττω, ἄνδρα εἰς τοὺς πρώτους τῶν Ἑλλήνων τελοῦντα καὶ κατ’ | |
15 | εὐνομίαν καὶ κατὰ ἀρετὴν τὴν ἄλλην, καὶ ῥητορείαν ἄκρον καὶ φιλοσοφίας οὐκ ἄπειρον, ἧς Ἕλληνες μόνοι τὰ κρά‐ τιστα μετεληλύθασι, λόγῳ τἀληθές, ὥσπερ οὖν πέφυκε, θηρεύσαντες, οὐκ ἀπίστοις μύθοις οὐδὲ παραδόξῳ τερατείᾳ προσέχειν ἡμᾶς, ὥσπερ οἱ πολλοὶ τῶν βαρβάρων, ἐάσαντες. | |
20 | Ἀλλὰ καὶ τοῦτο μὲν ὅπως ποτὲ ἔχει, τανῦν ἀφείσθω· σὲ δὲ (προπέμπειν ἤδη γὰρ ἄξιον μετ’ εὐφημίας) ἄγοι μὲν ὁ θεὸς εὐμενής, ὅποι ποτ’ ἂν δέῃ πορεύεσθαι, Ξένιος δὲ ὑποδέχοιτο καὶ Φίλιος εὔνους, ἄγοι τε διὰ γῆς ἀσφαλῶς, κἂν εἰ πλεῖν δέοι, στορεννύσθω τὰ κύματα· πᾶσι δὲ φανείης | |
25 | «φίλος καὶ τίμιος», ἡδὺς μὲν προσιών, ἀλγεινὸς δὲ ἀπο‐ λείπων αὐτούς· στέργων δὲ ἡμᾶς ἥκιστα ποθήσαις ἀνδρὸς ἑταίρου καὶ φίλου πιστοῦ κοινωνίαν· εὐμενῆ δὲ καὶ τὸν | |
αὐτοκράτορά σοι θεὸς ἀποφήναι καὶ τὰ ἄλλα πάντα κατὰ νοῦν διδοίη, καὶ τὴν οἴκαδε παρ’ ἡμᾶς πορείαν ἀσφαλῆ | 205 | |
30 | παρασκευάζοι καὶ ταχεῖαν. Ταῦτά σοι μετὰ τῶν καλῶν κἀγαθῶν ἀνδρῶν συνεύχομαι, καὶ ἔτι πρὸς τούτοις Οὖλέ τε καὶ μέγα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν, | |
Νοστῆσαι οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν. | 206 |