TLG 2001 042 :: THEMISTIUS :: Quae fertur in Aristotelis analyticorum priorum librum i paraphrasis

THEMISTIUS Phil. Rhet.
(Constantinopolitanus: A.D. 4)

Quae fertur in Aristotelis analyticorum priorum librum i paraphrasis

Source: Wallies, M. (ed.), Themistii quae fertur in Aristotelis analyticorum priorum librum i paraphrasis [Commentaria in Aristotelem Graeca 23.3] Berlin: Reimer, 1884: 1–164.

Citation: Volume — page — (line)

23,3

t

[ΘΕΜΙΣΤΙΟΥ] ΠΑΡΑΦΡΑΣΙΣ

23,3

1

(2t)

Περὶ τῶν μίξεων.
3 Εἰπόντες καὶ παραδόντες τάς τε τοῦ ὑπάρχοντος τάς τε τοῦ ἀναγκαίου προτάσεις καὶ δείξαντες, ποίους ποιοῦσι καθ’ ἕκαστον σχῆμα συλλογισμούς,
5ἑξῆς λέγομεν περὶ τῶν ἐκ μίξεως ἀναγκαίας τε καὶ ὑπαρχούσης προτάσεως γινομένων καθ’ ἕκαστον σχῆμα συλλογισμῶν, τίνες τέ εἰσι, καὶ ποῖόν τι ἐν ταῖς μίξεσιν αὐτῶν γίνεται τὸ συμπέρασμα, καὶ τίνες αἱ κατὰ τὰς μίξεις τῶν τρόπων τούτων ἐν τοῖς γινομένοις συλλογισμοῖς διαφοραί. φημὶ οὖν, ὅτι γίνεταί ποτε ἐκ μίξεως ἀναγκαίας 〈καὶ〉 ὑπαρχούσης προτάσεως ἀναγκαῖον συμπέρασμα,
10καὶ πότε γίνεται τὸ συμπέρασμα τοιοῦτον. ἐν γὰρ πρώτῳ σχήματι ἀμφοτέρων οὐσῶν καθόλου, εἰ ἡ μείζων ἀναγκαία, ἄν τε καταφατική, ὡς ἐν τῷ πρώτῳ τρόπῳ, ἄν τε ἀποφατική, ὡς ἐν τῷ δευτέρῳ τρόπῳ, ἀναγκαῖον γίνεται τὸ συμπέρασμα. περὶ γὰρ τῶν δύο συζυγιῶν νῦν διαληπτέον πρῶτον, τῆς τε ἐκ τῆς μείζονος καθόλου καταφατικῆς ἀναγκαίας καὶ τῆς ἐλάττονος καθόλου κατα‐
15φατικῆς ὑπαρχούσης καὶ τῆς ἐκ καθόλου ἀποφατικῆς ἀναγκαίας τῆς μείζονος καὶ καθόλου καταφατικῆς ὑπαρχούσης τῆς ἐλάττονος. οἷον εἰ τὸ Α τῷ Β ἐξ ἀνάγκης, τὸ δὲ Β τῷ Γ ὑπαρχόντως, ἐξ ἀνάγκης τὸ Α τῷ Γ ὑπάρξει παντί. ἐπεὶ γὰρ τὸ Α κατὰ παντὸς τοῦ Β ἐξ ἀνάγκης, τὸ δὲ Γ ὑπὸ τὸ Β ἐστὶ καὶ τὶ τοῦ Β, εἴη 〈ἂν καὶ κατὰ〉 τοῦ Γ ἐξ ἀνάγκης· ὃ γὰρ κατὰ παντὸς τοῦ Β
20ἐξ ἀνάγκης, καὶ κατὰ τῶν ὑπὸ τὸ Β ἐξ ἀνάγκης ἂν κατηγοροῖτο, εἴ γε τὸ κατὰ παντός ἐστιν, ὅταν μηδὲν ᾖ λαβεῖν τοῦ ὑποκειμένου, καθ’ οὗ τὸ κατη‐ γορούμενον οὐ ῥηθήσεται· τὸ δὲ Γ τὶ τῶν Β ἐστί. καὶ γὰρ τὸ κατὰ παντὸς ἐξ ἀνάγκης ὁμοίως λαμβάνεται, ὡς προείπομεν ἐπὶ τῶν ἀναγκαίων ‘τό τε γὰρ
στερητικὸν ὡσαύτως ἀντιστρέφει καὶ τὸ ἐν ὅλῳ εἶναι καὶ κατὰ παντὸς ὁμοίως1

23,3

2

ἀποδώσομεν‘. ληπτέον δὲ τὴν ὑπάρχουσαν καθόλου καταφατικὴν ἐν τοιαύτῃ μίξει ἀληθῆ μὴ πρὸς ὑπόθεσιν ἀλλὰ ἀληθῶς ὑπάρχουσαν· αἴτημα γὰρ ἐκείνως γίνεται καὶ οὐκέτ’ ἀληθὴς ἡ πρότασις. ληφθείσης δὲ ἀληθοῦς ἐν τῷ ὑπάρχειν καὶ καθόλου ἀναγκαῖον συμπέρασμα γίνεται· οἷον κίνησις πάσῃ βαδίσει ἐξ ἀνάγκης,
5βάδισις παντὶ ἀνθρώπῳ ὑπαρχόντως, καὶ κίνησις παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης. Εἰ δὲ ἡ ἐλάττων ληφθείη ἀναγκαία καθόλου ἡ δὲ μείζων ὑπάρχουσα κα‐ θόλου, οὐκ ἀναγκαῖόν φημι ἔσεσθαι τὸ συμπέρασμα. τούτου χάριν εἴρηταί μοι ἐν τοῖς ἔμπροσθεν τὸ ‘συμβαίνει δέ ποτε καὶ τῆς ἑτέρας προτάσεως ἀναγκαίας οὔσης ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα‘· οὐδὲ γὰρ ἀεὶ τοῦτο γίνεται, ἀλλ’
10ὅτε ἡ μείζων εἴη ἀναγκαία. ὅτι δὲ μὴ ἀναγκαῖον ἐν ταύτῃ τῇ συζυγίᾳ τὸ συμπέρασμα ἀλλ’ ὑπάρχον, δεικτέον τοῦτο διχόθεν, καὶ τῇ εἰς ἄτοπον ἀπαγωγῇ καὶ τῇ διὰ τῶν ὅρων δείξει. καὶ γὰρ τῶν μεθόδων ἡ χρεία ἡμῖν καθέστηκεν οὐ δι’ ἑαυτάς, ἀλλ’ ἵνα τοῖς πράγμασιν αὐτὰς ἁρμόζωμεν· διὸ καὶ ἐν τοῖς ἀσυλλογίστοις ὅρους παρατιθέμενοι ἠρκούμεθα τούτοις εἰς ἔλεγχον ὡς μὴ δυ‐
15ναμένων αὐτῶν ἐφαρμοσθῆναι τοῖς πράγμασιν. ὅτι γὰρ μὴ ἀναγκαῖον, δεικτέον τοῦτο διά τε τοῦ πρώτου σχήματος καὶ διὰ τοῦ τρίτου, ὑποτιθέμενοι ἀναγκαῖον συνάγεσθαι τὸ συμπέρασμα καὶ δείξαντες ταύτῃ τῇ ὑποθέσει ψεῦδος ἀκολου‐ θοῦν οὕτως αὐτὴν ἐλέγξομεν. δῆλον γὰρ ὅτι ᾗ δ’ ἂν ὑποθέσει ψεῦδος ἀκολουθεῖ, ψευδὴς ἔσται· οὐδεμιᾷ γὰρ ἀληθεῖ ὑποθέσει ψεῦδος ἀκολουθεῖ.
20δείκνυμεν δὲ τὸ ψεῦδος ἀκολουθοῦν διὰ μὲν τοῦ πρώτου σχήματος οὕτως· εἰ τὸ Α τῷ Β ὑπαρχόντως, τὸ δὲ Β παντὶ τῷ Γ ἐξ ἀνάγκης, ἐγὼ μὲν λέγω, ὅτι τὸ Α παντὶ τῷ Γ ὑπαρχόντως ὑπάρξει. εἰ δέ τις λέγοι ἐξ ἀνάγκης, συγχωρείσθω τοῦτο· καὶ εἰ μὲν μὴ ψεῦδος ἀκολουθήσει, ἔστω ἀληθὲς τὸ συμπέρασμα· εἰ δὲ εὕρωμέν τι ψεῦδος ἑπόμενον, δῆλον ὅτι ψευδὴς ἡ ὑπό‐
25θεσις ἡ λέγουσα τὸ ἀναγκαῖον συνάγεσθαι, ὥστε τὸ ὑπάρχον μόνον συναχθή‐ σεται. ἐπεὶ οὖν τὸ Α παντὶ τῷ Γ ἐξ ἀνάγκης 〈ὑπεθέμεθα, ἦν δὲ καὶ τὸ Β παντὶ τῷ Γ ἐξ ἀνάγκησ〉, καὶ τὸ Γ τινὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρξει· ἀντιστρέφει γάρ. εἰ τοίνυν τὸ μὲν Α παντὶ τῷ Γ ἐξ ἀνάγκης ὑπάρχει, τὸ δὲ Γ τινὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρχει, τὸ ἄρα Α τινὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρξει·
30γίνεται γὰρ ὁ τρίτος τρόπος τοῦ πρώτου σχήματος. ἀλλὰ τοῦτο ψεῦδος· ὑπέ‐ κειτο γὰρ τὸ Α παντὶ τῷ Β ὑπάρχειν μόνον· τὸ δὲ παντὶ ὑπάρχον ἐνδέχεται καὶ μηδενὶ ὑπάρχειν· τοιαύτη γὰρ ἡ τοῦ κυρίως ὑπάρχοντος φύσις. ψεῦδος ἄρα τὸ ἐξ ἀνάγκης τὸ Α τινὶ τῷ Β ὑπάρχειν· τὸ δὲ ψεῦδος ἠκολούθησε διὰ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν λέγουσαν ἀναγκαῖον συνάγεσθαι τὸ συμπέρασμα· ὑπάρ‐
35χον ἄρα συναχθήσεται. οὐκ ἔφην δὲ ἀδύνατον εἶναι τὸ Α τινὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρχειν ἀλλ’ ὡς ψεῦδος· οὐ γάρ, εἴ τι ψεῦδος, τοῦτο καὶ ἀδύνατον, ἀλλ’ εἴ τι ἀδύνατον, τοῦτο καὶ ψεῦδος. οὐδὲ γὰρ προεθέμην τῇ εἰς ἀδύνατον
ἀπαγωγῇ δεῖξαι τοῦτο, οὗ χάριν οὐδὲ τὸ ἀντικείμενον ἔλαβον τῷ ὑπάρχειν2

23,3

3

παντί, ἀλλὰ μόνον δεῖξαι τὸ ψεῦδος τὸ λέγον, ὅτι ἀναγκαῖον συνάγεται συμπέ‐ ρασμα. οὐδὲ γὰρ ἐπί τινος ἀδύνατον τὸ αὐτὸ τῷ αὐτῷ καὶ ὑπαρχόντως παντὶ ὑπάρχειν καὶ τινὶ ἐξ ἀνάγκης ὑπάρχειν· τοιοῦτον γάρ ἐστι τὸ κοινότερον ὑπάρχον. ψεῦδος δὲ τὸ τινὶ ἐξ ἀνάγκης ὑπάρχον τοῦτο καὶ παντὶ ὑπάρχειν κατὰ τὸ
5ἁπλῶς, τουτέστι τὸ καθόλου 〈τοῦ〉 ὑπάρχοντος σημαινόμενον, ὅπερ δύναται μη‐ δενὶ ἐξ ἀνάγκης ὑπάρχειν καὶ μηδενὶ ἐνδέχεσθαι ὑπάρχειν. οὕτως μὲν οὖν διὰ τοῦ πρώτου σχήματος. διὰ δὲ τοῦ τρίτου οὕτως· εἰ γὰρ τὸ Α παντὶ ἐξ ἀνάγκης τῷ Γ, ὡς ἄν τις ὑπολάβοι, ὑπῆρχε δὲ καὶ τὸ Β ἐξ ἀνάγκης παντὶ τῷ Γ, τὸ ἄρα Α τινὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρχον. γίνεται γὰρ ὁ πρῶτος
10τρόπος τοῦ τρίτου σχήματος τῶν δύο καταφατικῶν ἀναγκαίων οὐσῶν μερικὸν καταφατικὸν ἀναγκαῖον συνάγων συμπέρασμα. ὑπέκειτο δὲ καὶ παντὶ τῷ Β τὸ Α ὑπαρχόντως· ψεῦδος ἄρα τὸ τινὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρχειν τὸ Α· ἐνδέ‐ χεται γὰρ ἐπὶ τοῦ ὑπάρχοντος τρόπου τὸ ληφθὲν ὡς παντὶ ὑπάρχειν καὶ μη‐ δενὶ αὐτῷ ὑπάρχειν. ψεῦδος ἄρα τὸ τινὶ ἐξ ἀνάγκης· τὸ δὲ ψεῦδος ἠκολούθησε
15διὰ τὸ ὑποθέσθαι τῷ Γ ἐξ ἀνάγκης παντὶ τὸ Α ὑπάρχειν. ἔτι δὲ καὶ ἐκ τῶν ὅρων φανερόν, ὅτι οὐκ ἔστιν ἀναγκαῖον τὸ συμπέρασμα· κίνησις μὲν γὰρ παντὶ ζώῳ ὑπαρχόντως ὑπάρχει, ζῶον δὲ παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης, καὶ συμπέρασμα συνάγεται οὐκ ἀναγκαῖον ἀλλ’ ὑπάρχον· κίνησις γὰρ παντὶ ἀν‐ θρώπῳ ὑπάρχει οὐκ ἀναγκαίως ἀλλ’ ὑπαρχόντως.
20 Ὁμοίως δὲ δειχθήσεται μὴ γινόμενον ἀναγκαῖον τὸ συμπέρασμα, κἂν ἡ μείζων ᾖ καθόλου ὑπάρχουσα ἀποφατική, εἰ τοίνυν τὸ Α οὐδενὶ τῷ Β ὑπαρ‐ χόντως· πάλιν γὰρ ἐκθησόμεθα τὸ συμπέρασμα ἀναγκαῖον καθόλου ἀποφατικόν. καὶ ἐν μὲν τῷ πρώτῳ σχήματι τὴν δεῖξιν ποιούμενοι ἀντιστρέψομεν τὴν καθό‐ λου καταφατικὴν ἀναγκαίαν τὴν Β Γ, καὶ ἔσται τὸ Α τῷ Γ οὐδενὶ ἐξ ἀνάγκης,
25τὸ Γ τῷ Β τινὶ ἐξ ἀνάγκης· ἐξ ὧν συναχθήσεται τὸ Α τινὶ τῷ Β μὴ ὑπάρ‐ χειν ἐξ ἀνάγκης, ὃ ψεῦδές ἐστιν· ὑπέκειτο γὰρ μηδενὶ ὑπάρχειν. εἰ δὲ ἐν τρίτῳ ποιούμεθα τὴν δεῖξιν, τὸ Α οὐδενὶ τῷ Γ ἐξ ἀνάγκης, τὸ δὲ Β παντὶ τῷ Γ· ἐξ ὧν πάλιν συναχθήσεται τὸ Α τινὶ τῷ Β μὴ ὑπάρχειν ἐξ ἀνάγκης. ἀλλὰ καὶ διὰ τῶν αὐτῶν ὅρων δειχθήσεται πάλιν, ὡς μὴ ἀναγκαῖον συνάγομεν
30τὸ συμπέρασμα· κίνησις μηδενὶ ζώῳ ὑπαρχέτω, ζῶον δὲ παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης, κίνησις οὐδενὶ ἀνθρώπῳ, ἀλλ’ οὐκ ἐξ ἀνάγκης. δεῖ μέντοι εἰδέναι, ὡς ἣν πεποιήμεθα δεῖξιν, ἔοικε μὲν τῇ εἰς ἀδύνατον ἀπαγωγῇ, οὐ μὴν ἡ αὐτή ἐστιν ἐκείνῃ. οὔτε γὰρ τὸ ἀντικείμενον τοῦ συναγομένου ὑπεθέμεθα (οὐ γὰρ ἀντίκειται τῷ παντὶ ὑπάρχειν τὸ Α τῷ Γ τὸ παντὶ ἐξ ἀνάγκης ὑπάρ‐
35χειν, οὔτε τῷ μηδενὶ ὑπάρχειν τὸ μηδενὶ ἐξ ἀνάγκης· ταῦτα δὲ ὑπεθέμεθα), ἀλλ’ οὐδὲ τὸ δειχθὲν ἐκ τῶν ὑποθέσεων ἀδύνατον ἦν, ὥσπερ καὶ ἐπεσημηνά‐ μεθα, ἀλλὰ ψεῦδος· ψεῦδος γὰρ καὶ τὸ ὑποτεθέν. οὐ γὰρ ἀδύνατον· οὔτε γὰρ
τὸ παντὶ ὑπάρχον ἀδύνατον καὶ ἐξ ἀνάγκης τινὶ αὐτῶν ὑπάρχειν, οὔτε τὸ μη‐3

23,3

4

δενὶ ὑπάρχον κεκώλυται καὶ ἐξ ἀνάγκης τινὶ αὐτῶν μὴ ὑπάρχειν. ψευδεῖ οὖν ὑποθέσει ψεῦδος ἠκολούθησεν· ἀδυνάτῳ μὲν γὰρ ἀδύνατον ἀκολουθήσει, ψευδεῖ δὲ ψεῦδος. ἔτι ὅσον ἐπὶ τῇ δείξει, οὐ κατεσκεύασται τὸ προκείμενον. οὔτε γὰρ εἰ ἀναιρεθῇ τὸ παντὶ ἐξ ἀνάγκης ὡς ψεῦδος ὄν, ἤδη ἀνάγκη ἀληθὲς εἶναι
5τὸ παντὶ ὑπάρχον· μόνον γὰρ ἐξ ἀνάγκης τίθεται τῇ ἄρσει τινὸς καὶ ἀνασκευῇ τὸ ἀντικείμενον· ταῦτα δὲ οὐκ ἀντίκεινται. οὐδ’ ἐγὼ αὖ τῷ τρόπῳ τῆς δείξεως τούτῳ πάνυ θαρρῶ, ἀλλὰ προσχρῶμαι αὐτῷ δεικνύς, ὅτι, εἰ ἀναγκαίως ληφθέν‐ τος τοῦ συμπεράσματος ψεῦδός τι ἕπεται, ὑπάρχοντος δὲ μή, δεῖ δὲ τοιοῦτον αὐτὸ εἶναι, ἐπεὶ καὶ αἱ προτάσεις τοιαῦται, ὑπάρχον ἂν δεικνύοιτο. οὐ γὰρ
10τῇ εἰς ἀδύνατον ἀπαγωγῇ κέχρημαι, ἀλλὰ μεταλαβὼν ἄλλην πρότασιν, ἀντὶ τῆς ὑπαρχούσης ἀναγκαίαν, καὶ ποιήσας ἐκ ταύτης τε καὶ τῆς δευτέρας τῶν κειμένων τῆς ἐλάττονος συλλογιστικὴν συζυγίαν· εὑρὼν γὰρ τὸ συναγόμενον ψεῦδος ὂν τούτῳ προσχρῶμαι εἰς τὸ μὴ ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα. Ἐπὶ δὲ τῶν τὴν ἐλάττονα ἐπὶ μέρους ἐχόντων καταφατικὴν τὴν δὲ μεί‐
15ζονα καθόλου καταφατικὴν ἢ ἀποφατικήν, ἂν ἡ μείζων ἀναγκαία ᾖ καταφατικὴ οὖσα καθόλου ἢ ἀποφατική, ἡ δὲ ἐλάττων ὑπάρχουσα, ἀναγκαῖόν ἐστι τὸ συμπέρασμα καθάπερ καὶ ἐπὶ τῶν πρώτων συζυγιῶν, ἂν δὲ ἡ ἐλάττων ᾖ ἀναγκαία, ὑπάρχον. ἔστω δὴ πρῶτον ἡ μείζων καὶ καθόλου ἀναγκαία. εἰ οὖν τὸ Α παντὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρχει, τὸ δὲ Β τινὶ τῷ Γ ὑπάρχει,
20συναχθήσεται τὸ Α τινὶ τῷ Γ ἐξ ἀνάγκης ὑπάρχειν. εἰ γὰρ παντὶ τῷ Β τὸ Α ἐξ ἀνάγκης, τὶ δὲ τῶν Γ μέρος ἐστὶ τοῦ Β, καὶ τὸ Α ἄρα τινὶ τῷ Γ ὑπάρχει ἐξ ἀνάγκης μέρει ὄντι τοῦ Β. ἔστωσαν δὲ ὅροι ἐπιστήμη, γραμ‐ ματική, ἄνθρωπος· ἐπιστήμη πάσῃ γραμματικῇ ἐξ ἀνάγκης, γραμματικὴ δὲ τινὶ ἀνθρώπῳ ὑπαρχόντως, καὶ συνάγεται ἐπιστήμη τινὶ ἀνθρώπῳ ἐξ ἀνάγκης.
25 Ὁμοίως δέ, καὶ εἰ καθόλου εἴη ἀποφατικὴ ἡ μείζων ἀναγκαία, ἀναγκαῖον ὡσαύτως συναχθήσεται τὸ συμπέρασμα. εἰ γὰρ τὸ Α μηδενὶ τῷ Β ἐξ ἀνάγκης, τὸ δὲ Β τινὶ τῷ Γ ὑπαρχόντως, καὶ τὸ Α οὐ τινὶ τῷ Γ ἐξ ἀνάγκης ὑπάρχει· ἐπειδὴ γὰρ οὐδενὶ τῷ Β ἐξ ἀνάγκης τὸ Α, τὶ δὲ τοῦ Γ τοῦ Β μέρος ἐστί, καὶ τὸ Α ἄρα οὐ παντὶ τῷ Γ ἐξ ἀνάγκης ὑπάρχει. ὅροι δὲ ἐγρήγορσις, ὕπνος,
30ἄνθρωπος· ἐγρήγορσις οὐδενὶ ὑπνοῦντι ἐξ ἀνάγκης, ὕπνος τινὶ ἀνθρώπῳ ὑπαρ‐ χόντως, καὶ ἐγρήγορσις οὐ παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης. καὶ ἁπλῶς τὰ ἀντι‐ διῃρημένα δεῖ λαμβάνειν καὶ τὸ μὲν μείζονα ὅρον τιθέναι τὸ δὲ μέσον, ἐλάτ‐ τονα δὲ ἄλλο τι, ᾧ ὁ μείζων ὑπάρχει 〈οὐκ〉 ἐξ ἀνάγκης. Ἐὰν δὲ ἡ μερικὴ πρότασις ἀναγκαία, οὐκ ἔσται τὸ συμπέρασμα ἀναγκαῖον.
35ὥσπερ γὰρ ἐπὶ τῶν καθόλου συζυγιῶν οἱ τὴν ἐλάττονα ἔχοντες ἀναγκαίαν οὐ συνῆγον ἀναγκαῖον, οὕτως καὶ ἐπὶ τῶν μερικῶν συζυγιῶν οὐκ ἀναγκαῖον
ἀλλ’ ὑπάρχον τὸ συμπέρασμα. δῆλον δέ, ὅτι τοῦτο συνάγεται, ἐξ ὧν τούτῳ4

23,3

5

μὲν τῷ συμπεράσματι οὐδὲν ἀδύνατον ἕπεται οὔτε ἐνταῦθα οὔτε ἐπὶ τῶν κα‐ θόλου προτάσεων, τῷ δὲ ἀναγκαίῳ ἀκολουθεῖ. εἰ γὰρ τὸ Α παντὶ τῷ Β ὑπαρχόντως, τὸ δὲ Β τινὶ τῷ Γ ἐξ ἀνάγκης, καὶ τὸ Α τινὶ τῷ Γ ὑπάρξει. καὶ ἡ αἰτία· οὐδὲν γὰρ ἀδύνατον συμπίπτει, καθάπερ οὐδὲ ἐν τοῖς καθόλου
5συλλογισμοῖς. ἡνίκα γὰρ ἐπ’ ἐκείνων ἐλαμβάνομεν τὴν ἐλάττονα ἐξ ἀνάγκης καὶ ὑπετιθέμεθα ὑπάρχον συνάγεσθαι τὸ συμπέρασμα, οὐδὲν ψεῦδος εἵ‐ πετο· 〈εἰ δὲ ἀναγκαῖον ὑπεθέμεθα συνάγεσθαι συμπέρασμα, ψεῦδός τι εἵπετο〉. ὡς οὖν ἐπ’ ἐκείνων ἀναγκαίου μὲν ὑποτεθέντος τοῦ συμπεράσματος ψεῦδός τι συνήγετο ὑπάρχοντος δὲ οὐκέτι, οὕτω καὶ ἐπὶ τῶν ἐν μέρει, εἰ
10ὑπεθέμεθα ἐξ ἀνάγκης ἕπεσθαι τὸ συμπέρασμα, ψεῦδος ἕπεται, εἰ δὲ ὑπάρχον, οὔ. ὁμοίως δὲ καὶ εἰ ἡ στερητικὴ εἴη καθόλου ὑπάρχουσα, ἀναγκαία δὲ ἡ ἐλάττων, ὑπάρχον συνάγεται συμπέρασμα. καὶ τοῦτο πάλιν δεικτέον τὸ συμ‐ πέρασμα ἐπὶ ὅρων· κίνησις παντὶ ζώῳ ὑπαρχόντως, ζῶον τινὶ λευκῷ ἐξ ἀνάγκης, καὶ συνάγεται κίνησις τινὶ λευκῷ ὑπαρχόντως οἷον κύκνῳ· καὶ ἐπὶ
15τοῦ ‘οὐ πᾶσ‘ συνάγεται κίνησις οὐ παντὶ ζώῳ ὑπαρχόντως. ἢ οὕτως· κίνησις οὐδενὶ ζώῳ ὑπαρχόντως, ζῶον τινὶ λευκῷ ἐξ ἀνάγκης, καὶ κίνησις τινὶ λευκῷ οὐχ ὑπάρχει. Ἐπὶ δὲ τοῦ δευτέρου σχήματος εἰ μὲν ἡ στερητικὴ πρότασις καθόλου εἴη καὶ ἀναγκαία, καὶ τὸ συμπέρασμα ἔσται ἀναγκαῖον, εἰ δὲ ἡ κατηγορική,
20οὐκ ἀναγκαῖον. ἐπειδὴ γὰρ οἱ ἐν δευτέρῳ σχήματι συλλογισμοὶ τελειοῦνται τῇ εἰς πρῶτον σχῆμα ἀναγωγῇ, ἐν δὲ τῷ πρώτῳ σχήματι δεῖ πάντως τὴν ἀποφατικὴν μείζονα εἶναι, ἐδείκνυον δέ, ὅτι, ὅπως ἂν ἔχῃ ἡ μείζων ἐν πρώτῳ, οὕτως ἀνάγκη ἔχειν καὶ τὸ συμπέρασμα, εἰκότως ἄρα, φημί, ὅπως ἂν ἔχῃ ἐν δευτέρῳ σχήματι ἡ ἀποφατικὴ πρότασις, οὕτως ἀνάγκη ἔχειν καὶ τὸ συμπέ‐
25ρασμα. ἀναγομένου γὰρ τοῦ δευτέρου σχήματος εἰς τὸ πρῶτον πάντως ἡ ἀποφατικὴ μείζων εὑρίσκεται. ἔστω γὰρ ἡ στερητικὴ πρῶτον ἀναγκαία, ἡ δὲ κατηγορικὴ ὑπάρχουσα, καὶ τὸ Α τῷ μὲν Β μηδενὶ ἐξ ἀνάγκης τῷ δὲ Γ παντὶ ὑπαρχόντως· συνάγεσθαί φημι τὸ συμπέρασμα ἀναγκαῖον. ἀντιστρα‐ φείσης γὰρ τῆς ἀποφατικῆς γίνεται ὁ δεύτερος τρόπος τοῦ πρώτου σχήματος·
30εἰ γὰρ τὸ Α ἐξ ἀνάγκης μηδενὶ τῷ Β, οὐδὲ τὸ Β μηδενὶ τῷ Α ἐξ ἀνάγκης· τὸ δέ γε Α παντὶ τῷ Γ ὑπαρχόντως· γίνεται τὸ πρῶτον σχῆμα· τὸ ἄρα Β οὐδενὶ τῷ Γ ἐξ ἀνάγκης. ὅροι ἀρετή, κακία, ἄνθρωπος· ἀρετὴ οὐδεμιᾷ κακίᾳ ἐξ ἀνάγκης, ἀρετὴ παντὶ ἀνθρώπῳ ὑπαρχόντως, κακία οὐδενὶ ἀνθρώπῳ ἐξ ἀνάγκης. καὶ καθόλου εὐπορήσομεν λαμβάνοντες ἀντιδιηρημένα ἀλλήλοις εἴδη
35καὶ τὸ ἕτερον ποιοῦντες μείζονα ὅρον τὸ δὲ ἕτερον μέσον, ἕτερον δέ τι ἐλάτ‐ τονα δυνάμενον μετέχειν ἀνὰ μέρος ἑκατέρου μὴ ἀναγκαίως. Ὡσαύτως δέ, καὶ 〈εἰ〉 ἡ μείζων καθόλου καταφατικὴ ὑπάρχουσα εἴη, ἡ δὲ ἐλάττων καθόλου ἀποφατικὴ ἀναγκαία· ἀναγκαῖον γὰρ καὶ αὕτη συνάγει συμπέρασμα διά τε τῆς ἀντιστροφῆς τῆς ἐλάττονος, τουτέστι τῆς ἀποφατικῆς,
40καὶ ἔτι τῆς τοῦ συμπεράσματος ἀντιστροφῆς. εἰ γὰρ τὸ Α παντὶ τῷ Β ὑπαρ‐5

23,3

6

χόντως τῷ δὲ Γ οὐδενὶ ἐξ ἀνάγκης, καὶ τὸ Β ἄρα τῷ Γ οὐδενὶ ἐξ ἀνάγκης. ἐπεὶ γὰρ τὸ Α οὐδενὶ τῷ Γ ἐξ ἀνάγκης, καὶ τὸ Γ οὐδενὶ τῷ Α ἐξ ἀνάγκης· τὸ δὲ Α παντὶ τῷ Β ὑπαρχόντως· τὸ ἄρα Γ οὐδενὶ τῷ Β ἐξ ἀνάγκης. ἀλλ’ οὐ τοῦτο προέκειτο δεῖξαι, ἀλλ’ εἰ τὸ Β μηδενὶ τῷ Γ ἐξ ἀνάγκης. ἐπεὶ οὖν
5ἀντιστρέφει ἡ καθόλου ἀποφατικὴ ἐπὶ τοῦ ἀναγκαίου, εἰ τὸ Γ οὐδενὶ τῷ Β ἐξ ἀνάγκης, οὐδὲ τὸ Β οὐδενὶ τῷ Γ ἐξ ἀνάγκης. ὅροι ὑγεία, νόσος, ἄνθρωπος· ὑγεία παντὶ ἀνθρώπῳ ὑπαρχόντως, ὑγεία οὐδεμιᾷ νόσῳ ἐξ ἀνάγκης, ὁ ἄν‐ θρωπος οὐδεμιᾷ νόσῳ ἐξ ἀνάγκης. ἀλλὰ καὶ νόσος οὐδενὶ ἀνθρώπῳ ἐξ ἀνάγκης, ἀντιστρεφομένης τῆς ἐλάττονος προτάσεως καὶ τοῦ συμπεράσματος.
10εἰ γὰρ ὑγεία οὐδεμιᾷ νόσῳ, καὶ νόσος οὐδεμιᾷ ὑγείᾳ· ὑγεία δὲ παντὶ ἀνθρώπῳ· καὶ νόσος οὐδενὶ ἀνθρώπῳ ἐξ ἀνάγκης. εἰ δὲ ἡ κατηγορικὴ πρότασίς ἐστιν ἀναγκαία, οὐκ ἔστι τὸ συμπέρασμα ἀναγκαῖον. εἶπον δὲ τὴν αἰτίαν, τί δήποτε ταῖς στερητικαῖς ἐν τούτῳ τῷ σχήματι ἀκολουθεῖ τὸ συμπέρασμα. ὑπαρχέτω γὰρ τὸ Α παντὶ τῷ Β ἐξ ἀνάγκης, οὐδενὶ δὲ τῷ Γ ὑπαρχόντως, καὶ τὸ Β
15οὐδενὶ τῷ Γ ὑπαρχόντως. εἰ γὰρ τὸ Α οὐδενὶ τῷ Γ, καὶ τὸ Γ οὐδενὶ τῷ Α ὑπαρχόντως, ἐπειδὴ ἀντιστρέφει, τὸ δὲ Α παντὶ τῷ Β ἐξ ἀνάγκης· γέγονε τὸ πρῶτον σχῆμα 〈ἐκ〉 τῆς μείζονος ἀποφατικῆς ὑπαρχούσης. ἐδείχθη δὲ ἐν πρώτῳ σχήματι, ὅτι, ὁποῖος ἂν ᾖ ὁ μείζων ὅρος, τοιοῦτον συνάγεται καὶ τὸ συμπέ‐ ρασμα· ἀντιστρεφομένης οὖν τῆς στερητικῆς καὶ τὸ Β οὐδενὶ τῷ Γ ὑπαρ‐
20χόντως, ὅπερ ἔδει δεῖξαι. Δειχθείσης δὲ τῆς προκειμένης συζυγίας δι’ ἀντιστροφῆς τὸ ὑπαρχόντως καὶ 〈οὐ〉 τὸ ἀναγκαίως συναγούσης νῦν αὐτὸ τοῦτο δεικτέον καὶ τῇ εἰς ἄτοπον ἀπαγωγῇ. εἰ γὰρ ὑποθώμεθα ἀναγκαῖον συνάγεσθαι τὸ συμπέρασμα, ἕψεταί τι ἄτοπον τῇ ὑποθέσει ταύτῃ· εἰ δὲ τῇ ὑποθέσει ταύτῃ ἄτοπόν τι ἀκολουθεῖ,
25καὶ ψεῦδός ἐστι· ψεῦδος ἄρα τὸ ὑποτίθεσθαι ἀναγκαῖον συνάγεσθαι τὸ συμπέ‐ ρασμα. εἰ γάρ τις εἴπῃ συνάγεσθαι τὸ Β μηδενὶ τῷ Γ ἐξ ἀνάγκης, ἀντι‐ στρέφει δῆλον ὅτι, καὶ τὸ Γ μηδενὶ τῷ Β ὑπάρξει ἐξ ἀνάγκης· εἰ τοίνυν τὸ μὲν Γ οὐδενὶ τῷ Β ἐξ ἀνάγκης, τὸ δὲ Β τινὶ τῷ Α ἐξ ἀνάγκης, ἐκ δύο δὲ ἀναγκαίων ἀναγκαῖον γίνεται τὸ συμπέρασμα, καὶ τὸ Γ ἄρα ἐξ ἀνάγκης τινὶ
30τῷ Α οὐχ ὑπάρξει. ἀλλ’ ἐπειδὴ ὑπέκειτο τὸ Α μηδενὶ ὑπαρχόντως τῷ Γ, καὶ τὸ Γ μηδενὶ ἄρα τῷ Α ὑπαρχόντως, ἐδείχθη δὲ τὸ ὑπάρχειν τοιοῦτον ὄν, ὡς δύνασθαι, ὃ μηδενὶ ὑπάρχει, τὸ αὐτὸ τῷ αὐτῷ καὶ παντὶ ὑπάρχειν, καὶ παντὶ ὑπαρχόντως καὶ τινὶ ἐξ ἀνάγκης οὐχ ὑπάρξει τῷ Α τὸ Γ, ὅπερ ἄτοπον. δῆλον ἄρα, ὅτι τὸ ἄτοπον ἠκολούθησεν ἐκ τοῦ ὑποθέσθαι ἡμᾶς ἐξ
35ἀνάγκης μηδενὶ τῷ Γ τὸ Β· ἀληθῶς ἄρα τὸ ὑπαρχόντως μηδενί, ὅπερ ἔδει δεῖξαι. ἔτι οὐ μόνον τοῖς καθόλου λόγοις τὸ προκείμενον πιστωσόμεθα ἀλλὰ καὶ τῇ διὰ τῶν ὅρων, τουτέστι τῇ τῶν πραγμάτων δείξει, ὅτι τὸ συμπέρασμα ὑπαρχόντως συνάγεται καὶ οὐχὶ κυρίως ἀναγκαῖον, ἀλλ’ εἴ γε ἄρα, τὸ ἐξ
ὑποθέσεως. οἷον ἔστω τὸ Α ζῶον, τὸ δὲ Β ἄνθρωπος, τὸ Γ λευκόν· ζῶον6

23,3

7

παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης, ζῶον οὐδενὶ λευκῷ· καὶ συνάγεται ἀντιστραφείσης τῆς ἀποφατικῆς καὶ τοῦ συμπεράσματος, ὅτι ἄνθρωπος οὐδενὶ λευκῷ ὑπαρ‐ χόντως. οὐ γάρ ἐστιν ἐξ ἀνάγκης τὸ μηδένα λευκὸν εἶναι ἄνθρωπον, ἀλλ’ εἰ ἄρα, ἐξ ὑποθέσεως, ἕως ἂν ὑποκέηται τὸ ζῶον μηδενὶ λευκῷ ὑπάρχειν.
5σαφέστερον δὲ μᾶλλον ἔσται ἡ δεῖξις, ἐὰν κίνησιν καὶ βάδισιν καὶ ἄνθρωπον λάβωμεν ἢ ἁπλῶς καθολικώτερόν τι καὶ μερικώτερον καὶ ἕτερόν τι, ᾧ ὑπάρ‐ χουσι ταῦτα οὐκ ἐξ ἀνάγκης. κίνησις γὰρ πάσῃ μὲν βαδίσει ἐξ ἀνάγκης, ἀνθρώπῳ δὲ οὐδενὶ ὑπαρχόντως· καὶ συνάγεται βάδισις οὐδενὶ ἀνθρώπῳ ὑπαρ‐ χόντως. ὥστε τούτων μὲν ὄντων ἔσται τὸ συμπέρασμα ἀναγκαῖον, τουτέστιν
10ἕως ἡ μὲν τῶν προτάσεων ἀναγκαίως ὄντως ὑπάρχει ἡ δὲ ἐξ ὑποθέσεως, καὶ τὸ συμπέρασμα ἐξ ὑποθέσεως ἔσται ἀναγκαῖον καὶ οὐχ ἁπλῶς, τουτέστι κυρίως ἀναγκαῖον. δῆλον δὲ ἄρα, ὅτι ἐν ταῖς μίξεσιν, ὅταν ἀναγκαῖον λέγω γίνεσθαι τὸ συμπέρασμα, τὸ ἁπλῶς ἀναγκαῖον λέγω καὶ οὐ τὸ μετὰ διορισμοῦ, τουτέ‐ στιν ἐξ ὑποθέσεως.
15 Ὁμοίως δὲ ἕξει καὶ ἐπὶ τῶν ἐν μέρει συλλογισμῶν. τῇ γὰρ ἀποφατικῇ καὶ ἐπὶ τούτων ἀκολουθεῖ τὸ συμπέρασμα καθόλου οὔσῃ, κἂν μείζων ᾖ κἂν ἐλάττων· μερικῆς δὲ οὔσης τῆς ἀποφατικῆς οὐκέτι. ἔστι δὴ πρῶτον ἡ στε‐ ρητικὴ καθόλου τε καὶ ἀναγκαία, ἡ δὲ ἐλάττων μερικὴ καταφατικὴ ὑπαρχόν‐ τως. οἷον τὸ Α οὐδενὶ μὲν τῷ Β ἐξ ἀνάγκης, τῷ δὲ Γ τινὶ ὑπάρχει· λέγω,
20ὅτι τὸ Β τινὶ τῷ Γ ἐξ ἀνάγκης οὐχ ὑπάρξει. εἰ γὰρ τὸ Α ἐξ ἀνάγκης μη‐ δενὶ τῷ Β, καὶ τὸ Β οὐδενὶ τῷ Α ἐξ ἀνάγκης· τὸ δὲ Α τινὶ τῷ Γ ὑπάρχει· τὸ ἄρα Β τινὶ τῷ Γ ἐξ ἀνάγκης οὐχ ὑπάρξει· δέδεικται γὰρ τοῦτο ἐν πρώτῳ σχήματι. οἱ δὲ αὐτοὶ ὅροι ἁρμόσουσι κἀνταῦθα πρὸς τὸ δεῖξαι ὑπάρχον συναγόμενον τὸ συμπέρασμα, οἵπερ καὶ ἐν τῷ πρώτῳ σχήματι ἐν τούτῳ τῷ
25τρόπῳ. πάλιν ἔστω ἡ κατηγορικὴ καθόλου ἀναγκαία, ἡ δὲ μερικὴ ἀποφατικὴ ὑπάρχουσα. οἷον εἰ τὸ Α παντὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρχει, τῷ δὲ Γ οὐ παντὶ ὑπάρχει, τὸ Β ἄρα τῷ Γ οὐ παντὶ ὑπαρχόντως. δείκνυται δὲ αὕτη ἡ συζυγία διὰ τῶν ὅρων τῶν αὐτῶν, δι’ ὧν καὶ τὴν ἐκ τῆς μείζονος καθόλου καταφατικῆς ἀναγκαίας ἐδείξαμεν τῆς δὲ ἐλάττονος ὑπαρχούσης καθόλου
30ἀποφατικῆς. κίνησις μὲν γὰρ πάσῃ βαδίσει ἐξ ἀνάγκης ὑπάρχει, ἀνθρώπῳ δὲ οὐ παντὶ ὑπαρχόντως, καὶ συνάγεται βάδισις οὐ παντὶ ἀνθρώπῳ ὑπαρχόντως· αἱ γὰρ αὐταὶ ἁρμόσουσι κἀνταῦθα δείξεις, αἵπερ καὶ ἐπὶ τῶν καθόλου. ἀλλ’ οὐδὲ εἰ ἡ μὲν καθόλου καταφατικὴ ὑπάρχουσα, ἡ δὲ ἐν μέρει στερητικὴ ἀναγκαία, οὐκ ἔσται τὸ συμπέρασμα ἀναγκαῖον ἀλλ’ ὑπάρχον. καὶ οἱ αὐτοὶ ὅροι ἁρμό‐
35σουσι καὶ ἐπὶ τούτων, πλὴν ὅσον μετατιθεμένης τῆς τάξεως· τὸν γὰρ ἐλάττονα μείζονα δεῖ ποιῆσαι, τὸν δὲ μείζονα μέσον οὕτως· βάδισις παντὶ ἀνθρώπῳ ὑπαρχόντως, κινήσει δὲ οὐ πάσῃ ἐξ ἀνάγκης· καὶ συνάγεται ἄνθρωπος οὐ πάσῃ κινήσει ὑπαρχόντως. οὐ δείκνυται δὲ αὕτη 〈δι’〉 ἀντιστροφῆς διὰ τὸ μηδεμίαν μερικὴν στερητικὴν ἀντιστρέφειν πρὸς ἑαυτήν. τὴν δὲ λοιπὴν συζυ‐
40γίαν παραλελοίπαμεν τὴν ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς ὑπαρχούσης7

23,3

8

τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς ἀναγκαίας, ὡς δήλου γεγονότος, ὅτι με‐ ρικὸν ἀποφατικὸν ὑπάρχον συμπέρασμα συνάγει δι’ ἀντιστροφῆς δεικνύμενον. Ἐπεὶ δὲ τὸν περὶ τῆς μίξεως ἀναγκαίου καὶ ὑπάρχοντος ἐν δευτέρῳ σχήματι ἐπληρώσαμεν λόγον, μεταβῆναι δεῖ ἐπὶ τὸ τρίτον σχῆμα καὶ δεῖξαι
5κἂν τούτῳ, πότε μὲν ἀναγκαῖον γίνεται τὸ συμπέρασμα τῆς ἑτέρας ἀναγκαίας οὔσης προτάσεως τῆς δὲ ἑτέρας ὑπαρχούσης, πότε δὲ ὑπάρχον. φημὶ οὖν, ἐν ταῖς ἐξ ἀμφοτέρων καταφατικῶν προτάσεων συζυγίαις πάντως ἀναγκαῖον ἔσται τὸ συμπέρασμα· ἐφ’ ὧν δὲ ἡ μέν ἐστι καταφατικὴ ἡ δὲ ἀποφατική, τῇ ἀπο‐ φατικῇ πάντως ἕπεται τὸ συμπέρασμα. καὶ εἰκότως· πάλιν γὰρ ἀντιστρεφο‐
10μένης τῆς καταφατικῆς καὶ ποιούσης τὸ πρῶτον σχῆμα μείζων εὑρεθήσεται ἡ ἀποφατική· ἐν δὲ τῷ πρώτῳ σχήματι τῇ μείζονι ἀεὶ εἵπετο τὸ συμπέρασμα. εἰ δὴ τὸ Α παντὶ τῷ Γ ἐξ ἀνάγκης, τὸ δὲ Β τῷ αὐτῷ παντὶ ὑπαρχόντως, ἀντιστραφείσης τῆς ἐλάττονος τὸ πρῶτον γίνεται σχῆμα· τὸ γὰρ Γ τινὶ τῷ Β. εἰ τοίνυν τὸ μὲν Α παντὶ τῷ Γ ἐξ ἀνάγκης, τὸ δὲ Γ τινὶ τῷ Β ὑπαρχόντως,
15τὸ Α ἄρα τινὶ τῷ Β ἐξ ἀνάγκης, ὅπερ μέρος ἐστὶ τοῦ Γ. οἱ αὐτοὶ δὲ ὅροι ἁρμόσουσι δεῖξαι αὐτὴν ἀναγκαίαν, οἵπερ καὶ ἐν τῷ πρώτῳ σχήματι· κίνησις πάσῃ βαδίσει ἐξ ἀνάγκης, ἄνθρωπος πάσῃ βαδίσει ὑπαρχόντως, καὶ κίνησις τινὶ ἀνθρώπῳ ἐξ ἀνάγκης. ὁμοίως δὲ δειχθήσεται, καὶ εἰ πρὸς τῷ Β Γ, τουτέστι τῇ ἐλάττονι, εἴη τὸ ἀναγκαῖον· λέγω γὰρ καὶ αὐτὴν τὸ ἀναγκαῖον
20συνάγειν. δείκνυται δὲ τοῦτο διὰ δύο ἀντιστροφῶν τῆς τε μείζονος προτάσεως καὶ τοῦ συμπεράσματος. ὑπαρχέτω γὰρ τὸ μὲν Β παντὶ τῷ Γ ἐξ ἀνάγκης, τὸ δὲ Γ τινὶ τῷ Α [ἐξ ἀνάγκης] ὑπαρχόντως μόνον· δῆλον ὅτι συνάγεται τὸ Β τινὶ τῷ Α ἐξ ἀνάγκης· δέδεικται γὰρ τοῦτο ἐν πρώτῳ σχήματι. ἀλλ’ ἐζητοῦ‐ μεν ἡμεῖς, εἰ τὸ Α τινὶ τῷ Β. τοῦτο οὖν δείκνυται δι’ ἀντιστροφῆς τοῦ
25συμπεράσματος· εἰ γὰρ τὸ Β τινὶ τῷ Α ἐξ ἀνάγκης, καὶ τὸ Α τινὶ τῷ Β ἐξ ἀνάγκης. ζητήσει δὲ ἄν τις, τί δήποτε δυνάμενοι τὴν ἐλάττονα ἀντιστρέψαι πρότασιν καὶ ποιῆσαι ὑπάρχον τὸ συμπέρασμα μιᾶς δεηθέντες ἀντιστροφῆς τὴν μείζονα ἀντιστρέφομεν καὶ δεόμεθα δύο ἀντιστροφῶν, ἵνα ποιήσωσιν ἀναγκαῖον τὸ συμπέρασμα· οἷον τὸ Α παντὶ τῷ Γ ὑπαρχόντως, τὸ Γ τινὶ
30τῷ Β ἐξ ἀνάγκης, καὶ συμπέρασμα τὸ Α τινὶ τῷ Β ὑπαρχόντως. τί οὖν λέ‐ γομεν; ὅτι, εἰ καὶ ἐδυνάμεθα τοῦτο ποιῆσαι, ἀλλ’ οὖν τὸ ἀεὶ ἀκολουθοῦν συνηγάγομεν· ἀμφοτέρων γὰρ οὐσῶν καθόλου καταφατικῶν προτάσεων, πρὸς ᾧ ποτε ἂν ᾖ ἄκρῳ τὸ ἀναγκαῖον, ἠδύνατο τὸ ἀναγκαῖον συνάγεσθαι, οὐκέτι δὲ τὸ ὑπάρχον ἀεί· ὥστε τὸ ἀεὶ ὑπάρχον συνηγάγομεν.
35 Πάλιν ἔστω ἡ μὲν μείζων πρότασις στερητικὴ καθόλου ἀναγκαία, ἡ δὲ ἐλάττων κατηγορικὴ ὑπάρχουσα. ἐπεὶ τοίνυν ἀντιστρέφει τὸ καθόλου καταφα‐ τικόν, εἰ τὸ Β παντὶ τῷ Γ ὑπαρχόντωσ〈, καὶ τὸ Γ τινὶ τῷ Β ὑπαρχόντωσ〉. ἐπεὶ οὖν τὸ μὲν Α οὐδενὶ τῷ Γ ἐξ ἀνάγκης, τὸ δὲ Γ τινὶ τῷ Β ὑπαρχόντως, γίνεται τὸ πρῶτον σχῆμα, καὶ συνάγεται τὸ Α οὐ παντὶ τῷ Β ἐξ ἀνάγκης·
40μέρος γὰρ τοῦ Γ τὸ τὶ Β, ᾧ τὸ Α οὐδενὶ ὑπάρχει ἐξ ἀνάγκης. οἱ δὲ αὐτοὶ8

23,3

9

ὅροι τοῦ δεῖξαι, ὅτι ἀναγκαίως καὶ ὑπαρχόντως συνάγεται, οἵπερ καὶ ἐν τῷ πρώτῳ ἡμῖν παρελήφθησαν σχήματι. ὃ δὲ ἤδη εἴπομεν, τοῦτο ὑπομνηστέον, ὅτι ἐπὶ τῶν συζυγιῶν τῶν ἐκ τῆς μιᾶς ἀποφατικῆς τῆς δὲ ἑτέρας καταφατικῆς τοῦ ἀποφατικοῦ καθόλου ὄντος αὐτῷ μὲν ἀεὶ ἀκολουθεῖ τὸ συμπέρασμα ἐν
5πᾶσι τοῖς σχήμασι, 〈ἐν μὲν τῷ πρώτῳ〉, διότι ἀποφατικὴ οὖσα μείζων πάντως ἐστίν, ὡς ἂν δὲ εἶχεν ἡ μείζων, οὕτως εἶχε καὶ τὸ συμπέρασμα, ἐν 〈δὲ〉 τοῖς λοιποῖς, διότι ἡ ἀντιστροφὴ εἰς τὸ πρῶτον σχῆμα ἀνῆγε καὶ τὴν ἀπο‐ φατικὴν πάντως μείζονα ἐποίει. εἰ δὲ ἡ κατηγορικὴ πρότασις ἀναγκαία ἡ δὲ στερητικὴ ὑπάρχουσα, οὐκ ἔσται τὸ συμπέρασμα ἀναγκαῖον. εἰ γὰρ τὸ μὲν Α
10οὐδενὶ τῷ Γ ὑπαρχόντως τὸ δὲ Β παντὶ ἐξ ἀνάγκης, ἔσται καὶ τὸ Γ τινὶ τῷ Β ἐξ ἀνάγκης· εἰ τοίνυν τὸ μὲν Α οὐδενὶ τῷ Γ ὑπαρχόντως τὸ δὲ Γ τινὶ τῷ Β ἐξ ἀνάγκης, τὸ ἄρα Α οὐ παντὶ τῷ Β ὑπαρχόντως· δέδεικται γὰρ ἐν τῷ πρώτῳ. ἔτι καὶ διὰ τῶν ὅρων φανείη ἂν φανερόν. ἔστω τὸ μὲν Α ἀγαθόν, τὸ δὲ Β ζῶον, τὸ δὲ Γ ἵππος· ἀγαθὸν μὲν οὐδενὶ ἵππῳ ὑπαρχέτω,
15ζῶον δὲ παντὶ ἵππῳ ἐξ ἀνάγκης, καὶ συνάγεται ἀγαθὸν τινὶ ζώῳ μὴ ὑπάρχειν μόνως· δύναται γὰρ καὶ πᾶν ζῶον εἶναι ἀγαθόν, δηλονότι κατὰ τὸ φυσικὸν ἀγαθόν. εἰ δέ τις πρὸς τοῦτο ἐνίσταται μὴ συγχωρῶν τῇ μείζονι προτάσει (εἶναι γάρ τι ζῶον ἐξ ἀνάγκης οὐκ ἀγαθὸν οἷον τὰ ἰοβόλα), μεταληπτέον τὸν ὅρον καὶ θετέον ἀντὶ τοῦ ἀγαθοῦ ἢ τὸ ἐγρηγορέναι ἢ τὸ καθεύδειν μηδενὶ
20ἵππῳ ὑπάρχον, ζώῳ δὲ παντὶ ἐξ ἀνάγκης, καὶ συνάγεται ἐγρήγορσις ἢ τὸ κα‐ θεύδειν τινὶ μὴ ὑπάρχειν ζώῳ ὑπαρχόντως, οὐ μὴν ἐξ ἀνάγκης· ἅπαν γὰρ ζῶον δεκτικὸν τούτων· εἰ γὰρ δεκτικὸν τούτων ἅπαν ζῶον, οὐδὲν ἔσται ζῶον, ᾧ ἐξ ἀνάγκης οὐχ ὑπάρχει τὸ ἐγρηγορέναι ἢ τὸ κοιμᾶσθαι. Ἐπὶ δὲ τῶν τὴν ἑτέραν ἐχουσῶν καθόλου τὴν δὲ ἑτέραν μερικὴν κατα‐
25φατικῶν οὐσῶν ἀμφοτέρων τῶν προτάσεων τῇ καθόλου ἕπεται τὸ συμπέρασμα· τῆς 〈γὰρ〉 μερικῆς ἀντιστρεφομένης τῇ ἀναγωγῇ τῇ εἰς τὸ πρῶτον σχῆμα ἡ καθόλου μείζων γίνεται· ἐκεῖ δὲ τῇ μείζονι ἠκολούθει τὸ συμπέρασμα. καλῶς οὖν ἄρα εἴρηται ἐπὶ τούτων τῇ καθόλου ἀκολουθεῖν τὸ συμπέρασμα. θετέον οὖν πρότερον μὲν ἔχουσαν τὴν μείζονα μερικὴν καταφατικὴν ὑπάρχουσαν τὴν
30δὲ ἐλάττονα καθόλου καταφατικὴν ἀναγκαίαν συνάγουσαν διὰ τῆς ἀντιστροφῆς τῆς μείζονος καὶ τοῦ συμπεράσματος ἀναγκαῖον συμπέρασμα. ἔστω γὰρ τὸ μὲν Α τινὶ τῷ Γ ὑπαρχόντως, τὸ δὲ Β παντὶ ἐξ ἀνάγκης· συνάγει τὸ Α τινὶ τῷ Β ἐξ ἀνάγκης. εἰ γὰρ τὸ Α τινὶ τῷ Γ, καὶ τὸ Γ τινὶ τῷ Α ὑπαρχόντως· οὐκοῦν εἰ τὸ μὲν Β παντὶ τῷ Γ ἐξ ἀνάγκης τὸ δὲ Γ τινὶ τῷ Α ὑπαρχόντως,
35ἐξ ἀνάγκης καὶ τὸ Β τινὶ τῷ Α· ἐπεὶ δὲ ἀντιστρέφει τὸ ‘τίσ‘, καὶ τὸ Α τινὶ τῷ Β ἐξ ἀνάγκης, ὅπερ ἔδει δεῖξαι.
Ὁμοίως δὲ ἀναγκαῖον ἔσεται τὸ συμπέρασμα, κἂν ἡ μὲν μείζων καθόλου9

23,3

10

καταφατικὴ ἀναγκαία ληφθῇ ἡ δὲ ἐλάττων ἐπὶ μέρους καταφατικὴ ὑπάρχουσα. πάλιν γὰρ ταύτης, φημὶ δὴ τῆς ἐπὶ μέρους, ἀντιστραφείσης γίνεται ἐν πρώτῳ σχήματι ἡ μείζων καθόλου καταφατικὴ ἀναγκαία· διὸ καὶ ἐπὶ μέρους κατα‐ φατικὸν ἀναγκαῖον γίνεται πάλιν τὸ συμπέρασμα. πλὴν ἐπὶ μὲν τῆς πρὸ ταύτης
5συμπλοκῆς καὶ τὸ συμπέρασμα ἐδέησεν ἀντιστρέψαι, ἐπὶ δὲ ταύτης τῆς ἐχού‐ σης τὴν μείζονα καθόλου καταφατικὴν ἀναγκαίαν τὴν ἐλάττονα πρότασιν μόνην ἀντιστρέφομεν. τὸ γὰρ Α παντὶ τῷ Γ ἐξ ἀνάγκης, τὸ δὲ Β ὑπάρχει μόνον τινὶ τῷ Γ, καὶ τὸ Γ τινὶ τῷ Β ὑπαρχόντως· οὐκοῦν εἰ μὲν τὸ Α παντὶ τῷ Γ δεῖ, τὸ δὲ Γ τινὶ τῷ Β ὑπαρχόντως, τὸ ἄρα Α τινὶ τῷ Β ἐξ ἀνάγκης·
10δέδεικται γὰρ ἤδη πρότερον. ἂν δὲ ἡ ἐπὶ μέρους πρότασις ἀναγκαία ληφθῇ, οὐκέτι γίνεται τὸ συμπέρασμα ἀναγκαῖον τῷ γίνεσθαι οὕτως τὴν ἐλάττονα πρότασιν ἐν τῷ πρώτῳ σχήματι ἀναγκαίαν· ἧς οὔσης τοιαύτης τῆς δὲ μείζονος ὑπαρχούσης ὑπάρχον ἐγίνετο τὸ συμπέρασμα. ἔστω γὰρ τὸ μὲν Β τινὶ τῷ Γ ὑπάρχον ἐξ ἀνάγκης, τὸ δὲ Α παντὶ τῷ Γ ὑπαρχόντως· ἂν δὴ ἀντιστρέψωμεν
15τὴν Β Γ τηρήσαντες τὴν Α Γ τὴν καθόλου ὑπάρχουσαν (οὐ γὰρ οἷόν τε ἄλλως), γίνεται τὸ Α τῷ Γ παντὶ ὑπάρχειν, τὸ Γ τινὶ τῷ Β ἐξ ἀνάγκης· οὕτως δ’ ἐχουσῶν οὐκ ἐγίνετο τὸ συμπέρασμα ἀναγκαῖον. ὅτι δὲ μὴ ἀναγκαῖον γίνεται, δεικτέον καὶ τῇ τῶν ὅρων παραθέσει. ληπτέον γὰρ ἐπὶ μὲν τοῦ Α ἐγρήγορσιν, ἐπὶ δὲ τοῦ Β δίπουν, ἐπὶ δὲ τοῦ Γ ζῶον· τὸ μὲν δίπουν τινὶ ζώῳ ἐξ ἀνάγκης
20ὡς τῷ ἀνθρώπῳ, ἡ δὲ ἐγρήγορσις παντὶ ζώῳ ὑπαρχέτω, καὶ ἐγρήγορσις τινὶ δίποδι ὑπαρχόντως, ἀλλ’ οὐκ ἐξ ἀνάγκης. ὁμοίως δὲ καὶ διὰ τῶν ὅρων δειχθή‐ σεται μὴ γινόμενον ἀναγκαῖον τὸ συμπέρασμα, κἂν ἡ μὲν μείζων ἡ Α Γ ἐπὶ μέρους ἀναγκαία καταφατικὴ μερικὴ ληφθῇ ἡ δὲ Β Γ καθόλου καταφατικὴ ὑπαρχόντως. πάλιν δὲ δεήσει μεταθεῖναι ἐπὶ μὲν τοῦ Α δίπουν, ἐπὶ δὲ τοῦ Β
25ἐγρήγορσιν· ἔσται γὰρ οὕτως δίπουν τινὶ ζώῳ ἐξ ἀνάγκης, ἐγρήγορσις παντὶ ζώῳ ὑπαρχόντως, καὶ συναχθήσεται τὸ δίπουν τινὶ ἐγρηγόρσει ὑπαρχόντως, οὐ μὴν ἐξ ἀνάγκης. οὐδὲν δὲ ἔλαττον ἔστι καὶ τοῦτο διὰ τῆς ἀντιστροφῆς τῆς ἐπὶ μέρους καταφατικῆς ἀναγκαίας ἀνάγοντας εἰς τὸ πρῶτον σχῆμα δεῖξαι τὴν ἐλάττονα πάλιν ἐν τῷ αὐτῷ γινομένην ἀναγκαίαν ἀντιστρεφομένου καὶ τοῦ
30συμπεράσματος. Εἰ δὲ ἡ μὲν κατηγορικὴ ἡ δὲ στερητικὴ τῶν προτάσεων, ἂν μὲν ἡ στε‐ ρητικὴ καθόλου ᾖ καὶ ἀναγκαία, ἀναγκαῖον καὶ τὸ συμπέρασμα· περὶ γὰρ τῶν τὴν ἑτέραν ἐχουσῶν ἐν μέρει ὁ λόγος νῦν· ἂν δ’ ἡ καταφατικὴ ἀναγκαία, ὑπάρχον καὶ 〈οὐκ〉 ἀναγκαῖον. αἴτιον δὲ καὶ ἐν τούτοις, ὅτι ἡ στερητικὴ ὅταν
35ᾖ καθόλου, ἀντιστραφείσης τῆς καταφατικῆς αὕτη γίνεται ἡ μείζων πρότασις10

23,3

11

ἐν πρώτῳ σχήματι, ὥστε, ἂν ᾖ ἀναγκαία, ἀναγκαῖον καὶ τὸ συμπέρασμα. μὴ οὔσης δὲ αὐτῆς ἀναγκαίας ἀλλὰ τῆς καταφατικῆς, ἥτις ἐλάττων γίνεται ἐν πρώτῳ σχήματι ἀναγκαία, τὸ συμπέρασμα οὐκ ἀναγκαῖον. εἰ γὰρ τὸ Α τῷ Γ μηδενὶ ἐξ ἀνάγκης, τὸ δὲ Β τῷ Γ τινὶ ὑπαρχόντως, ἀντιστραφήσεται μὲν ἡ
5Β Γ, καὶ ἔσται τὸ Γ τινὶ τῷ Β, μένει δὲ ἡ Α Γ μείζων οὖσα καθόλου ἀπο‐ φατικὴ ἀναγκαία· διὸ συναχθήσεται τὸ Α τινὶ τῷ Β ἐξ ἀνάγκης μὴ ὑπάρχειν. ἂν δὲ γένηται τὸ καταφατικὸν ἀναγκαῖον ἢ καθόλου ὂν ἢ ἐν μέρει, ὡς εἶναι τὴν μὲν μείζονα ἢ καθόλου ἀποφατικὴν ὑπάρχουσαν ἢ ἐπὶ μέρους ἀποφατικὴν ὑπάρχουσαν ἢ ἐπὶ μέρους ἀποφατικὴν ἀναγκαίαν τὴν δὲ ἐλάττονα ἢ καθόλου
10καταφατικὴν ἀναγκαίαν ἢ ἐπὶ μέρους καταφατικὴν ὁμοίως ἀναγκαίαν ἢ καθόλου καταφατικὴν ὑπάρχουσαν, ὅταν μὲν ᾖ καθόλου ἀποφατικὴ ἡ μείζων ὑπάρχουσα, αὕτη γινομένη ἐπὶ μέρους καταφατικὴ ἀναγκαία, ὅταν δὲ ᾖ ἐπὶ μέρους ἀπο‐ φατικὴ ὑπάρχουσα, αὕτη καθόλου καταφατικὴ ἀναγκαία, ὅταν δὲ ᾖ ἐπὶ μέρους ἀποφατικὴ ἀναγκαία, αὕτη καθόλου καταφατικὴ ὑπάρχουσα, οὐδὲν ἀναγκαῖον
15συναχθήσεται, διότι ἀντιστραφείσης τῆς ἐλάττονος, ὅταν ἐπὶ μέρους ᾖ, γίνε‐ ται τὸ πρῶτον σχῆμα ἔχον τὴν ἐλάττονα ἀναγκαίαν. αὗται οὖν αἱ τρεῖς, ἥ τε ἐκ τῆς μείζονος μερικῆς ἀποφατικῆς ὑπαρχούσης καὶ τῆς ἐλάττονος καθόλου καταφατικῆς ἀναγκαίας καὶ ἡ ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς ὑπαρχούσης τῆς δὲ ἐλάττονος καταφατικῆς μερικῆς ἀναγκαίας καὶ ἡ ἐκ τῆς μείζονος με‐
20ρικῆς ἀποφατικῆς ἀναγκαίας καὶ τῆς ἐλάττονος καθόλου καταφατικῆς ὑπαρ‐ χούσης, τὸ ὑπάρχον συνάγουσι. Τὰ μὲν γὰρ ἄλλα τὰ αὐτά, ἃ καὶ ἐπὶ τῶν πρότερον, ἐροῦμεν· τὰ ἄλλα δέ φημι, δι’ ὧν ἐδείκνυμεν καὶ τὰς ἄλλας συζυγίας, λέγω δὲ τῆς ἀντι‐ στροφῆς. οὐ περὶ τῶν τριῶν δὲ τοῦτό φημι (οὐδὲ γὰρ αἱ τρεῖς δι’ ἀντι‐
25στροφῆς δείκνυνται) ἀλλὰ περὶ τῆς μιᾶς μόνης τῆς ἐχούσης τὴν μείζονα καθό‐ λου ἀποφατικὴν ὑπάρχουσαν τὴν δὲ ἐλάττονα μερικὴν καταφατικὴν ἀναγκαίαν· αὕτη γὰρ τῆς μερικῆς καταφατικῆς ἀντιστραφείσης, τῆς ἐλάττονος λέγω ἀναγκαίας, ἀνάγεται εἰς τὸν τέταρτον τρόπον τοῦ πρώτου σχήματος. ἔστω γὰρ τὸ μὲν Α τῷ Γ μηδενὶ ὑπαρχόντως, τὸ δὲ Β τῷ Γ τινὶ ἐξ ἀνάγκης· συνάγεται, ὅτι
30τὸ Α οὐ παντὶ τῷ Β ὑπαρχόντως. ἐπεὶ γὰρ ἀντιστρέφει τὸ μερικὸν κατα‐ φατικὸν ἀναγκαῖον, ἔσται ἐξ ἀνάγκης καὶ τὸ Γ τινὶ τῷ Β· ἐπεὶ τοίνυν τὸ μὲν Α οὐδενὶ τῷ Γ ὑπαρχόντως, τὸ δὲ Γ τινὶ τῷ Β ἀναγκαίως, τὸ Α οὐ παντὶ τῷ Β ὑπαρχόντως· γίνεται γὰρ ὁ τέταρτος τρόπος τοῦ πρώτου σχήμα‐ τος. οὕτως μὲν οὖν αὕτη δι’ ἀντιστροφῆς δείκνυται. αἱ δὲ ἄλλαι δύο οὐ
35δύνανται δι’ ἀντιστροφῆς δειχθῆναι διὰ τὸ τὴν ἐλάττονα εἶναι ἐν ἀμφοτέραις καθόλου καταφατικήν· ἐὰν γὰρ αὐτὴν ἀντιστρέψωμεν, πρὸς τὴν μερικὴν ἀντι‐ στρέψει καὶ ἀσυλλόγιστον ποιήσει τὴν συζυγίαν. ἀλλ’ οὐδὲ ἡ μείζων δύναται
ἀντιστραφῆναι μερικὴ οὖσα ἀποφατική. ὅροι, ὅταν μὲν ἡ μείζων μερικὴ ἀπο‐11

23,3

12

φατικὴ ὑπάρχουσα ᾖ ἡ δὲ ἐλάττων καθόλου καταφατικὴ ἀναγκαία, ἐγρή‐ γορσις μὴ παντὶ ἀνθρώπῳ ὑπαρχόντως, ζῶον παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης, καὶ συνάγεται ἐγρήγορσις οὐ παντὶ ζώῳ ὑπαρχόντως. ὅταν δὲ ἡ μείζων καθόλου ἀποφατικὴ ὑπάρχουσα ἡ δὲ ἐλάττων μερικὴ καταφατικὴ ἀναγκαία,
5ἐγρήγορσις οὐδενὶ λευκῷ ὑπαρχόντως, ζῶον τινὶ λευκῷ ἐξ ἀνάγκης, καὶ συνάγεται ἐγρήγορσις οὐ παντὶ ζώῳ ὑπαρχόντως καὶ οὐκ ἀναγκαίως. ὅταν δὲ τὸ στερητικὸν μερικὸν ἀναγκαῖον ᾖ καὶ πρὸς τῷ μείζονι, τὸ δὲ κατη‐ γορικὸν καθόλου καταφατικὸν ὑπάρχον, δίπουν οὐ παντὶ ζώῳ ἐξ ἀνάγκης, κινούμενον παντὶ ζώῳ ὑπαρχόντως, καὶ συνάγεται δίπουν οὐ πάσῃ κινήσει
10ὑπαρχόντως. Φανερὸν οὖν ἐστιν ἐκ τῶν εἰρημένων, ὅτι ἐστί ποτε ἐν συμπλοκῇ τινι συλλογιστικῇ ἀναγκαίου καὶ ὑπάρχοντος ἀδύνατον τὸ συμπέρασμα τοῦ ὑπάρχειν γίνεσθαι, εἰ μὴ εἶεν ἀμφότεραι αἱ προτάσεις ὑπάρχουσαι. τοῦτο δὲ οὐ καθό‐ λου φημί (οὐδὲ γὰρ ἀληθές ἐστιν) ἀλλὰ περὶ τῆς ἐν τρίτῳ σχήματι συμπλοκῆς
15τῆς ἐκ δύο καθόλου καταφατικῶν· ἀπεδείξαμεν γάρ, ὅτι αἱ δύο αὗται συζυ‐ γίαι τὸ ἀναγκαῖον συνάγουσιν οἵας δή ποτε ἀναγκαίας λαμβανομένης προτάσεως, κἂν τῆς 〈μείζονος κἂν τῆσ〉 ἐλάττονος, ὅπερ ἐπὶ τῶν ἄλλων συμπλοκῶν οὐκ ἀληθές ἐστι λέγειν. ἐν ἀμφοτέροις δὲ τοῖς τρόποις, τῷ τε ὑπάρχοντι [καὶ ἀναγκαίῳ] καὶ τῷ ἀναγκαίῳ, καὶ ἀποφατικῶν καὶ καταφατικῶν ὄντων τῶν
20συμπερασμάτων καὶ 〈ὑπαρχόντων καὶ〉 ἀναγκαίων ἀνάγκη μίαν τῶν προτάσεων ὁμοίαν εἶναι τῷ συμπεράσματι, καὶ εἰ μὲν ὑπάρχον εἴη τὸ συμπέρασμα, ὑπάρ‐ χουσαν, εἰ δὲ ἀναγκαῖον, ἀναγκαίαν. περὶ μὲν οὖν τοῦ ἀναγκαίου, πῶς γίνεται ἀναγκαῖον συμπέρασμα, εἴρηται, ὅτι ἐκ δύο προτάσεων 〈ἀναγκαίων〉 ἀναγκαῖον γίνεται τὸ συμπέρασμα, 〈καὶ〉 ὅτι, κἂν μόνη ἡ μείζων ᾖ ἀναγκαία, πάλιν
25ἀναγκαῖον γίνεται τὸ συμπέρασμα, καὶ ὅτι τὸ ἀναγκαῖον τοῦ ὑπάρχοντος τῷ ἀεὶ εἶναι διαφέρει. ταῦτα οὖν εἴρηται ἱκανῶς. Διαλεχθεὶς περί τε τῶν ὑπαρχουσῶν καὶ ἀναγκαίων προτάσεων, ὅπως τε ἔχουσι καθ’ ἑαυτὰς καὶ ὅπως ἀλλήλαις συμπλεκόμεναι, νῦν λοιπὸν περὶ τῶν τοῦ ἐνδεχομένου προτάσεων ποιήσομαι τὸν λόγον. πρὶν δὲ τὸν περὶ τῶν
30προτάσεων τοῦ ἐνδεχομένου παραδοῦναι λόγον θεωρήματά τινα περὶ αὐτοῦ παραδώσομεν, πρῶτον μέν, τί ποτέ ἐστιν ὅλως τὸ ἐνδεχόμενον, ἔπειτα τὸν περὶ τῶν ἀντιστροφῶν τοῦ ἐνδεχομένου λόγον, τουτέστι περὶ τῆς ἐνδεχομένης ἀντι‐ στροφῆς, ἐπεὶ καὶ ὅλως περὶ τοῦ ἐνδεχομένου ἐστὶν ὁ λόγος, ποῖαί εἰσιν αἱ ἀντιστρέφουσαι πρὸς ἀλλήλας προτάσεις, καὶ τρίτον ἐπὶ τούτοις παραδώσομεν
35τὴν διαίρεσιν τοῦ ἐνδεχομένου, ποσαχῶς λέγεται, ὅπερ καὶ ἐν τῷ Περὶ ἑρμη‐ νείας ἐποιήσαμεν, καὶ οὕτως λοιπὸν διδάξομεν, ὅπως τε ἔχουσιν αἱ τοῦ ἐνδε‐
χομένου προτάσεις, καὶ τίνες τίσι συμπλεκόμεναι ποιοῦσι συλλογιστικὰς συζυ‐12

23,3

13

γίας, ἔπειτα μίξομεν αὐτὰς τῷ ὑπάρχοντι καὶ τῷ ἀναγκαίῳ τρόπῳ, καὶ μετὰ τοῦτο διδάξομεν περὶ τῆς ἁπλῆς τοῦ ἐνδεχομένου ἀντιστροφῆς. σημαίνει δὲ ἡμῖν τὸ μὲν ‘διὰ τίνων‘ τὸ διὰ δύο τοὐλάχιστον προτάσεων, τὸ δὲ ‘πῶσ‘ τὴν τῶν ὅρων τάξιν, ὅτι δεῖ τὸν μέσον ἢ τοῦ μὲν κατηγορεῖσθαι τῷ δὲ ὑπο‐
5κεῖσθαι ἢ ἀμφοτέρων κατηγορεῖσθαι ἢ ἀμφότεροις ὑποκεῖσθαι· διὰ δὲ τοῦ ‘πότε‘ δεδηλώκαμεν, ὅτι οὐχ ὡς ἔτυχε συμπλεκόμεναι αἱ προτάσεις ποιοῦσι συλλογισμόν. Ὁρισόμεθα οὖν τὸ ἐνδεχόμενον οὐ τὸ ὁμωνύμως λεγόμενον (οὐ γὰρ οἷόν τέ τι ὁμωνύμως λεγόμενον ὁρίσασθαι), ἀλλ’ ἀποτεμόμενοι τὸ παρὰ τὸ ἀναγκαῖον
10καὶ τὸ ὑπάρχον· δεδείχαμεν γάρ, ὅτι τὸ ἐνδεχόμενον καὶ κατὰ τούτων κατη‐ γορεῖται. ἔστιν οὖν τοῦτο τὸ ἐνδεχόμενον, οὗ μή ἐστιν ἐξ ἀνάγκης ἡ ὕπαρξις, ἐὰν δέ τις καθ’ ὑπόθεσιν τὸ μήπω ἐκβεβηκὸς ὡς ἐκβεβηκὸς θείη, μηδὲν ἀδύνατον ἀκολουθεῖν τῇ ὑποθέσει αὐτοῦ· οἷόν ἐστιν ἐνδεχόμενον τὸ νύκτωρ ἐσθίειν τὸν Σωκράτην, ὃ οὐκ ἔστι μὲν ἀληθές, ἐὰν δὲ ὑποθώμεθα νύκτωρ
15αὐτὸν ἐσθίειν, οὐδὲν ἀδύνατον ἀκολουθήσει ταύτῃ τῇ ὑποθέσει, κἂν ψευδὴς ᾖ. εἴρηται γοῦν, ὅτι τὸ μὲν ἀδύνατον πάντως καὶ ψεῦδος, οἷον 〈τὸ〉 τὸν ἄνθρωπον εἶναι πτερωτόν, τὸ δὲ ψεῦδος οὐ πάντως καὶ ἀδύνατον. τὸ γὰρ ἐνδεχόμενον ὁμωνύμως ἐστὶ φερόμενον καὶ κατὰ τοῦ ὑπάρχοντος καὶ τοῦ ἀναγκαίου καὶ κατὰ τοῦ κυρίως ἐνδεχομένου, οὗ εἴπομεν οἵα ἐστὶν ἡ ὕπαρξις. δύναται δὲ
20καὶ ὑπάρξαι καὶ μὴ ὑπάρξαι· ᾗ μὲν γὰρ μὴ ὄν, οὐκ ἀναγκαῖον, ᾗ δὲ οὔπω πάρεστιν, οὐχ ὑπάρχον. ἴδιον οὖν τοῦ ἐνδεχομένου τὸ μὴ ὂν ὑποτίθεσθαι εἶναι καὶ ὑποτεθὲν μηδὲν ἔχειν ἀδύνατον ἑπόμενον· ὅταν γὰρ μὴ ὑπάρχον ὑποτεθῇ ὑπάρχειν καὶ μηδὲν συμβαίνει ἀδύνατον, τοῦτο ἐστι τὸ περὶ οὗ ἡμῖν ὁ λόγος ἐστὶ κυρίως ἐνδεχόμενον. ὅτι δὲ τὸν ἀποδεδομένον περὶ τοῦ ἐνδεχο‐
25μένου λόγον καλῶς ἀποδεδώκαμεν εἰπόντες ἐνδεχόμενον εἶναι, ‘οὗ μὴ ὄντος ἀναγκαίου τεθέντος δὲ ὑπάρχειν οὐδὲν ἀδύνατον ἀκολουθεῖ‘, πιστωτέον ἔκ τε τῶν ἀποφάσεων καὶ τῶν φάσεων ἀντικειμένων. τῇ μὲν οὖν τοῦ ἐνδεχομένου καταφάσει τῇ ‘ἐνδέχεται ὑπάρχειν‘ ἀκολουθεῖ ἥ τε τοῦ ἀδυνάτου ἀπόφασις καὶ ἡ τοῦ ἀναγκαίου· ὁμοίως καὶ τῇ ἀποφάσει αἱ ἀντικείμεναι ταύταις. εἰ
30τοίνυν τῷ ‘ἐνδέχεται ὑπάρχειν‘ ἀκολουθεῖ τὸ ‘οὐκ ἀνάγκη μὴ ὑπάρχειν‘, καλῶς ἄρα εἴρηται τὸ ‘οὗ μὴ ὄντος ἀναγκαίου‘· καὶ πάλιν εἰ τῷ ‘ἐνδέχεται ὑπάρχειν‘ ἀκολουθεῖ τὸ ‘οὐκ ἀδύνατον ὑπάρχειν‘, καλῶς ἄρα εἴρηται τὸ ‘τε‐ θέντος δὲ τοῦ ἐνδεχομένου οὐδὲν ἀδύνατον ἀκολουθεῖ‘· ὃ γὰρ ἐνδέχεται εἶναι, τοῦτο ἐδείχθη οὐκ ἀδύνατον εἶναι. αὗται δὲ αἱ προτάσεις ἢ αἱ αὐταί εἰσιν
35ἢ ἀκολουθοῦσιν ἀλλήλαις. αἱ αὐταὶ μὲν γάρ εἰσι τῷ σημαινομένῳ· συναλη‐ θεύουσι γάρ· ἀκολουθοῦσι δὲ ἀλλήλαις μὴ πάντη οὖσαι αἱ αὐταί· διαφέρουσι
γὰρ κατὰ τὴν τῆς φωνῆς προφοράν. ὅτι δὲ καλῶς εἰρήκαμεν ἀκολουθεῖν13

23,3

14

ἤτοι ἰσοδυναμεῖν ταύτας ἀλλήλαις τὰς προτάσεις, δῆλον ἐξ ὧν ἐπὶ παντὸς πράγματος ἀνάγκη ἢ τὴν κατάφασιν ἀληθεύειν ἢ τὴν ἀπόφασιν τὰς ἀντιφατι‐ κῶς ἀντικειμένας. τῷ γὰρ ‘ἐνδέχεται ὑπάρχειν‘ πᾶσα ἀνάγκη ἢ τὸ ‘ἀνάγκη μὴ ὑπάρχειν‘ συναληθεύειν ἢ τὸ ‘οὐκ ἀνάγκη μὴ ὑπάρχειν‘· εἰ τοίνυν τὸ αὐτὸ
5ἐνδέχεσθαι ὑπάρχειν καὶ ἀναγκαῖον μὴ ὑπάρχειν ψεῦδός ἐστι λέγειν, ἀληθὲς ἄρα τὸ ἀντικείμενον ἀκολουθεῖν, λέγω δὲ τῷ ἐνδέχεσθαι ὑπάρχειν τὸ ‘οὐκ ἀνάγκη μὴ ὑπάρχειν‘. ὁμοίως καὶ ἐπὶ τοῦ ἀδυνάτου· εἰ γὰρ τὸ ἐνδέχεσθαι ὑπάρχειν μὴ δύναται συναληθεύειν τῷ ‘ἀδύνατον ὑπάρχειν‘, δῆλον ὅτι τῷ ἀντιφατικῶς ἀντικειμένῳ συναληθεύσει τῷ ‘οὐκ ἀδύνατον ὑπάρχειν‘· ὃ γὰρ ἐνδέχεται ὑπάρ‐
10χειν, τοῦτο οὐκ ἀδύνατον ὑπάρχειν. εἰ τοίνυν τῷ ἐνδεχομένῳ ἀνάγκη ἢ τὸ ἀναγκαῖον ἢ τὸ μὴ ἀναγκαῖον ὑπάρχειν, οὐ δύναται δὲ 〈τὸ〉 ἀναγκαῖον ὑπάρχειν (πῶς γὰρ τὸ αὐτὸ ἐνδεχόμενόν τε ἅμα εἴη καὶ ἀναγκαῖον;), τὸ ἄρα μὴ ἀναγκαῖον ὑπάρξει. καλῶς ἄρα εἴρηται, ὅτι ἐνδεχόμενον τοῦτό ἐστιν, ‘οὗ μὴ ὄντος ἀναγκαίου‘. καὶ πάλιν εἰ ἀνάγκη τὸ ἐνδεχόμενον ἢ ἀδύνατον εἶναι ἢ
15οὐκ ἀδύνατον, ἀδύνατον δὲ οὐκ ἔστι (πῶς γὰρ ἂν τὸ αὐτὸ ἐνδεχόμενόν τε ἦν ἅμα καὶ ἀδύνατον;), οὐκ ἀδύνατον ἄρα ἔσται. καλῶς οὖν ἄρα εἴρηται, ὅτι τε‐ θέντος ὑπάρχειν τοῦ ἐνδεχομένου οὐδὲν ἀδύνατον συμβαίνει. ὅτι δὲ καλῶς ὡρισάμεθα τὸ ἐνδεχόμενον εἰπόντες ‘οὗ μὴ ὄντος ἀναγκαίου τεθέντος δὲ οὐδὲν ἀδύνατον‘, φανερὸν ἔκ τε τῶν ἀποφάσεων καὶ τῶν καταφάσεων τῶν ἀντι‐
20κειμένων. εἰ γὰρ τὸ ‘οὐκ ἐνδέχεται ὑπάρχειν‘ καὶ ‘ἀδύνατον ὑπάρχειν‘ καὶ ‘ἀνάγκη μὴ ὑπάρχειν‘ ἢ ταὐτά ἐστιν ἢ ἀκολουθεῖ ἀλλήλοις, ὡς πάντες ἂν φαῖεν καὶ ἐν τῷ Περὶ ἑρμηνείας δέδεικται (καὶ γὰρ εἰ μὴ ταὐτὰ πάντη, ὅτι τὸ μὲν ἀπόφασις τὰ δὲ καταφάσεις, ἀλλ’ ἐφ’ οὗ τὸ ἓν ἀληθὲς ἐξ αὐτῶν, καὶ τὰ ἄλλα), δῆλον τοίνυν, ὡς καὶ αἱ τούτων ἀντιφάσεις ἀκολουθοῦσιν ἀλλή‐
25λαις. ἔστι δὲ τοῦ μὲν ‘οὐκ ἐνδέχεται ὑπάρχειν‘ ὄντος ἀποφατικοῦ κατάφασις τὸ ‘ἐνδέχεται ὑπάρχειν‘, τῶν δὲ ‘ἀδύνατον ὑπάρχειν‘, ‘ἀνάγκη μὴ ὑπάρχειν‘ καταφάσεων, αἳ εἵποντο τῇ ‘οὐκ ἐνδέχεται ὑπάρχειν‘ ἀποφάσει, τό τε ‘οὐκ ἀδύνατον ὑπάρχειν‘ καὶ ‘οὐκ ἀνάγκη μὴ ὑπάρχειν‘. ἀκολουθήσουσιν ἄρα καὶ ταῦτα, καὶ ἔσται τὸ ‘ἐνδεχόμενον εἶναι‘ καὶ ‘οὐκ ἀδύνατον εἶναι‘ καὶ ‘οὐκ
30ἀνάγκη μὴ εἶναι‘ ἅμα ἀληθῆ. τὸ ἄρα ἐνδεχόμενον εἶναι οὐκ ἀδύνατον ἔσται εἶναι οὐδὲ ἀναγκαῖον μὴ εἶναι. οὐκ ὄντι ἄρα τῷ ἐνδεχομένῳ ἀναγκαίῳ, ἀλλὰ μηδὲ ὑπάρχοντι, ὑποτεθέντι δὲ ὑπάρχειν, ἐπεὶ οὐκ ἀδύνατόν ἐστιν, οὐδὲν ἀδύ‐ νατον ἀκολουθήσει. Ἐπεὶ δέ, τί ποτέ ἐστι τὸ ἐνδεχόμενον, ἡμῖν εἴρηται, ἐντεῦθεν ἤδη περὶ
35τῆς ἀντιστροφῆς αὐτοῦ τὸν λόγον ποιήσομαι, ἀντιστροφῆς δέ, ὡς εἴρηται, τῆς ἐνδεχομένης, ἥτις τὴν μὲν τάξιν τῶν ὅρων φυλάττει τὴν αὐτήν, τὴν δὲ ποιό‐ τητα μόνον ἀμείβει. συμβαίνει δὲ πάσας τὰς κατὰ τὸ ἐνδεχόμενον προτάσεις
ἀντιστρέφειν ἀλλήλαις· καὶ γὰρ ἴδιον τῶν ἐνδεχομένων τὸ ἀντιστρέφειν, τοῦτ’14

23,3

15

ἔστι τὸ ἀντακολουθεῖν ἀλλήλαις τὰς κατ’ αὐτὸ γινομένας καταφάσεις τε καὶ ἀποφάσεις. ἀποφάσεις δὲ λέγω κατὰ τὸ ἐνδέχεσθαι οὐ τὰς τοῦ ἐνδεχομένου ἀποφάσεις ἀλλὰ τὰς ἐνδεχομένας ἀποφατικάς· διαφέρει γὰρ καὶ ἐνδεχομένη ἀποφατικὴ καὶ ἐνδεχομένης ἀπόφασις, ὥσπερ ἀναγκαία ἀποφατικὴ καὶ ἀναγκαίας
5ἀπόφασις. ἡ μὲν γὰρ ‘ἀνάγκη μὴ ὑπάρχειν‘ λέγουσα ἀναγκαία ἐστὶν ἀποφα‐ τική, οὐκ οὖσα ἀπόφασις τῆς ‘ἀνάγκη ὑπάρχειν‘· ἡ δὲ ‘οὐκ ἀνάγκη ὑπάρχειν‘ ἀναγκαίας τῆς ‘ἀνάγκη ἐστὶν ὑπάρχειν‘ ἀποφατική, ἥτις κυρίως ἐστὶν ἀποφα‐ τική· ἡ δ’ ἑτέρα ἁπλῶς μέν ἐστι καταφατική, τὸ δ’ ὅλον ἀναγκαία ἀπο‐ φατική. τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τοῦ ἐνδεχομένου ἀπόφασις μὲν τοῦ
10ἐνδεχομένου ἡ κυρίως ἀπόφασις ἡ ‘οὐκ ἐνδέχεται εἶναι‘, ἐνδεχομένη δὲ οὖσα ἁπλῶς κατάφασις ἡ ‘ἐνδέχεται μὴ εἶναι‘. τὰς δὴ ἐνδεχομένας ἀποφατικὰς καὶ τὰς ἐνδεχομένας καταφατικὰς συμβέβηκεν ἀντακολουθεῖν ἀλλήλαις, κατὰ τὸ σημαινόμενον τὸ κείμενον νῦν καὶ ὁρισθὲν λαμβανομένου τοῦ ἐνδεχομένου· πᾶν γάρ, ὃ οὕτως ἐνδέχεται εἶναι, ἐνδέχεται καὶ μὴ εἶναι. λέγω οὖν ἀντι‐
15στρέφειν οὐ τὰς καταφατικὰς ταῖς κυρίως ἀποφατικαῖς, τὴν ‘ἐνδέχεται εἶναι‘ τῇ ‘οὐκ ἐνδέχεται εἶναι‘, ἀλλ’ ὅσαι καταφατικὸν ἔχουσι τὸ σχῆμα κατὰ τὴν ἀντίθεσιν. ἀντικεῖσθαι μὲν γὰρ δοκοῦσιν ἡ ἐνδέχεσθαι εἶναι τῇ ἐνδέχεσθαι μὴ εἶναι λεγούσῃ διὰ τὸ ἐν μὲν τῇ τὸ εἶναι ἐν δὲ τῇ τὸ μὴ εἶναι συντε‐ τάχθαι, ἃ δοκεῖ ἀλλήλοις ἀντικεῖσθαι· οὐ μὴν ἀλλὰ ἀμφότεραι καταφατικαί
20εἰσιν διὰ τὸ καταφάσεις εἶναι ἐκείνας, ἐν αἷς μὴ πρόσκειται τῷ τρόπῳ τὸ ἀποφατικόν. καὶ οὐ μόνον αὗται συναληθεύουσι (λέγω γὰρ ἡ ‘ἐνδέχεται εἶναι‘ τῇ ‘ἐνδέχεται μὴ εἶναι‘ ἀπροσδιόριστος οὖσα), ἀλλὰ καὶ ἡ παντὶ ἐνδέ‐ χεσθαι τῇ ἐνδέχεσθαι μηδενὶ ἢ μὴ παντί, ὧν ἡ μὲν καθόλου ἀποφατικὴ ἐνδεχομένη ἡ ‘ἐνδέχεται μηδενί‘, ἡ δὲ ἐπὶ μέρους ἡ ‘ἐνδέχεται μὴ παντί‘.
25καὶ γὰρ τῇ ἐνδεχομένῃ καταφάσει καθόλου πᾶσαι αἱ ἐνδεχόμεναι ἀποφάσεις συναληθεύονται· καὶ γὰρ ἡ ὡς ἐναντία καὶ ἡ ὡς ἀντίφασις, οὐδετέρα αὐτῶν πρὸς ἀλήθειαν οὔτε ἐναντία οὖσα οὔτε ἀντίφασις· οὐδὲ γὰρ ἂν ἅμα ἦσαν ἀληθεῖς. ὅτι δὲ αἱ οὕτως λαμβανόμεναι ἀντακολουθοῦσιν, ἐκ τῆς ἐπαγωγῆς δῆλον. ἀντιστρέφει δὲ καὶ τὸ τινὶ τῷ μὴ τινὶ ἐπὶ τῶν ἐνδεχομένων τοῦ τινὸς
30ἐπὶ τοῦ αὐτοῦ λαμβανομένου· ἴδιον γὰρ τοῦ ἐνδεχομένου τὸ τὰς ἐπὶ τοῦ αὐτοῦ λεγομένας οὕτως ἅμα ἀληθεῖς εἶναι. ἐπεὶ τό γε [τὸ] τινὶ καὶ τὸ μὴ τινὶ ὅταν ἐπ’ ἄλλου καὶ ἄλλου λαμβάνηται, οὐχ αἱ ἐνδεχόμεναι μόνον ἐπὶ μέρους συναληθεύσουσιν, ἀλλὰ δύνανταί ποτε καὶ αἱ ὑπάρχουσαι καὶ ἀναγκαῖαι· καὶ ἔστιν ἴσον τὸ τινὶ ἐνδέχεσθαι καὶ τὸ ἐνδέχεσθαι μὴ τινὶ ἐπὶ τούτων τῷ Σω‐
35κράτη λαβεῖν † μέρος εἰπεῖν ἤ τινα τῶν καθέκαστα καὶ ἐπ’ αὐτῶν τὴν κατὰ τὸ ἐνδέχεσθαι ἀντίθεσιν ποιήσασθαι κατὰ τὸν εἰρημένον τρόπον. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων, φημὶ δὲ τῶν ἰσοδυναμουσῶν τῇ ἐνδεχομένῃ· αὗται δ’ εἰσί, καταφάσεις ἡ ‘δυνατὸν εἶναι‘, ᾗ ἀντιστρέφει ἡ ‘δυνατὸν μὴ
εἶναι‘ κατὰ πάντας τοὺς ὁρισμούς, τὸν παντί, μηδενί, μὴ παντί, τινὶ μή,15

23,3

16

τινί, ἐπὶ τῆς ἐνδεχομένης, ἀποφάσεις δὲ ἥ τε τοῦ ἀναγκαίου μὴ εἶναι, τουτέστιν ἡ ‘οὐκ ἀνάγκη μὴ εἶναι‘ (αὕτη γὰρ εἵπετο τῇ ‘ἐνδέχεται μὲν εἶναι‘), ᾗ ἀκο‐ λουθεῖ τε καὶ ἀντιστρέφει ἡ ‘οὐκ ἀνάγκη εἶναι‘, καὶ ἡ ‘οὐκ ἀδύνατον εἶναι‘ (καὶ γὰρ αὕτη εἵπετο τῇ ‘ἐνδέχεται εἶναι‘), πρὸς ἣν ἀντιστρέφει ἡ λέγουσα
5‘οὐκ ἀδύνατον μὴ εἶναι‘. Ἐπεὶ δ’ ἡμῖν εἴρηται, ὅτι ἀντακολουθοῦσιν αἱ ἐνδεχόμεναι ἀποφατικαὶ ταῖς ἐνδεχομέναις καταφατικαῖς, καὶ τίνες εἰσὶν αὗται, παρεθέμεθα, νῦν καὶ τὴν αἰτίαν ἀποδώσομεν τοῦ ἀντακολουθεῖν αὐτὰς καὶ ἀντιστρέφειν ἀλλήλαις. ἐπεὶ γὰρ τὸ ἐνδέχεσθαι ὑπάρχειν οὐκ ἐξ ἀνάγκης τίθησι τὸ ὑπάρχειν (ἦν γὰρ
10τὸ ἐνδεχόμενον, ὡς ἐν τῷ λόγῳ αὐτοῦ ἐδηλώθη, ‘οὗ μὴ ὄντος ἀναγκαίου‘), τὸ δὲ μὴ ἀναγκαῖον ἐγχωρεῖ καὶ μὴ ὑπάρχειν, εἰκότως τῷ ἐνδέχεσθαι ὑπάρ‐ χειν συναληθεύοι τὸ ‘ἐνδέχεται μὴ ὑπάρχειν‘· ὁμοίως ἐπὶ πάντων τῶν διορισμῶν. διὰ τὸ αὐτὸ δὲ αἵ τε ἀδιορίστως λεγόμεναι καὶ αἱ διωρισμένως ἐπὶ τοῦ κα‐ θόλου ἀντηκολούθουν καταφάσεις τε καὶ ἀποφάσεις ἀλλήλαις καὶ ἐπὶ μέρους
15τε καὶ καθ’ ἕκαστα ἐπὶ τοῦ αὐτοῦ λεγόμεναι ἀντακολουθοῦσιν. εἰ γὰρ ἐνδέ‐ χεται Σωκράτην λούσασθαι σήμερον, ἐνδέχεται καὶ μὴ λούσασθαι, καὶ εἰ ἐν‐ δέχεται πάντας ἀνθρώπους κινεῖσθαι, ἐνδέχεται καὶ μηδένα κινεῖσθαι. εἰσὶ δὲ αἱ τοιαῦται προτάσεις καταφατικαί, οὐκ ἀποφατικαί. ὥσπερ γὰρ ἐπὶ τῶν ἐκ τρίτου προσκατηγορουμένου τὸ τηνικαῦτα μόνον ἐγίνοντο ἀποφατικαὶ αἱ προτά‐
20σεις, ὅταν τῷ ‘ἔστιν‘ ἡ ἄρνησις συνετάττετο, οὕτω καὶ ἐπὶ τῶν μετὰ τρόπου μόνως 〈τῷ〉 τρόπῳ συνταττομένης τῆς ἀρνήσεως γίνεται ἀπόφασις, ἄλλως δὲ οὐδαμῶς. εἰ τοίνυν ἐπὶ τῆς ‘ἐνδέχεται μὴ εἶναι‘ καὶ τῶν τοιούτων ἀκέραιοι εἶναι φαίνονται, δηλονότι καταφατικαί εἰσι τῷ σχήματι, ὡς πολλάκις εἴρηται. Ἐζήτησαν, εἰ τὸ ἐνδεχόμενον τοιοῦτόν ἐστιν, ὁποῖον ὡρίσθη, μήτε ἀναγκαῖον
25μήτε ὑπάρχον, πῶς ἔτι ταῖς καταφατικαῖς ἐνδεχομέναις αἱ ἀποφατικαὶ ἐνδε‐ χόμεναι ἀντιστρέφουσι φυλασσομένου τοῦ κατὰ τὸν ὁρισμὸν ἐνδεχομένου ἐν ἀμφοτέραις. εἰ γάρ, ὃ ἐνδέχεται εἶναι, τοῦ μήπω εἶναι τοῦτο, ὃ λέγεται, ἐστί (τοῦτο γὰρ ἴδιον εἶναι δοκεῖ τοῦ ἐνδεχομένου τὸ μήπω εἶναι τοῦτο, ὃ λέγεται), ἔσται ἄρα τοῦτο οὐχ ὑπάρχον· καὶ ὃ ἐνδέχεται [καὶ ὃ ἐνδέχεται]
30μὴ εἶναι, οὔπω ἐστὶ μὴ ὑπάρχον· ὑπάρχον ἄρα· ὥστε τὸ μὲν καταφατικὸν ἀληθὲς κατὰ τοῦ μὴ ὑπάρχοντος, τὸ δὲ ἀποφατικὸν ἐπὶ τοῦ ὑπάρχοντος· ἀδύνατον δὲ ἅμα ἄμφω· οὐκ ἄρα τὸ κατὰ τὸν ὁρισμὸν ἐνδεχόμενον ἐν τῇ ἀποφάσει ληφθήσεται. τί οὖν φημι; ὅτι, εἰ τὸ ἐνδέχεσθαι ἐπὶ τοῦ μήπω ὄντος λέγεται, τὸ ἐνδέχεσθαι εἶναι ἀντὶ τοῦ ‘ἐνδέχεται γενέσθαι‘ λέγοιτ’ ἄν·
35πᾶν δέ, ὃ μήπω ὂν ἐνδέχεται γίνεσθαι, τοῦτο ἐνδέχεται καὶ μὴ γενέσθαι· ὥστε ἄμφω ἐπὶ τοῦ μήπω ὄντος. Ἐπεὶ δέ, τίς ποτέ ἐστιν ἡ φύσις τοῦ ἐνδεχομένου, εἴρηται, καὶ πῶς
ἀντιστρέφουσιν αἱ κατ’ αὐτὸ προτάσεις, νῦν λεκτέον, ποσαχῶς λέγεται.16

23,3

17

διχῶς τοίνυν λέγεται τὸ ἐνδεχόμενον οὐχ ὁμωνύμως τῆς διαιρέσεως αὐτοῦ γινο‐ μένης· οὐδὲ γὰρ ἄλλου τινὸς ἢ οὗ διωρισάμεθα τὴν διαίρεσιν ἐποιησάμεθα, ἣν ὡς γένους τοῦ ἐνδεχομένου εἰς εἴδη ἢ ὡς ὅλου εἰς μέρη ποιούμεθα. ἢ γὰρ ὡρισμένον ἐστὶν ἢ ἀόριστον, καὶ ὡρισμένον μὲν τὸ ὡς ἐπὶ τὸ πολύ, περὶ ὃ
5ἥ τε φύσις καὶ ἡ τέχνη καταγίνεται· λέγω δὲ τὸ μᾶλλον πενταδάκτυλον γί‐ νεσθαι ἢ μή, ὑγιάζειν τὸν ἰατρὸν ἢ μή, ἃ διὰ τὸ μὴ ἀεὶ γίνεσθαι οὕτω ἀλλὰ διαλείπειν καὶ διακόπτεσθαι τὸ ἀεὶ καὶ τὸ ἐξ ἀνάγκης, διὰ τοῦτο ἀφαιρεῖται αὐτῶν τὸ ἀναγκαῖον· καὶ γὰρ οὐκ ἀεὶ ἡ φύσις τοῦ οἰκείου ἐφικνεῖται τέλους οὔτε ἡ τέχνη, ἀλλὰ καὶ ἡ φύσις διαμαρτάνουσα τέρας ἐποίησε, καὶ ὁ τεχνί‐
10της διήμαρτε τοῦ σκοποῦ. ἐπειδὴ τοίνυν διαλείμματα ἐν τούτοις γίνεται, διὰ τοῦτο ἐνδεχόμενά ἐστιν· οὔτε γὰρ πάντως ἐν γήρᾳ πολιοῦται ἄνθρωπος οὔτε ὁ ἰατρὸς ὑγιάζει· οὐδὲ ὅλως τῶν φυσικῶν τι, λέγω δὲ τῶν ἐν γενέσει καὶ φθορᾷ, οὔτε τῶν τεχνητῶν τὸ ἀναγκαῖον, ἀλλὰ τὸ ὡς ἐπὶ τὸ πολύ. δύο δὲ αἰτίαι, δι’ ἃς τὸ ὡς ἐπὶ τὸ πολὺ ἐνδεχόμενον οὐκ ἔχει τὸ ἀναγκαῖον, μία
15μὲν ἐκ τοῦ ὑποκειμένου, ὅτι μὴ ἀεί εἰσιν, οἷς ταῦτα ὑπάρχει· τὰ γὰρ κατὰ φύσιν γινόμενα οὐκ ἀίδια. διὰ τὸ οὖν μὴ ταῦτα εἶναι ἀεί, οἷς ἐνδέχεσθαί φαμεν τὰ κατὰ φύσιν ὑπάρχειν (τοῖς γὰρ καθέκαστα ταῦτα ὑπάρχει), οὐκ ἐξ ἀνάγκης τὰ κατὰ φύσιν· τὸ γὰρ ἀναγκαῖον ἀίδιόν τε καὶ ἀεὶ ὁμοίως ἐπὶ τῶν ὁμοίως ἐχόντων. λέγοιτ’ ἂν οὖν ἐνδέχεσθαι καὶ τὸ ἐξ ἀνάγκης ὑπάρχον τῷ οὐκ
20ἀιδίῳ, ἂν μὴ ἀπόληται, διότι ἐνδέχεται προαπολομένου αὐτοῦ μὴ γενέσθαι τοῦτο, ὃ ἐξ ἀνάγκης ἂν ἐγένετο, εἰ ἦν ἀεὶ ὁ ἄνθρωπος. ἔχει μὲν γὰρ ἡ φύσις ἐν γήρᾳ πολιοῦσθαι ἄνθρωπον, συμβαίνει δὲ τοῦτο πολλάκις μὴ γενέσθαι τοῦ ἀνθρώπου πρὶν εἰς γῆρας ἀφικέσθαι τελευτήσαντος· πάλιν πέφυκεν ὁ ἄνθρωπος περὶ εἰκοστὸν ἔτος ἐκφῦσαι γένειον, καὶ συμβαίνει πρὶν εἰς τοῦτο ἱκέσθαι τε‐
25λευτῆσαι τὸν ἄνθρωπον. καὶ αὕτη μὲν ἡ ἐκ τοῦ ὑποκειμένου μία αἰτία τοῦ διαλιμπάνειν τὸ ὡς ἐπὶ τὸ πολὺ ἐνδεχόμενον. ἑτέρα δὲ ἡ ἐκ τοῦ κατηγορου‐ μένου· πολλάκις γὰρ εἰς τὸ γῆρας ἀφίκετο ἄνθρωπος, πολιὰς δὲ οὐκ ἐποίησεν, ἢ εἰς τὸ εἰκοστὸν ἔτος ἐλθὼν οὐκ ἐβλάστησε γένειον, καὶ ὅσα τοιαῦτα. καὶ γὰρ τὰ κατὰ φύσιν γινόμενα οὐκ ἐξ ἀνάγκης ἐστί· καὶ γάρ, ὡς ἔφθην εἰπών,
30〈κἂν ᾖ〉 οὗτος, ᾧ ὑπάρχει τὸ κατὰ φύσιν, εἰς ἑξήκοντα ἔτη προεληλυθώς, ὡς ἐπὶ τὸ πλεῖστον μὲν πολιωθήσεται, οὐ μὴν ἐξ ἀνάγκης. Τὸ μὲν οὖν ἕτερον τοῦ ἐνδεχομένου σημαινόμενον τοιοῦτον. ἀόριστον δὲ τό τε ἐπίσης καὶ τὸ 〈ἐπ’〉 ἔλαττον· καὶ γὰρ ἑνὶ ὀνόματι τῷ τοῦ ἀορίστου ἀμφότερα καλῶ, τό τε ἐπίσης φημὶ καὶ τὸ ἐπ’ ἔλαττον ἐνδεχόμενον. ἐπίσης
35δέ ἐστι, περὶ ὃ ἡ προαίρεσις ἔχει, βαδίζειν ἢ μὴ βαδίζειν καὶ τὰ ὅμοια· ἐπ’
ἔλαττον δέ, περὶ ὃ ἡ τύχη, ὡς τὸ ὀρύττοντα θησαυρὸν εὑρεῖν. ἀόριστον δὲ17

23,3

18

εἶπον διὰ τὸ ἐπίσης δύνασθαι τὰ τοιαῦτα εἶναι ἢ μὴ εἶναι. καίτοι τὸ ἐπ’ ἔλαττον δοκεῖ ὡρίσθαι μᾶλλον μὴ εἶναι ἢ εἶναι. πῶς οὖν ἀόριστόν φημι; λέγω, ὅτι ἀόριστον εἶπον αὐτὸ κατὰ τὸ εἶναι· οὐχ ὥρισται γὰρ αὐτοῦ ἡ ὕπαρξις, ὥσπερ τοῦ ὡς ἐπὶ τὸ πολύ, ἀλλὰ ἡ ἀνυπαρξία μᾶλλον· καὶ γὰρ σπάνια καὶ
5ἐπ’ ἔλαττον τὰ ἀπὸ τύχης γινόμενα, ὡς τὸ προελθεῖν ἐπ’ ἄλλο παρὰ τύχην ἢ ἐφ’ ὅ τις ἐβούλετο, ἢ καὶ τὸ ἀδικηθέντα καὶ τῆς οὐσίας ἀφαιρεθέντα φιλοσοφῆσαι ἢ σκάπτοντα θησαυρῷ περιτυχεῖν. εἰ καὶ κατὰ διαφόρων δὲ σημαινομένων φέρε‐ ται τὸ ἐνδεχόμενον *** τὸ ἐπὶ πολὺ ἔχον τὸ κῦρος τῷ τὴν κατάφασιν αὐτοῦ μᾶλλον ἢ τὴν ἀπόφασιν ὑπάρχειν, ἐπὶ δὲ τοῦ ἐπίσης τὸ μηδὲν μᾶλλον τὴν κατάφα‐
10σιν ἢ τὴν ἀπόφασιν, τοῦ δὲ ἐπ’ ἔλαττον * τὴν ἀπόφασιν μᾶλλον ἢ τὴν κατάφασιν. Ἐπεὶ δὲ τὰ διάφορα τοῦ ἐνδεχομένου σημαινόμενα διωρισάμεθα, ἀφορι‐ σώμεθα λοιπόν, περὶ ποίου ἐστὶ νῦν ἡμῖν ἡ διάσκεψις· καὶ φαμέν, ὅτι περὶ τοῦ ὡς ἐπὶ τὸ πολύ. αἱ γὰρ ἐπιστῆμαι περὶ τὰ ἀεὶ ὡσαύτως ἔχοντα ἀνα‐ στρέφονται, διόπερ καὶ περὶ τὸ ὡς ἐπὶ τὸ πολὺ ἐνδεχόμενον ὡς συνεγγίζον
15μᾶλλον τῷ ἀναγκαίῳ. διὰ δὲ τὴν ἀοριστίαν τοῦ ἑτέρου οὐ καταγίνεται περὶ αὐτὸ ἐπιστήμη. ἀόριστον δέ ἐστι διὰ τὴν ἀταξίαν τοῦ μέσου· ὁ γὰρ μέσος ἐστὶν ὁ χαρακτηρίζων τὰ σχήματα. ἐπειδὴ τοίνυν οὗτος ἐπὶ μὲν τοῦ ἐπίσης οὐδὲν μᾶλλον τῷ πρώτῳ ὑπόκειται ἢ οὐχ ὑπόκειται καὶ τοῦ ἐσχάτου οὐ μᾶλλον κατηγορεῖται ἢ οὐ κατηγορεῖται, ἐπὶ δὲ τοῦ ἐπ’ ἔλαττον μᾶλλον οὐχ
20ὑπόκειται τῷ πρώτῳ ἢ ὑπόκειται καὶ τοῦ ἐλάττονος μᾶλλον οὐ κατηγορεῖται ἢ κατηγορεῖται καὶ διὰ τοῦτο τῇ τοῦ ὑπάρχειν ἀοριστίᾳ περιπέπτωκε, διὰ τοῦτο ἐξοριζέσθω τῶν ἐπιστημονικῶν μεθόδων· ὡς γὰρ εἴρηται, περὶ τῶν ἐπίπαν ἡ σκέψις τοῖς ἐπιστήμοσι γίνεται. εἰ καὶ δυνατὸν δὲ περὶ τοῦ ἀορίστου ἐνδεχομένου ἐστὶ συλλογίσασθαι, ἀλλ’ οὖν διὰ τὸ μὴ ἐν πολλῇ εἶναι χρήσει
25ἀφείσθω ὁ περὶ τούτου λόγος. δεῖ γὰρ τὸ εὔχρηστον ἐν τῇδε τῇ πραγματείᾳ πρὸς τὰ δειχθησόμενα μᾶλλον λαμβάνειν τε καὶ ἐξεργάζεσθαι, τὸ δ’ ἄχρηστον, εἰ καὶ ἔχει τινὰ συμπλοκήν, παραιτεῖσθαι. παντὸς γὰρ ὀργάνου μέτρον ἡ χρεία ἡ πρὸς τὸ ὑπ’ αὐτοῦ δεικνύμενόν τε καὶ γινόμενον· τὸ γὰρ ἄχρηστον σκέπαρνον τῷ τέκτονι οὐκ ἔστι σκέπαρνον ἀλλ’ ἢ ὁμωνύμως. περὶ μὲν οὖν
30τοῦ τοιούτου ἐνδεχομένου ὡς ἀχρήστου πρὸς τὰς ζητήσεις, ὡς ἔφην, λέγειν παραιτοῦμαι. περὶ δὲ τοῦ ἑτέρου ἐρῶ, ὅτι πολλαὶ τέχναι στοχαστικαὶ οὖσαι ἐκ τοῦ οὕτως ἐνδεχομένου τὸ προκείμενον συλλογίζονται, ὡς ἰατρική, κυβερνη‐ τική, γυμναστική. ἀλλὰ καὶ ὅλως τὰ ἐκ τοῦ βουλεύσασθαι λαμβανόμενα διὰ τοῦ τοιούτου ἐνδεχομένου δείκνυται· οἷον εἰ ζητοίη τις, εἰ νῦν δεῖ πλεῦσαι,
35καὶ λάβῃ ‘ὅτε κεκριμένα τὰ πνεύματά ἐστιν, οἱ πλέοντες ὡς ἐπὶ τὸ πολὺ 〈σώζονται· νῦν δὲ κεκριμένα τὰ πνεύματα· οἱ νῦν ἄρα πλέοντες ὡς ἐπὶ τὸ πολὺ〉 σωθήσονται‘. ταῦτα μὲν οὖν διορισθήσεται μᾶλλον ἐν τοῖς ἑπομένοις, ὅτι ἐπὶ τῶν ἐνδεχομένων ἀντιστρέφει τὸ καταφατικὸν τῷ ἀποφατικῷ, καὶ πῶς, καὶ ὅτι τὸ
ἐνδεχόμενον διττόν, καὶ ὅτι τὸ ἀόριστον ἄχρηστον πρὸς τὰς νῦν ζητήσεις.18

23,3

19

Ἐπεὶ δὲ ἐδιδάξαμεν, ὅσα χρὴ προδιαλαβεῖν περὶ τοῦ ἐνδεχομένου, ἐν‐ τεῦθεν λοιπὸν ὁρμητέον ἐπὶ τὴν τῶν ἐνδεχομένων συλλογισμῶν διδασκαλίαν. ἐπεὶ διχῶς ἔστιν ἐξακοῦσαι τῆς προτάσεως τῆς λεγούσης ἐνδέχεσθαι τὸ Α τῷ Β ὑπάρχειν· ὁτὲ μὲν γὰρ ἔστιν ἀκοῦσαι ὡς τοῦτο λεγούσης, ὡς ὑπάρχει
5τὸ Α τῷ Β ἤδη, τουτέστιν ὑπαρχόντως, ἢ ὅτι τὸ Α τῷ Β οὔπω μὲν ὑπάρχει, δύναται δὲ ὑπάρξαι. ὅταν γὰρ εἴπωμεν, ὅτι τὸ Α κατὰ παντὸς τοῦ Β ἐν‐ δέχεται, 〈ἢ τοῦτό φαμεν, ὅτι, ὅσοις ἤδη ὑπάρχει τὸ Β, ἐνδέχεται〉 τὸ Α ὑπάρχειν, ἢ ὅτι, ὅσοις μήπω μὲν ὑπάρχει τὸ Β, δύναται δὲ ὑπάρξαι, ὑπάρχει τὸ Α, ὡς ὅταν εἴπωμεν, ὅτι ἐνδέχεται κίνησιν παντὶ λευκῷ ὑπάρ‐
10χειν· ἢ γὰρ ὅτι πᾶσιν, οἷς ἤδη ἐνεργείᾳ τὸ λευκὸν ὑπάρχει, ἢ οἷς ὑπάρξει νῦν μὴ ὑπάρχον. οὐδὲν δὲ διαφέρει, κἄν τε ‘κατὰ παντὸς τοῦ Β τὸ Α‘ εἴ‐ πωμεν κἄν τε ‘καθ’ οὗ τὸ Β, τὸ Α‘· οὐδὲν γὰρ θάτερον θατέρου διαφέρει, ἀλλὰ ταὐτὸν σημαίνει ἄμφω καὶ ἀντ’ ἀλλήλων λέγεται· οὐδὲν γὰρ ἄλλο ση‐ μαῖνον τὸ ‘καθ’ οὗ‘ ἢ τὸ ‘κατὰ παντόσ‘. φανερὸν οὖν, ὅτι διχῶς λέγοιτο τὸ
15〈ἐνδέχεσθαι τὸ〉 Α τῷ Β ὑπάρχειν, ἢ ὅτι ὑπαρχόντως ἢ ὅτι ἐνδεχομένως. Πρῶτον οὖν δεῖ περὶ τῆς συζυγίας τῆς ἐξ ἀμφοτέρων ἐνδεχομένων προτά‐ σεων λέγειν, ποῖον συνάγουσι συμπέρασμα· οἷον τὸ Α κατὰ παντὸς τοῦ Β ἐνδέχεται, τὸ Β κατὰ παντὸς τοῦ Γ ἐνδέχεται. ἐὰν γὰρ εἴπωμεν, ὅτι τὸ Α ἐνδέχεται ὑπάρξαι πᾶσιν, οἷς ὑπάρχει τὸ Β, μικτὰς τὰς προτάσεις ποιοῦμεν
20ἐξ ὑπάρχοντος καὶ ἐνδεχομένου· δεῖ δέ, ὡς εἶπον, πρῶτον περὶ τῶν ὁμοιο‐ σχημόνων, τουτέστι τῶν ἁπλῶν, διαλαβεῖν. ταὐτὸν δὲ εἰπεῖν περὶ τῶν ἐξ ἀμφοτέρων ἐνδεχομένων. εἰ γὰρ τὸ Α παντὶ τῷ Β ἐνδεχομένως, πᾶσιν ἄρα τοῖς μέρεσιν αὐτοῦ ἐνδεχομένως ὑπάρξει· μέρος δὲ τοῦ Β τὸ Γ· ὑπόκειται γὰρ τὸ Β παντὶ τῷ Γ ἐνδεχομένως ὑπάρξαι· τὸ ἄρα Α παντὶ τῷ Γ ἐνδεχο‐
25μένως ὑπάρξει. τοῦτο γὰρ φανερὸν ἐκ τοῦ ὁρισμοῦ τοῦ κατὰ παντός· κατὰ παντὸς γάρ ἐστιν, ὅταν μηδὲν ἔστι λαβεῖν τοῦ ὑποκειμένου μέρος, καθ’ οὗ μέρους οὐ κατηγορηθήσεται τὸ κατηγορούμενον. οὐκοῦν εἰ κατὰ παντὸς τοῦ Β τὸ Α ἐνδεχομένως, μέρος δὲ τοῦ Β τὸ Γ, καὶ κατὰ παντὸς ἄρα τοῦ Γ τὸ Α ἐνδεχομένως. ὅροι δὲ κίνησις, ἐγρήγορσις, ἄνθρωπος· κίνησις παντὶ
30ἐγρηγορότι ἐνδεχομένως ὑπάρξει, ἐγρήγορσις παντὶ ἀνθρώπῳ ἐνδεχομένως ὑπάρξει, καὶ κίνησις παντὶ ἀνθρώπῳ ἐνδεχομένως ὑπάρχει. καὶ εἰ τὸ μὲν Α μηδενὶ τῷ Β ἐνδεχομένως καὶ τὸ Β παντὶ τῷ Γ ἐνδέχεται, ἔσται ἄρα συμ‐ πέρασμα ‘τὸ Α τῷ Γ οὐδενὶ ἐνδέχεται‘. τοῦτο γὰρ ἐκ τοῦ ὁρισμοῦ τοῦ κατὰ μηδενὸς δῆλον· κατὰ μηδενὸς γάρ ἐστιν, ὅταν μηδὲν ᾖ μέρος τοῦ ὑποκειμένου
35λαβεῖν, καθ’ οὗ μέρους οὐκ ἀποφαθήσεται τὸ κατηγορούμενον, τουτέστιν οὐκ ἀποφάσκεται. ὅροι δὲ πάλιν οἱ αὐτοὶ καὶ ἐπὶ τούτου τοῦ τρόπου, κίνησις, ἐγρήγορσις, ἄνθρωπος· κίνησις οὐδεμιᾷ ἐγρηγόρσει, ἐγρήγορσις παντὶ ἀνθρώπῳ
ἐνδέχεται, καὶ κίνησις οὐδενὶ ἀνθρώπῳ ἐνδέχεται.19

23,3

20

Ὅταν δὲ τὸ μὲν Α παντὶ τῷ Β ἐνδέχεται, τὸ δὲ Β οὐδενὶ τῷ Γ ἐν‐ δέχεται, τούτων ἄρα τῆς μὲν μείζονος οὔσης καταφατικῆς τῆς δὲ ἐλάττονος ἀποφατικῆς, εἰ ἡ ἐλάττων οὕτω φυλάττοιτο ἔχουσα, οὐδὲν συναχθήσεται συλλογιστικῶς. εἰ μέντοι μεταληφθείη εἰς τὴν καταφατικήν (δυνατὸν δὲ τοῦτο
5διὰ τὸ δεδεῖχθαι, ὅτι ἀντιστρέφουσιν ἀλλήλαις· τῷ γὰρ ἐνδεχομένῳ μηδενὶ ἀντιστρέφει τὸ ἐνδεχόμενον παντί, ὡς ἐδείχθη), ἔσεται συλλογιστικὴ ἡ συζυ‐ γία· ἔσεται γὰρ οὕτως 〈ἐξ〉 ἀμφοτέρων καθόλου καταφατικῶν ἐνδεχομένων. οἷον τὸ Α παντὶ τῷ Β ἐνδεχομένως, τὸ Β οὐδενὶ τῷ Γ ἐνδέχεται· εἰ οὖν ἡ ἐλάττων αὕτη μεταληφθείη, ἔσται συλλογιστικὴ ἡ συζυγία. ὁμοίως δὲ καὶ εἰ
10ἀμφότεραι εἶεν ἀποφατικαί, οὕτω μὲν φυλαττόμεναι οὐδὲν συνάγουσι, μετα‐ λαμβανόμεναι δὲ ἔσονται συλλογιστικαί· οἷον τὸ Α οὐδενὶ τῷ Β, τὸ Β οὐδενὶ τῷ Γ. οὕτω μὲν 〈οὖν〉 γίνονται συλλογιστικαὶ αἱ ἀσυλλόγιστοι διὰ τῆς μετα‐ λήψεως, ὥσπερ εἴπομεν· ὥστε διὰ τοῦτο οὐδὲ τέλειοί εἰσιν οἱ τοιοῦτοι συλλογισμοί, εἴ γε δέονται ἀντιστροφῶν. πάλιν εἰδέναι χρή, ὅτι μεταλαμβα‐
15νομένων τῶν ἀποφατικῶν εἰς τὰς καταφατικὰς οἱ γινόμενοι συλλογισμοὶ οὐκέτι φυλάττουσι τὸ ὡς ἐπὶ τὸ πολὺ λεγόμενον ἐνδεχόμενον, εἴ γε τὴν ἀρχὴν ἐλήφθησαν αἱ ἀποφατικαὶ τοῦ ὡς ἐπὶ τὸ πλεῖστον οὖσαι ἐνδεχομένου. τῷ γὰρ ὡς ἐπὶ τὸ πλεῖστον ἀποφατικῷ ἐνδεχομένῳ τὸ ἐπ’ ἔλαττον καταφατικὸν ἀντι‐ στρέφει, ὥσθ’, ὅταν ἡ μετάληψις τῶν ἀποφατικῶν τῶν κειμένων ἐν ταῖς συζυγίαις
20εἰς τὰς ἐνδεχομένας καταφατικὰς γένηται, τὸ ἐπ’ ἔλαττον ἐνδεχόμενον καὶ τὸ ἀόριστον τεθήσεται. τούτου δὲ κειμένου συλλογισμὸς ἔσται, οὐ μὴν χρήσιμόν τι ἔχων, ὡς ἤδη προείπομεν. διὸ ἐροῦμεν ταύτας τὰς συζυγίας ὡς μὲν πρὸς τὸ ὡς ἐπὶ τὸ πλεῖστον ἐνδεχόμενον, καθ’ ὃ γίνονταί τινες συλλογισμοὶ καὶ κατὰ τέχνας τινὰς καὶ κατὰ συμβουλίας τε καὶ πράξεις καὶ προαιρέσεις, ἀχρή‐
25στους καὶ ἀσυλλογίστους εἶναι, ἁπλῶς μέντοι ὡς πρὸς τὰς συμπλοκὰς συλλογιστικάς. λέγει δέ τις καὶ ἄλλος σχεδὸν τὸ αὐτὸ περὶ τούτου· ἔστι δὲ τοῦτο· “αἱ ἀντιστροφαὶ τῶν προτάσεων τοῦ ἐνδεχομένου οὐ πρὸς τὸ αὐτὸ τοῦ ἐνδεχομένου σημαινόμενον ἀντιστρέφουσαι, ἀλλὰ δῆλον ὅτι τὸ ἐπὶ πλέον ἐνδε‐ χόμενον πρὸς τὸ ἐπ’ ἔλαττον ἀντιστρέφει, καὶ ἔμπαλιν τὸ ἐπ’ ἔλαττον πρὸς
30τὸ ἐπὶ πλεῖον· ὃ γὰρ ἐνδέχεται παντὶ ὑπάρχειν ὡς ἐπὶ τὸ πολύ, τοῦτο οὐδενὶ ὑπάρχειν ἐνδέχεται ὡς ἐπ’ ἔλαττον· τὸ δὲ ἐπ’ ἴσης πρὸς ἑαυτὸ ἔχει ἰσοτί‐ μους ἀντιστρεφούσας τὰς καταφάσεις καὶ τὰς ἀποφάσεις.” ἴσως δὲ καὶ Ἀρι‐ στοτέλης αὐτὸ τοῦτο ἐφορώμενος εἶπε τὸ “ἢ οὐ γίνεται συλλογισμός”· ὡς γὰρ πρὸς τὸ χρήσιμον ἀφορῶν οὐκ ἂν εἴποι τοὺς τοιούτους συλλογισμούς, πλὴν
35εἰ μόνον τις εἰς τὰς συμπλοκὰς ἀποβλέποι. Ἐὰν δὲ ἡ μὲν καθόλου τῶν προτάσεων ἡ δὲ ἐν μέρει ληφθῇ, ἐὰν ἡ μείζων ᾖ καθόλου ἡ δὲ ἐν μέρει καταφατική, συλλογισμὸς ἔσται τέλειος· εἰ γὰρ τὸ Α παντὶ τῷ Β ἐνδέχεται καὶ τὸ Β τινὶ τῷ Γ ἐνδέχεται, αὐτόθεν ἐκ
τῶν κειμένων καὶ διὰ τῶν κειμένων ἔσεται τὸ συμπέρασμα, ὅτι τὸ Α τινὶ20

23,3

21

τῷ Γ ἐνδέχεται. τοῦτο γὰρ φανερὸν ἐκ τοῦ ὁρισμοῦ τοῦ ἐνδέχεσθαι παντί· εἰ γὰρ τὸ Α παντὶ τῷ Β ἐνδέχεται, οὐδὲν ἔσται τοῦ Β μέρος, καθ’ οὗ οὐκ ἐνδέχεται τὸ Α· τὶ δὲ μέρος τοῦ Γ ὑπὸ τὸ Β ἐστίν· ὥστε καὶ τινὶ τῷ Γ τὸ Α ἐνδέχεται ὑπάρξαι. ὁμοίως δέ, κἂν ἡ μὲν καθόλου ἀποφατικὴ ἐνδε‐
5χομένη ᾖ ἡ δὲ ἐλάττων μερικὴ καταφατική· ἐκ τῶν κειμένων γὰρ καὶ διὰ τῶν κειμένων πάλιν συνάγεται, ὅτι τὸ Α οὐ παντὶ τῷ Γ. ὁ γὰρ ὁρισμὸς τοῦ ἐνδέχεσθαι μηδενὶ γνώριμον καὶ ἐν ταύτῃ τῇ συζυγίᾳ ποιεῖ τὸ συμπέ‐ ρασμα. εἰ γὰρ τὸ Α οὐδενὶ τῷ Β ἐνδέχεται, οὐδὲν ἔσται μέρος λαβεῖν τοῦ Β, καθ’ οὗ τὸ Α οὐκ ἀποφάσκεται· τὸ δὲ Β τινὶ μέρει τοῦ Γ ὑπάρχει· ὥστε
10τὸ Α οὐ παντὶ τῷ Γ, εἴ γε οὐδὲ τὸ Β παντὶ αὐτῷ ἀλλὰ τινὶ ὑπῆρχεν ἐνδε‐ χομένως. ἂν μέντοι 〈τῆσ〉 μείζονος καθόλου οὔσης καταφατικῆς ἢ ἀποφατικῆς ἡ ἐλάττων ἐπὶ μέρους στερητικὴ ληφθῇ, γενήσεται ὁ συλλογισμός, ἀλλ’ οὐκ ἐκ τῶν κειμένων, ἀλλὰ μεταληφθέντος τοῦ ἐπὶ μέρους ἀποφατικοῦ εἰς τὸ ἐπὶ μέρους καταφατικόν, διὰ τὸ ἀντιστρέφειν τὸ ἐνδεχόμενον.
15 Ὅταν μέντοι ἡ μείζων οὐκ ᾖ καθόλου, ἀλλ’ αὐτὴ μὲν ἐπὶ μέρους ἡ δὲ ἐλάττων καθόλου, οὐδεὶς ἔσται συλλογισμός, οὔτε ἂν ὁμοιοσχήμονες ληφθῶσιν αἱ προτάσεις, τουτέστι καταφατικαὶ ἀμφότεραι ἢ ἀποφατικαὶ ἀμφότεραι, οὔτε ἐὰν ἀνομοιοσχήμονες, τουτέστιν ἡ μὲν καταφατικὴ ἡ δὲ ἀποφατική, ἐάν τε ἀμφότεραι ἀδιόριστοι ἢ κατὰ μέρος. τοῦ δὲ ἀσυλλογίστους πάσας τὰς τοιαύτας
20προτάσεις γίνεσθαι, ἐν αἷς ἡ μείζων ἐπὶ μέρους ἐνδεχομένη, αἰτία αὕτη· κει‐ μένου τοῦ Α τινὶ τῷ Β ἐνδέχεσθαι, οὐδὲν κωλύει τὸ Β ὑπερτείνειν καὶ ἐπὶ πλειόνων λέγεσθαι ἢ τὸ Α· οἷόν ἐστι τὸ γραμματικόν, εἰ εἴη κείμενον ἐνδέ‐ χεσθαι τινὶ κοιμωμένῳ· τὸ γὰρ κοιμώμενον ἐπὶ πλειόνων κατηγορεῖται ἢ τὸ γραμματικόν. ἂν δὴ τούτων τι ληφθῇ τῶν ὑπὸ τὸ κοιμώμενον, καθ’ ὃ ὑπερ‐
25τείνει τοῦ Α, τουτέστι τοῦ γραμματικοῦ, τὸ Β, τουτέστι τὸ κοιμώμενον οἷον ἵππος, τῷ ἵππῳ οὔτε παντὶ τὸ Α ἐνδέχεται οὔτε ἐνδέχεται μηδενί· ὃ γὰρ ἐνδέχεται μηδενί, τοῦτο καὶ παντὶ ἐνδέχεται· τὸ δὲ γραμματικὸν πῶς ἂν ἐν‐ δέχοιτο παντὶ ἵππῳ; οὐδενὶ γὰρ αὐτῷ ἐξ ἀνάγκης. ἀλλ’ οὐδὲ τινὶ ἵππῳ ἐν‐ δέχεται τὸ γραμματικόν· ἀλλ’ οὐδὲ ἐνδέχεται τινὶ μή· ὃ γὰρ ἐνδέχεται τινὶ
30μή, τοῦτο καὶ ἐνδέχεται τινὶ διὰ τὴν τοῦ ἐνδεχομένου ἀντιστροφήν· εἴπομεν γὰρ ἤδη, ὡς ἀντιστρέφουσιν αἱ κατὰ τὸ ἐνδέχεσθαι προτάσεις. εἰ δὲ δεῖ μὲν τὸ συμπέρασμα ἢ καθόλου εἶναι [ἢ] καταφατικὸν ἢ καθόλου ἀποφατικὸν ἢ τῶν ἐπὶ μέρους θάτερον, οὐδὲν δὲ τούτων δύναται ἐπὶ τῶν ἐνδεχομένων οὔσης τῆς μείζονος μερικῆς τῆς δὲ ἐλάττονος καθόλου ἐν τῷ πρώτῳ σχήματι, οὐδ’
35ἂν ὅλως γένοιτο συλλογισμός. ἔτι δὲ καὶ ἐκ τῶνδε τῶν ὅρων φανερόν, ὡς ἀσυλλόγιστοι πᾶσαι αἱ συζυγίαι αἱ ἐξ ἐνδεχομένου ἐν πρώτῳ σχήματι, ἐν αἷς ἡ μείζων ἐπὶ μέρους ἐστίν. ἤδη μὲν οὖν καὶ τὴν αἰτίαν προστεθείκαμεν προσθέντες, ὅτι ἐνδέχεται τὸν μέσον ὅρον ὑπερτείνειν τοῦ ἄκρου· οὐδὲν δὲ ἧττον καὶ πάλιν δείξομεν ἀσυλλόγιστον καὶ ταύτην τὴν συμπλοκὴν καὶ διὰ τῆς
40παραθέσεως τῶνδε τῶν ὅρων· οὕτω γὰρ ἐναργεστέρα τε καὶ πληκτικωτέρα ἡ21

23,3

22

τοιαύτη δεῖξις καὶ ὁ ἔλεγχος ἔσται. οἷον λευκὸν τινὶ περιπατοῦντι ἐνδεχο‐ μένως, περιπατοῦν παντὶ κύκνῳ ἐνδεχομένως· καὶ ἔσται συμπέρασμα λευκὸν κύκνῳ ἐξ ἀνάγκης. τοῦ δὲ μηδενὶ λευκὸν τινὶ περιπατοῦντι ἐνδεχομένως, περιπατοῦν παντὶ κόρακι ἐνδεχομένως, καὶ λευκὸν οὐδενὶ κόρακι ἐξ ἀνάγκης.
5εἰ δὲ ἐξ ἀνάγκης τὸ πρῶτον ἄκρον τῷ ἐσχάτῳ παντὶ καὶ μηδενί, πάντα ἂν εἴη τὰ ἐνδεχόμενα καὶ τὰ ὑπάρχοντα καὶ τὰ ἀναγκαῖα ἀνῃρημένα, καὶ τὸ ‘πᾶσ‘ καὶ τὸ ‘τίσ‘ καὶ τὸ ‘μηδείσ‘ καὶ τὸ ‘μὴ πᾶσ‘. ἑκατέρῳ γὰρ τῶν κα‐ θόλου ἀναγκαίων πάντα ἀναιρεῖται τὰ ἐνδεχόμενα συμπεράσματα, τῷ μὲν ‘πᾶς ἐξ ἀνάγκησ‘ καὶ τὸ ‘οὐδείσ‘ καὶ τὸ ‘μὴ πᾶσ‘, τῷ δὲ ‘οὐδεὶς ἐξ ἀνάγκησ‘ τὸ
10‘παντί‘ καὶ τὸ ‘τινί‘. εἰ γὰρ παντὶ ἐξ ἀνάγκης καὶ μηδενὶ ὡσαύτως συνά‐ γεται ἐκ τῆς τῶν ὅρων παραθέσεως, οὐ μόνον οὐκ ἐνδεχόμενόν τι συνάγεται, ἀλλ’ οὐδὲ ἄλλο τι οἷον ὑπάρχον ἢ ἀναγκαῖον· τὸ μὲν γὰρ παντὶ ἐξ ἀνάγκης ἀναιρετικόν ἐστι τοῦ μηδενὶ ἐξ ἀνάγκης καὶ τοῦ μηδενὶ ὑπαρχόντως, τὸ δὲ μηδενὶ ἐξ ἀνάγκης τοῦ τε παντὶ ἐξ ἀνάγκης καὶ τοῦ παντὶ ὑπαρχόντως· τού‐
15τοις γὰρ προσχρώμενοι ἀσυλλογίστους ἐδείκνυμέν τινας συμπλοκὰς ἔν τε ταῖς ἀναγκαίαις καὶ ταῖς ὑπαρχούσαις προτάσεσιν. ἔτι ἔδει μέν, ὅταν ἀναγκαῖον ἢ ὑπάρχον ᾖ συμπέρασμα, ἢ τὴν ἑτέραν τῶν προτάσεων ἢ ἀμφότερας τοιαύτας εἶναι· ἐπὶ δὲ τοῦ προκειμένου ἀμφότεραί εἰσιν ἐνδεχόμεναι. καὶ διὰ τοῦτο ἂν δεικνύοιτο μήτε ἀναγκαῖον μήτε ὑπάρχον γινόμενον τὸ συμπέρασμα. ἀλλ’
20οὐδὲ ἐνδεχόμενον οἷόν τε συναχθῆναι ἐν τῇ τοιαύτῃ συμπλοκῇ, εἴ γε καὶ τὸ παντὶ ἐξ ἀνάγκης καὶ τὸ μηδενὶ ἐξ ἀνάγκης συνάγεται, τοῦτο δὲ ἀναιρετικόν ἐστι τοῦ ἐνδεχομένου· τὸ γὰρ ἐνδεχόμενον ὡρισάμεθα ‘οὗ μὴ ὄντος ἀναγκαίου‘. ὃ γὰρ παντὶ ἐξ ἀνάγκης καὶ οὐδενὶ ἐξ ἀνάγκης, τοῦτο οὔτε παντὶ ἐνδέχεται οὔτε οὐδενὶ οὔτε τινὶ οὔτε μὴ παντί.
25 Φανερὸν δέ, ὅτι ἐν πρώτῳ σχήματι, ἂν ὦσιν ἄμφω αἱ προτάσεις καθόλου, συλλογισμὸς γίνεται, ὁποῖαι ἂν ὦσι κατὰ τὸ ποιόν, πλὴν εἰ μὲν εἶεν ἀμφό‐ τεραι καταφατικαί, τέλειος, ὁμοίως δέ, κἂν ἡ μείζων ἀποφατικὴ μόνη, ἀτελεῖς δέ εἰσιν αἱ διὰ τῆς τοῦ ἐνδεχομένου ἀντιστροφῆς, καὶ ὅτι δεῖ τοῦτο τὸ ἐνδε‐ χόμενον λαμβάνειν ἐν ταῖς προτάσεσι τὸ μὴ ἀναγκαῖον· τὸ γὰρ κατὰ τοῦ
30ἀναγκαίου κατηγορούμενον οὐκ ἀντιστρέφει. ἔστι δὲ πολλάκις τὸ τοιοῦτον δια‐ λανθάνον· τὸ γὰρ μηδενὶ ἐξ ἀνάγκης ὑπάρχον λέγομεν ἐνδέχεσθαι μηδενί· ἐφ’ οὗ οὐκ ἔστι λέγειν, ὅτι καὶ παντὶ ἐνδέχεται. ἀλλὰ καὶ αὐτὸς ἐγὼ ἐν τῇ τῶν ὅρων ἐκθέσει τὸ ζῶον ἔλαβον ἐνδέχεσθαι τινὶ λευκῷ, καίτοι ἐξ ἀνάγκης τινὶ αὐτῷ ὑπάρχει. καὶ τούτου χάριν ἔστιν, ὅτε προστίθημι τὸ ‘ληπτέον δὲ
35τοὺς ὅρους βέλτιον‘. ἔδειξα δὲ γινομένους ἐν πρώτῳ σχήματι ἐξ ἐνδεχομένων ἀμφοτέρων οὐσῶν καθόλου συλλογισμῶν τελείους μὲν δύο, ἀτελεῖς δὲ τοσούτους συμβαίνει εἶναι· ὁμοίως πάλιν τεσσάρων ὄντων τῆς ἑτέρας προτάσεως τῆς ἐλάτ‐ τονος ἐπὶ μέρους οὔσης εἰσὶ τέλειοι μὲν καὶ ἐκ τούτων δύο, ἀτελεῖς δὲ ἴσοι. Ἀπορήσοι δ’ ἄν τις, τί δή ποτε μή, ὥσπερ τὰς ἀποφατικὰς μεταλαμβά‐
40νομεν εἰς τὰς καταφατικὰς καὶ οὕτω ποιοῦμεν συλλογιστικὰς συζυγίας, οὕτως22

23,3

23

τὰς καταφατικὰς μεταλαμβάνομεν εἰς τὰς ἀποφατικὰς καὶ δεικνύομεν οὕτω τὰς συλλογιστικὰς ἀσυλλογίστους. εἰ γὰρ αἱ τοῦ ἐνδεχομένου προτάσεις εἰς ἑαυτὰς ἰσοτίμως ἀντιστρέφουσι, τίς ἡ ἀποκλήρωσις τοῦ τὰς μὲν ἀποφατικὰς μεταλαμ‐ βάνειν εἰς καταφατικάς, μηκέτι δὲ καὶ τὰς καταφατικὰς εἰς ἀποφατικάς; ἐπι‐
5λυσόμεθα οὖν τὴν ἀπορίαν. τῶν ἀποφάσεων αἱ μὲν τὸν τρόπον ἀναιροῦσιν, αἱ δὲ τὸ πρᾶγμα· ἡ μὲν λέγουσα ‘οὐκ ἀνάγκη περιπατεῖν‘ τὸ μὲν πρᾶγμα οὐκ ἀνεῖλε, λέγω δὲ τὸ περιπατεῖν, τὸν δὲ τρόπον ἀνεῖλε τὸν ἀναγκαῖον· ἡ δὲ λέγουσα ‘ἀνάγκη μὴ περιπατεῖν‘ τὸν μὲν τρόπον οὐκ ἀνεῖλε, τὸ δὲ πρᾶγμα ἀνεῖλεν, ἥτις τῷ μὲν σχήματί ἐστι κατάφασις τῇ δὲ δυνάμει ἀπόφασις· τὸ
10μὲν γὰρ πρᾶγμα ἀνεῖλε, τὸ περιπατεῖν, τὸν δὲ τρόπον ἐφύλαξε. καὶ ἐπὶ πάντων τῶν ἄλλων ὁμοίως. αἱ δὲ τοῦ ἐνδεχομένου ἀποφάσεις αἱ ἐνταῦθα παραλαμ‐ βανόμεναι, αἵτινες τῷ σχήματί εἰσι καταφατικαί, οὔτε τὸ πρᾶγμα οὔτε τὸν τρόπον ἀναιροῦσιν· ἡ γὰρ λέγουσα ‘ἐνδέχεται μηδένα ἄνθρωπον περιπατεῖν‘ οὔτε τὸν τρόπον ἀναιρεῖ (ἀκέραιος γάρ ἐστιν) οὔτε τὸ πρᾶγμα. εἰ τοίνυν μηδὲ
15τὸν τρόπον ἀναιροῦσι μηδὲ τὸ πρᾶγμα, δηλονότι ταῖς καταφάσεσιν ἰσοδυνα‐ μοῦσι. διὰ τοῦτο οὖν τὰς τοιαύτας ἀποφατικὰς εἰς τὰς καταφατικὰς μετα‐ λαμβάνω, ὥσπερ ἀπὸ ἀσαφεστέρων καταφάσεων εἰς σαφεστέρας ποιούμενος τὴν μετάληψιν. ἴσως δ’ ἄν τις ἡμᾶς κἀκεῖνο ἀπορήσειε, διὰ τί μὴ καὶ τὰς με‐ ρικὰς εἰς τὰς καθόλου μεταλαμβάνομεν καὶ ποιοῦμεν καὶ τὰς ἐν μερικαῖς
20ἀσυλλογίστους συλλογιστικάς, εἴπερ πᾶσαι πρὸς ἑαυτὰς αἱ τοῦ ἐνδεχομένου προτάσεις ἀντιστρέφουσι. τούτου δὲ τὴν λύσιν ἔφθημεν εἰπόντες, ὅτι τὰς μὲν καθόλου δυνατὸν εἰς τὰς μερικὰς μεταλαβεῖν, διότι τῷ καθόλου 〈τὸ〉 μερικὸν ἀκολουθεῖ (ὃ γὰρ ἐνδέχεται παντί, τοῦτο καὶ τινὶ ἐνδέχεται, καὶ ὃ μηδενί, τοῦτο καὶ μὴ παντί), οὐκέτι δὲ πάντως καὶ ἀναπάλιν· οὐ γάρ, ὃ τινὶ ἐνδέχε‐
25ται, τοῦτο ἀνάγκη καὶ παντὶ ἐνδέχεσθαι· δυνατὸν γὰρ τινὶ μὲν ἐνδέχεσθαι παντὶ δὲ μηκέτι· οἷον τινὶ μὲν ζώῳ ἐνδεχομένως τὸ λευκὸν ὑπάρχει, παντὶ δὲ οὐκέτι ἐνδεχομένως· τῷ γὰρ κύκνῳ ἐξ ἀνάγκης. διὰ τοῦτο οὖν οὐ μετα‐ λαμβάνομεν τὰς μερικὰς εἰς τὰς καθόλου.
28
29tΜῖξις ὑπάρχοντος καὶ ἐνδεχομένου.
30 Ἦν μὲν οὖν ἀκόλουθον περὶ τοῦ δευτέρου καὶ τρίτου σχήματος πρῶτον εἰπεῖν, εἶθ’ οὕτως περὶ τῶν μίξεων. ἀλλ’ ἐπειδὴ δι’ ἀντιστροφῶν τῶν κατὰ τοὺς ὅρους οἱ ἐν ἐκείνοις συλλογισμοὶ δείκνυνται, οὐδέπω δὲ εἰρήκαμεν περὶ τῆς κατὰ τὰς ἐνδεχομένας προτάσεις τοιαύτης ἀντιστροφῆς, πρῶτον λεκτέον περὶ τῶν μίξεων τῶν ἐν τῷ πρώτῳ σχήματι ἐξ ἐνδεχομένης τε καὶ ὑπαρ‐
35χούσης καὶ ἐνδεχομένης καὶ ἀναγκαίας, ἐπειδὴ οὐδὲν δεῖται τὰ ἐν τούτῳ τῷ σχήματι δεικνύμενα ἀντιστροφῆς. ἔτι δὲ καὶ δειχθήσεται, ὅτι ἐν δευτέρῳ
σχήματι ἐκ δύο ἐνδεχομένων οὐδὲν συνάγεται, ὅτι μηδὲ ἐκ δύο καταφατικῶν,23

23,3

24

ἐκ δὲ μίξεως ἐνδεχομένης τε καὶ ὑπαρχούσης συνάγεται. ὅταν γὰρ ἡ μείζων ἐνδεχομένη ᾖ ἡ δὲ ἐλάττων ὑπάρχουσα, τὸ τηνικαῦτα ἔσονται συλλογιστικαὶ συζυγίαι, ὅταν καὶ ἡ μείζων τὸ ἴδιον ποσὸν φυλάττῃ (λέγω δὴ τὸ καθόλου) καὶ ἡ ἐλάττων τὸ ποιόν· λέγω δὴ τὸ καταφατικόν. καὶ πάντες οἱ τοιοῦτοι
5συλλογισμοὶ τέλειοί εἰσιν· οὐ δέονται γὰρ οὔτε ἀντιστροφῆς οὔτε τῆς εἰς ἀδύ‐ νατον ἀπαγωγῆς. καὶ συνάγουσι συμπέρασμα ἐνδεχόμενον τὸ κατὰ τὸν ὁρισμόν, ὅ ἐστιν ‘οὗ μὴ ὄντος ἀναγκαίου τεθέντος δὲ ὑπάρχειν οὐδὲν ἀδύνατον ἕπεται‘. τέλειοι οὖν οἱ τοιοῦτοι συλλογισμοί, τουτέστιν αὐτόθεν δεικνύντες τὸ προκεί‐ μενον· διὰ γὰρ τοῦ κατὰ παντὸς ἡ δεῖξις καὶ τοῦ κατὰ μηδενός· οἱ δὲ διὰ
10τούτων ἔχοντες γνώριμον τὸ συμπέρασμα τέλειοι. ὅταν δὲ ἡ μὲν μείζων ὑπάρχουσα ἡ δὲ ἐλάττων ἐνδεχομένη, τότε ἔσονται συλλογιστικαὶ συζυγίαι, ὅταν μόνη ἡ μείζων καθόλου ᾖ. οὐκέτι μέντοι ἀνάγκη καὶ τὸ ποιὸν τῆς ἐλάττονος ὡρισμένον εἶναι· κἂν γὰρ ἀποφατικὴ ᾖ ἡ ἐλάττων, γενήσεται συλλογιστικὴ ἡ συζυγία μεταληφθείσης πάλιν τῆς τοῦ ἐνδεχομένου ἀποφάσεως
15εἰς κατάφασιν. αἱ μὲν οὖν συλλογιστικαὶ συζυγίαι ἐν αὐτοῖς αὗται. συνάγουσι δὲ συμπεράσματα αἱ μὲν τὴν μείζονα ἔχουσαι ἐνδεχομένην ἐνδεχόμενα· αἱ δὲ τὴν μείζονα ὑπάρχουσαν ἔχουσαι 〈οὐ〉 συνάγουσι τὸ κατὰ τὸν διορισμὸν ἐνδεχόμε‐ νον ἀλλὰ τὸ μηδενὶ ἢ μὴ παντὶ ἐξ ἀνάγκης ὑπάρχειν, αἵτινες εἰσὶν ἀποφατικαὶ μέν, οὐ τὸ πρᾶγμα δὲ ἀναιροῦσιν ἀλλὰ μόνον τὸν ἀναγκαῖον τρόπον· ἀναι‐
20ρουμένου δὲ τοῦ ἀναγκαίου τρόπου ἐνδεχόμενα ἔσονται ἐξ ἀνάγκης τὰ συμπε‐ ράσματα, ἀλλ’ οὐχὶ τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου. τὸ οὐδέπω γὰρ ὑπάρχον ἐκεῖνο σημαίνει· ταῦτα δὲ τὸ ὑπάρχον μέν, μὴ ἐξ ἀνάγκης δὲ ὑπάρ‐ χον· τὸν γὰρ ἀναγκαῖον τρόπον, οὐ τὸ ὑπάρχειν ἀναιροῦσιν. εἰ γὰρ μηδενὶ ἢ μὴ παντὶ ἐξ ἀνάγκης, ἐνδέχεσθαί φαμεν καὶ μηδενὶ καὶ μὴ παντὶ ὑπάρχειν·
25εἰκότως· εἰ γὰρ μηδενὶ ἀνθρώπῳ ἐξ ἀνάγκης τὸ βαδίζειν, ἐνδεχομένως που πάντως ὑπάρχει. ἐνδεχέσθω γὰρ τὸ Α παντὶ τῷ Β, τὸ δὲ Β παντὶ τῷ Γ κείσθω ὑπάρχειν. εἰ γὰρ τὸ Α παντὶ τῷ Β ἐνδεχομένως ὑπάρχει, πᾶσιν ἄρα τοῖς μέρεσιν αὐτοῦ ἐνδεχομένως ὑπάρχει· μέρος δὲ τοῦ Β τὸ Γ· ὑπόκειται γὰρ παντὶ τῷ Γ τὸ Β ὑπάρχειν· τὸ Α ἄρα τῷ Γ ἐνδεχομένως ὑπάρξει μέρει
30ὄντι τοῦ Β. ὅροι δὲ διαλέγεσθαι, περιπατεῖν, ἄνθρωπος· διαλέγεσθαι περι‐ πατοῦντι παντὶ ἐνδεχομένως, περιπατεῖν παντὶ ἀνθρώπῳ ὑπαρχόντως (ὑποκεί‐ σθωσαν γὰρ πάντες περιπατοῦντες), καὶ συνάγεται συμπέρασμα τὸ διαλέγεσθαι παντὶ ἀνθρώπῳ ἐνδεχομένως. τὰ αὐτὰ καὶ τῆς μείζονος στερητικῆς λαμβα‐ νομένης τῆς δὲ ἐλάττονος καταφατικῆς· εἰ γὰρ τὸ Α ἐνδεχομένως οὐδενὶ τῷ
35Β, πᾶσιν ἄρα τοῖς μέρεσιν αὐτοῦ ἐνδεχομένως οὐχ ὑπάρχει· μέρος δὲ τοῦ Β τὸ Γ· ὑπόκειται γὰρ παντὶ τῷ Γ τὸ Β ὑπαρχόντως· οὐδενὶ ἄρα τῷ Γ τὸ Α ἐνδεχομένως ὑπάρχει. οἱ αὐτοὶ δὲ ὅροι κἀνταῦθα ἁρμόσουσιν. ὅτι μὲν οὖν πᾶσαι αἱ συμπλοκαὶ αἱ τὴν μὲν μείζονα ἔχουσαι ἐνδεχομένην τὴν δὲ ἐλάττονα
ὑπάρχουσαν συλλογιστικαὶ οὖσαι τέλειοί εἰσι, φανερόν· οὐκ ἐδεήθησαν γὰρ24

23,3

25

οὔτε τῆς δι’ ἀντιστροφῆς οὔτε τῆς δι’ ἀδυνάτου δείξεως. αἱ δὲ ἀντικειμένως ἔχουσαι ταύταις, λέγω δὴ αἱ τὴν μείζονα ὑπάρχουσαν τὴν δὲ ἐλάττονα ἐνδε‐ χομένην, οὐ τῇ κατ’ εὐθεῖαν δείξει δεικνύμεναι ἀλλ’ ἢ τῇ δι’ ἀντιστροφῆς ἢ τῇ εἰς ἀδύνατον ἀπαγωγῇ ἀτελεῖς εἰσι πᾶσαι.
5 Ἐπεὶ δὲ μέλλομεν τῇ εἰς ἀδύνατον ἀπαγωγῇ προσχρώμενοι δεικνύναι συλλογιστικὴν οὖσαν συζυγίαν τὴν ἐξ ὑπαρχούσης τῆς μείζονος καὶ ἐνδεχομένης τῆς ἐλάττονος, ἐν δὲ τῇ δείξει τῇ εἰς ἀδύνατον ἐπὶ τῶν προκειμένων οὐ μόνον τὸ ἀντικείμενον τοῦ, οὗ βουλόμεθα δεῖξαι συναγόμενον, ὑποτιθέμεθά τε καὶ λαμβάνομεν, ἀλλὰ καὶ τὴν ἐνδεχομένην πρότασιν εἰς ὑπάρχουσαν μεταλαμβά‐
10νομεν, ὃ οὐκ ἔστιν ἀδύνατον (ὃ γὰρ ἐνδέχεται γενέσθαι, οὐκ ἀδύνατον ὑπο‐ θέσθαι εἶναι, ὡς ὁ ἀποδεδομένος αὐτοῦ ὁρισμὸς δηλοῖ) ψεῦδος μέντοι, ἵνα οὖν τὸ συναγόμενον ἀδύνατον ἐκ τοῦ 〈λαβεῖν τὸ ἀντικείμενον, οὗ βουλό‐ μεθα δεῖξαι ἐν τῇ ἐκκειμένῃ συζυγίᾳ, καὶ ἐκ τοῦ〉 μεταλαβεῖν τὸ ἐνδε‐ χόμενον εἰς ὑπάρχον, ὃ ψεῦδος μέν ἐστιν οὐ μὴν ἀδύνατον, μὴ ἡγῆταί
15τις συνάγεσθαι παρὰ τὴν τοῦ ἐνδεχομένου εἰς τὸ ὑπάρχον μετάληψιν, ἀλλὰ παρὰ τὸ ὑποτιθέμενον ἀδύνατον, ὅ ἐστιν ἀντικείμενον, ᾧ βουλόμεθα δεῖξαι γινομένῳ συμπεράσματι, πρῶτον δείξομεν, ὅτι μὴ οἷόν τε δυνατῷ τι ἀδύνατον ἀκολουθεῖν, ἀλλ’ ἀνάγκη ἀδύνατον εἶναι, ᾧ τὸ ἀδύνατον ἀκολουθεῖ, ἐπὶ πάσης ἀναγκαίας ἀκολουθίας. ἔστι δὲ ἀναγκαία ἀκολουθία οὐχ ἡ πρόσκαιρος ἀλλὰ
20ἐν ᾗ ἀεὶ τὸ εἰλημμένον ἕπεσθαι ἔστι διὰ τὸ 〈τὸ〉 εἰλημμένον [ὡς ἑπόμενον] ὡς ἡγούμενον εἶναι. οὐ γὰρ ἀληθὲς συνημμένον τὸ ‘εἰ Ἀλέξανδρος ἔστιν, Ἀλέξαν‐ δρος διαλέγεται‘ ἢ ‘εἰ Ἀλέξανδρος ἔστι, τοσῶνδε ἐτῶν ἐστι‘, καὶ εἰ ᾖ, ὅτε λέγεται ἡ πρότασις, τοσούτων ἐτῶν. τούτου γὰρ δειχθέντος τὸ γινόμενον συμπέρασμα ἐκ τῶν κειμένων ἐπὶ τῇ ἐκτεθείσῃ συζυγίᾳ, 〈εἰ〉 ἀδύνατον εἴη,
25οὐ παρὰ τὸ τὴν ἐνδεχομένην εἰς ὑπάρχουσαν μετειλῆφθαι γίνεται (τοῦτο γὰρ ψεῦδος μέν, οὐ μὴν ἀδύνατον) ἀλλὰ παρὰ τὸ τὸ ἀντικείμενον ληφθῆναι τοῦ συναγομένου ὂν ἀδύνατον. ἅμα δὲ διὰ τοῦ νῦν δεικνυμένου καὶ τὴν δεῖξιν τὴν διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, ὅτι ἐστὶν ὑγιής, κατασκευάζειν δόξομεν. μὴ γὰρ ὄντος ὁμολογουμένου τοῦ τὸ ἀδύνατον ἀδυνάτῳ ἕπεσθαι οὐδ’ ἂν ἡ εἰς
30ἀδύνατον ἀπαγωγὴ ἰσχὺν ἔχειν φαίνοιτο τῷ μὴ πάντως ἀναιρεθήσεσθαι τὴν ὑπόθεσιν ἀδυνάτου τινὸς συναχθέντος ὡς ἀδύνατον καὶ αὐτήν. Ὅτι δὲ δυνατὸν δυνατῷ ἀεὶ ἀκολουθεῖ καὶ οὐχ οἷόν τε ἀδύνατον ἕπε‐ σθαι δυνατῷ, δείκνυμεν οὕτως. ἔστω γὰρ οὕτως ἐχόντων, ὡς προειρήκαμεν, τὸ μὲν ἐφ’ ᾧ τὸ Α δυνατόν, τὸ δὲ ἐφ’ ᾧ τὸ Β ἀδύνατον· εἰ οὖν τοῦ Α
35ὄντος ὑπόκειται ἐξ ἀνάγκης ἕπεσθαι αὐτῷ τὸ Β, ἐπειδὴ τὸ μὲν Α ἐστὶ προηγούμενον τὸ δὲ Β ἑπόμενον, ἀνάγκη, εἰ τὸ Α δυνατὸν εἴη, καὶ τὸ Β δυνατὸν εἶναι. εἰ γὰρ τοῦτο ψεῦδος καὶ ἐγχωρεῖ τοῦ Α δυνατοῦ ὄντος τὸ Β
ἀδύνατον εἶναι, ὑποκείσθω οὕτως. ἐπειδὴ τοίνυν τὸ Α δυνατόν ἐστι, τὸ δὲ25

23,3

26

δυνατὸν οἷον τέ ἐστι γενέσθαι, ἐκβαινέτω εἰς ἐνέργειαν τὸ Α· ἐκβὰν δὲ ἔστι δηλονότι. εἰ τοίνυν τὸ μὲν Α ἔστι, τὸ δὲ Β ἀκολουθεῖν τῷ Α ἐξ ἀνάγκης ὑπόκειται, ἔσται ἄρα καὶ τὸ Β. ἀλλ’ ἐπειδὴ ἀκολουθεῖν μὲν τῷ Α φασὶν οἱ ἀντιλέγοντες τὸ Β, ἀδύνατον δὲ εἶναι, τὸ δὲ ἀδύνατον εἶναι οὐκ ἔστι, τὸ Β
5ἄρα οὐκ ἔστιν. ἀλλὰ μὴν ὑπέκειτο καὶ εἶναι· ἐξ ἀνάγκης γὰρ ἠκολούθει τῷ Α· τὸ αὐτὸ ἄρα ἔστι καὶ οὐκ ἔστιν, ὅπερ ἀδύνατον. δέδεικται ἄρα διὰ τούτων, ὅτι πᾶσα ἀνάγκη τὸ τῷ δυνατῷ ἑπόμενον δυνατὸν εἶναι. [περὶ αὐτοῦ ἄλλο.] ἐπεὶ δὲ μέλλομεν παραδιδόναι τὰς ἐκ τῆς μείζονος ὑπαρχούσης τῆς δὲ ἐλάττονος ἐνδεχομένης συζυγίας, θεώρημά τι προλάβωμεν συμβαλλόμενον ἡμῖν
10εἰς τὴν τούτων δεῖξιν. ἐπειδὴ γὰρ πᾶσαι διὰ τοῦ ἀδυνάτου δείκνυνται καὶ τῆς μεταλήψεως τῶν προτάσεων εἰς ἀλλήλας, τῆς τε ἐνδεχομένης εἰς τὴν ὑπάρ‐ χουσαν καὶ ἀνάπαλιν τῆς ὑπαρχούσης εἰς τὴν ἐνδεχομένην, τοῦτο δέ, εἰ καὶ ψεῦδός ἐστιν, οὐ μὴν ἀδύνατον ἀλλὰ δυνατόν (τό τε γὰρ ἐνδεχόμενον δυνατὸν ἐκβῆναι καὶ γενέσθαι ὑπάρχον, καὶ τὸ ὑπάρχον διακοπέν, ἐπειδὴ καὶ τοιαύτην
15ἔχει τὴν φύσιν, δύναται πάλιν γενέσθαι ἐνδεχόμενον), ἐπειδὴ τοίνυν μεταλαμ‐ βάνοντες τὰς προτάσεις διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς δείκνυμεν ταύτας τὰς συζυγίας, ἵνα μή τις εἴπῃ διὰ τὴν μετάληψιν τῶν προτάσεων ἠκολουθηκέναι τὸ ἀδύνατον, διὰ τοῦτο πρότερον προτιθέμεθα δεῖξαι, ὅτι οὐδέποτε δυνατὸν δυνατῇ τινι ὑποθέσει τι ἀδύνατον ἀκολουθεῖν, ἀλλὰ πάντως τὸ δυνατὸν δυνατῷ
20ἔσται ἑπόμενον. εἴπερ οὖν τὴν μετάληψιν τῶν προτάσεων δυνατὸν γενέσθαι καὶ οὐκ ἀδύνατον, δυνατῷ δὲ οὐδὲν ἀδύνατον ἀκολουθεῖ, οὐδὲν ἄρα ἀκολουθή‐ σει τῇ μεταλήψει αὐτῶν ἀδύνατον. δείκνυμεν δὲ αὐτὸ οὕτως· εἰ τοῦ Α ὄντος ἀνάγκη τὸ Β εἶναι, οὔσης δὲ ταύτης ἐξ ἀνάγκης τῆς ἀκολουθίας τοῦ ἕπεσθαι τῷ Α τὸ Β, ὑποκείσθω τὸ μὲν Α δυνατὸν εἶναι τὸ δὲ Β ἀδύνατον. τὸ δὴ
25Α, ἐπεὶ δυνατόν ἐστι, κἂν γένοιτο, ὅτε δυνατόν ἐστι γενέσθαι· τὸ δὲ ἀδύνατον, ὅτε ἀδύνατόν ἐστι γενέσθαι, οὐκ ἂν γένοιτο. εἰ δὴ ἅμα τὸ μὲν δυνατὸν τὸ δὲ ἀδύνατον, ὅτε τὸ Α ἐστί, τὸ Β, καθὸ μέν ἐστιν ἀδύνατον, οὐκ ἂν εἴη, καθὸ δὲ ἀνάγκη τοῦ Α ὄντος εἶναι αὐτό, εἴη ἄν. ἅμα τε οὖν ἂν εἴη καὶ οὐκ εἴη τὸ Β, ὅπερ ἀδύνατον. δυνατοῦ ἄρα ὄντος τοῦ ἡγουμένου δυνατὸν ἔσται καὶ
30τὸ ἑπόμενον ἐξ ἀνάγκης αὐτῷ· τοῦτο δὲ ἦν τὸ Β. Ἡμεῖς μὲν οὖν, ὅτι 〈μὴ〉 οἷόν τέ ἐστι δυνατῷ ἀδύνατον ἕπεσθαι, δείκνυμεν διὰ τὸ δεῖν μὲν ἐν τῷ ἀληθεῖ συνημμένῳ ἐξ ἀνάγκης ἕπεσθαι τὸ λῆγον τῷ ἡγουμένῳ· τὸ δὲ ἐξ ἀνάγκης τινὶ ἑπόμενον ἀεὶ αὐτῷ ἕπεται· καὶ τὸ ἀδύνα‐ τον δὴ ἀεὶ ἀκολουθήσει τῷ ἡγουμένῳ αὐτοῦ, ὥστε, εἰ δυνατόν ἐστι γενέσθαι,
35καὶ γενομένῳ αὐτῷ ἀκολουθήσει· ἀκολουθοῦν δὲ αὐτῷ τότε καὶ ἔσται· ἔσται ἄρα τὸ ἀδύνατον γενέσθαι· τοῦτο δὲ ἀδύνατον. Χρύσιππος δὲ λέγων μηδὲν κωλύειν καὶ δυνατῷ ἀδύνατον ἕπεσθαι πρὸς μὲν τὴν ὑφ’ ἡμῶν εἰρημένην δεῖξιν οὐδὲν λέγει, πειρᾶται δὲ διὰ παραδειγμάτων τινῶν οὐχ ὑγιῶς συγκειμένων
δεικνύναι τοῦτο μὴ οὕτως ἔχον· δυνατὸν γάρ φησι τὸ τῷ δυνατῷ ἑπόμενον26

23,3

27

ἀδύνατον εἶναι. λέγει γὰρ οὕτω· εἰ τέθνηκε Δίων, ἀκολουθεῖ τὸ ‘τέθνηκεν οὗτοσ‘· τὸ μὲν οὖν τεθνάναι Δίωνα δυνατόν· τὸ δὲ τοῦτον τεθνάναι ἀδύνατον· ἕπεται δὲ πάντως τῷ Δίωνα τεθνάναι τὸ τεθνάναι τοῦτον· εἰ μὲν γὰρ ἀποθάνοι Δίων, πάντως καὶ οὗτος, ὁ δεικνύμενος δηλονότι, τέθνηκεν· αὐτὸ δὲ τὸ τοῦτον
5τεθνάναι ἀδύνατον· τὸ γὰρ τοῦτο δεικτικὸν ὑπάρχον ὄν τι πρᾶγμα σημαίνει· τὸ δὲ τεθνάναι μὴ ὄν· τὸ δὲ ὂν ἀδύνατον μὴ εἶναι· τὸ ἄρα τεθνάναι τοῦτον ἀδύνατον· τοῦτο δὲ ἀκολουθεῖ τῷ Δίωνα τεθνάναι δυνατῷ ὄντι· ἀδύνατον ἄρα δυνατῷ τινι ἀκολουθεῖ. πάλιν εἰ ἔσται νύξ, αὕτη ἡμέρα οὐκ ἔστι· τὸ δὲ ταύτην ἡμέραν μὴ εἶναι ἀδύνατον· ἕπεται ἄρα τῷ εἶναι νύκτα δυνατῷ ὄντι
10τὸ μὴ εἶναι ταύτην ἡμέραν ἀδύνατον ὄν. ταῦτα μὲν οὖν οὗτος. ἔστι δὲ πρὸς ταῦτα φάναι, ὅτι τὸ κυρίως ἑπόμενον ἐπὶ πλέον ἐστὶ τοῦ ἡγουμένου. εἰ δὲ ᾖ ἐπ’ ἔλαττον, οὐχ ὑγιῶς ἕψεται τῷ ἡγουμένῳ· οἷον τῷ ἄνθρωπον εἶναι ἕπεται ἐξ ἀνάγκης τὸ ζῶον εἶναι· κυρίως ἄρα ἑπόμενον τὸ ζῶον, διότι καὶ ἐπὶ πλέον· πάντως γὰρ ἕπεται τῷ ἄνθρωπον εἶναι καὶ τῷ ἵππον εἶναι ἢ κύνα ὁμοίως.
15οὐκέτι μέντοι, εἰ λάβοιμεν προηγούμενον τὸ ζῶον, ἑπόμενον δὲ τὸν ἄνθρωπον ἢ τὸν ἵππον ἢ τὸν κύνα, οὐκέτι ὑγιῶς οὐδὲ κυρίως ἔσται τὸ ἑπόμενον· οὐ γὰρ πάντως τῷ ζώῳ ἕπεται ἄνθρωπος ἢ ἵππος ἤ τι τῶν τοιούτων, διότι μερικώτερόν ἐστι καὶ ἐπ’ ἔλαττον τὸ ἑπόμενον ἢ ἐπὶ πλέον τὸ ἡγούμενον τοῦ ἑπομένου. τὸ μὲν γὰρ τεθνάναι τὸν Δίωνα ἀληθές ἐστι καὶ ἐπὶ παρόντος Δίωνος
20καὶ ἐπὶ ἀπόντος, τὸ δὲ τεθνάναι τοῦτον ἐπὶ μόνου παρόντος. λέγει οὖν ‘εἰ τέθνηκεν οὗτος, τέθνηκε Δίων, καὶ ἀδύνατον τῷ δυνατῷ ἕπεται‘. οὐχ οὕτω δὲ ὤφειλεν ἡ ἀκολούθησις γίνεσθαι· καὶ γὰρ τῷ ἵππον εἶναι ἢ Σωκράτην ἕπεται τὸ ζῶον εἶναι. εἰ τοίνυν τοῦτο οὕτως καὶ δεῖ πάντως τὸ ἑπόμενον ἐπὶ πλεῖον εἶναι τοῦ ἡγουμένου, οὐκ ἄρα καλῶς ἔλαβεν ὁ λαβὼν τῷ Δίωνα
25τεθνάναι ἡγουμένῳ ἑπόμενον τὸ τοῦτον τεθνάναι· ἐπὶ πλεῖον γὰρ τὸ ‘Δίων τέθνηκε‘ τοῦ ‘οὗτος τέθνηκε‘. τὸ μὲν γὰρ ‘Δίων τέθνηκεν‘ ἐπὶ πλείονος χρόνου λαμβάνεται, ἐπί τε τοῦ κατὰ τὸ ζῆν καὶ ἐπὶ τοῦ κατὰ τὸ τεθνάναι· τὸ δὲ ‘οὗτοσ‘ ἐπὶ μόνου τοῦ τῆς ζωῆς χρόνου· ἐπὶ πλέον ἄρα τοῦ ‘οὗτοσ‘ τὸ ‘Δίων‘. διὰ τοῦτο ἄρα δυνατῷ ἔδοξεν ἀδύνατον ἕπεσθαι, διὰ τὸ τὴν ἀκολού‐
30θησιν μὴ κυρίως ληφθῆναι, ὡς ἂν εἰ ἐλέγομεν ἐπὶ ἀνθρώπου ‘εἰ ζῶόν ἐστιν οὗτος, καὶ ἄνθρωπός ἐστιν‘. ὥσπερ οὖν εἰ τοῦ Δίωνος ὁμωνύμου ὄντος ἐλέ‐ γομεν ἁπλῶς οὕτως ‘εἰ Δίων τέθνηκεν‘, ὁ δὲ τεθνηκὼς τύχοι ὢν φέρε εἰπεῖν ὁ ἐκ Θετταλίας, εἶτα ἐπιφερόμενοι ‘οὗτος ὁ Δίων τέθνηκεν‘, οἷον ὁ ἐξ Ἀθηνῶν, ἐδείκνυμεν ἀδύνατόν τι ἀκολουθοῦν τῷ ἡγουμένῳ τὸν μὴ τεθνηκότα Δίωνα
35ἀποθανεῖν, τοῦ παραλογισμοῦ δι’ οὐδὲν ἕτερον γενομένου ἢ διὰ τὸ τὸν ἡγού‐ μενον ὁμώνυμον λαβεῖν καὶ διὰ τοῦτο ἐπὶ πλεῖον τὸν δὲ ἑπόμενον μερικὸν οἷον ἐπὶ τοῦ Ἀθηναίου, οὕτως κἀνταῦθα λέγομεν, ὅτι δι’ οὐδὲν ἕτερον γέγονεν ὁ παραλογισμὸς ἢ διὰ τὸ τὸν ἑπόμενον μερικώτερον λαβεῖν. καὶ ἄλλως δὲ οὐδέποτε ὁ ἡγούμενος ἀναιρεθεὶς ἀναιρεῖ τὸν ἑπόμενον, ἀλλὰ τοὐναντίον ὁ
40ἑπόμενος τὸν ἡγούμενον ἀναιρεῖ· οἷον προηγεῖται ὁ ἄνθρωπος, ἕπεται τὸ ζῶον·
ἀναιρεθεὶς ὁ ἄνθρωπος οὐ συναναιρεῖ τὸ ζῶον, τὸ δὲ ζῶον ἀναιρεθὲν συναναιρεῖ27

23,3

28

τὸν ἄνθρωπον. εἰ τοίνυν αὕτη ἡ φύσις τοῦ ἑπομένου ὥστε μὴ συναναιρεῖσθαι τῷ ἡγουμένῳ, κακῶς ἄρα ἔλαβε τὸν ἑπόμενον ὁ λαβὼν ἀναιρούμενον ὑπὸ τοῦ ἡγουμένου. ὅταν γὰρ εἴπωμεν ‘ὁ Δίων τέθνηκεν‘, ἀναιροῦμεν τὸ λέγειν ἐπὶ αὐτοῦ τὸ ‘οὗτοσ‘, εἴ γε τὸ ‘οὗτοσ‘ δεικτικὸν ὂν ἐπὶ ὑφεστώτων πραγμάτων
5λέγεται, ὁ δὲ τεθνηκὼς οὐχ ὑφέστηκε. κακῶς ἄρα λαμβάνομεν τὸ ἑπόμενον ἀναιρούμενον ὑπὸ τοῦ ἡγουμένου, μὴ πεφυκὸς συναναιρεῖσθαι τῷ ἡγουμένῳ· ἀλλὰ τοὐναντίον τὸν ἡγούμενον τὸ ἑπόμενον ἑαυτῷ συναναιρεῖ. τοῦτο δὲ συμ‐ βαίνει διὰ τὴν αὐτὴν πάλιν αἰτίαν, διότι βούλεται ὁ ἑπόμενος ἐπὶ πλέον εἶναι τοῦ ἡγουμένου. εἰ δὲ δύναται καὶ ἐπίσης εἶναι, ὅτε καὶ ἰσοτίμως ἔχουσι πρὸς
10ἀλλήλους ὅροι, ὡς ἐπὶ τοῦ ἀνθρώπου καὶ τοῦ γελαστικοῦ, οὐδὲν ἡμῖν τοῦτο πρὸς τὸ προκείμενον, πλὴν ὅτι ἀδύνατον τὸν ἡγούμενον ἐπὶ πλέον εἶναι τοῦ ἑπομένου. πρὸς δὲ τούτοις κἀκεῖνο λέγομεν, ὅτι, εἰ κατὰ τοὺς Στωϊκοὺς ὑμᾶς τὰ ὀνόματα τὸ ἰδίως ποιὸν σημαίνουσιν, ἰδίως δὲ ποιόν φατε τὰ συμβεβηκότα τὰ χαρακτηρίζοντα οὐσίαν ἑκάστην, τὸ ἄρα Δίων ἀδύνατον φέρειν ἐπὶ τοῦ
15τεθνηκότος ἰδίως ποιοῦ μὴ ὄντος ἀλλ’ ἢ φθαρέντος ἢ ἐπὶ φθορὰν ὁδεύοντος· ἀδυνάτῳ δὲ ὄντι τούτῳ, λέγω δὲ τῷ λέγεσθαι ἐπὶ τοῦ τεθνηκότος, ὅτι Δίων, εἰ ἀδυνάτῳ ἀδύνατόν ἐστι τὸ ἀκολουθοῦν, οὐδὲν θαυμαστόν. εἰ δὲ λέγετε, ὅτι κατὰ ἀναφορὰν λέγομεν τὸ ‘Δίων‘, οἷον ὁ ποτὲ Δίων, φήσομεν καὶ ἡμεῖς, ὅτι καὶ τὸ ‘οὗτοσ‘ κατὰ ἀναφορὰν ληψόμεθα, ὁ ποτὲ οὗτος, καὶ οὕτως οὐκ ἔσται
20ἀδύνατον ἀλλὰ δυνατὸν τὸ ἑπόμενον. καὶ γὰρ πολλὰ λέγομεν κατὰ ἀναφορὰν καὶ ἐπὶ τοῦ παρεληλυθότος καὶ ἐπὶ τοῦ μέλλοντος χρόνου, οἷον ὡς ὅταν εἴπω‐ μεν ‘ὁ τάφος οὗτος Ἀχιλλέως ἐστί‘ πολλάκις μηδὲ τοῦ τυχόντος λειψάνου τῶν ὀστῶν Ἀχιλλέως ἐν τάφῳ ὄντος, ἀλλὰ δῆλον ὅτι τοῦ ποτὲ Ἀχιλλέως ὄντος· πάλιν οἰκίας οἰκοδομουμένης λέγομεν, ὅτι ὁ οἶκος οὗτος Πλάτωνός ἐστιν
25οἶκος, ἀλλὰ δῆλον ὅτι ὁ ἐσόμενος οἶκος. ὅτι μὲν οὖν οὐκ ἐγχωρεῖ δυνατοῦ ὄντος τοῦ ἡγουμένου τὸ ἑπόμενον εἶναι ἀδύνατον, δῆλον. ἐγχωρεῖ δὲ δυνατοῦ ὄντος τοῦ ἑπομένου τὸ ἡγούμενον εἶναι ἀδύνατον, ὡς εἴ τις λέγων ἑαυτὸν ὄνον εἶναι ἐπιφέρει, 〈ὅτι〉 καὶ ζῶον εἴη. ἐν τούτοις γὰρ τὸ μὲν ἑπόμενον δυνατόν, τὸ δὲ ἡγούμενον ἀδύνατον· ἀδύνατον γὰρ τὸν ἄνθρωπον ὄνον εἶναι· ἕπεται δὲ
30τῷ ὄνον εἶναι τὸ ζῶον εἶναι, καὶ δυνατὸν τὸν ἄνθρωπον ζῶον εἶναι· ὥστε ἀδυνάτῳ δυνατὸν ἕπεται. οὕτως καὶ ἡμεῖς ἐν τῷ μετὰ τοῦτο βιβλίῳ δείξομεν ψευδέσι προτάσεσιν, αἵτινες προηγοῦνται τοῦ συμπεράσματος, ἀληθὲς συμπέ‐ ρασμα ἀκολουθοῦν, ὡς εἴ τις λέγοι ‘ὁ ἄνθρωπος κύων, ὁ κύων [τὸ] ζῶον, ὁ ἄνθρωπος ἄρα ζῶον‘. καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον.
35 Ἐπεὶ δὲ εἴπομεν καὶ ἐδείξαμεν ἐν ταῖς ἀκολουθίαις, ὅτι δυνατοῦ ὄντος τοῦ ἡγουμένου δυνατόν ἐστι καὶ τὸ ἑπόμενον, προσθετέον τούτοις, ὅτι, κἂν ὑπάρχον ᾖ τὸ ἡγούμενον, ὑπάρχον ἔσται καὶ τὸ ἑπόμενον, κἂν ἀληθές, τουτέστιν ἀναγκαῖον, ἀναγκαῖον ὁμοίως. οὐ γὰρ ἐπὶ μόνου τοῦ
τουτέστι τοῦ ἐν γενέσει, ὅ ἐστι τὸ μήπω μὲν ὂν ἐνδεχόμενον δὲ γενέσθαι, εἴρη‐28

23,3

29

ται τὰ εἰρημένα ἀλλὰ καὶ ἐπὶ τούτων. καὶ γὰρ εἰ τὸ δυνατὸν ὡς ὑπάρχον λαμβάνοιτο ἐπὶ τοῦ ἡγουμένου, ἐπεὶ καὶ κατὰ τούτου λέγεται τὸ δυνατόν, οὐκ ἔσται ἑπόμενον αὐτῷ τὸ ἀδύνατον ὑπάρχειν ἀλλὰ τὸ δυνατὸν ὑπάρχειν. ἀλλὰ καὶ εἰ κατὰ τὸ ἀληθεύεσθαι λαμβάνηται τὸ ἡγούμενον δυνατόν, δεῖ καὶ τὸ
5ἑπόμενον ἀληθὲς εἶναι· ἀληθεῖ γὰρ ἀληθὲς ἕπεται. λέγω δὲ τῷ ἐν τῷ ἀλη‐ θεύεσθαι δυνατῷ τὸ ἀναγκαῖον, ἐπεὶ τὸ ἀναγκαῖον ὁ λέγων εἶναι ἀεὶ ἀληθεύει. καὶ τῷ οὕτως δὲ δυνατῷ τὸ ἑπόμενον ἔσεται ἀναγκαῖον καὶ ἀεὶ ἀληθὲς καὶ ὁμοίως τῷ ἡγουμένῳ δυνατόν. τὸ δὲ ἀδύνατον δύναται μὲν καὶ ἐπὶ τῆς ἀπὸ τοῦ ἑπομένου ἀκολουθίας λέγεσθαι· εἰ γὰρ ἀδύνατον τὸ ἑπόμενον, ἀδύνατον
10καὶ τὸ ἡγούμενον, καθ’ ὃν ἂν τρόπον τὸ ἀδύνατον ληφθῇ, ὡσαύτως γινομένου καὶ τοῦ ἡγουμένου ἀδυνάτου· εἴτε γὰρ γενέσθαι ἀδύνατον εἴη τὸ ἑπόμενον, τοιοῦτον καὶ τὸ ἡγούμενον, εἴτε ὑπάρχειν ἀδύνατον τὸ ἑπόμενον, ἀδύνατον ὑπάρχειν καὶ τὸ ἡγούμενον, εἴτε ἀδύνατον ἀληθεύεσθαί ποτε τὸ ἑπόμενον, ὁμοίως καὶ τὸ ἡγούμενον. ἔμπαλιν γάρ, ὡς εἶπον, ἡ ἀκολουθία ἔχει· τὸ μὲν
15γὰρ δυνατὸν ἀπὸ τοῦ ἡγουμένου τὴν ἀκολουθίαν ἔχει κατὰ πάντα τὰ τοῦ δυνα‐ τοῦ σημαινόμενα, τὸ δὲ ἀδύνατον ἀπὸ τοῦ ἑπομένου. ἀδυνάτου μὲν γὰρ ὄντος τοῦ ἡγουμένου οὐ κεκώλυται τὸ ἑπόμενον δυνατὸν εἶναι, ὡς ἐν τῷ ‘〈εἰ〉 ἱππο‐ κένταυρος εἶ, ζῶον εἶ‘· εἰ δὲ ἀδύνατον τὸ ἑπόμενον, δεῖ καὶ τὸ ἡγούμενον ἀδύνατον εἶναι, καθ’ ὃ ἂν σημαινόμενον τὸ ἀδύνατον ληφθῇ. λέγεται γὰρ τὸ
20ἀδύνατον καὶ ἐπὶ τοῦ ψεύδους· διὸ καὶ εἰ ψεῦδος τὸ ἑπόμενον, ψεῦδος καὶ τὸ ἡγούμενον. οὐ μήν, εἰ τὸ ἡγούμενον ψεῦδος, καὶ τὸ ἑπόμενον· ὡς γὰρ δυνατὸν τὸ ἀληθές, οὕτως καὶ τὸ ψεῦδος. παράδειγμα τοῦ μὲν ἐν γενέσει δυνατοῦ τὸ ‘εἰ τέθνηκεν ὁ Δίων, τέθνηκεν ἄνθρωποσ‘, ἐπὶ ζῶντος ἔτι Δίωνος εἰ λέ‐ γοιτο, τοῦ δὲ κατὰ τὸ ὑπάρχειν ‘εἰ ἡμέρα ἐστί, φῶς ἐστιν‘, εἰ λέγοιτο οὔσης
25ἡμέρας (ὁμοίως γὰρ τῷ ἡγουμένῳ καὶ τὸ ἑπόμενον ὑπάρχον), τοῦ δὲ ἀναγκαίου ‘εἰ θεός ἐστι, κόσμος ἐστί‘. καὶ ὁσαχῶς δὲ ἄλλως λέγεται τὸ δυνατόν, οἷον τὸ ὡς ἐπὶ τὸ πολύ, τὸ ἐπίσης, τὸ ἐπ’ ἔλαττον· ἐν ἅπασι γὰρ ὁμοίως ἕξει. δυνατὸν δέ φημι τὸ κυρίως, ὃ μήπω μὲν ἐξέβη, δύναται δὲ ἐκβῆναι. Ἐπεὶ δ’ ἐδιδάξαμεν πᾶσαν ἀκολουθίαν ἀναγκαίαν οὕτως ἔχουσαν ὡς τῷ
30τρόπῳ τῆς κατὰ τὸ δυνατὸν ὑπάρξεως τῷ ἡγουμένῳ ἀκολουθεῖν καὶ τὴν τοῦ ἑπομένου αὐτοῦ ὕπαρξιν ὁμοίαν, μετενεγκτέον τὸ καθόλου δεδειγμένον ἐπὶ τὴν συλλογιστικὴν ἀκολουθίαν, οὗ χάριν καὶ τὴν δεῖξιν ἐποιησάμεθα. δεῖ οὖν μὴ μόνον ἐπὶ τῶν ἁπλῶν ἀκολουθήσεων εἰρημένον λαμβάνειν τοῦτο ἀλλὰ καὶ ἐπὶ τῶν κατὰ συλλογισμὸν γινομένων· καὶ γὰρ ἐν τούτοις ἀκολουθεῖ τὸ συμπέ‐
35ρασμα ταῖς προτάσεσιν· εἰ γὰρ αἱ προτάσεις, καὶ τὸ συμπέρασμα, ὥστε καὶ δυνατῶν οὐσῶν καὶ τὸ συμπέρασμα δυνατὸν ἔσται, καθ’ ὃ ἂν σημαινόμενον τοῦ δυνατοῦ αἱ προτάσεις λαμβάνονται. ἂν γὰρ ἀντὶ μὲν τῶν προτάσεων
ληφθῇ τὸ Α ἀντὶ δὲ τοῦ συμπεράσματος τὸ Β, εἴη ἂν ἡ προειρημένη δεῖξις29

23,3

30

ἁρμόζουσα καὶ ταῖς τοιαύταις ἀκολουθίαις. οὐ γὰρ ὡς ἐπὶ μιᾶς προτάσεως ἐλάβομεν τὴν δεῖξιν ταύτην ἀλλ’ ὡς ἐπὶ συλλογισμοῦ· λαμβάνομεν γὰρ τὸ Α ἀνάλογον ταῖς προτάσεσι, τὸ δὲ Β τῷ συμπεράσματι. ἀνάγκη οὖν, ὡς εἶπον, δυνατῶν οὐσῶν τῶν προτάσεων δυνατὸν εἶναι καὶ τὸ συμπέρασμα, καὶ ἀδύ‐
5νατον συμπέρασμα δυναταῖς προτάσεσιν ἀκολουθεῖ οὐδέποτε. οὐ γὰρ ἔστιν ἑνός τινος ἡγουμένου συμπέρασμα ἀκολουθῆσαι, τουτέστι μιᾶς προτάσεως οὔσης οὐχ ἕπεταί τι συμπέρασμα, ἀλλὰ δεῖ τοὐλάχιστον δύο εἶναι τὰς προτάσεις, ὡς πολλάκις εἴρηται. οἷον ὅταν αἱ προτάσεις οὕτω συμπλακῶσιν, ὥσπερ εἴπομεν, κατὰ συλλογιστικὴν μέθοδον ἀνάγκη καὶ τὸ συμπέρασμα ἕπεσθαι· οὕτως δὲ
10ἕπεται, ὡς ἂν ἔχωσιν αἱ προτάσεις· δυνατῶν γὰρ οὐσῶν πᾶσα ἀνάγκη δυνατὸν εἶναι καὶ τὸ συμπέρασμα, καὶ εἰ ἀναγκαῖον, πάντως ἀναγκαῖον. οἷον τὸ Β κατὰ τοῦ Δ, τὸ Δ κατὰ τοῦ Ζ· καὶ τὸ Β ἄρα κατὰ τοῦ Ζ. τούτου δὲ δειχθέντος, ὅτι πάντως ἡγουμένου δυνατοῦ ὄντος πᾶσα ἀνάγκη καὶ τὸ ἑπό‐ μενον δυνατὸν εἶναι, ἐὰν ὡς ἐν ὑποθέσει προηγούμενόν τι λάβωμεν, ὅπερ
15ψεῦδός ἐστι διὰ τὸ αὐτὸ τοῦτο καθ’ ὑπόθεσιν εἰλῆφθαι καὶ μήπω εἰς ἐνέρ‐ γειαν ἐκβεβηκέναι, ἀδύνατον δὲ οὐκ ἔστι διὰ τὸ δύνασθαι εἰς ἐνέργειαν ἐκβῆναι, δηλονότι καὶ τὸ ἑπόμενον τούτῳ ψεῦδος μὲν ἔσται, ἀδύνατον δὲ οὐκ ἔσται. οἷον εἰ καθημένου Σωκράτους εἴποιμι, ὅτι, 〈εἰ〉 βαδίζει Σωκράτης, ἐξ ἀνάγκης καὶ κινεῖται, λαμβάνω προηγούμενον μὲν τὸ Σωκράτην βαδίζειν, ὅπερ ψεῦδος
20μέν ἐστιν (ὑπόκειται γὰρ καθήμενος), οὐ μέντοι ἀδύνατον· οὐκοῦν καὶ τὸ ἑπό‐ μενον τούτῳ τὸ κινεῖσθαι αὐτὸν ψεῦδος μέν, οὐ μὴν καὶ ἀδύνατον. καὶ πάλιν τὸ λέγειν μὴ οὔσης ἡμέρας ‘εἰ ἡμέρα ἐστίν, ὁ ἥλιος ὑπὲρ γῆν ἐστιν‘ ὁμοίως, καὶ τὸ ἑπόμενον καὶ τὸ ἡγούμενον ψεῦδος μέν, οὐκ ἀδύνατον δέ. εἰ γὰρ πάντως ἕπεται μὲν τῷ Α τὸ Β, τὸ δὲ Α ἐστὶ δυνατόν, ἀνάγκη πᾶσα καὶ τὸ Β εἶναι
25δυνατόν· εἰ γὰρ ἀδύνατον εἴη τὸ Β, ἕπεται δὲ τῷ Α, τὸ αὐτὸ καὶ δυνατὸν καὶ ἀδύνατον ἔσται· εἰ μὲν γὰρ ἕπεται τῷ Α ἐξ ἀνάγκης, δυνατὸν ἔσται· ἐστὶ δὲ καὶ ἀδύνατον, ὡς ἡ ὑπόθεσις τῶν οὕτω βουλομένων· τὸ αὐτὸ ἄρα δυνατὸν καὶ ἀδύνατον ἔσται καὶ ὂν καὶ μὴ ὄν, ὅπερ ἄτοπον· ψεῦδος ἄρα τὸ ὑποτίθεσθαι δυνατῷ ἀδύνατον ἀκολουθεῖν· οὐκοῦν ἀληθὲς τὸ τῷ ἀδυνάτῳ πάντως ἀδύνατον
30ἀκολουθεῖν, ὅπερ ἔδει δεῖξαι. Διωρισμένων δὲ τούτων ἐντεῦθεν λοιπὸν τὰς προτάσεις παραδώσομεν τὰς ἐκ τῆς μείζονος ὑπαρχούσης τῆς δὲ ἐλάττονος ἐνδεχομένης, αἵτινες ἐνδεχό‐ μενον συνάγουσι συμπέρασμα. παραδοτέον δὲ πρῶτον τὴν ἐκ δύο καθόλου καταφατικῶν, καὶ δεικτέον οὕτως· τὸ Α ὑπαρχέτω παντὶ τῷ Β, τὸ δὲ Β ἐν‐
35δεχέσθω παντὶ τῷ Γ· λέγω οὖν, ὅτι συνάγεται τὸ Α παντὶ τῷ Γ ἐνδέχεσθαι. εἰ γάρ τις φαίη ψεῦδος εἶναι τὸ συμπέρασμα, δηλονότι τὸ ἀντιφατικῶς ἀντι‐ κείμενον ἀληθὲς ἔσται τὸ ‘οὐκ ἐνδέχεται παντί‘. ὑποκείσθω οὖν τὸ Α τῷ Γ μὴ ἐνδέχεσθαι παντί. ἐπειδὴ τοίνυν τὸ ‘οὐκ ἐνδέχεται παντί‘ ἰσοδυναμεῖ
τῷ ‘ἀνάγκη μὴ παντί‘ (ὃ γὰρ οὐκ ἐνδέχεται παντί, τοῦτο ἀνάγκη μὴ παντί·30

23,3

31

εἰ γὰρ οὐκ ἐνδέχεται παντὶ ζώῳ δίποδι εἶναι, ἀνάγκη μὴ πᾶν ζῶον δίπουν εἶναι), εἰ τοίνυν ἰσοδυναμεῖ, ὑποκείσθω τὸ Α τῷ Γ ἐξ ἀνάγκης μὴ παντὶ ὑπάρχειν. πάλιν ἐπειδὴ τὸ Β ὑπόκειται παντὶ τῷ Γ ἐνδέχεσθαι, ὑποκείσθω τὸ ἐνδεχόμενον ἐκβεβηκὸς καὶ γινόμενον ὑπάρχον· τοῦτο γὰρ εἰ καὶ ψεῦδος,
5ἀλλ’ οὖν οὐκ ἀδύνατον. εἰ τοίνυν τὸ μὲν Α ἀνάγκη μὴ παντὶ τῷ Γ, τὸ δὲ Β παντὶ τῷ Γ ὑπαρχόντως, γίνεται τὸ τρίτον σχῆμα ἐξ ἀναγκαίας τε καὶ ὑπαρ‐ χούσης προτάσεως· ἐδείχθη δέ, ὅτι ἐν τρίτῳ σχήματι, ὅταν ἡ μείζων ἀναγκαία ᾖ μερικὴ ἀποφατικὴ ἡ δὲ ἐλάττων καθόλου καταφατικὴ ὑπάρχουσα, μερικὸν καταφατικὸν ὑπάρχον συνάγεται συμπέρασμα· τὸ ἄρα Α οὐ παντὶ τῷ Β
10ὑπαρχόντως· ὑπέκειτο δὲ καὶ παντὶ ὑπαρχόντως· τὸ αὐτὸ ἄρα τῷ αὐτῷ καὶ παντὶ καὶ οὐ παντὶ ὑπαρχόντως, ὅπερ ἀδύνατον. πόθεν οὖν τὸ ἀδύνατον ἠκο‐ λούθησε; λέγω, ὅτι παρὰ τὸ ὑποθέσθαι ἡμᾶς τὸ Α τῷ Γ μὴ ἐνδέχεσθαι. εἰ τοίνυν τῇ ὑποθέσει ταύτῃ ἀδύνατόν τι ἠκολούθησε, ψεῦδος ἄρα τὸ λέγειν πάν‐ τως, ὅτι τὸ οὐκ ἐνδεχόμενον παντὶ συνάγεται· εἰ δὲ τοῦτο ψεῦδος, ἀληθὲς
15τὸ ἀντικείμενον τὸ ‘ἐνδέχεται παντί‘. ἀπορήσειε δ’ ἄν τις πρὸς ταύτην ἡμῶν τὴν δεῖξιν, ὅτι οὐδὲν ἴσως ἀδύνατον συμβαίνει, ἐὰν ὑποθώμεθα συνάγεσθαι τὸ Α τῷ Γ μὴ ἐνδέχεσθαι παντί. τί γὰρ συνήγετο; ὅτι τὸ Α τῷ Β οὐ παντὶ ὑπάρχει. ὑπῆρχε δὲ καὶ παντί· τοῦτο δὲ ψεῦδος μέν ἐστι τὸ 〈τὸ〉 αὐτὸ καὶ παντὶ καὶ μὴ παντὶ ὑπάρχειν, οὐ μέντοι καὶ ἀδύνατον. εἰ γὰρ τὸ ὑπάρχον τοιοῦτόν
20ἐστιν ὡς ποτὲ δύνασθαι καὶ μὴ ὑπάρχειν, δυνατὸν ἄρα τὸ παντὶ ὑπάρχον ποτὲ μὴ παντὶ ὑπάρχειν, ὥσπερ οὖν καὶ ὑμεῖς, φασίν, μετελάβετε τὴν ἐνδεχομένην εἰς ὑπάρχουσαν, ὅπερ ψεῦδός ἐστιν, οὐ μέντοι ἀδύνατον, τί ἄτοπον, εἰ ἐκ προτάσεως ψευδοῦς μὲν οὐκ ἀδυνάτου δὲ ψευδὲς συναχθείη συμπέρασμα καὶ οὐκ ἀδύνατον; τί οὖν πρὸς ταῦτα ἡμεῖς λέγομεν; ὅτι ἡ μετάληψις τῆς ἐνδε‐
25χομένης εἰς τὴν ὑπάρχουσαν οὐκ ἐπὶ τοῦ αὐτοῦ χρόνου οὐδὲ μενούσης τῆς ἐνδεχομένης ἐνδεχομένη γέγονε καὶ ὑπάρχουσα (τοῦτο γὰρ οὐ μόνον ψεῦδος ἀλλὰ καὶ ἀδύνατον τὴν αὐτὴν ἐνδεχομένην τε ἅμα εἶναι καὶ ὑπάρχουσαν), ἀλλὰ μετελήφθη ἡ πρότασις ἀπὸ μέλλοντος χρόνου εἰς ἐνεστῶτα, εἴπερ ἡ μὲν ἐνδεχομένη τὸν μέλλοντα δηλοῖ ἡ δὲ ὑπάρχουσα τὸν ἐνεστῶτα. τὸ τοίνυν
30μεταλαβεῖν τὴν ἐνδεχομένην εἰς τὴν ὑπάρχουσαν, εἰ καὶ ψεῦδός ἐστι, διότι ἀντὶ μέλλοντος χρόνου ἐνεστῶτα λαμβάνομεν, οὐ μέντοι τοῦτο ἀδύνατον γενέ‐ σθαι τὸ τὴν ἐνδεχομένην ποτὲ ὑπάρχουσαν γενέσθαι. ἐπὶ δὲ τῆς Α Β προτά‐ σεως μενούσης αὐτῆς καθόλου καταφατικῆς ὑπαρχούσης καὶ μὴ μεταληφθείσης εἰς ἑτέραν συνήχθη ἐκ τοῦ ὑποθέσθαι ἡμᾶς τὸ ‘ἀνάγκη μὴ παντὶ τῷ Γ τὸ Α
35ὑπάρχειν‘, ὅτι τὸ Α τῷ Β οὐ παντὶ ὑπάρχει· κατὰ δὲ τὸν αὐτὸν χρόνον ἀδύ‐ νατον τὸ αὐτὸ τῷ αὐτῷ καὶ παντὶ ὑπάρχειν καὶ μὴ παντί· ὥστε οὐ μόνον ψεῦδος τὸ τοιοῦτον ἀλλὰ καὶ ἀδύνατον. ἴδωμεν οὖν, πόθεν τὸ ἀδύνατον ἠκο‐ λούθησε. δύο ὑποθέσεων κειμένων, μιᾶς μὲν τῆς λεγούσης ‘τὸ Α τῷ Γ ἀνάγκη οὐ παντί‘ καὶ ἑτέρας τῆς μεταλαμβανούσης τὴν ἐλάττονα πρότασιν ἐνδεχομένην
40οὖσαν εἰς ὑπάρχουσαν, πᾶσα ἀνάγκη διὰ τὴν ἑτέραν τούτων ἀκολουθῆσαι τὸ31

23,3

32

συμπέρασμα. ὅτι μὲν οὖν οὐ διὰ τὴν μετάληψιν τῆς ἐνδεχομένης εἰς τὴν ὑπάρ‐ χουσαν τοῦτο ἠκολούθησε τὸ ἀδύνατον, δῆλον. εἰ γὰρ δυνατόν ἐστι τὸ μετα‐ λαβεῖν τὴν ἐνδεχομένην εἰς τὴν ὑπάρχουσαν [οὐκ ἠκολούθησε τὸ ἀδύνατον, δῆλον. εἰ γὰρ δυνατόν ἐστι τὸ μεταλαβεῖν τὴν ἐνδεχομένην εἰς τὴν ὑπάρ‐
5χουσαν] καὶ οὐκ ἀδύνατον, ἐδείχθη δὲ μικρῷ πρότερον, ὅτι οὐδέποτε δυνατῷ ὑποτεθέντι ἀδύνατόν τι ἀκολουθεῖ (διὰ τοῦτο γὰρ καὶ προείληπται τὸ περὶ τούτου θεώρημα), δῆλον ἄρα, ὅτι οὐ διὰ ταύτην τὴν ὑπόθεσιν τὸ ἀδύνατον ἠκολούθησεν. οὐκοῦν λείπεται διὰ τὴν ἑτέραν τὸ Α τῷ Γ οὐκ ἐνδέχεσθαι παντὶ λέγουσαν. εἰ τοίνυν ψευδὴς ἠλέγχθη αὕτη ἡ ὑπόθεσις, δηλονότι τὸ
10ἀντικείμενον τούτῳ συνάγεται τὸ ‘ἐνδέχεται παντί‘, ὅπερ ἔδει δεῖξαι. ἰστέον μέντοι καὶ τοῦτο, ὅτι τὸ ‘οὐκ ἐνδέχεται παντὶ τὸ Α τῷ Γ‘, ὅπερ ἐξ ὑποθέ‐ σεως ἐλάβομεν ὡς συναγόμενον, εἰς τὴν ‘ἀνάγκη οὐ τινί‘ μετελάβομεν ὡς ἰσο‐ δυναμοῦσαν, εἰ καὶ μὴ αὐτόθεν τοῦτο ποιοῦντες φαινόμεθα. ἐκ γὰρ τοῦ συμ‐ περάσματος δῆλον ἡμῶν τὸ βούλημα πεποιήκαμεν· τί γὰρ ἐλέγομεν συμπε‐
15ραίνοντες; “τὸ δὴ Α οὐ παντὶ τῷ Β ἐνδέχεται”, τουτέστιν ‘οὐ παντὶ ὑπάρχει‘· τὸ γὰρ ἐνδέχεσθαι ἀντὶ τοῦ ὑπάρχειν εἶπον. καὶ ὅτι τοῦτο συνῆγον τὸ ἄτοπον, δῆλον ἀφ’ ὧν ἐπήγαγον “ἀλλ’ ὑπέκειτο παντὶ ἐνδέχεσθαι ὑπάρχειν” (καὶ μὴν οὐχ ὑπέκειτο ‘τὸ Α τῷ Β παντὶ ἐνδέχεται‘) τὸ ἐνδέχεσθαι ἀντὶ τοῦ ὑπάρχειν εἰπών. ὅπερ οὖν ἔλεγον, δῆλός εἰμι μεταλαμβάνων τὴν ‘οὐκ ἐνδέχεται παντί‘ εἰς
20τὴν ‘ἀνάγκη οὐ τινί‘· ἐπεὶ εἰ μὴ μετελάμβανον, πόθεν δῆλον, ὅτι ἐν τῷ σχήματι ἐκ τῆς μείζονος μερικῆς ἐνδεχομένης τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς ὑπαρ‐ χούσης ὑπάρχον τι συνάγεσθαι ἤμελλεν; οὐδὲν γὰρ οὐδέπω περὶ μίξεως ἐνδεχομέ‐ νου καὶ ὑπάρχοντος εἶπον· περὶ μέντοι μίξεως ἀναγκαίου καὶ ὑπάρχοντος εἴρηκα. διόπερ εἰς τὸ ὁμολογούμενον μετέλαβον τὴν ‘οὐκ ἐνδέχεται παντί‘ πρότασιν.
25 Ἐγχωρεῖ δὲ καὶ διὰ τοῦ πρώτου σχήματος δεῖξαι τὸ ἀδύνατον ἀκολου‐ θοῦν τῇ λεγούσῃ ὑποθέσει τὸ μὴ ἐνδέχεσθαι παντὶ συνάγειν τὴν προκειμένην πρότασιν. δείκνυται δὲ τοῦτο, εἰ μεταλάβω ἑκατέραν τῶν προτάσεων εἰς τὴν ἑτέραν, λέγω δὲ τὴν μὲν μείζονα ὑπάρχουσαν οὖσαν εἰς τὴν ἐνδεχομένην καὶ τὴν ἐλάττονα ἐνδεχομένην οὖσαν εἰς τὴν ὑπάρχουσαν. εἰ γὰρ τὸ Α παντὶ
30τῷ Β ἐνδεχομένως ὑπάρχει, τὸ δὲ Β παντὶ τῷ Γ ὑπαρχόντως, συνάγεται συμπέρασμα, ὅτι τὸ Α παντὶ τῷ Γ ἐνδεχομένως· πρὸ μικροῦ γὰρ τοῦτο δέ‐ δεικται· ἀλλὰ μὴν ὑπέκειτο μὴ ἐνδέχεσθαι παντὶ ὑπάρχειν τῷ Γ τὸ Α, ὡς ἡ ὑπόθεσις· τὸ αὐτὸ ἄρα τῷ αὐτῷ καὶ ἐνδέχεται παντὶ καὶ οὐκ ἐνδέχεται παντί, ὅπερ ἀδύνατον. τὸ ἀδύνατον ἠκολούθησεν οὐ διὰ τὴν τῶν προτάσεων
35μετάληψιν (αὗται γὰρ ψευδεῖς μὲν ἦσαν, οὐ μέντοι ἀδύνατοι, καὶ οὐδὲν δυνατῷ ἀδύνατον ἀκολουθεῖ, ὡς δέδεικται), ἀλλὰ δηλονότι διὰ τὸ ὑποθέσθαι μὴ ἐνδέ‐ χεσθαι παντὶ τῷ Γ τὸ Α ὑπάρχειν. ἦν μὲν οὖν δυνατὸν καὶ μεταλαβόντας τὰς πρώτας προτάσεις αὐτόθεν τὸ ‘ἐνδέχεται παντί‘ δεῖξαι συναγούσας· τοῦτο γὰρ συνῆγον καὶ μὴ δεηθεῖσαι τῆς εἰς ἄτοπον ἀπαγωγῆς. ὅμως ἐκ
40περιουσίας ποιοῦντες ὑπεθέμεθα καὶ τὸ ἀντικείμενον καὶ ἐδείξαμεν τοῦτο ἀδύ‐32

23,3

33

νατον. ἰστέον δέ, ὅτι οὐκ ἔστιν αὕτη κυρίως ἡ εἰς ἀδύνατον ἀπαγωγή· ἡ γὰρ ἀπαγωγὴ ὑποθεμένη τὸ ἀντικείμενον τῷ συμπεράσματι τῷ ἐξ ἀρχῆς καὶ τοῦτο πρότασιν ποιησαμένη καὶ προσθεῖσα αὐτῇ τῶν ἀληθῶν τινα ἐξ ἀρχῆς κειμέ‐ νων προτάσεων οὕτω δείκνυσι τὸ ἑπόμενον ἀδύνατον, ὡς πολλάκις διὰ τῶν
5προλαβόντων ἐδείξαμεν. ἐνταῦθα δὲ τὴν ‘οὐκ ἐνδέχεται παντί‘ οὐκ ἐποιή‐ σαμεν μέρος τοῦ συλλογισμοῦ, ἀλλὰ τὰς κειμένας προτάσεις ἀντιστρέψαντες καὶ μεταλαβόντες εἰς ἀλλήλας καὶ δείξαντες συναγόμενον τὸ ἐνδέχεσθαι παντὶ τῷ Γ τὸ Α ὑπάρχειν ἐπηγάγομεν, ὅτι, εἰ κατὰ τὴν ὑπόθεσιν δῶμεν τὸ μὴ ἐνδέχεσθαι παντὶ τῷ Γ τὸ Α ὑπάρχειν συνάγεσθαι, εἰς ἀντίφασιν περιπεσού‐
10μεθα, ὅπερ ἀδύνατον. ἰστέον, ὅτι, κἂν μίαν τῶν προτάσεων μόνην ἀντιστρέ‐ ψομεν πρὸς τὴν ἑτέραν, ὡσαύτως τὸ αὐτὸ δείξομεν ἀδύνατον γινόμενον· εἴτε γὰρ τὴν μείζονα ἐνδεχομένην ποιήσομεν, γίνεται ὁ συλλογισμὸς ἐξ ἀμφοτέρων ἐνδεχομένων καταφατικὸν ἐνδεχόμενον καθόλου συνάγων συμπέρασμα, καὶ πάλιν ἡ ἀντίφασις ἀκολουθήσει, εἴτε τὴν ἐλάττονα εἰς ὑπάρχουσαν μεταλάβωμεν,
15γίνεται ὁ συλλογισμὸς ἐκ δύο ὑπαρχουσῶν καθόλου καταφατικῶν ὑπάρχον καθόλου συνάγων, καὶ ὁμοίως πάλιν τὸ ἄτοπον ἀκολουθήσει· τὸ αὐτὸ γὰρ τῷ αὐτῷ ἢ ὑπάρχει παντὶ ἢ οὐκ ἐνδέχεται παντί, ὅπερ ἀδύνατον. Δεῖ δὲ ἐν τῇ προκειμένῃ μίξει τὸ παντὶ ὑπάρχειν τὸν πρῶτον ἄκρον τῷ μέσῳ προσλαμβάνειν μὴ προσχρώμενον ὡρισμένῳ ὑπάρχοντι. τὸ δὲ λεγόμενον
20τοιοῦτον ἂν εἴη· αὗται τῶν ὑπαρχουσῶν προτάσεων καθόλου κατὰ χρόνον ὁρίζονται, ὅσαι μὴ ἀεὶ δύνανται λαμβάνεσθαι ὑπάρχουσαι καθόλου ἀλλὰ πρὸς καιρόν, ὡς ἡ τὸ ζῶον παντὶ κινουμένῳ ὑπάρχειν τιθεῖσα ἢ τὸν ἄνθρωπον παντὶ κινουμένῳ. τὸ δὲ αἴτιον, ὅτι ἐπὶ πλέον ὁ μέσος ἐν ταῖς τοιαύταις ὑπαρ‐ χούσαις ὢν δύναται καὶ ἄλλοις ὑπάρχειν, οἷς ὁ κατηγορούμενος αὐτοῦ καθόλου
25οὐ δύναται ὑπάρχειν· οὕτω γὰρ ἔχων πρὸς χρόνον ὁρίζει τὴν ὑπάρχουσαν. ὅταν γάρ, ᾧ ἐνδέχεται ὑπάρχειν αὐτόν, τὸν μέσον δηλαδή, ἄλλῳ δηλονότι ὄντι καὶ μὴ ὑπὸ τὸν μείζονά τε καὶ κατηγορούμενον αὐτοῦ, ληφθῇ ὑπάρχειν, οὐκέτι δύναται ἡ καθόλου ὑπάρχουσα ἀληθὴς εἶναι, ἥτις ἐστὶν ἡ μείζων πρότασις. ἂν γὰρ τὸ ζῶον ὑποθώμεθα παντὶ κινουμένῳ, τῷ τὸ κινούμενον
30δύνασθαι καὶ μὴ ζώοις ὑπάρχειν, ὅταν ὑπάρχει κἀκείνων τινί, οὐκ ἔσται τότε ἔτι ἀληθὴς ἡ ὑπάρχουσα καθόλου ἡ τὸ ζῶον παντὶ κινουμένῳ ὑπάρχειν λέγουσα. ἔστ’ ἂν γὰρ μηδενὶ ἄλλῳ ὑπάρχῃ τὸ κινεῖσθαι, δυνατὸν ἔσται τὸ ζῶον παντὶ κινουμένῳ ὑπάρχειν ὑποτίθεσθαι. ἀλλὰ μὴν ἐν ᾗ συμπλοκῇ τοιαύτη πρότασις ἡ μείζων ἐστίν, ἀδύνατον ἐκείνην τὴν συμπλοκὴν εἶναι συλλογιστικήν, ἐπειδή‐
35περ δεῖ τὴν ἐλάττονα, εἰ μέλλει συλλογιστικὴ εἶναι, καταφατικὴν εἶναι ἢ ὑπάρ‐ χουσαν ἢ ἀναγκαίαν ἢ ἐνδεχομένην· εἰ δὲ ἐνδεχομένη εἴη καὶ μεταληφθείη εἰς ὑπάρχουσαν, οὐχ οἷόν τε τὴν μείζονα καθόλου καταφατικὴν ὑπάρχουσαν
εἶναι ἀλλ’ ἐπὶ μέρους γίνεσθαι. ὥστ’ οὐ χρήσιμος πρὸς συλλογισμὸν ἡ33

23,3

34

τοιαύτη καθόλου ὑπάρχουσα, ἧς ἡ μετ’ αὐτὴν ἐνδεχομένη λαμβανομένη ὁρίζει τὸ ἀληθές· ἕως γὰρ ἐκείνη ἐνδεχομένη ᾖ, μέχρι τότε αὕτη ἀληθής· γινο‐ μένης δὲ ἐκείνης ὑπαρχούσης οὐκέτι αὕτη ἀληθής. ὅταν γὰρ τὸ κινεῖσθαι ἐνδεχομένως ὑπάρχον λίθῳ ὑπαρχόντως ὑπάρξῃ, τότε οὐκέτι τὸ ζῶον παντὶ
5κινουμένῳ ὑπάρχειν δύναται λαμβάνεσθαι, ἀλλὰ γίνεται ἡ ἀπόφασις ἀληθὴς τότε ἡ ‘τὸ ζῶον οὐ παντὶ κινουμένῳ‘, ἥτις ἐστὶν ἐπὶ μέρους ἀποφατική. διὸ οὔτε ὑπάρχειν δύναται ληφθῆναι τὸ ζῶον τῷ λίθῳ οὔτε ἐνδέχεσθαι ὑπάρχειν· ἐξ ἀνάγκης γὰρ αὐτῷ οὐδενὶ ὑπάρχει. οὐ γὰρ οἷόν τε ἐπὶ μέρους οὔσης τῆς μείζονος προτάσεως ἐν πρώτῳ σχήματι συλλογισμὸν γίγνεσθαι. δεῖ οὖν τὴν
10ὑπάρχουσαν τοιαύτην λαμβάνεσθαι, ἧς οὐχ ὥρισται τὸ ἀληθὲς ὑπὸ τῆς προστι‐ θεμένης αὐτῇ ἐνδεχομένης, ἀλλὰ τοιαύτην εἶναι ὡς μένειν καθόλου καταφα‐ τικὴν ὑπάρχουσαν καὶ τῆς ἐνδεχομένης καθόλου μεταλαμβανομένης εἰς τὴν ὑπάρχουσαν. οὐδὲν γὰρ διαφέρει ἢ προσθεῖναί τινα ὁρισμὸν τῇ ὑπαρχούσῃ ὡς κατὰ χρόνον ὁρίζειν αὐτὴν ἢ ἐνδεχομένην τοιαύτην αὐτῇ συντάξαι, ἥτις
15ἀναιρεῖ αὐτὴν εἰς τὸ ὑπάρχειν μεταβάλλουσα. οὐ γὰρ τὴν ἀεὶ ὑπάρχουσαν λέγω (αὕτη γὰρ ἀναγκαία ἤδη), ἀλλὰ τὴν μένειν δυναμένην ὑπάρχουσαν κα‐ θόλου καταφατικὴν ἀληθῆ, καὶ ὅτε ἡ ἐνδεχομένη καθόλου καταφατικὴ εἰλημ‐ μένη μετὰ ταύτης εἰς τὴν ὑπάρχουσαν μεταλαμβάνεται. οὕτω γὰρ καὶ ἡ δι’ ἀδυνάτου δεῖξις σώζεται ἐπὶ τῆς συζυγίας, ᾗτινι χρώμενοι δείκνυμεν αὐτὴν
20συλλογιστικήν. λέγοι δ’ ἂν ἡμῖν ὁ λόγος ἤτοι μὴ δεῖν τὴν ὑπάρχουσαν κα‐ θόλου τοιαύτην λαμβάνεσθαι ὡς δύνασθαι αὐτῆς τὸ ἀληθὲς κατὰ χρόνον ὁρίζεσθαι ὑπὸ τῆς προστιθεμένης ἐνδεχομένης προτάσεως, ἢ μᾶλλον, ὅτι μὴ δεῖ τὴν προστιθεμένην αὐτῇ ἐνδεχομένην τοιαύτην εἶναι ὡς ὁρίζειν τῆς ὑπαρ‐ χούσης τῆς πρὸ αὐτῆς εἰλημμένης τὸ ἀληθὲς κατὰ χρόνον.
25 Λέγων δὲ μὴ δεῖν κατὰ χρόνον ὡρίσθαι τὴν ὑπάρχουσαν οὐ παρὰ τὴν ὕλην δόξαιμι ἂν ποιεῖν τὸ συλλογιστικὸν ἢ ἀσυλλόγιστον τῆς συμπλοκῆς, ὡς ἂν δόξαι τινί, ἀλλὰ παρὰ τὸ σχῆμα ἴσως μᾶλλον. κατὰ χρόνον γὰρ ὁρισθεῖσα μεταπίπτουσα ποιεῖ ἐν πρώτῳ σχήματι ἐπὶ μέρους ἀποφατικὴν τὴν μείζονα· τούτου δὲ γινομένου ἀσυλλόγιστος ἡ συμπλοκή. τοῦ δ’ ἀσυλλόγιστον γενέσθαι
30τὴν συμπλοκήν, ἐν ᾗ ἡ μείζων πρότασις οὖσα καθόλου καταφατικὴ ὑπάρχουσα ὥρισται κατὰ χρόνον, σημεῖον τοιαύτης οὔσης τῆς συζυγίας ἐν πρώτῳ σχή‐ ματι ὡς εἶναι τὴν μὲν μείζονα καθόλου καταφατικὴν ὑπάρχουσαν ὡρισμένην χρόνῳ ὑπὸ τῆς ἐλάττονος προτάσεως οὔσης ἐνδεχομένης τὸ καὶ τοῦ παντὶ καὶ τοῦ μηδενὶ ἐξ ἀνάγκης ὅρους λαμβάνειν συνακτικοὺς ὁμοίως ἀληθῶν οὐσῶν
35τῶν προτάσεων. ἄνθρωπος παντὶ κινουμένῳ ὑπαρχόντως (ὑποκείσθω γὰρ τὰ κινούμενα μόνα ἀνθρώπους εἶναι), κινούμενον παντὶ ἵππῳ ἐνδεχομένως, καὶ συνάγεται ἄνθρωπος οὐδενὶ ἵππῳ ἐξ ἀνάγκης. τὸ γὰρ κινεῖσθαι διὰ τὸ ἐπὶ πλέον εἶναι τοῦ ἀνθρώπου, εἰ ληφθείη ἐνδέχεσθαι παντὶ ἵππῳ, ὁρίζει κατὰ χρόνον τὴν ὑπάρχουσαν· ὅτε γὰρ τὸ κινεῖσθαι ὑπάρχει παντὶ ἵππῳ, τότε οὐχ
40οἷόν τε ἔτι παντὶ κινουμένῳ τὸν ἄνθρωπον ὑπάρχειν. τοῦ δὲ παντὶ ζῶον
παντὶ κινουμένῳ, τὸ κινεῖσθαι παντὶ ἐνδέχεται ἀνθρώπῳ, καὶ ζῶον παντὶ34

23,3

35

ἀνθρώπῳ ἐξ ἀνάγκης. ἔστι δὲ τὸ δεικνύμενον καὶ ποιοῦν ἀσυλλόγιστον τὴν συζυ‐ γίαν οὐ διὰ τὸ παντὶ ἐξ ἀνάγκης δείκνυσθαί τι ἐν αὐτῇ προηγουμένως (ἀληθὴς γὰρ ἡ ‘ἐνδέχεται παντί‘ καὶ ἐπὶ τῆς ‘ἐξ ἀνάγκης παντί‘, εἰ καὶ μὴ εἴη τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου) ἀλλὰ διὰ τὸ τοῦ ἐξ ἀνάγκης 〈μηδενὶ〉 ὅρους
5εὑρίσκεσθαι ἐν αὐτῇ, ὃ γίνεται τῷ ὑπερτείνοντος τοῦ μέσου τὸν κατηγορούμενον τὴν προστιθεμένην ἐνδεχομένην τοιαύτην λαμβάνεσθαι ὡς κατὰ χρόνον τῆς μείζονος καθόλου καταφατικῆς ὑπαρχούσης τὸ ἀληθὲς ὁρίζειν. μὴ γὰρ ὑπερ‐ τείνοντος τοῦ τοιούτου μηδὲ τοιαύτης λαμβανομένης τῆς ἐνδεχομένης οὐχ οἷόν τε τοῦ μηδενὶ ὅρους λαβεῖν· οἷον τὸ περιπατεῖν παντὶ γραμματικῷ ὑπαρ‐
10χέτω, τὸ γραμματικὸν παντὶ ἀνθρώπῳ ἐνδεχομένως· οὐ γὰρ γίνεται κατὰ χρόνον ὁριζομένη ἡ τὸ περιπατεῖν παντὶ γραμματικῷ τιθεῖσα· οὐ γὰρ ἀναιρεῖ‐ ται ὑπὸ τῆς συντασσομένης αὐτῇ καθόλου καταφατικῆς ἐνδεχομένης, εἰ ἀληθὴς λαμβάνοιτο. καὶ ἐπὶ τῶν ὅρων δέ, ἐφ’ ὧν τὸ ἐξ ἀνάγκης 〈παντὶ〉 συνάγεται, οὐ διότι ὑπερτείνει ὁ μέσος τὸν μείζονα, διὰ τοῦτο ἐξ ἀνάγκης συνάγεται (οὐ
15γὰρ ἐλήφθη τοιαύτη ἡ ἐνδεχομένη ὡς ὁρίζειν κατὰ χρόνον τὸ ἀληθὲς τῆς ὑπαρχούσης· οὐ γάρ τι τῶν μὴ ζώων ἐλήφθη, ὥστε ἐπὶ μέρους ποιεῖν τὴν μείζονα καὶ ὁρίζειν κατὰ χρόνον αὐτήν), ἀλλ’ ὅτι ἐλήφθη ὁ ἔσχατος ὅρος περιεχόμενος ὑπὸ τοῦ πρώτου καὶ ἐν ἐκείνῳ ὤν. οὕτως γὰρ ἔχει ὁ ἄνθρωπος πρὸς τὸ ζῶον· τοιαύτης γὰρ πάλιν λαμβανομένης τῆς ἐνδεχομένης ἀναγκαῖον
20γίνεται τὸ συμπέρασμα, ἀλλ’ οὐ τὸ κατὰ τὸν διορισμὸν ἐνδεχόμενον. ἂν μέν‐ τοι μήτε κατὰ τὸν χρόνον ὁρίζηται ὑπὸ τῆς ἐνδεχομένης ἡ ὑπάρχουσα μήτε τοιοῦτος ὁ ἔσχατος ὅρος λαμβάνηται ὡς εἶναι ὑπὸ τὸν πρῶτον, ἐνδεχόμενον δόξει γίνεσθαι τὸ συμπέρασμα· ἔστω γὰρ τὸ κοιμᾶσθαι παντὶ ζώῳ ὑπαρχόν‐ τως, ζῶον ἐνδεχέσθω παντὶ κινουμένῳ, καὶ τὸ κοιμᾶσθαι ἐνδέχεται παντὶ
25κινουμένῳ. ἐπισκεπτέον δέ, μή ποτε μᾶλλον ἡ τῶν ὅρων παράθεσις καὶ δεῖξις ἐπὶ ἀληθέσι ταῖς προτάσεσι καὶ τοῦ παντὶ ἐξ ἀνάγκης καὶ τοῦ μηδενὶ ἐξ ἀνάγκης τὸν πρῶτον τῶν ὅρων τῷ ἐσχάτῳ ὑπάρχειν μᾶλλον τοῦ ἀσυλλόγιστον εἶναι τὴν συζυγίαν ἐστὶ δεικτική. φανερὸν οὖν, ὅτι τὸ καθόλου κατὰ τὸ ὑπάρ‐ χειν ληπτέον ἁπλῶς ἀληθὲς καὶ μὴ ὁριζόμενον χρόνῳ· ἀσυλλόγιστος γὰρ γίνε‐
30ται ἡ συζυγία οὕτως ἔχοντος διὰ τὸ καὶ τὸ παντὶ ἐξ ἀνάγκης καὶ τὸ μηδενὶ συνάγειν. Πάλιν ἔστω ἡ ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς ὑπαρχούσης τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς ἐνδεχομένης. καὶ δεικτέον καὶ ταύτην τῇ αὐτῇ δείξει, λέγω δὴ τῇ μεταλήψει καὶ τῇ εἰς ἀδύνατον ἀπαγωγῇ. οἷον εἰ
35τὸ Α οὐδενὶ τῷ Β ὑπαρχόντως, τὸ δὲ Β παντὶ τῷ Γ ἐνδεχομένως, λέγω, ὅτι καὶ τὸ Α οὐδενὶ τῷ Γ ἐνδεχομένως ὑπάρχει. εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ ἀντιφατικῶς ἀντικείμενον τὸ ‘οὐκ ἐνδέχεται μηδενὶ ὑπάρχειν τὸ Α τῷ Γ‘·
τοῦτο δὲ πάλιν ταὐτόν ἐστι τῷ ‘ἀνάγκη τινί‘· ὃ γὰρ οὐκ ἐνδέχεται μηδενὶ35

23,3

36

ὑπάρξαι, τοῦτο ἀνάγκη τινὶ ὑπάρχειν. εἰ τοίνυν τὸ μὲν Α ἀνάγκη τινὶ τῷ Γ ὑπάρχειν, τὸ δὲ Β παντὶ τῷ Γ (μεταλαμβανέσθω γὰρ πάλιν ἡ ἐνδεχομένη εἰς τὴν ὑπάρχουσαν διὰ τὸ εὔσημον), τὸ ἄρα Α τινὶ τῷ Β ὑπάρξει· ὑπέκειτο δὲ καὶ οὐδενί· τὸ αὐτὸ ἄρα καὶ τινὶ καὶ οὐδενί, ὅπερ ἀδύνατον. τὸ ἀδύνατον
5πάλιν ἠκολούθησεν οὐ διὰ τὴν μετάληψιν τῆς ἐνδεχομένης εἰς τὴν ὑπάρχουσαν· εἰ γὰρ καὶ ψευδὴς ἦν, ἀλλ’ οὐκ ἀδύνατος· δῆλον ἄρα, ὅτι διὰ τὸ ὑποθέσθαι ἡμᾶς τὸ ‘ἀνάγκη τινὶ τῷ Γ τὸ Α‘ ἤτοι ‘οὐκ ἐνδέχεται οὐδενί‘· ταὐτὸν γάρ ἐστι· ψεῦδος ἄρα τοῦτο, ἀληθὲς δὲ τὸ ἀντιφατικῶς ἀντικείμενον τὸ ‘ἐνδέ‐ χεται μηδενί‘, ὅπερ ἔδει δεῖξαι. τοῦτο δὲ τὸ συμπέρασμα οὐκ ἔστι τοῦ κατὰ
10τὸν ὁρισμὸν ἐνδεχομένου, ὃ ὡρισάμεθα ἐξ ἀρχῆς, ὅπερ καὶ ἐλέγομεν ἀντιστρέ‐ φειν 〈κατὰ〉 τὰς καταφατικὰς καὶ ἀποφατικάς, ἀλλ’ ἔστι τοῦ μηδενὶ ἐξ ἀνάγκης, ὅπερ ἥμισύ ἐστι τοῦ ἐνδεχομένου. ὅπως δὲ ἔχει τοῦτο, δείξομεν ὧδε ἐκθέμενοι διαγράμματι πάσας τὰς προτάσεις. [Start of a diagram][Start of a diagram section]οὐκ ἀνάγκη παντί
15οὐκ ἀνάγκη τινί οὐκ ἀνάγκη μὴ παντί ἐνδέχεται μηδενί ἐνδέχεται παντί[End of a diagram section]
14[Logical Relationship in a Diagram start mark]δι’ ἑαυτὴν μάχεται
15διὰ τὴν ‘ἐνδέχεται παντί‘ μάχεται[Logical Relationship in a Diagram end mark]
14[Start of a diagram section]ἀνάγκη παντί
15ἀνάγκη τινί ἀνάγκη μὴ παντί οὐκ ἐνδέχεται μηδενί οὐκ ἐνδέχεται παντί.[End of a diagram section] [Logical Relationship in a Diagram start mark]περιέχει τὰς δύο[Logical Relationship in a Diagram end mark][End of a diagram]
19τὴν ‘ἐνδέχεται μηδενί‘ βουλόμενοι δεῖξαι συναγομένην ἐλάβομεν τὴν ἀντι‐
20φατικῶς ἀντικειμένην ταύτῃ τὴν ‘οὐκ ἐνδέχεται οὐδενί‘, ἵνα δείξαντες ταύτῃ ἀδύνατόν τι ἀκολουθοῦν συναγάγωμεν τὴν ἀντιφατικῶς αὐτῇ ἀντικειμένην τὴν ‘ἐνδέχεται μηδενί‘. ἐπειδὴ δέ, ὡς εἴρηται, διὰ τοῦ τρίτου σχήματος ἡ εἰς ἀδύνατον ἀπαγωγὴ λαμβανόντων ἡμῶν ὡς μίαν πρότασιν τοῦ συλλογισμοῦ τὸ ἐξ ὑποθέσεως λαμβανόμενον συμπέρασμα εἶναι τὸ ‘οὐκ ἐνδέχεται οὐδενί‘ καὶ
25τὴν ἐλάττονα πρότασιν εἰς ὑπάρχουσαν μεταλαμβανόντων, ἄδηλον 〈δ’〉 ἐστὶν ἐν τρίτῳ σχήματι ἐκ τῆς μίξεως τοῦ ὑπάρχοντος καὶ τοῦ ἐνδεχομένου ποῖον συνάγεται συμπέρασμα (οὔπω γὰρ οὐδὲν εἴρηται περὶ αὐτῶν), διὰ τοῦτο μετα‐ λαμβάνομεν τὴν ‘οὐκ ἐνδέχεται οὐδενί‘ πρότασιν εἰς τὴν ἰσοδυναμοῦσαν αὐτῇ τὴν ‘ἀνάγκη τινί‘· ὃ γὰρ οὐκ ἐνδέχεται οὐδενί, τοῦτο ἀνάγκη τινί. μεταλαμ‐
30βάνοντες τοίνυν τὴν ‘〈οὐκ〉 ἐνδέχεται οὐδενί‘ εἰς τὴν ‘ἀνάγκη τινί‘ καὶ δεικνύντες ταύτῃ τῇ ὑποθέσει ἀδύνατόν τι ἀκολουθοῦν, ὡς ἐδείξαμεν τὸ τὸ Α τῷ Β καὶ τινὶ καὶ οὐδενὶ ὑπάρχειν, καὶ διὰ τοῦτο ἐλέγχοντες ὡς ψευδῆ τὴν ὑπό‐ θεσιν τὴν ‘ἀνάγκη τινὶ τὸ Α τῷ Γ ὑπάρχειν‘ δείκνυμεν εἰκότως ἀληθῆ τὴν προσεχῶς ἀντικειμένην αὐτῇ τὴν ‘οὐκ ἀνάγκη τινί‘ καὶ διὰ τοῦτο τὴν ‘ἐνδέ‐
35χεται μηδενί‘, ὅπερ ἐξ ἀρχῆς προὔκειτο δεῖξαι. τοῦτο δὲ τὸ ‘ἐνδέχεται μη‐ δενί‘ οὐκ ἔστι τὸ κατὰ τὸν διορισμὸν ἐνδεχόμενον ἀλλὰ τὸ ἥμισυ τούτου, ὅπερ ἐστὶ τὸ ‘οὐδενὶ ἐξ ἀνάγκησ‘. πῶς καὶ τίνα τρόπον; 〈ὅτι〉 τῇ ‘ἐνδέχεται μηδενί‘
ἀντίκειται δι’ ἑαυτὴν μὲν ἡ ‘ἀνάγκη τινί‘, διὰ δὲ τὴν ‘ἐνδέχεται παντί‘ ἰσο‐36

23,3

37

δυναμοῦσαν αὐτῇ ἡ ‘ἀνάγκη μὴ παντί‘. ὥστε αἱ δύο μερικαὶ τοῦ ἀναγκαίου προτάσεις μάχονται τῇ ‘ἐνδέχεται μηδενί‘, ἀλλ’ ἡ μὲν κατάφασις ἡ ‘ἀνάγκη τινί‘ ὡς ἀντικειμένη αὐτῇ κατὰ πάντα, κατὰ ποσόν, κατὰ ποιόν, κατὰ τρόπον· ἡ δὲ ‘ἀνάγκη μὴ παντί‘ ἀντίκειται μὲν τῇ ‘ἐνδέχεται παντί‘, ἐπεὶ δὲ ἰσο‐
5δυναμεῖ ἡ ‘ἐνδέχεται μηδενί‘ τῇ ‘ἐνδέχεται παντί‘, διὰ τοῦτο καὶ ‘ἡ ἀνάγκη μὴ παντί‘ μάχεται τῇ ‘ἐνδέχεται μηδενί‘. εἰ τοίνυν τῇ μὲν ‘ἐνδέχεται οὐ‐ δενί‘ ὡς μὲν καταφάσει ἀπόφασις μάχεται ἡ 〈οὐκ〉 ἐνδέχεται οὐδενί, μάχονται δὲ κατὰ ποιόν, κατὰ ποσόν, κατὰ τρόπον ἀμφότεραι αἱ μερικαὶ τοῦ ἀναγκαίου προτάσεις κατὰ τὸν εἰρημένον τρόπον, δῆλον ἄρα, ὅτι ἡ ‘οὐκ ἐνδέχεται οὐδενί‘
10περιέχει τὰς δύο μερικὰς τοῦ ἀναγκαίου προτάσεις. εἰ τοίνυν τοῦτο οὕτως ἔχει, εὑρίσκομεν δὲ τῇ μὲν ‘ἀνάγκη τινί‘ ὑποτιθεμένῃ ἀδύνατόν τι ἀκολουθοῦν, τῇ δὲ ‘ἀνάγκη μὴ παντί‘ οὐκέτι, δῆλον ἄρα, ὅτι τὸ ἀντιφατικῶς ἀντικείμενον τῷ ‘ἀνάγκη τινί‘ μόνως συνάγεται, ὅπερ ἐστὶ τὸ ‘οὐκ ἀνάγκη τινί‘. εἰ τοίνυν αἱ δύο μερικαὶ τοῦ ἀναγκαίου, ὥσπερ εἴπομεν, περιέχονται ὑπὸ τῆς ‘οὐκ ἐν‐
15δέχεται οὐδενί‘, τὸ δὲ ἀντικείμενον τῇ ἑτέρᾳ τούτων μόνον συνάγεται, δῆλον ἄρα, ὅτι τὸ ἥμισυ τοῦ ἀντικειμένου τῷ ‘οὐκ ἐνδέχεται οὐδενί‘ ἐστὶ τὸ συναγό‐ μενον, ὅπερ ἐστὶ τὸ ‘οὐκ ἀναγκαῖον τινί‘· τοῦτο γὰρ ἦν ἀντιφατικῶς ἀντικεί‐ μενον τῷ ‘ἀνάγκη τινί‘, ᾧπερ μόνῳ ὑποτεθέντι ἀδύνατόν τι ἠκολούθησεν. ὅτι γὰρ τῷ ‘ἀνάγκη μὴ παντί‘ ὑποτεθέντι οὐδὲν ἀδύνατον ἀκολουθεῖ, δῆλον
20ἐξ αὐτῶν τῶν προτάσεων· εἰ γὰρ τὸ Α ἀνάγκη μὴ παντὶ τῷ Γ ὑπάρχειν, τὸ δὲ Β παντὶ τῷ Γ ὑπάρχει, τὸ ἄρα Α οὐ παντὶ τῷ Β ὑπάρχει· ἦν δὲ οὐδενί· καὶ οὐδὲν ἀδύνατον τὸ αὐτὸ καὶ οὐδενὶ καὶ οὐ παντί. Ζητήσειε δ’ ἄν τις, τί δή ποτε, 〈εἰ〉 οὐ μόνον τοῦ ‘ἀνάγκη τινί‘ τιθε‐ μένου ἀδύνατόν τι ἀκολουθεῖ ἀλλὰ καὶ τοῦ ‘ἀνάγκη παντί‘, μὴ λέγομεν τὸ
25ἀντιφατικῶς αὐτῷ ἀντικείμενον συνάγεσθαι τὸ ‘οὐκ ἀνάγκη παντί‘. εἰ γὰρ τὸ 〈Α〉 ἀνάγκη παντὶ τῷ Γ, τὸ δὲ Β ὑπάρχει παντὶ τῷ Γ, τὸ ἄρα Α τινὶ τῷ Β ὑπάρχει· ἦν δὲ καὶ οὐδενί· τὸ αὐτὸ τινὶ καὶ οὐδενί, ὅπερ ἀδύνατον. ὥστε οὐ μόνον τὰ ἀντικείμενα ἀντιφατικῶς συνάγεται δι’ ἐκείνων ἀλλὰ καὶ διὰ τούτων· ὥστε, εἰ τῷ ‘παντὶ ἐξ ἀνάγκησ‘ ὑποτεθέντι ἀδύνατόν τι ἠκολούθησε, διὰ τί
30μὴ λέγομεν τὸ ἀντιφατικῶς ἀντικείμενον αὐτῷ συνάγεσθαι, λέγω δὲ τὸ ‘οὐκ ἀνάγκη παντί‘; λέγω οὖν πρὸς τοῦτο, ὅτι, εἰ περιείχετο ἡ ‘ἀνάγκη παντί‘ ὑπὸ τῆς ‘οὐκ ἐνδέχεται οὐδενί‘, ἐλέγομεν ἂν καὶ τὸ ἀντιφατικῶς ἀντικείμενον τῷ ‘ἀνάγκη παντί‘ συνάγεσθαι, ἐπειδὴ τὸ ἀντικείμενον τῷ ‘οὐκ ἐνδέχεται μη‐ δενί‘ τοῦτό ἐστι τὸ συναγόμενον. νῦν δὲ οὐ περιέχεται ὑπ’ αὐτῆς. ἡ δὲ
35αἰτία, δι’ ἣν οὐ περιέχεται, αὕτη· εἰ γὰρ τῇ ‘ἐνδέχεται οὐδενί‘ ἀντίκειται ἡ ‘οὐκ ἐνδέχεται μηδενί‘, ἡ δὲ ‘ἐνδέχεται μηδενί‘ ἰσοδυναμεῖ τῇ ‘ἐνδέχεται παντί‘, ἡ δὲ ‘ἐνδέχεται παντί‘ οὐκ ἀντίκειται τῇ ‘ἀνάγκη παντί‘, οὐκ ἄρα περιέξει ἡ ‘οὐκ ἐνδέχεται οὐδενί‘ τὴν ‘ἀνάγκη παντί‘ ἀντικειμένως ἔχουσα τῇ ‘ἐνδέχεται παντί‘ διὰ τὸ ἰσοδυναμεῖν αὐτὴν τῇ ‘ἐνδέχεται μηδενί‘. ἠκο‐
40λούθησε δὲ ὅλως τῇ ‘ἀνάγκη παντί‘ ἀδύνατον, διότι τῇ καθόλου ἀποφάσει δύο37

23,3

38

μάχονται καταφατικαί, ἥ τε καθόλου καὶ ἡ μερική, ἡ μὲν ὡς ἀντιφατικῶς ἀντικειμένη, ἡ δὲ ὡς ἐναντίως. διὰ ταῦτα οὖν καὶ τῇ ‘παντί‘ τεθείσῃ [ἀδύνα‐ τόν τι] ἠκολούθησε τὸ ἀδύνατον οὐχ ὡς ἀντιφατικῇ ἀλλ’ ὡς ἐναντίᾳ. μόνως ἄρα ἐστὶ συναγόμενον τὸ ἀντικείμενον τῷ ‘ἀνάγκη τινί‘, ὅπερ ἐστὶ τὸ ‘οὐκ
5ἀνάγκη τινί‘, ὅπερ ταὐτόν ἐστι τῷ ‘οὐδενὶ ἐξ ἀνάγκησ‘. διαφέρει δὲ τὸ ‘οὐδενὶ ἐξ ἀνάγκησ‘ καὶ τὸ ‘ἐνδέχεται μηδενί‘· καὶ διὰ τοῦτο ἔφην, ὅτι τὸ ‘ἐνδέχεται μηδενί‘ συναγόμενον ἐν τούτῳ τῷ συλλογισμῷ οὐκ ἔστι τοῦ κατὰ τὸν ὁρισμὸν ἐνδεχομένου ἀλλὰ τοῦ ‘οὐδενὶ ἐξ ἀνάγκησ‘. Ἐπὶ πλέον δέ ἐστι τό ‘οὐδενὶ ἐξ ἀνάγκησ‘ τοῦ ‘ἐνδέχεται μηδενί‘. καὶ
10ὅτι τοῦτό ἐστι, δείξομεν καὶ λογικώτερον καὶ διὰ παραδειγμάτων. καὶ λογικώ‐ τερον μὲν δι’ αὐτῶν τῶν προτάσεων οὕτως· τῇ ‘ἐνδέχεται μηδενί‘ ἀντίκειται ἥ τε ‘ἀνάγκη τινί‘ καὶ ἡ ‘ἀνάγκη μὴ παντί‘, ὡς εἴρηται· ἐφ’ ὧν γὰρ ἐκείνη ψεύδεται, αὗται ἀληθεῖς, καὶ ἀνάπαλιν. τῷ δὲ ‘οὐκ ἀνάγκη τινί‘, ὅπερ ταὐτόν ἐστι τῷ ‘οὐδενὶ ἐξ ἀνάγκησ‘, ἀντίκειται μόνη ἡ ‘ἀνάγκη τινί‘· ὥστε καὶ ἐν‐
15ταῦθα, ἐφ’ ὧν ἡ ἑτέρα ψευδής, ἡ ἑτέρα ἀληθής, καὶ ἔμπαλιν. εἰ τοίνυν τῇ ‘ἐνδέχεται μηδενί‘ δύο μάχονται τοῦ ἀναγκαίου προτάσεις, ἥ τε ‘ἀνάγκη τινί‘ καὶ ἡ ‘ἀνάγκη μὴ παντί‘, τῇ δὲ ‘οὐκ ἀνάγκη τινί‘, ἥτις ἰσοδυναμεῖ τῇ ‘οὐ‐ δενὶ ἐξ ἀνάγκησ‘, ἡ ἑτέρα τούτων μόνον ἡ ‘ἀνάγκη τινί‘, ἐφ’ ὧν ἄρα αἱ δύο προτάσεις, ἥ τε ‘ἀνάγκη τινί‘ καὶ ἡ ‘ἀνάγκη μὴ παντί‘, ἀληθεῖς, ἐπὶ
20τούτων ἡ ‘ἐνδέχεται μηδενί‘ ψευδής· ἐφ’ ὧν δὲ ἡ ‘ἀνάγκη τινί‘ ἀληθής, ἐπὶ τούτων μόνον ἡ ‘οὐκ ἀνάγκη τινί‘ ψευδής, ἥτις ἰσοδυναμεῖ τῇ ‘οὐδενὶ ἐξ ἀνάγκησ‘. ἐπ’ ἐλαττόνων ἄρα ψεύδεται ἡ ‘οὐκ ἀνάγκη τινί‘ τῆς ‘ἐνδέχεται μηδενί‘· εἰ δὲ ἐπ’ ἐλαττόνων ψευδὴς ἡ ‘οὐκ ἀνάγκη τινί‘, ἐπὶ πλειόνων ἀληθής. ὅτι δὲ μόνη ἡ ‘ἀνάγκη τινί‘ μάχεται τῇ ‘οὐκ ἀνάγκη τινί‘, οὐκέτι
25δὲ καὶ ἡ ‘ἀνάγκη μὴ παντί‘, δῆλον ἐξ ὧν καὶ συναληθεύουσιν ἐπί τινων ὅρων ὡς ἐπὶ τοῦ περιπατεῖν καὶ τοῦ ζώου. καὶ γὰρ τὸ λέγειν, ὅτι οὐκ ἀνάγκη τινὶ ζώῳ τὸ περιπατεῖν ὑπάρχειν, ἀληθές (οὐδὲν γὰρ ζῶον ἐξ ἀνάγκης περιπατεῖ), καὶ πάλιν τὸ λέγειν, ὅτι ἀνάγκη μὴ παντὶ ζώῳ τὸ περιπατεῖν ὑπάρχειν, ἀληθὲς διὰ τὰ ἑρπετά· οὐδὲν γὰρ τῶν ἑρπετῶν περιπατεῖ. οὕτως μὲν οὖν κοινῷ
30λόγῳ δεδείχθω ἐπὶ πλεῖον οὖσα τῆς ‘ἐνδέχεται μηδενί‘ ἡ ‘οὐδενὶ ἐξ ἀνάγκησ‘. δειχθήσεται δὲ καὶ τοῖς παραδείγμασι, λέγω δὲ διὰ τῶν ὅρων αὐτῶν. πάλιν γὰρ ἐπὶ τοῦ ζώου καὶ τοῦ περιπατεῖν τὸ μὲν εἰπεῖν ‘οὐδενὶ ἐξ ἀνάγκης ζώῳ 〈τὸ περιπατεῖν ὑπάρχει‘ ἀληθεύει καὶ ἐπὶ τῶν περιπατούντων ζώων〉 καὶ ἐπὶ τῶν ἑρπετῶν· οὐκ ἔστι γὰρ ἀναγκαῖον τούτοις περιπατεῖν. τὸ δὲ ‘ἐνδέχεται
35μηδενὶ ζώῳ τὸ περιπατεῖν‘ οὐκ ἔστιν ἀληθὲς ἐπὶ πάντων ἀλλ’ ἐπὶ τῶν περι‐ πατούντων· ἐπὶ δὲ τῶν ἑρπετῶν οὐκ ἔστιν ἀληθές, διότι, ἐφ’ ὧν τὸ ‘ἐνδέ‐ χεται μηδενί‘, ἐπὶ τούτων καὶ τὸ ‘ἐνδέχεται παντί‘ ἀληθές· εἰ τοίνυν τὸ ‘ἐνδέχεται παντί‘ ἐπὶ τῶν ἑρπετῶν ψεῦδος, δηλονότι καὶ τὸ ‘ἐνδέχεται μηδενί‘.
ἐπὶ πλειόνων ἄρα τὸ ‘οὐδενὶ ἐξ ἀνάγκησ‘ ἀληθεύει τοῦ ‘ἐνδέχεται μηδενί‘.38

23,3

39

Δυνατὸν δὲ καὶ τὴν ἐκ δύο καταφατικῶν συζυγίαν δεῖξαι τῷ αὐτῷ τρόπῳ μὴ κατὰ τὸν διορισμὸν ἐνδεχόμενον συνάγουσαν ἀλλὰ καὶ ταύτην τὸ ἥμισυ τοῦ ἐνδεχομένου συνάγουσαν. ὑποκείσθω δὲ πρῶτον ἡμῖν τὸ διάγραμμα. εἰ γὰρ τὸ Α παντὶ τῷ Β ὑπαρχόντως, τὸ δὲ Β παντὶ τῷ Γ ἐνδεχομένως, τὸ Α
5ἄρα παντὶ τῷ Γ ἐνδεχομένως ὑπάρχει. εἰ δὲ τοῦτο ψεῦδος, ἀληθὲς τὸ ‘οὐκ ἐνδέχεται παντί‘, ὅπερ ἰσοδυναμεῖ τῷ ‘ἀνάγκη μὴ παντί‘. εἰ τοίνυν τὸ μὲν Α τῷ Γ ἀνάγκη μὴ παντί, τὸ δὲ Β τῷ Γ ὑπάρχει μεταληφθείσης τῆς ἐνδεχομένης, τὸ ἄρα Α τῷ Β ὑπάρχει οὐ παντί· 〈ἦν δὲ καὶ παντί·〉 τὸ αὐτὸ καὶ παντὶ καὶ οὐ παντί, ὅπερ ἀδύνατον. ψεῦδος ἄρα τὸ ‘οὐκ ἐνδέχεται παντί‘· ἀληθὲς δὲ τὸ ‘ἐν‐
10δέχεται παντί‘, ὅπερ ἔδει δεῖξαι. ἔστιν οὖν καὶ ἐνταῦθα ὁμοίως δεῖξαι, ὅτι τὸ ‘ἐνδέχεται παντί‘ οὐκ ἔστι τὸ κατὰ τὸν διορισμὸν ἐνδεχόμενον ἀλλ’ ἥμισυ τούτου. εἰ γὰρ μάχεται τῇ ‘ἐνδέχεται παντί‘ ὡς καταφάσει ἀπόφασις ἡ ‘οὐκ ἐνδέχεται παντί‘, μάχονται δὲ αὐτῇ 〈καὶ〉 αἱ δύο τοῦ ἀναγκαίου μερικαὶ προτά‐ σεις, ἡ μὲν ‘ἀνάγκη μὴ παντί‘ δι’ ἑαυτὴν ὡς κατὰ πάντα ἀντικειμένην, μά‐
15χεται δὲ καὶ ἡ ‘ἀνάγκη τινί‘ διὰ τὴν ‘ἐνδέχεται μηδενί‘ ὡς ἰσοδυναμοῦσαν αὐτῇ, περιέξει ἄρα ἡ ‘οὐκ ἐνδέχεται παντί‘ τὰς δύο τοῦ ἀναγκαίου μερικάς. εἰ γὰρ αἱ δύο μερικαὶ τοῦ ἀναγκαίου μάχονται τῇ ‘ἐνδέχεται παντί‘, μάχεται δὲ αὐτῇ 〈καὶ〉 ἡ ‘οὐκ ἐνδέχεται παντί‘, περιέξει αὕτη ἄρα τὰς δύο. πάλιν τῶν δύο τούτων λαμβανομένων ἐν τῷ συλλογισμῷ, τῇ μὲν ‘ἀνάγκη μὴ παντί‘
20ὑποτεθείσῃ εὑρήκαμεν ἀδύνατόν τι ἀκολουθοῦν, ὥστε τὸ ἀντικείμενον αὐτῇ εἶναι τὸ συναγόμενον· τῇ δὲ ‘ἀνάγκη τινί‘ ὑποτεθείσῃ οὐδὲν ἀδύνατον ἀκο‐ λουθεῖ, ὥστε οὐ συνάγεται τὸ ἀντικείμενον. ὅτι γὰρ οὐδὲν ἀδύνατον αὐτῇ ὑποτεθείσῃ ἀκολουθεῖ, δῆλον· εἰ γὰρ τὸ Α ἀνάγκη τινὶ τῷ Γ, τὸ δὲ Β παντὶ τῷ Γ ὑπαρχόντως, τὸ ἄρα Α τινὶ τῷ Β ὑπάρχει· ἦν δὲ καὶ παντί, καὶ οὐδὲν
25ἀδύνατον τὸ αὐτὸ καὶ παντὶ καὶ τινί. μόνως ἄρα συνάγεται τὸ ἀντικείμενον τῷ ‘ἀνάγκη μὴ παντί‘· τὸ δὲ ‘ἀνάγκη μὴ παντί‘ ἥμισυ ἦν τοῦ ‘οὐκ ἐνδέ‐ χεται παντί‘· τὸ ἄρα ἀντικείμενον τῷ ἡμίσει τοῦ ‘οὐκ ἐνδέχεται παντί‘ ἐστὶ τὸ συναγόμενον. πῶς οὖν οὐκ εἴπομεν τοῦτο ἐπὶ ταύτης τῆς συζυγίας, ἀλλ’ ἐπὶ τῆς στερητικῆς μόνης; ἀκόλουθα, φήσαιμι ἄν, ποιῶν ἐμαυτῷ, ἐπειδὴ τὴν
30μὲν ἀποφατικὴν ἐνδεχομένην μεταλαμβάνω εἰς τὴν καταφατικὴν 〈τὴν δὲ κατα‐ φατικὴν〉 οὐκέτι εἰς τὴν ἀποφατικήν, διὰ τοῦτο ἐπὶ μόνης τῆς στερητικῆς, ἐπειδὴ τὸ συμπέρασμα ἀποφατικὸν ἦν ἐνδεχόμενον κατὰ τὰς ἐνταῦθα παρα‐ λαμβανομένας προτάσεις, λέγω δὲ τὸ ἐνδέχεσθαι μηδενί, καὶ διὰ τοῦτο εὑρί‐ σκομεν αὐτῷ μαχομένας τὰς δύο τοῦ ἀναγκαίου μερικὰς προτάσεις, τὴν μὲν
35δι’ ἑαυτὴν τὴν δὲ διὰ τὴν ‘ἐνδέχεται [μὴ] παντί‘, ἐπειδὴ λαμβάνομεν ἰσοδυνα‐ μοῦσαν τὴν ‘ἐνδέχεται μηδενί‘ τῇ ‘ἐνδέχεται παντί‘. ἐπειδὴ οὖν ἐνταῦθα
εὑρίσκομεν τὰς τοῦ ἀναγκαίου δύο μερικὰς ἀντικειμένας τῇ ‘ἐνδέχεται μηδενί‘39

23,3

40

καὶ διὰ τοῦτο περιεχομένας ὑπὸ τῆς ταύτης ἀποφατικῆς τῆς ‘οὐκ ἐνδέχεται μηδενί‘ καὶ εὑρίσκομεν τὸ ἀντικείμενον μόνῳ τῷ ἑτέρῳ τῶν μερικῶν προτά‐ σεων συναγόμενον, διὰ τοῦτο ἐλέγομεν τὸ ἥμισυ τοῦ ἐνδεχομένου μόνον συνά‐ γεσθαι. ἐπειδὴ δὲ ἐν τῇ κατηγορικῇ συζυγίᾳ καταφατικὸν ἐνδεχόμενόν ἐστι
5τὸ συμπέρασμα, οὐ μεταλαμβάνεται δὲ ἡ κατάφασις εἰς τὴν ἀπόφασιν, δῆλον ἄρα, ὅτι ἡ μία μόνη τοῦ ἀναγκαίου μερικὴ πρότασις ἀντίκειται τῷ συμπερά‐ ματι ἡ ‘ἀνάγκη μὴ παντί‘, ὥστε ἡ ‘οὐκ ἐνδέχεται παντί‘ αὐτὴν μόνην περιέξει· τιθεμένῃ δὲ ταύτῃ ἀδύνατόν τι ἠκολούθει· δῆλον ἄρα, ὅτι τὸ ἀντι‐ κείμενον αὐτῇ ἐστιν ἀληθές. ἔστι δὲ αὕτη οὐχ ἥμισυ τοῦ ἐνδεχομένου ἀλλ’
10ὅλον· καὶ ἡ ἀντικειμένη ἄρα οὐχ ἥμισυ ἔσται τοῦ ἐνδεχομένου. εἰκότως ἄρα ἐπὶ τῆς καταφατικῆς συζυγίας οὐκ εἶπον συνάγεσθαι τοῦ ἐνδεχομένου τὸ ἥμισυ. Καὶ ταῦτα μὲν μέχρι τούτου. ἐπανακτέον δὲ πάλιν τὸν λόγον ἐπὶ τὴν προκειμένην συμπλοκὴν ἔχουσαν ὧδε· εἰ τὸ Α τῷ Β μηδενὶ ὑπαρχόντως, τὸ δὲ Β τῷ Γ ἐνδεχομένως παντί, τὸ Α τῷ Γ ἐνδέχεται μηδενί. εἰ γὰρ μή,
15τὸ ἀντικείμενον τὸ ‘οὐκ ἐνδέχεται μηδενὶ τὸ Α τῷ Γ‘, ὃ μεταληπτέον εἰς τὸ ‘ἐξ ἀνάγκης τινί‘. ἀλλὰ καὶ τὸ Β τῷ Γ παντὶ ὑπαρχόντως· μετειλήφθω γὰρ πάλιν τὸ ἐνδεχόμενον εἰς τὸ ὑπάρχον. γίνεται οὖν ἐν τρίτῳ σχήματι ἐξ ἀναγκαίας ἐπὶ μέρους καταφατικῆς τῆς μείζονος καὶ ὑπαρχούσης καθόλου καταφατικῆς τῆς ἐλάττονος ἐπὶ μέρους καταφατικὸν ὑπάρχον, ὡς ἐδείχθη,
20συμπέρασμα. ἀλλὰ μὴν ἀδύνατον τὸ τὸ Α τῷ Β τινὶ ὑπάρχειν· ἔκειτο γὰρ μηδενὶ ὑπάρχειν. τὸ δὴ ἀδύνατον τοῦτο πάλιν οὐ παρὰ τὸ μεταλαμβάνειν ἡμᾶς τὴν καθόλου καταφατικὴν ἐνδεχομένην εἰς τὴν καθόλου καταφατικὴν ὑπάρ‐ χουσαν συνήχθη· τοῦτο γὰρ εἰ καὶ ψεῦδος, ἀλλ’ οὐκ ἀδύνατον· τὸ δ’ ἀδύ‐ νατον ἀδυνάτῳ ἐδείχθη ἑπόμενον· παρὰ τὴν ὑπόθεσιν ἄρα τὴν ‘οὐκ ἐνδέχεται
25μηδενί‘· ἀληθὲς ἄρα τὸ ‘ἐνδέχεται μηδενί‘. τὸ συμπέρασμα δὲ τοῦτο τὸ ἐνδέχεσθαι μηδενὶ οὐκ ἔστι τοιούτου ἐνδεχομένου, οἵουπερ ἡμεῖς ἐξ ἀρχῆς ὡρισάμεθα· τοῦτο δὲ ἦν, ὃ ἀντιστρέφουσαν εἶχε τὴν ‘μηδενί‘ πρὸς τὴν ‘παντί‘. τοῦτο δὲ τὸ συμπέρασμα οὐκ ἔστι τοιοῦτον. ὅτι γὰρ οὐ δύναται ἀντιστρέφειν πρὸς τὴν ‘παντί‘, ἐδείξαμεν ἤδη θέντες τὸ ἀντικείμενον τῷ ‘ἐνδέχεται παντί‘
30(λέγω δὴ τὸ ‘ἀναγκαῖον μὴ παντί‘) καὶ μηδὲν αὐτῷ εὑρηκότες ἄτοπον ἀκολουθοῦν, ἵνα οὕτως κατασκευάσωμεν τὸ ἀντικείμενον· ὥστε οὐ δύναται συμπεραίνεσθαι τὸ 〈ἀντικείμενον τῷ〉 ‘ἀνάγκη μὴ παντί‘. εἰ δὲ μὴ συμπεραίνεται, οὐκ ἄρα ἰσο‐ δυναμεῖ ἐνταῦθα τὸ συναχθὲν συμπέρασμα, λέγω δὲ τὸ ἐνδέχεσθαι μηδενί, τῷ ἐνδέχεσθαι παντί· τὸ δὲ κατὰ τὸν διορισμὸν ἐνδεχόμενον ἰσοδυναμούσας ταύτας
35εἶχε τὰς προτάσεις. οὐκ ἄρα τοῦ κατὰ τὸν ὁρισμὸν ἐνδεχομένου τοῦτό ἐστι τὸ συμπέρασμα ἀλλὰ τοῦ μηδενὶ ἐξ ἀνάγκης. τίς δὲ ἡ φύσις τούτου πρὸς τὸ ‘ἐνδέχεται μηδενί‘, εἴπομεν. καὶ ὅτι τοῦτό ἐστι τὸ συναγόμενον, δῆλον· τῇ γὰρ εἰς ἀδύνατον ἀπαγωγῇ βουλόμενοι κατασκευάσαι τὸ ‘ἐνδέχεται μηδενί‘ καὶ λαβόντες τὸ ἀντικείμενον αὐτῷ τὸ ‘οὐκ ἐνδέχεται μηδενί‘, ὅπερ ταὐτόν
40ἐστι τῷ ‘ἀνάγκη τινί‘, εἰς ὃ μετελάβομεν διὰ τὸ σαφές, ὑποθέμενοι οὖν τὸ40

23,3

41

‘ἀνάγκη τινί‘ εὕρομεν ἀδύνατόν τι ἀκολουθοῦν. οὐκοῦν πᾶσα ἀνάγκη τὸ ἀντικείμενον τούτῳ ἀληθὲς εἶναι τὸ ‘ἐξ ἀνάγκης οὐδενί‘· τοῦτο γὰρ τῷ ‘ἐξ ἀνάγκης τινί‘ ἀντίκειται· τὸ γὰρ ‘ἐξ ἀνάγκης οὐδενί‘ ταὐτὸν τῷ ‘οὐκ ἀνάγκη τινί‘. ἀνάγκη γὰρ πᾶσα, ὅταν συλλογισμὸν διὰ τοῦ ἀδυνάτου δείκνυμεν, τὴν
5ἀντικειμένην φάσιν, τουτέστι πρότασιν, τῇ ὑποθέσει, ᾗ ἀδύνατόν τι ἠκολούθησε, ταύτην εἶναι ἀληθῆ. Ἔτι δὲ καὶ ὅρους ἐκθετέον, δι’ ὧν δείκνυται τέως μέν, ὅτι οὐ συνάγε‐ ται τὸ ‘ἐνδέχεται μηδενί‘· κόραξ, διανοούμενον, ἄνθρωπος· κόραξ οὐδενὶ δια‐ νοουμένῳ ὑπαρχόντως, διανοούμενον παντὶ ἀνθρώπῳ ἐνδέχεται, καὶ κόραξ
10οὐδενὶ ἀνθρώπῳ ἐξ ἀνάγκης· ὥστε τέως ἔχομεν διὰ τούτων, ὅτι οὐ συνάγεται τὸ ἐνδεχόμενον. ἀλλ’ οὐδὲ τὸ ἀναγκαῖον ἀεί· οἷον κινούμενον οὐδεμιᾷ ἐπι‐ στήμῃ ὑπάρχει, ἐπιστήμη παντὶ ἀνθρώπῳ ἐνδέχεται, καὶ κινούμενον οὐδενὶ ἀνθρώπῳ ἐξ ἀνάγκης ὑπάρχει. ὥστε, εἰ μήτε ἀεὶ ἐνδεχόμενόν ἐστι τὸ συμ‐ πέρασμα μήτε ἀναγκαῖον ἀεί, εἰκότως εἴρηται, ὅτι τὸ ‘οὐδενὶ ἐξ ἀνάγκησ‘ ἐστὶ
15τὸ συναγόμενον. πλὴν ὅτι οὔτε τούτους οὔτε τοὺς πρὸ τούτων καλῶς ἐλάβομεν ὅρους. καὶ διὰ τοῦτο βέλτιον αὐτοὺς ληπτέον, βαδίζον, ἀλλοιούμενον, ζῶον· βαδίζον οὐδενὶ ἀλλοιουμένῳ ὑπαρχέτω, ἀλλοιούμενον παντὶ ζώῳ ἐνδεχομένως, καὶ βαδίζον οὐδενὶ ζώῳ ἐξ ἀνάγκης. οὐ γὰρ ἀληθὲς τὸ μηδενὶ ζώῳ λέγειν τὸ βαδίζειν ἐνδέχεσθαι, ἐπειδή, ἐφ’ ὧν τὸ ‘μηδενί‘ ἀληθεύει, ἐπὶ τούτων
20καὶ τὸ ‘παντὶ ἐνδέχεται‘· οὐ πάντα δὲ τὰ ζῶα βαδίζει· οὐδὲ γὰρ τὰ ἑρπετά· ὥστε διὰ τοῦτο οὐκ ἀληθὲς ἐπὶ τούτων τὸ εἰπεῖν μηδενὶ ἐνδέχεσθαι. μόνως ἄρα ἀληθὲς τὸ ‘οὐδενὶ ἐξ ἀνάγκης ζώῳ τὸ βαδίζειν ὑπάρχει‘· ἀληθὲς γὰρ καὶ ἐπὶ τῶν ἑρπετῶν, ὅτι οὐδενὶ αὐτῶν ἐξ ἀνάγκης τὸ βαδίζειν ὑπάρχει, ὥσπερ δὴ καὶ πρὸ τούτου εἴπομεν. ὥστε τέως εἴχομεν διὰ τούτων, ὅτι οὐ συνάγε‐
25ται τὸ ἐνδεχόμενον. Ἐὰν δὲ ἡ μὲν μείζων καθόλου ᾖ καταφατικὴ ὑπάρχουσα ἡ δὲ ἐλάττων καθόλου ἀποφατικὴ ἐνδεχομένη, μενούσης μὲν τῆς ἐλάττονος ἀποφατικῆς οὐδὲν συναχθήσεται· μεταληφθείσης δὲ αὐτῆς εἰς τὸ καταφατικόν, ἐπεὶ τὸ μηδενὶ ἐνδεχόμενον καὶ παντὶ ἐνδέχεται (ἀντιστρέφει γὰρ ἀλλήλοις), ἔσται συλλογι‐
30σμός, ὥσπερ καὶ ἐν τοῖς ἔμπροσθεν ἐδείχθη, ἐν οἷς ἐκ μὲν τῶν κειμένων οὐδὲν συνήγετο, μεταληφθέντος δὲ τοῦ ἐνδεχομένου ἀποφατικοῦ εἰς ἐνδεχό‐ μενον καταφατικὸν ἐγίνετο. ἔσται γὰρ συμπέρασμα καθόλου καταφατικὸν ἐνδε‐ χόμενον οὔσης τῆς συζυγίας ἐκ καθόλου καταφατικῆς ἐνδεχομένης τῆς ἐλάτ‐ τονος, καθὰ δεδεῖχθαι δοκεῖ. εἰ μὲν οὖν ἡ μείζων καταφατικὴ ᾖ [ἢ]
35ὑπάρχουσα, δῆλον ὅτι ἀντιστραφείσης τῆς ἐλάττονος γενήσεται συμπέρασμα τοιοῦτον, οἷον ἐγίνετο καὶ ἐκ τῶν δύο καταφατικῶν. εἰ δὲ ἀποφατικὴ καὶ ἡ μείζων ᾖ, πάλιν ἀντιστραφείσης τῆς ἐλάττονος εἰς τὴν καταφατικὴν τὸ συμπέρασμα ἕξουσιν, οἷον ἡ ἐκ τῆς μείζονος ἀποφατικῆς ὑπαρχούσης τῆς δὲ ἐλάττονος καταφατικῆς ἐνδεχομένης, λέγω δὴ τὸ ‘οὐδενὶ ἐξ ἀνάγκησ‘· καὶ ὅσα
40ἁπλῶς εἴρηται ἐπ’ ἐκείνων, ταῦτα καὶ ἐπὶ τούτων λεχθήσεται. ἐὰν δὲ ἀπο‐
φατικὴ ὑπάρχουσα ἡ ἐλάττων ᾖ, οὐδεὶς ἔσται συλλογισμός, κἄν τε ἐνδεχομένη41

23,3

42

καταφατικὴ ἡ μείζων κἄν τε ἐνδεχομένη ἀποφατική. καὶ τοῦτο, ὅτι οὕτως ἔχει, δεικτέον πάλιν τῇ τῶν ὅρων παραθέσει· οἷον τοῦ μὲν παντὶ λευκόν, ζῶον, χιών, τοῦ δὲ μηδενὶ λευκόν, ζῶον, πίσσα. ἀληθέστερον δ’ ἂν αἱ προτάσεις κατὰ τὴν ἐκκειμένην συζυγίαν ἔχοιεν, εἰ λάβοιμεν ὅρους ἐπὶ μὲν
5τοῦ παντὶ ὑπάρχειν κινεῖσθαι, λευκόν, περιπατεῖν· κινεῖσθαι παντὶ καὶ οὐδενὶ λευκῷ ἐνδέχεται, λευκὸν οὐδενὶ περιπατοῦντι ὑπαρχόντως, καὶ τὸ κινεῖσθαι ἐξ ἀνάγκης παντὶ περιπατοῦντι. τοῦ δὲ μηδενὶ κινεῖσθαι, λευκόν, ἑστώς· κινεῖ‐ σθαι παντὶ καὶ οὐδενὶ λευκῷ 〈ἐνδέχεται〉, λευκὸν οὐδενὶ ἑστῶτι ὑπαρχόντως, καὶ κινεῖσθαι οὐδενὶ ἑστῶτι ἐξ ἀνάγκης.
10 Φανερὸν μὲν οὖν, ὅτι καθόλου τῶν ὅρων ὄντων καὶ τῆς μὲν ὑπάρχειν τῆς δὲ ἐνδέχεσθαι λαμβανομένης τῶν προτάσεων, ὅταν ἡ πρὸς τὸ ἔλαττον ἄκρον ἐνδέχεσθαι λαμβάνηται πρότασις, ἀεὶ γίνεται συλλογισμός, πλὴν ὁτὲ μὲν ἐξ αὐτῶν, ὁτὲ δὲ ἀντιστραφείσης τῆς προτάσεως. τὸ δὲ ἐξ αὐτῶν εἰπὼν οὐ τοῦτό φημι, ὅτι τῇ δι’ εὐθείας δείξει (πάντες γὰρ ἐδείχθησαν τῇ μετα‐
15λήψει τοῦ ἐνδεχομένου εἰς τὸ ὑπάρχον καὶ τῇ εἰς ἀδύνατον ἀπαγωγῇ), ἀλλ’ ὅτι οἱ φυλάξαντες τὸ ἴδιον ποιόν, οἷοι ἦσαν οἱ ἔχοντες τὴν ἐλάττονα καταφα‐ τικήν. οἱ δὲ ἄλλοι οὐ δι’ ἑαυτῶν ἐδείχθησαν, ἀλλὰ μετελήφθησαν ἐξ ἀπο‐ φατικῶν εἰς καταφατικάς. τί οὖν, φήσειεν ἄν τις, οὐχὶ καὶ ἐπ’ ἐκείνων πάντων μετελαμβάνομεν τὸν ἐνδεχόμενον τρόπον εἰς τὸν ὑπάρχοντα, ὥσπερ
20καὶ ἐπὶ τούτων τὴν ἀπόφασιν εἰς τὴν κατάφασιν, ὥστε οὐδ’ ἐκεῖνοι δι’ ἑαυτῶν ἐδείχθησαν; τί οὖν εἴποιμι ἄν; ὥσπερ οἱ ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι συλλογισμοὶ ἀνήγοντο εἰς τὸ πρῶτον σχῆμα, οὐχ ὡς οὐκ ἔχοντες ἀφ’ ἑαυτῶν τὸ ἀναγκαῖον (οὐδὲν γὰρ ἧττον, εἰ μὴ ἀνηνέχθησαν εἰς τὸ πρῶτον σχῆμα, εἶχον ἐξ ἀνάγκης τὸ συμπέρασμα ἑπόμενον), ἀλλὰ διὰ τοῦτο καὶ μόνον ἀνή‐
25γοντο ὥστε σαφεστέραν ἡμῖν τὴν δεῖξιν διὰ τῶν γνωριμωτέρων γενέσθαι, οὕτω φημὶ καὶ ἐπὶ τῆς μεταλήψεως τοῦ ἐνδεχομένου εἰς τὸ ὑπάρχον, ὅτι, κἂν μὴ μετελήφθησαν αἱ προτάσεις, οὐδὲν ἧττον τὸ συμπέρασμα εἶχον ἑπόμενον. ἀλλ’ ἐπειδὴ ἄδηλος τέως ἡμῖν ἡ μῖξις τοῦ ἀναγκαίου καὶ ἐνδεχομένου, διὰ τοῦτο γνωριμωτέραν ποιοῦντες τὴν διδασκαλίαν μετελάβομεν τὴν ἐνδεχομένην εἰς τὴν
30ὑπάρχουσαν. ἐν μέντοι ταῖς ἐχούσαις τὴν ἐλάττονα ἀποφατικὴν οὐχ ἁπλῶς διὰ τὴν σαφήνειαν τῆς διδασκαλίας ἡ μετάληψις γίνεται, ἀλλ’ ὅτι φυλαττομένης τῆς ἀποφατικῆς τὸ ὅσον ἐπ’ αὐτῇ ἀσυλλόγιστός ἐστιν ἡ συζυγία· ἐπειδὴ δὲ οὐκ ἀδύνατόν ἐστιν μεταλαμβάνειν αὐτὴν εἰς καταφατικήν, μεταλαμβανομένη ποιεῖ τὴν συζυγίαν συλλογιστικήν. πότε δὲ ἕκαστον αὐτῶν καὶ δι’ ἣν αἰτίαν,
35εἰρήκαμεν, ὅτι δι’ ἑαυτῶν μὲν δείκνυνται, ὅτε ἔχουσι τὴν ἐλάττονα καταφατικὴν εἴτε ὑπάρχουσαν εἴτε ἐνδεχομένην, δι’ ἀντιστροφῆς δέ, ὅτε ἡ ἐλάττων ἐστὶν ἀποφατικὴ ἐνδεχομένη· δι’ ἣν δὲ αἰτίαν, ὅτι τῶν μὲν συλλογιστικῶν συζυγιῶν χαρακτηριστικὸν τὸ ἐν πρώτῳ σχήματι τὴν ἐλάττονα εἶναι καταφατικήν, καὶ ὅτι ἡ ἀποφατικὴ ἐνδεχομένη κατὰ τὸν ἐνδεχομένου προσδιορισμὸν δύναται
40μεταληφθῆναι εἰς τὴν καταφατικήν.42

23,3

43

Ἐὰν δὲ ἡ μὲν μείζων τῶν προτάσεων καθόλου ἐνδεχομένη ἡ δὲ ἑτέρα 〈ἡ〉 ἐλάττων μερικὴ ᾖ καταφατικὴ ὑπάρχουσα, τῆς μείζονος εἴτε καταφατικῆς εἴτε ἀποφατικῆς οὔσης συλλογισμὸς γίνεται, ὥσπερ ἐγίνετο καὶ ἐπὶ τῶν τοιούτων καθόλου προτάσεων, τουτέστιν ἐνδεχόμενον ἔσται τὸ συμπέρασμα. δείκνυνται
5καὶ οὗτοι οἱ συλλογισμοὶ τῇ αὐτῇ δείξει, διὰ τοῦ κατὰ παντὸς καὶ τοῦ κατὰ μηδενός. εἰ γὰρ τὸ Α παντὶ τῷ Β ὑπάρχειν ἐνδέχεται, τὸ δὲ Β τινὶ τῷ Γ ὑπαρχόντως μόνον, καὶ τὸ Α ἄρα τινὶ τῷ Γ ἐνδεχομένως ὑπάρχει. ἐπεὶ γὰρ [γὰρ] τὸ Α ἐνδεχομένως παντὶ τῷ Β, πᾶσιν ἄρα τοῖς μέρεσιν αὐτοῦ ἐνδεχομένως ὑπάρ‐ χει· τὶ δὲ τῶν τοῦ Γ μέρος αὐτοῦ ἐστι· τὸ Α ἄρα ἐνδεχομένως 〈τινὶ〉 τῷ Γ
10ὑπάρχει. ὁμοίως δὲ ἔχει καὶ ἐπὶ τῆς ἀποφατικῆς. ὅροι δὲ ὑπνοῦν, περιπατοῦν, ζῶον· τὸ ὑπνοῦν παντὶ περιπατητικῷ ἐνδεχομένως ὑπάρχει ἢ οὐχ ὑπάρχει, περι‐ πατητικὸν τινὶ ζώῳ ὑπαρχόντως, καὶ συνάγεται ‘τὸ ὑπνοῦν τινὶ ζώῳ ἐνδέχεται‘. Ὅταν δὲ ἡ μὲν καθόλου ὑπάρχουσα ᾖ ἡ δὲ ἐλάττων ἐνδεχομένη, ὥσπερ ἐπὶ τῶν καθόλου συζυγιῶν τὰς οὕτως ἐχούσας ἐλέγομεν πάσας συλλογιστικὰς εἶναι,
15ὅπως ἂν κατὰ ποιὸν ἔχωσιν, οὕτω καὶ ἐπὶ τούτων φημί, καὶ ἁπλῶς εἰπεῖν, οἷα εἶχον συμπεράσματα αἱ καθόλου συζυγίαι, τὰ αὐτὰ ταῦτα ἕξουσι καὶ αἱ ὁμοίως ἐκείναις κατὰ τὸ ποιὸν ἔχουσαι μερικαί. ἀτελεῖς δέ εἰσι καὶ αὗται πᾶσαι αἱ συζυ‐ γίαι ὥσπερ καὶ αἱ καθόλου αἱ ὁμοίως αὐταῖς ἔχουσαι, διότι οὐκ ἐκ τοῦ κατὰ παν‐ τὸς καὶ τοῦ κατὰ μηδενὸς δείκνυνται ἀλλὰ δεόνται τῆς 〈διὰ〉 τοῦ ἀδυνάτου δείξεως
20πᾶσαι· πλὴν οἱ μὲν διὰ τοῦ ἀδυνάτου δειχθήσονται, οἱ δὲ καὶ διὰ τῆς ἀντιστρο‐ φῆς· καὶ γὰρ οἱ δι’ ἀντιστροφῆς δεικνύμενοι δεόνται καὶ τῆς δι’ ἀδυνάτου δείξεως. δείκνυνται οὖν διὰ μὲν τοῦ ἀδυνάτου μόνον οἱ ἔχοντες τὴν ἐλάττονα καταφατικήν, ὥσπερ καὶ ἐπὶ τῶν καθόλου. εἰ γὰρ τὸ Α παντὶ ἢ μηδενὶ τῷ Α ὑπάρχει, τὸ δὲ Β τῷ Γ τινὶ ἐνδεχομένως, λέγω δή, ὅτι συνάγεται τὸ Α τινὶ ἢ οὐ παντὶ τῷ Γ ἐν‐
25δέχεσθαι ὑπάρχειν, ἐπὶ μὲν τῆς ἐχούσης τὴν μείζονα ἀποφατικὴν τὸ μὴ παντί, ἐπὶ δὲ τῆς ἐχούσης αὐτὴν καταφατικὴν τὸ τινί. εἰ δὲ τοῦτο ψεῦδος, ἀληθῆ τὰ ἀντιφατικῶς ἀντικείμενα, ἐπὶ μὲν τῆς καταφατικῆς τὸ ‘ἐξ ἀνάγκης οὐδενί‘, ἐπὶ δὲ τῆς ἀποφατικῆς τὸ ‘παντί‘. ἀλλ’ ἀμφοτέραις ἀδύνατόν τι ἀκολουθεῖ, ἐπὶ τῆς καταφατικῆς μέν, εἰ τὸ 〈Α〉 ἐξ ἀνάγκης μηδενὶ τῷ Γ κατὰ τὴν ὑπόθεσιν,
30τὸ δὲ Β τῷ Γ ὑπάρχει τινί· μεταληψόμεθα γὰρ πάλιν διὰ τὸ σαφὲς τὴν ἐν‐ δεχομένην εἰς τὴν ὑπάρχουσαν· τὸ Α ἄρα οὐ παντὶ τῷ Β ὑπάρχει· ἦν δὲ καὶ παντί, ὅπερ ἀδύνατον. τὸ ἀδύνατον ἠκολούθησε διὰ τὸ ὑποθέσθαι 〈τὸ Α τῷ Γ ἐξ ἀνάγκης μηδενί· ψεῦδος ἄρα τοῦτο, ἀληθὲς δὲ τὸ κατὰ πάντα ἀντικεί‐ μενον τὸ ‘ἐνδέχεται τὸ Α τῷ Γ〉 τινί‘, ὅπερ ἔδει δεῖξαι. ὁμοίως καὶ ἐπὶ τῆς ἀπο‐
35φατικῆς ἔχει· λέγω γάρ, ὅτι συνάγει τὸ Α τῷ Γ ἐνδέχεσθαι μὴ παντὶ ὑπάρ‐ χειν. εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ κατὰ πάντα ἀντικείμενον τὸ ‘ἀνάγκη παντί‘· ἐπεὶ οὖν τὸ Α τῷ Γ ἀνάγκη παντί, τὸ δὲ Β τῷ Γ ὑπάρχει τινί, τὸ Α τινὶ τῷ Β· ἦν δὲ καὶ μηδενί, ὅπερ ἀδύνατον· ψεῦδος ἄρα τὸ ‘ἀνάγκη παντὶ τῷ Γ τὸ Α‘, ἀληθὲς δὲ τὸ ἐνδέχεσθαι μὴ παντί, ὅπερ ἔδει δεῖξαι. καὶ
40οὗτοι μὲν οἱ διὰ τοῦ ἀδυνάτου μόνου δεικνύμενοι, διὰ δὲ τοῦ ἀδυνάτου καὶ43

23,3

44

τῆς ἀντιστροφῆς οἱ ἔχοντες τὴν ἐλάττονα ἀποφατικήν· ἀντιστραφείσης γὰρ τῆς ἐλάττονος οὕτως ἡ δι’ ἀδυνάτου γίνεται δεῖξις, ὥσπερ καὶ ἐπὶ τῶν πρότερον. σημειωτέον δέ, ὡς διαστήματα τὰς προτάσεις καλοῦμεν, ἐπειδὴ ἐξομοιῶσαι βου‐ λόμεθα τὰ ἐν συλλογισμοῖς τοῖς κατὰ γεωμετρίαν. εἰκότως οὖν ὥσπερ αἱ προτά‐
5σεις ἀνάλογον 〈ἔχουσαι〉 ταῖς γραμμαῖς διαστήματα καλοῦνται ὥσπερ αἱ γραμμαί, οὕτως καὶ οἱ συλλογισμοὶ ἀνάλογον τοῖς σχήμασιν ἔχοντες, διότι ὥσπερ ἐκεῖνα ἐκ γραμμῶν οὕτως καὶ οὗτοι ἐκ προτάσεων σύγκεινται, σχήματα ἐκλήθησαν. Ὅταν δὲ ἡ ἐλάττων πρότασις οὖσα μερικὴ ἀποφατικὴ ὑπάρχουσα ληφθῇ, οὔ φημι ἔσεσθαι συλλογισμόν, καὶ εἰκότως· οὐκέτι γὰρ ἡ μερικὴ ὑπάρχουσα
10ἀποφατικὴ μεταλαμβάνεται εἰς τὴν καταφατικήν. δεικτέον δὲ αὐτήν, ὅτι ἀσυλλόγιστός ἐστι, διὰ τοῦ ἀορίστου, ὥσπερ καὶ ἐν τοῖς ἁπλοῖς συλλογισμοῖς ἐλέγομεν τοῖς ἔχουσι μερικὴν ἀποφατικήν, ὅτι δείκνυνται αἱ τοιαῦται ἀσυλλόγι‐ στοι ἐκ τοῦ ἀόριστον ἔχειν τὴν μερικὴν ἀποφατικήν. ἐπειδὴ γὰρ ἀληθεύει ἢ δι’ ἑαυτὴν ἢ διὰ τὴν καθόλου ἀποφατικήν, ὅταν μὲν δι’ ἑαυτὴν ἀληθεύῃ,
15ὑποδύεται συλλογιστικὴν συζυγίαν τῷ δύνασθαι μεταλαμβάνεσθαι εἰς τὴν κατα‐ φατικήν, διότι, ὃ μὴ ὑπάρχει παντί, τοῦτο τινὶ ὑπάρχει· διὰ τοῦτο ἐκβλητέον αὐτὴν ὡς ἀόριστον. ὅταν δὲ λάβωμεν αὐτὴν διὰ τὴν καθόλου ἀληθεύουσαν, τότε προδήλως ἀσυλλόγιστος οὖσα ἐλέγχεται· συνάγει γὰρ καὶ τὸ παντὶ καὶ τὸ μηδενί. ἔστωσαν οὖν ὅροι τοῦ μὲν παντὶ κινούμενον, λευκόν, βαδίζον· κι‐
20νούμενον παντὶ λευκῷ ἐνδέχεται ὑπάρχειν, λευκὸν ὑπαρχέτω μὴ παντὶ βαδίζοντι, καὶ συνάγεται κίνησις παντὶ βαδίζοντι ἐξ ἀνάγκης. τοῦ δὲ μηδενὶ κίνησις, λευκόν, ἑστώς· κίνησις ἐνδεχομένως παντὶ λευκῷ, λευκὸν μὴ τινὶ βαδίζοντι ὑπαρχόντως, καὶ κίνησις οὐδενὶ ἑστῶτι ἐξ ἀνάγκης. λειπόμεναί εἰσι συζυγίαι αἱ ἔχουσαι τὴν μείζονα μερικὴν τὴν δὲ ἐλάττονα καθόλου, αἵτινες ἀσυλλόγιστοι
25πᾶσαί εἰσιν, ὅπως ἂν ἔχωσι τοῦ τε τρόπου καὶ τοῦ ποιοῦ. ὁμοίως δέ, κἂν μερικαὶ ἀμφότεραι ληφθῶσι, κἂν ἀμφότεραι ἀδιόριστοι ἢ ἡ μὲν μερικὴ ἡ δὲ ἀδιόριστος· καὶ αὗται γὰρ πάλιν, ὅπως ἂν ἔχωσι κατά τε τὸ ποιὸν καὶ τοὺς τρόπους, πᾶσαι ἀσυλλόγιστοί εἰσιν. ἀπόδειξις δὲ τοῦ ἀσυλλογίστους αὐτὰς εἶναι ἡ αὐτή, ἥπερ καὶ ἐπὶ τῶν ἄλλων ἀσυλλογίστων· αὕτη δέ ἐστιν ἡ παραδειγμα‐
30τική. εὑρίσκονται γὰρ ὅροι συνάγοντες καὶ τὸ παντὶ καὶ τὸ μηδενί· ἐφ’ ὧν δὲ καὶ τὸ παντὶ καὶ τὸ μηδενὶ συνήγετο, αὗται ἀσυλλόγιστοι ἦσαν διὰ τὴν ἀοριστίαν. ἔστωσαν οὖν ὅροι πάντων κοινοὶ τοῦ μὲν παντὶ ἐπιστήμη, κινού‐ μενον, γραμματική· ἐπιστήμη τινὶ κινουμένῳ ἐνδεχομένως ὑπάρχει ἢ μὴ ὑπάρχει, κίνησις παντὶ ἢ μηδενὶ γραμματικῷ ὑπαρχέτω, καὶ συνάγεται ἐπι‐
35στήμη παντὶ γραμματικῷ ἐξ ἀνάγκης. τοῦ δὲ μηδενὶ ἐπιστήμη, κίνησις, ἵππος ἢ ἁπλῶς ἄλογον· ἐπιστήμη ἐνδεχομένως τινὶ κινουμένῳ ἢ μὴ παντί, κίνησις ὑπαρχέτω παντὶ ἢ μηδενὶ ἵππῳ, καὶ συνάγεται ἐπιστήμη ἐξ ἀνάγκης οὐδενὶ ἵππῳ. καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. Φανερὸν οὖν, ὅτι τῆς μείζονος προτάσεως καθόλου οὔσης ἀεὶ γίνεται
40συλλογισμός, ὅταν ἡ ἐλάττων καταφατικὴ εἴη. ζητητέον δέ, μή ποτε οἱ ὅροι44

23,3

45

οἱ ληφθέντες εἰς τὸ δεῖξαι τὴν συζυγίαν τὴν ἔχουσαν τὴν ἐλάττονα μερικὴν ἀποφατικὴν ὑπάρχουσαν τῆς μείζονος καθόλου οὔσης ἐνδεχομένης ἀποφατικῆς ἢ καταφατικῆς, ἐὰν οἱ αὐτοὶ ὅροι ληφθῶσι καὶ τῆς ἐλάττονος μερικῆς κατα‐ φατικῆς ὑπαρχούσης οὔσης, δείξουσιν αὐτὴν ἀσυλλόγιστον· συνάξουσι γὰρ καὶ
5τὸ παντὶ καὶ τὸ μηδενὶ ἐξ ἀνάγκης. λέγω γὰρ οὕτως· κίνησις παντὶ λευκῷ ἐνδεχομένως, λευκὸν τινὶ βαδίζοντι ὑπαρχόντως, καὶ συνάγεται κίνησις παντὶ βαδίζοντι ἐξ ἀνάγκης. καὶ τὸ οὐδενὶ οὕτως· κίνησις παντὶ λευκῷ ἐνδεχομένως, λευκὸν ὑπαρχέτω τινὶ ἑστῶτι, καὶ κίνησις οὐδενὶ ἑστῶτι ἐξ ἀνάγκης. ὁμοίως, κἂν ἐνδεχομένως ὑπάρχῃ ἡ μερική, τὰ αὐτὰ πάλιν συμβαίνει, ὥστε ἐκ τῶν
10ὅρων τούτων δειχθήσονται καὶ αὗται ἀσυλλόγιστοι. τί οὖν ἐροῦμεν; εἴπομεν ἤδη, ὅτι δεῖ τὴν μείζονα πρότασιν μὴ ὁρίζεσθαι χρόνῳ ὑπὸ τῆς ἐλάττονος· ὡρί‐ ζετο δὲ χρόνῳ, ὁπηνίκα ὑπερέτεινεν ὁ μέσος ὅρος τὸν μείζονα. εἰ γὰρ τὸ λευκόν, ὅπερ ἐστὶν ὁ μέσος ὅρος, κατηγορεῖται ἐπὶ τοῦ βαδίζοντος καὶ ἐπὶ τοῦ ἑστῶτος, τὸ δὲ κινούμενον, ὁ μείζων, ἐπὶ μόνου τοῦ βαδίζοντος κατηγορεῖται,
15οὐκέτι δὲ καὶ ἐπὶ τοῦ ἑστῶτος, δηλονότι ἐπὶ πλέον ἐστὶν ὁ μέσος ὅρος τοῦ μείζονος. εἰ δὲ τοῦτο, μερικὴ γίνεται ἡ μείζων πρότασις· μερικῆς δὲ αὐτῆς γινομένης ἀσυλλόγιστος ἡ συζυγία, ὥστε εἰκότως συνήγαγε καὶ τὸ παντὶ καὶ οὐδενὶ οὕτω καταφατικῆς οὔσης τῆς ἐλάττονος. εἰ μέντοι ἀποφατικὴ εἴη, οὐκέτι ὁρίζεται ὁ μείζων ὑπὸ τοῦ ἐλάττονος ὑπερτείνοντος τοῦ μέσου τὸν μεί‐
20ζονα· εἰ γὰρ καὶ ἐλέγομεν τὸ λευκὸν μηδενὶ ὑπάρχειν βαδίζοντι μηδὲ ἑστῶτι, ἐπειδὴ ἀποφάσκεται αὐτῶν καὶ οὐ κατηγορεῖται, διὰ τοῦτο οὐκ ἔσται ἐπὶ πλεῖον τοῦ μείζονος. δῆλον οὖν, ὅτι ἡ ἔχουσα τὴν μερικὴν ἀποφατικὴν τὴν δὲ μεί‐ ζονα καθόλου δι’ αὐτὸ τοῦτο τὸ ἔχειν τὴν ἐλάττονα ἀποφατικὴν ὑπάρχουσαν μόνον ἀσυλλόγιστός ἐστι καὶ οὐ διὰ τὸ ὁρίζεσθαι χρόνῳ τὴν μείζονα.
24
25tΜῖξις ἀναγκαίου καὶ ἐνδεχομένου.
26 Διαλεχθεὶς περὶ τῆς μίξεως τοῦ ἐνδεχομένου καὶ τοῦ ὑπάρχοντος τῆς ἐν τῷ πρώτῳ σχήματι καὶ δείξας, ποῖαι μὲν αὐτῶν εἰσι συλλογιστικαί, ποῖαι δὲ ἀσυλλόγιστοι, νῦν τρέψομαι ἐπὶ τὴν μῖξιν τοῦ 〈ἀναγκαίου καὶ τοῦ〉 ἐνδεχομέ‐ νου. ἰστέον γάρ, ὡς ἐπὶ τούτων γίνονται συλλογιστικαὶ συζυγίαι ὡσαύτως ἐχού‐
30σης τῆς τάξεως τῶν ὅρων, ὥσπερ εἶχε καὶ ἐπὶ τῆς μίξεως τοῦ ἐνδεχομένου καὶ τοῦ ὑπάρχοντος· λέγω δὲ τῆς μὲν μείζονος ἀναγκαίας οὔσης τῆς δὲ ἐλάτ‐ τονος ἐνδεχομένης, ὅπως ἂν ἔχωσι κατὰ τὸ ποιὸν ἀμφότεραι. κἂν γὰρ ἡ ἐλάττων ᾖ ἀποφατικὴ [ᾖ], οὐδὲν ἧττον συλλογιστικὴ ἔσται ἡ συζυγία μετα‐ λαμβανομένης αὐτῆς εἰς καταφατικὴν διὰ τὸ ἐνδεχομένην εἶναι. ἐὰν δὲ ἡ
35μείζων ἐνδεχομένη ᾖ ἡ δὲ ἐλάττων ἀναγκαία, τῆς μείζονος ὁμοίως τὸ ποιόν ἐστιν ἀδιάφορον, τῆς δὲ ἐλάττονος οὐκέτι, ἀλλὰ μόνον δεῖ αὐτὴν καταφατικὴν
εἶναι, ἵνα γένηται συλλογιστική. ὥσπερ δὲ ἐπὶ τῆς μίξεως τοῦ ὑπάρχοντος45

23,3

46

καὶ τοῦ ἐνδεχομένου διάφορα ἐγίνετο τὰ συμπεράσματα καὶ ποτὲ μὲν τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου ποτὲ δὲ ἄλλου τινός, οὕτως καὶ ἐπὶ τούτων. ἐὰν μὲν γὰρ ὦσιν ἀμφότεραι καταφατικαὶ ἢ ἡ μείζων ἐνδεχομένη ἀποφατική, τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου ἐστὶ τὸ συμπέρασμα· ὅταν δὲ ἡ μείζων ἀπο‐
5φατικὴ ἀναγκαία, οὐκέτι τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου ἐστὶ τὸ συμπέ‐ ρασμα ἀλλὰ τοῦ συντρέχοντος τῷ ὑπάρχοντι. τέλειοι δὲ γίνονται συλλογισμοὶ ἐπὶ ταύτης τῆς μίξεως οἱ ἔχοντες τὴν ἀναγκαίαν καταφατικὴν οὖσαν ἐν τῇ ἐλάττονι τὴν δὲ μείζονα ἀποφατικὴν ἢ καταφατικὴν ἐνδεχομένην. ὁμοίως δὲ ἔχουσι καὶ αἱ μερικαὶ ἐπί τε τῶν συμπερασμάτων καὶ ἐπὶ τῶν τελείων, ὡς
10εἶχον καὶ αἱ καθόλου συζυγίαι. τὸ δὲ ἐνδέχεσθαι ἐν τῷ συμπεράσματι ἐν‐ ταῦθα λαμβάνειν δεῖ οὐ κατὰ τὸν διορισμὸν ἀλλ’ ὥσπερ τὸ πρὶν ἐλαμβάνομεν, τὸ συντρέχον ἄλλῳ τινί, τουτέστι τῷ ὑπάρχοντι· κατηγορεῖται γὰρ καὶ κατὰ τοῦ ὑπάρχοντος τὸ ἁπλῶς ἐνδεχόμενον. τοῦ 〈δ’〉 ἐξ ἀνάγκης μὴ ὑπάρχειν κατ’ οὐδένα τρόπον γίνεται συλλογισμός· εἰ δὲ τοῦτο, οὐδαμῶς ἄρα τοῦ ἀναγ‐
15καίου ἔσται συλλογισμός. ἕτερον γάρ ἐστι τὸ ἐξ ἀνάγκης μὴ ὑπάρχειν ἢ τὸ μὴ ἐξ ἀνάγκης ὑπάρχειν· τὸ μὲν γὰρ ἐξ ἀνάγκης μὴ ὑπάρχειν 〈τὸ μηδαμῇ μηδαμῶς ὑπάρχον〉 σημαίνει, ὅπερ φημὶ ἐνταῦθα μὴ συνάγεσθαι· τὸ δὲ μὴ ἐξ ἀνάγκης ὑπάρχειν τὸ ὑπάρχον μὲν οὐκ ἀναγκαίως δὲ ἀλλ’ ἐνδεχομένως ἀπο‐ φασκόμενον.
20 Ἐπεὶ δὲ ἱκανῶς ἡμῖν περὶ τούτων εἴρηται, ἐντεῦθεν λοιπὸν ἐκθετέον τὰς συζυγίας τῆς μίξεως τοῦ ἀναγκαίου καὶ τοῦ ἐνδεχομένου, καὶ δεικτέον, ὅτι ἐπ’ οὐδεμιᾶς τούτων ἀναγκαῖον συνάγεται συμπέρασμα ἀλλ’ ἐκεῖνο, ὅπερ προλαβὼν εἴρηκα. πρῶτον δὲ ἐκθετέον τὰς ἐκ δύο καθόλου καταφατικῶν συζυγίας, τῆς μὲν μείζονος ἀναγκαίας τῆς δὲ ἐλάττονος ἐνδεχομένης. ἐνδεχόμενον γὰρ κα‐
25θόλου καταφατικὸν συνάγεται συμπέρασμα. ἔστω γὰρ τὸ Α παντὶ τῷ Β ἐξ ἀνάγκης, τὸ δὲ Β παντὶ τῷ Γ ἐνδεχομένως· λέγομεν, ὅτι τὸ Α παντὶ τῷ Γ ἐνδέχεται. εἰ γὰρ τοῦτο ψεῦδος, ἔσται τὸ ἀντιφατικῶς ἀντικείμενον ἀληθὲς τὸ ‘οὐκ ἐνδέχεται παντί‘, ὅπερ ταὐτόν ἐστι τῷ ‘ἀνάγκη μὴ παντί‘. ἐπεὶ οὖν τὸ Α τῷ μὲν Β ἐξ ἀνάγκης ὑπάρχει, τῷ δὲ Γ οὐ παντί, γίνεται τὸ δεύτερον
30σχῆμα ἐξ ἀμφοτέρων ἀναγκαίων καὶ συνάγει τὸ Β τῷ Γ ἐξ ἀνάγκης οὐ παντί· ὑπέκειτο δὲ καὶ παντὶ ἐνδέχεσθαι, ὅπερ ἀδύνατον. τὸ ἀδύνατον ἠκολούθησε διὰ τὸ ὑποθέσθαι ἡμᾶς τὸ Α τῷ Γ μὴ ἐνδέχεσθαι παντί· οὐκοῦν ψεῦδος τοῦτο, ἀληθὲς δὲ τὸ ἀντικείμενον ἀντιφατικῶς τὸ ἐνδέχεσθαι παντί, ὅπερ ἔδει δεῖξαι. φανερὸν δὲ καὶ ὅτι ἀτελὴς ὁ συλλογισμὸς οὗτός ἐστιν, εἴ γε διὰ
35τοῦ ἀδυνάτου δέδεικται, καὶ ὅτι τὸ ἥμισυ τοῦ ἐνδεχομένου συνάγει, εἴ γε τῷ ‘ἀνάγκη μὴ παντί‘ ὑποτεθέντι τὸ ἀδύνατον ἠκολούθησε. πάλιν ἡ δευτέρα συζυγία ἡ ἐκ δύο καθόλου καταφατικῶν ἡ τὴν ἐλάττονα ἀναγκαίαν ἔχουσα τὸ δὲ ἐνδεχόμενον πρὸς τῇ μείζονι τὸ ἐνδέχεσθαι καὶ αὐτὴ συνάγει διὰ τῆς ἐπ’ εὐθείας δείξεως· διὸ καὶ τέλειος ὁ συλλογισμός. ἐπειδὴ γὰρ τὸ Α παντὶ ἐν‐
40δεχομένως τῷ Β, πᾶσιν ἄρα τοῖς μέρεσιν αὐτοῦ ἐνδεχομένως ὑπάρχει· 〈ἓν δὲ〉46

23,3

47

τῶν μερῶν τοῦ Β ἐστὶ τὸ Γ· τὸ Α ἄρα παντὶ τῷ Γ ἐνδεχομένως ὑπάρχει. ἐν τούτῳ δὲ τῷ συμπεράσματι τὸ κατὰ τὸν διορισμὸν συνάγεται ἐνδεχόμενον. Εἰ δὲ μὴ ὁμοιοσχήμονες εἶεν αἱ προτάσεις, ἀλλ’ ἡ μὲν ἀποφατικὴ οἷον ἡ μείζων, ἡ δὲ καταφατική, καθόλου δὲ ἄμφω, ὅταν ἡ μείζων ἀναγκαία ᾖ,
5καθόλου ἀποφατικὸν ὑπάρχον συνάγεται. ἔστω γὰρ τὸ Α οὐδενὶ ἐξ ἀνάγκης τῷ Β, τὸ δὲ Β ἐνδεχομένως παντὶ τῷ Γ· λέγω, ὅτι τὸ Α οὐδενὶ ὑπαρχόντως τῷ Γ. εἰ γὰρ τοῦτο ψεῦδος, ἔστω τὸ ἀντιφατικῶς ἀντικείμενον ἀληθὲς τὸ ὑπάρχειν τινὶ ἢ τὸ ἐναντίον τῷ οὐδενὶ τὸ ὑπάρχειν παντί. ἐπεὶ οὖν τὸ μὲν Α ἐξ ἀνάγκης οὐδενὶ τῷ Β, οὐδὲ τὸ Β οὐδενὶ τῷ Α ἐξ ἀνάγκης ὑπάρχει· ἀλλὰ
10μὴν καὶ τὸ Α παντὶ ἢ τινὶ τῷ Γ ὑπάρχει μόνον· καὶ συνάγεται τὸ Β τῷ Γ ἢ οὐδενὶ ἢ οὐ παντὶ ἐξ ἀνάγκης· ὑπέκειτο δὲ καὶ παντὶ 〈ἐνδέχεσθαι〉, ὅπερ ἀδύνατον. ἰστέον δέ, ὅτι οὐ μόνον, ἐὰν τὸ Α τῷ Γ ὑπάρχειν παντὶ ὑποθώμεθα, ἀδύνατον ἀκολουθεῖ, [ἀλλὰ καὶ ἐὰν τὸ αὐτὸ τῷ αὐτῷ ἐξ ἀνάγκης τινὶ ἢ παντὶ ὑποθώμεθα, ἀδύνατον ἀκολουθεῖ] ἀλλὰ καὶ ἐὰν τὸ αὐτὸ τῷ αὐτῷ ἐξ ἀνάγκης
15τινὶ ἢ παντὶ ὑποτεθῇ, οὐδὲν ἧττον ἕψεται τὸ ἀδύνατον. ἔστω γὰρ τῶν αὐτῶν ὅρων ὄντων τὸ Α τῷ Γ ἀνάγκη παντὶ ἢ τινὶ ὑπάρχειν· ἐπεὶ οὖν ‘τὸ Α τῷ Β μηδενὶ ἀνάγκη‘ ὑπόκειται, καὶ τὸ Β τῷ Α ἐξ ἀνάγκης οὐδενὶ ὑπάρχει· τὸ δὲ Α τῷ Γ ἀνάγκη παντὶ ἢ τινὶ ὑπετέθη· γίνεται τὸ πρῶτον σχῆμα καὶ συνάγεται ‘τὸ Β τῷ Γ ἀνάγκη μηδενὶ ἢ μὴ παντί‘· ὑπέκειτο δὲ καὶ ἐνδέ‐
20χεσθαι παντί, ὅπερ ἀδύνατον. ἔτι δέ, κἂν ὑποτεθῇ τὸ ‘ἐνδέχεται παντὶ τῷ Γ τὸ Α ὑπάρχειν‘, καὶ οὕτως ἀδύνατον ἀκολουθεῖ. ὑποκείσθω γὰρ τὸ Α τῷ Γ παντὶ ἐνδέχεσθαι· ἐπεὶ οὖν ὑπέκειτο καὶ τὸ Β παντὶ τῷ Γ ἐνδέχεσθαι, καὶ τὸ Γ ἄρα τινὶ τῷ Β ἐνδέχεται ὑπάρχειν· ἀντιστρέφει γὰρ οὕτως. εἰ τοίνυν τὸ μὲν Α παντὶ τῷ Γ ἐνδεχομένως τὸ δὲ Γ τινὶ τῷ Β ἐνδεχομένως, τὸ Α
25ἄρα τινὶ τῷ Β ἐνδέχοιτο ἂν ὑπάρχειν· γίνεται γὰρ τὸ πρῶτον σχῆμα· ὑπέ‐ κειτο δὲ ἐξ ἀνάγκης μηδενὶ τῷ Β τὸ Α, ὅπερ ἀδύνατον. εἰ τοίνυν καὶ τούτοις ὑποτεθεῖσι τὸ ἀδύνατον ἠκολούθησεν, ἔσται τὰ ἀντικείμενα τούτοις ἀληθῆ, καὶ συμβήσεται μὴ μόνον τὸ ὑπάρχειν μηδενὶ συνάγεσθαι ἀλλὰ καὶ τὸ ‘οὐκ ἀνάγκη παντί‘ ἢ ‘οὐκ ἀνάγκη τινί‘ καὶ τὸ ‘οὐκ ἐνδέχεται παντί‘. τί οὖν
30ἔστιν εἰπεῖν πρὸς ταῦτα; ὅπερ καὶ ἄλλοτε ἐν τοῖς ἔμπροσθεν εἶπον, ὅτι τὸ ἀδύνατον τούτοις ἠκολούθησε πᾶσιν οὐ διὰ τοὺς τρόπους ἀλλὰ διὰ τὸ ποιόν, ἐπειδὴ τῷ ὑπάρχειν οὐδενὶ ὑποτεθέντι τὸ ἀντικείμενόν ἐστι τὸ καταφατικὸν ἢ τὸ ἀντιφατικῶς τὸ μερικὸν ἢ τὸ ἐναντίως τὸ καθόλου. ἐν πάσαις οὖν ταῖς ὑποθέσεσι τὸ αὐτὸ καταφατικὸν ληφθὲν εἰκότως τὸ αὐτὸ συνήγαγεν ἀδύνατον.
35φανερὸν δέ, ὅτι καὶ τὸ ὑπάρχειν οὐδενὶ συνάγεται· πρόδηλον, ὅτι καὶ τὸ ἐνδέ‐ χεσθαι μηδενί, ἀλλ’ ἐνδεχόμενον οὐ τὸ κατὰ τὸν διορισμὸν ἀλλὰ τὸ ἁπλῶς ἐνδεχόμενον τὸ κατηγορούμενον καὶ κατὰ τοῦ ὑπάρχοντος. Πάλιν ἔστω ἡ μείζων πρότασις ἐνδεχομένη ἀποφατική, ἡ δὲ ἐλάττων ἀναγκαία καταφατική· φημὶ οὖν ἐνδεχόμενον καθόλου ἀποφατικὸν συνάγεσθαι
40συμπέρασμα τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου καὶ οὐ τοῦ κατὰ τοῦ ὑπάρ‐47

23,3

48

χοντος κατηγορουμένου. τοῦτο δὲ δείκνυται οὐ τῇ εἰς ἀδύνατον ἀπαγωγῇ ἀλλὰ τῇ δι’ εὐθείας δείξει διὰ μόνου τοῦ κατὰ μηδενός· διὸ καὶ τέλειός ἐστι συλλογισμός. ἐπεὶ γὰρ τὸ Α οὐδενὶ τῷ Β ἐνδέχεται, πάντων ἄρα τῶν μερῶν αὐτοῦ κεχώρισται ἐνδεχομένως· ἓν δὲ τῶν μερῶν τοῦ Β τὸ Γ ἐστί· παντὶ
5γὰρ τῷ Γ τὸ Β ἐξ ἀνάγκης ὑπάρχει· τὸ ἄρα Α οὐδενὶ τῶν Γ ἐνδεχομένως ὑπάρχει. ὅτι δὲ τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου γίνεται τὸ συμπέρασμα, δῆλον· ἥ τε γὰρ μείζων πρότασις οὕτως ἐλήφθη· ἐνδεχομένη γάρ· ἐρρέθη δὲ ἡμῖν, ὅτι τῆς μείζονος οὔσης ἐνδεχομένης τέλειοι οἱ συλλογισμοὶ καὶ τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου. καὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς οὐκ
10ἔστι δεῖξαι τοῦ ὑπάρχειν γινόμενον τὸ συμπέρασμα, ὡς ἐπὶ τῆς πρὸ αὐτῆς συζυγίας ἐποιήσαμεν. εἰ γὰρ ὡς ἐπ’ ἐκείνης καὶ 〈ἐπὶ〉 ταύτης λαβόντες τὸ Α τῷ Γ μηδενὶ ὑπάρχειν τὸ ἀντικείμενον αὐτοῦ τὸ τινὶ ὑπάρχειν ἢ καὶ τὸ παντὶ ὑποθοίμεθα θέλοντες δεῖξαι τοῦ μηδενὶ ὑπάρχειν γινόμενον τὸ συμπέρασμα ἀλλ’ οὐ τοῦ ἐνδέχεσθαι μηδενί, εἶτα κειμένῃ ταύτῃ προσλάβοιμεν τὸ Α τῷ Β
15ἐνδέχεσθαι μηδενί, ἀσυλλόγιστος ἡ συζυγία γίνεται οὖσα ἐν δευτέρῳ σχήματι ἐκ καταφατικῆς ὑπαρχούσης ἐπὶ μέρους καὶ καθόλου ἀποφατικῆς ἐνδεχομένης τῷ τὸ ἐνδεχόμενον ἴσον εἶναι καταφατικῇ. ἔνεστι δὲ δεῖξαι καὶ διὰ τῆς εἰς ἀδύ‐ νατον ἀπαγωγῆς. ὑποκείσθω γὰρ τὸ μὲν Α μηδενὶ τῷ Β ἐνδεχομένως, τὸ δὲ Β παντὶ τῷ Γ ἀναγκαίως· λέγω, ὅτι οὐ δυνατὸν δεῖξαι τῇ εἰς ἀδύνατον
20ἀπαγωγῇ τὸ Α μηδενὶ ὑπαρχόντως τῷ Γ. ὑποκείσθω γὰρ τὸ ἀντικείμενον ἀντιφατικῶς τῷ ὑπάρχειν μηδενὶ τὸ ὑπάρχειν παντί, ἵνα, ἐὰν τούτῳ ἀκολου‐ θήσῃ τὸ ἀδύνατον, εἴπωμεν τὸ μηδενὶ ὑπάρχειν εἶναι τὸ συναγόμενον. ἐπεὶ οὖν τὸ Β τῷ Γ ἀνάγκη παντὶ ὑπάρχειν, καὶ τὸ Γ τῷ Β τινὶ ἐξ ἀνάγκης ὑπάρξει. εἰ τοίνυν τὸ Α παντὶ τῷ Γ, ὡς ἡ ὑπόθεσις. τὸ δὲ Γ τινὶ τῷ Β
25ἐξ ἀνάγκης, γίνεται τὸ πρῶτον σχῆμα τῆς μίξεως τοῦ ὑπάρχοντος καὶ τοῦ ἀναγκαίου. τὸ ἄρα Α τινὶ τῷ Β ὑπάρξει· ὑπέκειτο δὲ καὶ οὐδενὶ ἐνδέχεσθαι, ὅπερ οὐκ ἀδύνατον· οὐκ ἄρα οὐδὲ διὰ τοῦ ἀδυνάτου δείκνυται τὸ ὑπάρχειν μηδενὶ συναγόμενον. Ἐὰν δὲ ἡ ἐλάττων ἀποφατικὴ εἴη, ὅταν μὲν ἐνδεχομένη ᾖ, τῆς μείζονος
30δηλονότι ἀναγκαίας οὔσης καὶ ἀδιαφορούσης κατὰ τὸ ποιὸν γίνεται συλλογισμὸς μεταλαμβανομένης τῆς ἐνδεχομένης ἀποφατικῆς εἰς τὴν καταφατικήν. τὰ δὲ συμπεράσματα τοιαῦτα ἔσται, οἷα καὶ πρότερον ἦσαν ἐν ταῖς τοιαύταις συζυ‐ γίαις. τῆς γὰρ ἐλάττονος ἐνδεχομένης ἀποφατικῆς τῆς δὲ μείζονος ἀναγκαίας ἢ ἀποφατικῆς ἢ καταφατικῆς, μεταληφθείσης τῆς ἐνδεχομένης ἀποφατικῆς εἰς
35καταφατικὴν αἱ αὐταὶ δηλονότι πάλιν συζυγίαι γίνονται· ὥστε καὶ τὰ αὐτὰ συμπεράσματα καὶ οἱ αὐτοὶ τρόποι τῶν δείξεων ταῖς προτέραις, λέγω δὴ ταῖς ἐχούσαις τὴν μείζονα ἀναγκαίαν ἢ καταφατικὴν ἢ ἀποφατικὴν τὴν δὲ ἐλάττονα ἐνδεχομένην καταφατικήν. ἐὰν δὲ μὴ ἐνδέχεσθαι, τουτέστιν, ἐὰν δὲ ἀναγκαία
ᾖ ἀποφατικὴ ἡ ἐλάττων, οὐ ποιεῖ συλλογισμόν· ἀπόλλυσι γὰρ τοῦ πρώτου48

23,3

49

σχήματος τὸ ἴδιον μὴ ἔχουσα τὴν ἐλάττονα καταφατικήν· οὐκέτι γὰρ μετα‐ λαβεῖν τὴν ἀποφατικὴν ἀναγκαίαν εἰς καταφατικὴν οἷόν τε. οὐδ’ ὅταν ἀμφό‐ τεραι αἱ προτάσεις ἀποφατικαὶ ὦσι, μὴ ᾖ δὲ ἡ ἐλάττων ἐνδεχομένη ἀλλ’ ἀναγκαία. ὅροι δὲ οἱ αὐτοί, οἳ καὶ ἐπὶ τῆς μίξεως τοῦ ὑπάρχοντος καὶ τοῦ
5ἐνδεχομένου, τοῦ μὲν παντὶ λευκὸν μηδενὶ ἵππῳ, ἵππος οὐδενὶ κύκνῳ, καὶ λευκὸν παντὶ κύκνῳ, τοῦ δὲ μηδενί, εἰ ἀντὶ κύκνου κόρακα ληψόμεθα· λευκὸν γὰρ ἐνδεχομένως οὐδενὶ ἵππῳ, ἵππος οὐδενὶ κόρακι ἐξ ἀνάγκης, καὶ λευκὸν οὐδενὶ κόρακι ἐξ ἀνάγκης. Τὸν αὐτὸν δὲ τρόπον ἔσται καὶ ἐπὶ τῶν τὴν ἑτέραν μερικὴν ἐχουσῶν,
10δηλονότι τὴν ἐλάττονα, ὅνπερ ὅτε ἀμφότεραι καθολικαὶ ἦσαν· κατά τε γὰρ τὰ συμπεράσματα ὡσαύτως ἔχουσι καὶ τοὺς τρόπους τῶν δείξεων, καὶ μόνῳ τῷ καθόλου καὶ τῷ μερικῷ ἐκείνων διαλλάττουσιν. ἐκθετέον δὲ πρότερον τὰς ἀνομοιοσχήμονας συζυγίας πρώτας, ἐφ’ ὧν καὶ ἡ διαφορὰ τῶν συμπερασμάτων ἐγίνετο (αἱ μὲν γὰρ τὸ ἐνδεχόμενον συνῆγον, αἱ δὲ τὸ ὑπάρχον), ἵνα κατὰ
15συνέχειαν πληρώσωμεν τὸν περὶ τῶν ἀνομοιοσχημόνων λόγον. πρώτας δὲ ἐκ‐ θετέον τὰς τὸ ὑπάρχον συναγούσας. ὅταν οὖν ἡ μείζων ἀναγκαία ᾖ ἀποφα‐ τικὴ καθόλου ἡ δὲ ἐλάττων μερικὴ καταφατικὴ ἐνδεχομένη, τὸ συμπέρασμα ὑπάρχον ἔσται καὶ οὐ κατὰ τὸν διορισμὸν ἐνδεχόμενον, ὡς δέδεικται καὶ ἐπὶ τῶν καθόλου συζυγιῶν. ἔστω γὰρ τὸ μὲν Α ἐξ ἀνάγκης μηδενὶ τῷ Β ὑπάρ‐
20χειν, τὸ δὲ Β τινὶ τῷ Γ ἐνδεχομένως ὑπάρχειν· λέγω, ὅτι τὸ Α τινὶ τῷ Γ οὐχ ὑπάρχει. εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ ἀντιφατικῶς ἀντικείμενον τὸ ὑπάρχειν παντί. ἐπεὶ οὖν τὸ Α τῷ Β ἐξ ἀνάγκης οὐδενί, καὶ τὸ Β τῷ Α ἐξ ἀνάγκης οὐδενί· εἰ τοίνυν τὸ Β τῷ Α ἐξ ἀνάγκης οὐδενί, τὸ δὲ Α τῷ Γ ὑπάρχει παντί, ὡς ἡ ὑπόθεσις, γίνεται ἄρα τὸ πρῶτον σχῆμα τῆς μίξεως τοῦ
25ὑπάρχοντος 〈καὶ〉 ἀναγκαίου· ἐπὶ δὲ τῆς τοιαύτης μίξεως τῇ μείζονι καθ’ ἡμᾶς τῶν προτάσεων ἠκολούθησε τὸ συμπέρασμα· τὸ ἄρα Β οὐδενὶ τῷ Γ ἐξ ἀνάγκης ὑπάρχει· ὑπέκειτο δὲ καὶ τινὶ ἐνδέχεσθαι ὑπάρχειν, ὅπερ ἀδύνατον. τὸ ἀδύνατον ἠκολούθησε διὰ τὸ ὑποθέσθαι τὸ Α τῷ Γ παντὶ ὑπάρχειν· ψεῦδος ἄρα τοῦτο· οὐκοῦν ἀληθὲς τὸ ἀντιφατικῶς ἀντικείμενον τὸ μὴ παντὶ ὑπάρχειν,
30ὅπερ δεῖξαι προὔκειτο. ὁμοίως δέ, κἂν τὴν ἐλάττονα ἐνδεχομένην μερικὴν ἀποφατικὴν ὑποθώμεθα, ἵνα ὁμοιοσχήμων γένηται ἡ συζυγία ἐξ ἀμφοτέρων ἀποφατικῶν, τὸ αὐτὸ πάλιν ****. *** τῆς δὲ ἐλάττονος καταφατικῆς ἐνδεχομένης τὸ μὴ ὑπάρχειν συνήγετο συμπέρασμα καὶ τὸ μὴ ἐνδέχεσθαι ὑπάρχειν τὸ κατὰ τοῦ ὑπάρχοντος δηλονότι κατη‐
35γορούμενον. [ἀπορία.] ἐπιζητήσαι δ’ ἄν τις, πῶς ἐνδεχόμενον ἦν τὸ συμπέρασμα ἐπὶ τῆς μίξεως τοῦ ὑπάρχοντος καὶ τοῦ ἐνδεχομένου, ἡνίκα ἡ μείζων ἀποφατικὴ ἦν ὑπάρχουσα ἡ δὲ ἐλάττων καταφατικὴ ἐνδεχομένη· καίτοι ἀνωτέρω ἔλεγον, ὅτι ἐπὶ τῆς τοιαύτης μίξεως κατὰ ταύτην τὴν συζυγίαν οὐ συνάγεται τὸ ἐν‐ δεχόμενον ἀλλὰ τὸ μηδενὶ ἐξ ἀνάγκης. [λύσις.] λέγομεν οὖν, ὅπερ κἀκεῖ
40εἰρήκαμεν, ὅτι τὸ οὐδενὶ ἐξ ἀνάγκης περιεκτικόν ἐστι καὶ τοῦ ἐνδεχομένου49

23,3

50

καὶ τοῦ ἀναγκαίου. ἐπειδὴ οὖν τὸ οὐδενὶ ἐξ ἀνάγκης κατά τί ἐστιν ἐνδεχό‐ μενον, εἰ καὶ μὴ τὸ κατὰ τὸν διορισμόν, διὰ τοῦτό φημι, ὅτι τοῦ ἐνδεχομένου ἐστὶ τὸ συμπέρασμα. δῆλον δὲ καὶ ὅτι πάντες ἀτελεῖς εἰσιν οἱ συλλογισμοί, ἐν οἷς ἡ ἐλάττων ἐνδεχομένη τῆς μείζονος ὑπαρχούσης οὔσης ἢ ἀναγκαίας· διὰ γὰρ
5τῆς εἰς ἀδύνατον ἀπαγωγῆς καὶ τῆς μεταλήψεως δείκνυνται ὄντες συνακτικοί, ἥτις 〈εἰσ〉 ἀδύνατον ἀπαγωγὴ γίνεται διά τινος τῶν κειμένων σχημάτων.
6
7tΣχῆμα δεύτερον.
8 Ἐπεὶ δ’ εἴρηται ἡμῖν περὶ πασῶν τῶν ἐν τῷ πρώτῳ μίξεων, μεταβατέον ἐπὶ τὸ δεύτερον σχῆμα. ἰστέον, ὡς ἐν τούτῳ τῷ σχήματι ἐκ δύο ἐνδεχομένων
10οὐ γίνεται συλλογισμὸς οὔτε καταφατικῶν οὔτε ἀποφατικῶν οὐσῶν, οὔτε ἂν ἡ μὲν καταφατικὴ ἡ δὲ ἀποφατική, οὔτ’ ἂν ἀμφότεραι καθόλου ὦσιν, οὔτε ἂν ἡ ἑτέρα ἐπὶ μέρους. τὸ δ’ αἴτιον, ὅτι ἐν δευτέρῳ σχήματι ἐδείχθη ἀδύ‐ νατον ἐκ δύο καταφατικῶν προτάσεων γίνεσθαι συλλογισμόν. διὸ οὐδ’ ἐξ ἀμφοτέρων ἐνδεχομένων· κἂν γὰρ ἀποφατικαὶ ληφθῶσι, τῷ ἀντιστρέφειν ταῖς
15ἀποφατικαῖς τὰς καταφατικὰς ἐνδεχομένας ἴσον δυνήσονται ταῖς καταφατικαῖς. ὅταν δὲ ἡ μὲν ὑπάρχουσά ἐστιν ἡ δὲ ἐνδεχομένη, ὅταν ἡ καταφατικὴ πρότασις ὑπάρχουσά ἐστιν, οὐδέποτε ἔσται συλλογισμός· κἂν γὰρ ἡ ἀποφατικὴ ᾖ ἐνδε‐ χομένη, διὰ τὸ πάλιν μεταλαμβάνεσθαι τὴν ἀποφατικὴν εἰς καταφατικὴν καὶ ὁμοιοσχήμονας γίνεσθαι τὰς προτάσεις ἀσυλλόγιστοι αἱ τοιαῦται συζυγίαι. ὅσαι
20δὲ ἀποφατικὴν τὴν ὑπάρχουσαν ἔχουσι, τῆς ἐνδεχομένης ὡς ἔτυχεν ἐχούσης, εἴτε ἀποφατικῶς εἴτε καταφατικῶς, πάντως γίνεται συλλογιστικὴ ἡ συζυγία· μένει γὰρ ἡ συζυγία τηνικαῦτα ἀνομοιοσχήμονας ἔχουσα τὰς προτάσεις διὰ τὸ [εἰς] ἀποφατικὴν εἶναι τὴν ὑπάρχουσαν, καταφατικὴν δὲ τὴν ἐνδεχομένην, κατὰ δὲ τὰ ἡμῖν δοκοῦντα, κἂν ἀποφατικὴ ᾖ ἡ ἐνδεχομένη, δύνασθαι ταύτην εἰς
25καταφατικὴν μεταληφθῆναι καὶ ποιεῖν ἀνομοιοσχήμονα τὴν συζυγίαν. δεῖ δὲ τὴν ἀποφατικὴν ὑπάρχουσαν καθόλου εἶναι διὰ τὸ ἀντιστρέφειν δύνασθαι πρὸς ἑαυτήν· εἰ γὰρ μερικὴ εἴη, οὐ ποιήσει συλλογισμόν. Ὅσα δὲ ἐπὶ τοῦ ὑπάρχοντος καὶ τοῦ ἐνδεχομένου εἴρηται, τὰ αὐτὰ καὶ ὅταν ἡ μὲν ἐνδεχομένη τῶν προτάσεων ἡ δὲ ἀναγκαία. τὰ δὲ συναγόμενα συμπεράσματα
30ἐν τούτῳ τῷ σχήματι ἐπὶ τῆς μίξεως τοῦ ἐνδεχομένου πρὸς τὸ ὑπάρχον καὶ τῆς μίξεως τοῦ ἐνδεχομένου πρὸς τὸ ἀναγκαῖον 〈ἐνδεχόμενα ὄντα τοιούτου ἐνδεχομένου δεῖ λαμβάνειν ὄντα, οἵου ἦν καὶ τὸ ἐν πρώτῳ σχήματι ἐπὶ τῆς μίξεως τοῦ ἐνδεχο‐ μένου〉 πρὸς τοὺς αὐτοὺς δύο τρόπους, δηλονότι τῶν συζυγιῶν ὁμοίως ἐχουσῶν ἐκείνοις τῶν ἐνταῦθα. οἷον ἐπὶ τῆς μίξεως τοῦ ἐνδεχομένου καὶ τοῦ ὑπάρχοντος,
35τῆς μείζονος οὔσης ἀποφατικῆς ὑπαρχούσης τῆς δὲ ἐλάττονος ἐνδεχομένης κατα‐
φατικῆς, ὥσπερ καὶ ἐπὶ τοῦ πρώτου σχήματος τοῦ οὐδενὶ ἐξ ἀνάγκης δεῖ λαβεῖν τὸ50

23,3

51

συναγόμενον, ὅπερ ἐστὶ τὸ ἥμισυ τοῦ ἐνδεχομένου. ἐπὶ δὲ τῆς μίξεως τοῦ ἐνδεχο‐ μένου καὶ ἀναγκαίου ὁμοίως ἐχούσης πάλιν τῆς συζυγίας τὸ ἐνδεχόμενον μηδενὶ τὸ τοῦ μὴ ὑπάρχοντος κατηγορούμενον. καὶ ἐπὶ τῶν ἄλλων συζυγιῶν, ὥσπερ εἶχον αἱ τοῦ πρώτου σχήματος κατὰ τὰ συμπεράσματα, οὕτως ἔχουσι καὶ ἐν δευτέρῳ.
5 Ἐπεὶ δέ, ὅτε τῶν κατὰ τὰς προτάσεις ἀντιστροφῶν ἐποιούμεθα τὸν λόγον δεικνύντες, τίνες τίσιν ἀντιστρέφουσι, μὴ ἀντιστρέφειν μὲν ἑαυτῇ τὴν καθόλου ἀποφατικὴν ἐνδεχομένην εἴπομεν, ὑπερεθέμεθα μέντοι τὴν αἰτίαν ἀποδώσειν, ὕστερον εἰπόντες ταύτην ἀποδώσειν, νῦν ἤδη δεικτέον, ὅτε καὶ ὁ καιρὸς ἀπαιτεῖ, τῷ τὰς ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι συζυγίας συλλογιστικὰς ἀν‐
10τιστροφῶν προσδεῖσθαι. πρῶτον μὲν οὖν ἐπ’ αὐτῶν τῶν προτάσεων καὶ τῶν καθόλου λόγων γυμνάσομεν τὸν λόγον, ὅτι τοῦτο ἀδύνατον τὸ ἀντιστρέφειν τὴν καθόλου ἀποφατικήν, ἔπειτα διὰ τῆς τῶν ὅρων παραθέσεως (παραδειγματικὴ δὲ ἡ τοιαύτη πίστις), καὶ τρίτον, ὅτι οὐδ’, ὡς ἄν τις ὑπολάβοι, οὐδὲ διὰ τῆς 〈εἰσ〉 ἀδύνατον δείξεως δυνατὸν πιστώσασθαι, ὅτι πρὸς ἑαυτὴν ἀντιστρέφει ἡ τοῦ
15καθόλου ἐνδεχομένου ἀποφατική. πρῶτον οὖν δι’ αὐτῶν τῶν προτάσεων δεί‐ κνυμι οὕτως τῇ εἰς ἀδύνατον ἀπαγωγῇ προσχρώμενος. οὐκ ἐπειδὴ τὸ Α τῶν Β ἐνδέχεται μηδενί, δυνατὸν ἀντιστρέψαντας εἰπεῖν, ὅτι καὶ τὸ Β ἐνδέχεται μη‐ δενὶ τῶν Α. εἰ γὰρ δυνατόν, ὑποκείσθω ἀντιστρέφειν καὶ τὸ Α μηδενὶ τῶν Β ἐνδέχεσθαι καὶ τὸ Β μηδενὶ τῶν Α ἐνδέχεσθαι. εἰ τοίνυν μηδενὶ τῶν
20Α τὸ Β ἐνδέχεται, καὶ παντὶ ἄρα ἐνδέχεται, ὅτι αἱ προτάσεις τοῦ ἐνδεχομένου πρὸς ἑαυτὰς ἀντιστρέφουσι πᾶσαι, αἵ τε καταφάσεις πρὸς τὰς ἀποφάσεις καὶ 〈αἱ〉 ἀποφάσεις πρὸς τὰς καταφάσεις, οἷον αἱ ἐναντίαι, ἡ ‘πᾶσ‘ καὶ ἡ ‘οὐδείσ‘· ἀν‐ τιστρέφουσι γὰρ αὗται πρὸς ἀλλήλας, ἥ τε ‘οὐδείσ‘ πρὸς τὴν ‘πᾶσ‘ καὶ ἀνά‐ παλιν καὶ ἡ ‘τίσ‘ πρὸς τὴν ‘οὐ πᾶσ‘. οὕτω μὲν αἱ ἐναντίαι· αἱ δὲ ἀντιφατικαὶ
25ἀντιστρέφουσιν ἡ μὲν ‘πᾶσ‘ πρὸς τὴν ‘οὐ πᾶσ‘ ἡ δὲ ‘οὐδείσ‘ πρὸς τὴν ‘τίσ‘, οὐκέτι δὲ καὶ τὸ ἀνάπαλιν ἡ ‘τίσ‘ πρὸς τὴν ‘οὐδείσ‘, οὐδὲ ἡ ‘οὐ πᾶσ‘ πρὸς τὴν ‘πᾶσ‘· εἴρηται γὰρ ἡμῖν ἤδη ἐν τῷ περὶ τούτων λόγῳ, ὅτι τὰ μὲν καθόλου εἰσάγει τὰ μερικά, οὐκέτι δὲ τὰ μερικὰ τὰ καθόλου. εἰ τοίνυν μηδενὶ τῶν Α τὸ Β ἐνδέχεται ὑπάρχειν, καὶ παντὶ ἄρα ἐνδέχεται. πάλιν εἰ τὸ Α
30οὐδενὶ τῶν Β ἐνδέχεται (τοῦτο γὰρ ὑπόκειται ἐξ ἀρχῆς), διὰ τὴν αὐτὴν αἰ‐ τίαν, ἣν εἴπομεν, καὶ παντὶ τῷ Β τὸ Α ἐνδέχεται· ὥστε συνάγεται ἐκ τούτου, ὅτι, ἐπεὶ τῷ Β παντὶ τὸ Α ἐνδέχεται, καὶ τῷ Α παντὶ τὸ Β ἐνδέχεται. ἡ ἄρα καθόλου καταφατικὴ ἐνδεχομένη, ὡς ἔφθην εἰπών, πρὸς ἑαυτήν, εἰ πρὸς τὴν καθόλου ἀποφατικήν, ἀντιστρέψει ***. οὐδὲ γάρ, εἰ τὸ Α παντὶ τῷ Β ἐνδέ‐
35χεται, διότι κεῖται ἐνδέχεσθαι μηδενί, ἀνάγκη καὶ τὸ Β τῷ Α ἐνδέχεσθαι παντί· γίνεται γὰρ οὕτως ἡ καθόλου καταφατική, ὡς ἔφθην εἰπών, πρὸς ἑαυτὴν ἀν‐ τιστρέφουσα, ὅπερ οὐκ ἔστιν ἀληθὲς οὐδὲ κατ’ ἐκείνους, οἷς τοὐναντίον ἡμῖν
δοκεῖ. ἰδοὺ γοῦν τὸ μὲν λευκὸν ἐνδέχεται παντὶ ἀνθρώπῳ, ἐπεὶ καὶ μηδενί·51

23,3

52

οὐκέτι μέντοι τὸν ἄνθρωπον ἐνδέχεται παντὶ λευκῷ εἶναι· τισὶ γὰρ λευκοῖς ἐξ ἀνάγκης οὐχ ὑπάρχει ὡς κύκνῳ, χιόνι, μυρίοις ἄλλοις. εἰ δὲ ψεῦδος τὸ ἐνδέχεσθαι τὸν ἄνθρωπον παντὶ λευκῷ, ψεῦδος καὶ τὸ ἐνδέχεσθαι μηδενί, ὥστε οὐκ εἰ τὸ Α τῷ Β ἐνδέχεται μηδενί, καὶ τὸ Β τῷ Α ἐνδέχεσθαι μη‐
5δενί· οὐ γὰρ τὸ μηδενὶ [καὶ τὸ Β τῷ Α ἐνδέχεσθαι μηδενί· οὐ γὰρ τὸ μη‐ δενὶ] ὑπάρχον ἤδη καὶ ἐνδεχομένως οὐχ ὑπάρχει. ληπτέον δὲ κάλλιον τοὺς ὅρους λαμβάνοντας κίνησιν καὶ ἄνθρωπον. κίνησις μὲν γὰρ ἐνδέχεται μηδενὶ ἀνθρώπῳ ὑπάρχειν, ἐπειδὴ καὶ παντί, ἄνθρωπον δὲ ἀδύνατον μηδεμιᾷ κινήσει ὑπάρχειν· εἰ γὰρ ἐνδέχεται μηδεμιᾷ κινήσει ἄνθρωπον ὑπάρχειν, καὶ πάσῃ
10ἐνδέχεται· τοῦτο δὲ ἀδύνατον· τινὶ γὰρ κινήσει ἐξ ἀνάγκης οὐχ ὑπάρχει οἷον τῇ κυκλοφορικῇ. Ἀλλὰ μὴν οὐδέ, δι’ ἧς ἄν τις ὑπονοήσει δείξεως, λέγω δὲ διὰ τῆς εἰς ἀδύνατον, τὴν καθόλου ἀποφατικὴν ἐνδεχομένην πρότασιν δείξει πρὸς ἑαυτὴν ἀντιστρέφουσαν. οἷον εἰ τὸ Α οὐδενὶ τῶν Β ἐνδέχεται, λέγω, ὅτι καὶ τὸ Β
15οὐδενὶ τῶν Α ἐνδέχεται. εἰ γὰρ τοῦτο ψεῦδος, ἔσται τὸ ἀντικείμενον ἀληθὲς τὸ ‘οὐκ ἐνδέχεται μηδενὶ τῶν Α τὸ Β‘, ὅπερ ταὐτὸν τῷ ‘ἀνάγκη τινί‘· ὃ γὰρ οὐκ ἐνδέχεται μηδενί, τοῦτο ἀνάγκη τινί. ἐπεὶ οὖν τὸ Β ἐξ ἀνάγκης τινὶ τῶν Α ὑπάρχει, ὡς ἡ ὑπόθεσις, καὶ τὸ Α ἄρα τινὶ τῶν Β ἐξ ἀνάγκης ὑπάρχει· ἀντιστρέφει γὰρ ἐν παντὶ τρόπῳ τὰ μερικὰ πρὸς ἑαυτά· ὑπέκειτο δὲ καὶ ἐν‐
20δέχεσθαι μηδενὶ τὸ Α τῶν Β· τὸ αὐτὸ ἄρα τῷ αὐτῷ καὶ ἐνδέχεται μηδενὶ καὶ ἀνάγκη τινί, ὅπερ ἀδύνατον. οὐκ ἄρα τὸ ‘ἀνάγκη τινί‘ ἀληθές, τουτέστι τὸ ‘οὐκ ἐνδέχεται μηδενί‘· εἰ δὲ τοῦτο ψεῦδος, ἀληθὲς τὸ ‘ἐνδέχεται μηδενὶ τῶν Α τὸ Β‘. οὕτω μὲν οὖν ἡ δοκοῦσα διὰ τοῦ ἀδυνάτου δεῖξις δεικνύναι ἀντιστρέφειν τὴν καθόλου ἀποφατικὴν ἐνδεχομένην. ἐλεγκτέον οὖν αὐτὴν
25οὐκ οὖσαν ἀληθῆ οὕτως· οὐ δεῖ, ὡς τῇ ‘ἀνάγκη τινί‘ ὑποτεθείσῃ ἀδύνατόν τι ἠκολούθησε, τὸ ἀντιφατικῶς ἀντικείμενον τὸ ‘ἐνδέχεται μηδενί‘ λέγειν ἀληθὲς εἶναι καὶ διὰ τοῦτο ἀντιστρέφειν οἴεσθαι πρὸς ἑαυτὴν τὴν τοῦ ἐνδεχομένου ἀπόφασιν· ἡ γὰρ ‘οὐκ ἐνδέχεται μηδενί‘, ἣν ὑπεθέμεθα, ἵνα δείξωμεν τὸ ἀδύνατον, οὐ μόνον τὴν ‘ἀνάγκη τινί‘ περιέχει ἀλλὰ καὶ τὴν ‘ἀνάγκη μὴ
30παντί‘. εἰ τοίνυν τῆς ‘οὐκ ἐνδέχεται μηδενί‘ ἀμφότεραι αἱ μερικαὶ τοῦ ἀναγκαίου μέρη εἰσί (περιέχονται γὰρ ὑπ’ αὐτῆς), οὐ δεῖ τῷ ἑνὶ μόνῳ αὐτῆς μέρει δεῖξαι τὸ ἀδύνατον ἀκολουθοῦν τῷ ‘ἀνάγκη τινί‘, ἀλλὰ καὶ τῷ ‘ἀνάγκη μὴ παντί‘. δεῖ οὖν καὶ ταύτην ὑποθέσθαι καὶ δεῖξαι ἀδύνατόν τι ἀκολουθοῦν, ἵνα τῇ ὅλῃ προτάσει τῇ ‘οὐκ ἐνδέχεται μηδενί‘, τουτέστι τοῖς μέρεσιν αὐτῆς
35πᾶσι, δείξαντες ἀκολουθοῦν τὸ ἀδύνατον τότε τὴν ἀντιφατικῶς αὐτῇ ἀντικει‐ μένην εἰσαγάγωμεν τὴν ‘ἐνδέχεται μηδενί‘· ὅλον γὰρ δεῖ δεῖξαι πρὸς ἑαυτὸ τὸ ἐνδεχόμενον ἀντιστρέφον, τουτέστι τὴν ὅλην πρότασιν ὅλην πρὸς ἑαυτὴν καὶ οὐ πρὸς τὸ ἥμισυ. ἀλλὰ μὴν τῇ ‘ἀνάγκη μὴ παντί‘ ὑποτεθείσῃ οὐδὲν ἀδύνατον ἀκολουθεῖ· τὴν γὰρ ἀρχὴν οὐδὲ ἀντιστρέφει· δῆλον ἄρα, ὅτι οὐκ
40ἔστι χρησαμένους τῇ εἰς ἀδύνατον ἀπαγωγῇ δεῖξαι τὴν ἀποφατικὴν ἐνδεχομένην52

23,3

53

πρὸς ἑαυτὴν ἀντιστρέφουσαν. ὥσπερ οὖν εἴ τις ἀξιώσει ἀντιστρέφειν πρὸς ἑαυτὴν τὴν καθόλου καταφατικὴν καὶ λέγοι οὕτως ‘ἐπεὶ τῷ Γ παντὶ τὸ Δ ἐν‐ δέχεται ὑπάρχειν, καὶ τῷ Δ τὸ Γ παντὶ ἐνδέχεται ὑπάρχειν‘, εἶτα τοῦτο ἐπι‐ χειροίη κατασκευάζειν (εἰ γὰρ ψεῦδος τὸ παντὶ 〈τὸ Γ〉 τῷ Δ ἐνδέχεσθαι ὑπάρχειν,
5ἀληθὲς ἄρα τὸ ‘οὐκ ἐνδέχεται παντὶ τῷ Δ τὸ Γ‘), εἶτα ἀντὶ τούτου παραλάβοι τὸ ‘ἀνάγκη μὴ παντί‘, κακῶς ποιεῖ, διότι ἐπί τινων ὅρων τὸ Γ τῷ Δ παντὶ ὑπάρχει, οὕτω δὲ παντὶ ὑπάρχει, ὡς τισὶ μὲν ἐξ ἀνάγκης ὑπάρχειν τισὶ δὲ ὑπαρχόντως· καὶ διὰ τοῦτο συμβαίνει, διὰ τὸ μὴ παντὶ ἐξ ἀνάγκης ὑπάρχειν, ἀληθεύειν τὸ ‘ἀνάγκη μὴ παντὶ τῷ Δ τὸ Γ‘, διότι δὲ πάλιν καὶ τινὶ ἐξ ἀνάγκης
10ὑπάρχει, ἀληθεύειν τὸ ‘ἀνάγκη τινί‘· οἷον ἔστω κινούμενον καὶ σῶμα· λέγω οὕτως· κινούμενον παντὶ σώματι ὑπαρχόντως, καὶ ἔστιν ἀληθὴς ὁ λόγος· δύνα‐ μαι ἐπὶ τούτων τῶν ὅρων ἀντιστρέψας εἰπεῖν καὶ ὅτι σῶμα παντὶ κινουμένῳ ὑπάρχει· ἀλλὰ τινὶ μὲν ἐξ ἀνάγκης οἷον τῇ κυκλοφορίᾳ τοῦ οὐρανοῦ, τινὶ δὲ οὐκ ἐξ ἀνάγκης οἷον τῇ βαδίσει· οὐδὲ γὰρ ἀεὶ συνυπάρχουσιν ἀλλήλοις σῶμα
15καὶ βάδισις· διόπερ οὐκ ἀναγκαίως ἡ συνύπαρξις αὐτῶν· ὥστε οὐ καλῶς τις λαμβάνει, ὅτι, εἰ μὴ τὸ Γ τῷ 〈Δ〉 ἐνδέχεται παντί, ἀνάγκη μὴ παντὶ μόνως· δέδεικται γάρ, ὅτι δυνατὸν εὑρεῖν ὅρους τὸ ὑπάρχειν παντὶ τῷ Δ τὸ Γ συναγα‐ γόντας· εἰ δὲ παντὶ ὑπάρχει, ψεῦδος τὸ λέγειν, ὅτι ἀνάγκη μὴ παντὶ μόνως, ἀλλ’ ὅτι καὶ ἀνάγκη τινί· ὥστε τῷ ἐνδέχεσθαι παντὶ δύο ἀντίκεινται προ‐
20τάσεις, ἥ τε ‘ἀνάγκη μὴ παντί‘ καὶ ἡ ‘ἀνάγκη τινί‘, καὶ οὐ δεῖ τὴν ‘ἀνάγκη μὴ παντί‘ μόνην παραλαμβάνειν ὡς ἀντιφατικήν. ὡσαύτως δὲ καὶ τῇ ‘ἐνδέχεται μηδενί‘ αἱ αὐταὶ δύο ἀντίκεινται, καὶ οὐ δεῖ τὴν ‘ἀνάγκη τινί‘ μόνην παραλαμβάνειν τοὺς εἰς ἀδύνατόν τι βουλομένους ἀπαγαγεῖν καὶ τὸ ἀντιφατικῶς ἀντικείμενον τῷ ‘οὐκ ἐνδέχεται μηδενί‘ εἰσάγειν τὸ ‘ἐνδέχεται
25μηδενί‘. δῆλον οὖν ἡμῖν ἐστιν, ὅτι τοῦ ὁρισθέντος ἡμῖν ἐξ ἀρχῆς ἐνδεχο‐ μένου, οὗ μὴ ὄντος ἀναγκαίου τεθέντος δὲ οὐδὲν ἀδύνατον ἀκολουθεῖ (ἔστι γὰρ καὶ τὸ κοινότερον λεγόμενον ἐνδεχόμενον, ὡς πολλάκις εἰρήκαμεν), καὶ τῇ ἀποφάσει τῇ ‘ἐνδέχεται μηδενί‘ καὶ τῇ καταφάσει τῇ ‘ἐνδέχεται παντί‘ δύο εἰσὶ καὶ τὰ αὐτὰ ἑκάστῳ ἀντικείμενα, τὸ ‘ἀνάγκη τινί‘ καὶ ‘ἀνάγκη μὴ παντί‘.
30ὥστε τοὺς κεχρημένους τῇ εἰς ἀδύνατον ἀπαγωγῇ ἐφ’ ἑκατέρᾳ τῶν προτά‐ σεων τούτων ἀμφότερα δεῖ λαμβάνειν τὰ ἀντικείμενα. ὑποτεθέντος δὲ τοῦ ‘ἀνάγκη μὴ παντί‘ οὐδὲν ἀδύνατον ἀκολουθεῖ, ὥστε οὐ γίνεται συλλογισμός, τουτέστιν οὐδὲν ἀδύνατον συμπέρασμα ἡμῖν ἀκολουθήσει. εἰ δὲ μὴ ἀκολουθεῖ τι ἀδύνατον, οὐδὲ διὰ τούτου ἄρα δειχθήσεται ἀντιστρέφουσα πρὸς ἑαυτὴν ἡ
35τοῦ ἐνδεχομένου καθόλου ἀπόφασις. φανερὸν οὖν ἐκ τῶν εἰρημένων, ὅτι οὐκ ἀντιστρέφει ἡ καθόλου ἀποφατικὴ ἐνδεχομένη. Ἐπεὶ δὲ εἴπομεν τὰ χρήσιμα ἡμῖν ἐσόμενα πρὸς τὴν διδασκαλίαν τῶν
ἐν δευτέρῳ σχήματι συλλογισμῶν, νῦν ἐπὶ τὰς συζυγίας αὐτὰς μετελευσόμεθα53

23,3

54

δεικνύντες, ὅτι οὐκ ἐνδέχεται ἐξ ἀμφοτέρων τῶν προτάσεων ἐνδεχομένων ἐν δευτέρῳ σχήματι συλλογισμὸν γενέσθαι. δεῖ γὰρ ἐν τούτῳ τῷ σχήματι ἀν‐ ομοιοσχήμονας εἶναι τὰς συλλογιστικὰς προτάσεις· ἐνδεχομένων δὲ ἀμφοτέρων οὐσῶν ἀδύνατον αὐτάς, ὅπως ἂν ληφθῶσιν, ἀνομοιοσχήμονας εἶναι ἀεὶ τῆς
5ἀποφατικῆς μεταλαμβανομένης εἰς τὴν καταφατικήν. ὑποκείσθω γὰρ συζυγία ἐκ τῆς μείζονος ἀποφατικῆς τῆς δὲ ἐλάττονος καταφατικῆς· οἷον τὸ Α τῷ μὲν Β μηδενὶ ἐνδεχομένως τῷ δὲ Γ παντί· ταύτην οὔτε δι’ ἀντιστροφῆς δεῖξαι δυνατὸν ἀνάγοντας εἰς τὸ πρῶτον σχῆμα οὔτε τῇ εἰς ἀδύνατον ἀπαγωγῇ οὔτε τῇ τῶν ὅρων παραθέσει. καὶ ὅτι μὲν δι’ ἀντιστροφῆς οὐ δυνατόν,
10δῆλον· δέδεικται γάρ, ὅτι ἡ ἀπόφασις τοῦ ἐνδεχομένου οὐκ ἀντιστρέφει πρὸς ἑαυτήν. ἀλλ’ οὐδὲ διὰ τοῦ ἀδυνάτου· τεθέντος γὰρ τοῦ Β παντὶ τῷ Γ ἐνδέχεσθαι ὑπάρχειν οὐδὲν συμβαίνει ψεῦδος· ἐνδέχοιτο γὰρ ἂν τὸ Α τῷ Γ καὶ παντὶ καὶ μηδενὶ ὑπάρχειν. οὐ δυνατὸν τοίνυν οὐδὲ τῇ εἰς ἀδύνατον ἀπα‐ γωγῇ συμπέρασμά τι συναγαγεῖν ἐν δευτέρῳ σχήματι. ἔστω γὰρ τὸ Α τῷ
15Β ἐνδέχεσθαι μηδενὶ τῷ δὲ Γ ἐνδέχεσθαι παντί. ἴδωμεν οὖν, εἰ δυνατὸν τῇ εἰς ἀδύνατον δείξει χρήσασθαι. ὑποκείσθω γὰρ συνάγειν, ὅτι τὸ Β ἐνδέχεται μηδενὶ τῷ Γ ὑπάρχειν· τοῦτο γὰρ συνῆγεν ἄν, εἴπερ συνῆγε· δεικνύομεν οὖν τοῦτο μὴ δυνατὸν τῇ δείξει 〈τῇ διὰ〉 τοῦ ἀδυνάτου. εἰ γὰρ ψεῦδος τὸ ‘ἐν‐ δέχεται μηδενὶ τῶν Γ τὸ Β‘, ἔσται τὸ ‘οὐκ ἐνδέχεται μηδενί‘ ἀληθές, ὅπερ
20ταὐτόν ἐστι τῷ ‘ἀνάγκη τινί‘. εἰ τοίνυν τὸ Α ἐνδέχεται μηδενὶ τῷ Β, τὸ δὲ Β ἀνάγκη τινὶ τῷ Γ, γίνεται τὸ πρῶτον σχῆμα ἐκ τῆς μείζονος ἐνδεχομένης ἀποφατικῆς τῆς δὲ ἐλάττονος ἀναγκαίας μερικῆς καταφατικῆς· συνάγει δὲ τὸ Α οὐ παντὶ τῷ Γ ἐνδέχεσθαι· ἦν δὲ καὶ παντὶ ἐνδεχομένως, καὶ οὐδὲν ἀδύνατον τὸ παντὶ ἐνδεχόμενον ἐνδέχεσθαι μὴ παντί. οὕτως μὲν 〈οὖν〉 οὐ
25δυνατὸν τῇ δι’ ἀδυνάτου χρήσασθαι δείξει. ὅλως δέ, εἰ συνάγουσί τι συμπέ‐ ρασμα αἱ τοῦ ἐνδεχομένου προτάσεις ἐν δευτέρῳ σχήματι, ἐνδεχόμενον συνά‐ γουσιν, ἐπεὶ ἀμφότεραί εἰσιν ἐνδεχόμεναι· καὶ τοῦτο πάντως ἀνάγκη ἢ κα‐ ταφατικὸν εἶναι ἢ ἀποφατικόν. εἰ μὲν οὖν καταφατικὸν ὑπόθοιτο εἶναι τὸ συμπέρασμα, πρῶτον μὲν ἄλογον τῆς μιᾶς ἀποφατικῆς οὔσης μὴ ἀποφατικὸν
30εἶναι τὸ συμπέρασμα, εἴ γε ἀληθὴς ὁ λόγος, ὅτι τῇ χείρονι τῶν προτάσεων ἕπεται τὸ συμπέρασμα. ἔπειτα ἐλέγχεται τὸ τοιοῦτον τῇ τῶν ὅρων παρα‐ θέσει, δι’ ὧν συνάγεται καὶ τὸ ‘ἀνάγκη μηδενί‘· λευκὸν γὰρ ἐνδέχεται ἵππῳ μὲν μηδενὶ ὑπάρχειν ἀνθρώπῳ δὲ παντί, καὶ ὅμως ἵππος ἐξ ἀνάγκης ἀνθρώπῳ οὐχ ὑπάρχει. ὅτι μὲν οὖν οὐ γίνεται καταφατικὸν συμπέρασμα, δῆλον ἐξ ὧν
35διὰ τῶν ὅρων εὑρήκαμεν τὸ ἐξ ἀνάγκης μηδενὶ συναγόμενον· τοῦτο γὰρ ἀναι‐ ρετικόν ἐστι πάντων τῶν καταφατικῶν. ὅτι δὲ οὐδὲ ἀποφατικὸν ἐνδεχόμενον συνάγεται, δῆλον ἐξ ὧν τὸ ἀναγκαῖον ἀποφατικὸν διὰ τῶν ὅρων συνηγάγομεν· τοῦτο γὰρ ἀναιρετικόν ἐστι πασῶν τῶν τοῦ ἐνδεχομένου προτάσεων. ὥστε
οὔτε καταφατικὸν οὔτε ἀποφατικὸν ἐνδεχόμενον συνάγεται. ταῦτα μὲν οὖν54

23,3

55

εἰρήσθω τῆς μείζονος οὔσης ἀποφατικῆς ἐνδεχομένης τῆς δὲ ἐλάττονος κατα‐ φατικῆς. ἀλλὰ δὴ κἂν ἀμειφθείη ἡ τάξις καὶ ἡ μὲν μείζων εἴη καταφατικὴ ἡ δὲ ἐλάττων ἀποφατική, καὶ οὕτως ἀσυλλόγιστος ἡ συζυγία. ὁμοίως δέ, κἂν ὁμοιοσχήμονες ὦσιν αἱ προτάσεις· ἐπὶ πασῶν γὰρ τούτων τῶν συζυγιῶν
5οἱ προσεχῶς εἰρημένοι ὅροι πρὸς τὸ δεῖξαι αὐτὰς ἀσυλλογίστους ἀρκέσουσι τὸ ἀναγκαῖον ἀποφατικὸν συνάγοντες. καὶ ὅταν ἡ μὲν καθόλου ἡ δὲ ἐπὶ μέρους ἢ ἀμφότεραι κατὰ μέρος ἢ ἀδιόριστοι ἢ ὁσαχῶς ἄλλως ἐνδέχεται μεταλαβεῖν τὰς προτάσεις· πᾶσαι γὰρ ἔσονται ἀσυλλόγιστοι· συνάγουσι γὰρ διὰ τῶν αὐτῶν ὅρων καὶ τὸ παντὶ καὶ οὐδενὶ ἐξ ἀνάγκης. φανερὸν οὖν, ὅτι ἐν δευτέρῳ
10σχήματι ἀμφοτέρων τῶν προτάσεων ἐνδεχομένων οὐσῶν οὐκ ἔσται συλλογισμός. Ἐπεὶ δ’ ἐδείξαμεν, ὅτι ἐκ δύο ἐνδεχομένων προτάσεων ἐν δευτέρῳ σχή‐ ματι οὐ γίνεται συλλογισμός, ἐπὶ τὰς μίξεις μετέλθωμεν· καὶ λέγομεν, ὅτι, ἂν ἡ μὲν ὑπάρχουσα εἴη καταφατικὴ ἡ δὲ ἐνδεχομένη ἀποφατική, οὐδεὶς ἔσται συλλογισμός, ὅπως ἂν ἔχουσαι ληφθῶσιν αἱ προτάσεις, ὡς φανεροῦ δηλονότι
15ὄντος, εἰ ἀμφότεραι εἶεν καταφατικαί, [καὶ] μηδὲν συναχθήσεσθαι συλλογιστι‐ κῶς. ὅτι δὲ οὔσης τῆς ὑπαρχούσης καταφατικῆς ἀποφατικῆς δὲ τῆς ἐνδεχο‐ μένης οὐδὲν συνάγεται συλλογιστικῶς, ἀπόδειξις ἡ αὐτὴ διὰ τῶν αὐτῶν ὅρων· δείκνυται γὰρ ἀσυλλόγιστος ἡ τοιαύτη συμπλοκὴ διά τε τοῦ μὴ ἀντιστρέφειν τὴν καθόλου ἀποφατικὴν ἐνδεχομένην, ἀλλὰ μηδὲ τὴν ὑπάρχουσαν καταφατικὴν
20καθόλου· γίνεται γάρ, εἰ αὕτη ἀντιστραφείη, ἐν πρώτῳ σχήματι ἡ μείζων πρότασις ἐπὶ μέρους καταφατική. ἔτι διὰ τοῦ μὴ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ἐνδείκνυσθαί τι· τοῦ γὰρ ἀντικειμένου ἢ τῷ ἐνδεχομένῳ συμπε‐ ράσματι ἢ τῷ ὑπάρχοντι, εἴ τις ὑπάρχον λέγοι δύνασθαι γίνεσθαι τὸ συμπέ‐ ρασμα, ὑποτεθέντος συνάγεσθαι ἐν τῷ πρώτῳ σχήματι τὸ Α τινὶ τῷ Γ ὑπάρ‐
25χον, ᾧ ἔκειτο μηδενὶ ἐνδέχεσθαι, ὃ οὐκ ἀδύνατον. ἀλλὰ καὶ διὰ τῆς τῶν ὅρων παραθέσεως· τὸ γὰρ λευκὸν καὶ 〈ἄνθρωπος καὶ〉 ἵππος ληφθέντα δεικνύ‐ ουσιν, ὅτι μὴ ἐνδεχόμενον ἢ καταφατικὸν ἢ ἀποφατικὸν γίνεται τὸ συμπέρασμα μήτε ὑπάρχον, ἀλλὰ ἀναγκαῖον ἀποφατικόν. καίτοι ἔδει ἢ τοῦ ἐνδέχεσθαι ἢ τοῦ ὑπάρχειν εἶναι τὸ συμπέρασμα, εἰ συλλογιστικῶς συνήγετο· αἱ γὰρ
30προτάσεις τοιαῦται. ἀλλὰ καὶ τοῦ παντὶ ἐξ ἀνάγκης καὶ τοῦ μηδενὶ ἐξ ἀνάγκης ἔστιν ὅρων εὐπορῆσαι, τοῦ μὲν μηδενὶ ἐξ ἀνάγκης λευκόν, ἄνθρωπος, ἵππος· τὸ γὰρ λευκὸν δύναται τῷ μὲν ἑτέρῳ τούτων ὑπάρχον παντὶ ληφθῆναι τῷ δὲ ἑτέρῳ ἐνδεχόμενον, ὥσπερ εἴρηται, καὶ ὁ ἄνθρωπος ἐξ ἀνάγκης οὐδενὶ ἵππῳ. τοῦ δὲ παντὶ ἐξ ἀνάγκης λευκόν, ἄνθρωπος, γραμματικόν· τὸ γὰρ
35λευκὸν ἐνδεχέσθω μηδενὶ ἀνθρώπῳ, ὑπαρχέτω δὲ παντὶ γραμματικῷ, καὶ ὁ
ἄνθρωπος παντὶ γραμματικῷ ἐξ ἀνάγκης.55

23,3

56

Ἐὰν δὲ ἡ μὲν ἐνδεχομένη καθόλου καταφατικὴ εἴη ἡ δὲ ὑπάρχουσα καθόλου ἀποφατική, ἔσται συλλογισμὸς ἀντιστραφείσης τῆς καθόλου ἀποφατικῆς ὑπαρχούσης· οὕτως γὰρ ἔσται τὸ πρῶτον σχῆμα. καὶ τὸ συμπέρασμα 〈τοῦ〉 ἐνδεχέσθαι μηδενί, τοῦτο δέ, πρὸς ὁπότερον ἂν τὸ ὑπάρχον στερητικὸν τεθῇ,
5τουτέστι κἂν ἡ ἐλάττων ληφθῇ καθόλου ἀποφατικὴ ὑπάρχουσα ἡ δὲ μείζων καθόλου καταφατικὴ ἐνδεχομένη, ὁ αὐτὸς ἔσται συλλογισμὸς ἀντιστραφείσης τῆς ἀποφατικῆς ὑπαρχούσης. καὶ τέως δεικτέον τὴν ἐκ τῆς μείζονος ὑπαρχούσης τῆς δὲ ἐλάττονος ἐνδεχομένης. εἰ γὰρ τὸ Α τῷ μὲν Β μηδενὶ ὑπαρχόντως, οὐδὲ τὸ Β οὐδενὶ τῷ Α ὑπαρχόντως· τὸ δὲ Α παντὶ τῷ Γ ἐνδεχομένως·
10δέδεικται δὲ ἡ τοιαύτη συζυγία ἐν πρώτῳ σχήματι τῇ εἰς ἀδύνατον ἀπα‐ γωγῇ τὸ οὐδενὶ ἐξ ἀνάγκης συνάγουσα, ὅπερ ἦν τὸ ἥμισυ τοῦ κατὰ τὸν διο‐ ρισμὸν ἐνδεχομένου. ὁμοίως δέ, κἂν ἡ ἐλάττων ληφθῇ καθόλου ἀποφατικὴ ὑπάρχουσα ἡ δὲ μείζων καθόλου καταφατικὴ ἐνδεχομένη, ὁ αὐτὸς γίνεται συλλογισμὸς ἀντιστρεφομένης τῆς ἀποφατικῆς ὑπαρχούσης. οἷον τὸ Α τῷ μὲν
15Β παντὶ ἐνδεχομένως, μηδενὶ δὲ τῶν Γ ὑπαρχόντως· εἰ οὖν τὸ Α οὐδενὶ τῶν Γ ὑπαρχόντως, οὐδὲ τὸ Γ οὐδενὶ τῶν Α ὑπαρχόντως· τὸ δὲ Α παντὶ τῷ Β ἐνδεχομένως· τὸ ἄρα Γ οὐδενὶ τῶν Β ἐνδεχομένως ὑπάρχει. ἀντιστραφέντος οὖν τοῦ συμπεράσματος (οὐ γὰρ τοῦ κατὰ τὸν διορισμόν ἐστιν ἀλλὰ τοῦ κατὰ τοῦ ὑπάρχοντος ἀληθευομένου) [ἔχει ὅτι] καὶ τὸ Β οὐδενὶ τῶν Γ ἐνδεχομένως
20ὑπάρχει. ἐδείχθη γὰρ ἐν πρώτῳ σχήματι τὸ τοιοῦτον συναγόμενον τῆς μεί‐ ζονος ἀποφατικῆς ληφθείσης· ἡ δὲ τοιαύτη ἀπόφασις πρὸς ἑαυτὴν ἀντιστρέφει. ὅτι δὲ τοιοῦτον γίνεται τὸ συμπέρασμα καὶ οὐχὶ κατὰ τὸν διορισμὸν ἐνδεχό‐ μενον, καὶ διὰ τῶν ἑξῆς μὲν δῆλον, προείρηκα 〈δὲ〉 καὶ ἀρχόμενος τοῦ δευ‐ τέρου σχήματος, ὅτι δεῖ καὶ ἐν τούτοις λαμβάνειν τὸ ἐν τοῖς συμπεράσμασιν
25ἐνδεχόμενον ὥσπερ ἐν τοῖς πρότερον. Ἐὰν δὲ ἀμφότεραι μὲν ὦσιν ἀποφατικαί, μεταληφθείσης μὲν τῆς ἐνδε‐ χομένης εἰς καταφατικὴν γίνεται συλλογισμός, ὅτι τὸ Β οὐδενὶ τῶν Γ ἐνδε‐ χομένως ὑπάρχει, καὶ τὸ συμπέρασμα οὐ κατὰ τὸν διορισμόν· γίνεται γὰρ ἡ μείζων ἀποφατικὴ ὑπάρχουσα ἐν πρώτῳ σχήματι δι’ ἀντιστροφῆς, καθάπερ
30καὶ ἐν τοῖς πρότερον. ἐὰν δὲ ἀμφότεραι τεθῶσι καταφατικαί, ἀσυλλόγιστοί εἰσιν· εἰκότως· οὐ γὰρ μεταλαμβάνεται ἡ ἐνδεχομένη καταφατικὴ εἰς ἀποφατι‐ κήν, ἵνα, ὥσπερ ἐξ ἀμφοτέρων τῶν προτάσεων ἀποφατικῶν μεταληφθείσης τῆς ἐνδεχομένης εἰς καταφατικὴν γίνεται συλλογισμός, οὕτως καὶ ἐκ τῆς καταφατικῆς πάλιν εἰς τὴν ἀποφατικὴν ἡ μετάληψις ποιήσει συλλογιστικὴν συζυγίαν. ὅροι δέ,
35δι’ ὧν συνάγεται καὶ τὸ παντὶ καὶ τὸ οὐδενί, ὑγεία παντὶ ζώῳ ἐνδεχομένως ὑπάρχει, ἀνθρώπῳ δὲ ὑπαρχόντως παντί, καὶ συνάγεται ζῶον παντὶ ἀνθρώπῳ· πάλιν ὑγεία ἵππῳ μὲν παντί, ἀνθρώπῳ δὲ οὐδενί, καὶ ἄνθρωπος οὐδενὶ ἵππῳ. Τὸν αὐτὸν δὲ τρόπον ἕξει καὶ ἐπὶ τῶν ἐν μέρει συλλογισμῶν. τῆς ἀπο‐ φατικῆς γὰρ ἐνδεχομένης οὔσης καὶ διὰ τοῦτο μεταλαμβανομένης εἰς τὴν κατα‐
40φατικὴν γίνονται ὁμοιοσχήμονες αἱ συζυγίαι· αἱ δὲ τοιαῦται πᾶσαι ἐν δευτέρῳ56

23,3

57

σχήματι ἀσυλλόγιστοί εἰσιν. ὅταν δὲ ἡ καθόλου ἀποφατικὴ ὑπάρχουσα ᾖ καὶ μείζων, ἀεὶ γίνεται συλλογισμός, διὰ τῆς ἀντιστροφῆς ἀναγομένης αὐτῆς εἰς τὸ πρῶτον σχῆμα. ὅπως δὲ ἔχουσιν αἱ συζυγίαι αἱ τὴν ὑπάρχουσαν ἔχουσαι μερικὴν ἀποφατικήν, προϊὼν δείξω. πάλιν ἐὰν ἄμφω τὰ διαστήματα
5στερητικὰ τεθῇ, μεταληφθείσης τῆς ἐνδεχομένης ἀποφατικῆς εἰς καταφατικήν (δεῖ δὲ τὴν ὑπάρχουσαν ἐν τούτοις ἀεὶ μείζονα εἶναι, ἵνα καὶ σώζηται τὰ ἴδια τοῦ δευτέρου σχήματος) πάλιν τὰ αὐτὰ συνάγεται συμπεράσματα, οἷα καὶ αὐτόθεν ἀνομοιοσχήμοσιν οὔσαις μερικαῖς συζυγίαις. ἐὰν δὲ ἡ ὑπάρχουσα στερητικὴ μὲν ληφθῇ μερικὴ δέ, τῆς ἑτέρας προτάσεως καθόλου καταφατικῆς
10ἐνδεχομένης οὔσης ἢ ἀποφατικῆς, οὐδεὶς γίνεται συλλογισμός· καὶ εἰκότως· δεῖ μὲν γὰρ ἀντιστραφῆναι τὴν μερικήν, ἵνα εἰς τὸ πρῶτον ἀναχθῇ σχῆμα· οὐκ ἀντιστρέφει δὲ ἡ μερικὴ ἀποφατικὴ ὑπάρχουσα ἐπὶ πάσης ὕλης, ὡς ἐδείχθη, καὶ ἀντιστρεφομένη μερικὴν ἐποίει τὴν μείζονα καὶ ἀσυλλόγιστον διὰ τοῦτο τὴν συζυγίαν. εἰκότως ἄρα οὐδεὶς ἐν τούτῳ γίνεται συλλογισμός. ἀλλ’ οὐδ’
15εἰ ἀμφότεραι ληφθῶσι μερικαὶ ἢ ἀμφότεραι ἀδιόριστοι, ὅπως ἂν ἔχωσι κατὰ τὸ ποιόν, οὐδεὶς ἔσται συλλογισμός· δείκνυται δὲ ταῦτα διὰ τῶν αὐτῶν ὅρων· ὑγεία, ζῶον, ἄνθρωπος τοῦ ὑπάρχειν, ὑγεία ἵππος, ἄνθρωπος τοῦ μὴ ὑπάρχειν.
17
18tΜῖξις ἐνδεχομένου καὶ ἀναγκαίου ἐν δευτέρῳ σχήματι.
19Πληρώσαντες τὰς μίξεις ἐνδεχομένου καὶ ὑπάρχοντος μετέλθωμεν ἐπὶ
20τὴν ἐξ ἀναγκαίου καὶ ἐνδεχομένου μῖξιν ἐν δευτέρῳ σχήματι· καὶ φαμέν, ὅτι, εἰ μὲν ἡ ἀναγκαία ἀποφατικὴ εἴη εἴτε μείζων οὖσα εἴτε ἐλάττων, πάντως γίνεται συλλογισμὸς τοῦ ἐνδεχομένου καὶ οὐ τοῦ κατὰ τὸν διορισμὸν ἀλλὰ τοῦ κατηγορουμένου κατὰ τοῦ μὴ ὑπάρχοντος, εἰ μέντοι ἀναγκαία καταφατικὴ εἴη, δηλονότι ἀποφατικῆς οὔσης τῆς ἐνδεχομένης, ἀσυλλόγιστοι πᾶσαι αἱ τοι‐
25αῦται συζυγίαι. ἡ δὲ αἰτία τὸ μεταλαμβάνεσθαι πάλιν τὴν ἀποφατικὴν ἐν‐ δεχομένην εἰς καταφατικὴν καὶ διὰ τοῦτο γίνεσθαι ὁμοιοσχήμονας τὰς συζυγίας. κείσθω γὰρ τὸ Α τῷ μὲν Β ἐξ ἀνάγκης μηδενὶ ὑπάρχειν τῷ δὲ Γ παντὶ ἐν‐ δέχεσθαι· ἀντιστραφείσης οὖν τῆς ἀποφατικῆς τὸ πρῶτον γίνεται σχῆμα· τὸ Β τῷ Α ἐξ ἀνάγκης 〈μηδενί〉, τὸ δὲ Α παντὶ τῷ Γ ἐνδέχεται. γίνεται δὴ τὸ πρῶτον
30σχῆμα τῆς μείζονος ἀναγκαίας καθόλου ἀποφατικῆς οὔσης τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς ἐνδεχομένης· συνῆγε δὲ αὕτη ἡ συζυγία τῇ εἰς ἀδύνα‐ τον ἀπαγωγῇ τὸ ‘ἐνδέχεται μηδενί‘ τὸ ἰσοδυναμοῦν τῷ ὑπαρχόντως μηδενί. καὶ ὅτι γίνεται καθόλου ἀποφατικὸν τὸ συμπέρασμα ὑπάρχον καὶ οὐ τὸ κατὰ τὸν διορισμὸν ἐνδεχόμενον, διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς δεικτέον. εἰ γὰρ
35μὴ ἀληθὲς τὸ Β μηδενὶ τῷ Γ ὑπάρχειν, τὸ ἀντικείμενον αὐτοῦ εἰλήφθω, καὶ κείσθω τὸ Β τῷ Γ τινί. εἰ τοίνυν τὸ μὲν Α οὐδενὶ τῷ Β ἐξ ἀνάγκης, τὸ δὲ Β τινὶ τῷ Γ ὑπαρχόντως, γίνεται οὖν τὸ Α τινὶ τῷ Γ ἐξ ἀνάγκης μὴ ὑπάρχον· δέδεικται γάρ, ὅτι ἐν πρώτῳ σχήματι τῆς μείζονος οὔσης ἀναγ‐
καίας ὑπαρχούσης δὲ τῆς ἐλάττονος ἀναγκαῖον τὸ συμπέρασμα. τὸ ἄρα Α57

23,3

58

τινὶ τῷ Γ ἐξ ἀνάγκης οὐχ ὑπάρχει, ὅπερ ἀδύνατον· ὑπέκειτο γὰρ τὸ Α παντὶ τῷ Γ ἐνδέχεσθαι. ἀδύνατος ἄρα ἡ ὑπόθεσις, ᾗ τοῦτο τὸ συμπέρασμα ἠκο‐ λούθησε· τὸ ἄρα ἀντικείμενον αὐτῆς· ἦν δὲ τὸ Β μηδενὶ τῷ Γ ὑπάρχειν. δεῖ δὲ εἰδέναι, ὅτι ἡ δεῖξις αὕτη καὶ τὸ ἀπ’ αὐτῆς ἀδύνατον ἠκολούθησε,
5διότι ἡγούμεθα ἀληθὲς εἶναι ἐν πρώτῳ σχήματι ἐξ ἀναγκαίας τῆς μείζονος καὶ τῆς ὑπαρχούσης ἐλάττονος ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα. ἐπεὶ κατά γε τοὺς ὑπάρχον λέγοντας γίνεσθαι ἐν ταῖς τοιαύταις μίξεσι τὸ συμπέρασμα οὐ προχωρεῖ ἡ τοιαύτη δεῖξις· οὐδὲν γὰρ ἀδύνατον ἕπεται. γίνεται γὰρ συναγόμενον ἐκ τῆς ὑποθέσεως τῆς τὸ Β τινὶ τῷ Γ ὑπάρχειν λεγούσης καὶ
10ἐκ τῆς κειμένης τῆς ‘τὸ Α ἐξ ἀνάγκης οὐδενὶ τῷ Β‘ τὸ Α τινὶ τῷ Γ μὴ ὑπάρχον, ὃ οὐδὲν ἀδύνατόν ἐστι κειμένου τοῦ τὸ Α παντὶ τῷ Γ ἐνδέχεσθαι· ἅμα γὰρ ἀληθῆ οὐδὲν κωλύει εἶναι τό τε παντὶ ἐνδέχεσθαι τὸ Α τῷ Γ καὶ τὸ τινὶ αὐτῷ μὴ ὑπάρχειν. Τὸν αὐτὸν δὲ τρόπον δειχθήσεται, καὶ εἰ μὲν ἡ μείζων καθόλου κατα‐
15φατικὴ ἐνδεχομένη εἴη ἡ δὲ ἐλάττων καθόλου ἀποφατικὴ ἀναγκαία. συνάγει γὰρ καὶ αὕτη τὸ 〈αὐτὸ〉 συμπέρασμα, τὸ ὑπάρχειν μηδενὶ καὶ τὸ ἐνδέχεσθαι μηδενί, διὰ τοῦ αὐτοῦ τρόπου τῆς δείξεως· τὸ Α παντὶ τῷ Β ἐνδεχομένως, τῷ δὲ Γ ἀνάγκη μηδενί· οὐκοῦν καὶ τὸ Γ τῷ Α ἀνάγκη μηδενί· τὸ δὲ Α τῷ Β ἐνδεχομένως παντί· λέγω, ὅτι καὶ τὸ Γ τῷ Β ὑπάρχει οὐδενί. ἀλλ’ οὐ
20τοῦτο ἐβουλόμεθα δεῖξαι, ἀλλ’ εἰ τὸ Β τῷ Γ ὑπάρχει οὐδενί. ἐπεὶ τοίνυν ἀντιστρέφει ἡ καθόλου ἀποφατική, καὶ τὸ ‘〈τὸ〉 Γ τῷ Β ὑπάρχει οὐδενί‘ ἀντι‐ στραφήσεται, καὶ τὸ Β οὐδενὶ τῷ Γ. εἰ δὲ τοῦτο ψεῦδος, ἀληθὲς τὸ ὑπάρχειν τινί. ἐπειδὴ τοίνυν τὸ Α ἐνδέχεται παντὶ τῷ Β, τὸ δὲ Β ὑπάρχει τινὶ τῷ Γ, τὸ ἄρα Α τινὶ τῷ Γ ἐνδέχεται ὑπάρχειν· ἦν δὲ καὶ ἀνάγκη μηδενί, ὅπερ
25ἀδύνατον. τὸ ἀδύνατον ἠκολούθησε διὰ τὸ ὑποθέσθαι τὸ Β τῷ Γ ὑπάρχειν τινί· οὐκοῦν ψεῦδος τοῦτο, ἀληθὲς δὲ τὸ ὑπάρχειν οὐδενί. Ἐὰν δὲ ἀνάπαλιν ἔχωσιν αἱ συζυγίαι, οἷον τὴν μὲν ἀναγκαίαν καταφα‐ τικὴν τὴν δὲ ἐνδεχομένην ἀποφατικήν, ἀσυλλόγιστοι ἔσονται διὰ τὸ τὴν ἀπο‐ φατικὴν ἐνδεχομένην μεταλαμβάνεσθαι εἰς τὴν καταφατικὴν καὶ ποιεῖν ὁμοιο‐
30σχήμονας τὰς συζυγίας· αὗται δ’ ἐν δευτέρῳ σχήματι ἀσυλλόγιστοί εἰσι. δείκνυν‐ ται γὰρ αὗται διὰ τῶν ὅρων μηδὲν συμπέρασμα συνάγουσαι μήτε 〈ἐνδεχόμενον μήτε〉 ὑπάρχον μήτε ἀναγκαῖον· λευκὸν παντὶ κύκνῳ ἐξ ἀνάγκης, ἀνθρώπῳ δὲ ἐνδεχομένως μηδενί, καὶ ὅμως κύκνος οὐδενὶ ἀνθρώπῳ ἐξ ἀνάγκης. οὕτως μὲν οὖν διὰ τῶν ὅρων τὸ ‘ἀνάγκη μηδενί‘ δείκνυται συναγόμενον, καὶ ἐκ τούτου
35δῆλον, ὅτι οὐδὲν συνάγουσιν αἱ τοιαῦται προτάσεις συμπέρασμα. ὅτι μὲν γὰρ οὐδὲν ἐνδεχόμενον συνάγουσιν αἱ τοιαῦται προτάσεις συμπέρασμα, δῆλον ἐξ ὧν ἀναγκαῖον ἀποφατικὸν συνῆκται· τὸ δὲ ἀναγκαῖον πάντων τῶν ἐνδεχομένων ἐστὶν ἀναιρετικόν. ὅτι δὲ οὐδὲ ἀναγκαῖον συνάγεται, δῆλον ἐντεῦθεν· τὸ γὰρ ἀναγκαῖον συμπέρασμα ἢ ἐξ ἀναγκαίων ἀμφοτέρων ἢ τῆς ἀποφατικῆς ἀναγκαίας
40οὔσης· νῦν δὲ οὐδέτερον τούτων ἐστίν. ἵνα δὲ μή τις ὑπολάβοι, ἐπειδὴ ὅλως58

23,3

59

ἀνωτέρω τὸ ‘ἀνάγκη μηδενί‘ συνήγετο, διὰ τῶν ὅρων τοῦτο ὡρισμένως συνάγε‐ σθαι, δεικτέον, ὅτι τῶν αὐτῶν οὐσῶν προτάσεων ἐγχωρεῖ εὐπορῆσαι ὅρων τὸ ἐξ ἀνάγκης παντὶ συναγόντων, ὥστε καὶ ταύτῃ πάντα ἀναιρεῖσθαι τὰ συμπε‐ ράσματα. διὰ μὲν γὰρ τοῦ καθόλου ἀποφατικοῦ ἀναιρεῖται πάντα τὰ κατα‐
5φατικά, διὰ δὲ τοῦ καθόλου καταφατικοῦ πάντα τὰ ἀποφατικά. κίνησις, ἐγρή‐ γορσις, ζῶον· [διὰ δὲ τοῦ καθόλου καταφατικοῦ πάντα τὰ ἀποφατικά] κίνησις παντὶ ζώῳ ἐνδεχομένως, ἐγρηγορότι δὲ ἐξ ἀνάγκης παντί, καὶ ὁμοίως ζῶον παντὶ ἐγρηγορότι ἐξ ἀνάγκης. φανερὸν οὖν, ὅτι οὐδὲ ὑπάρχον συνάγεται· τὰ μὲν 〈γὰρ〉 καταφατικὰ πάντα ἀναιρεῖται πάντως ὑπὸ τῆς ἀναγκαίας ἀποφατικῆς,
10τὰ δὲ ἀποφατικὰ διὰ τῆς καταφατικῆς ἀναγκαίας. ἐπιστῆσαι δὲ δεῖ τοῖς ὅροις· οὐ γάρ εἰσι καλῶς εἰλημμένοι· δεῖ 〈γὰρ〉 κατὰ τὸν αὐτὸν χρόνον ἀλη‐ θευούσας λαμβάνεσθαι τὰς προτάσεις. εἰ γὰρ παντὶ ζώῳ ἐνδεχομένως κίνησις, οὐκ ἔσται τι ζῶον ἐξ ἀνάγκης κινούμενον· καὶ ἡ ἐγρήγορσις γὰρ κίνησις ἐλήφθη ἐξ ἀνάγκης ὑπάρχουσα τῷ ἐγρηγορότι· εἰ δὲ ἔσται τι ἐγρηγορὸς ὡς ἐξ ἀνάγκης
15ὑπάρχειν αὐτῷ τὴν κατὰ τὸ ἐγρηγορέναι κίνησιν (ἐν ᾧ γὰρ ἐγρήγορεν, ἐξ ἀνάγκης ἐγρήγορε), ψευδὴς ἡ λέγουσα 〈ἐνδέχεσθαι〉 παντὶ ζώῳ κίνησιν ὑπάρ‐ χειν· τινὶ γὰρ ζώῳ ὑπάρχει ἐξ ἀνάγκης, τῷ ἐγρηγορότι. ὁμοίως δὲ δειχθήσε‐ ται καὶ ἀνάπαλιν τεθείσης τῆς καταφάσεως, λέγω δὲ τῆς μὲν ἐλάττονος ἐνδε‐ χομένης ἀποφατικῆς τῆς δὲ μείζονος ἀναγκαίας καταφατικῆς· καὶ αὕτη γὰρ
20ἀσυλλόγιστος διὰ τῶν αὐτῶν δείξεων, δι’ ὧν καὶ τὴν πρὸ αὐτῆς ἐδείξαμεν. Εἰ δὲ ὁμοιοσχήμονες ὦσιν αἱ προτάσεις, ἀμφοτέρων μὲν οὐσῶν ἀποφα‐ τικῶν συλλογιστικαὶ γίνονται αἱ συζυγίαι, οὐ διὰ τῶν εἰλημμένων προτάσεων ἀλλὰ διὰ μεταλήψεως τῆς ἐνδεχομένης ἀποφατικῆς εἰς καταφατικήν. καὶ τὰ συμπεράσματα τὰ αὐτὰ συνάγονται ταῖς ἤδη παραδεδομέναις προτάσεσι καὶ
25διὰ τῶν αὐτῶν δείξεων, ἐπειδὴ καὶ μεταληφθείσης τῆς ἐνδεχομένης ἀποφα‐ τικῆς εἰς τὴν καταφατικὴν αἱ αὐταὶ γίνονται συζυγίαι. ἐὰν μέντοι ἀμφότεραι ληφθῶσι καταφατικαί, ἀσυλλόγιστοί εἰσι πᾶσαι διὰ τὸ μὴ μεταλαμβάνεσθαι τὴν ἐνδεχομένην καταφατικὴν εἰς τὴν ἀποφατικήν, ὡς πολλάκις εἰρήκαμεν. Ἐπεὶ δ’ ἀπηρτίσαμεν τὸν ἐξ ἀμφοτέρων καθόλου λόγον, νῦν τὰς ἐχούσας
30τὴν ἑτέραν μερικὴν παραδώσομεν. ὥσπερ οὖν εἶχον αἱ καθόλου, οὕτως ἔχουσι καὶ αὗται· αἵτινες γὰρ ἐκεῖ ἦσαν συλλογιστικαί, αὗται καὶ ἐνταῦθα γίνονται· ὁμοίως καὶ αἱ ἀσυλλόγιστοι. εἰ μὲν γὰρ τὸ ἀποφατικὸν ἀναγκαῖον εἴη καθόλου τὸ δὲ μερικὸν καταφατικὸν ἐνδεχόμενον, συνάγει συμπέρασμα τὸ οὐ παντὶ ἐξ ἀνάγκης, λέγω δὴ τὸ ἐνδεχόμενον τὸ ἰσοδυναμοῦν τῷ ὑπάρχοντι. εἰ δὲ
35καταφατικὸν ᾖ τὸ ἀναγκαῖον, οὐδέποτε γίνεται συλλογιστικὴ ἡ συζυγίᾳ διὰ τὸ μεταλαμβάνεσθαι τὴν ἀποφατικὴν ἐνδεχομένην εἰς τὴν καταφατικήν. οὐδὲ
ὅταν ἀμφότεραι ληφθῶσι καταφατικαί, οὐδεὶς ἔσται συλλογισμός. οὐδὲ γάρ,59

23,3

60

ὅταν ἀμφότεραι καθόλου ἦσαν, οὕτως λαμβανομένων ἐγίνετο· ἐδείχθη γὰρ ἐπὶ τῶν ὅρων ἀμφοτέρων οὐσῶν καταφατικῶν καταφατικὸν ἀναγκαῖον συναγόμενον· ἦσαν δ’ οἱ παρατεθέντες ὅροι λευκόν, ἄνθρωπος, κύκνος. Ὅταν δὲ ἀμφότεραι μὲν στερητικαί, εἴη δὲ ἀναγκαία ἡ ἀποφατικὴ καθόλου,
5συλλογισμὸς ἔσται ἀντιστραφείσης τῆς ἐνδεχομένης μερικῆς ἀποφατικῆς εἰς μερικὴν καταφατικήν, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων, ἐφ’ ὧν ἦν ἡ συζυγία συλλογιστικὴ οὔσης τῆς ἀναγκαίας ἀποφατικῆς καθόλου. ἐὰν δὲ ἀμφότεραι ἀδιόριστοι εἶεν ἢ ἐν μέρει ληφθῶσιν, ὡς ἂν ἔχωσι ποιότητος, οὐκ ἔσονται συλλογιστικαί. ἡ δ’ ἀπόδειξις διὰ τῶν αὐτῶν ὅρων· λέγοιμι 〈δ’〉 ἂν διὰ τῶν
10αὐτῶν ὅρων, δι’ ὧν καὶ ἐν τῷ πρώτῳ σχήματι ἔδειξα τὰς ἐξ ἀναγκαίας καὶ ἐνδεχομένης ἀμφοτέρων οὐσῶν ἐπὶ μέρους ἀσυλλογίστους συζυγίας. οἱ δὲ ὅροι τοῦ μὲν παντὶ ἐξ ἀνάγκης λευκόν, ζῶον, ἄνθρωπος· μέσον δηλονότι τὸ λευκὸν ἐν τούτῳ τῷ σχήματι. ἦν δὲ καὶ ἐν τῷ πρώτῳ, ἀλλ’ οὐ κατὰ τὴν αὐτὴν τάξιν· τότε μὲν γὰρ τὸ ζῶον τινὶ λευκῷ ἐξ ἀνάγκης, καὶ τὸ λευκὸν τινὶ ἀν‐
15θρώπῳ ἐνδεχομένως. νῦν δὲ τὸ λευκὸν καὶ τινὶ ζώῳ ἐξ ἀνάγκης καὶ πάλιν τινὶ ἐξ ἀνάγκης οὔ, ὡς κόρακι καὶ κύκνῳ καὶ ἀνθρώπῳ· πάλιν καὶ τινὶ ἐνδέχεται καὶ ἐνδέχεται τινὶ μή, ὡς ἀνθρώπῳ· καὶ τὸ ζῶον παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης. τοῦ δὲ μηδενὶ λευκὸν ἦν καὶ ζῶον καὶ ἄψυχον. καὶ εἰ μὴ τούτοις, οἷς πρὸ ὀλίγου ἐχρησάμεθα οὐσῶν καθόλου τῶν προτάσεων καὶ καταφατικῶν·
20οὗτοι δ’ ἦσαν λευκόν, κύκνος, ἄνθρωπος τοῦ μηδενὶ ἐξ ἀνάγκης, τοῦ δὲ παντὶ ἐξ ἀνάγκης κίνησις, ζῶον, ἐγρήγορσις. ἂν γὰρ μὴ καθόλου τὰς προτάσεις λαμβάνωμεν ἐπὶ τούτων τῶν ὅρων ὡς τότε ἀλλ’ ἐπὶ μέρους, δεικνύοιτο ἂν ἐπ’ αὐτῶν ἀληθῶν οὐσῶν καὶ τοῦ παντὶ καὶ τοῦ μηδενὶ ἐξ ἀνάγκης συναγωγή.
25 Φανερὸν οὖν ἐκ τῶν εἰρημένων, ὅτι τῆς ἀναγκαίας καθόλου ἀποφατικῆς οὔσης ἐν δευτέρῳ σχήματι τῆς δὲ ἑτέρας ἐνδεχομένης ἢ καταφατικῆς καθόλου ἢ ἀποφατικῆς ἢ πάλιν ἐν μέρει ἢ καταφατικῆς ἢ ἀποφατικῆς γίνεται συλλογι‐ στικὴ συζυγία. ἐδείχθη δὲ καὶ ὅτι τὸ συμπέρασμα οὐ μόνον τοῦ ἐνδέχεσθαι μὴ ὑπάρχειν ἀλλὰ καὶ τοῦ μὴ ὑπάρχειν, τουτέστιν οὐ τοῦ κατὰ τὸν διορισμὸν
30ἐνδεχομένου, γίνεται· ἀμφοτέρων γὰρ δοκεῖ γίνεσθαι τῷ τὸ ἐνδεχόμενον καὶ κατὰ τοῦ ὑπάρχοντος κατηγορεῖσθαι. δέδεικται δὲ καὶ ὅτι τῆς καταφατικῆς ἀναγκαίας λαμβανομένης οὐ γίνεται συλλογιστικὴ ἡ συζυγία. ἀλλ’ ὅτι καὶ ἐν ταῖς ἐξ ὑπαρχουσῶν καὶ ἐνδεχομένων μίξεσι καὶ ταῖς ἐξ ἀναγκαίων καὶ ἐνδε‐ χομένων ὁμοίως τοῦ τε ἀναγκαίου καὶ τοῦ ὑπάρχοντος τιθεμένων αἱ συζυγίαι
35συλλογιστικαί· καὶ γὰρ ὅτε τὸ ὑπάρχον καθόλου ἀποφατικόν, ἐλαμβάνετο ἐν ταῖς συλλογιστικαῖς καὶ τὸ ἀναγκαῖον ὁμοίως· μὴ τοιούτου δὲ λαμβανομένου ὁμοίως πάλιν ἀσυλλόγιστοι. ἀλλὰ καὶ ὅτι πάντες οἱ ἐν δευτέρῳ σχήματι συλλογισμοὶ ἐκ τῶν μίξεων ἀτελεῖς (καὶ γὰρ καθόλου οἱ ἐν δευτέρῳ σχήματι ἀτελεῖς· διὰ γὰρ τῆς εἰς τὸ πρῶτον σχῆμα ἀναγωγῆς τελειοῦνται), καὶ ὅτι τε‐
40λειοῦνται διὰ τῶν προειρημένων συζυγιῶν καὶ συμπλοκῶν· δι’ ὧν γὰρ ἔδειξα60

23,3

61

συζυγιῶν οὐσῶν ἐν τῷ πρώτῳ σχήματι, εἰς ὃ ἀνάγονται διὰ τῆς ἀντιστροφῆς, διὰ τοιούτων τελειοῦνται συμπλοκῶν τε, ὡς εἶπον, καὶ συζυγιῶν· ἐδείχθησαν δὲ διά τε τῆς τοῦ δευτέρου καὶ διὰ τῆς τοῦ τετάρτου συμπλοκῆς.
3
4tΣχῆμα τρίτον.
5 Ἐν δὲ τῷ τελευταίῳ σχήματι καὶ ἀμφοτέρων οὐσῶν ἐνδεχομένων τῶν προτάσεων γίνεται συλλογισμός, ὃ οὐκ ἐγίνετο ἐν τῷ δευτέρῳ σχήματι· ἐδείξαμεν γάρ, ὅτι ἐκ δύο ἐνδεχομένων ἐν δευτέρῳ σχήματι οὐδὲν συνάγεται συλλογιστικῶς. ἐνδεχομένων οὖν οὐσῶν ἀμφοτέρων ἔσται καὶ τὸ συμπέρασμα ἐνδεχόμενον. ἀλλὰ καὶ ἐξ ἐνδεχομένης καὶ ὑπαρχούσης ἐνδεχόμενον τὸ συμπέρασμα. ἐὰν
10δὲ ἡ μὲν ἀναγκαία ᾖ ἡ δὲ ἐνδεχομένη, εἰ μὲν καταφατικὴ εἴη ἡ ἀναγκαία, ἐνδεχόμενον πάλιν συνάγει τὸ συμπέρασμα· εἰ δὲ ἡ ἀναγκαία ἀποφατικὴ εἴη καθόλου, οὐ τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου τὸ συμπέρασμα ἔσται ἀλλὰ τοῦ μὴ ὑπάρχοντος καὶ τοῦ ἐνδεχομένου τοῦ ἰσοδυναμοῦντος αὐτῷ. ὃ καὶ ἐπὶ τῶν πρὸ τούτου ἐπεσημηνάμεθα σχημάτων, ὅτι οὐ τὸ κατὰ τὸν διορισμὸν
15ἐνδεχόμενον συμπέρασμα ληπτέον ἀλλὰ τὸ ἑπόμενον τῷ ὑπάρχοντι καὶ κατ’ αὐτοῦ λεγόμενον ἀληθῶς. Πρώτας δὲ θετέον τὰς ἐξ ἀμφοτέρων ἐνδεχομένων συζυγίας· δεῖ γὰρ προηγεῖσθαι τὰς ἁπλᾶς προτάσεις τῶν μικτῶν· καὶ πρώτας τὰς ἐκ δύο κατα‐ φατικῶν καθόλου. συνάγουσι δὲ ἐνδεχόμενον αὗται καταφατικὸν μερικὸν συμ‐
20πέρασμα, διὰ τῆς ἀντιστροφῆς τῆς ἐλάττονος καθόλου καταφατικῆς ἐνδεχομένης ἀναγομένης αὐτῆς εἰς τὸ πρῶτον σχῆμα. ἀλλὰ κἂν ἡ μὲν μείζων καθόλου ἐνδεχομένη ἀποφατικὴ ληφθῇ ἡ δὲ ἐλάττων καθόλου ἐνδεχομένη καταφατική, τῆς ἐλάττονος τῆς καθόλου καὶ καταφατικῆς ἐνδεχομένης ἀντιστραφείσης πάλιν γίνεται τὸ πρῶτον σχῆμα, ἐκ καθόλου ἀποφατικῆς ἐνδεχομένης τῆς μείζονος
25καὶ ἐπὶ μέρους [τῆς] καταφατικῆς ἐνδεχομένης τῆς ἐλάττονος ἐπὶ μέρους ἀποφα‐ τικοῦ ἐνδεχομένου συναγομένου. ἐὰν δὲ ἀμφότεραι ἀποφατικαὶ καὶ ἐνδεχόμεναι καθόλου ληφθῶσιν, ἐκ μὲν τῶν κειμένων οὐδὲν ἔσται συλλογιστικῶς δεικνύ‐ μενον, μεταληφθείσης δὲ τῆς ἐλάττονος εἰς τὴν καταφατικὴν ἐνδεχομένην καὶ ἀντιστραφείσης γίνεται ἡ αὐτὴ συζυγία ἐν πρώτῳ σχήματι τῇ φθασάσῃ εἰρῆσθαι.
30δύνανται δὲ καὶ ἀμφότεραι εἰς καταφατικὴν μεταληφθῆναι. εἰ δὲ ὁ μὲν κα‐ θόλου τῶν ὅρων ὁ δὲ ἐν μέρει, ὅσαι ἐξ ὑπαρχουσῶν λαμβανόμεναι προτάσεων συζυγίαι ἐν τῷ τρίτῳ σχήματι συλλογιστικὰς ἐποίουν συμπλοκάς, τοσαῦται καὶ ἐπὶ τῶν ἐνδεχομένων, ὅταν ὁμοίως ληφθῶσιν, ἔσονται συλλογιστικαί. ὁμοίως δὲ καὶ αἱ ἀσυλλόγιστοι ἐπὶ τῶν ἐνδεχομένων ἕξουσι ταῖς ἐπὶ τῶν ὑπαρχουσῶν·
35καὶ γὰρ αἱ μεταλαμβανόμεναι ἐκ τῶν ἀποφάσεων εἰς τὰς καταφάσεις ὡς ἴσον δυνάμεναι ταῖς καταφατικαῖς λαμβάνονται. ἐάν τε γὰρ ἡ μὲν μείζων ληφθῇ
καθόλου καταφατικὴ ἐνδεχομένη 〈ἡ δὲ ἐλάττων ἐπὶ μέρους καὶ αὐτὴ κατα‐61

23,3

62

φατικὴ ἐνδεχομένη〉, συλλογιστικὴ γίνεται ἡ συζυγία (γίνεται δὲ ἡ δεῖξις ἀντι‐ στραφείσης τῆς ἐλάττονος προτάσεως τῆς ἐπὶ μέρους ἐνδεχομένης καταφατικῆς· γίνεται γὰρ οὕτως τὸ πρῶτον σχῆμα), ἐάν τε ἡ μὲν μείζων ᾖ ἐπὶ μέρους καταφατικὴ ἐνδεχομένη 〈ἡ δὲ ἐλάττων καθόλου καταφατικὴ ἐνδεχομένη〉,
5συλλογιστικὴ 〈καὶ〉 οὕτως ἡ συζυγία· ἀντιστραφείσης γὰρ τῆς μείζονος τῆς ἐπὶ μέρους ἐνδεχομένης καταφατικῆς γίνεται πάλιν τὸ πρῶτον σχῆμα. δεήσει δὲ ἐν ταύτῃ τῇ συζυγίᾳ καὶ τὰ συμπεράσματα ἀντιστρέφειν· οὕτως γὰρ ἔσται τοῦ προκειμένου ὁ συλλογισμός. ἀλλὰ κἂν ἡ μὲν μείζων ληφθῇ καθόλου ἀποφατικὴ ἐνδεχομένη ἡ δὲ ἐλάττων ἐπὶ μέρους καταφατική,
10συλλογιστικὴ ἡ συζυγία· ἀντιστραφείσης γὰρ τῆς ἐλάττονος ἐπὶ μέρους [καταφατικῆς συλλογιστικὴ ἡ συζυγία] οὔσης [δὲ] ἐνδεχομένης καταφατικῆς γίνεται πάλιν τὸ πρῶτον σχῆμα καθόλου καταφατικὴν ἐνδεχομένην ἔχον τὴν μείζονα καὶ ἐνδεχομένην ἐπὶ μέρους καταφατικὴν τὴν ἐλάττονα, ἐξ ὧν ἐδείχθη ἐπὶ μέρους ἀποφατικὸν ἐνδεχόμενον γινόμενον τὸ συμπέρασμα. εἰ δὲ εἶεν
15ἀμφότεραι ἀποφατικαὶ ἐνδεχόμεναι, ἡ μὲν καθόλου ἡ δὲ ἐπὶ μέρους, μετα‐ ληφθείσης τῆς ἐπὶ μέρους ἀποφατικῆς εἰς τὴν ἐπὶ μέρους καταφατικὴν καὶ ἀντιστραφείσης γίνεται τοῦ πρώτου σχήματος ἡ προειρημένη συζυγία· μετα‐ ληφθεῖσα γὰρ ἡ ἀποφατικὴ εἰς τὴν καταφατικὴν ποιήσει τὰς προτάσεις ὁμοίας, ὁποῖαι οὖσαι καὶ ἐπὶ τῶν ὑπαρχουσῶν ἦσαν συλλογιστικαί. τῆς μὲν οὖν ἐλάτ‐
20τονος ληφθείσης ἐπὶ μέρους καταφατικῆς μιᾶς δεηθησόμεθα ἀντιστροφῆς, τῆς δὲ μείζονος δύο· δεήσει γὰρ καὶ τὸ συμπέρασμα ἀντιστρέψαι ὂν ἐπὶ μέρους ἀποφατικὸν ἐνδεχόμενον· ἀντιστρέφει δὲ τὸ ἀποφατικὸν ἐνδεχόμενον ὁμοίως τῷ καταφατικῷ. ὃ οὐκέθ’ οἷόν τε ἐπὶ τῶν ὑπαρχουσῶν προτάσεων ἐν τρίτῳ σχήματι γίγνεσθαι τῆς ἐλάττονος 〈οὔσησ〉 ἀποφατικῆς καθόλου τῆς δὲ μείζονος
25ἐπὶ μέρους ἀποφατικῆς τῷ μὴ ἀντιστρέφειν τὴν ἐπὶ μέρους ἀποφατικὴν ὑπάρ‐ χουσαν· οὐ γίνεται τοῦ προκειμένου ὁ συλλογισμός. διὸ ἐπιζητήσαι τις ἄν, πῶς ἀληθὲς τὸ “εἰ δ’ ὁ μέν ἐστι καθόλου τῶν ὅρων ὁ δ’ ἐν μέρει, τὸν αὐτὸν τρόπον ἐχόντων τῶν ὅρων, ὅνπερ ἐπὶ τοῦ ὑπάρχειν, ἔσται τε καὶ οὐκ ἔσται συλλογισμός”. ἢ δεῖ μεταλαμβάνειν τὸ ἐνδεχόμενον καθόλου ἀποφατικὸν εἰς
30καταφατικὸν καὶ ἐπὶ τοῦ ἐνδέχεσθαι. οὐκέτι δὲ ὡς ἐπὶ τοῦ ‘ἐνδέχεται‘, οὕτως ἕξει καὶ ἐπὶ τοῦ ὑπάρχειν διὰ τὸ προειρημένον. ἐὰν δὲ ἀμφότεραι ἢ ἀδιόριστοι ἢ ἐπὶ μέρους ληφθῶσιν ἐνδεχόμεναι, ἄν τε καταφατικαὶ ἄν τε ἀποφατικαὶ ἄν τε παραλλάξ, ἀσυλλόγιστοι αἱ συζυγίαι. καὶ τοῦτο δῆλον ἔσται πάλιν τῇ τῶν ὅρων παραθέσει, τὸ μὲν παντὶ διὰ ζώου καὶ ἀνθρώπου καὶ λευκοῦ· τὸ γὰρ
35ζῶον καὶ ὁ ἄνθρωπος τινὶ λευκῷ ἑκάτερον αὐτῶν ἐνδέχεται, καὶ ἐνδέχεται τινὶ μὴ ἑκάτερον, καὶ τὸ μὲν ἐνδέχεται ὑπάρχειν αὐτῷ, τῷ λευκῷ, τὸ δὲ ἐν‐ δέχεται μὴ ὑπάρχειν, καὶ τὸ ζῶον ἐξ ἀνάγκης παντὶ ἀνθρώπῳ. τοῦ δὲ μὴ ὑπάρχειν ἵππος, ἄνθρωπος, λευκόν· ὁμοίως γὰρ ἐχουσῶν τῶν προτάσεων ὁ
ἵππος ἐξ ἀνάγκης οὐδενὶ ἀνθρώπῳ.62

23,3

63

Ἐὰν δὲ ἡ μὲν ὑπάρχειν ἡ δὲ ἐνδέχεσθαι σημαίνει τῶν προτάσεων, τὸ συμπέρασμα μὲν ἐν τούτοις οὐδαμῶς ἐστιν ὑπάρχον· οὐδὲ γὰρ ἐν πρώτῳ σχήματι ἐπὶ τῆς τοιαύτης μίξεως ὑπάρχον ἐγίνετο τὸ συμπέρασμα ἀλλ’ ἐνδεχόμενον. οὕτως καὶ ἐνταῦθα ἐνδεχόμενον, δηλονότι οὐκ ἐν πάσαις ταῖς
5συζυγίαις τὸ αὐτό, ἀλλ’ ὅσαι μὲν ἔχουσι τὴν ὑπάρχουσαν καταφατικήν, τὸ κατὰ τὸν διορισμὸν συνάγουσιν ἐνδεχόμενον, ὅσαι δὲ ἀποφατικὴν ἔχουσι τὴν ὑπάρχουσαν, αὗται οὐ τὸ κατὰ τὸν διορισμὸν συνάγουσιν, ὥσπερ εἴρηται ἡμῖν πλατύτερον ἐν τῷ πρώτῳ σχήματι. 〈συλλογιστικαὶ δὲ γίνονται συζυγίαι αὗται, αἵτινες καὶ ἐν τῷ πρώτῳ σχήματι〉 ἦσαν, τουτέστι πᾶσαι αἱ ἄλλαι χωρὶς τῶν
10ἐχουσῶν τὴν ἐλάττονα ἀποφατικὴν ὑπάρχουσαν. ἔστωσαν γὰρ πρῶτον κατα‐ φατικαί, ὧν ἡ μὲν μείζων καθόλου καταφατικὴ 〈ὑπάρχουσα ἡ δὲ ἐλάττων καθόλου καταφατικὴ〉 ἐνδεχομένη· ἀντιστραφείσης γὰρ τῆς ἐλάττονος καθόλου καταφατικῆς ἐνδεχομένης εἰς τὴν ἐπὶ μέρους γίνεται τὸ πρῶτον σχῆμα ἔχον ὑπάρχουσαν καταφατικὴν τὴν μείζονα καὶ ἐπὶ μέρους ἐνδεχομένην καταφατικὴν
15τὴν ἐλάττονα, ἧς ἐδείχθη τὸ συμπέρασμα ἐπὶ μέρους καταφατικὸν ἐνδεχόμενον γινόμενον. ὁμοίως, κἂν ἡ μὲν μείζων καθόλου καταφατικὴ ληφθῇ ἡ δὲ ἐλάττων ὑπάρχουσα καθόλου καταφατική, συλλογιστικὴ ἔσται ἡ συζυγία· ἀντιστραφήσεται γὰρ ἡ ὑπάρχουσα. εἰ δὲ τὸ στερητικὸν τεθείη πρὸς τὸ ἔλαττον ἄκρον ἢ καὶ ἄμφω ληφθῶσι στερητικαί, διὰ μὲν τῶν προκειμένων
20οὐκ ἔσται συλλογισμός, μεταληφθείσης δὲ τῆς στερητικῆς ἐνδεχομένης εἰς τὴν καταφατικὴν ἔσται. πάλιν εἰ ἀμφότεραι εἶεν καθόλου ἀποφατικαί, ἡ μὲν ὑπάρχουσα ἡ δὲ ἐνδεχομένη, ἐκ τῶν κειμένων οὐδὲν συναχθήσεται· με‐ ταληφθείσης δὲ τῆς ἐνδεχομένης ἀποφατικῆς εἰς τὴν καταφατικὴν 〈καὶ〉 ἀντιστραφείσης γίνεται συλλογιστικὴ ἡ συζυγία. εἰ μὲν οὖν ἡ ἐλάττων εἴη
25ἐνδεχομένη ἀποφατική, φανερὰ ἥ τε μετάληψις καὶ ἡ δεῖξις. εἰ δὲ ἡ μείζων εἴη ἐνδεχομένη ἡ δὲ ἐλάττων ὑπάρχουσα ἀποφατικὴ καθόλου, οὐκ ἔσται συλλογιστικὴ ἡ συζυγία. ἢ δεήσει τὴν μείζονα μεταλαβόντας, ἐπεί ἐστιν ἐνδεχομένη ἀποφατική, εἰς τὴν καταφατικὴν ἐνδεχομένην ἀντιστρέψαι τε καὶ ἐλάττονα ποιῆσαι, εἶτα τὸ συμπέρασμα πάλιν ἀντιστρέψαι καὶ αὐτό, εἰ ἔστι τοῦ
30κατὰ τὸν διορισμὸν ἐνδεχομένου, ὡς νῦν ὁ λόγος ἡμῖν λέγει. καὶ τῆς μείζονος ἀποφατικῆς οὔσης τῆς δὲ ἐλάττονος καταφατικῆς, τῆς ὑπαρχούσης ἢ πρὸς τῷ μείζονι τιθεμένης ἢ πρὸς τῷ ἐλάττονι δύο γίνονται συζυγίαι· συνάγουσι δὲ ἀμφότεραι ἐνδεχόμενον συμπέρασμα, ἀλλ’ ἡ μὲν ἔχουσα τὴν μείζονα ἐνδε‐ χομένην τὸ κατὰ τὸν διορισμὸν ἐνδεχόμενον, ἡ δὲ ὑπάρχουσαν τὸ ‘οὐδενὶ ἐξ
35ἀνάγκησ‘, ὡς δέδεικται ἐν τῷ πρώτῳ σχήματι. ἡ δὲ δεῖξις ἡ αὐτὴ ἐπ’63

23,3

64

ἀμφοτέρων ἀντιστρεφομένης τῆς ἐλάττονος προτάσεως πρὸς τὴν μερικὴν κατα‐ φατικὴν καὶ ποιούσης τὸν τέταρτον τρόπον τοῦ πρώτου σχήματος. Εἰ δὲ ἡ μὲν καθόλου τῶν προτάσεων ἡ δὲ ἐν μέρει, εἴτε ἀμφότεραι εἶεν καταφατικαί, εἴτε ἡ μὲν ἑτέρα καταφατικὴ ἡ ἐπὶ μέρους ἡ δὲ ἑτέρα ἀποφα‐
5τικὴ καθόλου, ὁποτέρα ἂν αὐτῶν ᾖ ὑπάρχουσα, συλλογιστικὴ ἔσται συζυγία· τῆς γὰρ καταφατικῆς ἐπὶ μέρους, εἴτε ἐνδεχομένη εἴη εἴτε ὑπάρχουσα, ἀντι‐ στραφείσης γίνεται διὰ τοῦ πρώτου σχήματος συλλογιστική. τὸ δὲ συμπέρασμα ἐνδεχόμενον ἔσται, ὡς ἐν τῷ πρώτῳ σχήματι αἰεὶ ἐν τῇ ἐξ ὑπαρχούσης καὶ ἐνδεχομένης μίξει τοιούτου γινομένου τοῦ συμπεράσματος. εἰ δὲ ἡ μὲν εἴη
10ἐλάττων καταφατικὴ καθόλου ἡ δὲ μείζων ἀποφατικὴ ἐν μέρει, συλλογιστικὴ μὲν ἔσται ἡ συζυγία, οὐ μὴν δι’ ἀντιστροφῆς δειχθήσεται ἀναχθείσης αὐτῆς εἰς τὸ πρῶτον σχῆμα, ἀλλὰ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. κείσθω γὰρ τὸ μὲν Β παντὶ τῷ Γ ὑπαρχόντως, τὸ δὲ Α ἐνδεχομένως τινὶ τῷ Γ μὴ ὑπάρ‐ χειν· τὸ δὴ Α ἐνδέχεται τινὶ τῷ Β μὴ ὑπάρχειν. εἰ γὰρ μή, τὸ ἀντικείμενον
15αὐτῷ ἐξ ἀνάγκης παντί· ἀλλὰ καὶ τὸ Β παντὶ τῷ Γ ὑπάρχει· τὸ ἄρα Α παντὶ τῷ Γ ἐξ ἀνάγκης ὑπάρξει. γίνεται γὰρ ἡ συζυγία ἐν πρώτῳ σχήματι ἐξ ἀναγκαίας καθόλου καταφατικῆς τῆς μείζονος καὶ ὑπαρχούσης καθόλου καταφατικῆς τῆς ἐλάττονος, ἐφ’ ἧς ἐδείξαμεν καθόλου καταφατικὸν ἀναγκαῖον συναγόμενον συμπέρασμα. ἀδύνατον δὲ τὸ Α παντὶ τῷ Γ ἐξ ἀνάγκης ὑπάρ‐
20χειν· ἔκειτο γὰρ ἐνδέχεσθαι αὐτῷ τινὶ μὴ ὑπάρχειν. Ἂν δὲ ἀόριστοι ἢ ἐν μέρει ληφθῶσιν ἀμφότεραι, ἄν τε καταφατικαὶ ἄν τε ἀποφατικαὶ ἄν τε παραλλάξ, οὐκ ἔσται συλλογιστικὴ ἡ συζυγία. ἀπόδειξις δὲ ἡ αὐτή, ἣ καὶ ἐν τοῖς καθόλου· δι’ ὧν γὰρ ὅρων ἐδείχθησαν καὶ αἱ δι’ ὅλου ἐνδεχόμεναι ἐκ δύο ἐπὶ μέρους συζυγίαι ἀσυλλόγιστοι, διὰ τῶν αὐτῶν
25καὶ αὗται. ἦσαν δ’ οἱ ὅροι τοῦ μὲν παντὶ ὑπάρχειν ζῶον, ἄνθρωπος, λευκόν, τοῦ δὲ μηδενὶ ἵππος, ἄνθρωπος, λευκόν, μέσον λευκόν. Πληρώσας τὴν μῖξιν τοῦ ἐνδεχομένου πρὸς τὸ ὑπάρχον νῦν τρέψομαι ἐπὶ τὴν μῖξιν τοῦ ἐνδεχομένου καὶ τοῦ ἀναγκαίου· ταὐτὰ δὲ συνάγονται ἐν ταύταις ταῖς συζυγίαις τὰ συμπεράσματα, ἃ συνήγοντο καὶ ἐν πρώτῳ σχήματι ἐπὶ τῆς
30αὐτῆς μίξεως ὁμοίως ἐχουσῶν τῶν προτάσεων. εἰ μὲν γὰρ ἀμφότεραι κατη‐ γορικαὶ ὦσι, τὸ κατὰ τὸν διορισμὸν συνάγεται συμπέρασμα. εἰ δὲ ἡ μὲν εἴη καταφατικὴ ἡ δὲ ἀποφατική, εἰ μὲν ἡ ἐνδεχομένη ἀποφατικὴ εἴη, τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου πάλιν ἔσται τὸ συμπέρασμα· 〈εἰ δὲ τὸ ἀναγκαῖον εἴη ἀποφατικόν, ἐνδεχόμενον γίνεται τὸ συμπέρασμα,〉 οὐ τὸ κατὰ τὸν διορισμὸν
35ἀλλὰ τὸ συντρέχον τῷ μὴ ὑπάρχοντι. ἔστωσαν δὴ κατηγορικοὶ πρῶτον οἱ ὅροι, καὶ ἐν τούτῳ μείζων πρότασις ἔστω ἡ ἀναγκαία, ἐλάττων δὲ ἡ ἐνδεχο‐ μένη· συνάγει οὖν μερικὸν ἐνδεχόμενον συμπέρασμα ἀντιστραφείσης τῆς ἐλάτ‐
τονος πρὸς τὴν μερικὴν καὶ ποιούσης τὸν τρίτον τρόπον τοῦ πρώτου σχήματος.64

23,3

65

εἰ δὲ καὶ ἐν τούτῳ τῷ σχήματι καὶ ἐν τοῖς ἄλλοις ἐπὶ τῆς μίξεως τοῦ ἀναγ‐ καίου καὶ ἐνδεχομένου οὐ βούλεται τῇ κρείττονι τῶν προτάσεων ἕπεσθαι τὸ συμπέρασμα ἀλλὰ τῇ χείρονι, δῆλον ἄρα, ὅτι καὶ ἐπὶ τῆς μίξεως τοῦ ἀναγκαίου καὶ τοῦ ὑπάρχοντος, ὅτε ἔλεγον τῇ μείζονι προτάσει ἕπεσθαι τὸ συμπέρασμα
5καὶ τὰς ἐχούσας τὴν μείζονα ἀναγκαίαν ἀναγκαῖον τὸ συμπέρασμα συνάγειν, οὐ τὸ κυρίως ἀναγκαῖον ἐβουλόμην συνάγεσθαι ἀλλὰ τὸ ἐξ ὑποθέσεως. ὥσπερ δὲ ἔχει ἡ τὴν μείζονα ἔχουσα ἀναγκαίαν συζυγία κατὰ τὸ συμπέρασμα, οὕτως καὶ ἡ ἀνάπαλιν ἔχουσα, λέγω δὴ ἡ τὴν ἐνδεχομένην. ἐν δὲ τῇ δείξει δια‐ φέρουσιν, ὅτι ἡ μὲν ἔχουσα τὴν μείζονα ἐνδεχομένην μετὰ τὴν ἀντιστροφὴν
10τῆς ἐλάττονος τῇ ἐπ’ εὐθείας δείξει δείκνυται διὰ τοῦ κατὰ παντὸς καὶ τοῦ κατὰ μηδενός, ἡ δὲ τὴν μείζονα ἔχουσα ἀναγκαίαν μετὰ τὴν ἀντιστροφὴν τῆς ἐλάττονος τῇ εἰς ἀδύνατον ἀπαγωγῇ δείκνυται. τὸ Α τῷ Γ ἐξ ἀνάγκης παντὶ ὑπάρχει, τὸ δὲ Β τῷ Γ παντὶ ἐνδέχεται· οὐκοῦν καὶ τὸ Γ τινὶ τῷ Β· γίνεται οὖν τὸ πρῶτον σχῆμα τοῦ μὲν Α τῷ Γ παντὶ ὑπάρχοντος ἐξ ἀνάγκης,
15τοῦ δὲ Γ τῷ Β τινὶ ἐνδεχομένου. συνάγει οὖν καὶ τὸ ἐνδεχομένως τινί. καὶ τοῦτο δείκνυμεν τῇ εἰς ἀδύνατον ἀπαγωγῇ· εἰ γὰρ ψεῦδος τὸ ‘ἐνδέχεται τινί‘, ἀληθὲς τὸ ‘ἀνάγκη μηδενί‘· εἰ τοίνυν τὸ Α τῷ Β ἀνάγκη μηδενί, τὸ δὲ Β τῷ Γ ἐνδεχομένως παντί, τὸ ἄρα Α τῷ Γ ἐνδέχεται μηδενί· τοῦτο 〈γὰρ〉 δείκνυται ἐν τῷ πρώτῳ σχήματι· ἦν δὲ καὶ ἐξ ἀνάγκης παντί, ὅπερ ἀδύνατον, ὅτι, ὃ
20ἐνδέχεται μηδενί, τοῦτο ἐνδέχεται παντί. ὁμοίως δὲ ἔχουσιν αἱ τοιαῦται προτάσεις ἐπὶ ταύτης τῆς μίξεως τοῦ ἐνδεχομένου καὶ τοῦ ὑπάρχοντος· πᾶσαι γὰρ αἱ τὴν μείζονα ἔχουσαι ἢ ὑπάρχουσαν ἢ ἀναγκαίαν τὴν δὲ ἐλάττονα ἐνδεχομένην διὰ τοῦ ἀδυνάτου δείκνυνται. Πάλιν ἔστωσαν ἀνομοιοσχήμονες αἱ προτάσεις, καὶ ἔστω ἡ μὲν μείζων
25ἀποφατικὴ καθόλου ἐνδεχομένη ἡ δὲ ἐλάττων καθόλου καταφατικὴ ἀναγκαία· συνάγει αὕτη ἀντιστραφείσης τῆς ἐλάττονος πρὸς τὴν μερικὴν καταφατικὴν μερικὸν ἀποφατικὸν ἐνδεχόμενον συμπέρασμα. ἡ δὲ δεῖξις διὰ τοῦ κατὰ παντὸς καὶ κατὰ μηδενός· αὕτη γάρ ἐστιν ἡ κατ’ εὐθεῖαν. εἰ γὰρ τὸ Α ἐνδέχεται μηδενὶ τῶν Γ, πᾶσιν ἄρα τοῖς μέρεσιν αὐτοῦ οὐχ ὑπάρχει ἐνδεχο‐
30μένως· ἓν δὲ τῶν μερῶν τοῦ Γ τι τῶν Β· τὸ γὰρ Γ τινὶ τῶν Β ὑπῆρχε διὰ τὴν ἀντιστροφήν· τὸ Α ἄρα τινὶ τῶν Β ἐνδεχομένως 〈οὐχ〉 ὑπάρχει. εἰ δὲ ἡ στερητικὴ πρότασις ἀναγκαία, τουτέστιν ἡ μείζων, ἡ δὲ ἐλάττων καθόλου κατα‐ φατικὴ ἐνδεχομένη, τοῦ μὴ ὑπάρχειν γίνεται τὸ συμπέρασμα. ἡ δὲ δεῖξις διὰ τῆς ἀντιστροφῆς τῆς ἐλάττονος καὶ τῇ εἰς ἀδύνατον ἀπαγωγῇ· δέδεικται δὲ
35ταῦτα ἐν πρώτῳ σχήματι. ὅτε δὲ ἐν πρώτῳ σχήματι οὕτως εἶχον αἱ προτά‐ σεις, τουτέστιν ἡ μείζων ἦν ἀναγκαία ἀποφατικὴ ἡ δὲ ἐλάττων ἐνδεχομένη καταφατικὴ μερική, συνέβαινε τὸ Α τῷ Γ (οὗτοι γὰρ ἦσαν ἐκεῖ οἱ ἄκροι ὅροι) τινὶ μὴ ὑπάρχειν καὶ ἐνδέχεσθαι μὴ ὑπάρχειν. οὕτως οὖν καὶ ἐνταῦθα, ἐπειδὴ
ἀντιστρέψαντες τὴν ἐλάττονα πρότασιν τοῦτον τὸν τρόπον ἐποιήσαμεν τοῦ65

23,3

66

πρώτου σχήματος, τὸ αὐτὸ πάλιν 〈ἀνάγκη〉 συνάγεσθαι συμπέρασμα· ὥστε τὸ Α τῷ Β (οὗτοι γάρ εἰσιν ἐνταῦθα οἱ ἄκροι), εἰ τινὶ οὐχ ὑπάρχει, καὶ τινὶ ἐνδέχεται μὴ ὑπάρχειν, δηλονότι τοῦ ἐνδεχομένου οὐκ ὄντος τοῦ κατὰ τὸν διορισμὸν ἀλλὰ τοῦ κατὰ τοῦ ὑπάρχοντος κατηγορουμένου. ὅταν δὲ ἡ ἐλάττων
5ἀποφατικὴ ἡ δὲ μείζων καταφατική, ἂν ἡ ἀποφατικὴ ἐλάττων οὖσα ἐνδεχο‐ μένη ᾖ, ἐκ μὲν τῶν κειμένων οὐκ ἔσται συλλογισμός· μεταληφθείσης δὲ τῆς καθόλου ἐνδεχομένης ἀποφατικῆς εἰς καταφατικὴν ἐνδεχομένην καὶ ἀντιστρα‐ φείσης ἔσται πάλιν τὸ πρῶτον σχῆμα ἐπὶ μέρους ἐνδεχόμενον καταφατικὸν ἔχον συμπέρασμα ἐπὶ τῇ μείζονι καθόλου καταφατικῇ ἀναγκαίᾳ καὶ τῇ ἐλάττονι
10ἐπὶ μέρους καταφατικῇ ἐνδεχομένῃ. εἰ δὲ 〈ἡ〉 ἐλάττων ἀποφατικὴ οὖσα ἀναγκαία εἴη, οὐκ ἔσται συλλογιστικὴ ἡ συζυγία· συνάγει γὰρ αὕτη τῇ τῶν ὅρων παρα‐ θέσει καὶ τὸ παντὶ καὶ τὸ μηδενί. τοῦ μὲν οὖν παντὶ ὑπάρχειν ὅροι ὕπνος, ἵππος καθεύδων, ἄνθρωπος· ὕπνος παντὶ ἀνθρώπῳ ἐνδεχομένως, καθεύδων ἵππος οὐδενὶ ἀνθρώπῳ ἐξ ἀνάγκης, καὶ ὕπνος παντὶ ἵππῳ καθεύδοντι ἐξ
15ἀνάγκης. τοῦ δὲ μηδενὶ ὕπνος, ἵππος ἐγρηγορώς, ἄνθρωπος· ὕπνος παντὶ ἀνθρώπῳ ἐνδεχομένως, ἐγρηγορὼς ἵππος οὐδενὶ ἀνθρώπῳ ἐξ ἀνάγκης, καὶ ὕπνος οὐδενὶ ἵππῳ ἐγρηγορότι ἐξ ἀνάγκης. Εἰ δὲ ἡ μὲν καθόλου τῶν προτάσεων εἴη ἡ δὲ ἐν μέρει, τὰ αὐτὰ πάλιν λεχθήσεται καὶ ἐπὶ τούτων, ἅπερ καὶ ἐπὶ τῶν ἐξ ἀμφοτέρων καθόλου συλλο‐
20γισμῶν, περί τε τῶν συμπερασμάτων περί τε τῶν δείξεων. καὶ ἐπὶ μὲν τῶν ἐχουσῶν τὴν μείζονα καθόλου πρότασιν τὴν δὲ ἐλάττονα μερικὴν συλλογιστικῶν συζυγιῶν, λέγω δὴ ἐχουσῶν τὴν μείζονα ἀποφατικὴν ἢ καταφατικὴν τὴν δὲ ἐλάττονα καταφατικήν (αὗται γάρ εἰσι συλλογιστικαὶ ἐν τρίτῳ σχήματι), τοσοῦτον μόνη διαφορὰ τούτων πρὸς τὰς καθόλου συζυγίας, ὅτι ἐκεῖναι μὲν
25τὴν ἐλάττονα καθόλου ἔχουσαι πρὸς τὴν μερικὴν εἶχον αὐτὴν ἀντιστρεφομένην, ἐν τούτοις δὲ μερικῆς οὔσης τῆς ἐλάττονος ἡ ἀντιστροφὴ πάλιν πρὸς αὐτὴν τὴν μερικὴν γίνεται. ἐπὶ δὲ τῶν ἐχουσῶν τὴν ἐλάττονα καθόλου τὴν δὲ μείζονα μερικήν, δηλονότι πάλιν συλλογιστικῶν συζυγιῶν, ἀμφοτέρων μὲν οὐσῶν καταφατικῶν ἡ διαφορὰ αὕτη πρὸς τὰς καθόλου, ὅτι ἐκεῖ μὲν τὴν
30ἐλάττονα ἀντιστρέφομεν, ἐνταῦθα δὲ τὴν μείζονα, καὶ ἐκεῖ μὲν δείξαντες τὸ συμπέρασμα δι’ εὐθείας ἢ διὰ τοῦ ἀδυνάτου οὐδενὸς ἄλλου ἐδεόμεθα, ἐνταῦθα δὲ μετὰ τὸ δεῖξαι καὶ τὸ συμπέρασμα ἀντιστρέφομεν. οἷον ἔστω ἡ μείζων ὑπάρχουσα μερικὴ ἡ δὲ ἐλάττων καθόλου ἐνδεχομένη, καταφατικαὶ ἀμφότεραι. λέγω οὖν οὕτως· τὸ Α τινὶ τῶν Γ ὑπαρχόντως, τὸ δὲ Β παντὶ τῷ Γ ἐνδε‐
35χομένως ὑπάρχει. εἶτα ἀντιστρέφω τὴν μείζονα πρότασιν· ἐὰν γὰρ ἀντιστρέφω τὴν ἐλάττονα, ἀσυλλόγιστος γίνεται ἡ συζυγία· ἀμφότεραι γὰρ γίνονται μερικαί. ἐπεὶ οὖν τὸ Α τινὶ τῷ Γ ὑπαρχόντως, καὶ τὸ Γ τινὶ τῷ Α· εἰ τοίνυν τὸ
μὲν Β παντὶ τῷ Γ ἐνδεχομένως τὸ δὲ Γ τινὶ τῷ Α ὑπαρχόντως, γίνεται τὸ66

23,3

67

πρῶτον· τὸ ἄρα Β τινὶ τῶν Α ἐνδεχομένως ὑπάρχει. ἀλλ’ οὐ τοῦτο προέκειτο δεῖξαι, ἀλλ’ εἰ τὸ Α τινὶ τῶν Β ἐνδεχομένως ὑπάρχει. ἐπεὶ τοίνυν ἀντιστρέφει τὸ μερικὸν καταφατικόν, ἀντιστρέψας τὸ συμπέρασμα ἔχω τὸ ζητούμενον· εἰ γὰρ τὸ Β τινὶ τῶν Α ἐνδεχομένως ὑπάρχει, καὶ τὸ Α τινὶ τῶν Β ἐνδεχομένως
5ὑπάρχει, ὅπερ ἔδει δεῖξαι. καὶ ταῦτα δέ, ἐπειδὴ ὑπεθέμεθα τὴν μείζονα ἐνδεχομένην τὴν δὲ ἐλάττονα ἀναγκαίαν. εἰ δὲ ἀνάπαλιν ὑποθώμεθα τὴν μείζονα ἀναγκαίαν τὴν δὲ ἐλάττονα ἐνδεχομένην, μετὰ τὴν ἀντιστροφὴν τῆς μείζονος προτάσεως οὐκέτι τῇ κατ’ εὐθεῖαν ἀλλ’ ὡς ἐπὶ τῶν καθόλου συζυγιῶν τῇ εἰς ἀδύνατον ἀπαγωγῇ δείκνυται τὸ Β τῷ Α ἐνδεχομένως τινὶ ὑπάρχον,
10τουτέστιν ὁ ἐλάττων τῷ μείζονι. καὶ οὕτως τὸ συμπέρασμα ἀντιστρέψαντες εὑρήσομεν καὶ τὸ Α τινὶ τῶν Β ἐνδεχομένως ὑπάρχον, τουτέστι τὸν μείζονα τῷ ἐλάττονι. οὕτως μὲν εἰ ἀμφότεραι καταφατικαί. εἰ δὲ ἡ μὲν ἀποφατικὴ ἡ δὲ καταφατική, εἰ ἡ μείζων εἴη ἐνδεχομένη μερικὴ ἀποφατικὴ ἡ δὲ ἐλάττων καθόλου καταφατικὴ ἀναγκαία, τὸ συμπέρασμα γίνεται μερικὸν ἐνδε‐
15χόμενον, ὁποῖον ἐγίνετο, καὶ ὅτε ἦσαν ἀμφότεραι καθόλου. γίνεται δὲ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. τὸ γὰρ Α ἐνδεχομένως μὴ παντὶ τῷ Γ, τὸ δὲ Β παντὶ τῷ Γ ἐξ ἀνάγκης· συνάγεται τὸ Α ἐνδέχεσθαι μὴ παντὶ τῷ Β. εἰ γὰρ τοῦτο ψεῦδος, παντὶ ἐξ ἀνάγκης· ἀλλὰ μὴν καὶ τὸ Β παντὶ τῷ Γ ἐξ ἀνάγκης· καὶ τὸ Α ἄρα παντὶ τῷ Γ ἐξ ἀνάγκης· ἀλλ’ ὑπέκειτο μὴ παντὶ
20ἐνδέχεσθαι. ὅροι λευκόν, ἄνθρωπος, ζῶον· λευκὸν ἐνδεχομένως οὐ παντὶ ἀνθρώπῳ, ζῶον παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης, καὶ λευκὸν ἐνδεχομένως μὴ παντὶ ζώῳ. εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ παντί· εἰ τοίνυν λευκὸν παντὶ ζώῳ ἐξ ἀνάγκης, καὶ ζῶον παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης, καὶ λευκὸν παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης· ὑπέκειτο δὲ καὶ 〈μὴ〉 παντὶ ἐνδεχομένως. δυνατὸν δὲ καὶ διὰ τῆς
25ἐπὶ μέρους ἀντιστροφῆς δεῖξαι τὴν συζυγίαν συλλογιστικήν· ἡ γὰρ ἐπὶ μέρους ἀποφατικὴ ἐνδεχομένη πρὸς τὴν ἐπὶ μέρους καταφατικὴν ἐνδεχομένην ἀντι‐ στρέφει. οἷον εἰ τὸ Α ἐνδέχεται μὴ παντὶ τῷ Γ, καὶ τὸ Γ ἐνδέχεται τινὶ τῷ Α· ἀλλὰ καὶ τὸ Β παντὶ τῷ Γ ἐξ ἀνάγκης· καὶ τὸ Β ἄρα τινὶ τῶν Α ἐνδέχεται. ἀντιστραφέντος οὖν καὶ τοῦ συμπεράσματος εἰς τὴν μερικὴν ἀποφα‐
30τικὴν καὶ τὸ Α οὐ παντὶ τῷ Β ἐνδέχεται, ὅπερ ἔδει δεῖξαι. ὅταν δὲ ἡ στερητικὴ πρότασις ἀναγκαία ᾖ ἡ δὲ καταφατικὴ ἐνδεχομένη, δηλονότι ἐναντίως τῇ πρὸ αὐτῆς συζυγίᾳ τὸ συμπέρασμα γίνεται μερικὸν ἀποφατικὸν ὑπάρχον. ἔστωσαν δὲ ὅροι ἄνθρωπος μὲν ἐπὶ τοῦ Α, περιπατητικὸν δὲ ἐπὶ τοῦ Β, ζῶον 〈δ’〉 ἐπὶ τοῦ Γ· ἄνθρωπος μὲν γὰρ οὐ παντὶ ζώῳ ἐξ ἀνάγκης, περιπατη‐
35τικὸν δὲ ἐνδέχεται παντὶ ζώῳ, καὶ ἄνθρωπος οὐ παντὶ ὑπάρχει περιπατητικῷ. συνάγεται δὲ ἐνδεχόμενον οὐ 〈τὸ〉 κατὰ τὸν διορισμὸν ἀλλὰ τὸ συντρέχον τῷ ὑπάρχοντι. ὅτι γὰρ οὐ συνάγεται τὸ κατὰ τὸν διορισμὸν ἐνδεχόμενον, δῆλον ἐντεῦθεν. εἰ γὰρ τὸ Α ἐνδέχεται [ἐνδέχεται] τινὶ τῷ Β ὑπάρχειν, καὶ τὸ Β ἐνδέχεται τινὶ τῶν Α μὴ ὑπάρχειν· ἀντιστρέφει γὰρ τὰ μερικὰ τοῦ κυρίως
40ἐνδεχομένου· ὑπῆρχε δὲ καὶ τὸ Γ παντὶ τῷ Β· τὸ ἄρα Γ τινὶ τῶν Α ἐν‐67

23,3

68

δέχεται ὑπάρχειν. εἰ δὲ τοῦτο, καὶ τὸ Α τινὶ τῶν Γ ἐνδέχεται ὑπάρχειν. ὃ δὲ ἐνδέχεται τινί, ἐνδέχεται καὶ μηδενί· ἐνδέχεται ἄρα τὸ Α μηδενὶ τῶν Γ ὑπάρχειν. ὃ δὲ ἐνδέχεται μηδενί, ἐνδέχεται καὶ παντί· ἐνδέχεται γὰρ πάντα ἄνθρωπον λούεσθαι καὶ μὴ λούεσθαι. ἐνδέχεται ἄρα τὸ Α παντὶ τῷ Γ ὑπάρ‐
5χειν· ἀλλ’ ὑπέκειτο καὶ μὴ παντὶ ἐξ ἀνάγκης· οὐκ ἄρα ἀληθὲς τὸ ἐνδεχο‐ μένως τὸ Α μὴ παντὶ τῷ Β ὑπάρχειν. ὥστε ὁποῖα ἐπ’ ἐκείνων, φημὶ δὲ τῶν ἐξ ἀμφοτέρων καθόλου, ὑπῆρχε τὰ συμπεράσματα, τοιαῦτα καὶ ἐπὶ τούτων συμπίπτει. εἰδέναι δὲ δεῖ, ὅτι τὰ νῦν λεγόμενα κοινῶς ἐξακούειν δεῖ ἐπὶ πάντων ἁπλῶς· ὡς γὰρ ἐν τῷ πρώτῳ σχήματι σχοίη τὰ συμπεράσματα,
10οὕτως καὶ ἐν τοῖς ἄλλοις ἕξει σχήμασι τοῖς τὴν ὁμοίαν συμπλοκὴν ἔχειν δεικνυμένοις διὰ τῆς ἀντιστροφῆς. ὅταν δὲ ἡ μὲν μείζων μερικὴ καταφατικὴ [ἡ] ἀναγκαία ᾖ ἡ δὲ ἐλάττων καθόλου ἀποφατικὴ ἐνδεχομένη, γίνεται συλλο‐ γισμὸς τοῦ ἐνδέχεσθαι μὴ παντὶ ἀντιστρεφομένης τῆς μερικῆς καταφατικῆς πρὸς ἑαυτήν· γίνεται γὰρ τὸ πρῶτον σχῆμα. εἰ γὰρ τὸ Α τῶν Γ τινὶ ἐξ
15ἀνάγκης, καὶ τὸ Γ τινὶ τῶν Α ἐξ ἀνάγκης· εἰ οὖν τὸ μὲν Β οὐδενὶ τῶν Γ ἐνδέχεται, τὸ δὲ Γ τινὶ τῶν Α ἐξ ἀνάγκης, τὸ ἄρα Β ἐνδέχεται μὴ παντὶ τῷ Α. τούτου δὲ τοῦ συμπεράσματος ἀντιστραφέντος καὶ τὸ Α ἐνδέχεται μὴ παντὶ τῷ Β· ἀντιστρέφει γὰρ ἡ μερικὴ ἀποφατικὴ τοῦ κατὰ τὸν διορι‐ σμὸν ἐνδεχομένου. ἐὰν δὲ ἡ ἐλάττων καθόλου ἀποφατικὴ ἀναγκαία εἴη,
20δηλονότι τῆς μείζονος μερικῆς οὔσης καταφατικῆς ἐνδεχομένης, οὐκ ἔσται συλλογισμός. ἀνάγεται μὲν 〈γὰρ〉 εἰς τὸ πρῶτον σχῆμα τῆς μείζονος πάλιν ἀντιστρεφομένης πρὸς ἑαυτήν· εἰ γὰρ τὸ Α ἐνδέχεται τινὶ τῶν Γ, καὶ τὸ Γ τινὶ τῶν Α ἐνδέχεται. ἐπεὶ οὖν τὸ μὲν Β οὐδενὶ τῶν Γ ἐξ ἀνάγκης, τὸ δὲ Γ τινὶ τῶν Α ἐνδεχομένως, συνάγεται μὲν τὸ Β μὴ παντὶ τῷ Α ὑπάρχειν·
25οὐκ ἀντιστρεφούσης δὲ τῆς μερικῆς ἀποφατικῆς ὑπαρχούσης οὐ δυνατὸν ἀντι‐ στρέψαι τὸ συμπέρασμα. ἀντιστρεφομένου γὰρ συνάγεται καὶ τὸ παντὶ καὶ τὸ οὐδενί. ὅροι τοῦ μὲν παντὶ ὕπνος, ἵππος, κοιμώμενος ἄνθρωπος· ὕπνος μὲν γὰρ τινὶ ἵππῳ ἐνδέχεται ὑπάρχειν, κοιμώμενος δὲ ἄνθρωπος οὐδενὶ ἵππῳ ἐξ ἀνάγκης· ἀντιστραφείσης οὖν τῆς μείζονος μερικῆς καταφατικῆς (ἐνδέχεται
30γὰρ 〈ἵπποσ〉 τινὶ ὕπνῳ, τουτέστιν ὑπνοῦντι) συνάγεται ὕπνος παντὶ κοιμωμένῳ ἀνθρώπῳ. τοῦ 〈δὲ〉 μηδενί, 〈ἂν〉 ἀντὶ τοῦ κοιμωμένου ἀνθρώπου ἐγρηγορότα ἄν‐ θρωπον λάβωμεν· ὕπνος γὰρ οὐδενὶ ἐγρηγορότι ἀνθρώπῳ. ἀλλὰ κἂν ἡ ἐλάττων εἴη μερικὴ ἀποφατικὴ ἀναγκαία ἡ δὲ μείζων καθόλου καταφατικὴ ἐνδεχομένη, οὐ γίνεται συλλογισμός· πάλιν γὰρ συνάγεται καὶ τὸ παντὶ καὶ τὸ οὐδενί. ὅροι
35οἱ αὐτοί· ὕπνος παντὶ ἵππῳ ἐνδεχομένως, καθεύδων ἄνθρωπος οὐ παντὶ ἵππῳ ἐξ ἀνάγκης, τῆς μερικῆς νῦν ἀντὶ τῆς καθόλου ἀποφατικῆς 〈λαμβανομένησ〉· συνάγει γὰρ ‘ὕπνος παντὶ καθεύδοντι ἀνθρώπῳ ἐξ ἀνάγκησ‘· εἰ δὲ ἀντὶ τοῦ καθεύδοντος ἀνθρώπου ἐγρηγορότα λάβοιμεν, καὶ τὸ οὐδενὶ συναχθήσεται. οὐκ ἐμνημονεύσαμεν δὲ καὶ τῶν ἄλλων ἀσυλλογίστων, λέγω δὲ τῶν ἐξ ἀμφοτέρων
40μερικῶν ἢ ἀπροσδιορίστων καταφατικῶν καὶ ἀποφατικῶν ὡς ὄντων φανερῶν.68

23,3

69

Ὅτι μὲν οὖν οἱ ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι συλλογισμοὶ διὰ τοῦ πρώ‐ του σχήματος τελειοῦνται ἢ δεικτικῶς [ἢ] δι’ ἀντιστροφῆς τῶν προτάσεων ἢ ἐξ ὑποθέσεως, τουτέστι διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, δῆλον ἐκ τῶν εἰρη‐ μένων· ἐδείξαμεν γὰρ αὐτοὺς τελειουμένους διὰ τῶν ἐν πρώτῳ σχήματι τρό‐
5πων τε καὶ συλλογισμῶν. ὅτι δὲ μηδεὶς συλλογισμὸς ἔξω τῶν εἰρημένων γίνεται τριῶν σχημάτων, ἀλλὰ πᾶς ἔν τινι τῶν σχημάτων ἐστὶ τούτων, φανερὸν νῦν ἤδη γενήσεται. οὕτω δ’ ἂν εἴη συναποδεικνύμενον καὶ τὸ ὅτι πᾶς συλλογι‐ σμὸς εἰς τοὺς δύο τοὺς ἐν τῷ πρώτῳ ἀνάγεται. ὅτι δὲ ἁπλῶς συλλογισμὸς πᾶς οὕτως ἕξει, ὡς ἐξηριθμησάμεθα καὶ κατελέξαμεν τοὺς καθ’ ἕκαστον
10σχῆμα δεικνύντες συλλογισμούς (εἷς γάρ τις ἔσται τούτων τῶν εἰρημένων ἡμῖν), τοῦτο ἂν δειχθήσεται, ἂν μηδεὶς ἔξω τῶν τριῶν, ὧν ἐξεθέμεθα, δειχθῇ γινόμενος. ἀνάγκη δὲ πᾶσαν ἀπόδειξιν καὶ πάντα συλλογισμὸν ἢ ὑπάρχον τί τινι ἢ μὴ ὑπάρχον δεικνύναι, καὶ ἑκάτερον τούτων ἢ κατὰ μέρος ἢ καθόλου· ἢ γὰρ παντὶ ὑπάρχειν ἢ μηδενί (ταῦτα γὰρ τὰ καθόλου) ἢ τινὶ ὑπάρχειν ἢ
15μὴ παντί· ταῦτα γὰρ τὰ ἐπὶ μέρους. καὶ ταῦτα διττῷ τρόπῳ δείξεως, ἢ δεικτικῶς ἢ ἐξ ὑποθέσεως. λέγω δὲ δεικτικῶς μὲν τοὺς κατηγορικῶς ἢ δι’ οὐδεμιᾶς ὑποθέσεως ἀλλὰ τὸ προκείμενον ἄντικρυς καὶ αὐτόθεν δεικνύντας (οὐκ εἶπον δὲ κατηγορικῶς ἀλλὰ δεικτικῶς, ὅτι μηδὲ χρῶμαι τῷ κατηγορικῷ ὀνόματι ἐπὶ τούτου τοῦ τρόπου τῆς δείξεως ἀλλὰ τῷ δεικτικῷ, κατηγορικὸν δὲ
20ἐν ἔθει ἡμῖν ἐστι τὸ καταφατικὸν λέγειν), ἐξ ὑποθέσεως δὲ τοὺς ὑπόθεσίν τινα θέντας ἐν τῇ δείξει. τοῦ δὲ ἐξ ὑποθέσεως μέρος καὶ εἶδος ἡ δι’ ἀδυνά‐ του δεῖξις· καὶ γὰρ ἐν τοῖς δι’ ἀδυνάτου ὑποθέντες τὸ ἀντικείμενον οὗ βουλό‐ μεθα δεῖξαι, πρὸς τοῦτο τὸν συλλογισμὸν ποιούμεθα δεικνύντες ἀδύνατον αὐτό, προηγουμένως μὲν συλλογιζόμενοι καὶ δεικνύντες τὸ ψεῦδός τε καὶ ἀδύνατον,
25κατὰ συμβεβηκὸς δὲ κατασκευάζοντες τὸ ἀληθές τε καὶ τὸ προκείμενον. Πρῶτον μὲν οὖν εἴπωμεν περὶ τῶν δεικτικῶς [εἰ] τι ἢ κατηγορικῶς δεικνύντων· τούτου γὰρ δειχθέντος, ὡς οὗτοι διὰ τῶν προειρημένων γίνονται σχημάτων, ὕστερον καὶ περὶ τῶν δι’ ἀδυνάτου καὶ ὅλως περὶ τῶν ἐξ ὑποθέ‐ σεως γνώριμον ἔσται, ὅπως κἀκεῖνοι εἰς ταῦτα ἀνάγονται. εἰ δὴ πρόκειται
30ἡμῖν καταφατικὸν ποιῆσαι συμπέρασμα τοῦ Α πρὸς τὸ Β ἢ ἀποφατικόν (τὸ γὰρ δεικτικὸν τοιοῦτον), ἀνάγκη μὲν λαβεῖν τί τινος κατηγορούμενον· μη‐ δενὸς γὰρ λαμβανομένου οὐδ’ ἂν δειχθείη τι. οὐδ’ ἂν ὑποθετικὸς ληφθῇ, ὁ συλλογισμὸς ἔτι δεικτικός. ἀλλ’ οὐδ’ ἂν ἄλλο τι ἄλλου κατηγορούμενον ληφθῇ μὴ συνάπτῃ δὲ πρὸς τὸ Α ἢ τὸ Β, οὐδ’ ὅλως περὶ τούτων ὁ λόγος
35ἔσται. ἀλλὰ μὴν οὐδ’ εἰ τὸ Α κατὰ τοῦ Β λαμβάνοιμεν κατηγορεῖσθαι· εἴημεν γὰρ ἄν, ὃ βουλόμεθα δεῖξαι, τοῦτο λαμβάνοντες, ὅπερ ἐστὶ τὸ ἐν ἀρχῇ λαμβάνειν· τὸ γὰρ τὴν ἀρχὴν ζητούμενον οὐχ ὡς ζητούμενον ἀλλ’ ὡς οὕτως
ἔχον ληψομέθα. κατ’ ἄλλου γ’ ἄρα τὸ Α ἢ ἄλλο κατὰ τοῦ Α. εἰ μὲν69

23,3

70

οὖν τὸ Α κατὰ τοῦ Γ κατηγορήσαιμεν, τὸ δὲ Γ κατὰ μηδενός, μηδ’ ἄλλο τι κατὰ τοῦ Γ, ἀλλὰ μηδὲ κατὰ τοῦ Α τι ἕτερον, μηδὲ τὸ Α κατ’ ἄλλου, οὐδὲ συλλογισμὸν ὅλως ποιήσομεν· οὐ γὰρ γίνεται συλλογισμὸς μιᾶς τινος ληφθείσης προτάσεως· μιᾶς γὰρ ληφθείσης οὐδὲν συμβαίνει συλλογιστικῶς· ἦν γὰρ
5συλλογισμὸς λόγος, ἐν ᾧ ‘τεθέντων τινῶν‘, οὐ ‘τινὸς τεθέντοσ‘. δεῖ ἄρα προσλα‐ βεῖν καὶ ἑτέραν πρότασιν, ἵνα δειχθῇ συλλογιστικῶς τί τινι ὑπάρχον ἢ μὴ ὑπάρχον. ἂν μὲν οὖν προσληφθῇ τὸ Α κατά τινος ἄλλου, φέρε εἰπεῖν τοῦ Δ, ἀποφατικῶς, ἔσται συλλογισμὸς ἐν δευτέρῳ σχήματι τοῦ Γ πρὸς τὸ Δ. ἂν δ’ ἄλλο τι κατὰ τοῦ Α, φέρε εἰπεῖν τὸ Δ, συλλογιστικῶς, ἔσται συλλογισμὸς
10ἐν πρώτῳ σχήματι τοῦ Δ πρὸς τὸ Γ. ἂν δὲ κατὰ τοῦ Γ ὡς τὸ Α οὕτως καὶ ἄλλο τι συλλογιστικῶς, φέρε εἰπεῖν τὸ Δ, ἔσται συλλογισμὸς ἐν τρίτῳ σχήματι τοῦ Α πρὸς τὸ Δ. διὸ οὐδὲν κωλύσει ἐκ τῶν ὄντων καὶ λαμβανο‐ μένων γίνεσθαι συλλογισμόν· οὐ μέντοι τὸ Β ἢ τὸ Α δειχθήσεται κατη‐ γορούμενον, ὃ προέκειτο, ἢ ὅλως ἄλλο τι τῶν προειρημένων τῷ μηδὲ τὴν
15ἀρχὴν εἰλῆφθαι τὸ Β ἐν ταῖς κειμέναις προτάσεσι μηδὲ συνῆφθαι αὐτῷ τινα τῶν ὅρων. ἀλλ’ οὐδ’ ἂν ἐπ’ εὐθείας λαμβάνωμεν ὡς τὸ Α κατὰ τοῦ Γ οὕτως τὸ Γ κατ’ ἄλλου κἀκεῖνο πάλιν κατ’ ἄλλου· καὶ γὰρ οὕτως πάλιν, ἂν συλλογιστικῶς ληφθῶσιν αἱ προτάσεις, ἔσται μὲν τὸ Α τοῦ ἐσχάτου ληφθέντος κατηγορούμενον ἐν πρώτῳ σχήματι, οὐ μὴν τοῦ Β, εἰ μὴ τοῦτο εἴη εἰλημ‐
20μένον. ὅλως γάρ, εἰ μὴ εἴη πρὸς τὸ Β συναπτόμενός τις ὅρος ὥσπερ πρὸς τὸ Α, οὐδεὶς ἔσται πρὸς τὸ Β συλλογισμὸς τοῦ Α, ὅπερ ἦν δεῖξαι προκεί‐ μενον. οὐδεὶς γὰρ γίνεται συλλογισμὸς ἄλλου πρὸς ἄλλο, εἰ μὴ ληφθείη τις αὐτῶν μέσος ὅρος, ὃς πρὸς ἀμφότερα τὰ ἄκρα, ὧν πρόκειται ποιήσασθαι τὴν δεῖξιν, ἕξει σχέσιν τινὰ ὡς ἀμφοτέροις συνῆφθαι ἢ τῷ κατηγορεῖσθαι ἀμφο‐
25τέρων συλλογιστικῶς ἢ τῷ ὑποκεῖσθαι ἀμφοτέροις ἢ τῷ τοῦ μὲν κατηγο‐ ρεῖσθαι τῷ δὲ ὑποκεῖσθαι. καθόλου μὲν γὰρ ὁ συλλογισμὸς ἐκ προτάσεών ἐστιν ἐχουσῶν μέσον ὅρον τινὰ καὶ κοινόν· ὁ δὲ πρὸς ὡρισμένον τι συλλογι‐ σμὸς ἐκ τῶν πρὸς τοῦτο συναπτουσῶν προτάσεων. ὥστε, εἰ μὴ πρὸς τοῦτο συνάπτοιέν πως αἱ συλλαμβανόμεναι προτάσεις, συλλογισμὸν μὲν οὐδὲν κωλύει
30γενέσθαι, οὐ μὴν πρὸς τοῦτο. εἰ γὰρ εἴη προκείμενον πρὸς τὸ Α ποιήσασθαί τινα συλλογισμόν, δεῖ τὸ πρῶτον ἄκρον ὅρον ληφθῆναι κατά τι τῶν τριῶν σχημάτων συνάπτοντα πρός τινα μέσον ὅρον καὶ ἕτερον ἄκρον· ἄλλως γὰρ οὐκ ἂν γένοιτο πρὸς αὐτὸ συλλογισμός. οἷον εἰ εἴη τι προκείμενον περὶ ἡδονῆς συλλογίσασθαι, ἂν λάβωμεν, ὅτι πᾶσα ἡδονὴ κατὰ φύσιν, πᾶν τὸ κατὰ
35φύσιν αἱρετόν, καὶ ποιήσομέν τινα συλλογισμὸν πρὸς τὸ προκείμενον. οὐδὲν ἔλαττον ἔσται πρὸς τὸ προκείμενον, κἂν λάβωμεν ‘πᾶσα ἡδονὴ κίνησις, πᾶσα κίνησις ἀτελήσ‘· οὐ γὰρ ἦν ἡμῖν ὡρισμένος ὁ κατηγορούμενος. πάλιν δὲ ὁ τοῦδέ τινος πρὸς τόδε συλλογισμὸς ἀμφοτέρων ὡρισμένων ἐκ τῶν πρὸς τόδε καὶ τόδε συναπτουσῶν προτάσεων. εἰ δὲ δὴ πρόκειται τοῦ Α πρὸς τὸ Β
40ποιήσασθαι συμπέρασμα, δεῖ καὶ πρὸς τὸ Β συνάπτειν τὰς προτάσεις, μὴ μόνον πρὸς τὸ Α, ὡς ἔχουσιν, ἃς ἐλάβομεν· ἀδύνατον γὰρ συνάπτειν πρός τι
πρότασίν τινα μηδενὸς τούτων μήτε ὑποκειμένου λαμβανομένου μήτε κατη‐70

23,3

71

γορουμένου αὐτοῦ. ἀλλ’ οὐδὲ τοῦ Α πρὸς τὸ Β γένοιτ’ ἄν ποτε συμπέρασμα, εἰ μηδὲν κοινὸν αὐτῶν ληφθείη, ὃ συνάψει αὐτά, ἀλλ’ ἑκατέρου αὐτῶν ἰδίᾳ τινὰ ἢ καταφάσκοιτο ἢ ἀποφάσκοιτο. εἰ δὴ μόνως μὲν γένοιτ’ ἂν συλλογι‐ σμὸς τοῦδέ τινος πρὸς τόδε τι, εἰ κοινόν τι καὶ μέσον αὐτῶν ληφθείη, ἡ δὲ
5τοῦ μέσου σχέσις πρὸς τούς, ὧν λαμβάνεται μέσον, τριχῶς γίνεται (ἢ γὰρ ἐν μέσῳ τίθεται αὐτῶν, τῷ μὲν ὑποκείμενος τοῦ δὲ κατηγορούμενος, ἢ ἀμφοτέρων κατηγορεῖται, ἢ ἀμφοτέροις ὑπόκειται) καὶ παρὰ ταύτας οὐχ οἷόν τε αὐτὸν μὴ σχέσιν καὶ θέσιν πρὸς τούς, ὧν λαμβάνεται μέσος, ἔχειν, αἱ δὲ προειρη‐ μέναι θέσεις αὐτοῦ ποιοῦσι τὰ τρία σχήματα, φανερὸν ὡς πᾶς δεικτικὸς
10συλλογισμὸς διά τινος τῶν τριῶν γίνεται. σχημάτων, ὧν εἰρήκαμεν, καὶ κατὰ τὰς ἐν ἑκάστῳ συλλογιστικὰς συζυγίας πάσας· πᾶς ἄρα κατηγορικὸς τουτέστι δεικτικὸς συλλογισμὸς εἷς ὧν εἰρήκαμεν ἔσται συλλογισμῶν. ὁ γὰρ αὐτὸς λόγος, εἰ καὶ διὰ πλειόνων συνάπτοιτο πρὸς τὸ Β· καὶ γὰρ εἰ μὴ δι’ ἑνὸς ὅρου μέσου τὸ Α τῷ Β συνάπτοιτο ἀλλὰ καὶ διὰ πλειόνων, καὶ ἡ τῶν πλειόνων
15μέσων λῆψις κατά τι τῶν τριῶν σχημάτων ἔσται. ἂν μὲν γὰρ ἐπ’ εὐθείας ᾖ τὰ πλείω μέσα εἰλημμένα ὡς εἶναι τὸ Α κατὰ τοῦ Γ, τὸ Γ κατὰ τοῦ Δ, τὸ Δ κατὰ τοῦ Ε, τὸ Ε κατὰ τοῦ Β, ἐν πρώτῳ σχήματι ὁ συλλογισμὸς τοῦ Α πρὸς τὸ Β. ἂν δὲ ᾖ τὸ Γ κατὰ μὲν τοῦ Α ἀποφατικῶς κατὰ δὲ τοῦ Δ καταφατικῶς, ἐν δευτέρῳ σχήματι τὸ Α κατ’ οὐδενὸς τοῦ Δ συναχθήσεται·
20ἂν δὴ προσλάβωμεν τῇ Α Δ προτάσει καθόλου οὔσῃ ἀποφατικῇ τὸ Δ παντὶ τῷ Β συναχθήσεται τὸ Α οὐδενὶ τῶν Β ἐν δευτέρῳ σχήματι διὰ μέσων τοῦ τε Γ καὶ τοῦ Δ. ἂν δέ γε τὸ Γ κατὰ παντὸς τοῦ Δ καὶ πάλιν τὸ Β κατὰ παντὸς τοῦ Δ, γίνεται ἐν τρίτῳ σχήματι τὸ Β κατὰ τινὸς τοῦ Γ· ἂν δὴ λάβωμεν τὴν Β Γ πρότασιν ἐπὶ μέρους καταφατικήν, τὸ Α παντὶ τῷ Γ,
25συναχθήσεται τὸ Α τινὶ τῷ Β. ἂν δέ γε τὸ Α καὶ τὸ Β κατὰ παντὸς τοῦ Δ καὶ πάλιν τὸ Β κατὰ παντὸς τοῦ Γ, γίνεται καὶ τὸ Α κατὰ τινὸς τοῦ Β διὰ πλειόνων μέσων (καὶ γὰρ διὰ τῶν Δ, Γ) ἐν τρίτῳ σχήματι. Ἑξῆς δὲ δεικτέον καὶ τοὺς ἐξ ὑποθέσεως συλλογισμοὺς διὰ τούτων τινὸς τῶν σχημάτων γινομένους, καὶ προχειριστέον ἐξ αὐτῶν τοὺς δι’ ἀδυνάτου,
30καὶ δεικτέον, πῶς καὶ οὗτοι ἐξ ὑποθέσεώς τέ εἰσι καὶ διά τινος τῶν σχημάτων συνάγονται. ἐξ ὑποθέσεως μὲν οὖν εἰσιν, ὅτι, οὗ βούλονται δεῖξαι, τὸ ἀντικεί‐ μενον ἀντιφατικῶς τούτου ὑποτίθενται. συλλογιζόμενοι δέ τι διά τε τούτου καὶ ἄλλης τινὸς ἀληθοῦς προτάσεως δεικτικῶς διὰ τούτου ἀναιροῦσι μὲν τὴν ὑπόθεσιν ὡς ἂν αἰτίαν ἀδυνάτου συμπεράσματος, τιθέασι δὲ αὐτῆς τὸ
35ἀντικείμενον, οὐκέτι τοῦτο συλλογιζόμενοι. πάντες δὲ οἱ δεικτικοὶ συλλογισμοὶ ἐδείχθησαν διά τινος τῶν τριῶν σχημάτων γινόμενοι· ὥστε καὶ ὁ ἐν τῇ εἰς
ἀδύνατον ἀπαγωγῇ συλλογισμὸς διά τινος ἂν γένοιτο τῶν τριῶν σχημάτων71

23,3

72

ὤν γε κατηγορικός τε καὶ δεικτικός. ὁ γὰρ δι’ ἀδυνάτου τι δεικνὺς συλλογί‐ ζεται μὲν δεικτικῶς τὸ ψεῦδος, ὡς εἶπον· ὃ δὲ βούλεται δεῖξαι καὶ ὃ ἐξ ἀρχῆς αὐτῷ πρόκειται τῷ διὰ συλλογισμοῦ δεικτικοῦ τὸ ἀντικείμενον αὐτοῦ, ὃ ὑπέθετο, δεῖξαι δυνατὸν ὄν, τῇ τούτου ἀναιρέσει τίθησί τε καὶ δείκνυσι.
5βουλόμενος γάρ τις δεῖξαι, ὅτι μηδείς ἐστιν ἄνθρωπος πτηνός, διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, ὑποθέμενος οὗ βούλεται δεῖξαι τὸ ἀντικείμενον (τοῦτο δέ ἐστι τὸ τινὰ ἄνθρωπον πτηνὸν εἶναι), ταύτῃ προσλαβὼν ἀληθῆ καὶ ὁμολο‐ γουμένην πρότασιν τὴν ‘πᾶν πτηνὸν πτέρυγας ἔχει‘ συλλογίζεται διὰ κατηγορικοῦ συλλογισμοῦ ὄντος ἐν πρώτῳ σχήματι τὸ τινὰ ἄνθρωπον πτέρυγας ἔχειν. καὶ
10ὁ μὲν συλλογισμὸς ὁ γινόμενος διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς οὗτος· τὸ δ’ ἐξ ἀρχῆς προκείμενον τὸ μηδένα ἄνθρωπον πτηνὸν εἶναι οὐ διὰ συλλογισμοῦ δείκνυται ἀλλὰ διὰ τὸ τοῦ ἀδυνάτου συμπέρασμα αἰτίαν γενέσθαι τὴν ὑποτε‐ θεῖσαν πρότασιν, ἥτις ἦν ἀντικειμένη τῇ δειχθῆναι προκειμένῃ. καὶ ἀναιρεῖται μὲν ἐκείνη, τίθεται δὲ αὕτη τῷ δεῖν τὸ ἕτερον μόριον τῆς ἀντιφάσεως ἀληθὲς
15εἶναι. πάλιν βουλόμενός [ὅτι] τις δεῖξαι, ὅτι μὴ ἔστι κίνησις διὰ κενοῦ, δι’ ἀδυνάτου ὑποτίθεται μὲν τὸ εἶναι κίνησιν διὰ κενοῦ, δείξας δὲ καὶ συλλογισά‐ μενός τι ἀδύνατον διὰ τὴν ὑπόθεσιν, ἀνελὼν ταύτην τίθησι τὸ προκείμενον· δείκνυσι γάρ, ὅτι, εἰ ἔστι διὰ κενοῦ κίνησις, ἰσοταχῶς τὰ βαρύτερα καὶ τὰ κουφότερα κινήσεται. ἡ δὲ δεῖξις 〈διὰ〉 κατηγορικοῦ συλλογισμοῦ οὕτως· ἐν
20ᾧ μηδέν ἐστι τὸ διαιρούμενον ὑπὸ τῶν δι’ αὐτοῦ κινουμένων, ἐν τούτῳ ἀνάγκη πάντα τὰ κινούμενα ἰσοταχῶς κινεῖσθαι· ἐν δὲ τῷ κενῷ οὐδέν ἐστι τὸ διαιρού‐ μενον ὑπὸ τῶν δι’ αὐτοῦ κινουμένων· ἐν τῷ κενῷ ἄρα ἀνάγκη πάντα τὰ κινούμενα ἰσοταχῶς κινεῖσθαι. ἀλλὰ μὴν τοῦτο ἀδύνατον· ἀδύνατον ἄρα καὶ τὸ κίνησιν γίνεσθαι διὰ κενοῦ· οὐκ ἄρα ἔσται κίνησις διὰ κενοῦ. καὶ ἐν
25τούτῳ δὴ τῷ συλλογισμῷ διὰ μὲν συλλογισμοῦ κατηγορικοῦ τὸ ἀδύνατον δέ‐ δεικται· τὸ δὲ μὴ εἶναι κίνησιν διὰ κενοῦ τῇ τῆς ὑποθέσεως ἀναιρέσει τίθεται. εἰ δὲ καὶ ἐπὶ τῆς 〈εἰσ〉 ἀδύνατον ἀπαγωγῆς ὁ γινόμενος τοῦ ψεύδους συλλογισμὸς δεικτικός ἐστι, τουτέστι κατηγορικός, καὶ διά τινος τῶν τριῶν περαίνεται σχημάτων, εἶεν ἂν ἐν τοῖς σχήμασι τοῖς τρισὶ καὶ οἱ δι’ ἀδυνάτου συλλογι‐
30σμοὶ μέρος ὄντες τῶν ἐξ ὑποθέσεως. Ὡσαύτως δὲ καὶ οἱ ἄλλοι πάντες ὁμοίως τούτοις γίνονται οἱ ἐξ ὑποθέσεως. ὡς γὰρ ἐπὶ τῶν δι’ ἀδυνάτου ὁ συλλογισμὸς πρὸς τὸ ὑποτεθὲν γίνεται, ὃ μεταλαβόντες ἀνθ’ οὗ βουλόμεθα δεῖξαι, τὸ ἀντικείμενον αὐτῷ ὑποτίθεμεν καὶ δεικτικὸν ἐξ αὐτοῦ τε καὶ ἑνὸς τῶν κειμένων ἐποιήσαμεν συλλογισμόν,
35οὕτως καὶ ἐπὶ τῶν ἄλλων τῶν ἐξ ὑποθέσεως γινομένων· ὁ μὲν γὰρ συλλο‐ γισμὸς πρὸς τὸ μεταλαμβανόμενον γίνεται δεικτικὸς ὤν. μεταλαμβανόμενον δὲ λέγω ἐκεῖνο, οὗ ἡ δεῖξις καὶ ὁ συλλογισμὸς γίνεται, ὅ ἐστι ποτὲ μὲν τὸ
ἀντικείμενον τοῦ προκειμένου, ὡς ἐπὶ τῆς 〈δι’〉 ἀδυνάτου δείξεως, ποτὲ δὲ τὸ72

23,3

73

ἐξ ὁμολογίας ληφθέν· τοῦτο δὲ οἱ νεώτεροι προσλαμβανόμενον λέγουσιν. ὁ μὲν οὖν συλλογισμὸς τούτου γίνεται. τὸ δὲ προκείμενον ἐξ ἀρχῆς εἰς δεῖξιν ἤτοι δι’ ὁμολογίας τινὸς τίθεται ἢ διά τινος ἄλλης ὑποθέσεως· ὑπόθεσις γὰρ καὶ ἡ ὁμολογία. οἷον ζητουμένου, εἰ τὰ ἀντικείμενα συνυπάρχειν δύνανται ἢ οὔ,
5ἂν συνθώμεθα καὶ ὁμολογήσωμεν ἀλλήλοις ὡς ἐφ’ ἑνὸς τῶν ἀντικειμένων οὕτως ἔχειν καὶ ἐπὶ πάντων, ἔπειτα τὰ ἐναντία προχειρισάμενοι δείξαιμεν διὰ συλλογισμοῦ ταῦτα μὴ συνυπάρχειν λαβόντες, ὅτι τὰ ἐναντία ἀλλήλων ἐστὶ φθαρτικά, τὰ δὲ ἀλλήλων φθαρτικὰ οὐχ οἷόν τε συνυπάρχειν ἀλλήλοις, τὰ ἄρα ἐναντία οὐχ οἷόν τε συνυπάρχειν ἀλλήλοις, ὁ μὲν συλλογισμὸς κατηγορικός
10τε ἅμα καὶ δεικτικὸς γέγονε πρὸς τὸ μεταληφθὲν ἀντ’ ἐκείνου τοῦ τὴν ἀρχὴν εἰς δεῖξιν προκειμένου. ἦν γὰρ κείμενον ἐκεῖνο μὲν ‘εἰ τὰ ἀντικείμενα δύναται συνυπάρχειν‘, μετελήφθη δ’ ἀντ’ ἐκείνου τὰ ἐναντία, καὶ περὶ τούτων ἡ δεῖξις ἐγένετο καὶ ὁ συλλογισμός. τὸ δὲ ἐξ ἀρχῆς προκείμενον τούτου δειχθέντος συλλογιστικῶς ἐξ ὁμολογίας τίθεται, ἐπεὶ συνεθέμεθα καὶ ὡμολογήσαμεν ὡς
15ἂν ἐφ’ ἑνὸς τῶν ἀντικειμένων δειχθῇ, οὕτως ἐπὶ πάντων ἕξειν. οὐκ ἐδεήθημεν δὲ τοιαύτης ὁμολογίας ἐπὶ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, ἀλλὰ ψιλῆς τῆς 〈τοῦ ἀντι〉κειμένου ὑποθέσεως· τοῦ δὲ τὸ προκείμενον δειχθῆναι τοῦ συλλογισθέντος εὑρεθέντος ἀδυνάτου ἡ τῆς ἀντιφάσεως φύσις αἰτία. Δι’ ὑποθέσεως δὲ ἄλλης, ὡς εἶπον, εἶεν ἂν καὶ οἱ διὰ τροπικοῦ καὶ τῆς
20προσλήψεως γινόμενοι, τοῦ τροπικοῦ ἢ συνημμένου ὄντος ἢ διεζευγμένου ἢ συμπε‐ πλεγμένου, οὓς οἱ ἀρχαῖοι λέγουσι μικτοὺς ἐξ ὑποθετικῆς προτάσεως καὶ δεικτικῆς, τουτέστι κατηγορικῆς. εἰ γὰρ εἴη ὑποκείμενον συνεχὲς ἢ συνημ‐ μένον τὸ ‘εἰ ἐπιστήμη ἐστὶν ἡ ἀρετή, διδακτόν ἐστιν ἡ ἀρετή‘, εἶτα δεικνύοιτο, ὅτι ἐπιστήμη ἡ ἀρετή ἐστι, δεδειγμένη ἂν εἴη, ὅτι καὶ διδακτή· οὕτως
25γὰρ ἂν προσληφθείη ὡς οὕτως ἔχον, εἰ δειχθείη, ὅτι ἐπιστήμη. ὁ μὲν οὖν συλλογισμὸς πάλιν ἂν εἴη πρὸς τοῦτο καὶ τούτου κατηγορικός· οἷον πᾶσα ἕξις ἀμετάπτωτος ἀπὸ ἀληθοῦς εἰς ψεῦδος ἐπιστήμη· ἡ δ’ ἀρετὴ ἕξις ἀμετά‐ πτωτος ἀπὸ ἀληθοῦς εἰς ψεῦδος· ἡ ἀρετὴ ἄρα ἐπιστήμη. οὐδὲ γὰρ ἄλλως ἂν τεθείη, ὅτι ἡ ἀρετὴ ἐπιστήμη ἐστί, διὰ συλλογισμοῦ, εἰ μὴ διὰ κατηγορικοῦ
30συλλογισμοῦ. δειχθέντος δὲ τούτου διὰ συλλογισμοῦ τὸ ἐξ ἀρχῆς γίνεται κατασκευαζόμενον διὰ τὴν ὑπόθεσιν· ὑπετέθη γὰρ ἐν τῷ συνεχεῖ τὸ εἰ ἀρετὴ ἐπιστήμη ἐστί, διδακτὴν αὐτὴν εἶναι. εἰ γὰρ εἴη τὸ προσλαμβανόμενον δείξεως μὴ δεόμενον ἀλλὰ φανερὸν καὶ γνώριμον ὡς καὶ τὸ συνημμένον, οὐδὲ συλλογισμὸς ὁ λόγος ἂν εἴη ὁ τοιοῦτος. οὐδὲ γὰρ χρείαν συλλογισμῶν τινα
35καὶ ἀρχὴν τὸν τοιοῦτον παρέχεσθαι λόγον οἷόν τε· δεῖ γὰρ τὸν συλλογισμὸν δεικνύναι, ὃ ἄνευ τοῦ συλλογισμοῦ οὐκ ἔστι γνώριμον. τὸ μὲν οὖν συνημ‐ μένον ὡς γνώριμον ἐν τοῖς ὑποθετικοῖς, ἃ τροπικὰ λέγουσι, λαμβάνεταί τε καὶ τίθεται, ἐν οἷς γε οὕτως ἔχει. λείπεται δὲ τὸ προσλαμβανόμενον ἀμφιδο‐
ξούμενον εἶναι καὶ δεόμενον δείξεως. ὁ δὴ συλλογισμὸς τοῦ τοῦτο οὕτως73

23,3

74

ἔχειν ἔσται κατηγορικός τε καὶ δεικτικός. ὥστε καὶ ἐν τοῖς ὑποθετικοῖς τοῖς ἐκ τροπικοῦ [καὶ] συνημμένου συλλογισμοῖς τὸ μὲν κατασκευαζόμενον καὶ δεόμενον δείξεως διὰ κατηγορικοῦ δείκνυται συλλογισμοῦ. τὸ δὲ ἐξ ἀρχῆς προκείμενον δείκνυται οὐ διὰ τοῦ συλλογισμοῦ ἀλλὰ διὰ τῆς ὑποθέσεως τῆς
5προτεθείσης· ἦν δὲ αὕτη τοῦ συνημμένου. οὐδὲ γὰρ οἷόν τε τὸ μὴ γνώριμον δειχθῆναι, ὅτι τόδε τί ἐστιν ἢ τοιόνδε, ἢ ὅλως κατασκευασθῆναί τι καὶ τεθῆναι κυρίως, εἰ μὴ διὰ κατηγορικοῦ συλλογισμοῦ. κἂν τὸ συνεχὲς δὲ δέηται δείξεως συλλογιστικῆς, κἀκεῖνο διὰ κατηγορικοῦ δειχθήσεται συλλογισμοῦ· εἰ γὰρ εἴη ζητούμενον, διὰ τί, εἰ ἡ ἀρετὴ ἐπιστήμη, διδακτή, ληφθείσης καθόλου προτά‐
10σεως τῆς ‘πᾶσα ἐπιστήμη διδακτόν, ἡ δ’ ἀρετὴ ἐπιστήμη‘ γίνεται κατη‐ γορικὸς συλλογισμός. Διαφέρειν δὲ δοκεῖ κατὰ τοὺς ἀρχαίους τὸ μεταλαμβανόμενον τοῦ προσλαμ‐ βανομένου· ἐφ’ ὧν μὲν γὰρ ἐν τοῖς εἰλημμένοις ἔγκειταί τε καὶ ἔστι τὸ λαμβανόμενον, οὐ μὴν 〈οὕτωσ〉 οὐδὲ τοιοῦτον, οἷον λαμβάνεται, τὸ λαμβανόμενον
15μεταλαμβανόμενόν ἐστιν· οὐ γὰρ ἔξωθεν προστίθεται, ἀλλὰ κείμενον ἄλλως μεταλαμβάνεται εἰς ἄλλο. ἐν γὰρ τῷ ‘εἰ ἡμέρα ἐστί, φῶς ἐστι‘ τὸ ‘εἰ ἡμέρα ἐστίν‘, ὃ προσλαμβανόμενον οἱ νεώτεροι λέγουσιν, ἔγκειται μέν, οὐ μὴν τοιοῦτον, ὁποῖον λαμβάνεται· τίθεται μὲν γὰρ ἐν τῷ συνημμένῳ ἐν ὑποθέσει τε καὶ ἀκολουθίᾳ, λαμβάνεται δὲ ὡς ὑπάρχον. ἐπὶ δὲ τούτων καὶ τῶν τοιού‐
20των μετάληψιν γίνεσθαι λέγουσι· τὸ γὰρ κείμενον οὐχ ὡς κεῖται λαμβανό‐ μενον μεταλαμβανόμενον γίνεται· κείμενον γὰρ ἐν σχέσει καὶ ἀκολουθίᾳ μεταλαμβάνεται εἰς ὕπαρξιν. προσλαμβανόμενον δὲ λέγουσιν, ἐφ’ ὧν τοῖς κειμένοις ἔξωθέν τι προστίθεται δυνάμει πως ἐν αὐτοῖς περιεχόμενον οὐ μὴν ἐνεργείᾳ, ὡς ἔχει ἐπὶ τῶν κατὰ πρόσληψιν γινομένων συλλογισμῶν. ἐν γὰρ
25τῷ ‘καθ’ οὗ τὸ Β, κατ’ ἐκείνου τὸ Α, κατὰ δὲ τοῦ Γ τὸ Β‘ ἔξωθεν τὸ ‘κατὰ δὲ τοῦ Γ τὸ Β‘ προσείληπται· οὐ γὰρ ἔκειτο ἐνεργείᾳ ἐν τῇ προτάσει τῇ ‘καθ’ οὗ τὸ Β, κατ’ ἐκείνου τὸ Α‘ τὸ κατὰ τοῦ Γ τὸ Β λέγεσθαι. χρῶνται μέντοι καὶ τῇ προσλήψει ἀντὶ τῆς μεταλήψεως. ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ διαιρετικοῦ ‘ἤτοι τόδε ἢ τόδε‘, ὃ καὶ αὐτὸ ἐκ τροπικοῦ καὶ τῆς
30προσλήψεως λέγουσιν· ὁποῖον γὰρ αὐτῶν λαμβάνηται δείξεως δεόμενον, δεῖ‐ ται κατηγορικοῦ συλλογισμοῦ πρὸς τὸ δειχθῆναι. οἷον εἰ ληφθείη διαιρετικὸν τὸ ‘ἤτοι σῶμά ἐστιν ἡ ψυχὴ ἢ ἀσώματοσ‘, εἶτα κατασκευάζει τὸ ὅτι οὐ σῶμα (οὕτως γὰρ ἂν προσληφθείη τὸ ‘ἀλλὰ μὴν οὐ σῶμα, ἀσώματος ἄρα‘), ἀνάγκη καὶ αὐτὸ δειχθῆναι διὰ κατηγορικοῦ συλλογισμοῦ· οἷον πᾶν σῶμα ἢ
35στοιχεῖον ἢ ἐκ στοιχείων· ἡ δὲ ψυχὴ οὔτε στοιχεῖον οὔτε ἐκ στοιχείων· ἡ ψυχὴ ἄρα οὐ σῶμα. ἀλλὰ καὶ ἐπὶ τῆς ἐξ ἀποφατικοῦ συμπλοκῆς, εἴ γε καὶ
αὐτὸς ἄλλος τῶν προκειμένων τρόπων καὶ μὴ ὁ αὐτὸς 〈τῷ〉 διὰ συνημμένου74

23,3

75

τοῦ ἀρχομένου ἀποφατικοῦ καὶ λήγοντος εἰς ἀποφατικόν, οἷον εἰ ἔστι τὸ ‘εἰ Α, οὐ τὸ Β‘· καὶ γὰρ ἐν τούτοις, εἰ εἴη τὸ μεταλαμβανόμενον δείξεως δεό‐ μενον, διὰ κατηγορικοῦ δειχθήσεται συλλογισμοῦ. οἷον οὐχὶ καὶ τὸ ἡδέως ζῆν τέλος 〈καὶ ἡ ἀρετὴ δι’ αὑτὴν αἱρετή· ἀλλὰ μὴν ἡ ἀρετὴ δι’ αὑτὴν αἱρετή·
5οὐκ ἄρα τὸ ἡδέως ζῆν τέλοσ〉. τὸ γὰρ μεταληφθὲν τὸ ‘ἡ ἀρετὴ δι’ αὑτὴν αἱρετή‘ διὰ κατηγορικοῦ δείκνυται συλλογισμοῦ· οἷον ἀφ’ ἧς ἕξεως αὐτό τε τὸ ἔχον αὐτὴν ἄριστα ἔχει καὶ κάλλιστα τὸ ἴδιον ἔργον ἐπιτελεῖ, αὕτη δι’ αὑτήν ἐστιν αἱρετή· ἀπὸ δὲ τῆς ἀρετῆς ἕξεως οὔσης αὐτό τε τὸ ἔχον αὐτὴν ἄριστα ἔχει καὶ κάλλιστα τὸ ἴδιον ἔργον ἐπιτελεῖ· ἡ ἀρετὴ ἄρα δι’ αὑτήν
10ἐστιν αἱρετή. εἰ μέντοι εἴη ὑποθετικῶς τὸ αὐτὸ εἰλημμένον τόνδε τὸν τρόπον ‘εἰ ἡδονὴ τέλος, οὐκ ἔστιν [δὲ] ἀρετὴ δι’ αὑτὴν αἱρετή‘, δεικνύοιτο ἂν καὶ ἡ ἀκολουθία διὰ συλλογισμοῦ τοιούτου· πᾶν, ὃ ὡς ποιητικόν τινος αἱρετόν ἐστιν, οὐκ ἔστι δι’ αὑτὸ αἱρετόν· ἡ δὲ ἀρετή, εἰ ἡδονὴ τέλος, ὡς ποιητικὴ τῆς ἡδονῆς αἱρετὴ γίνεται· ἡ ἀρετὴ ἄρα, εἰ ἡδονὴ τέλος, οὐκ ἔστι δι’ αὑτὴν
15αἱρετή. πρὸς τὸ μεταλαμβανόμενον οὖν γίνεται ὁ συλλογισμός. οὐκ ἔστι δὲ καὶ τῆς ἀκολουθίας ἢ τῆς μάχης συλλογισμὸν γίνεσθαι, ὅτι ἡ ἐπ’ ἐκείνων δεῖξις πρὸς τὸ τεθῆναι τὴν ὑπόθεσιν χρήσιμος, ὁ δ’ ἐξ ὑποθέσεως συλλογι‐ σμὸς ὑποκειμένου τινὸς γίνεται, ὥστε οὐ γίνεται ἡ δεῖξις τῆς ὑποθέσεως ἐν τοῖς ἐξ ὑποθέσεως συλλογισμοῖς. ἃ μὲν γὰρ λέγεται τροπικά, ἐν πᾶσι δι’
20ὑποθέσεως καὶ ὁμολογίας ὡς φανερὰ παραλαμβάνεται ἐπὶ τὸ πλεῖστον· δεῖται δὲ δείξεως τὰ μεταλαμβανόμενα καὶ προσλαμβανόμενα, εἰ ὅλως εἶεν χρειώδεις οἱ τοιοῦτοι λόγοι, ὡς ὅπου γε μὴ δεῖται δείξεως τὸ μεταλαμβανόμενον, οὐδὲ συλλογισμὸς τὸ γινόμενόν ἐστι πάντων φανερῶν ὄντων. εἰ μέντοι δέοιτο δείξεως, εἰ μὲν μὴ δειχθὲν λαμβάνοιτο, οὐδὲν ἐδείχθη οὐδὲ ἐγένετό τινος
25συλλογισμός· εἰ δὲ δεικνύοιτο, κατηγορικοῦ χρεία συλλογισμοῦ. οὐδὲ γὰρ ὄφελός τι τὴν ἀρχὴν τῆς ὑποθέσεως πρὸς κατασκευήν τινος, ἂν μὴ λαβόντες τι τῶν κειμένων τοῦτο κατασκευάσωμεν κατηγορικῶς· οὗ κατασκευασθέντος συγκατασκευάζεται τούτῳ καὶ τὸ ἑπόμενον. ἄχρηστον γὰρ πρὸς δεῖξιν καὶ θέσιν τοῦ εἶναί τι τὸ δι’ ὅλων ὑποθετικῶν συλλογισμῶν εἶδος· οὔτε γὰρ
30ὑπάρχειν τί τινι ἢ μὴ [ἢ μὴ] ὑπάρχειν οὔτε καθόλου οὔτε ἐπὶ μέρους δείκνυται δι’ αὐτῶν, ὃ ἴδιόν ἐστι συλλογισμοῦ. διὸ καὶ ἡ διὰ τριῶν ἀγωγὴ ὑγιὴς μὲν ἂν εἴη, ὡς δείκνυται, οὐ μὴν καὶ συλλογιστικὴ ἁπλῶς ἂν λέγοιτο. καὶ τοῖς ὑποθετικοῖς οὖν λόγοις τὸ εὔχρηστον καὶ τὸ συλλογιστικὸν ἥκει παρὰ τῶν κατηγορικῶν συλλογισμῶν. διὸ ἁπλῶς ἐκεῖνοι συλλογισμοί, οἱ δ’ ἐξ ὑποθέσεως
35οὐχ ἁπλῶς ἀλλὰ τὸ ὅλον τοῦτο ἐξ ὑποθέσεως συλλογισμοί· οἱ μὲν 〈γὰρ〉 κατηγορικοὶ οὐδὲν προσδέονται πρὸς τὸ δεῖξαι τὸ προκείμενον τῶν ὑποθέσεων
(διὸ καὶ ἁπλῶς συλλογισμοὶ ἀρκοῦντες ἑαυτοῖς), οἱ δὲ ὑποθετικοὶ τούτων χωρὶς75

23,3

76

οὐδὲν δεικνύουσιν. ὥστε, 〈εἰ〉 καὶ οἱ ἐξ ὑποθέσεων πάντες διὰ τῶν κατηγορικῶν συλλογισμῶν γίνονται, οἱ δὲ κατηγορικοὶ πάντες διὰ τῶν τριῶν σχημάτων, πάντες ἂν εἶεν οἱ συλλογισμοὶ ἀναγόμενοι εἰς τὰ τρία σχήματα. εἰ δὲ τοῦτο, ἐδείχθησαν δὲ πάντες οἱ ἐν τούτοις γινόμενοι συλλογισμοὶ ἀναγόμενοι εἰς τοὺς
5δύο τοὺς ἐν τῷ πρώτῳ σχήματι τοὺς πρώτους, εἴη ἂν δεδειγμένον, ὅτι πάντες οἱ συλλογισμοὶ εἰς ἐκείνους ἀνάγονται τοὺς δύο. εἶεν δ’ ἂν ἐν τοῖς ἐξ ὑπο‐ θέσεως καὶ οἱ ἀπὸ τοῦ μᾶλλον καὶ τοῦ ὁμοίως καὶ τοῦ ἧττον· καὶ γὰρ ἐν τούτοις τὸ μὲν ὑποτίθεται τὸ δὲ μεταλαμβάνεται· πρὸς ὃ μεταλαμβανόμενον καὶ συλλογισμοῦ κατηγορικοῦ χρεία· πάντες γὰρ ἐξ ὑποθέσεώς εἰσιν, ἐν οἷς
10μεταλαμβάνεταί τι. οἷον εἰ τὸ μᾶλλον ἀγαθόν τινος ὂν μή ἐστιν εὐδαιμονίας ποιητικόν, οὐδὲ τὸ ἧττον· ὑγεία δὲ μᾶλλον ἀγαθὴ οὖσα πλούτου οὐκ ἔστιν εὐδαιμονίας ποιητικόν· τοῦτο γὰρ μεταλαμβάνεταί τε καὶ δεῖται κατηγορικῆς δείξεως. ὁμοίως καὶ ἐπὶ τοῦ ‘εἰ τὸ ἧττον ἀγαθὸν δι’ αὑτὸ αἱρετόν ἐστι, καὶ τὸ μᾶλλον· πλοῦτος δὲ ἧττον ἀγαθὸν ὢν ὑγείας δι’ αὑτὸν αἱρετός ἐστι‘· πάλιν
15γὰρ τὸ μεταλαμβανόμενον καὶ δεόμενον δείξεως κατηγορικῆς τοῦτο. τοιοῦτος καὶ ὁ ἀπὸ τοῦ ὁμοίου. λέγω δὲ ἰδίως τοὺς ἀπὸ τοῦ μᾶλλον καὶ ἧττον καὶ ὁμοίως κατὰ ποιότητα, τοὺς δὲ κατὰ πρόσληψιν λεγομένους, οἷοί εἰσιν οἱ μικτοί, ἰδίως κατὰ μετάληψιν, ὡς προϊόντος τοῦ λόγου μαθησόμεθα. Καὶ ταῦτα μὲν μέχρι τοσούτου. ὑπομνηστέον δὲ πάλιν τῶν ἤδη δεδειγ‐
20μένων· δῆλον ἐκ τῶν προαποδεδειγμένων ἐστίν, ὡς δύο ἀποφατικαὶ ἢ δύο μερικαὶ οὐδέποτε ποιοῦσι συλλογισμόν· δεῖ γὰρ ἢ ἄμφω καταφατικὰς ἢ μίαν τῶν προτάσεων καταφατικὴν εἶναι, εἰ μέλλοι ἔσεσθαι συλλογισμός, καὶ καθόλου ἢ ἀμφότεραι ἢ θατέρα. εἰ γὰρ μὴ ἔχοιεν οὕτως αἱ ἐν τῷ συλλογισμῷ παρα‐ λαμβανόμεναι προτάσεις, οὐ γίνεται συλλογισμός. προκείσθω γὰρ δεῖξαι τὴν
25μουσικὴν ἡδονὴν σπουδαίαν εἶναι. ἂν μὲν οὖν ἀδιορίστως λάβοι ἡδονὴν σπου‐ δαίαν εἶναι βουλόμενος δεῖξαι τὸ προκείμενον τὸ πᾶσαν μουσικὴν ἡδονὴν σπου‐ δαίαν εἶναι μὴ προσθεὶς τὸ ‘πᾶσαν‘, ἵνα εἴη πρότασις ‘πᾶσα ἡδονὴ σπουδαία ἐστίν‘, εἶτα προσλαβὼν τὸ ‘ἡ δὲ μουσικὴ ἡδονή‘ συνάγει ‘ἡ μουσικὴ ἄρα ἡδονὴ σπουδαία ἐστίν‘, οὐ ποιήσει συλλογισμὸν τῷ τὸ ἀδιόριστον ὡς ἴσον δυνάμενον
30τῷ ἐπὶ μέρους λαμβάνεσθαι. τῷ μὴ εἶναι πᾶσαν καθόλου ἡδονὴν σπουδαίαν καθολικὴν πρότασιν ἀσυλλόγιστοι γίνονται. ἐὰν γὰρ εἴπω ‘ἡ μουσικὴ ἡδονὴ ἡδονή ἐστιν‘, εἶτα προσθῶ τὴν ἑτέραν πρότασιν λέγων ‘τὶς ἡδονὴ σπουδαία ἐστί‘ (ταὐτὸν δέ ἐστι, κἂν ἀπροσδιορίστως εἴπω), ἐπειδὴ τὸ μερικὸν ἀληθεύει ἐπὶ τινὸς ἡδονῆς, ταύτην τὴν τινὰ ἡδονήν, ἣν εἰπὼν σπουδαίαν εἶναι τινὰ
35ἔλαβον, εἰ μὲν ἄλλην τινά, φέρε εἰπεῖν τὴν γεωμετρικήν, οὐδὲν ἔσται πρὸς
τὸ προκείμενον· οὐ γάρ, εἰ ἡ γεωμετρικὴ σπουδαία, παρὰ τοῦτο καὶ ἡ μουσική·76

23,3

77

εἰ δὲ εἰπὼν τινὰ ἡδονὴν σπουδαίαν ταύτην τὴν τινὰ ἐπὶ μουσικὴν φέρω, ὡς ἂν εἰ ἔλεγον ‘ἡ μουσικὴ ἡδονὴ ἡδονή ἐστι, ἡ μουσικὴ ἡδονὴ σπουδαία ἐστί‘, τὸ ἐξ ἀρχῆς αἰτούμενον τουτέστι τὸ ζητούμενον ὁμολογούμενον ἔλαβον. ὅτι δὲ ἀνάγκη πᾶσα ἐν τοῖς συλλογισμοῖς εἶναί τινα καθόλου πρότασιν, φανερόν
5ἐστι μᾶλλον ἐν ταῖς γεωμετρικαῖς μεθόδοις· οὐ γὰρ ἂν γένοιτο συλλογισμὸς δίχα καθολικῆς προτάσεως. Δῆλον δὲ καὶ ὅτι, εἰ καθόλου τὸ συμπέρασμα εἴη, δεῖ ἀμφοτέρας εἰ‐ λῆφθαι καθόλου τὰς προτάσεις· οὐ γὰρ ἂν ἄλλως γένοιτο καθόλου συμπέρασμα. οὐ μήν, ἂν ὦσιν αἱ προτάσεις καθόλου ἀμφότεραι, ἤδη καὶ τὸ συμπέρασμα
10ἀνάγκη 〈καθόλου〉 εἶναι· γίνεται γάρ ποτε καὶ ἐπὶ μέρους συμπέρασμα καὶ ἐκ καθόλου προτάσεων, ὡς ἐπὶ τῶν ἐν τρίτῳ σχήματι ἐδείχθη. δῆλον δὲ καὶ ὅτι ἐν ἅπασι συλλογισμοῖς ὁμοίας ἀνάγκη τῷ συμπεράσματι ἢ ἀμφοτέρας εἶναι τὰς προτάσεις ἢ πάντως γε τὴν ἑτέραν, κατὰ μὲν τὸ καταφατικὸν ἀμφοτέρας (οὐ γὰρ ἄλλως γένοιτο τὸ καταφατικὸν συμπέρασμα, εἰ μὴ ἀμφότεραι αἱ
15προτάσεις εἶεν καταφατικαί), εἰ δὲ ἀποφατικόν, τὴν ἑτέραν· οὔτε γὰρ ἐκ δύο καταφατικῶν ἀποφατικὸν ἂν γένοιτο συμπέρασμα οὔτε ἐκ δύο ἀποφατικῶν· οὐδὲ γὰρ ὅλως συλλογισμὸς ἐκ δύο ἀποφατικῶν γένοιτ’ ἄν ποτε προτάσεων. οὐ κατὰ τὸ καταφατικὸν δὲ καὶ ἀποφατικὸν μόνον δεῖ ἢ ἀμφοτέρας τὰς προτά‐ σεις ὁμοίας εἶναι τῷ συμπεράσματι ἢ πάντως γε τὴν ἑτέραν ἀλλὰ καὶ κατὰ
20τὸ ἀναγκαῖον καὶ κατὰ τὸ ὑπάρχον καὶ κατὰ τὸ ἐνδεχόμενον. οὔτε γὰρ ἀναγκαῖον γένοιτ’ ἂν συμπέρασμα μηδὲ μιᾶς οὔσης προτάσεως ἀναγκαίας (ἀλλὰ ἢ ἀμφοτέρας ἀναγκαίας εἶναι ἢ πάντως γε τὴν ἑτέραν, τὴν γὰρ μείζονα) οὔτε ὑπάρχον οὔτε ἐνδεχόμενον· ὁμοίως γὰρ καὶ ἐπὶ τοῦ ὑπάρχοντος συμπερά‐ σματος καὶ ἐπὶ τοῦ ἐνδεχομένου αἱ προτάσεις ἕξουσιν.
25 Ἐπισκέψασθαι δὲ δεῖ καὶ τὰς ἄλλας κατηγορίας· λέγοιμι δ’ ἂν τὰς ἄλλας κατηγορίας τὰς παρὰ τοὺς εἰρημένους τρόπους. εἶεν δ’ ἂν αἱ τοιαῦται, εἰ ψεῦδος τὸ συμπέρασμα ἢ ἀδύνατον· δεῖ 〈γὰρ〉 καὶ τὰς προτάσεις ἀμφοτέρας ψευδεῖς εἶναι ἢ πάντως τὴν ἑτέραν· ὁμοίως καὶ εἰ ἀδύνατον, ἢ ἀμφοτέρας ἢ πάντως γε τὴν ἑτέραν ἀδύνατον ἀνάγκη εἶναι, εἴ γε ἀδύνατον μὲν ἀδυνάτῳ,
30ψεῦδος δὲ ψεύδει ἀκολουθεῖ. οὐ μήν, εἰ ἀληθὲς τὸ συμπέρασμα, πάντως καὶ αἱ προτάσεις ἢ ἀμφότεραι ἀληθεῖς ἢ ἡ ἑτέρα· καὶ γὰρ ἐξ ἀμφοτέρων ψευδῶν ἀληθές ποτε συναχθήσεται, ὡς ἐν τῷ μετὰ τοῦτο βιβλίῳ δείξομεν. καὶ διὰ τοῦτο εἶπον ἐπισκέψασθαι δεῖν καὶ τὰς ἄλλας κατηγορίας ὑπὲρ τοῦ γνῶναι, ἐπὶ τίνων οὕτως ἔχειν ἀνάγκη· οὐ γὰρ ἐπὶ πάντων ὁμοίως ἔχει. δεήσει δέ,
35καὶ εἰ ἔνδοξον τὸ συμπέρασμα ἢ ἄδοξον, καὶ τῶν προτάσεων ἢ τινὰ ἢ τινὰς
οὕτως ἔχειν. καὶ εἰ ἄδηλον τὸ συμπέρασμα, καὶ τῶν προτάσεών τις ἄδηλος77

23,3

78

ἔσται· εἰ γάρ τις συλλογίζοιτο καὶ συνάγει ἀρτίους εἶναι τοὺς ἀστέρας διὰ τοῦ τὰ ἡμισφαίρια ἐξ ἴσων ἀστέρων κατ’ ἀριθμὸν εἶναι, ἄδηλον δι’ ἀδήλου συνάξει. ἀλλὰ καὶ εἰ τοῦ ὡς ἐπὶ τὸ πλεῖστον ἐνδεχομένου ἢ τοῦ κατὰ φύσιν ἢ κατὰ προαίρεσιν τὸ συμπέρασμα, οὕτως τις καὶ τῶν προτάσεων ἕξει ἢ
5ἀμφότεραι. λέγοιμι δ’ ἂν κατηγορίας καὶ τὰς κατὰ γένη· εἰ γὰρ ἐν τῷ ποιῷ τὸ δεικνύμενόν τε καὶ συμπεραινόμενον, δεῖ καὶ πρότασίν τινα τοιαύτην εἰ‐ λῆφθαι· ὁμοίως, εἰ ποσὸν ἢ πρός τι. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων κατη‐ γοριῶν. Φανερὸν δὲ καὶ πότε καθόλου ἔσται καὶ πότε οὐκ ἔσται συλλογισμός
10(εἴρηται γὰρ ἡμῖν καθ’ ἕκαστον σχῆμα), καὶ πότε δυνατός, τουτέστιν ἀτελής, καὶ πότε τέλειος. δυνατὸν δὲ λέγω τὸν μήπω φανερὸν μὲν ὄντα συλλογισμὸν δυνάμενον δὲ γενέσθαι φανερὸν ἢ δι’ ἀντιστροφῆς ἢ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς· διὰ γὰρ τῶν τοιούτων τρόπων ἀτελεῖς τελειοῦνται συλλογισμοί. δῆλον δὲ καὶ ὅτι, ἂν ᾖ ὁ συλλογισμός, ἀνάγκη τὰς προτάσεις ἔχειν κατά τινα
15τῶν τρόπων, ὧν προειρήκαμεν· ἢ γὰρ ἐν πρώτῳ ἢ ἐν δευτέρῳ σχήματι ἢ τρίτῳ ἔσται. πάντες γὰρ οἱ συλλογισμοὶ ἐδείχθησαν ἐν τοῖς σχήμασι τούτοις γινόμενοι καὶ καθ’ ἕκαστον σχῆμα ἔν τινι τῶν συζυγιῶν. κἂν γὰρ σύνθετός τις ᾖ καὶ διὰ πλειόνων μέσων, ὅμως ἡ γένεσις αὐτῷ καὶ ἡ ἀνάλυσις ἐκ τού‐ των τινὸς τῶν σχημάτων καὶ εἰς τούτων τι ἔσται.
20 Δῆλον δὲ καὶ ὅτι πᾶς συλλογισμὸς ἔσται διὰ τριῶν ὅρων γινόμενος καὶ οὐ διὰ πλειόνων, τουτέστι διὰ δύο προτάσεων. λέγω δὲ διὰ τῶν προσεχῶν· ἐν γὰρ τοῖς συνθέτοις πλείους μὲν αἱ προτάσεις, ἀλλ’ οὐχ αἱ προσεχεῖς· πάντες γὰρ διὰ δύο προτάσεων προσεχῶν καὶ διὰ τριῶν ὅρων καὶ οὐ πλειόνων, ἂν μὴ τὸ αὐτὸ συμπέρασμα δι’ ἄλλου καὶ ἄλλου μέσου δείκνυται. εἰ γὰρ
25εἴη τινὶ προκείμενον συλλογίσασθαι πᾶσαν ἡδονὴν ἀγαθόν, ὁ δὲ 〈ἄλλοτε〉 ἄλλον ὅρον μέσον λαμβάνων δείκνυσι τοῦτο, καθ’ ὅσον μὲν ταὐτὸν συμπέρασμα καθ’ ἕκαστον τῶν μέσων ποιεῖ, δόξει συλλογισμὸν ἕνα καὶ τὸν αὐτὸν ποιεῖν, καθ’ ὅσον δὲ μὴ διὰ τῶν αὐτῶν μέσων ὅρων μηδὲ διὰ τῶν αὐτῶν προτάσεων γίνεται τὸ συμπέρασμα, διαφέροντες ἔσονται πάλιν οἱ συλλογισμοὶ καὶ πλείονες
30καὶ τοσοῦτοι, ὁσάκις καὶ τὰ μέσα ὑπήλλακται. οὐ γὰρ ὁ αὐτὸς συλλογισμὸς ὁ λέγων ‘πᾶσα ἡδονὴ αἱρετόν, καὶ πᾶν αἱρετὸν ἀγαθόν, 〈πᾶσα ἄρα ἡδονὴ ἀγαθόν‘〉 τῷ λέγοντι ‘πᾶσα ἡδονὴ κατὰ φύσιν, πᾶν τὸ κατὰ φύσιν ἀγαθόν, πᾶσα ἄρα ἡδονὴ ἀγαθόν‘. ἀλλὰ οὐδὲ τούτων τις ὁ αὐτὸς τῷ λαμβάνοντι πᾶσαν ἡδονὴν ὑπὸ τέχνης γενήσεσθαι, πᾶν τὸ ὑπὸ τέχνης γινόμενον ἀγαθὸν
35εἶναι, πᾶσαν ἄρα ἡδονὴν ἀγαθὸν εἶναι. καίτοι ἐν πᾶσι τούτοις ταὐτὸν συμ‐ πέρασμα. ὁμοίως, εἰ καὶ τὸ ἐναντίον τούτοις συνάγοι τις, ὅτι μηδεμία ἡδονὴ ἀγαθόν, ποτὲ μὲν διὰ τοῦ ‘πᾶν ἀγαθὸν ὠφέλιμον, οὐδεμία δὲ ἡδονὴ ὠφέλιμος,
οὐδεμία ἄρα ἡδονὴ ἀγαθόν‘, ποτὲ 〈δὲ〉 διὰ τῶν ‘πᾶσα ἡδονὴ ἀτελής (εἴ γε κίνησις,78

23,3

79

ἡ δὲ κίνησις ἐνέργεια ἀτελής), οὐδὲν δὲ ἀτελὲς ἀγαθόν, οὐδεμία ἄρα ἡδονὴ ἀγαθόν‘. καὶ γὰρ ἐπὶ τούτων ταὐτὸν συμπέρασμα δι’ ἄλλων καὶ ἄλλων ὅρων τε καὶ προτάσεων δείκνυται· διὸ καὶ πλείους εἰσὶν οἱ συλλογισμοὶ ἀλλ’ οὐχ εἷς. καὶ ὡς ὁ Πλάτων ἀθάνατον εἶναι τὴν ψυχὴν ποτὲ μὲν διὰ τοῦ τὰς
5μαθήσεις ἀναμνήσεις 〈εἶναι〉 δείκνυσι, ποτὲ δὲ διὰ τοῦ ἀνεπίδεκτον εἶναι τοῦ ἐναντίου διὰ τὸ συνεπιφέρεσθαι αὐτῷ τὸ ἐκείνῳ ἐναντίον, ποτὲ δὲ αὖ διὰ τοῦ μὴ φθείρεσθαι ὑπὸ ἀλλοτρίας πονηρίας τὸ ὑπὸ τῆς οἰκείας μὴ φθειρόμενον, ἄλλοτε διὰ τοῦ αὐτοκίνητον εἶναι τὴν ψυχήν· τὸ γὰρ αὐτὸ διὰ πλειόνων δείκνυσι μέσων· διὸ πλείους οἱ συλλογισμοί. οἷον τὸ Ε διά τε τῶν Α, Β καὶ διὰ
10τῶν Γ, Δ. τὸ μὲν οὖν Ε συμπέρασμα ἡμῖν εἰλήφθω, τὸ δὲ Α, Β καὶ τὸ Γ, Δ προτάσεις ἄλλαι καὶ ἄλλαι, δι’ ὧν δείκνυται τὸ Ε, ποτὲ μὲν διὰ τῶν Α, Β προτάσεων ποτὲ δὲ διὰ τῶν Γ, Δ. ἔστω γὰρ τὸ μὲν ‘οὐδὲν αἰσχρὸν καλόν‘ συμπέρασμα ὂν τὸ Ε· τοῦτο δὲ συναγέσθω ποτὲ μὲν διὰ τῶν ‘οὐδὲν καλὸν κακόν, πᾶν δὲ αἰσχρὸν κακόν‘· ὁ συλλογισμὸς ἐν δευτέρῳ σχήματι.
15πάλιν δὲ τὸ αὐτὸ δεικνύσθω διὰ τῶν ‘πᾶν καλὸν ἀγαθόν, οὐδὲν αἰσχρὸν ἀγαθόν‘· συνάγεται γὰρ πάλιν διὰ τούτων τὸ ‘οὐδὲν αἰσχρὸν καλόν‘, ὅπερ ἦν τὸ Ε, ἐν δευτέρῳ σχήματι. τῶν δὲ προτάσεων ἡ μὲν ἔστω τὸ Γ ἡ δὲ Δ. ἢ πάλιν πᾶν τὸ αἰσχρὸν φευκτόν, οὐδὲν φευκτὸν καλόν· συνάγεται γὰρ καὶ ἐκ τούτων ἐν πρώτῳ σχήματι τὸ μηδὲν αἰσχρὸν καλὸν εἶναι. δυνατὸν δὲ καὶ
20ἄλλα μέσα λαμβάνεσθαι, οἷον τὸ Α, Β ἢ Β, Γ, ὡς μὴ μόνον δύο συλλογισμοὺς δεικτικοὺς τοῦ αὐτοῦ συμπεράσματος γίνεσθαι ἀλλὰ καὶ πλείους· τὸ γὰρ Ε ποτὲ μὲν διὰ τῶν Α, Β προτάσεων ποτὲ δὲ διὰ τῶν Γ, Δ ποτὲ δὲ διὰ τῶν Β, Γ δείκνυσθαι δυνήσεται. δύναται δὲ ἡμῖν τὰ ὕστερα προσκείμενα στοιχεῖα καὶ ἄλλου τινὸς εἶναι δεικτικά, ὅτι οὐ μόνον διαφέροντες συλλογισμοί εἰσιν,
25ὧν διαφέροντες οἱ μέσοι καὶ αἱ προτάσεις, ἀλλὰ καὶ τῶν αὐτῶν ὅρων λαμβα‐ νομένων καὶ τῶν αὐτῶν γινομένων συμπερασμάτων ἡ θέσις τοῦ μέσου καὶ ἡ τάξις διαφορὰν ποιεῖ συλλογισμῶν. καὶ εἴημεν ἂν διὰ μέσου τοῦ Α, Β τὸ πρῶτον λέγοντες σχῆμα, διὰ δὲ τοῦ Α, Γ τὸ δεύτερον, διὰ δὲ τῶν Β, Γ τὸ τρίτον. οὐσῶν γὰρ τῶν προτάσεων τῶν Α, Β ἐν πρώτῳ σχήματι τῶν δεικνυου‐
30σῶν τὸ Ε συμπέρασμα τὸ αὐτὸ συμπέρασμα καὶ ἐν δευτέρῳ σχήματι δει‐ χθήσεται ἐπὶ τοῖς αὐτοῖς ὅροις τῆς μὲν Α προτάσεως τῆς αὐτῆς ληφθείσης, τῆς δὲ Β ὑπαλλαγείσης τουτέστιν ἀντιστραφείσης καὶ γενομένης Γ· αὕτη δ’ ἂν ἡ μείζων εἴη. πάλιν δὲ ἐν τρίτῳ τῆς μὲν Β τουτέστι τῆς μείζονος τῆς αὐτῆς ληφθείσης, ἥτις ἦν καὶ ἐν τῷ πρώτῳ, τῆς δὲ ἀντιστραφείσης καὶ
35γενομένης Γ. δύναται γὰρ τὸ αὐτὸ συμπέρασμα ἐπὶ τοῖς αὐτοῖς ὅροις διὰ τῶν τριῶν σχημάτων δειχθῆναι οὕτως. οἷον ἔστω προκείμενον δειχθῆναι,
ὅτι τις ἄνθρωπος οὐκ ἔστι λευκός. τοῦτο μὲν ἐν πρώτῳ σχήματι οὕτως ἂν79

23,3

80

δειχθείη· τὶς ἄνθρωπος Αἰθίοψ ἐστί, οὐδεὶς Αἰθίοψ λευκός ἐστι, τὶς ἄρα ἄν‐ θρωπος οὐκ ἔστι λευκός· καὶ ἔστιν ἡ μὲν ‘τὶς ἄνθρωπος Αἰθίοψ ἐστίν‘ πρό‐ τασις τὸ Α, ἡ δὲ ‘οὐδεὶς Αἰθίοψ λευκόσ‘ τὸ Β. ἐν δὲ τῷ δευτέρῳ σχή‐ ματι πάλιν οὕτως· τὶς ἄνθρωπος Αἰθίοψ ἐστίν, ἥτις ἦν ἡ Α πρότασις, οὐδεὶς
5λευκὸς Αἰθίοψ ἐστίν, ἥτις ἐστὶν ἀντιστροφὴ τῆς Β· αὕτη ἔστω τὸ Γ· τὸ γὰρ αὐτὸ καὶ ἐν τούτῳ συνάγεται τὸ ‘τὶς ἄνθρωπος οὐκ ἔστι λευκόσ‘. ἡ μὲν οὖν Α πρότασίς ἐστι κοινὴ ἡμῖν πρὸς τὴν πρώτην δεῖξιν, ἡ δὲ Γ ἄλλη ἐλήφθη· ἡ γὰρ Β ἀντεστράφη, καὶ διὰ τοῦτο ὅ τε συλλογισμὸς ἄλλος καὶ τὸ σχῆμα· δεύτερον γάρ. πάλιν ἐν τρίτῳ σχήματι· οὐδεὶς Αἰθίοψ λευκός ἐστιν, ἥτις ἦν ἡ
10Β πρότασις ἐν πρώτῳ σχήματι, τὶς Αἰθίοψ ἄνθρωπός ἐστιν, ἡ ἀντιστρέφουσα τῇ Α, ἥτις ἔσται τὸ Γ. καὶ αὕτη ἡ δεῖξις τὴν μὲν Β πάλιν πρότασιν κοινὴν 〈πρὸσ〉 τὴν ἐν πρώτῳ σχήματι δεῖξιν ἔχει, ἰδίαν δὲ τὴν Γ· καὶ γὰρ διὰ τούτων πάλιν τὸ αὐτὸ δείκνυται τὸ ‘τὶς ἄνθρωπος οὐκ ἔστι λευκόσ‘. καὶ οὕτως δείκνυται τὸ αὐτὸ συμπέρασμα διὰ πλειόνων δεικνύμενον οὐκ ἄλλοτε ἄλλων
15ὅρων λαμβανομένων, ὡς τὸ πρῶτον ἐδείξαμεν, ἀλλὰ τῶν αὐτῶν ἄλλως καὶ ἄλλως τιθεμένων κατὰ τὰς τῶν σχημάτων διαφορὰς καὶ διὰ τοῦτο πλειόνων συλλογισμῶν γεγενημένων. ἀλλὰ καὶ τὸ μὴ εἶναι τὸ αἰσχρὸν καλὸν δεικνύοιτο ἂν διὰ τῶν αὐτῶν ὅρων ἐν τοῖς τρισὶ σχήμασιν, ἐν μὲν πρώτῳ διὰ τῶν ‘πᾶν αἰσχρὸν κακόν, καὶ οὐδὲν κακὸν καλόν‘, διὰ δὲ δευτέρου διὰ τῶν ‘πᾶν τὸ
20αἰσχρὸν κακόν, οὐδὲν καλὸν κακόν‘, διὰ δὲ τοῦ τρίτου· ‘οὐδὲν κακὸν καλόν, τὶ κακὸν αἰσχρόν‘. διοίσει δὲ μόνῳ τῷ ἐν τρίτῳ ἐπὶ μέρους γενέ‐ σθαι τὸ συμπέρασμα. ἔνεστι τὸ αὐτὸ συμπέρασμα διὰ τῶν τριῶν σχημάτων δεῖξαι καὶ μὴ τὸν αὐτὸν μέσον λαμβάνοντας, ὡς νῦν, ἀλλὰ ἄλλοτε ἄλλον. ἔστω γὰρ συμπέρασμα τὸ τινὰ ἄνθρωπον μὴ εἶναι ἵππον· τοῦτο μὲν ἐν πρώτῳ
25σχήματι συνάξομεν λαβόντες ‘τὶς ἄνθρωπος γραμματικός, οὐδεὶς γραμματικὸς ἵππος, οὐδεὶς ἄρα ἄνθρωπος ἵπποσ‘, ἐν δὲ τῷ δευτέρῳ ‘τὶς ἄνθρωπος μου‐ σικός, οὐδεὶς ἵππος μουσικόσ‘, ἐν τρίτῳ ‘πᾶν γελαστικὸν ἄνθρωπος, οὐδὲν γελαστικὸν ἵπποσ‘· καθ’ ἕκαστον γὰρ συλλογισμὸν δι’ ἄλλου μέσου τὸ αὐτὸ δέδεικται συμπέρασμα.
30 Ἢ πάλιν ὅταν ἑκάτερον τῶν Α, Β διὰ συλλογισμοῦ ληφθῇ, καὶ οὕτως τὸ αὐτὸ διὰ πλειόνων ὅρων δειχθήσεται, εἰ ἑκατέρα τῶν προτάσεων, ἥ τε Α καὶ ἡ Β, δι’ ὧν συνήγετο τὸ Ε, 〈εἰ εἴη διὰ προσυλλογισμοῦ εἰλημμένη,〉 ὡς ἑκατέραν αὐτῶν συμπέρασμα συλλογισμῶν εἶναι, τὴν μὲν Α διὰ τῶν Δ, Ε προτάσεων τὴν δὲ Β διὰ τῶν Ζ, Θ. δεικνύοιτο γὰρ ἂν καὶ τὸ Ε διὰ τῶν
35Δ Ε Ζ Θ προτάσεων· οὐ μὴν ὁ συλλογισμὸς ἁπλοῦς ἐστιν ἀλλὰ σύνθετος· ἀνάγκη γὰρ τὸ ὑπό τινων συναγόμενον συνάγεσθαι καὶ ὑπὸ τῶν ἐκεῖνα συνα‐ γόντων διὰ τοῦ δυνάμει ἐν τοῖς συνάγουσιν εἶναι τὰ συναγόμενα. οἷον εἰ εἴη
δεικνύμενον πᾶν δίκαιον συμφέρον εἶναι διὰ προτάσεων τῶν ‘πᾶν δίκαιον80

23,3

81

ἀγαθόν, πᾶν ἀγαθὸν συμφέρον‘, ἑκατέρα δὲ τούτων τῶν προτάσεων ᾖ δεικνυ‐ μένη συλλογιστικῶς, ἡ μὲν πρώτη διὰ τῶν ‘πᾶν δίκαιον καλόν, πᾶν καλὸν ἀγαθόν‘, ἡ δὲ δευτέρα διὰ τῶν ‘πᾶν ἀγαθὸν ὠφέλιμον, πᾶν ὠφέλιμον συμ‐ φέρον‘, συνάξει καὶ τὸ ‘πᾶν δίκαιον συμφέρον‘, ὃ ἦν δεικνύμενον ὑπὸ τῶν
5διὰ τούτων δεικνυμένων. δι’ ὧν δὲ λέγομεν νῦν, ὑπογράφομεν φανερώτερον τὸ λεγόμενον συνθετικὸν θεώρημα, οὗ ἡμεῖς ἐσμεν εὑρεταί. ἔστι δὲ ἡ περιοχὴ αὐτοῦ τοιαύτη ὅταν ἔκ τινων συνάγεταί τι, τὸ δὲ συναγόμενον μετὰ τινὸς ἢ τινῶν συνάγει τι, καὶ τὰ συνακτικὰ αὐτοῦ, μεθ’ ὧν ἢ δι’ ὧν συνάγεται ἐκεῖνο, καὶ αὐτὰ τὸ αὐτὸ συνάξει‘. τὰ γὰρ τῶν Α, Β συνακτικά, δι’ ὧν
10δείκνυται τὸ Γ φέρε εἰπεῖν, ταῦτα συνάγει καὶ τὸ ὑπὸ τῶν Α καὶ τῶν Β συναγόμενον, ὃ ἦν τὸ Γ. ἐπεὶ γὰρ τὸ ‘πᾶν δίκαιον ἀγαθόν‘ συναγόμενον ὑπὸ τῶν ‘πᾶν δίκαιον καλόν, πᾶν καλὸν ἀγαθόν‘ συνάγει μετὰ τοῦ ‘πᾶν ἀγαθὸν συμφέρον‘ 〈τὸ ‘πᾶν δίκαιον συμφέρον‘, καὶ τὰ ‘πᾶν δίκαιον καλόν, πᾶν καλὸν ἀγαθόν‘ ὄντα συνακτικὰ τοῦ ‘πᾶν δίκαιον ἀγαθόν‘ μετὰ τοῦ ‘πᾶν
15ἀγαθὸν συμφέρον‘ συνάξει τὸ ‘πᾶν δίκαιον συμφέρον‘, ὃ συνῆγε καὶ τὸ ὑπ’ αὐτῶν συναγόμενον καὶ μετὰ τοῦ ‘πᾶν ἀγαθὸν συμφέρον‘.〉 κἂν ληφθῇ τὸ ‘πᾶν δίκαιον ἀγαθόν‘ μετὰ τῶν ‘πᾶν ἀγαθὸν ὠφέλιμον, πᾶν ὠφέλιμον συμφέρον‘, συνάγει τὸ ‘πᾶν ἀγαθὸν συμφέρον‘, καὶ τὰ τοῦ ‘πᾶν δίκαιον ἀγαθόν‘ συνακτικὰ μετὰ τούτων τὸ αὐτὸ συνάξει· διὰ τοῦτο γὰρ πρόσκειται ἐν τῇ περιοχῇ τὸ
20‘μετὰ τινὸς ἢ τινῶν‘. Καὶ οὕτως γίνεται τὸ αὐτὸ διὰ πλειόνων δεικνύμενον ὅρων, κἂν τῶν συνακτικῶν τινος τὸ μὲν ἐπαγωγῇ τὸ δὲ συλλογισμῷ δεδειγμένον εἴη, οἷον τὸ Α, Β, ἃ τοῦ Ε ἦν συνακτικά, εἰ τὸ μὲν Α δι’ ἐπαγωγῆς εἰλημμένον εἴη τὸ δὲ Β διὰ συλλογισμοῦ· πάλιν γὰρ ἔσται καὶ τὸ 〈Ε〉 δεικνύμενον ἐκ τῶν
25ἐπακτικῶς δειξάντων τὸ Α καὶ ἐκ τῶν συλλογιστικῶς τὸ Β. οἷον εἰ δεικνύοιτο, ὅτι ἡ ἰατρικὴ χρήσιμος τῷ βίῳ, διὰ προτάσεων τῶν ‘ἡ ἰατρικὴ τέχνη, πᾶσα τέχνη χρήσιμος τῷ βίῳ, ἡ ἰατρικὴ ἄρα χρήσιμος τῷ βίῳ‘, τούτων δὲ τῶν προτάσεων οἷον ‘ἡ ἰατρικὴ τέχνη‘ διὰ συλλογισμοῦ κατασκευάζοιτο (οἷον ἡ ἰατρικὴ μέθοδός ἐστιν ὁδοποιητική, πᾶσα μέθοδος ὁδοποιητικὴ τέχνη ἐστίν,
30ἡ ἰατρικὴ ἄρα τέχνη), ἡ δὲ λέγουσα ‘τέχνη χρήσιμός ἐστι τῷ βίῳ‘ δι’ ἐπα‐ γωγῆς προχειρισαμένων ἡμῶν πάσας τὰς κατὰ μέρος τέχνας καὶ οὕτως ἐχούσας δειξάντων· καὶ πάλιν 〈ὅτι〉 ἡ πολιτικὴ ἀγαθοῦ τινος ἐφίεται, 〈διὰ προτάσεων τῶν ‘ἡ πολιτικὴ μέθοδός ἐστιν, πᾶσα μέθοδος ἀγαθοῦ τινος ἐφίεται‘〉 τούτων δὲ ἡ μὲν λέγουσα ‘πᾶσα μέθοδος ἀγαθοῦ τινος ἐφίεται‘ δι’ ἐπαγωγῆς
35δεικνύοιτο προχειριζομένων ἡμῶν τάς τε τέχνας καὶ τὰς ἐπιστήμας, καθ’
ὧν ἡ μέθοδος, καὶ δεικνύντων, ὅτι οὕτως ἔχουσιν, ἡ δὲ λέγουσα τὴν πολιτικὴν81

23,3

82

μέθοδον εἶναι διὰ συλλογισμοῦ τοῦ ‘πᾶσα ἕξις μετά τινος λόγου τῶν ὑπ’ αὐτὴν οὖσα θεωρητικὴ μέθοδός ἐστιν, ἡ δὲ πολιτικὴ ἕξις ἐστὶ μετὰ λόγου τῶν ὑπ’ αὐτὴν θεωρητική‘. ἢ ὡς ὁ Πλάτων δείκνυσιν ἐν πρώτῳ Πολιτείας τὴν μὲν δικαιοσύνην φρόνησίν τινα οὖσαν τὴν δὲ ἀδικίαν ἀφροσύνην οὕτως·
5ὁ τοῦ ἀνομοίου μὲν ἀξιῶν τὸ πλέον ἔχειν τοῦ δὲ ὁμοίου 〈μὴ ἀξιῶν φρόνιμος· ὁ δὲ δίκαιος τοῦ μὲν ἀνομοίου ἀξιοῖ πλέον ἔχειν, τοῦ δὲ ὁμοίου〉 οὐκ ἀξιοῖ· δίκαιος ἄρα ὁ φρόνιμος. ἑκατέραν γὰρ τῶν προτάσεων τούτων δείκνυσιν, ἀλλὰ τὴν μὲν πρώτην δι’ ἐπαγωγῆς τὴν δὲ δευτέραν διὰ συλλογισμοῦ. ἡ μὲν οὖν ἐπαγωγὴ ὑπάρχει τοιαύτη· ὁ ἐν τοῖς ὑγιεινοῖς τοῦ μὲν ὁμοίου οὐκ ἀξιῶν
10πλέον ἔχειν τοῦ δὲ ἀνομοίου φρόνιμος περὶ ταῦτα· ἔστι δ’ οὗτος ὁ ἰατρός· ἀλλὰ καὶ ὁ ἐν τοῖς κατὰ μουσικὴν τοῦ μὲν ὁμοίου μὴ ἐπαξιῶν πλεονεκτεῖν περὶ τὴν ἐπίτασιν τῶν χορδῶν ἢ ἄνεσιν τοῦ δὲ 〈μὴ〉 ὁμοίου φρόνιμος ἐν τούτοις· τοιοῦτος γὰρ ὁ μουσικός· καὶ καθόλου ἄρα πᾶς ὁ τοῦ μὲν ὁμοίου πλέον οὐκ ἀξιῶν ἔχειν τοῦ δὲ ἀνομοίου φρόνιμος. τὴν δὲ δευτέραν πρότασιν
15οὕτως ἔστι συλλογίσασθαι· πᾶς ὁ τοῦ ἴσου ἀπονεμητικὸς “τοῦ μὲν ὁμοίου οὐ πλεονεκτεῖ, τοῦ δὲ ἀνομοίου”· ὁ δὲ δίκαιος τοῦ ἴσου ἀπονεμητικός· “ὁ ἄρα δίκαιος τοῦ μὲν ὁμοίου οὐ πλεονεκτεῖ, τοῦ δὲ ἀνομοίου”· ὁ δὲ τοιοῦτος φρόνιμος. οὐ μὴν οὐδὲ ἡ τοιαύτη δεῖξις ἁπλῆ ἀλλὰ σύνθετος, σύνθετος δὲ οὐκ ἐκ πλειόνων συλλογισμῶν ἀλλ’ ἐξ ἐπαγωγῆς καὶ συλλογισμοῦ. διὸ καὶ
20ἡ ἀνάλυσις αὐτοῦ οὐκ εἰς συλλογισμοὺς ἔσται ὥσπερ τοῦ πρώτου, ἀλλ’ ἔσται τούτου ἡ ἀνάλυσις εἰς ἐπαγωγὴν καὶ συλλογισμόν, ἐξ ὧν καὶ συνετέθη. ἀνα‐ λύομεν γὰρ τὸν ὅλον λόγον φάσκοντες συνάγεσθαι τὸ μὲν Α ὑπὸ τῶν ἐπακτι‐ κῶς αὐτὸ κατασκευασάντων τὸ δὲ Β ἐκ τῶν οἰκείων προτάσεων· ὑπὸ δὲ τῶν Α, Β τὸ Ε· ὥστε καὶ ὑπὸ τῶν ἐξ ἀρχῆς τῶν τε τοῦ Α δεικτικῶν καὶ
25τῶν τοῦ Β τὸ Ε συναχθήσεται, ἐπειδὴ τὰ συνακτικά τινος, ὡς ἔφαμεν, μεθ’ οὗ ἢ μεθ’ ὧν τὸ ἐξ αὐτῶν δεικνύμενον συνάγει τι, μετ’ ἐκείνου ἢ μετ’ ἐκείνων καὶ αὐτὰ συνάξει. τὰ γὰρ συνακτικὰ τοῦ Α ἔστω τὸ Γ, Δ· μεθ’ οὗ ἢ μεθ’ ὧν τὸ Α τὸ ἐξ αὐτῶν δεικνύμενον συνάγει τι, μετὰ τούτου ἢ μετὰ τούτων καὶ αὐτὰ συνάξει, ὃ καὶ αὐτό· συνῆγε δὲ τὸ Α μετὰ τοῦ Β τὸ Ε· ἀλλὰ
30καὶ 〈μετὰ〉 τῶν τοῦ Β συλλογιστικῶν (ἔστω δὲ ταῦτα Ζ, Θ) τὸ αὐτὸ συνῆγε (τὸ γὰρ Θ)· καὶ τὸ Γ, Δ 〈ἄρα〉 μετὰ τῶν Ζ, Θ ἢ μετὰ τοῦ Β τὸ Ε συνάξει. Ἀλλὰ καὶ οὕτως πλείους οἱ συλλογισμοί· πλείω γὰρ τὰ συμπεράσματα, οἷον τό τε Α καὶ τὸ Β καὶ τὸ Γ. οὐ γὰρ γίνεται εἷς συλλογισμός, ἐν ᾧ συλλογισμῷ αἱ προτάσεις αἱ δεικτικαὶ τοῦ συμπεράσματος συμπέρασμα ἄλλων
35τινῶν εἰσιν· ὅσα γὰρ συμπεράσματα, τοσοῦτοι καὶ οἱ συλλογισμοί. ἔστι δὲ συμπέρασμα τό τε Α καὶ τὸ Β· αὗται γὰρ ἦσαν δεικτικαὶ τοῦ Γ προτάσεις, αὗται δὲ ἄλλων συμπέρασμα· ἀλλὰ καὶ τὸ Γ προσεχῶς ἐκ τῶν Α, Β δεικνύ‐ μενον. δῆλον δέ, ὅτι ἐφ’ ὧν διὰ συλλογισμοῦ αἱ δύο προτάσεις δείκνυνται,
τὰ δύο συμπεράσματα τρία γίνεται συμπεράσματα. τὸ γὰρ δι’ ἐπαγωγῆς δειχθὲν82

23,3

83

οὐ συλλογισμός. ἀλλ’ οὖν κἀκεῖ πλείους οἱ συλλογισμοί, ὅτι ἡτέρα τῶν προτάσεων ἡ Β ἦν διὰ συλλογισμοῦ δεδειγμένη, ὥστε καὶ οὕτως δύο συλλο‐ γισμοί. εἰ δ’ οὖν ἀξιῴη τις καὶ τὸν τοιοῦτον ἕνα συλλογισμὸν εἶναι τῷ πρὸς τὴν τοῦ τελευταίου συμπεράσματος δεῖξιν καὶ τὰς τῶν προτάσεων δείξεις
5συντελεῖν, οὐ φιλονεικητέον πρὸς τοῦτο, ἀλλὰ γνωστέον, ὅτι οὕτως μὲν καὶ τοῦτον τὸν τρόπον ἐγχωρεῖ διὰ πλειόνων ὅρων καὶ προτάσεων γίνεσθαι τὸ αὐτὸ συμπέρασμα ἐμπεριεχομένων πλειόνων συμπερασμάτων τῷ παντὶ λόγῳ. ὡς δὲ τὸ Γ διὰ τῶν Α, Β, ἀδύνατον, τουτέστιν ‘οὕτως δέ, ὡς διὰ δύο προτάσεων δείκνυταί τι, λέγειν καὶ διὰ πλειόνων προσεχῶν λαμβανομένων καὶ
10μηδὲν ἄλλο ἀλλ’ ἢ τὸ προκείμενον συμπέρασμα συναγουσῶν ἀδύνατον‘. Ὅτι μὲν οὖν πᾶς συλλογισμὸς διὰ τριῶν ὅρων καὶ διὰ προτάσεων προσε‐ χῶν δύο δείκνυται, δι’ ὑποθέσεως δεικτέον. εἰ γὰρ οἷόν τε διὰ πλειόνων, ἔστω τὸ Ε δεδειγμένον διὰ προτάσεων τῶν Α Β Γ Δ. καὶ ποιητέον τὴν δεῖξιν ἐπὶ τοῦ πρώτου σχήματος· ὡς γὰρ ἂν ἐπὶ τούτου δειχθῇ, οὕτως ἔσται
15καὶ ἐπὶ τῶν ἄλλων σχημάτων. οὐκοῦν εἰ τὸ Ε συλλογιστικῶς δείκνυ‐ ται διὰ τῶν Α Β Γ Δ προτάσεων, ἀνάγκη ἐν αὐταῖς εἶναι τὸ μέν τι ὡς ὅλον τὸ δὲ ὡς μέρος, τουτέστι τὴν μέν τινα πρότασιν καθόλου τὴν δὲ ὑπὸ ταύτην· ἀδύνατον γὰρ ἄλλως γενέσθαι συλλογισμὸν μὴ τοῦ μὲν καθόλου ληφθέντος τοῦ δὲ ἐπὶ μέρους καὶ ἐν τούτῳ περιεχομένου. δέδεικται γάρ, ὅτι,
20εἰ εἴη συλλογισμός, ἀνάγκη τινὰς τῶν δεικτικῶν συλλογιστικῶς τοῦ προκειμένου πρὸς ἀλλήλους οὕτως ἔχειν ὡς τὸν μὲν περιέχειν τὸν δὲ περιέχεσθαι. τοῦτο γὰρ δέδεικται μὲν καὶ πρὸ ὀλίγου, εἰρήκαμεν δὲ αὐτὸ 〈καὶ〉 ἐν τῇ τῶν συλλογισμῶν καταριθμήσει τε καὶ ἐκθέσει· αὕτη γὰρ ἦν πρώτη γένεσις τῶν συλλογισμῶν· τῷ γὰρ ἐν ὅλῳ ἄλλῳ ἄλλον εἶναι καὶ τῷ κατὰ παντὸς ἄλλον ἄλλου λέγεσθαι
25τούτων τῶν ἀναποδείκτων τούτων συλλογισμῶν εὑρέσεις. οὐ μόνον δὲ ἔδει τοὺς ὅρους οὕτως ἔχειν πρὸς ἀλλήλους ἀλλὰ καὶ τῶν προτάσεων τὴν μὲν καθόλου εἶναι πρὸς τὸ κείμενον, ἣν καὶ μείζονα ἐλέγομεν, τὴν δὲ ἐλάττονά τε καὶ ὑπὸ ταύτην. δεήσει γοῦν καὶ ἐπὶ τῶν Α Β Γ Δ προτάσεων τοῦτο γίνεσθαι καὶ εἶναί τινα σχέσιν αὐτῶν πρὸς ἀλλήλας τοιαύτην ὡς συνῆφθαί τε ἀλλήλαις
30καὶ εἶναι τὴν μὲν καθόλου τὴν δὲ ὑπ’ αὐτήν, εἰ συναχθήσεταί τι δι’ αὐτῶν συλλογιστικῶς. ἐχέτωσαν οὖν οὕτω πρὸς ἀλλήλας αἱ προτάσεις, ἥ τε Α καὶ Β. οὐκοῦν εἰ οὕτως ἔχουσι πρὸς ἀλλήλας, δῆλον ὡς συναχθήσεταί τι ἐξ αὐτῶν· ὅταν γὰρ δύο προτάσεις οὕτως ἔχειν ληφθῶσι πρὸς ἀλλήλας, ἐξ ἀνάγκης συνάγεταί τι ἐξ αὐτῶν, καὶ δείκνυται συλλογιστικῶς τὸ δεικνύμενον, καὶ συνα‐
35γόμενον ἐκ τῶν Α, Β προτάσεων οὕτως ἐχουσῶν πρὸς ἀλλήλας ἤτοι τὸ Ε ἔσται, ὅπερ ἦν προκείμενον δείκνυσθαι ἐκ τῶν Α Β Γ Δ προτάσεων, ἢ τὸ
ἕτερον τῶν Γ, Δ, ἃ καὶ αὐτὰ συνακτικὰ μετὰ τῶν Α, Β ἔκειτο τοῦ Ε, ἢ οὔτε83

23,3

84

τὸ Ε οὔτε τὸ Γ οὔτε τὸ Δ ἀλλὰ ἄλλο τι παρὰ ταῦτα πάντα. εἰ μὲν οὖν τὸ Ε, εἴη ἂν ἐκ τῶν δύο μόνων, τοῦ τε Α καὶ τοῦ Β, συναγόμενον τὸ Ε ἀλλ’ οὐκ ἐκ τῶν ὑποτεθέντων τεσσάρων. τὰ δὲ δύο, τὸ Γ καὶ τὸ Δ, τουτέστιν αἱ προτάσεις αἱ δύο αἱ λοιπαί, εἰ μὲν καὶ αὐταὶ οὕτως ἔχουσι πρὸς
5ἀλλήλας ὡς τὴν μὲν καθόλου εἶναι, τὴν μείζονα πρότασιν, τὴν δ’ ἐλάττονά τε καὶ ὑπ’ ἐκείνην ὡς γίνεσθαι συλλογιστικὴν ὑπ’ αὐτῶν συζυγίαν, συναχ‐ θήσεταί τι καὶ ἐκ τούτων συλλογιστικῶς, καὶ ἤτοι τὸ Ε ἢ τῶν Α καὶ τῶν Β τὸ ἕτερον ἢ ἄλλο τι παρὰ ταῦτα. εἰ μὲν οὖν τὸ Ε ἐκ τούτων συνάγεται ὥσπερ καὶ ἐκ τῶν Α, Β, πλείους ἔσονται συλλογισμοὶ τοῦ αὐτοῦ· ἐδείχθη γάρ,
10ὅτι, ἂν τὸ αὐτὸ συμπέρασμα δι’ ἄλλων καὶ δι’ ἄλλων προτάσεων γίνηται, πλείους οἱ συλλογισμοί. ἀλλὰ κἂν τῶν Α, Β τὸ ἕτερον ὑπὸ τῶν Γ, Δ συνά‐ γεται, καὶ οὕτω πλείους οἱ συλλογισμοὶ τὴν ἑτέραν πρότασιν τῶν Α, Β, αἳ ἦσαν τοῦ Ε συλλογιστικαί, συμπέρασμα εἶναι ἐπὶ ταῖς Γ, Δ προτάσεσιν. ἔστι δὲ ἡ τοιαύτη σύνθεσις κατὰ τὸ τρίτον ὑπὸ τῶν νεωτέρων καλούμενον
15〈θέμα〉 γινομένη, ὅ ἐστιν ὑπὸ τὸ προκείμενον ἡμῖν θεώρημα συνθετικόν, εἴ γε τοῦ μέν ἐστι περιοχή, ὥσπερ εἰρήκαμεν, ‘ὅταν ἔκ τινων συνάγεταί τι, τὸ δὲ συναγόμενον μετὰ τινὸς ἢ τινῶν συνάγει τι, καὶ τὰ συνακτικὰ αὐτοῦ, μεθ’ οὗ ἢ μεθ’ ὧν συνάγει τι ἐκεῖνο, καὶ αὐτὰ τὸ αὐτὸ συνάξει‘. εἰ δὲ μήτε τοῦ Ε τὸ Γ, Δ μήτε τῶν Α, Β τοῦ ἑτέρου εἴη συλλογιστικά, ἄλλο δέ τι συλλογίζοιτο,
20πλείους τε ὁμοίως ἔσονται οἱ συλλογισμοὶ καὶ ἀσύναπτοι καὶ οὐδὲν κοινὸν πρὸς ἀλλήλους ἔχοντες· οὔτε γὰρ αὐτὰ τὰ Γ, Δ συνῆπται τῷ Α οὔτε τὸ δεικνύ‐ μενον ἐξ αὐτῶν, εἴ γε τὰ μὲν Α, Β τοῦ Ε δεικτικά εἰσι, τὰ δὲ Γ, Δ ἔξωθέν τινος ἄλλου καὶ οὔτε τοῦ Ε οὔτε τῶν Α, Β τινός. Εἰ δὲ μὴ οὕτως ἔχοιεν αἱ προτάσεις πρὸς ἀλλήλας αἱ Β, Γ ὡς ἔχειν
25συλλογιστικῶς τὸ συνάγειν, οὐκ ἀναγκαίως ἔσονται εἰλημμέναι· καὶ γὰρ χωρὶς τοῦ ληφθῆναι αὐτὰς τὸ Ε συνήγετο ἂν ἐκ τῶν Α, Β. παρελκόντως οὖν καὶ μάτην ἔσται εἰλημμένα καὶ ἀχρήστως, εἰ μὴ ἐπαγωγῆς χάριν 〈ὡσ〉 πιστώ‐ σασθαί τι τῶν τοῦ Α δεικτικῶν δι’ αὐτῶν ἢ κρύψεως χάριν ὡς διὰ τὴν τούτων παράθεσιν τὸν προσδιαλεγόμενον συγχωρεῖν ῥᾷον ταῖς τοῦ προκειμένου
30συλλογιστικαῖς προτάσεσι τῷ ταύτας ἐν μέσῳ τιθεμένας ἀποκρύπτειν καὶ μὴ ἐᾶν τὸ συμβησόμενον ἐκ τῶν συγχωρηθέντων καταφανὲς γίνεσθαι καὶ γνώρι‐ μον. ῥᾷον γὰρ οἱ οὐκ εἰδότες τὸ συναχθησόμενον ἐκ τῶν συγχωρηθέντων συγχωροῦσιν, ὃ ποιοῦσιν αἱ κρύψεως χάριν τοῦ συμπεράσματος ἔξωθεν ἐπι‐ λαμβανόμεναι προτάσεις· τοῦτο δὲ ποιοῦσιν οἱ διαλεκτικοί τε καὶ σοφισταί. ἢ
35εἴ τινος ἄλλου ἕνεκα, οἷον ὄγκου καὶ αὐξήσεως ἢ τοῦ σαφέστερον εἶναι τὸν λόγον· αἱ γὰρ παρὰ τὰς ἀναγκαίας προτάσεις λαμβανόμεναι τούτων τινὸς χάριν εἰώθασι λαμβάνεσθαι, ὡς δεδείχαμεν ἐν τῷ τελευταίῳ τῶν Τοπικῶν, δι’
ἐπαγωγῆς μέν, ὅταν ἡ καθόλου πρότασις δέηται πίστεως, ὡς ἐδείξαμεν ἐν τῷ84

23,3

85

συνάγοντι λόγῳ τὴν πολιτικὴν ἀγαθοῦ τινος ἐφίεσθαι (ἡ γὰρ πρότασις ἡ ‘πᾶσα μέθοδος ἀγαθοῦ τινος ἐφίεται‘ δι’ ἐπαγωγῆς ἐδείκνυτο), αὐξήσεως δέ, ὅταν μηκῦναί τις τὸν λόγον βούληται, ὡς ποιοῦσι πολλάκις οἱ συγγραφεῖς· οὐ γὰρ ἀρκούμενοι ψιλαῖς μόναις ταῖς τοῦ προκειμένου δεικτικαῖς προτάσεσιν
5ἔξωθέν τινας ἐπεμβάλλουσι κόσμου τε χάριν καὶ ὄγκου τοῦ κατὰ τὸν λόγον, ἢ τῶν ἐν ταῖς προτάσεσι κειμένων τι, ὁποῖόν ἐστιν, ἐξηγούμενοι ἤ τι ἄλλο ἐνείροντες τῷ λόγῳ. οἷον εἰ βουλόμενος δεῖξαί τις τὸ καλὸν ὠφέλιμον λάβοι πρότασιν τὴν ‘πᾶν καλὸν ἀγαθόν‘, ἔπειτα περὶ τοῦ καλοῦ τινα προστιθείη λέγων καὶ ἐπαινετὸν τῇ αὑτοῦ φύσει καὶ δι’ αὑτὸ αἱρετόν· τὸ γὰρ καλὸν πρὸς
10ἑαυτὸ ἐπισπώμενον δι’ αὑτὸ αἱρετόν· ἀλλὰ μὴν καὶ τὴν πλείστην μοῖραν ἔχειν πρὸς εὐδαιμονίαν αὐτό. καὶ γὰρ μήτε εἰς κατασκευὴν τοῦ τὸ καλὸν αἱρετὸν εἶναι ταῦτα λαμβάνων τῷ μὴ ἀμφισβητεῖσθαι τοῦτο μήτε ὡς πρὸς τὴν δεῖξιν τοῦ προκειμένου ἄλλως δ’ αὐτὰ προστιθεὶς [καὶ] αὐξήσεως χάριν αὐτὰ προστίθησι τοῦ λόγου, ὄγκον τινὰ περιτιθεὶς αὐτῷ καὶ φεύγων τὸ ἐκ
15τῆς τέχνης ξηρόν τε καὶ ψιλόν. κρύψεως δὲ ὑπὲρ τοῦ μὴ δυσχεραίνειν μηδὲ ἀνανεύειν τὸν ἀποκρινόμενον ἀλλὰ ῥᾷον τὸ φαινόμενον διδόναι μὴ συνορῶντα τὸ συμβησόμενον. οἷον εἰ βουλόμενός τις δεῖξαι, ὅτι ἡ ὑγεία ἀγαθόν, λαβὼν τὴν ὑγείαν ὠφέλιμον εἶναι τῷ ἀγαθῷ μὴ εὐθὺς ἐρωτῴη, 〈εἰ〉 τὸ τῷ ἀγαθῷ ὠφέλιμον ἀγαθόν, διὰ τὸ μὴ δώσειν τὸν ἀντιλέγοντα τῷ δοθέντος τὸ συμβη‐
20σόμενον φανερὸν εἶναι, ἀλλὰ ἐν μέσῳ ἄλλα τινὰ ἐρωτῶν, οἷον εἰ ἀγαθός ἐστιν ὁ τὰς ἀρετὰς ἔχων, καὶ εἰ ἡ ἀρετὴ ἀγαθόν, ὡς ἐπαινετόν ἐστι, καὶ εἰ δι’ αὑτὴν αἱρετή, ἃ οὐδὲν μὲν αὐτῷ συντελεῖ, πρὸς ὃ βούλεται δεῖξαι, διασπᾷ δὲ τὴν συνέχειαν τῶν συναγουσῶν τὸ προκείμενον προτάσεων, εἶτα ἐπὶ τούτοις ἐξετάσει, εἰ τὸ τῷ ἀγαθῷ ὠφέλιμον δύναταί ποτε κακὸν εἶναι ἢ ἀγαθόν ἐστιν
25ἀεί· ῥᾷον γὰρ οὕτως λήψεται, ἢ 〈εἰ〉 εὐθὺς αὐτὸ αἰτῶ. ἢ δύναται τὸ αὐτὸ τοῦτο καὶ δι’ ἐπαγωγῆς λαβεῖν λέγων ‘ὡς τὸ τῷ μουσικῷ μουσικὸν καὶ 〈τὸ〉 τῷ τέκτονι τεκτονικόν, οὕτως καὶ τὸ τῷ ἀγαθῷ ἀγαθόν‘. σαφηνείας δέ, ὅταν ἀσαφῶν οὐσῶν τῶν συλλογιστικῶν τοῦ προκειμένου προτάσεων εἰς σαφήνειαν αὐτῶν ᾖ τινα τεθειμένα, ὡς ἔχουσιν αἱ διὰ παραβολῆς προτάσεις παραλαμ‐
30βανόμεναι. θέλοντες γὰρ λαβεῖν, ὅτι πᾶν τὸ ὅμοιον ταὐτόν, παραβλητέον τὸ ὅτι καὶ γὰρ τὸ ἀνόμοιον ἕτερον· καὶ ὅτι ἐπιστήμη μία τῶν ἐναντίων, βουλο‐ μένους λαβεῖν παραβλητέον τὸ ὅτι καὶ γὰρ αἴσθησις ἡ αὐτὴ τῶν ἐναντίων. Εἰ δὲ ἐκ τῶν Α, Β μὴ τὸ Ε ἀλλὰ ἄλλο τι γίνεται, τουτέστι συνάγεται, ἐκ δὲ τῶν Γ, Δ ἢ τὸ ἕτερον τῶν Α, Β ἤ τι ἄλλο ἔξωθεν, οἵ τε συλλογισμοὶ
35πλείους (πλείονα γὰρ τὰ συμπεράσματα, τὸ μὲν ἐπὶ τοῖς Α, Β τὸ δὲ ἐπὶ τοῖς Γ, Δ, εἴτε τὸ 〈Α ἢ τὸ〉 Β εἴη τοῦτο εἴτε ἄλλο τι ἔξωθεν), καὶ ἔτι 〈οὐ〉 τὸ προκεί‐ μενον ἔσται δεικνύμενον καὶ συναγόμενον· ἔκειτο γὰρ τὸ Ε συμπέρασμα εἶναι.
εἰ δὲ τὰ μὲν Α, Β εἴη συνάγοντα ἔξωθέν τι, τὰ δὲ Γ, Δ μηδὲν εἴη δεικνύντα,85

23,3

86

ὁ μὲν συλλογισμὸς εἷς ἔσται, ἀλλ’ οὐ τοῦ προκειμένου· οὐ γὰρ τὸ Ε ἐδείχθη ἐπὶ τῶν Α, Β ἀλλὰ ἄλλο τι· τὰ δὲ Γ, Δ μάτην ἔσται εἰλημμένα καὶ κεί‐ μενα. ὁ δὲ αὐτὸς λόγος, καὶ εἰ τὰ μὲν Γ, Δ εἴη ἔξωθέν τι συνάγοντα, τὰ δὲ Α, Β μηδέν. εἰ δὲ ταῦτα οὕτως ἔχει, δῆλον ὡς πᾶς ἐξ ἀνάγκης συλλογι‐
5σμὸς διὰ τριῶν ὅρων καὶ διὰ δύο προτάσεων· καὶ γὰρ οἱ σύνθετοι συλλογισμοὶ τὰς προσεχῶς δεικνύσας προτάσεις δύο ἔχουσιν. οἱ γὰρ τρεῖς ὅροι δύο ποιοῦσι προτάσεις, ἐκτὸς εἰ μὴ καὶ ἀντιστροφὴ γίνοιτό τινος τῶν προτάσεων ἢ καὶ ἀμφοτέρων· οὕτως γὰρ δόξουσι πλείους προτάσεις ἐκ τριῶν ὅρων γίνεσθαι. ἐλαμβάνομεν δὲ τὰς ἀντιστροφὰς πρὸς τὴν τελείωσιν τῶν ἀτελῶν συλλογισμῶν·
10οὗτοι δ’ ἦσαν οἱ ἐν δευτέρῳ τε καὶ τρίτῳ σχήματι. ἀλλὰ καὶ ἐπ’ ἐκείνων ἐκ δύο προτάσεων ὁ συλλογισμός· τὴν γὰρ ἀντιστρέφουσαν ἐλαμβάνομεν ἀντὶ τῆς, πρὸς ἣν ἀντέστρεφε, πρὸς τὸ δεῖξαι τὸ συμπέρασμα, ἀλλ’ οὐκ ἀμφοτέρας. ἀναγκαίως δὲ ἐκ τριῶν ὅρων πᾶς συντελούμενος δείκνυται συλλογισμός· χρή‐ σιμον γὰρ πρὸς τὸ τὰ τρία σχήματα εἶναι μόνα· τριῶν γὰρ ὄντων ὅρων 〈ἡ τοῦ
15μέσου〉 θέσις οὐκ ἄλλως ἕξει πρὸς τὰ ἄκρα παρὰ τὴν ἐν τοῖς τρισὶ σχήμασι κει‐ μένην σχέσιν αὐτοῦ πρὸς αὐτούς. Φανερὸν οὖν ἐκ τῶν εἰρημένων, ὡς ἐν ᾧ λόγῳ συλλογιστικῷ μὴ δύο εἰσὶν αἱ προτάσεις, οὗτος ὁ λόγος ἢ οὐ συλλελόγισται ἢ πλείω τῶν ἀναγκαίων ἠρώτηκε πρὸς τὴν θέσιν. διὰ τῶν δύο προτάσεων τὸ κύριον τουτέστι τὸ
20προκείμενον συμπέρασμα δείκνυται· οὐ γὰρ οὐδὲν κωλύει τὰς προσεχεῖς τοῦ δεικνυμένου προτάσεις ἄλλου τινὸς συμπεράσματα δείκνυσθαι, ὡς ἐπὶ τῶν συντε‐ θέντων ἐδείχθη συλλογισμῶν. ἔνια γὰρ τῶν ἄνωθέν τε καὶ πρώτων δεδειγμέ‐ νων καὶ συμπερασμάτων ἐπ’ ἄλλαις προτάσεσι γεγονότων ἀναγκαῖον εἶναι τῶν μετὰ ταῦτα προτάσεις· τὸ γὰρ ἄλλων προτάσεων συμπέρασμα οὐδὲν κεκώλυται
25ἄλλου συμπεράσματος πάλιν αὐτὸ εἶναι πρότασιν συνακτικήν. εἰ δὲ μὴ δύο εἶεν αἱ προτάσεις, δι’ ὧν γίνεται τὸ προσεχῶς γινόμενον συμπέρασμα, φανερὸν ὅτι οὗτος ὁ λόγος ἢ οὐ συλλελόγισται ἢ πλείω τῶν ἀναγκαίων ἠρώτηκε πρὸς τὴν θέσιν. εἰ μὲν 〈γὰρ〉 μήτε τὸ Α καὶ τὸ Β συνάγοιέν τι μήτε τὸ Γ καὶ τὸ Δ, ἃ ἦν τοῦ Ε συνακτικὰ κείμενα, οὐδ’ ὅλως ἂν 〈εἴη〉 συλλογισμὸς γινό‐
30μενος· εἰ δ’ ἄλλα τινὰ συλλογίζοιτο, οὐ τοῦ προκειμένου ἂν εἴη συλλογισμὸς γινόμενος. εἰ δὲ τὰ μὲν δύο τὸ Ε δεικνύει, τὰ δὲ δύο ἢ ἄλλο τι ἢ μηδέν, μάτην ἂν εἴη εἰλημμένα κατ’ ἀμφότερα· εἰ μὲν γὰρ ἄλλο τι, πλείους οἱ συλλογισμοί, εἰ δὲ μηδέν, μάτην ἂν εἴη εἰλημμένα, μάτην δὲ ὡς πρὸς τὴν τοῦ Ε δεῖξιν, καὶ εἰ ἄλλο τι ἔξωθεν συνάγοιτο ὑπ’ αὐτῶν· κατὰ τοῦτο δὲ
35πλείους ἂν εἶεν τῶν 〈ἀναγκαίων〉 εἰλημμέναι.86

23,3

87

Κατὰ μὲν οὖν τὰς κυρίας προτάσεις λαμβανομένων τῶν συλλογισμῶν· κυρίας δὲ λέγω προτάσεις τὰς προσεχῶς δεικνυούσας καὶ συλλογιζομένας τὸ προκείμενον, ἃς ἐδείξαμεν δύο οὔσας. τοῦτο δὴ λέγω καὶ νῦν, ὅτι, εἰ τὰς κυρίας τοῦ συμπεράσματος καὶ προσεχῶς αὐτὸ δεικνυούσας λαμβάνομεν, ἔσον‐
5ται ἐν παντὶ συλλογισμῷ προτάσεις μὲν δύο, ὅροι δὲ περιττοί· τρεῖς γὰρ ἐδείχθησαν ὄντες, ἐξ ὧν αἱ προσεχεῖς προτάσεις. ὅτι δὲ τὰ τρία τῶν δύο ἑνὶ περιέχει, δῆλον. ἀλλὰ καὶ ὅτι τὰ συμπεράσματα ἡμίση τῶν προτάσεων τῶν προσεχῶς δεικτικῶν, δῆλον· δύο μὲν γὰρ αἱ προτάσεις, ἓν δὲ τὸ ἐξ αὐτῶν συμπέρασμα. ὁ γὰρ λαβὼν τὸ Α κατὰ τοῦ Β, τὸ Β κατὰ τοῦ Γ, τὸ Γ
10κατὰ τοῦ Δ καὶ συμπεραινόμενος ‘τὸ Α ἄρα κατὰ τοῦ Δ‘ οὐ διὰ κυρίων οὐδὲ διὰ προσεχῶν προτάσεων ἔδειξε τὸ συμπέρασμα· κύριαι γὰρ καὶ προσεχεῖς ἡ ‘τὸ Α κατὰ τοῦ Γ‘ καὶ ‘τὸ Γ κατὰ τοῦ Δ‘, αἱ δὲ Α Β καὶ Β Γ δεικτικαὶ προσεχῶς τοῦ Α Γ, ὃ συμπέρασμα τούτων ὂν πρότασις προσεχῶς γίνεται δεικτικὴ τοῦ Α Δ συμπεράσματος.
15 Ἐπεὶ δ’ εἴπομεν δύο εἶναι τὰς προσεχεῖς προτάσεις ἐν παντὶ συλλογισμῷ τὰς κυρίως δεικνυούσας τὸ προκείμενον συμπέρασμα καὶ διὰ τοῦτο ἀρτίους, καὶ τρεῖς ὅρους τοὺς τοιούτους, ἐξ ὧν αἱ δύο προτάσεις, διὸ καὶ περιττοὺς καὶ ἑνὶ πλείους τοὺς ὅρους τῶν προτάσεων, νῦν λέγομεν, εἰ μηκέτι μόνον αἱ κύριαι καὶ προσεχεῖς προτάσεις λαμβάνοιντο, ἀλλ’ εἶεν μὲν καὶ αὗται συμπεράσματα
20ἄλλων τῷ μὴ εἶναι ἀναποδείκτους, λαμβάνοιντο δ’ ἂν καὶ αἱ τῶν προτάσεων τούτων δεικτικαὶ προτάσεις. τοῦτο γάρ ἐστι διὰ προσυλλογισμοῦ, ὅταν ὦσιν αἱ προσεχεῖς καὶ κύριαι τοῦ προκειμένου συμπεράσματος προτάσεις καὶ αὗται δεικνύμεναι μετὰ συλλογισμοῦ· οἱ γὰρ τῶν εἰς δεῖξίν τινος συμπεράσματος λαμβανομένων προτάσεων δεικτικοὶ συλλογισμοὶ προσυλλογισμοὶ γίνονται τοῦ
25τελευταίου καὶ ἐκ τούτων γινομένου συλλογισμοῦ. διὰ προσυλλογισμῶν μὲν οὖν λέγω, ὅταν ἑκατέραν τῶν προτάσεων τῶν κυρίων τοῦ τελευταίου συλλογισμοῦ πρῶ‐ τον διὰ τῶν οἰκείων προτάσεων συλλογισάμενοι καὶ ποιήσαντες συμπεράσματα τὰς προτάσεις οὕτως αὐτὰς λάβωμεν εἰς τὴν δεῖξιν τοῦ προκειμένου. οἷον εἰ εἴη ἐκ τῶν Α Γ, Γ Ε δεικνύμενόν τι προσεχῶς, αὐτὰ δὲ ταῦτα τὸ μὲν Α Γ
30διὰ τοῦ Α Β, Β Γ δεικνύοιτο τὸ δὲ Γ Ε διὰ τοῦ Γ Δ, Δ Ε· ὅταν γὰρ συλλογι‐ σάμενοι πρῶτον τὸ Α Γ εἶτα τὸ Γ Ε τότε λάβοιμεν τὸ Α Γ καὶ Γ Ε ὡς δεικτικὰ τοῦ Α Ε, διὰ προσυλλογισμῶν τὴν δεῖξιν ποιούμεθα. οὐδὲν δὲ δια‐ φέρει, ἐν ᾧ δήποτε ὦσι σχήματι οἱ προσυλλογισμοὶ γεγονότες· ὁ γὰρ αὐτὸς λόγος, ἄν τε ἐν τῷ αὐτῷ ἄν τε ἐν διαφόροις.
35 Τὸ δὲ ‘διὰ πλειόνων μέσων συνεχῶν‘ ἔστιν, ὅταν συνεχεῖς ἐφεξῆς προτάσεις πλείονας λαμβάνοντες μηκέτι τὰ γινόμενα ἐξ αὐτῶν συμπεράσματα ἐκλαμβά‐ νοντες τούτοις ὡς δεικτικοῖς τοῦ προκειμένου χρησόμεθα ἀλλὰ πάσας τὰς
προτάσεις λαμβάνομεν ὡς δεικτικὰς τοῦ προκειμένου· ὅταν γὰρ οὕτως ποιῶμεν,87

23,3

88

δυνάμει προσυλλογιζόμεθα, οὐκ ἐνεργείᾳ. οἷον εἰ λάβωμεν τὸ Α κατὰ τοῦ Β, τὸ Β κατὰ τοῦ Γ, τὸ Γ κατὰ τοῦ Δ, τὸ Δ κατὰ τοῦ Ε, τὸ Α ἄρα κατὰ τοῦ Ε· συνεχεῖς γὰρ ἐνταῦθα τὰς προτάσεις λαβόντες οὐκ ἐπεκλαβόντες ἐπ’ αὐταῖς γινό‐ μενα συμπεράσματα χρώμεθα πᾶσιν αὐτοῖς ὡς ἐκ τούτων ὁμοίως πάντων συναγο‐
5μένου τοῦ Α Ε συμπεράσματος. ἐν τῇ τοιαύτῃ τῶν προτάσεων συνεχείᾳ τὸ διὰ προσυλλογισμοῦ ἐστιν. εἰ οὖν εἴη μὲν συμπέρασμα τὸ Α Β, δεικνύοιτο δὲ τοῦτο διὰ μέσων τῶν Γ, Δ (τὸ μὲν Α κατὰ τοῦ Γ, τὸ δὲ Γ κατὰ τοῦ Δ, 〈τὸ δὲ Δ κατὰ τοῦ Β〉) διὰ προσυλλογισμῶν μὲν ἔσται, ἂν πρῶτον τὸ Α κατὰ τοῦ Δ συλλογισά‐ μενος διὰ τοῦ Γ, εἶτα τὸ Δ κατὰ τοῦ Β λαβὼν ἢ καὶ αὐτὸ συλλογισάμενος διὰ
10τοῦ Ε λάβῃ τὸ Α Δ, Δ Β συμπέρασμα προτάσεις δεικτικὰς τοῦ Α Β συμπε‐ ράσματος, διὰ πλειόνων δὲ μέσων συνεχῶν, ἂν ἁπλῶς λαβὼν τὸ Δ κατὰ τοῦ Γ, τὸ Γ κατὰ τοῦ Δ, τὸ Δ κατὰ τοῦ Β ἐπενεγκὼν ἐπὶ τούτοις ‘τὸ ἄρα Δ κατὰ τοῦ Β‘. αὕτη γὰρ ἡ διαφορὰ τοῦ τε διὰ προσυλλογισμοῦ καὶ διὰ πλειόνων μέσων συνεχῶν. ἀμφοτέρως δὲ τὸ Α Β συμπέρασμα διὰ τῶν Γ, Δ μέσων.
15 Ἐπειδὴ τῶν οὕτως γινομένων συλλογισμῶν, οἳ οὐκέτ’ εἰσὶν ἁπλοῖ, τὸ μὲν πλῆθος τῶν ὅρων ὁμοίως ὑπερέξει τοῦ τῶν προτάσεων πλήθους ἑνί, ὥσπερ καὶ ὅτε αἱ κύριαι προτάσεις τοῦ προκειμένου συμπεράσματος ἐλαμβάνοντο μόναι. οὐ μέντοι ἔτι αἱ μὲν προτάσεις ἀεὶ ἄρτιαι ἔσονται οἱ δὲ ὅροι περιττοί, ὡς εἶχεν ἐπὶ τῶν ἁπλῶν συλλογισμῶν, ἀλλ’ ἔμπαλιν ἕξουσιν, ὁμοίως δέ· ὅταν
20μὲν γὰρ αἱ προτάσεις ὦσιν ἄρτιαι, οἱ ὅροι περισσοί, ὅταν δὲ αἱ προτάσεις περισσαί, οἱ ὅροι πάλιν ἄρτιοι· οὕτως γὰρ ἔσονται ἑνὶ ὑπερέχοντες οἱ ὅροι τῶν προτάσεων. αἴτιον δὲ τοῦ ἑνὶ ὑπερέχειν τοὺς ὅρους τὸν τῶν προτάσεων ἀριθμὸν καὶ παρὰ μέρος ἀρτίους τε καὶ περιττοὺς γίνεσθαι τὸ ἐξ ἀρχῆς μὲν ἐν τοῖς ἁπλοῖς συλλογισμοῖς τοὺς ὅρους ὑπερέχειν ἑνὶ τῶν προτάσεων (αἱ μὲν
25γὰρ ἦσαν δύο, οἱ δὲ τρεῖς), ἑκάστῃ δὲ προσθήκῃ ὅρου διάστημα προστίθεσθαι. τούτου γὰρ οὕτως γινομένου ἡ ἐξ ἀρχῆς ἐν τοῖς ὅροις ὑπεροχὴ μένει· ὅταν γὰρ ἀνίσοις ἴσα προστεθῇ, τῷ αὐτῷ ἀλλήλων διοίσουσιν, ᾧ διέφερον καὶ πρὸ τοῦ τὰ ἴσα αὐτοῖς προστεθῆναι. ὅταν μὲν οὖν τοῖς τρισὶν ὅροις εἷς προστεθῇ, οἱ μὲν ὅροι τέσσαρές τε καὶ ἄρτιοι ἔσονται, αἱ δὲ προτάσεις τρεῖς
30τε καὶ περιτταί· δύο γὰρ οὔσαις αὐταῖς προσετέθη τρίτη διὰ τὴν πρόσθεσιν τοῦ ὅρου· ἅμα γὰρ ὅρου τε προσθήκη καὶ προτάσεως, ὡς ἔφαμεν. ἢ γὰρ ἔξωθεν ἢ εἰς τὸ μέσον προστεθήσεται πᾶς ὅρος, οἷον εἰ πρὸ τοῦ Α εἴη τις εἰλημμένος κατηγορούμενος τοῦ Α οἷον ὁ Δ ἢ μετὰ τὸ Γ ὑποκείμενος τῷ Γ, εἰς τὸ μέσον δέ, εἰ μεταξὺ εἴη τοῦ Α Β ἢ τοῦ Β Γ. ὅπου γὰρ ἂν καὶ ὅθεν
35ἂν προστεθῇ, σὺν αὐτῷ καὶ μία πρότασις προστίθεται. οὐσῶν γὰρ δύο προτά‐ σεων τῆς τε Α Β καὶ τῆς Β Γ, ἄν τε πρὸ τοῦ Α τὸν Δ ὅρον λαμβάνομεν,
ἔσται καὶ πρότασις προστιθεμένη ἡ Δ Α οὐδεμιᾷ τῶν κειμένων οὖσα ἡ αὐτή,88

23,3

89

ἄν τε μεταξὺ τοῦ Α Β· ἔσονται γὰρ αἱ Α Δ καὶ Δ Β δύο προτάσεις ἀντὶ μιᾶς· ἀλλὰ κἂν μεταξὺ τοῦ Β Γ· πάλιν γὰρ ἔσονται Β Δ, Δ Γ· ἀλλὰ κἂν ἔξωθεν μετὰ τὸ Γ· προστεθήσεται γὰρ ὁμοίως πάλιν ταῖς κειμέναις ἡ Γ Δ. Αἱ μὲν οὖν προτάσεις καὶ οἱ ὅροι ταύτην ἀεὶ τὴν σχέσιν τε καὶ τάξιν
5φυλάξουσι, τὰ δὲ συμπεράσματα οὔτε πρὸς τοὺς ὅρους οὔτε πρὸς τὰς προτά‐ σεις ἀεὶ τὴν αὐτὴν τάξιν ἕξει. καὶ ἡ αἰτία, ὅτι ἑνὸς ὅρου προστεθέντος συμπε‐ ράσματα προστίθεται ἑνὶ ἐλάττω τῶν ὑπαρχόντων ὅρων. οὗ αἴτιον, ὅτι πρὸς μόνον τὸν ἔσχατον τῶν κειμένων ὁ προστεθεὶς αὐτῷ, εἰ κατὰ τοῦτον ἡ προσθήκη γένοιτο, οὐ ποιεῖ συμπέρασμα. εἰ γὰρ εἶεν ὅροι Α Β Γ, προστεθείη δὲ τὸ Δ,
10ἔσται συμπέρασμα καὶ τοῦ Α πρὸς τὸ Δ καὶ τοῦ Β πρὸς τὸ Δ· ἦν δὲ καὶ τοῦ Α πρὸς τὸ Γ. τριῶν δὲ ὅρων προϋπαρχόντων ἡ ἑνὸς ὅρου πρόσθεσις δύο συμπεράσματα προσέθηκεν, ἑνὶ ἐλάττω τῶν προϋπαρχόντων ὅρων. οὐκέτι μέντοι τοῦ Γ πρὸς τὸ Δ γίνεται συμπέρασμα, ὅτι μηδεὶς αὐτῶν ἐστι μέσος· δύο οὖν προσετέθη συμπεράσματα ἑνὸς προστεθέντος ὅρου. ἦν δὲ συμπέρασμα
15μὲν ἐπὶ τοῖς τρισὶν ὅροις τὸ Α Γ, προτάσεις δὲ δύο, ὅροι δὲ τρεῖς· προστε‐ θέντος οὖν τοῦ τετάρτου ὅρου δύο γίνονται συμπεράσματα προστιθέμενα. καὶ τὰ πάντα συμπεράσματα γίνονται τρία· ἀλλὰ καὶ αἱ προτάσεις τρεῖς, οἱ δὲ ὅροι τέσσαρες. **** τρία οὖν ἔσται συμπεράσματα προστιθέμενα. ἦν δὲ καὶ τὰ ἐπὶ τοῖς κειμένοις τέσσαρσιν ὅροις ἤδη τρία· τὰ πάντα οὖν ἓξ ἔσται συμ‐
20περάσματα ἐπὶ ὅροις πέντε καὶ τέσσαρσι προτάσεσι. πλείω οὖν τὰ συμπεράσ‐ ματα, καὶ ἔτι μᾶλλον, ἂν ἄλλος ὅρος προστεθῇ· πολὺ γὰρ πλείω γίνεται τὰ συμπεράσματα καθ’ ἑκάστην πρόσθεσιν ὅρου, δι’ ἣν εἰρήκαμεν αἰτίαν. κἂν ἐν μέσῳ δὲ τεθῇ, ἑνὶ ἐλάττω τὰ προστιθέμενα συμπεράσματα ἔσται τῶν ἐξ ἀρχῆς κειμένων ὅρων πρὸ τῆς προσθέσεως τούτου· πρὸς γὰρ ἕνα μόνον ὅρον
25τῶν κειμένων καὶ οὕτως τεθεὶς οὐ ποιήσει συμπέρασμα. κείσθωσαν γὰρ ὅροι οἱ Α Β Γ συνάγοντες τὸ Α Γ συμπέρασμα, καὶ ἐμβεβλήσθω μεταξὺ τῶν Α Β Γ ὁ Δ ὅρος· ἔσται δὴ τὰ συμπεράσματα προσκείμενα τῷ Α Γ τό τε Α Β διὰ τοῦ Δ καὶ τὸ Δ Γ διὰ τοῦ Β. δύο μὲν οὖν προσετέθη συμπεράσματα, οὐ μὴν τὰ δύο πρὸς αὐτόν, ἀλλὰ τὸ μὲν πρὸς αὐτὸν τὸν Δ (τὸ γὰρ Δ Γ), τὸ δὲ δι’ αὐτοῦ·
30τὸ γὰρ Α Β οὐ πρότερον ὂν συμπέρασμα διὰ τὸ προστεθῆναι τὸ Δ συμπέρασμα γέγονε. πρὸς ἕνα γὰρ ὅρον τὸν ἔσχατον οὐ ποιήσει συλλογισμὸν τουτέστι συμπέ‐ ρασμα ὁ προστιθέμενος, οἷον φέρε εἰπεῖν ὁ μετὰ τὸ Γ τιθέμενος· καίτοι ἐν μέσῳ τιθέμενος αἴτιος ἐγένετο συμπεράσματος οἷον τοῦ Α Β, τοῦ Β Δ, τοῦ Β Γ. Ἐπειδὴ ἔχομεν, περὶ ὧν οἱ συλλογισμοί (περὶ γὰρ τῶν προβλημάτων·
35ταῦτα δέ ἐστι τέσσαρα, δύο μὲν καθόλου, ἢ γὰρ καταφατικὸν ἢ ἀποφατικόν, δύο δὲ ἐπὶ μέρους ὁμοίως τὸ μὲν καταφατικὸν τὸ δὲ ἀποφατικόν), ἔχομεν
δὲ καὶ ποῖον ἐν ἑκάστῳ σχήματι καὶ ποσαχῶς ἕκαστον τῶν προβλημάτων89

23,3

90

(τὸ μὲν γὰρ καθόλου καταφατικὸν ἐν πρώτῳ σχήματι μόνῳ δείκνυται καὶ μοναχῶς, διὰ γὰρ ἑνὸς συλλογισμοῦ, τὸ δὲ καθόλου ἀποφατικὸν ἐν πρώτῳ καὶ ἐν δευτέρῳ σχήματι, μοναχῶς μὲν ἐν τῷ πρώτῳ, δι’ ἑνὸς γὰρ συλλο‐ γισμοῦ, διχῶς δὲ ἐν δευτέρῳ, διὰ γὰρ δύο συλλογισμῶν, τὸ δὲ ἐν μέρει
5καταφατικὸν ἔν τε τῷ πρώτῳ 〈σχήματι καὶ ἐν τῷ τρίτῳ, μοναχῶς μὲν ἐν τῷ πρώτῳ,〉 τριχῶς δὲ ἐν τῷ τρίτῳ, τὸ δὲ ἐν μέρει ἀποφατικὸν ἐν τοῖς τρισὶ σχήμασιν, ἀλλ’ ἐν τῷ πρώτῳ μοναχῶς, ἐν δὲ τῷ δευτέρῳ διχῶς, τριχῶς δὲ ἐν τῷ τρίτῳ), ἐπεὶ οὖν ταῦτα φανερά, φανερόν ἐστι καὶ ποῖον τῶν προβλημάτων εὐεπιχείρητόν ἐστι καὶ ποῖον οὔ. τὸ μὲν γὰρ ἐν
10πλείοσι δεικνύμενον σχήμασι καὶ διὰ πλειόνων συλλογισμῶν εὐεπιχείρητόν ἐστι πρόβλημα· τὸ γὰρ διὰ πλειόνων δεικνύμενον πλείονας ἀφορμὰς ἔχει πρὸς τὸ δειχθῆναι, διὸ καὶ εὐεπιχειρητότερον· τὸ δὲ ἐν ἐλάττοσι καὶ δι’ ἐλαττόνων συλλογισμῶν δυσεπιχειρητότερόν τε καὶ χαλεπώτερον. ἔστι δὲ διὰ πλειόνων σχημάτων καὶ διὰ πλείστων συλλογισμῶν τὸ ἐπὶ μέρους ἀποφατικόν· ἔν τε
15γὰρ τοῖς τρισὶ σχήμασι μόνον τοῦτο τῶν προβλημάτων καὶ διὰ συλλογισμῶν ἕξ. μετὰ δὲ τὸ ἐπὶ μέρους ἀποφατικὸν εἴη ἂν εὐκολώτερον τὸ ἐπὶ μέρους καταφατικόν· δείκνυται γὰρ διά τε τοῦ πρώτου καὶ τοῦ τρίτου σχήματος καὶ διὰ συλλογισμῶν τεσσάρων, ἑνὸς μὲν ἐν τῷ πρώτῳ, τριῶν δὲ ἐν τῷ τρίτῳ. μετὰ δὲ τοῦτο τὸ καθόλου ἀποφατικὸν εἴη ἄν· καὶ γὰρ ἐν τῷ πρώτῳ
20καὶ δευτέρῳ σχήματι δείκνυται, μοναχῶς μὲν ἐν πρώτῳ, διχῶς δὲ ἐν δευτέρῳ. τὸ δὲ καθόλου καταφατικὸν χαλεπώτατον· καὶ γὰρ ἐν τῷ πρώτῳ σχήματι μόνῳ καὶ ἐν τούτῳ μοναχῶς. ἐξ ὧν δῆλον, ὅτι πάντων τὸ καθόλου κατα‐ φατικὸν κατασκευασθῆναι μὲν χαλεπώτατον, ῥᾷστον δὲ ἀνασκευασθῆναι· διά τε γὰρ τοῦ ἐπὶ μέρους ἀποφατικοῦ ἡ ἀνασκευὴ αὐτοῦ, ὃ ἐν πᾶσι τοῖς σχή‐
25μασι δείκνυται καὶ διὰ πλείστων συλλογισμῶν· ἀλλὰ καὶ διὰ τοῦ καθόλου ἀποφατικοῦ, ὃ καὶ αὐτὸ ἐν δύο τε σχήμασι καὶ συλλογισμοῖς τρισίν. ἔτι δὲ καὶ τοῦτο γνώριμον, ὅτι τὸ κατασκευάσαι τὸ καθόλου τοῦ ἀνασκευάσαι χαλεπώτερον. ἔμπαλιν δὲ ἐπὶ τοῦ 〈ἐπὶ〉 μέρους ἔχει· κατασκευασθῆναι μὲν γὰρ τὸ ἐπὶ μέρους ῥᾷον, ἀνασκευασθῆναι δὲ χαλεπώτερον. ἀνασκευάζεται μὲν
30γὰρ τὸ καθόλου καὶ ὑπὸ τοῦ ἀντικειμένου ἀντιφατικῶς τοῦ ἐπὶ μέρους, τὸ μὲν καταφατικὸν ὑπὸ τοῦ ἀποφατικοῦ, ὃ ἐν τοῖς τρισὶ δείκνυται σχήμασι, τὸ δὲ ἀποφατικὸν ὑπὸ τοῦ καταφατικοῦ, ὃ ἐν δυσίν ἐστι σχήμασι, τῷ τε πρώτῳ καὶ τρίτῳ, καὶ ἔτι ὑπὸ τοῦ ἐναντίου, τὸ μὲν καθόλου καταφατικὸν ὑπὸ τοῦ καθόλου ἀποφατικοῦ, 〈ὅ ἐστι καὶ αὐτὸ ἐν δύο σχήμασι, τὸ δὲ καθόλου ἀποφατικὸν
35ὑπὸ τοῦ καθόλου καταφατικοῦ,〉 ὅ ἐστι μόνον ἐν ἑνί, τῷ γὰρ πρώτῳ. ἡ δὲ τῶν ἐν μέρει ἀνασκευὴ οὐκέτι καὶ διὰ τοῦ καθόλου καὶ διὰ τοῦ ἐπὶ μέρους γίνεται, ἀλλὰ μοναχῶς· διὰ γὰρ τοῦ καθόλου μόνου τοῦ ἀντικειμένου. διὸ χαλεπώτερον τὸ ἐπὶ μέρους ἀνασκευάσασθαι. αὐτῶν δὲ τούτων ἔτι χαλεπώτερον τὸ ἐπὶ μέρους ἀποφατικὸν τοῦ ἐπὶ μέρους καταφατικοῦ, ὅτι διὰ τοῦ καθόλου κατα‐
40φατικοῦ μόνου ἡ ἀνασκευὴ αὐτοῦ, ὃ μοναχῶς ἐν πρώτῳ σχήματι δείκνυται90

23,3

91

μόνῳ. τὸ δὲ ἐπὶ μέρους καταφατικὸν διὰ μὲν τοῦ καθόλου ἀποφατικοῦ ἀναιρεῖται. κατασκευάζεται δέ, ὡς εἶπον, δι’ ἐλαττόνων τὰ καθόλου· τὸ μὲν γὰρ καθόλου καταφατικὸν δι’ ἑνὸς μόνου συλλογισμοῦ, τὸ δὲ ἀποφατικὸν διὰ τριῶν. τὰ δέ γε ἐπὶ μέρους κατασκευάσαι μὲν ῥᾴδιον· διὰ γὰρ πλείστων συλλο‐
5γισμῶν, τὸ μὲν ἐν μέρει ἀποφατικὸν ἔν τε τοῖς τρισὶ σχήμασι καὶ δι’ ἓξ συλλογισμῶν, τὸ δὲ μερικὸν καταφατικὸν ἐν τέτταρσι συλλογισμοῖς καὶ ἐν δυσὶ σχήμασιν· ἔτι καὶ τοῖς καθόλου συγκατασκευάζεται. ἀνασκευάζεται δὲ χαλε‐ πώτερον· διὰ γὰρ μόνων τὰ ἐπὶ μέρους ἀναιρεῖται τῶν ἀντικειμένων καθόλου. Ἐπεὶ δέδεικται ἀνασκευαζόμενα μὲν τὰ προβλήματα δι’ ἀλλήλων (ὡς
10γὰρ ὑπὸ τοῦ καθόλου τὸ ἐπὶ μέρους ἀντικείμενον, οὕτω καὶ 〈ὑπὸ〉 τοῦ ἐπὶ μέρους τὸ καθόλου), οὐκέτι δὲ καὶ κατασκευαζόμενα δι’ ἀλλήλων, καὶ ἐκ τούτου δῆλον εἶναί φημι, ὅτι ῥᾷον τὸ ἀνασκευάσαι τοῦ κατασκευάσαι. δῆλον δέ, ὅτι καὶ ἐπὶ πάντων ῥᾷον ἀνελεῖν τι καὶ φθεῖραι ἢ ποιῆσαί τι καὶ γεννῆσαι, ὁμοίως ἐπί τε τῶν φυσικῶν καὶ τῶν κατὰ τὰς τέχνας γινομένων· χαλεπώ‐
15τερον γὰρ τῶν φύσει γινομένων ἕκαστον γεννῆσαί τε καὶ ποιῆσαι τοῦ φθεῖραι, οἷον ἄνθρωπον ἤ τι ἄλλο τῶν φύσει γινομένων, ἢ πάλιν ἐπὶ τῶν κατὰ τέχνην ῥᾷον φθεῖραι ναῦν ἢ οἰκίαν τοῦ ποιῆσαι. πῶς μὲν οὖν γίνεται πᾶς συλλο‐ γισμὸς καὶ διὰ ποίων ὅρων καὶ προτάσεων καὶ πῶς ἔχουσι πρὸς ἀλλήλας, εἴρηται.
19
20tΠερὶ ὑποθετικῶν συλλογισμῶν.
21 Περὶ δὲ τῶν ὑποθετικῶν συλλογισμῶν ἰστέον, ὅτι πολυστίχους πραγματείας κατεβάλλοντο οἵ τε μαθηταὶ Ἀριστοτέλους, οἱ περὶ Θεόφραστον καὶ Εὔδημον καὶ τοὺς ἄλλους, καὶ ἔτι οἱ Στωϊκοί. εἴπωμεν οὖν, τίσιν ὀνόμασιν ἐχρήσαντο ἔν τε τοῖς μέρεσιν αὐτῶν καὶ τοῖς ὅλοις οἱ Περιπατητικοὶ καὶ οἱ Στωϊκοί, καὶ
25ἔτι τὴν διαίρεσιν αὐτῶν καὶ πόσοι τρόποι ἐκ ταύτης ἡμῖν ὑποθετικῶν συλλο‐ γισμῶν ἀναφαίνονται. ἰστέον οὖν, ὅτι ἐφεξῆς ὄντων τούτων ἀλλήλοις, πραγ‐ μάτων, νοημάτων, φωνῶν, πάλιν δ’ αὖ καὶ τούτων ἐφεξῆς ὄντων ἐν τοῖς ὑποθετικοῖς συλλογισμοῖς, ὡς γνωσόμεθα, τοῦ ἡγουμένου, τοῦ ἑπομένου, τοῦ συνημμένου, τῆς προσλήψεως, τοῦ συμπεράσματος, οἱ μὲν Περιπατητικοὶ κοινῇ
30συνηθείᾳ κεχρημένοι τὰ μὲν πράγματα αὐτὸ τοῦτο πράγματα ὠνόμασαν, καὶ τὰ νοήματα ὡσαύτως, ὁμοίως δὲ καὶ τὰς φωνάς, ἔτι τε τὸ ἡγούμενον ἐν τοῖς ὑποθετικοῖς συλλογισμοῖς αὐτὸ τοῦτο ἡγούμενον καὶ τὸ ἑπόμενον ὡσαύτως. οἷον τὸ ‘εἰ ἡμέρα ἐστί‘ τοῦτο ἡγούμενον, τὸ δὲ ‘ἥλιος ὑπὲρ γῆν‘ τοῦτο ἑπόμενον· ἕπεται γὰρ τῷ πρώτῳ τὸ δεύτερον· τὸ δὲ ὅλον τοῦτο ‘εἰ ἡμέρα ἐστίν,
35ἥλιος ὑπὲρ γῆν ἐστιν‘ συνημμένον διὰ τὸ συνῆφθαι ἀλλήλοις. τὸ δὲ ‘ἀλλὰ μὴν ἡμέρα ἐστί‘ τοῦτο οἱ Περιπατητικοὶ μετάληψιν καλοῦσι διὰ τὸ μεταλαμβά‐ νεσθαι ἐκ δευτέρου· ἤδη γὰρ ἐλήφθη ἐν τῷ ἡγουμένῳ· τὸ δὲ ‘ἥλιος ἄρα
ὑπὲρ γῆν ἐστι‘ τοῦτο συμπέρασμα. οὕτω μὲν οἱ Περιπατητικοί· οἱ δὲ Στωϊκοὶ91

23,3

92

καινοτέραν βαδίζοντες τὰ μὲν πράγματα τυγχάνοντα ὠνόμασαν, διότι τῶν πραγμάτων τυχεῖν βουλόμεθα, τὰ δὲ νοήματα ἐκφορικά, διότι, ἅπερ ἐν αὑτοῖς νοοῦμεν, ταῦτα εἰς τὸ ἔξω προφέρομεν, τὰς δὲ φωνὰς λεκτά. τὸ δὲ ἡγούμενον καὶ αὐτοὶ ἡγούμενον ἐκάλεσαν· κατὰ γὰρ τοῦτο μόνον συμφωνοῦσι τοῖς Περι‐
5πατητικοῖς· τὸ δὲ ἑπόμενον λῆγον· τὸ δὲ συνημμένον τροπικόν, διότι τρεπό‐ μεθα ἐκ τοῦ ἡγουμένου εἰς τὸ ἑπόμενον, εἰ ἡμέρα ἐστίν, ἥλιος ὑπὲρ γῆν ἐστι· τὴν 〈δὲ〉 μετάληψιν πρόσληψιν, καὶ ἔμεινε τοῦτο ἐν τῇ συνηθείᾳ· τὸ δὲ συμ‐ πέρασμα ἐπιφοράν, διότι τοῖς ἄλλοις πᾶσιν ἐπιφέρεται. ταῦτα μὲν οὖν τὰ ὀνό‐ ματα, οἷς κέχρηνται οἵ τε Περιπατητικοὶ καὶ οἱ Στωϊκοί. λάβωμεν δὲ λοιπὸν
10ἐκ διαιρέσεως τὰ εἴδη τῶν ὑποθετικῶν συλλογισμῶν. καθόλου πᾶς συλλο‐ γισμὸς ὑποθετικὸς ἢ τὸ ‘ἔστιν‘ ἢ τὸ ‘οὐκ ἔστι‘ δείκνυσιν ἢ τίνος ὄντος τί ἐστιν ἢ τί οὐκ ἔστιν ἢ τίνος μὴ ὄντος τί ἐστιν ἢ τί οὐκ ἔστιν. οἱ μὲν οὖν τίνος ὄντος ἢ μὴ ὄντος τί ἐστιν ἢ τί οὐκ ἔστιν δεικνύντες οὗτοι καλοῦνται διὰ τριῶν καὶ δι’ ὅλων ὑποθετικοί, 〈δι’ ὅλων μὲν ὑποθετικοί,〉 ὅτι πᾶσαι αἱ παραλαμβανόμεναι
15προτάσεις ὑποθετικαί, [ἢ] διὰ τριῶν δέ, ὅτι τοὐλάχιστον οὗτοι οἱ συλλογισμοὶ διὰ τριῶν ὑποθέσεων περαίνονται. οἷον βούλομαι δεῖξαι, ὅτι τῇ ὑποθέσει τῇ λεγούσῃ ἀγαθὸν εἶναι τὸν θεὸν ἀκολουθεῖ τὸ ἀίδιον εἶναι τὸ πᾶν. ἐπειδὴ οὖν δύο ταύτας ὑποθέσεις βούλομαι δεῖξαι ἑπομένας ἀλλήλαις, πᾶσα ἀνάγκη δι’ ἑτέ‐ ρας τοῦτο κατασκευάσαι· ἐπεὶ εἰ αὐτόθεν τοῦτο λάβωμεν, τὸ ἐν ἀρχῇ πάλιν
20αἰτησόμεθα. οὐκοῦν χρεία ἡμῖν πλειόνων ἢ τοὐλάχιστον ἄλλης μιᾶς ὑπο‐ θέσεως, δι’ ἧς μέσης ταύτας ἀλλήλαις συνάψομεν. οἷον ἵνα εἴπω οὕτως· εἰ ὁ θεὸς ἀγαθός, ἀεὶ ἀγαθοποιεῖ· εἰ ἀεὶ ἀγαθοποιεῖ, ἀίδια ποιεῖ· εἰ ὁ θεὸς ἄρα ἀγαθός, ἀίδια ποιεῖ. ὁμοίως ἔχουσι καὶ οἱ τίνος ὄντος τί οὐκ ἔστι κατα‐ σκευάζοντες· οἷον εἰ ὁ θεὸς δίκαιος καὶ ἀγαθός, εἰσὶ τὰ ἐν Ἅιδου δικαιωτήρια·
25εἰ τοῦτο, οὐκ εἰσὶ θνηταὶ αἱ τῶν ἀνθρώπων ψυχαί· εἰ ἄρα ὁ θεὸς ἀγαθός, οὐκ εἰσὶ θνηταὶ αἱ τῶν ἀνθρώπων ψυχαί. ἔτι τίνος μὴ ὄντος τί ἐστιν ἢ τί οὐκ ἔστιν· οἷον ὡς ἐπὶ τῶν αὐτῶν, εἰ μή ἐστιν ἄδικον τὸ θεῖον, εἰσὶ τὰ ἐν Ἅιδου δικαιωτήρια· εἰ τοῦτο, ἀθάνατοι αἱ τῶν ἀνθρώπων ψυχαὶ καὶ οὐκ εἰσὶ θνηταί· εἰ μή ἐστιν ἄρα ἄδικον τὸ θεῖον, ἀθάνατοί εἰσιν αἱ τῶν ἀνθρώπων ψυχαὶ καὶ
30οὐκ εἰσὶ θνηταί. σκόπει δέ, ὅτι διὰ πάντων τούτων οὐ τὸ εἶναί τι ἁπλῶς ἢ μὴ εἶναι κατεσκευάσαμεν, ἀλλ’ ὅτι τῷδε ὑποτεθέντι τόδε ἀκολουθεῖ. καὶ ἐπειδὴ οὐ‐ δαμοῦ 〈τὸ εἶναι〉 τόδε τι ἢ μὴ εἶναι ἀπεδείξαμεν, εἰκότως δι’ ὅλου ὑποθετικοὶ καλοῦνται· ἐφ’ ὧν γὰρ εἶναί τι ἢ μὴ εἶναι κατασκευάζομεν, δεόμεθα πάντως καὶ κατηγορικοῦ συλλογισμοῦ. τῶν οὖν εἶναί τι ἢ μὴ εἶναι δεικνύντων οἱ μὲν
35κατηγορικῶς δεικνύουσιν οἱ δὲ ὑποθετικῶς. περὶ μὲν οὖν τῶν κατηγορικῶν συλλογισμῶν ἱκανῶς εἴρηται· περὶ δὲ τῶν ὑποθετικῶν οὕτως εἴπωμεν. τῶν τὸ εἶναι ἢ μὴ εἶναι κατασκευαζόντων ὑποθετικῶν οἱ μὲν ἀκολουθίαν οἱ δὲ διάζευξιν, καὶ τῶν ἀκολουθίαν κατασκευαζόντων οἱ μὲν τῇ θέσει τοῦ ἡγου‐ μένου κατασκευάζουσι τὸ ἑπόμενον, οἱ δὲ τῇ ἀναιρέσει τοῦ ἑπομένου ἀναιροῦσι
40καὶ τὸ ἡγούμενον. οἷον εἰ τὸ προσιὸν ἄνθρωπός ἐστι, καὶ ζῶόν ἐστιν· ἀλλὰ92

23,3

93

μὴν ἄνθρωπός ἐστι· καὶ ζῶον ἄρα ἐστί. καὶ οὗτος πρῶτος τρόπος τῶν ὑπο‐ θετικῶν ὁ ἐξ ἀκολουθίας τῇ θέσει τοῦ ἡγουμένου κατασκευάζων τὸ ἑπόμενον. πάλιν εἰ τὸ προσιὸν ἄνθρωπός ἐστι, καὶ ζῶόν ἐστιν· ἀλλὰ μὴν οὐκ ἔστι ζῶον· οὐδὲ ἄνθρωπος ἄρα ἐστίν. οὗτος δεύτερος τρόπος ὑποθετικὸς ὁ ἐξ
5ἀκολουθίας τῇ ἀναιρέσει τοῦ ἑπομένου ἀναιρῶν τὸ ἡγούμενον. τί οὖν οὗτοι διαφέρουσι τῶν δι’ ὅλου ὑποθετικῶν, εἰ κἀκεῖνοι ἀκολουθίαν τινὰ κατασκευά‐ ζουσι; δεικνύουσι γάρ, τίνος ὄντος τί ἐστιν ἢ οὐκ ἔστι, καὶ οὐκέτι ἀκολουθίαν λέγονται κατασκευάζειν. λέγω οὖν, ὅτι ἐκεῖνοι μὲν τοσοῦτον μόνον τῷδε ὑπο‐ τεθέντι ἀκολουθεῖν τόδε λέγουσιν· οὐ μέντοι γε καὶ αὐτὴν τὴν ὑπόθεσιν
10κατασκευάζοντες ἀποφαίνονται ‘οὐκοῦν καὶ τόδε ἐστίν‘· οἷον εἰ ὁ θεὸς ἀγαθός, ἀγαθὰ ποιεῖ, εἰ ἀγαθὰ ποιεῖ, ἀίδια ποιεῖ, εἰ ὁ θεὸς ἄρα ἀγαθός, ἀίδια ποιεῖ· σκόπει γάρ, ὅτι οὐχ ἁπλῶς ἀποφαίνονται, ὅτι ἀίδια ποιεῖ, ἀλλ’ εἰ ἀεὶ ἀγαθός ἐστιν, ἀίδια ποιεῖ. ἐπὶ δὲ τῶν τὸ εἶναι ἢ μὴ εἶναι κατασκευαζόντων αὐτὴ ἡ τοῦ πράγματος ὕπαρξις κατασκευάζεται· λέγομεν γὰρ ‘εἰ ὁ θεὸς ἀγαθός, ἀίδια
15ποιεῖ‘, εἶτα τὴν πρόσληψιν λαβόντες τὸ ‘ἀλλὰ μὴν ἀγαθόσ‘ ἐπάγομεν τὸ ‘ἀίδια ἄρα ποιεῖ‘· ἀποφαινόμεθα οὖν ἐν τούτοις, ὅτι ἀίδιά εἰσι τὰ ὑπὸ θεοῦ γινόμενα. ὁμοίως ἔχει καὶ ἐπὶ τῶν ἄλλων, κἂν διὰ πλειόνων ὑποθέσεων κατασκευάζωμεν. πάλιν οὖν λέγω, ὅτι τῶν τὸ εἶναι ἢ μὴ εἶναι κατασκευα‐ ζόντων συλλογισμῶν οἱ μὲν ἀκολουθίαν κατασκευάζουσιν οἱ δὲ διάζευξιν. καὶ
20περὶ τῶν ἀκολουθίαν κατασκευαζόντων εἴρηται. τῶν δὲ διάζευξιν κατασκευα‐ ζόντων οἱ μὲν λαμβάνονται ἐπὶ τῶν μὴ ἀντικειμένων οἱ δὲ ἐπὶ τῶν ἀντικει‐ μένων, καὶ ἐπὶ τῶν ἀντικειμένων ἢ τῶν ἐμμέσων ἢ τῶν ἀμέσων, καὶ τῶν ἐμμέσων ἢ τῶν ὡρισμένα ἐχόντων τὰ ἔμμεσα ἢ τῶν ἀόριστα, καὶ ἐπὶ τῶν ἀμέσων [καὶ τῶν ἐμμέσων] ἢ τῶν κατὰ 〈τὰ ἐναντία ἢ τῶν καθ’ ἕξιν καὶ στέ‐
25ρησιν ἢ τῶν〉 κατὰ κατάφασιν καὶ ἀπόφασιν. διάζευξιν δὲ λέγομεν τὴν 〈ἐν〉 διαι‐ ρέσει ὑπόθεσιν, οἷον εἰ πᾶς ἀριθμὸς ἢ ἄρτιός ἐστιν ἢ περιττός, εἰ ἡ ψυχὴ ἢ θνητή ἐστιν ἢ ἀθάνατος, εἰ ἡ διάμετρος τῇ πλευρᾷ ἢ σύμμετρος ἢ ἀσύμμετρος· ἔχουσι γὰρ ταῦτα πάντα ‘ἢ‘ διαζευκτικὸν σύνδεσμον. τῶν οὖν κατὰ διάζευξιν ὑποθετικῶν συλλογισμῶν τῶν ἢ ἐπὶ τῶν 〈μὴ〉 ἀντικειμένων λαμβανομένων ἢ
30ἐπὶ τῶν ἐμμέσων ἀντικειμένων καὶ ἀόριστα ἐχόντων τὰ ἔμμεσα οὐ δεῖ τὴν ὑπόθεσιν κατὰ διαίρεσιν προάγειν· οἷον ὅτι τὸ προσιὸν ἢ ἄνθρωπός ἐστιν ἢ κύων ἢ ἵππος ἤ τι τοιοῦτον (ταῦτα δὲ οὐκ ἀντικείμενα) ἢ πάλιν ὅτι 〈τὸ〉 προσιὸν ἢ μέλαν ἐστὶν ἢ φαιὸν ἢ λευκὸν ἢ ἐρυθρὸν ἤ τι τοιοῦτον· ταῦτα δὲ ἔμμεσα ἀντικείμενα καὶ ἀόριστα. εἰ γὰρ κατὰ διαίρεσιν ποιησόμεθα τὴν ὑπό‐
35θεσιν, οὔτε τὴν διαίρεσιν ὑγιῆ ποιήσομεν (οὐ γὰρ δυνατὸν πᾶσιν ἐπεξελθεῖν ἢ τοῖς μὴ ἀντικειμένοις ἢ τοῖς ἐμμέσοις καὶ ἀορίστοις ἀντικειμένοις), οὔτε δυνάμεθα ἐν τῷ συμπεράσματι τῇ τοῦ ἑνὸς ἀναιρέσει 〈τὸ λοιπὸν εἰσαγαγεῖν· ἀλλὰ δεῖ τῇ τῶν λοιπῶν πάντων ἀναιρέσει〉 τὸ καταλειπόμενον εἰσάγειν· τοῦτο δὲ ἀδύνατον· οὐ γὰρ δυνατὸν ἐξαριθμήσασθαι πάντα. ἐὰν εἴπω, ὅτι
40τὸ προσιὸν 〈ἢ ἄνθρωπός ἐστιν ἢ ἵππος ἤ τι τοιοῦτον, ψεύδομαι· δυνατὸν
γὰρ ἄλλο τι εἶναι. ὁμοίως δὲ καὶ ὅτι τὸ προσιὸν〉 ἢ λευκόν ἐστιν ἢ μέλαν·93

23,3

94

δυνατὸν γὰρ ἢ φαιὸν ἢ ὠχρὸν εἶναι. ἀλλὰ καὶ τὸ πᾶσιν ἐπεξελθεῖν ἢ χαλεπὸν ἢ ἀδύνατον. ἀλλ’ οὐδὲ ἐν τῷ συμπεράσματι δυνάμεθα εἰπεῖν οὕτως ‘ἀλλὰ μὴν οὐχ ἵππος· ἄνθρωπος ἄρα‘. πῶς οὖν δεῖ ποιεῖν; δεῖ μετὰ ἀποφάσεως ποιεῖσθαι τὴν διαίρεσιν ‘τὸ προσιὸν οὐχὶ καὶ ἄνθρωπός ἐστι καὶ ἵππος ἐστίν‘
5(ἀληθεύομεν γὰρ οὕτω λέγοντες), εἶτα τῇ θέσει τοῦ ἑνὸς ἀναιρεῖν τὰ λοιπά· ‘ἀλλὰ μὴν ἄνθρωπός ἐστιν· οὐκ ἄρα ἐστὶν ἵπποσ‘. καὶ ἔστιν οὗτος τρίτος τρόπος τῶν ὑποθετικῶν ὁ ἐξ ἀποφατικῆς συμπλοκῆς τῇ θέσει τοῦ ἑνὸς ἀναι‐ ρῶν τὰ λοιπά. ἐὰν δὲ ἢ ἐπὶ ἀμέσων ἀντικειμένων ποιώμεθα τὴν διαίρεσιν ἢ ἐπὶ τῶν ἐμμέσων ὡρισμένα δὲ ἐχόντων τὰ ἔμμεσα, γίνονται δύο τρόποι ὑπο‐
10θετικῶν συλλογισμῶν, ἀμέσων μὲν οἷον ὁ ἀριθμὸς ἢ περιττός ἐστιν ἢ ἄρτιος, ἢ διάμετρος τῇ πλευρᾷ ἢ σύμμετρος ἢ ἀσύμμετρος, ἐμμέσων δὲ ὡρισμένων ὡς ὅταν λαβόντες δύο μεγέθη λέγομεν, ὅτι τόδε τοῦδε ἢ ἴσον ἐστὶν ἢ μεῖζον ἢ ἔλαττον ἢ ἀγαθὸν ἢ κακὸν ἢ οὐδέτερον, τοῦ δὲ οὐδετέρου δυναμένου πάλιν τέμνεσθαι ἢ εἰς τὸ δεκτικὸν ἀνὰ μέρος ἑκατέρου τῶν ἀντικειμένων ἢ εἰς τὸ μηδέτερον τούτων
15δεχόμενον. γίνονται οὖν ἐκ τούτων, ὡς εἶπον, ἕτεροι δύο τρόποι ὑποθετικοί. τέταρτος μὲν οὖν ὁ ἐκ διαζευκτικοῦ τῇ θέσει τοῦ ἑνὸς ἀναιρῶν καὶ τὸ λοιπὸν ἢ τὰ λοιπά. πέμπτος δὲ ὁ ἐκ διαζευκτικοῦ τῇ ἀναιρέσει τοῦ ἑνὸς ἢ τῶν λοιπῶν τὸ καταλειπόμενον εἰσάγων. παράδειγμα τοῦ μὲν πρώτου ἡ πλευρὰ τῇ πλευρᾷ ἢ ἴση ἐστὶν ἢ μείζων ἢ ἐλάττων· ἀλλὰ μὴν 〈ἴση ἐστίν· οὐκ ἄρα μείζων· τοῦ
20δὲ δευτέρου ἡ πλευρὰ τῇ πλευρᾷ ἢ ἴση ἐστὶν ἢ μείζων ἢ ἐλάττων· ἀλλὰ μὴν〉 οὔτε μείζων οὔτε ἐλάττων· ἴση ἄρα. ἰστέον δέ, ὅτι δυνάμεθα καὶ τὸν τέταρτον καὶ τὸν πέμπτον τρόπον ἐξ ἀποφατικῆς συμπλοκῆς ποιῆσαι. λέγω γὰρ οὕτως, ὅτι ἡ διάμετρος τῇ πλευρᾷ οὐχὶ καὶ σύμμετρος καὶ ἀσύμμετρος, καὶ ὅτι ἡ γραμμὴ τῇ γραμμῇ οὐχὶ καὶ ἴση καὶ μείζων καὶ ἐλάττων· λέγω οὖν, ὅτι, ὅταν
25οὕτω προφερώμεθα, τὸν τρίτον τρόπον ποιοῦμεν· πλὴν περιττὸν τὸ οὕτω προφέ‐ ρεσθαι〈, ὅταν〉 ἐξὸν ᾖ διαιρετικῶς προφέρεσθαι. ὥστε διακέκρινται μὲν οἱ ὑπο‐ θετικοὶ τρόποι μάλιστα μὲν τοῖς πράγμασιν, ὡς ἤδη διείλομεν, ἔπειτα καὶ τῷ σχήματι τῆς ἀγωγῆς αὐτῆς καὶ τῆς προφορᾶς. εἰ δὲ τοῦτο, οὐδὲν θαυμαστὸν καὶ τοῦ τετάρτου καὶ τοῦ 〈πέμπτου〉 διῃρημένου 〈οὐ〉 πραγματωδῶς, ἐπειδὰν
30προφερώμεθα μετὰ συμπλοκῆς ἀποφάσεως, τρίτον λέγειν εἶναι τρόπον. Ἐπεὶ δὲ καὶ οἱ δι’ ἀδυνάτου συλλογισμοὶ μέρος εἰσὶ τῶν ἐξ ὑποθέσεων, ἴδωμεν, πῶς καὶ οὗτοι γίνονται. ἰστέον, ὡς καθόλου πᾶς δι’ ἀδυνάτου συλ‐ λογισμὸς διὰ δύο ὑποθετικῶν περαίνεται καὶ ἑνὸς κατηγορικοῦ. καὶ ὁ μὲν πρῶτος τοῦ ἀδυνάτου τῶν ὑποθετικῶν ἐστιν ὁ πέμπτος, ὁ δεύτερος δὲ τοῦ δι’
35ἀδυνάτου ὁ δεύτερος τῶν ὑποθετικῶν. ἐπειδὴ οὖν πᾶς μὲν δι’ ἀδυνάτου ὑποθετικοῖς χρῆται συλλογισμοῖς, οὐ πᾶς δὲ ὑποθετικὸς δι’ ἀδυνάτου, διὰ τοῦτο μέρη εἰσὶ τῶν ὑποθετικῶν οἱ δι’ ἀδυνάτου. οἷον ὡς ἐπὶ τοῦ παραδείγματος βουλόμενος ὁ γεωμέτρης δεῖξαι, ὅτι ἡ διάμετρος τῇ πλευρᾷ ἀσύμμετρός ἐστι,
κέχρηται τῷ δι’ ἀδυνάτου συλλογισμῷ οὕτως· ἡ διάμετρος, φησί, τῇ πλευρᾷ94

23,3

95

ἢ σύμμετρός ἐστιν ἢ ἀσύμμετρος· ἀλλὰ μὴν οὐ σύμμετρος, ὡς δείξω· ἀσύμ‐ μετρος ἄρα. ἔστι δὲ οὗτος ὁ πέμπτος τρόπος τῶν ὑποθετικῶν. πόθεν οὖν, ὅτι οὐκ ἔστι σύμμετρος; κατασκευάζει τοῦτο διὰ τοῦ δευτέρου τῶν ὑποθετικῶν· ἡ διάμετρος τῇ πλευρᾷ εἰ ἔστι σύμμετρος, ὁ αὐτὸς ἀριθμὸς ἄρτιος ἔσται καὶ
5περιττός· ἀλλὰ μὴν ὁ αὐτὸς ἀριθμὸς ἄρτιος καὶ περιττὸς οὐκ ἔσται· οὐδ’ ἄρα ἡ διάμετρος τῇ πλευρᾷ σύμμετρος 〈ἔσται. ταύτην οὖν λοιπὸν τὴν ὑπό‐ θεσιν τὴν ὅτι, εἰ ἔστιν ἡ διάμετρος τῇ πλευρᾷ σύμμετροσ〉, ἀνάγκη τὸν αὐτὸν ἄρτιον εἶναι καὶ περιττὸν διὰ κατηγορικοῦ συλλογισμοῦ κατασκευάζει.
8
9t[Θεμιστίου] περὶ εὐπορίας προτάσεων.
10 Πῶς δὲ εὐπορήσομεν αὐτοὶ πρὸς τὸ προβαλλόμενον καὶ προτιθέμενον ἡμῖν πρόβλημα προτάσεων τῶν τοῦτο κατασκευαζουσῶν, καὶ διὰ ποίας μεθόδου ταύτας ληψόμεθα, νῦν ἤδη λεκτέον. οὐ γὰρ μόνον ἴσως εἰδέναι δεῖ, πῶς γίνεται συλλογισμός, καὶ τίς ποτέ ἐστι θεωρεῖν, ἀλλὰ καὶ τὴν δύναμιν ἔχειν τοῦ ποιεῖν συλλογισμὸν καὶ συλλογίζεσθαι. πρὶν δὲ τὴν μέθοδον ταύτην
15ἡμᾶς παραδοῦναι, ζητητέον δὲ πρότερον, περὶ τίνων ὅλως πεφύκαμεν συλλο‐ γίσασθαι. τριχῇ γὰρ τῶν πραγμάτων διῃρημένων καὶ τῶν μὲν καθολικωτέρων ὄντων καὶ ἀεὶ κατ’ ἄλλων κατηγορουμένων μηδέποτε δὲ ὑποκειμένων ἄλλοις εἰς κατηγορίαν, οἷά ἐστι τὰ γενικώτατα, λέγω δὴ καὶ αἱ δέκα κατηγορίαι, τῶν δὲ μηδέποτε κατηγορουμένων κυρίως ἀεὶ δὲ ὑποκειμένων, οἷά ἐστι τὰ μερικὰ
20καὶ ἄτομα πάντα, τῶν δὲ μέσως ἐχόντων καὶ ποτὲ μὲν κατηγορουμένων τινῶν ποτὲ δὲ ὑποκειμένων ἄλλοις εἰς κατηγορίαν, ζητητέον, περὶ τίνων οἱ συλλο‐ γισμοὶ καὶ αἱ σκέψεις ἡμῖν εἰσι. δῆλον δέ, ὡς σχεδὸν περὶ μόνα τὰ μέσα· εἰ γὰρ ὁ συλλογισμὸς βούλεται ζητεῖν τι κατά τινος ἢ ἀπό τινος ὑπάρχον, τὰ δὲ γενικώτατα οὐκ ἔχουσιν ἑαυτῶν ἕτερα κατηγορούμενα, δῆλον ὡς οὐχ ἕξει
25τις περὶ τούτων συλλογίζεσθαι. αὐτὰ μέντοι, ὅτι ἑτέροις ὑπάρχουσιν ἢ οὐχ ὑπάρχουσι, δυνατὸν συλλογίσασθαι. περὶ δὲ τῶν καθ’ ἕκαστα οὐδεὶς ὁμοίως συλλογίζεται, οἷον τί ὑπάρχει ἢ οὐχ ὑπάρχει Σωκράτει ἢ Πλάτωνι· αἰσθητὰ γὰρ ταῦτα· τὰ δὲ αἰσθητὰ αἰσθήσει ληπτὰ καὶ οὐ λόγῳ. εἰ γάρ τις περὶ Σωκράτους πειραθείη δεικνύναι, ὅτι λευκὸς ἢ σιμός, πρὸς τῷ μηδὲ ἔχειν
30ὕλην ἐπιτηδείαν πρὸς συλλογισμοῦ γένεσιν καὶ ἀσαφέστερον ποιήσει τὸ πρᾶγμα τῆς δι’ αἰσθήσεως ἀντιλήψεως. ὥστε τὰ προβλήματα καὶ οἱ συλλογισμοὶ ὡς ἐπίπαν περὶ τῶν μεταξὺ γίνονται. πλὴν σπανίως καὶ περὶ τῶν γενικωτάτων γινόνται προβλήματα· ποῖα δὲ καὶ πῶς, διὰ βραχέων λεκτέον. δόξα τις κεκράτηκεν οὐκ ἀληθὴς παρά τισιν, ὡς τὸ ὂν γένος ἐστὶ τῶν δέκα κατηγοριῶν·
35δεδείχαμεν δ’ ἐν Κατηγορίαις οὐκ ὂν τοῦτο ἀληθές, ἀλλ’ ὅτι ὁμώνυμός ἐστι φωνὴ εἰς διάφορα σημαινόμενα διαιρουμένη. πάλιν καὶ τὸ ἓν ἔδοξάν τινες
αὐτῶν κατηγορεῖσθαι, ὅπερ οὐδ’ αὐτὸ γένος ἐστίν, ὡς ἐν ἑτέροις δεδείχαμεν,95

23,3

96

ἀλλ’ ὥσπερ καὶ τὸ ὂν ὁμώνυμος φωνή. ἀλλὰ καὶ οἱ ἕν τι τῶν στοιχείων ὑπο‐ τιθέμενοι ἢ τὸ ὕδωρ ἢ τὸ πῦρ ἢ ἄλλο τι παρὰ ταῦτα τοῦτο δῆλον ὅτι ὡς γένος τῶν δέκα κατηγοριῶν κατηγορήσουσιν. Ἐπεὶ δέ, περὶ τίνων αἱ ἀποδείξεις καὶ τὰ προβλήματα, ἡμῖν εἴρηται, ἐν‐
5τεῦθεν λοιπὸν τὰς μεθόδους παραδοτέον τῆς εὑρέσεως τῶν προτάσεων παντὸς τοῦ προτεθέντος προβλήματος. δεῖ, ὅταν τι βουλώμεθα ὑπάρχον τινὶ ἢ μὴ ὑπάρχον κατασκευάσαι, πρῶτον ἐκλαβεῖν καὶ χωρίσαι καὶ ἐκθέσθαι ἑκάτερον τῶν ἐν τῷ προβλήματι ὅρων (ἔστι δὲ ὁ μὲν ὑποκείμενος αὐτῶν ὁ δὲ κατη‐ γορούμενος), εἶτα μετὰ τοῦτο ἑκατέρου τούτων, τοῦ τε ὑποκειμένου καὶ τοῦ
10κατηγορουμένου ὅρου, τὸν ὁρισμὸν ἐκλαμβάνειν καὶ τὰ ἑκατέρῳ αὐτῶν ἴδια, καὶ μετὰ ταῦτα ἐκλέγειν καὶ ἀποσημειοῦσθαι, ὅσα ἕπεται ἑκατέρῳ αὐτῶν. ἕπονται μὲν οὖν καὶ οἱ ὁρισμοὶ τοῖς, ὧν εἰσιν οἱ ὁρισμοί, καὶ τὰ ἴδια· ἀλλὰ ταῦτα μὲν μόνοις αὐτοῖς ἕπεται, ὡς τὸ ζῶον λογικὸν θνητὸν ἀνθρώπῳ καὶ τὸ γελαστικόν· διὸ καὶ ἴσα αὐτοῖς καὶ ἀντ’ αὐτῶν λέγεται, καὶ οὐ μόνον ἕπεται
15ταῦτα αὐτοῖς, ἀλλὰ καὶ αὐτὰ τούτοις διὰ τὸ ἀντιστρέφειν τὰ ἐπίσης λεγόμενα. ἕπεται δ’ αὐτοῖς καὶ τὰ γένη καὶ αἱ διαφοραί, ταῦτα δ’ οὐκέτι μόνοις, ὥσπερ τὸ ζῶον καὶ τὸ δίπουν ἀνθρώπῳ. μετὰ δὲ ταῦτα ἐκλέγειν καὶ ἐκλαμβάνειν ταῦτα, οἷς αὐτοὶ 〈οἱ〉 ὅροι ἕπονται οἱ ὄντες ἐν τῷ προβλήματι. ἔτι ἐκλέγειν δεῖ, ὅσα μὴ ἐνδέχεται αὐτοῖς ὑπάρχειν, τουτέστιν ὅσα αὐτῶν ἀλλότρια. δεῖ
20δὲ διαιρεῖσθαι καὶ αὐτῶν τῶν ἑπομένων, ὅσα τε ὡς ἐν τῇ οὐσίᾳ αὐτῶν περιεχόμενα καὶ ἐν τῷ τί ἐστι κατηγορούμενα ἕπεται αὐτοῖς, καὶ ὅσα ὡς ἴδια καὶ ὅσα ὡς συμβεβηκότα. οὐ γὰρ ταὐτὰ τὰ ἴδια τοῖς ἐν τῇ οὐσίᾳ καὶ ἐν τῷ τί ἐστι κατηγορουμένοις καὶ οὕτως ἑπομένοις· τὸ μὲν γὰρ ζῶον καὶ τὸ λογικὸν ἕπεται τῷ ἀνθρώπῳ ὡς καθ’ αὑτά τε καὶ ἐν τῷ τί ἐστι κατηγο‐
25ρούμενα, τὸ δὲ γελαστικὸν ὡς ἴδιον μὲν οὐ μὴν ἐν τῷ τί ἐστι κατηγορούμενον. ταῦτα γὰρ ἐν τῷ τί ἐστι κατηγορεῖταί τινος κυρίως, ὅσα ἐν τῷ ὁριστικῷ αὐτοῦ λόγῳ περιέχεται, ὧν τῆς ἐνεργείας στερόμενον τό, οὗ κατηγορεῖται ταῦτα, οὐδ’ ὅλως εἶναι δύναται· οἷον ἄνθρωπος εἰ μὴ ζῶον εἴη, εἰ μὴ λογικόν, εἰ μὴ θνητὸν ὡς πάντως ἀποθανούμενον, οὐδ’ ἂν ὅλως εἴη. οὐκέτι δὲ τὸ
30γελαστικὸν τοιοῦτον ἂν εἴη· οὔτε γὰρ ἐν τῷ ὁρισμῷ περιέχεται οὔτε οὕτως ὑπάρχει αὐτῷ ὡς καὶ τῆς κατ’ αὐτὸ ἀπούσης ἐνεργείας φθείρειν τὴν ὕπαρξιν· καὶ γάρ, κἂν μηδέποτε γελᾷ, οὐδὲν παρὰ τοῦτο κωλύεται ἄνθρωπος εἶναι. τὰ δὲ ὡς συμβεβηκότα ἑπόμενά ἐστιν, ὅσα κατηγορούμενά τινος μήτε ὡς ἐν τῷ τί ἐστι μήτε ὡς ἴδια κατηγορεῖται αὐτοῦ· ταῦτα δ’ ἂν εἴη, ἃ οἷά τε
35καὶ ἄλλοις τισὶν ὑπάρχειν, ὡς τὸ λευκὸν ψιμμιθίῳ καὶ ἀνθρώπῳ τὸ περιπατεῖν. δεῖ δὲ καθόλου τῶν ἑπομένων τινὶ διακρίνειν, ποῖα κατὰ ἀλήθειαν καὶ ποῖα δοξαστικῶς ἕπεται. κατὰ ἀλήθειαν μὲν γὰρ τῇ ἡδονῇ ἡ κίνησις καὶ τὸ
ὀρεκτὸν ἕπεται, κατὰ δόξαν δὲ τὸ κατὰ φύσιν· οὐ γὰρ δὴ πᾶσα ἡδονὴ κατὰ96

23,3

97

φύσιν· ἡ γοῦν τῶν ψωριώντων ἐκ τοῦ κνήθεσθαι ἡδονὴ οὐ κατὰ φύσιν. πάλιν ταῖς *** οὐ μέντοι κατὰ ἀλήθειαν. ὅσῳ μὲν γὰρ 〈ἂν πλείονα〉 τοιούτων οἷον ἑπομένων, οἷς ἕπεται, ἀλλοτρίων καὶ τῶν ἄλλων, ὧν εἴπομεν, εὑροίημεν, θᾶττον ἡ εὕρεσις ἡμῖν γενήσεται τῶν τε προτάσεων καὶ τοῦ συμπεράσματος·
5ὅσῳ δ’ ἂν ἀληθέστερα, μᾶλλον ἡ τῶν ἀποδεικτικῶν συλλογισμῶν εὕρεσίς τε καὶ ποίησις. [καὶ ὅτι τὰ τῷ παντὶ ἑπόμενα καὶ οὐχὶ τινὶ δεῖ ἐκλέγεσθαι] δεῖ δὲ ἐκλέγειν μὴ τὰ τινὶ τῶν ὅρων ἑπόμενα, ἀλλ’ ὅσα ὅλῳ τῷ ὅρῳ τε καὶ πράγματι ἕπεται. εἰ γὰρ ὅρος εἴη ἄνθρωπος, οὐ τὸ τινὶ ἀνθρώπῳ ἑπόμενον ἐκλεκτέον ἀλλὰ τὸ παντί, οὐδὲ τὸ τινὶ ἡδονῇ ἑπόμενον, ἂν ὅρος ᾖ τοῦ
10προβλήματος ἡ ἡδονή, ἀλλὰ τὸ πάσῃ. οὕτω γὰρ εὐπορήσεις καθόλου προ‐ τάσεων, ὧν χωρὶς ἀδύνατον συλλογισμὸν γενέσθαι. οὐ μόνον δὲ οὐ δεῖ τὰ τινὶ ἀνθρώπῳ ἑπόμενα ἐκτίθεσθαι, ἂν ἄνθρωπος εἴη ὁ ἐν τῷ προβλήματι ὅρος, ἀλλ’ οὐδὲ ἀπροσδιορίστως ἐκτίθεσθαι τὸν ὑποκείμενον ὅρον καὶ οὕτως τὰ ἑπόμενα αὐτῷ ζητεῖν, οἷον ἄνθρωπος, ἀλλὰ πᾶς ἄνθρωπος· αἱ γὰρ ἀπροσδιό‐
15ριστοι, ὡς ἐν τῷ Περὶ ἑρμηνείας εἴρηται, ἰσοδυναμοῦσι ταῖς μερικαῖς. ἀλλὰ καὶ τά, οἷς αὐτὰ ἕπεται ὅλοις, οὐ μέρεσιν αὐτῶν, ταῦτα ἐκλεκτέον· τὸ γὰρ ζῶον οὐχ ἕπεται παντὶ ἐμψύχῳ, παντὶ δὲ αἰσθητικῷ καὶ παντὶ ἀνθρώπῳ. ταῦτα δὴ ἄρα καὶ οὐκ 〈ἐκεῖνο〉 ἐκλεκτέον ἐκλέγοντας, οἷς τὸ ζῶον ἕπεται· ἔσται γὰρ οὕτως κατὰ παντὸς τούτου, ᾧ ἕπεται· διὰ γὰρ τῶν τοιούτων αἱ
20καθόλου προτάσεις. οὐκέτι μέντοι τὸ ἑπόμενόν τινι δεῖ ὅλον ἐκλέγειν· ἕπεται μὲν γὰρ ἀνθρώπῳ τὸ ζῶον, οὐ μὴν πᾶν, καὶ τῇ γραμματικῇ ἡ ἐπιστήμη, οὐ μὴν πᾶσα. οὐ δὴ δεῖ ζητεῖν τὸ οὕτως ἑπόμενον· ἱκανὸν γὰρ πρὸς τὴν τῶν προτάσεων λῆψιν τὸ ἕπεσθαι μόνον. τοῦτο δ’ ἐστίν, ἵνα σαφέστερόν τε καὶ συντομώτερον εἴπω, τὸ μὴ δεῖν τῷ κατηγορουμένῳ τὸν προσδιορισμὸν συν‐
25τάττειν. ἄχρηστόν τε γάρ ἐστι τὸ τοῦτον ποιεῖν καὶ πρὸς τῷ ἀχρήστῳ καὶ ἀδύνατον· ἀδύνατον γὰρ πάντα ἄνθρωπον πᾶν ζῶον εἶναι ἢ πᾶν γελαστικόν. οὐ τῷ ἑπομένῳ οὖν δεῖ ἀλλὰ τῷ ὑποκειμένῳ συντάττειν τὸν προσδιορισμόν, καθάπερ δὴ καὶ εἰώθαμεν τὰς προτάσεις προτείνειν πρὸς τοὺς διαλεγομένους· λέγομεν γὰρ πάσῃ ὑγιείᾳ ἡδονὴν ἕπεσθαι, οὐ μέντοι πᾶσαν ἡδονήν, ἢ πάντα
30ἄνθρωπον ζῶον, ἀλλ’ οὐ πάντα ἄνθρωπον πᾶν ζῶον, καὶ ὅτι ἡ ψυχὴ ἀθά‐ νατος, ἀλλ’ οὐχ ὅτι ἡ ψυχὴ πᾶν ἀθάνατον. Ὅταν δέ τινι ὅρῳ ὁποιῳοῦν, ἄν τε ὑποκείμενος οὗτος ᾖ ἄν τε κατηγορού‐ μενος, τὰ ἑπόμενα αὐτῷ βουληθῶμεν λαβεῖν, μὴ λάβωμεν καὶ τὰ τῷ ἑπο‐ μένῳ ἑπόμενα. οἷον εἰ ζητοῦμεν, τί ἕπεται τῷ ἀνθρώπῳ, εἶτα εὕρωμεν, ὅτι
35τὸ ζῶον, μὴ ζητήσομεν καὶ τὰ ζώῳ ἑπόμενα ὥστε δεῖξαι καὶ ταῦτα τῷ97

23,3

98

ἀνθρώπῳ ἑπόμενα· φθάνει γὰρ ταῦτα εἰλῆφθαι δυνάμει, ὅτε ἐλήφθη ἑπόμενον τὸ ζῶον τῷ ἀνθρώπῳ· ἕπεται δὲ τῷ ζώῳ τὸ ἔμψυχον, τὸ αἰσθητικόν, τὸ σῶμα, ἡ οὐσία. ὥσπερ δὲ οὐ δεῖ λαμβάνειν τὰ τῷ ἑπομένῳ ἑπόμενα, οὕτως οὐ δεῖ λαμβάνειν, ὅσα τῷ ἑπομένῳ ἀλλότρια· ὅσα γάρ ἐστιν ἀλλότρια τοῦ
5γένους, ταῦτα καὶ τοῦ εἴδους ἐξ ἀνάγκης. ὥστε ὡς ὁμολογούμενον τοῦτο οὐ δεῖ λαμβάνειν. ἀλλότρια δὲ τοῦ γένους τὸ ἄψυχον, τὸ ἀναίσθητον, τὸ ἀσώ‐ ματον. τὰ δὲ οἰκεῖα καὶ ἰδίως ἑπόμενα τῷ ἀνθρώπῳ, ἃ μηκέτι τῷ γένει αὐτοῦ ἕπεται, τῷ ζώῳ, ταῦτα ἐκλεκτέον· ἔστι γάρ τινα, ἃ τῷ ἀνθρώπῳ ἕπεται τῷ γένει αὐτοῦ, τῷ ζώῳ, μὴ ἑπόμενα. ὧν τὰ μὲν καὶ κυρίως ἐστὶν ἴδια τοῦ
10ἀνθρώπου, ὡς τὸ γελαστικόν, ὡς τὸ βουλευτικόν, τὰ δὲ ὡς πρὸς τὰ ἄλλα ἴδιά ἐστιν αὐτοῦ, ὡς τὸ λογικόν· ὡς γὰρ πρὸς τὸ ἄλογον ἴδιον γίνεται τοῦ ἀνθρώπου· καὶ οὐχ ἕπεται τούτων οὐδὲν τῷ ζώῳ. ὁμοίως τὸ πεζόν, τὸ δίπουν καὶ ὅσα τοιαῦτα· ταῦτα γὰρ ἴδια λαμβάνοντας τιθέναι χρή, ἐπεὶ μὴ ἕπεται τῷ περιέχοντι αὐτὸ γένει. οὐ γάρ, ὅσα [τῶν εἰδῶν] ἑκάστῳ τῶν εἰδῶν
15ὑπάρχει, ταῦτα καὶ τῷ γένει ὑπάρχει· ἀνάγκη γὰρ τοῖς διαφέρουσιν εἴδεσιν ἴδιά τινα ὑπάρχειν, ἃ διὰ τὸ ἴδια ἑκάστου εἴδους εἶναι οὐκ ἂν ἕποιτο τῷ γένει. τὰ μὲν γὰρ τῷ γένει ἑπόμενα ἑκάστῳ τῶν εἰδῶν ἕπεσθαι ἀνάγκη, ἃ δὲ ἑκάστῳ τῶν εἰδῶν ἕπεται, οὐκέτι οὔτε τῷ γένει οὔτε ἀλλήλοις· εἰ γὰρ ἀντιδιαιρεῖται ἀλλήλοις καὶ ἕτερά εἰσιν ἀλλήλων, πᾶσα ἀνάγκη ἔχειν τι ἕκαστον,
20ὅπερ ἐστὶν ἀλλότριον τοῦ ἑτέρου, οἷον ὁ ἄνθρωπος τοῦ ἵππου. Οὐδὲ δὴ τῷ καθόλου ἐκλεκτέον ὡς ὑποκείμενα, οἷς ἕπεται τὸ ὑποκείμενον, ἤ, ἵνα σαφέστερον εἴπω, οὐ χρὴ ἐκλέγοντας, οἷς ἕπεται ὁ ὑποκείμενος ὅρος ὁ περιεχόμενος ὑπό τινος ***. οἷον εἰ ἔστιν ὁ ὑποκείμενος ὅρος ὁ ἄνθρωπος καὶ ἐκλέγομεν, οἷς ἕπεται ὁ ἄνθρωπος, οὐ δεῖ προσλαμβάνειν τὸ ζῶον λέγοντας,
25ὅτι καὶ τοῦτο, λέγω δὴ τὸ ζῶον, ἕπεται ἐκείνοις, οἷς καὶ ὁ ἄνθρωπος ἕπεται. τοῦτο γὰρ κεῖται δυνάμει· τὸ γὰρ τῷ ἀνθρώπῳ ἀκολουθοῦν ἀκολουθεῖ καὶ οἷς ὁ ἄνθρωπος ἀκολουθεῖ. καὶ γὰρ οὐδὲ πρόκειται ἡμῖν ζητεῖν, τίσι τὸ γένος τοῦ κειμένου ὅρου ἕπεται, ἀλλὰ τίσιν αὐτὸς ὁ ὑποκείμενος ὅρος, ᾧτινι καὶ οἰκεῖα μᾶλλον καὶ προσεχῶς ὑποκείμενα τά, οἷς οὗτος ἕπεται, ἢ τῷ ζώῳ· οὐδὲ
30γὰρ προσεχῶς ἀλλὰ διὰ μέσου τούτου, φημὶ δὴ τοῦ ἀνθρώπου, τούτοις ἕπεται τὸ ζῶον, οἷον τῷ μουσικῷ, τῷ γραμματικῷ, τῷ φιλοσόφῳ. Ἐπεὶ δέ ἐστί τινα προβλήματα στοχαστικὰ καὶ ἐκ τῶν [ἐπὶ τοῦ] ἐπὶ τὸ πολὺ τὰς δείξεις ἔχοντα, δεῖ καὶ τὰ ἐπὶ τὸ πολὺ ἑπόμενα τοῖς προκειμένοις ὅροις καὶ οἷς αὐτοὶ οὕτως ἕπονται ἐκλέγειν τε καὶ λαμβάνειν· οὕτω γὰρ διὰ τῶν
35τοιούτων δυνησόμεθα τὰ περὶ τῶν τοιούτων προβλήματα συλλογίζεσθαι. ὅτι δὲ ὅμοιον ἑκάστου συλλογισμοῦ τὸ συμπέρασμα ταῖς ἀρχαῖς, τουτέστι ταῖς προτάσεσιν, ἐδείξαμεν, ὅτε ἐδείκνυμεν μὴ δυνάμενον δυνατῷ ἀδύνατον ἀκολου‐
θεῖν, οἷον ὅτι τῷ μετ’ ἰσημερίαν χειμερινὴν πλέοντι τὸ εὐπλοεῖν ὡς ἐπὶ τὸ98

23,3

99

πολὺ ἕπεται καὶ τῷ διαίτῃ τοιᾷδε κεχρημένῳ τὸ ὑγιαίνειν· καὶ γὰρ τοῦτο ὡς ἐπὶ τὸ πολύ· πάλιν τῷ μοιχεύειν ἕπεται τὸ καλλωπίζεσθαι ὡς ἐπὶ τὸ πολύ, καὶ τῷ κλέπτειν ὡς ἐπὶ τὸ πολὺ ἕπεται τὸ νύκτωρ πλανᾶσθαι. Ἔτι οὐ δεῖ τὰ τοῖς δύο ὅροις τοῦ προβλήματος ἑπόμενα λαμβάνειν ὡς μηδενὸς
5ἐκ τῆς τῶν τοιούτων λήψεως καὶ τῆς συνθέσεως γινομένου συλλογισμοῦ. τοῦτο δὲ λέγων οὐ τοῦτό φημι, ὅτι οὐ δεῖ ἐκλέγειν τὰ ἀμφοτέροις τοῖς ὅροις ἑπό‐ μενα καὶ ἀπογράφεσθαι (δεῖ γάρ), ἀλλ’ ὃ λέγω, τοιοῦτόν ἐστιν· οὐ δεῖ ζητεῖν, τίνα κοινῶς αὐτοῖς ἕπεται, ὡς ἀμφοτέροις εἶναι ταὐτὸν ἑπόμενον. κοινοῦ γὰρ ὄντος τοῦ ἀμφοτέροις ἑπομένου ἄχρηστον τὸ τοιοῦτον ἑπόμενον πρὸς κατα‐
10σκευὴν συλλογισμοῦ. δι’ ἣν αἰτίαν, ἐν τοῖς ἑπομένοις ἔσται δῆλον. Ἐπεὶ δ’ ἱκανῶς ἡμῖν εἴρηται, τίνα χρὴ ἐκλέγειν ἑκατέρου τῶν ὅρων τῶν ἐν τῷ προβλήματι, μετὰ ταῦτα δεικτέον, τίνα μετὰ τίνων ληφθέντα ἀπὸ τῶν ἐκλελεγμένων ἕκαστον τῶν προβλημάτων συνάξει. ἔστι δὲ τὰ προβλήματα τέσσαρα· ἢ γὰρ καθόλου καταφατικὸν ἢ ἀποφατικὸν καθόλου ἢ ἐπὶ μέρους
15καταφατικὸν ἢ ἀποφατικόν. σαφηνείας δὲ χάριν τῶν λεγομένων ὑπογράψω τάς τε ἐκλογὰς καὶ τὸ διάγραμμα ὅλον καὶ τοὺς συλλογισμούς, πῶς τε καὶ ἐκ τίνων γίνονται· οὐ γὰρ τὸ τυχὸν συμβάλοιτ’ ἂν ἡμῖν εἰς τὸ συλλογιστικὸν εἶναι ἡ τούτων σαφήνεια. ἔστωσαν δὴ τὰ πράγματα (ταῦτα δ’ ἐστὶν οἱ ὅροι οἱ τῶν προβλημάτων τῶν τεσσάρων) ἡδονή τε καὶ ἀγαθόν, καὶ ἔστω δέον
20ποτὲ μὲν πᾶσαν ἡδονὴν ἀγαθὸν δεῖξαι, ποτὲ δὲ τινά, ποτὲ δὲ μηδεμίαν, ἔστω δέ ποτε μὴ πᾶσαν. ἐκλελέχθω δὴ τὰ ἑκατέρῳ αὐτῶν ἑπόμενα καὶ οἷς αὐτὰ ἕπεται καὶ ὅσα μὴ ἐνδέχεται αὐτοῖς ὑπάρχειν. τὰ μὲν οὖν τῷ ἀγαθῷ ἑπό‐ μενα ὠφέλιμον, αἱρετόν, διωκτόν, οἰκεῖον, λυσιτελές, συμφέρον, ὀρεκτὸν καὶ ὅσα τοιαῦτα. οἷς δὲ πάλιν αὐτὸ ἕπεται, εὐδαιμονία, τέλειον, ἀρεταί, κατ’
25ἀρετὴν ἐνέργεια, σωματικὰ ἀγαθά, τὰ ἐκτός, τὰ κατὰ φύσιν καὶ τὰ τοιαῦτα. ἃ δὲ μὴ ἐνδέχεται ὑπάρχειν αὐτῷ, φευκτόν, βλαβερόν, κακόν, ἀσύμφορον, ἀλυσιτελές, αἰσχρόν, ἀτελές. πάλιν τὰ μὲν τῇ ἡδονῇ ἑπόμενα ἡ λεία κίνησις, ἐνέργεια τῆς κατὰ φύσιν ἕξεως ἀνεμπόδιστος, τὸ ἀνενόχλητον, τὸ ἀόργητον, τὸ ἀρεστόν, τὸ ἄπονον, τὸ ἄλυπον, τὸ ἄφοβον, τὸ κατὰ φύσιν, τὸ αἱρετόν.
30οἷς δὲ ἡδονὴ ἕπεται, ὑγεία, εὐτυχία, εὐτεκνία, ἐνέργεια κατ’ ἀρετήν, εὐπορία καὶ τὰ τοιαῦτα. ἃ δὲ μὴ ἐνδέχεται αὐτῇ ὑπάρχειν, νόσος, πόνος, λύπη, φόβος, ἀπορία. [τὸ καθόλου καταφατικὸν ἐκ τῶν, οἷς ἕπεται ὁ κατηγορούμενος, καὶ τῶν ἑπομένων τῷ ὑποκειμένῳ.] κατασκευάσαι μὲν οὖν καὶ δεῖξαι θέλοντες τὸ καθόλου καταφατικόν, τουτέστι πᾶσαν ἡδονὴν ἀγαθόν, ληψόμεθά τι ἐκ τῶν,
35οἷς ἕπεται τὸ ἀγαθόν, τουτέστιν ὁ κατηγορούμενος ὅρος, καὶ ἐκ τῶν ἑπο‐ μένων τῇ ἡδονῇ· ὑπόκειται δὲ τῷ μὲν ἀγαθῷ τὸ τέλειον, τῇ δὲ ἡδονῇ, τουτέστι τῷ ὑποκειμένῳ, ἕπεται ἡ ἐνέργεια τῆς κατὰ φύσιν ἕξεως ἀνεμ‐ πόδιστος. ταῦτα δὴ οὖν ὡς ἓν καὶ ταὐτὸν λαβόντες ποιήσω αὐτὰ μέσον ὅρον.
οὕτως γὰρ ἔσται συλλογισμὸς ἐκ δύο καθόλου καταφατικῶν ἐν πρώτῳ σχήματι99

23,3

100

‘πᾶσα ἡδονὴ 〈ἐνέργεια〉 τῆς κατὰ φύσιν ἕξεως ἀνεμπόδιστος ἢ τελειότης τῆς κατὰ φύσιν ἐνεργείας (ταὐτὸν γὰρ ἄμφω), πᾶσα δὲ ἐνέργεια τῆς κατὰ φύσιν ἕξεως ἀνεμπόδιστος ἢ τελειότης τῆς κατὰ φύσιν ἐνεργείας ἀγαθόν ἐστι, πᾶσα ἄρα ἡδονὴ ἀγαθόν ἐστι‘. [τὸ μερικὸν καταφατικὸν ἐκ τῶν, οἷς ἕπεται ὅ τε
5κατηγορούμενος καὶ ὁ ὑποκείμενος.] ἂν δὲ μὴ τὸ καθόλου καταφατικὸν δεῖξαι βουλώμεθα ἀλλὰ τὸ ἐπὶ μέρους καταφατικόν, πάλιν ληπτέον ἐκ τῶν, οἷς ἑκάτερος τῶν ἐν τῷ προβλήματι ὅρων ἕπεται. ἕπεται δὲ τὸ μὲν ἀγαθὸν τῇ κατ’ ἀρετὴν ἐνεργείᾳ, ἡ δὲ ἡδονὴ τῷ αὐτῷ τούτῳ· τοῦτο οὖν ὁ μέσος ὅρος ἔστω. ἔσται δὴ ἐν τρίτῳ σχήματι συλλογισμὸς ‘πᾶσα ἡ κατ’ ἀρετὴν ἐνέργεια
10ἡδονή ἐστι‘· καὶ διὰ τοῦτο γινομένου ἐπὶ μέρους καταφατικοῦ, ὅτι τὶς ἡδονὴ ἐνέργεια κατ’ ἀρετήν ἐστι, κειμένου δὲ τοῦ πᾶσαν ἐνέργειαν κατ’ ἀρετὴν ἀγαθὸν εἶναι συνάγεται τὸ τινὰ ἡδονὴν ἀγαθὸν εἶναι ἐν πρώτῳ σχήματι. [τὸ καθόλου ἀποφατικὸν ἐκ τῶν ἀλλοτρίων τοῦ κατηγορουμένου καὶ τῶν ἑπο‐ μένων τῷ ὑποκειμένῳ καὶ ἀνάπαλιν.] ὅταν 〈δὲ〉 δέῃ καθόλου ἀποφατικὸν
15δεῖξαι, ὃ δεῖ κατηγορῆσαι ἀποφατικῶς ἐν τῷ συμπεράσματι (ἔστι δὲ τοῦτο ἀγαθόν), ἐκληπτέον τούτου τι ἐκ τῶν μὴ ἐνδεχομένων αὐτῷ ὑπάρχειν, τουτέστι τῶν ἀλλοτρίων· ᾧ δὲ βουλόμεθα δεῖξαι μηδενὶ ὑπάρχον αὐτὸ (τοῦτο δ’ ἐστὶν ἡ ἡδονή), ἐκ τῶν τούτῳ ἑπομένων τι ληπτέον· κἂν ταῦτα ἀλλήλοις ἑνώσωμεν, ἔσται καθόλου ἀποφατικὸν ἐν πρώτῳ σχήματι. εἰλήφθω οὖν ἐκ
20μὲν τῶν ἀλλοτρίων τοῦ ἀγαθοῦ τὸ ἀτελές, ἐκ δὲ τῶν τῇ ἡδονῇ ἑπομένων ἡ λεία κίνησις, καὶ κείσθω ταὐτὰ εἶναι ἀλλήλοις, ἐπειδὴ πᾶσα κίνησις ἀτελής. ἔσονται οὖν αἱ προτάσεις οὕτως· πᾶσα ἡδονὴ λεία κίνησις· ταὐτὸν δὲ εἰπεῖν ‘ἀτελήσ‘· κεῖται γὰρ τὸ πᾶσαν κίνησιν ἀτελῆ εἶναι, τὴν δὲ ἡδονὴν κίνησιν εἶναι· οὐδὲν ἀτελὲς ἀγαθόν· 〈τὸ〉 ἀγαθὸν ἄρα οὐδεμιᾷ ἡδονῇ ὑπάρχει, ὃ
25ἴσον ἐστὶ τῷ ‘τὸ ἀγαθὸν κατ’ οὐδεμιᾶς ἡδονῆσ‘. φημὶ δὲ τοῦτο δειχθήσε‐ σθαι τὸ συμπέρασμα οὕτως ἔχον διὰ προσυλλογισμοῦ. ἐπεὶ γὰρ ἀντιστρέφει τὸ στερητικόν, κεῖται δὲ τὸ ἀτελὲς κατ’ οὐδενὸς τοῦ ἀγαθοῦ, καὶ τὸ ἀγαθὸν κατ’ οὐδενὸς τοῦ ἀτελοῦς· διότι δὲ τὸ ἀτελὲς ταὐτόν ἐστι τῇ κινήσει, πάσῃ ταύτῃ ὑπάρξει· ἐξ ὧν συνάγεται τὸ ἀγαθὸν μηδεμιᾷ κινήσει. καὶ ὁ μὲν
30προσυλλογισμὸς οὕτως. ἐπεὶ δὲ ἡ κίνησις πάσῃ τῇ ἡδονῇ ὑπάρχει, ἔσται καὶ τὸ ἀγαθὸν μηδεμιᾷ ἡδονῇ. οὕτω μὲν οὖν ἐν τῷ πρώτῳ σχήματι τὸ καθόλου ἀποφατικὸν συναχθήσεται. εἰ δὲ ἐν δευτέρῳ βουλόμεθα σχήματι ταὐτὸ τοῦτο δεῖξαι, χρὴ ἀνάπαλιν λαμβάνειν· ᾧ γὰρ χρὴ δεῖξαι μηδενὶ ὑπάρ‐ χειν, τούτου ληψόμεθά τι ἐκ τῶν μὴ ὑπαρχόντων αὐτῷ· ἔστι δὲ ἡ ἡδονή, ᾗ
35δεῖ δειχθῆναι μηδενὶ ὑπάρχειν τὸ ἀγαθόν. ἐκ τῶν οὖν μὴ ὑπαρχόντων τῇ ἡδονῇ ἔστω τὸ ἐπίπονον εἰλημμένον· ἐκ δὲ τῶν ἑπομένων τῷ ἀγαθῷ, ὃ ἀγαθὸν δεῖ δεῖξαι μηδεμιᾷ ἡδονῇ ὑπάρχον, εἰλήφθω τὸ ὠφέλιμον, καὶ ἔστω ἀλλήλοις ταὐτὰ τὸ ἐπίπονον καὶ τὸ ὠφέλιμον· πᾶν γὰρ ὠφέλιμον μετὰ πόνου
καὶ ἐπίπονον· ἀληθὲς γὰρ τὸ “ἀντὶ τῶν πόνων δίδωσιν ἡμῖν πάντα τὰ100

23,3

101

ἀγαθὰ ὁ θεός” καὶ “ἐκ τῶν πόνων τὰ ἀγαθὰ αὔξεται βροτοῖς”. ἔστω οὖν δὴ μέσος τὸ ἐπίπονον, καὶ λεκτέον οὕτως· πᾶν ἀγαθὸν ἐπίπονον, οὐδεμία ἡδονὴ ἐπίπονος· συνάγεται οὖν τὸ ἀγαθὸν οὐδεμιᾷ ἡδονῇ. εἰ δὲ ἐν πρώτῳ θελήσαιμεν δεῖξαι, ληψόμεθα τὴν ἡδονὴν οὐδενὶ ἐπιπόνῳ, τὸ ἐπίπονον (ταὐτὸν
5γὰρ τῷ ὠφελίμῳ) παντὶ ἀγαθῷ· ἐξ ὧν συνάγεται ἡ ἡδονὴ οὐδενὶ ἀγαθῷ, ἀλλ’ οὐ τὸ ἀγαθὸν οὐδεμιᾷ ἡδονῇ, ὃ ἦν προκείμενον. ἀντιστρέφει μὲν οὖν τὸ συμ‐ πέρασμα καθόλου ἀποφατικὸν ὄν, ἀλλ’ ἐν πρώτῳ σχήματι οὐδὲν δι’ ἀντιστροφῆς ἐδείκνυτο. ἐὰν δὲ τὸ ἐπὶ μέρους ἀποφατικὸν δεῖξαι βουλώμεθα, ὃ λοιπὸν ἔτι τῶν προβλημάτων, τοῦ μὲν ὑποκειμένου ὅρου, ᾧ δεῖ τινὶ μὴ ὑπάρχον τι δειχθῆναι
10(οὗτος δ’ ἐστὶν ἡ ἡδονή), ληπτέον τι ἐξ ἐκείνων, οἷς ἡ ἡδονὴ ἕπεται, τοῦ δὲ κατηγορουμένου, ὃ βουλόμεθα δεῖξαι τινὶ μὴ ὑπάρχειν τῷ ὑποκειμένῳ (τοῦτο δ’ ἐστὶ τὸ ἀγαθόν), ἐκ τῶν, ἃ μὴ ἐνδέχεται ὑπάρχειν αὐτῷ. εἰλήφθω οὖν τὸ ἀλυσιτελὲς καὶ ἄπονον, ὧν τὸ μὲν ἀλλότριον τοῦ ἀγαθοῦ, τὸ δὲ ὑπο‐ κείμενον τῇ ἡδονῇ· ἔσονται οὖν ἐν τρίτῳ σχήματι αἱ προτάσεις ‘οὐδὲν ἀλυσι‐
15τελές, τουτέστιν ἄπονον, ἀγαθόν, πᾶν ἄπονον, τουτέστιν ἀλυσιτελές, ἡδύ‘· τὶς ἄρα ἡδονὴ οὐκ ἔστιν ἀγαθόν. ἀντιστραφεῖσα δὲ ἡ καθόλου καταφατικὴ ἐπὶ μέρους καταφατικὴ γίνεται· τὶ ἡδὺ ἄπονον, οὐδὲν ἄπονον ἀγαθὸν ἐν πρώτῳ σχήματι. δυνατὸν δὲ τὸ μερικὸν καταφατικὸν καὶ ἄλλως συναγαγεῖν, ἐὰν εὕρωμέν τι 〈ταὐτὸν〉 τῶν ἑπομένων 〈τῷ〉 ἀγαθῷ καὶ οἷς ἡ ἡδονὴ ἕπεται. δείκνυμεν
20〈γὰρ〉 καὶ οὕτως τὸ μερικὸν καταφατικόν, ἀλλ’ οὐ καθ’ αὑτὸ ἀλλ’ ἀντεστραμ‐ μένως, τουτέστι διὰ τοῦ ἀντιστρέψαι τὸ συναγόμενον ἐκ τούτων συμπέρασμα. εἰ γὰρ τὸ ὠφέλιμον παντὶ ἀγαθῷ ἕπεται, τούτῳ δὲ ταὐτὸν ἡ κατ’ ἀρετὴν ἐνέργεια, ᾗ ἕπεται ἡ ἡδονή, καὶ ἡ κατ’ ἀρετὴν ἐνέργεια [ᾗ ἕπεται ἡ ἡδονή, καὶ ἡ κατ’ ἀρετὴν ἐνέργεια] παντὶ τῷ ἀγαθῷ ὑπάρξει. πάλιν ἐπειδὴ ἡ ἡδονὴ
25παντὶ τῷ κατ’ ἀρετὴν βίῳ, ὁ δὲ κατ’ ἀρετὴν βίος ταὐτὸν τῷ ὠφελίμῳ, τὸ δὲ ὠφέλιμον παντὶ ἀγαθῷ, ἡ ἡδονὴ ἄρα παντὶ ἀγαθῷ. ἀλλ’ οὐ τοῦτο ἦν τὸ προκείμενον, εἰ ἡδονὴ παντὶ ἀγαθῷ ὑπάρχει, ἀλλ’ εἰ τὸ ἀγαθὸν τινὶ τῶν ἡδονῶν ὑπάρχει· ἡ γὰρ καθόλου καταφατικὴ πρὸς τὴν μερικὴν ἀντιστρέφει· δεῖ γάρ. ἐπεὶ δὴ καὶ ἄλλως πως γίνεται συλλογισμὸς μερικὸς καταφατικός, ᾧ ἕπε‐
30ται ἡ ἡδονή, τῷ ἑπομένῳ τῷ ἀγαθῷ ταὐτοῦ ληφθέντος (διὰ γὰρ τῆς τοῦ συμπε‐ ράσματος ἀντιστροφῆς), διὰ τοῦτο οὐδὲ ταύτην ἔδοξεν ἡμῖν παραλιπεῖν τὴν δεῖξιν. [ἐκ τῆς ἐκλογῆς τὰ καθόλου 〈καὶ〉 γενικώτερα δεῖ καὶ οὐ τὰ προσεχῆ καὶ μερικώτερα λαμβάνειν.] Δεῖ δὲ ἐν ταῖς ἐκλογαῖς τῶν ἑπομένων ἑκατέρῳ τῶν κειμένων καὶ οἷς ἑκάτερος αὐτῶν ἕπεται μήτε τὰ προσεχῆ εὐθὺς λαμβάνειν
35ἑπόμενα μήτε τά, οἷς ἕπεται, ἀλλὰ τὰ πρῶτα καὶ καθολικώτερα, ὑφ’ ἃ τέτακται καὶ τὰ προσεχῆ τοῖς κειμένοις πρῶτα. λέγω δὲ ‘τῶν ἑπομένων‘ οὐ τὰ ἴδια καὶ τοὺς ὁρισμούς (ταῦτα γὰρ οἰκεῖά τε τῶν κειμένων, καὶ οὐχ οἷόν τε ὁρισμόν τινα ἢ ἴδιον ἔτι εἶναι τὸ καθολικώτερον καὶ πλείοσιν ὑπάρχον)
ἀλλὰ τὰ γένη καὶ τὰς διαφορὰς καὶ ὅσα οὕτως ἕπεται. οἷον εἰ ἄνθρωπος101

23,3

102

εἴη ὁ κείμενος ὅρος, μὴ ζῶον πεζὸν εὐθέως λαμβάνειν ἑπόμενον αὐτῷ ἀλλὰ ζῶον (καθολικώτερον γάρ), καὶ ἔτι πρὸ τοῦ ζώου τὴν οὐσίαν τὴν ἔμψυχον, καὶ ἔτι πρὸ τούτου τὴν οὐσίαν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν, οἷς ἕπεται, οἷον ὁ ἄνθρωπος, τὰ μὲν προσεχῶς οἷς ἕπεται τὸ γραμματικόν, τὸ δὲ καθολικώτερον
5τὸ ἐπιστημονικόν. ἡ δὲ αἰτία τοῦ οὕτω δεῖν ποιεῖσθαι τὴν ἐπίβλεψιν, ὅτι εὐπορωτέρα καὶ ἐν πλείοσιν ἡμῖν ἡ ἐκλογὴ τῶν προτάσεων ἔσται καὶ ἡ ζήτησις τοῦ καθολικωτέρου πρώτου λαμβανομένου. ὁ γὰρ τὸ καθολικώτερον τῶν ἑπο‐ μένων τινὶ λαβὼν ἔχει καὶ τὰ ὑπ’ ἐκείνου περιεχόμενα καὶ προσεχέστερον ἑπόμενα τῷ κειμένῳ καὶ αὐτὰ λαμβάνειν, ὁ δὲ τὰ προσεχῆ λαβὼν μόνα οὐκ
10ἔχει τὰ καθολικώτερα τῷ ἐν τοῖς φθάνουσιν εἰλῆφθαι τοῖς προσεχῶς ἑπομέ‐ νοις κἀκεῖνα τὰ καθολικώτερα περιέχεσθαι. ὁ μὲν γὰρ λαβὼν τῷ ἀνθρώπῳ τὸ ζῶον ἕπεσθαι ἀποκέκλειται τοῦ τὴν οὐσίαν ἔτι λαβεῖν τῷ ἐν τῷ ζώῳ καὶ τὴν οὐσίαν περιέχεσθαι, ὁ δὲ τὴν οὐσίαν πρώτην λαβὼν ἔχει καὶ τὸ ζῶον ἐν τοῖς ἑπομένοις τῷ ἀνθρώπῳ λαβεῖν ἔτι. πλειόνων δὲ ὄντων τοιούτων
15εὐπορωτέρα ἡ τοῦ μέσου εὕρεσις· ῥᾷον γὰρ ἐν πλείοσιν εὑρεῖν, ὃ ζητεῖ τις, ἢ ἐν ἐλάττοσι. διὰ ταῦτα οὖν δεῖ, φημί, ἐπιβλέπειν, εἰ ἐνδέχεται καὶ διὰ τῶν καθολικωτέρων συνάγειν τὸ προκείμενον. ὅσῳ γὰρ διὰ τῶν καθολικω‐ τέρων συνάγομεν τὸ συμπέρασμα, πλειόνων εὐποροῦμεν μέσων. τὸ αὐτὸ γὰρ καὶ διὰ τῶν μερικωτέρων συνάγειν δυνατόν· εἰ δέ τι διὰ τῶν μερικωτέρων
20συνάγοιτο, οὐ πάντως καὶ διὰ τῶν καθολικωτέρων συναχθήσεται· οἷον εἰ διὰ τοῦ σώματος μέσου συνάγω, ὅτι ὁ ἄνθρωπος οὐσία, πάντως καὶ διὰ τῶν ὑπὸ τὸ σῶμα συναγαγεῖν δύναμαι, οἷον τοῦ ἐμψύχου, τοῦ ζώου, τοῦ λογικοῦ. εἴ τι μέντοι διὰ τοῦ μερικωτέρου συνάγοιτο, οὐ πάντως καὶ διὰ τοῦ καθολικωτέρου τὸ αὐτὸ συναχθήσεται, οἷον τὸν ἄνθρωπον λογικὸν εἶναι διὰ τοῦ φιλοσοφεῖν·
25ὁ ἄνθρωπος φιλοσοφεῖ, τὸ φιλοσοφοῦν λογικόν, ὁ ἄνθρωπος ἄρα λογικόν. οὐκέτι δὲ τὸ αὐτὸ συνάγειν δύναμαι διὰ τῶν τοῦ φιλοσοφεῖν καθολικωτέρων, οἷον τῆς ἕξεως ἢ τῆς διαθέσεως ἢ τῆς ποιότητος· οὔτε γὰρ τὸ ἕξεώς τινος ἢ ποιότητος μετέχον ἤδη καὶ λόγῳ χρῆται, εἴ γε καὶ ὄνομά ἐστιν ἕξιν ἔχειν. Ἐπεὶ δέδεικται ἡμῖν, πῶς οἷόν τε γίγνεσθαι τοὺς συλλογισμοὺς καθ’
30ἕκαστον πρόβλημα, φανερὸν καὶ ἐκ τούτων ἐστίν, ὅτι πᾶς συλλογισμὸς ἁπλοῦς διὰ τριῶν ὅρων καὶ δύο γίνεται προτάσεων καὶ διὰ τῶν τριῶν σχημάτων, ἃ φθάσαντες ἐδείξαμεν ἤδη. εἰ γὰρ καλῶς εἴληπται ἡ τῶν ἑπομένων τοῖς ὅροις καὶ οἷς ἕπονται 〈ἐκλογή〉, ἔτι δὲ καὶ τῶν ἀλλοτρίων αὐτῶν, καὶ ἐπὶ ἑκάστου 〈τῶν〉 προβλημάτων ἔδει τούτων τι ταὐτὸν εὑρεθῆναι, οἷον ἐπὶ μὲν τοῦ καθόλου
35καταφατικοῦ τά, οἷς ἕπεται ὁ κατηγορούμενος, καὶ τὰ τῷ ὑποκειμένῳ ἑπό‐ μενα, καὶ ἐπὶ τῶν ἄλλων, ὡς δέδεικται, ἐχόντων ἡμῶν δύο μὲν ὅρος τούς, περὶ ὧν ὁ λόγος, τόν τε ὑποκείμενον καὶ τὸν κατηγορούμενον, λαμβανόντων δὲ καὶ ἕτερόν τινα, ὃς ἦν τῷ μὲν κατηγορουμένῳ ὑποκείμενος τοῦ δὲ ὑπο‐
κειμένου κατηγορούμενος, τρεῖς ἀνάγκη μόνους τοὺς ὅρους γίγνεσθαι. τὸ αὐτὸ102

23,3

103

καὶ ἐπὶ τῶν ἄλλων προβλημάτων ὁμοίως. οὕτως μὲν οὖν τρεῖς μόνοι οἱ εἰς τὸν συλλογισμὸν παραλαμβανόμενοι ὅροι. ὅτι δὲ καὶ τρία μόνα τὰ σχήματα, διὰ τῶν ἐνταῦθα πάλιν δεικνυμένων φανερόν [ὅτι τὸ καθόλου καταφατικὸν διὰ τοῦ πρώτου, τὸ καθόλου ἀποφατικὸν διὰ τοῦ πρώτου καὶ δευτέρου, τὸ
5μερικὸν καταφατικὸν διὰ τοῦ πρώτου καὶ τρίτου, τὸ μερικὸν ἀποφατικὸν διὰ τῶν τριῶν]. ἐδείκνυτο γὰρ τὸ μὲν καθόλου καταφατικὸν διὰ τοῦ πρώτου σχήματος, τὸ δὲ καθόλου ἀποφατικὸν διὰ τοῦ πρώτου καὶ δευτέρου, τὸ δὲ μερικὸν καταφατικὸν διὰ τοῦ τρίτου καὶ διὰ τοῦ πρώτου, τὸ δὲ μερικὸν ἀποφατικὸν διὰ τοῦ πρώτου σχήματος καὶ τοῦ δευτέρου καὶ τοῦ τρίτου.
10ὑπάρχειν μὲν γὰρ πάσῃ δείκνυται τῇ ἡδονῇ τὸ ἀγαθόν, εἰ οἷς ἕπεται τὸ ἀγαθόν, τοῖς ἑπομένοις τῇ ἡδονῇ τὰ αὐτὰ ᾖ καὶ εἷς ὅρος ἐξ αὐτῶν γένοιτο· τοῦτον γὰρ μέσον ὅρον λαβόντες δείκνυμεν τὸ ἀγαθὸν πάσῃ ἡδονῇ ὑπάρχειν διὰ προτάσεων δύο καθόλου καταφατικῶν ἐν πρώτῳ σχήματι. πάλιν δ’ αὖ, ἂν τινὶ ἡδονῇ δεικνύωμεν τὸ ἀγαθὸν ὑπάρχειν, λαμβάνεται τά, οἷς εἵπετο τὸ
15ἀγαθὸν καὶ ἡδονή· ἐὰν γὰρ ἕνα ὅρον ταῦτα ποιήσωμεν καὶ θῶμεν μέσον, συνάγεται τὸ ἀγαθὸν τινὶ ἡδονῇ διὰ τοῦ τρίτου σχήματος. ὅταν δὲ δεικνύω‐ μεν τὸ ἀγαθὸν μηδεμιᾷ ὑπάρχον ἡδονῇ, πάλιν λαμβάνομεν τὰ ἀλλότρια τοῦ ἀγαθοῦ, ὅς ἐστι κατηγορούμενος ὅρος ἐν τῷ προβλήματι, καὶ τὰ ἑπόμενα τῇ ἡδονῇ, καὶ ἐξ αὐτῶν ποιοῦμεν μέσον ὅρον. γίνεται ἡ δεῖξις τούτου ληφθέντος
20ἐν τῷ πρώτῳ σχήματι καὶ ἐν τῷ δευτέρῳ, καὶ ἐν μὲν τῷ πρώτῳ, ἂν λάβω‐ μεν, ἐπεὶ τὰ ἑπόμενα τῇ ἡδονῇ τὰ αὐτά ἐστι τοῖς ἀλλοτρίοις τοῦ ἀγαθοῦ, ὃ οὐδενὶ ὑπάρχει τῷ ἀγαθῷ, καὶ τὸ ἀγαθὸν τούτῳ οὐδενὶ ὑπάρχει· ἀντιστρέφει γὰρ ἡ καθόλου ἀποφατική· τοῦτο δὲ πάσῃ τῇ ἡδονῇ ὑπάρχει. ἐν δὲ τῷ δευτέρῳ σχήματι, ὅτι τὸ ἀλλότριον τοῦ ἀγαθοῦ, ὅ ἐστι ταὐτὸν τῷ ἑπομένῳ τῇ
25ἡδονῇ, τῷ μὲν ἀγαθῷ οὐδενὶ ὑπάρχει τῇ δὲ ἡδονῇ πάσῃ. ἐπὶ μέρους δὲ ἀποφατικὸν συνάγοντες λαμβάνομεν τὰ ἀλλότρια τοῦ ἀγαθοῦ καὶ τά, οἷς ἕπεται ἡ ἡδονή, τὰ αὐτά, καὶ ἕνα μέσον ὅρον ποιήσαντες ἐξ αὐτῶν ἐν τρίτῳ σχή‐ ματι διὰ δύο προτάσεων συνάγομεν τὸ ἐπὶ μέρους ἀποφατικόν· τὸ μὲν ἀγαθὸν οὐδενὶ τῷ ἑαυτοῦ ἀλλοτρίῳ, ὃ ἀλλότριον ταὐτόν ἐστιν τοῖς, οἷς ἡ ἡδονὴ ἕπεται.
30 Φανερὸν οὖν, ὅτι διὰ τριῶν σχημάτων πάντες οἱ συλλογισμοὶ καὶ πάντα τὰ προβλήματα. ἐπεὶ δὲ ταῦτα ἡμῖν εἴρηται ἱκανῶς, ὑπομνῆσαι δεῖ καὶ οὗ εἶπον μὲν ἐν τῷ ἀνωτέρω, ὑπερεθέμεθα δ’ αὐτοῦ τὴν αἰτίαν ἐρεῖν τότε, ἣν νῦν δὴ λέγειν καιρὸς ἂν εἴη· τοῦτο δὲ ἦν λέγειν μὴ δεῖν ἐκλέγειν τὰ πᾶσιν ἑπόμενα, τουτέστιν ἀμφοτέροις τοῖς ὅροις. αἰτία δὲ τούτου αὕτη· οὐδεὶς γίνεται
35συλλογισμὸς τοῦ ἀμφοτέροις τοῖς ἄκροις ἑπομένου ληφθέντος· εἰ δὲ τοῦτο, ἄχρηστος ἂν εἴη πρὸς συλλογισμοῦ εὕρεσιν ἡ τούτων ἐκλογή. οὔτε γὰρ κατα‐ σκευαστικός τε καὶ καταφατικὸς οὔτε ἀνασκευαστικός τε καὶ ἀποφατικός, κατα‐
φατικὸς μέν, ὅτι ἐκ τῶν ἑπομένων ἀμφοτέροις οὐδὲν συνάγεται συλλογιστικῶς103

23,3

104

(διὰ τοῦτο γὰρ ἐν δευτέρῳ σχήματι ἀσυλλόγιστοι αἱ ἐκ δύο καταφατικῶν ἐδείχ‐ θησαν οὖσαι συζυγίαι), στερητικὸν δὲ καὶ ἀποφατικὸν συλλογισμὸν οὐκ ἐνδέ‐ χεται γενέσθαι ἐξ ἀμφοτέρων καταφατικῶν· τὸ γὰρ ἑπόμενον ἀμφοτέροις καταφάσκεται ἀμφοτέρων· ἐν δὲ τοῖς ἀποφατικὸν συνάγουσι καὶ δεικνύουσι
5δεῖ τὴν ἑτέραν πρότασιν ἐξ ἀμφοτέρων ἀποφατικὴν εἶναι. φανερὸν δέ, ὅτι καὶ αἱ ἄλλαι πᾶσαι ἐκλογαί. παρ’ ἃς εἴπομεν, ἄχρηστοι, οἷον εἰ τὰ ἑπόμενα ἀμφο‐ τέροις ταὐτὰ εἴη, ἣν ἤδη ἄχρηστον οὖσαν εἰρήκαμεν ἐκλογήν, καὶ ἡ τά, οἷς ἕπεται ὁ κατηγορούμενος, καὶ τὰ τοῦ ὑποκειμένου ἀλλότρια λαμβάνουσα· γίνεται γὰρ οὕτω τὸ πρῶτον σχῆμα τὴν ἐλάττονα πρότασιν ἀποφατικὴν ἔχον· ἀσυλλό‐
10γιστος δὲ ἦν αὕτη ἡ συζυγία. πρὸς δὲ ταύτῃ καὶ ἡ τὰ ἀμφοτέροις ἀλλότρια λαμβάνουσα· προφανὲς γὰρ κἀνταῦθα τὸ ἄχρηστον· ἄμφω γὰρ γίνονται [αἱ] ἀποφάσεις, εἴτε κατὰ τὸ πρῶτον εἴτε κατὰ τὸ δεύτερον ποιήσει τις συλλογισμόν. Δῆλον δὲ ἐκ τῶν εἰρημένων, ὅτι οὐ δεῖ ζητεῖν, ποῖα ἐν τοῖς ἀπογεγραμ‐ μένοις ἕτερά ἐστιν, ἀλλὰ ποῖα ταὐτά, καὶ τίνα χρείαν παρέχεται τά τε ταὐτὰ
15ἐκ τῶν ἐκλελεγμένων ληφθέντα, καθ’ ὃν ὑφηγήμεθα τρόπον (λέγω δὲ τῶν ἑπομένων καὶ οἷς ἕπεται καὶ τῶν ἀλλοτρίων), καὶ τίνα χρείαν, εἰ ἀντ’ αὐτῶν λαμβάνοιτο τὰ ἐναντία ἀλλήλοις ἢ τὰ ἀντικείμενα· οὐδὲ γὰρ συλλογιστικὴ ἡ τῶν τοιούτων ἐκλογή, ὡς αὐτίκα δὴ μάλα δείξομεν. πρῶτον μὲν γὰρ τῆς τοῦ μέσου ὅρου εὑρέσεως χάριν ἡ ἐπίσκεψις γίνεται τῶν ἑπομένων τε καὶ τῶν
20λοιπῶν· τὸν δὲ μέσον ὅρον ἕνα καὶ τὸν αὐτὸν εἶναι δεῖ· οὐ γίνεται δὲ τὰ ἐναντία ἀλλήλοις ἕν. καὶ διὰ τοῦτο, ἐν οἷς συμβαίνει γίνεσθαί τινα συλλο‐ γισμὸν ληφθέντων τινῶν ἐναντίων εἶναι ἀλλήλοις ἐκ τῶν περὶ ἑκατέρου ἐκλε‐ λεγμένων, καθ’ ὃν πεποιήμεθα τὴν ἐκλογὴν τρόπον, ἢ μὴ ἐνδεχομένων τῷ αὐτῷ ὑπάρχειν, τουτέστιν ἀντικειμένων, ἃ εἴπομεν ἐν τοῖς ἐπάνω ἕτερα ἢ
25ἐναντία, ὑποπίπτει καὶ ταῦτα τῇ εἰρημένῃ ὑφ’ ἡμῶν ἐκλογῇ, καθ’ ἣν ἐδείκνυμεν καὶ ἐλαμβάνομεν ταὐτά τινα τῶν περὶ ἑκάτερον ἐκλελεγμένων· καὶ γὰρ ταῦτα οὐ δι’ ἄλλο τι εὑρεθήσεται συνάγοντα συλλογιζόμενά τε ἢ διά τινα τῶν προ‐ ειρημένων ἡμῖν ἐκλογῶν. ταῦτα δὲ προεθέμην εἰπεῖν ὑπονοοῦντες ἴσως τινὰ ἐρεῖν, ὅτι δύναμαι μηδὲν τῶν ἀπογεγραμμένων ταὐτόν τι λαβών, ὅπερ ἐν
30πᾶσι τοῖς προβλήμασιν ὡς ἀναγκαῖον ἡμεῖς παραδεδώκαμεν, ἀλλὰ λαβὼν τούτων τινὰ ἐναντία ἢ ἁπλῶς ἕτερα ἀλλήλων καὶ μὴ ἐνδεχόμενα τῷ αὐτῷ ὑπάρχειν τὰ ἀποφατικὰ προβλήματα κατασκευάσαι. οἷον ἔστω τι τῶν ἑπομένων τῷ ἀγαθῷ καὶ τῶν τῇ ἡδονῇ ἑπομένων ἐναντίον ἢ μὴ ἐνδεχόμενον τῷ αὐτῷ ὑπάρχειν· κατασκευάζω ἐκ τούτων τὸ καθόλου ἀποφατικὸν οὕτως· εἰ δὴ
35τὸ φερέπονον τῷ ἀγαθῷ παντὶ τῷ δὲ ἀφερεπόνῳ οὐδενί (ἐναντία γάρ), καὶ τὸ ἀγαθὸν ἄρα τῷ ἀφερεπόνῳ οὐδενί· τὸ δὲ ἀφερέπονον πάσῃ τῇ ἡδονῇ· καὶ τὸ ἀγαθὸν ἄρα οὐδεμιᾷ ἡδονῇ. ὁ οὖν ταῦτα λέγων ἠγνόηκεν, ὅτι τὸ
συμπέρασμα γέγονεν ἐν τούτοις διὰ τὰς παρ’ ἡμῶν παραδοθείσας μεθόδους,104

23,3

105

οὐ διὰ τὸ ἐναντία ληφθῆναι τό τε ἑπόμενον τῷ ἀγαθῷ καὶ τὸ ἑπόμενον τῇ ἡδονῇ· ταῦτα δ’ ἦν τὸ φερέπονόν τε καὶ ἀφερέπονον. εἰ γὰρ ἔχομεν πάντα τὰ ἀλλότρια τοῦ τε ἀγαθοῦ φέρ’ εἰπεῖν καὶ τῆς ἡδονῆς, τὸ δὲ φερέπονον οὐδενὶ τῷ ἀφερεπόνῳ, καὶ διὰ τοῦτο οὐδὲ τῇ ἡδονῇ τὸ φερέπονον, ἔχομεν δὲ
5ἐκκείμενα πάντα τὰ τῆς ἡδονῆς ἀλλότρια, ἔσται ἄρα τὸ φερέπονον ταὐτόν τινι τῶν ἀλλοτρίων τῆς ἡδονῆς. ὥστε οὐκ ἠδυνήθησαν συνιδεῖν οἱ ταῦτα λέγοντες τὴν ταὐτότητα τοῦ ἑπομένου τῷ ἀγαθῷ καὶ τοῦ ἀλλοτρίου τῆς ἡδονῆς· καὶ διὰ τοῦτο ἐνόμισαν ἑτέρᾳ τινὶ μεθόδῳ συνῆχθαι τὸ συμπέρασμα. ἐπεὶ δὲ δέδεικται ἡμῖν, ὅτι, ἐν οἷς καὶ συνάγεται τὸ καθόλου ἀποφατικὸν
10ἐναντίων τινῶν ληφθέντων ἀλλήλοις ἢ μὴ ἐνδεχομένων τῷ αὐτῷ ὑπάρχειν, οὐ διὰ τὴν τῶν ἐναντίων συνάγεται λῆψιν ἀλλὰ διὰ τὸ ἐμπίπτειν εἰς τὴν παρ’ ἡμῶν παραδεδομείην μέθοδον, τὸ αὐτὸ τοῦτο δειχθήσεται καὶ ἐπὶ τοῦ ἐπὶ μέρους ἀποφατικοῦ. συναχθείη δὲ ἂν καὶ τοῦτο ἐκ τῶν ἐναντίων οὕτως· ἐπεὶ τὸ λυσιτελὲς παντὶ μὲν τῷ ἀγαθῷ οὐδενὶ δὲ τῷ ἀλυσιτελεῖ, καὶ τὸ ἀγαθὸν ἄρα
15οὐδενὶ τῷ ἀλυσιτελεῖ· τὸ δὲ ἀλυσιτελὲς τινὶ ἡδονῇ· καὶ τὸ ἀγαθὸν ἄρα οὐ πάσῃ ἡδονῇ. πάλιν οὖν ἀγνοοῦσιν ἐν τούτοις, ὅτι εἰς τὴν παρ’ ἡμῶν παραδε‐ δομένην μέθοδον ἐμπίπτουσιν. οὐδὲν γὰρ ἄλλο λέγουσι λαμβάνοντες τὸ λυσι‐ τελὲς καὶ ἀλυσιτελὲς μηδενὶ τῷ αὐτῷ ὑπάρχειν ἢ ὅτι 〈τὸ〉 λυσιτελὲς ταὐτόν ἐστι τῶν ἀλλοτρίων τινὶ τῆς ἡδονῆς. εἰ γὰρ τὸ λυσιτελὲς οὐδενὶ τῶν ἀλυσιτελῶν,
20τὸ δὲ ἀλυσιτελὲς μέρος τῆς ἡδονῆς, πάντα δὲ τὰ τῆς ἡδονῆς ἀλλότρια ἐλάβο‐ μεν, ἔσται ταὐτόν τινι τῶν ἀλλοτρίων τῆς ἡδονῆς τὸ ἀλυσιτελές. ὥστε πάλιν διὰ τὴν ἡμετέραν μέθοδον γέγονε τὸ συμπέρασμα. φανερὸν οὖν, ὅτι, ἂν ἐναντία ἢ ἀντικείμενα ἀλλήλοις λάβωμέν τινα, οὐ διὰ τοῦτο συλλογισμὸς ἔσται τῶν ἄκρων πρὸς ἀλλήλους· οὐδὲ γὰρ μέσος τις ὅρος γίνεται ἐκ τούτων· τὰ
25γὰρ ἐναντία ἢ ἀντικείμενα οὐχ ἕν· ἀλλὰ [καὶ] διὰ τὸ καὶ τότε ταὐτά τινα ἀλλήλοις εὑρίσκεσθαι γίνεται συλλογισμός. καὶ γὰρ ὅτε ἐναντία τινὰ ἀλλήλοις ληφθῇ, ἔσται συλλογισμός, ὅτι ἔστιν, ὅτε ἑκάτερον αὐτῶν ἄλλῳ τινὶ ταὐτόν ἐστι, μεθ’ οὗ γινόμενον καὶ ἑνωθὲν αὐτῷ μέσος ὅρος ἔσται, καθὰ προειρή‐ καμεν. συμβαίνει οὖν τοῖς νενομικόσιν ἄλλην ὁδὸν τῆς εὐπορίας τῶν προ‐
30τάσεων εὑρηκέναι τὴν διὰ τῶν ἐναντίων ἀγνοεῖν, ὅτι ἐν αὐτοῖς τούτοις, οἷς λέγουσιν, ἡ ἡμετέρα πάλιν ἀναφαίνεται μέθοδος, ὥστε μὴ διὰ ταύτην καὶ μὴ διὰ τὰ παρὰ τούτων λεγόμενα συμβαίνειν τὸ συμπέρασμα. οἱ οὖν διὰ ταύτης τῆς μεθόδου συνάγεσθαί τι νομίσαντες πλείω τῆς ἀναγκαίας βαδίζουσι διά τινος κύκλου ἐπὶ τὴν ἡμετέραν περιαγόμενοι μέθοδον.
35 Ὁμοίως δὲ τούτοις, φημὶ δὴ τοῖς δεικτικοῖς τε καὶ κατηγορικοῖς συλλο‐ γισμοῖς, καὶ διὰ τῶν αὐτῶν ἔσονται καὶ 〈οἱ〉 διὰ τῆς εἰς τὸ ἀδύνατον ἀπα‐ γωγῆς δεικνύντες τι συλλογισμοί. ἡ γὰρ αὐτὴ μέθοδος χρήσιμος ἔσται ἡμῖν· τὸ γὰρ αὐτὸ πρόβλημα κατηγορικῶς τε ἅμα καὶ δι’ ἀδυνάτου συλλογιούμεθα
καὶ διὰ τῶν αὐτῶν ὅρων, τουτέστι τῆς προειρημένης ἐκλογῆς τῶν ὅρων. καὶ105

23,3

106

ἀνάπαλιν, ὃ διὰ τοῦ ἀδυνάτου ἐδείξαμεν, τοῦτο διὰ τῶν αὐτῶν ὅρων καὶ κατη‐ γορικῶς ἕξομεν συλλογίσασθαι. καὶ πρῶτόν γε, πῶς τὸ καθόλου ἀποφατικὸν διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς δεικνύμενον δι’ ἧς πεποιήμεθα ἐπιβλέψεως δείκνυται καὶ διὰ τῶν αὐτῶν ὅρων, δι’ ὧν καὶ δεικτικῶς, λέγομεν. ἔστω δὴ
5δι’ ἀδυνάτου δεῖξαι τὴν καθόλου ἀποφατικήν. εἰλήφθω οὖν πάλιν τι τῶν ἑπομένων τῷ ἀγαθῷ, τουτέστι τὸ ὠφέλιμον, καὶ τῶν ἀλλοτρίων τῆς ἡδονῆς, οἷον ὁ πόνος, ταὐτὸ ὑπάρχον. προέρχεται οὖν ἡ δεῖξις οὕτως· ἐπεὶ τὸ ὠφέ‐ λιμον ταὐτὸν τῷ πόνῳ, τὸ δὲ ὠφέλιμον παντὶ τῷ ἀγαθῷ, καὶ ὁ πόνος ἄρα παντὶ τῷ ἀγαθῷ [:ἐπ’ εὐθείας δεῖξις. εἰς ἀδύνατον ἀπαγωγή:], τῇ δὲ ἡδονῇ
10οὐδεμιᾷ. τούτων οὖν ὄντων λέγω, ὅτι τὸ ἀγαθὸν τῇ ἡδονῇ οὐδεμιᾷ ὑπάρχει. εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ τινί. οὐκοῦν, ἐπεὶ τὸ μὲν ὠφέλιμον παντὶ τῷ ἀγαθῷ, τὸ δὲ ἀγαθὸν τινὶ τῶν ἡδονῶν, συνάγεται, ὅτι τὸ ὠφέλιμον τινὶ τῶν ἡδονῶν· ὑπέκειτο δὲ καὶ οὐδεμιᾷ, ὅπερ ἀδύνατον· τὸ γὰρ ὠφέλιμον ταὐτὸν ἦν τινὶ τῶν ἀλλοτρίων τῆς ἡδονῆς, τουτέστι τῷ πόνῳ. εἰ τοίνυν τῇ
15ὑποθέσει ταύτῃ τῇ λεγούσῃ ‘ὑπάρχει τὸ ἀγαθὸν τινὶ τῶν ἡδονῶν‘ ἀδύνατόν τι ἠκολούθησε τῷ τὸ αὐτὸ τῷ αὐτῷ, τὸ ὠφέλιμον τῇ ἡδονῇ καὶ οὐδεμιᾷ καὶ τινὶ ὑπάρχειν, ψεῦδος ἄρα τὸ τινὶ τῇ ἡδονῇ τὸ ἀγαθὸν ὑπάρχειν, ἀληθὲς δὲ τὸ μηδενί. ὁμοίως ἕξει καὶ ἐπὶ τῆς μερικῆς καταφατικῆς. ταῖς γὰρ αὐταῖς μεθόδοις δείξομεν διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς καὶ τοῦτο τὸ πρόβλημα διὰ
20τοῦ λαμβάνειν τινὰ τῶν, οἷς ἀμφότεροι ἕπονται οἱ ὅροι, λέγω δὴ τὸ κατὰ φύσιν καὶ τὴν ὑγίειαν, ταὐτὰ ἀλλήλοις ὄντα. δείκνυμεν οὖν πάλιν διὰ τοῦ ἀδυνάτου οὕτως· λέγω γάρ, ὅτι τὸ ἀγαθὸν τινὶ ἡδονῇ ὑπάρχει. πῶς; τὸ ἀγαθὸν πάσῃ τῇ ὑγιείᾳ, ἡ ἡδονὴ πάσῃ τῇ ὑγιείᾳ, καὶ τὸ ἀγαθὸν τινὶ ἡδονῇ. εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ οὐδενί. ἐπεὶ οὖν τὸ ἀγαθὸν οὐδεμιᾷ τῇ
25ἡδονῇ, ἡ δὲ ἡδονὴ πάσῃ τῇ ὑγιείᾳ, καὶ τὸ ἀγαθὸν ἄρα οὐδεμιᾷ ὑγιείᾳ· ἀλλ’ ὑπέκειτο καὶ πάσῃ, ὅπερ ἀδύνατον· τὸ γὰρ κατὰ φύσιν, καθ’ οὗ παντὸς ἦν τὸ ἀγαθόν, ταὐτὸν τῇ ὑγιείᾳ, ὥστε καὶ τῇ ὑγιείᾳ πάσῃ ὑπάρχειν τὸ ἀγαθόν. ψευδὴς ἄρα ἡ ὑπόθεσις ἡ λέγουσα οὐδεμιᾷ ἡδονῇ τὸ ἀγαθόν· οὐκοῦν ἀληθὲς τὸ τινί, ὅπερ ἔδει δεῖξαι. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων προβλημάτων, τοῦ τε
30καθόλου καταφατικοῦ καὶ τοῦ μερικοῦ ἀποφατικοῦ. ἐδεικνύομεν 〈οὖν〉 τὸ καθόλου καταφατικὸν λαμβάνοντες τά, οἷς ἕπεται τὸ ἀγαθόν, καὶ τὰ ἑπόμενα τῇ ἡδονῇ ταὐτά· οἷον τὸ ἀγαθὸν παντὶ ἀλύπῳ, τὸ ἄλυπον πάσῃ ἡδονῇ, καὶ τὸ ἀγαθὸν πάσῃ ἡδονῇ. ἔσται οὖν διὰ τῶν αὐτῶν ὅρων τὸ αὐτὸ καὶ δι’ ἀδυνάτου δεῖξαι. λέγω, ὅτι πάσῃ τῇ ἡδονῇ τὸ ἀγαθὸν ὑπάρχει. εἰ δὲ τοῦτο ψευδές, ἀληθὲς
35τὸ οὐ παντί. ἐπεὶ οὖν τὸ ἀγαθὸν οὐ πάσῃ ἡδονῇ, τὸ δὲ ἄλυπον πάσῃ τῇ ἡδονῇ, συνάγεται ἐν τρίτῳ σχήματι τὸ ἀγαθὸν οὐ παντὶ ἀλύπῳ· ὑπέκειτο δὲ καὶ παντί, ὅπερ ἀδύνατον. κατὰ παντὸς γὰρ τοῦ σωματικῶς ἀγαθοῦ τὸ ἀγαθόν· τὸ δὲ σωματικὸν ἀγαθὸν ταὐτὸν ἦν τῷ ἀλύπῳ· ὥστε καὶ τοῦ ἀλύπου κατὰ
παντὸς τὸ ἀγαθόν. ἔστι καὶ ἐν δευτέρῳ σχήματι τὸ αὐτὸ συναγαγεῖν. ἐπεὶ106

23,3

107

γὰρ τὸ ἀγαθὸν οὐ πάσῃ ἡδονῇ, ὡς ἡ ὑπόθεσις, ἦν δὲ καὶ παντὶ τῷ ἀλύπῳ τὸ ἀγαθόν· ταὐτὸν γὰρ τῷ σωματικῷ ἀγαθῷ τὸ ἄλυπον· τῷ δὲ σωματικῷ ἀγαθῷ παντὶ τὸ ἀγαθόν· ὥστε συνάγεται τὸ ἄλυπον οὐ πάσῃ ἡδονῇ· ὑπέ‐ κειτο δὲ καὶ παντί, ὅπερ ἀδύνατον· ψευδὴς ἄρα ἡ ὑπόθεσις, ὅτι τὸ ἀγαθὸν
5οὐ πάσῃ τῇ ἡδονῇ, ἀληθὲς δὲ τὸ παντί. ὁμοίως τὸ μερικὸν ἀποφατικὸν ἐδείκνυτο ταὐτοῦ ὄντος τοῦ ἀλλοτρίου τοῦ ἀγαθοῦ καὶ τοῦ, ᾧ ἕπεται ἡ ἡδονή, οἷον τὸ ἀγαθὸν οὐδενὶ παρανόμῳ ἀφροδισίῳ, τὸ παράνομον ἀφροδίσιον τινὶ ἡδονῇ, τὸ ἀγαθὸν ἄρα οὐ πάσῃ ἡδονῇ. πάλιν οὖν δείξομεν τοῖς αὐτοῖς ὅροις καὶ διὰ τοῦ ἀδυνάτου. λέγω γάρ, ὅτι τὸ ἀγαθὸν οὐ πάσῃ τῇ ἡδονῇ ὑπάρχει·
10εἰ δὲ τοῦτο ψευδές, ἀληθὲς τὸ παντί. ἐπεὶ οὖν πάσῃ ἡδονῇ τὸ ἀγαθόν, ἡ δὲ ἡδονὴ παντὶ τῷ παρανόμῳ ἀφροδισίῳ, καὶ τὸ ἀγαθὸν ἄρα παντὶ παρανόμῳ ἀφροδισίῳ· ὑπέκειτο δὲ καὶ οὐδενί, ὅπερ ἀδύνατον. τὸ γὰρ ἀγαθὸν οὐδενὶ τῷ παρανόμῳ ἀφροδισίῳ· ταὐτὸν δὲ τὸ παράνομον ἀφροδίσιον τῷ, ᾧ ἕπεται ἡ ἡδονή· οὐκοῦν οὐδὲ τῶν ἀφροδισίων οὐδενὶ τὸ ἀγαθόν. ψεῦδος οὖν τὸ πάσῃ
15τῇ ἡδονῇ τὸ ἀγαθὸν ὑπάρχειν· οὐκοῦν ἀληθὲς τὸ οὐ παντί. δυνατὸν δὲ καὶ ἐν δευτέρῳ σχήματι καὶ ἐν τρίτῳ τὸ ἀδύνατον ἀπαγαγεῖν, ἐν μὲν δευτέρῳ, ἐπεὶ τὸ ἀγαθὸν πάσῃ ἡδονῇ, τῶν δὲ παρανόμων ἀφροδισίων οὐδενί, καὶ ἡ ἡδονὴ ἄρα τῶν παρανόμων ἀφροδισίων οὐδενί· ὑπέκειτο δὲ καὶ παντί· ἐν δὲ τρίτῳ. ἐπειδὴ τὸ ἀγαθὸν τῇ ἡδονῇ πάσῃ, τὸ δὲ 〈ἀφροδίσιον τινὶ ἡδονῇ, καὶ τὸ
20ἀγαθὸν ἄρα τινὶ〉 ἀφροδισίῳ· ὑπέκειτο δὲ καὶ οὐδενί. Καὶ καθ’ ἕκαστον δὲ πρόβλημα ἀντιστρέφουσιν ἀλλήλαις αἱ δείξεις αὗται· ὃ γὰρ δι’ ἀδυνάτου δείκνυται, τοῦτο διὰ τῶν αὐτῶν ὅρων καὶ δεικτικῶς, καὶ ὃ δεικτικῶς, τοῦτο διὰ τῶν αὐτῶν ὅρων καὶ δι’ ἀδυνάτου. ἐπεὶ οὖν ἐξεθέ‐ μεθα τὴν δι’ ἀδυνάτου, δεικτέον ἡμῖν τὸ αὐτὸ καὶ διὰ τῶν αὐτῶν καὶ δεικτι‐
25κῶς, οἷον εἰ τὴν καθόλου ἀπόφασιν ἐδείξαμεν δι’ ἀδυνάτου ὑποθέμενοι τὸ ἀντικείμενον καὶ τούτῳ εὑρόντες τι ἀδύνατον ἀκολουθοῦν. λέγω δὴ τὸ ὠφέ‐ λιμον τινὶ ἡδονῇ ἀκολουθεῖν οὐδεμιᾷ ὑπάρχον· ἐὰν τὸ ψευδὲς συμπέρασμα εἰς τὸ ἀληθὲς μεταλάβω, λέγω δέ, ὅτι τὸ ὠφέλιμον οὐδεμιᾷ ἡδονῇ, εἶτα προσθῶμεν τὴν ἑτέραν πρότασιν, ἥτις καὶ ἐν τῇ δι’ ἀδυνάτου ὑπῆρχε, τὴν
30ὅτι τὸ ὠφέλιμον παντὶ ἀγαθῷ, συνάγεται δεικτικῶς ἐν δευτέρῳ σχήματι, ὅτι τὸ ἀγαθὸν οὐδεμιᾷ ἡδονῇ. ἀναληπτέον οὖν τὰ εἰρημένα, ἵνα δείξωμεν ἀν‐ τιστρεφούσας ἀλλήλαις τήν τε ἐπ’ εὐθείας καὶ τὴν δι’ ἀδυνάτου δεῖξιν. ἤδη μὲν οὖν πάλιν πρὸς τὴν δεικτικὴν ἀντιστρέφομεν τὴν δι’ ἀδυνάτου· εἰ γὰρ δέδεικται δεικτικῶς διὰ τοῦ δευτέρου σχήματος, ὅτι τὸ ἀγαθὸν οὐδεμιᾷ ἡδονῇ,
35ἐὰν τὸ ἀντικείμενον τούτῳ λάβωμεν τὸ τινί, δείκνυμεν πάλιν τὸ αὐτὸ καὶ δι’ ἀδυνάτου. εἰ γὰρ τινὶ ἡδονῇ 〈τὸ〉 ἀγαθόν, τὸ δὲ ὠφέλιμον παντὶ τῷ ἀγαθῷ, συνάγεται πάλιν ἐν πρώτῳ σχήματι τὸ ὠφέλιμον τινὶ ἡδονῇ· ἀλλ’ ὑπέκειτο οὐδεμιᾷ· ψεῦδος ἄρα τὸ τινὶ τῇ ἡδονῇ τὸ ἀγαθόν· οὐκοῦν οὐδενί. δέδεικται οὖν διὰ τούτων, ὅτι ἀντιστρέφουσιν ἀμφότεραι αἱ δείξεις, ἥ τε δεικτικὴ καὶ
40ἡ διὰ τοῦ ἀδυνάτου. καὶ διὰ τῆς αὐτῆς μεθόδου, λέγω δὴ τῶν ἑπομένων καὶ
οἷς ἕπονται καὶ τῶν ἀλλοτρίων, ἀμφότεραι προέρχονται. ἐπεὶ δὲ ἐπὶ μόνης107

23,3

108

τῆς καθόλου ἀποφατικῆς τὸν λόγον ἐγυμνάσαμεν τῶν ἀντιστροφῶν, ἰστέον, ὡς τὰ αὐτὰ καὶ ἐπὶ τῶν λοιπῶν προβλημάτων συμβαίνει· ἐν ἅπασι γὰρ τοῖς δι’ ἀδυνάτου δεικνύουσί τι συλλογισμοῖς δεῖ κοινόν τινα ὅρον ἕτερον ὄντα παρ’ ἀμφοτέρους τοὺς ἄκρους ὅρους 〈λαβεῖν〉. κοινὸν δέ φημι οὐχὶ ἀντὶ τοῦ μέσου
5κοινωνίαν ἔχοντα πρὸς ἑκάτερον καὶ δι’ αὑτοῦ τοὺς ἄκρους συνδέοντα, ἀλλὰ κοινόν φημι ἔν τε τῇ ἐπ’ εὐθείας δείξει παραλαμβανόμενον τὸν αὐτὸν καὶ ἐν τῇ δι’ ἀδυνάτου. οἱ οὖν ἐξ ἀρχῆς ὑποκείμενοι ὅροι, λέγω δὴ οἱ τοῦ προ‐ βλήματος, τό τε ἀγαθὸν καὶ ἡ ἡδονή, περὶ ὧν ἡ σκέψις, οἱ αὐτοὶ ἐν ἀμφο‐ τέροις· δεῖ καὶ ἕτερόν τινα παρὰ τούτους ἐν ἀμφοτέραις ταῖς ἀποδείξεσι τὸν
10αὐτὸν εὑρίσκεσθαι· σαφὲς ὡς ἐκ τῶν αὐτῶν ὅρων ἀμφότεραι αἱ ἀποδείξεις περαίνονται. ὅτι δὲ κοινός τις παρὰ τοὺς κειμένους ὅρους ἐν ἀμφοτέραις λαμ‐ βάνεται, δῆλον ἐντεῦθεν· καὶ γὰρ ἐν ταῖς προκειμέναις δείξεσι, τῇ τε ἐπ’ εὐθείας καὶ τῇ δι’ ἀδυνάτου, ἔστι κοινὸς ὅρος τὸ Β, τὸ ἀγαθόν. οὗτος γὰρ ἐπὶ μὲν τῆς ἐπ’ εὐθείας δείξεως ἀληθῶς ἀπεφάσκετο τοῦ Ε, τῆς ἡδονῆς, καὶ
15ἐποίει τὴν ἐλάττονα πρότασιν· ἐπὶ δὲ τῆς δι’ ἀδυνάτου κατεφάσκετο τοῦ Ε, τῆς ἡδονῆς, ἐν τῷ συμπεράσματι. πρὸς τοῦτον οὖν τὸν κοινὸν ὅρον τὸ ψευδὲς γίνεται συμπέρασμα· συνήγετο γὰρ ψευδῶς, ὅτι τὸ Β τινὶ τῶν Ε. ταύτης οὖν τῆς ψευδοῦς προτάσεως, ἥτις ἦν τῆς δι’ ἀδυνάτου ἀπαγωγῆς συμπέρασμα, μεταληφθείσης εἰς τὴν ἀληθῆ, οἷον ἀντὶ τοῦ λέγειν, ὅτι τὸ ὠφέλιμον τινὶ
20ἡδονῇ, ἵνα λάβω ὅτι οὐδεμιᾷ, ὅπερ καὶ ἐξ ἀρχῆς ὑπέκειτο, τῆς δὲ ἑτέρας προτάσεως φυλαττομένης, δηλονότι τῆς πρὸς τὸν μείζονα ὅρον τοῦ μέσου τῆς ὅτι παντὶ τῷ ἀγαθῷ τὸ ὠφέλιμον ὑπάρχει, οὕτως, φησίν, ἔσται δεικτικὸς ὁ δι’ ἀδυνάτου συλλογισμός· τὸ γὰρ ὠφέλιμον παντὶ μὲν τῷ ἀγαθῷ, οὐδεμιᾷ δὲ ἡδονῇ· οὐκοῦν καὶ τὸ ἀγαθὸν οὐδεμιᾷ ἡδονῇ ὑπάρξει. διαφέρει δὲ ὁ δεικτι‐
25κὸς τοῦ εἰς τὸ ἀδύνατον, ὅτι ἐν μὲν τῷ δεικτικῷ ἀμφότεραι αἱ προτάσεις ὡς ἀληθεῖς λαμβάνονται εἰς τὴν δεῖξιν τοῦ προκειμένου, ἐν δὲ τῷ δι’ ἀδυνάτου ψευδὴς ἡ ἑτέρα λαμβάνεται, ἣν ὑποτίθενται οἱ δεικνύναι βουλόμενοι τὸ ἀντικεί‐ μενον ταύτης. ταῦτα μὲν οὖν ἐν τοῖς ἑξῆς, λέγω δὲ ἐν τῷ μετὰ τοῦτο βιβλίῳ, ἀκριβέστερον εἰσόμεθα. νῦν δὲ ἐκ τῶν εἰρημένων γνώριμόν ἐστιν, ὅτι δεῖ εἰς
30ταὐτὰ βλέπειν, τά τε ἑπόμενα δηλονότι τοῖς ὅροις τοῖς τοῦ προβλήματος καὶ οἷς ἕπονται αὐτοὶ καὶ εἰς τὰ μὴ ἐνδεχόμενα αὐτοῖς ὑπάρχειν, ἄν τε δεικτικῶς τις βούληται συνάγειν, ἄν τε δι’ ἀδυνάτου· διὰ γὰρ τῶν αὐτῶν ἐπιβλέψεων ἀμφοτέροις τοῖς τρόποις ἡ τῶν δείξεων εὐπορία. Ἐν δὲ τοῖς ἄλλοις συλλογισμοῖς τοῖς ἐξ ὑποθέσεως, οἷον ὅσοι κατὰ μετά‐
35ληψιν ἢ κατὰ ποιότητα ἦσαν τῶν ὑποθετικῶν, οὐκ ἐν τοῖς ἐξ ἀρχῆς ὑπο‐ κειμένοις ἀλλ’ ἐν τοῖς μεταλαμβανομένοις καὶ ἐπὶ τούτων ἡ ζήτησις ἔσται. ἐν γὰρ τῷ ὑποθετικῷ τῷ ‘εἰ ἡ ψυχὴ ἀεικίνητος, ἀθάνατος, ἀλλὰ μὴν ἀεικί‐ νητοσ‘ οὐκέτι τῶν ἐν τῇ πρώτῃ προτάσει τῇ ὑποθετικῇ 〈τῇ〉 ‘εἰ ἡ ψυχὴ
ἀεικίνητος, ἀθάνατός ἐστι‘ τὴν προειρημένην ἐκλογὴν ποιήσομεν ζητοῦντες,108

23,3

109

τίνα ἕπεται τῷ ἀεικίνητον εἶναι τὴν ψυχήν, καὶ τίσι τοῦτο ἕπεται, καὶ τίνα οὐχ οἷά τε ὑπάρχειν αὐτῷ· ὁμοίως οὐδὲ τῷ ἀθάνατον εἶναι τὴν ψυχήν· ἀλλὰ ληψόμεθα τοὺς ἐν τῇ μεταλήψει ἢ προσλήψει ὅρους (εἰσὶ δὲ οὗτοι ἥ τε ψυχὴ καὶ τὸ ἀεικίνητον), καὶ ἐπὶ τούτων τὴν προειρημένην ἐκλογὴν ποιησόμεθα·
5τοῦτο γάρ ἐστι τὸ ὀφεῖλον δειχθῆναι διὰ συλλογισμοῦ. ἂν γὰρ ληφθῇ τῷ μὲν αὐτοκινήτῳ καὶ ἐξ αὐτοῦ κινουμένῳ ἕπεσθαι τὸ ἀεικίνητον, τῇ δὲ ψυχῇ τὸ αὐτοκίνητον, εἴη ἂν δεικνύμενον τὸ τὴν ψυχὴν ἀεικίνητον εἶναι. λέγω δὲ κατὰ μετάληψιν μὲν τοὺς κατὰ πρόσληψιν λεγομένους, οἵ εἰσι μικτοί, κατὰ ποιότητα δὲ τοὺς ἀπὸ τοῦ μᾶλλον καὶ ἧττον καὶ ὁμοίου δεικνύντας, ἐπειδὴ
10ταῦτα, τὸ ὅμοιον καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον, [δεικνύντας, ἐπειδὴ ταῦτα, τὸ ὅμοιον καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον] τῷ ποιῷ παρακολουθεῖ, οἳ καὶ αὐτοὶ γίνονται κατὰ μετάληψιν· καὶ γὰρ καὶ ἐπὶ τῶν οὕτως δεικνυμένων ἄλλο μὲν ὑποτίθεται, ἄλλου δὲ ἡ δεῖξις καὶ ὁ συλλογισμὸς γίνεται, ὃ καὶ αὐτὸ μεταλαμ‐ βανόμενον λέγω. ὁ γὰρ δεικνύς, ὅτι μή ἐστιν ἐν τῷ πλουτεῖν τὸ εὐδαιμονεῖν,
15διὰ τοῦτο, ὅτι μηδὲ ἐν τῷ ὑγιαίνειν, ὑποτίθεται μὲν ‘εἰ ὃ μᾶλλον ἂν δόξαι αὔταρκες εἶναι πρὸς εὐδαιμονίαν, τοῦτο μή ἐστιν αὔταρκες, οὐδὲ τὸ ἧττον ἐκείνου εἴη ἂν αὔταρκεσ‘· ὑγεία δὲ πλούτου μᾶλλον δοκοῦν εἶναι αὔταρκες πρὸς εὐδαιμονίαν οὐκ ἔστιν αὔταρκες· οὐδ’ ἄρα ὁ πλοῦτος. τὸ μὲν μὴ εἶναι τὸν πλοῦτον αὐτάρκη πρὸς εὐδαιμονίαν, εἴ γε μηδὲ ὑγίεια, ὑπόκειται. δειχθείη
20δ’ ἂν διὰ συλλογισμοῦ, ὅτι μηδὲ ὑγίεια πρὸς εὐδαιμονίαν αὔταρκες, οὕτως· ὑγιαίνουσί τινες κακίαν ἔχοντες, οὐδεὶς κακίαν ἔχων εὐδαιμονεῖ, οὐκ ἄρα οἱ ὑγιαίνοντες εὐδαιμονοῦσιν, οὐκ αὐτάρκης ἄρα ἡ ὑγίεια πρὸς εὐδαιμονίαν. ἔστι καὶ οὕτως δεῖξαι· ἡ ὑγίεια οὐκ ἔστιν αὐτάρκης πρὸς τὸ ζῆν ἀναμαρτήτως, 〈ἡ εὐδαιμονία αὐτάρκης ἐστὶ πρὸς τὸ ζῆν ἀναμαρτήτωσ〉, ἡ ὑγίεια 〈ἄρα〉 οὐκ ἔστιν
25αὐτάρκης πρὸς εὐδαιμονίαν. ἢ οὕτως· ἐν τῷ ὑγιαίνειν οὐκ ἐσμὲν ἀναμάρτητοι· ἐν δὲ τῷ εὐδαιμονεῖν 〈ἀναμάρτητοί ἐσμεν· οὐκ ἄρα ἐν τῷ ὑγιαίνειν〉 τὸ εὐδαι‐ μονεῖν. δεῖ οὖν τὰς προειρημένας ἐκλογὰς ποιεῖσθαι τῆς τε ὑγιείας καὶ τοῦ αὐτάρκους πρὸς εὐδαιμονίαν· ταῦτα γὰρ τὰ δεικνύμενα διὰ συλλογισμοῦ. καὶ ἔστιν ἡ δεῖξις γεγονυῖα διὰ τοῦ τὸ ἑπόμενον τῇ εὐδαιμονίᾳ, ὅ ἐστι τὸ ἀναμάρ‐
30τητον, μὴ ὑπάρχειν τῇ ὑγείᾳ. καὶ τοιοῦτοι μὲν οἱ ἀπὸ τοῦ μᾶλλον ὄντες ἀνασκευαστικοί. οἱ δὲ ἀπὸ τοῦ ἧττόν εἰσι μὲν ἔμπαλιν ἔχοντες τούτοις (κατασκευαστικοὶ γάρ εἰσιν), ἔχουσι δὲ οὕτως· εἰ τὸ ἧττον ἀγαθὸν ἀγαθόν ἐστι, καὶ τὸ μᾶλλον ἀγαθὸν ἀγαθὸν ἂν εἴη· ἀλλὰ μὴν ἡ ὑγίεια ἀρετῆς ἧττον οὖσα ἀγαθὸν ἀγαθόν ἐστι· καὶ ἡ ἀρετὴ ἄρα. πάλιν γὰρ καὶ ἐνταῦθα ὁ συλλο‐
35γισμὸς τοῦ ὅτι ἡ ὑγίεια ἀγαθὸν δεικτικῶς, ἐξ ὑποθέσεως 〈δὲ〉 τούτου δειχθέν‐ τος λαμβάνεται ἡ ἀρετὴ ἀγαθὸν εἶναι. τούτων οὖν δεῖ ποιεῖσθαι τὴν ἐκ‐ λογήν, ἥτις ἔσται λαβόντων ἡμῶν τὸ μὲν ἀγαθὸν ἕπεσθαι τῷ κατὰ φύσιν, τὸ δὲ κατὰ φύσιν τῇ ὑγιείᾳ πάλιν. ὁ δὲ ἀπὸ τοῦ ὁμοίου πρὸς ἄμφω χρήσιμος,
καὶ πρὸς ἀνασκευὴν καὶ πρὸς κατασκευήν· τῶν γὰρ ὁμοίως ἐχόντων τι εἰ109

23,3

110

θάτερον ἔχοι αὐτό, καὶ θάτερον ἂν ἔχοι, καὶ εἰ μὴ ἔχοι πάλιν θάτερον, οὐδ’ ἂν τὸ ἕτερον ἔχοι. καὶ ἔστι τὸ μὲν δεικνύμενον διὰ συλλογισμοῦ καὶ ἐπὶ τούτων 〈τὸ〉 ἕτερον· τὸ δὲ ἕτερον ἐξ ὑποθέσεως τὴν δεῖξιν λαμβάνει καὶ διὰ τὴν ὑπόθεσιν. ἐκείνου οὖν δεῖ ποιεῖσθαι τὴν ἐκλογήν, οἷον εἰ ὁμοίως οὖσα ἡ
5εὐγένεια τῷ πλούτῳ αἱρετὸν ἀγαθόν ἐστι, καὶ ὁ πλοῦτος ἀγαθόν· ἡ δὲ εὐγένεια ὁμοίως οὖσα αἱρετὴ τῷ πλούτῳ ἀγαθόν ἐστι. τοῦ γὰρ τὴν εὐγέ‐ νειαν ἀγαθὸν εἶναι ὁ συλλογισμός, τὰ δ’ ἄλλα ὑπόκειται. ὅτι δὲ ἡ εὐγένεια ἀγαθόν, δεικνύοιτ’ ἂν διὰ τῆς ἐκλογῆς, εἰ ληφθείη τὸ μὲν ἀγαθὸν ἕπεσθαι τῷ αἱρετῷ (πᾶν γὰρ αἱρετὸν ἀγαθόν), τῇ δὲ εὐγενείᾳ τὸ αἱρετόν· ἡ γὰρ
10εὐγένεια αἱρετόν. οὐκοῦν καὶ ἐπὶ τῶν τοιούτων συλλογισμῶν, οὓς κατὰ ποιό‐ τητα λέγειν ἡμῖν ἔθος, ἐπὶ τῶν κατὰ μετάληψιν ὁ συλλογισμὸς ἀλλ’ οὐ τῶν ὑποκειμένων γίνεται ἀλλὰ τῶν μεταλαμβανομένων. τούτων οὖν χρὴ καὶ τὴν ἐκλογὴν ποιεῖσθαι. τὸ δὲ ‘ἐν τοῖς ὑποκειμένοισ‘ εἴρηται ἡμῖν ἀντὶ τοῦ ‘περὶ τῶν ὑποκειμένων‘· ἔστι γὰρ τὸ λεγόμενον ‘ὅσοι κατὰ μετάληψιν ἢ κατὰ ποιό‐
15τητα περὶ τῶν ὑποκειμένων δεικνύουσιν‘. ἐπὶ δὴ τούτων ἔσται ἡ σκέψις οὐκ ἐν τοῖς ἐξ ἀρχῆς ἀλλ’ ἐν τοῖς μεταλαμβανομένοις, ἐπεὶ καὶ ὁ συλλογισμὸς τούτων. ἡ δὲ σκέψις καὶ ἡ ἐκλογὴ καὶ ἐπὶ τούτων ἡ αὐτὴ ἔσται, ὁποίαν καὶ ὑπεγράψαμεν. Ἐπισκέψασθαι δὲ δεῖ καὶ διελεῖν, ποσαχῶς οἱ ἐξ ὑποθέσεως· πάντες γὰρ
20ὑποπίπτειν δύνανται τῇ ἐκκειμένῃ τῶν ὅρων ἐκλογῇ τε καὶ τῇ δι’ αὐτῶν δείξει. εἰ δὲ ἐπισκέπτοιτό τις αὐτοὺς καὶ διέλοι, εὑρήσει τοῦτο οὕτως ἔχον. εἰπὼν γὰρ τούς τε κατὰ μετάληψιν καὶ τοὺς κατὰ ποιότητα δεῖν φημι ἐπι‐ σκέψασθαι καὶ τοὺς ἄλλους τοὺς ἐξ ὑποθέσεως· ἐξ ὑποθέσεως γὰρ καὶ οἱ διαιρετικοὶ καὶ οἱ ἐξ ὁμολογίας. δεῖν οὖν φημι τῶν ἐξ ὑποθέσεων προσεχε‐
25στέραν ποιεῖσθαι τὴν διαίρεσιν. Δυνατὸν δὲ ἔνια τῶν προβλημάτων, λέγω δὲ τὰ καθόλου, καὶ ἄλλως συλλογίσασθαι, λέγω δὲ ἐξ ὧνπερ καὶ τὰ μερικὰ συνελογισάμεθα, τὸ μὲν καθόλου καταφατικὸν διὰ τῶν, οἷς ἕπονται ἀμφότεροι οἱ ὅροι (διὰ τούτων γὰρ τὸ μερικὸν καταφατικὸν ἐδείκνυτο), τὸ δὲ καθόλου ἀποφατικὸν διὰ τῶν ἀλλο‐
30τρίων τοῦ κατηγορουμένου καὶ τῶν, οἷς ἕπεται ὁ ὑποκείμενος· διὰ τούτων γὰρ τὸ μερικὸν ἀποφατικὸν ἐδείκνυτο. πῶς οὖν διὰ τούτων συλλογισόμεθα τὰ καθόλου; οὐχ ἁπλῶς, ἀλλ’ ἐξ ὑποθέσεως· ἐξ ὑποθέσεως δὲ λέγω οὐχ ὅτι τι ὑποθετικῶς ἀλλ’ ὅτι καθ’ ὑπόθεσιν λαμβανόντων τι ἡμῶν. τί οὖν τοῦτό ἐστιν; ἐλέγομεν ἐξ ἀρχῆς, ὅτι οὐ μόνον τὰ κατ’ οὐσίαν ὑπάρχοντα τοῖς
35πράγμασιν ἐκλέγειν δεῖ ἀλλὰ καὶ τὰ ἴδια. ἐὰν οὖν ὑποθώμεθα ἐν τοῖς ὑπο‐ κειμένοις τῇ ἡδονῇ ἴδιόν τι εἶναι, ἐπειδὴ τὸ ἴδιον ἀντιστρέφει πρὸς τό, οὗ ἴδιόν ἐστι, οἷον εἰ τὸ Ε τῷ Η παντί, καὶ τὸ Η παντὶ τῷ Ε· ἐπεὶ οὖν τὸ μὲν Α παντὶ τῷ Γ, ταὐτὸν δὲ εἰπεῖν τῷ Η, τὸ δὲ Η παντὶ τῷ Ε, οὐκοῦν καὶ
τὸ Α πάντως τῷ Ε παντί. πάλιν εἰ τὸ Α τῷ Δ οὐδενί, ταὐτὸν δὲ εἰπεῖν110

23,3

111

τῷ Η, τὸ δὲ Η παντὶ τῷ Ε, καὶ τὸ Α οὐδενὶ τῷ Ε. τὸ αὐτὸ δηλονότι ποιοῦσι καὶ οἱ ὁρισμοὶ ἀντιστρέφοντες πρὸς τὸ ὁριστόν. Ἐπεὶ δὲ ὡς ἐπὶ ὑπαρχουσῶν προτάσεων ἐγυμνάσαμεν τὸν λόγον, ἰστέον, ὡς ὅσα εἴρηται περὶ τῶν ὑπαρχουσῶν, ταῦτα καὶ περὶ τῶν ἀναγκαίων καὶ τῶν ἐνδε‐
5χομένων λέγειν ἔχομεν. οὕτω γὰρ δεῖ τάς τε ἐκλογὰς αὐτῶν ποιεῖσθαι καὶ τὰς ἐπιβλέψεις καθ’ ἕκαστον πρόβλημα ἐπισημειουμένους, τί μὲν ἀναγκαίως ὑπάρχει, τί δὲ ἀδυνάτως· τοσοῦτον γὰρ μόνον διοίσει τοῦ ἐνδεχομένου τὸ ὑπάρχον τῷ πρότερον εἶναι κατὰ τὴν τάξιν τὸ ὑπάρχον διὰ τὸ τὸ μὲν ἐκβεβηκέναι τὸ δὲ μέλ‐ λειν. οὕτως γὰρ τούτων ἐκλεγομένων συνάξομεν ἐκ μὲν τῶν ἀναγκαίων προτάσεων
10ἀναγκαῖον, ἐκ δὲ τῶν ἐνδεχομένων ἐνδεχόμενον. ἐπεὶ δὲ λέγεται ἐνδεχόμενον καὶ ὃ ὑπάρχει μὲν ἤδη, ἐνδεχομένως δ’ ὑπάρχει καὶ οὐκ ἀναγκαίως, λέγεται δὲ ἐνδεχόμενον καὶ ὃ μήπω μὲν ὑπάρχει, δυνατὸν δὲ καὶ ὑπάρξαι, ὅπερ κυρίως ἐστὶν ἐνδεχόμενον (ἐκεῖνο γὰρ ὑπάρχον ἦν), εἰς τὰς ἐνδεχομένας προτάσεις παρα‐ ληπτέον καὶ τοῦτο τὸ ἐνδεχόμενον, ὅπερ καὶ κυρίως ἐστὶν ἐνδεχόμενον. ὁμοίως δ’
15ἔχει καὶ ἐπὶ τῶν λοιπῶν τρόπων, τοῦ σαφῶς, τοῦ καλῶς, τοῦ ὠφελίμως, τοῦ ἐπαινετῶς, καὶ τῶν τοιούτων. ἡ αὐτὴ οὖν μέθοδος τῆς εὐπορίας καὶ ἐπὶ τούτων. Φανερὸν οὖν ἐκ τῶν εἰρημένων οὐ μόνον ἐνδέχεσθαι τοὺς συλλογισμοὺς πάντας γίνεσθαι κατὰ τὴν εἰρημένην μέθοδον, ἀλλὰ καὶ ὅτι δι’ ἄλλης μεθόδου ἀδύνατον. πᾶς μὲν γὰρ συλλογισμὸς διά τινος τῶν τριῶν σχημάτων γίνεται·
20αἱ γὰρ λαμβανόμεναι προτάσεις συλλογιστικῶς κατά τι τῶν σχημάτων τούτων λαμβάνονται· τὰ δὲ σχήματα ταῦτα καὶ τὰς κατ’ αὐτὰ συζυγίας οὐχ οἷόν τε ἐξ ἄλλων συνίστασθαι ἢ ἐκ τῶν ἑπομένων τε αὐτοῖς καὶ τῶν, οἷς ἕπεται αὐτά, καὶ τῶν μὴ ὑπαρχόντων αὐτοῖς. ἐκ τούτων γὰρ ὁ μέσος λαμβάνεται· τὸ μὲν γὰρ καθόλου καταφατικὸν ἐκ τῶν ἑπομένων καὶ οἷς ἕπεται, τὸ δὲ
25καθόλου ἀποφατικὸν ἐκ τῶν ὑπαρχόντων καὶ μὴ ὑπαρχόντων· τὰ δὲ ἐπὶ μέρους, τό τε καταφατικὸν καὶ τὸ ἀποφατικόν, ἐκ μὲν τῶν, οἷς ἕπεται αὐτά, τὸ κατα‐ φατικόν, ἐκ δὲ τῶν, οἷς ἕπεται ταῦτα, καὶ τῶν μὴ ὑπαρχόντων τὸ ἀποφατικόν. οὐκ ἂν δὲ ταῦτα λέγοιμι περὶ δι’ ὅλου ὑποθετικῶν, ὅτι μηδὲ κυρίως ἡγοῦμαι τοὺς τοιούτους εἶναι συλλογισμοὺς οὐδεμιᾶς ὑπάρξεως ὄντας δεικτικοὺς ἀλλὰ
30[καὶ] ἀκολουθίας μόνον· οἷον εἰ ἄνθρωπος, καὶ ζῶον, εἰ ζῶον καὶ οὐσία, εἰ ἄνθρωπος ἄρα, καὶ οὐσία. ἡ μὲν οὖν πρὸς τὸ συλλογίζεσθαι ὁδός τε καὶ μέθοδος ἡ αὐτὴ ἐν πάσαις ἐπιστήμαις τε καὶ τέχναις ταῖς διὰ συλλογισμοῦ ἀπο‐ δεικνυούσαις τι τῶν οἰκείων, εἴ γε ἐκ τῶν εἰρημένων ἐπιβλέψεων πᾶς συλλο‐ γισμός. καὶ φιλοσόφῳ δὴ καὶ ἰατρῷ καὶ ῥήτορι καὶ μουσικῷ καὶ παντὶ
35συλλογιζομένῳ τι ἀναγκαία ἡ προειρημένη μέθοδός τε καὶ ὁδός· διὰ γὰρ ταύτης ἡ τῶν προτάσεων εὕρεσις, καθ’ ἃς ὁ συλλογισμός. πάντας γὰρ τοὺς συλλογιζομένους δεῖ ἐπιβλέπειν εἴς τε τὰ ἑπόμενα τούτοις, περὶ ὧν συλλογίζονται, καὶ τά, οἷς ἕπεται ταῦτα, καὶ εἰς τὰ μὴ ὑπάρχοντα αὐτοῖς καὶ ταῦτα ὡς ὅτι πλεῖστα ἐκλέγειν καὶ εὐπορεῖν αὐτῶν 〈καὶ〉 ἔχειν πρόχειρα.
40δεῖ γάρ, ὡς ἔφθημεν εἰπόντες, τὰ ὑπάρχοντα καὶ οἷς ὑπάρχει περὶ ἕκαστον111

23,3

112

ἀθρεῖν, ἵνα ἐφ’ ἑκατέρου τῶν ὅρων ζητῶμεν ἀμφότερα, καὶ τὰ ἑπόμενα 〈καὶ οἷς αὐτὸς ἕπεται, καὶ μὴ τοῦ μὲν τὰ ἑπόμενα〉 μόνον ἐκλέγωμεν τοῦ δὲ τά, οἷς ἕπεται, καὶ ταῦτα ἐν τοῖς τρισὶν ὅροις, ἐξ ὧν ὁ συλλογισμὸς γίνε‐ ται, συντιθέναι, ἄλλως μὲν ἀνασκευάζοντα, ἄλλως δὲ κατασκευάζοντα. ὑπέ‐
5γραψα γάρ, πῶς χρὴ καθ’ ἕκαστον πρόβλημα τὰς προτάσεις λαμβάνειν· οὔτε γὰρ ὁμοίως οὔτε ἐκ τῶν αὐτῶν αἰεί. ἀλλ’ ἄλλοτε μὲν 〈ἐκ τῶν, οἷς ἀμφότερα ἕπεται, ἄλλοτε δὲ τοῦ μέν, οἷς ἕπεται, τοῦ δὲ ἐκ τῶν ἑπομένων αὐτῷ, ἄλλοτε δὲ τοῦ μὲν〉 τὸ μὴ ὑπάρχον ληπτέον, τοῦ δὲ τῶν ἑπομένων τι, ποτὲ δὲ τοῦ μὲν τὸ μὴ ὑπάρχον ληπτέον, τοῦ δὲ ᾧ αὐτὸ ἕπεται. δῆλον δέ, ὡς καὶ αὐτὴ
10ἡ διαφορὰ τῶν συλλογισμῶν ἐκ τῆς διαφορᾶς τῶν ἐκλελεγμένων γένοιτο ἄν. ἐκ μὲν γὰρ τῶν ἀληθῶν λημμάτων ἀληθεῖς οἱ συλλογισμοὶ μόνον· ἂν δὲ καὶ οἰκεῖα ᾖ καὶ πρῶτα τὰ ἐκλελεγμένα, ἀποδεικτικοί. ἀληθεῖς μὲν οὖν καὶ ἀπο‐ δεικτικοὶ οἱ ἐκ γένους, ἐκ διαφορᾶς, ἐξ ἰδίου, ἐξ ὁρισμοῦ, ἐξ ἀντιστροφῆς. ἂν δὲ ᾖ 〈διὰ〉 τῶν πρὸς δόξαν, τουτέστι διὰ τῶν ἐνδόξων, διαλεκτικοί. ἡ δὲ τῶν ἐνδόξων
15προτάσεων ἐκλογὴ ὁποία τίς ἐστιν, εἴρηται ἡμῖν ἐν τῷ πρώτῳ τῶν Τοπικῶν ἐπὶ πλέον, ὡσπεροῦν καὶ ἡ τῶν ἀποδεικτικῶν ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς. Αἱ δὲ ἀρχαὶ τῶν συλλογισμῶν, τουτέστιν αἱ προτάσεις, καθόλου μὲν καὶ κοινῶς εἴρηται, πῶς ληπτέον αὐτὰς καὶ τίνα τίσι συγκριτέον τῶν ἐκλελεγμένων, βουλομένοις ἢ καθόλου καταφατικὴν 〈ἢ καθόλου ἀποφατικὴν〉 ἢ ἐπὶ μέρους
20πρότασιν λαβεῖν. οὔτε γὰρ εἰς τὰ αὐτὰ αἰεὶ οὐδὲ ἐν τοῖς αὐτοῖς τὴν ζήτησιν καὶ τὴν σύγκρισιν ποιησόμεθα, ἀλλ’ ὃν εἰσηγησάμεθα τρόπον. δεῖ δὲ καθ’ ἕκαστον τῶν ὄντων ἐκλέγειν προχειριζομένους, τίνα τε ἑπόμενα αὐτῷ ἢ τίσιν ἕπεται, τίνα δὲ μὴ ἐνδεχόμενα ὑπάρχειν αὐτῷ, οἷον τίνα τῷ ἀγαθῷ ἕπεται, τίσι τὸ ἀγαθόν, τίνα οὐχ ἕπεται τῷ ἀγαθῷ, πάλιν τίνα ἐπιστήμῃ ἕπεται, τίσιν ἐπιστήμη, τίνα οὐχ
25ὑπάρχει τῇ ἐπιστήμῃ, καὶ καθ’ ἑκάστην ἐπιστήμην τὰ ἑκάστῃ αὐτῶν οἰκεῖα· καθ’ ἑκάστην γὰρ ἐπιστήμην ἢ ἐν ταῖς πλείσταις τῶν ἐπιστημῶν ἴδιά ἐστι τά τε ἑπό‐ μενα καὶ τά, οἷς ἕπεται, καὶ τὰ μὴ ὑπάρχοντα. τὸ δὲ ‘ἐν ταῖς πλείσταισ‘ προστε‐ θείκαμεν, ὅτι ἔστι τινὰ καὶ κοινὰ ἀξιώματα, οἷς προσχρώμεθα πρὸς πάντα τὰ δεικνύμενα, ὡς τὸ κατὰ παντὸς τὴν ἀπόφασιν ἢ τὴν κατάφασιν καὶ τὸ ἂν ἀπὸ
30ἴσων ἴσα ἀφαιρεθῇ, καὶ τὰ καταλειπόμενα ἴσα εἶναι· τοῦτο γὰρ καὶ ἐπὶ 〈μεγεθῶν καὶ ἐπ’ ἀριθμῶν καὶ ἐπὶ χρόνων καὶ ἐπὶ〉 δυνάμεων ὁμοίως ἀληθές. ἀλλὰ κοινὰ μὲν ταῦτα. ἰδία δὲ τοῦ μὲν δικαίου τὸ καλὸν ἀρχή, τοῦ δ’ ἀθανάτου φέρ’ εἰπεῖν τὸ αὐτοκίνητον· ἄλλου δὲ ἄλλο τι οἰκεῖον. διό, φαμέν, τὰς προτάσεις τὰς οἰκείας ἑκάστῃ ἐπιστήμῃ τοῦ καθ’ ἕκαστα ἐπιστήμονός ἐστιν ἐκλέξαι
35ἐκ λόγων οἰκείων· ἐκ γὰρ τῶν οἰκείων ἑκάστῳ γνωρίζεται ὑπὸ τῶν περὶ αὐτὰ καταγινομένων καὶ ἐμπείρων. ἐκ γὰρ τούτων αἱ περὶ ἑκάστου ἀποδείξεις· ἐκ
γὰρ τῆς τῶν καθέκαστα πείρας ἡ τοῦ καθόλου γνῶσις, ὅ ἐστιν ἀρχή. τὸ μὲν112

23,3

113

οὖν ἐκλέγειν, τίνα οἰκεῖα καὶ τίνα μὴ τῶν ὑποκειμένων ὅρων, τῶν περὶ ἕκαστον ἐμπείρων τε καὶ εἰδημόνων ἴδιον· τὸ δὲ ταῦτα λαβόντα ἐξ αὐτῶν τούς τε συλλογισμοὺς τοὺς οἰκείους καὶ τὰς ἀποδείξεις ποιεῖσθαι τοῦ συλλογι‐ στικοῦ τε καὶ τοῦ ἀποδεικτικοῦ. μηδενὸς γὰρ ἐνδέοντος κατὰ τὴν ἱστορίαν
5ἀλλὰ πάντων ἐκλελεγμένων 〈ὁ〉 συλλογιστικός τε καὶ ἀποδεικτικός, ὧν μὲν ἐν‐ δέχεται ἀπόδειξιν γενέσθαι, ταῦτα ἀποδείξει, ὧν δὲ μὴ οἷόν τε ἀπόδειξιν γενέ‐ σθαι, τοῦτ’ αὐτὸ δῆλον ποιήσει, ὅτι μὴ οἷόν τε ἀποδεῖξαι. εἴη δ’ ἂν τοιαῦτα τά τε πρῶτα, οἷς οὐδὲν ἕπεται (τὸ γὰρ καθόλου καταφατικὸν ἐπὶ τούτων ἢ καθόλου ἀποφατικὸν οὐχ οἷόν τε συλλογίσασθαι μηδενὸς ἑπομένου· κατ’
10ἄλλων δὲ αὐτὰ συλλογιζόμεθα, ἀλλ’ οὐ τῶν προσεχῶν)· ἀλλὰ καὶ οἱ ὁρισμοί· οὐδὲ γὰρ τούτων οἷόν τε γενέσθαι ἀπόδειξιν, ὡς δείξομεν. ἀλλ’ οὐδὲ τῶν ἀτόμων ὡς ὑπαρχόντων τισὶν ἀπόδειξις ἔσται. ἀλλ’ οὐδὲ ὧν μὴ οἷόν τε λαβεῖν ταὐτά τινα ἑπόμενα ἢ ἐν τοῖς, οἷς ἕπεται, ἡγουμένων τῶν, οἷς ἕπεται, τούτων δὲ ἑπομένων αὐτοῖς ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. καθόλου μὲν οὖν
15καὶ ὁλοσχερέστερον ἐνταῦθα παραδεδώκαμεν τὴν μέθοδον τῆς εὐπορίας τῶν προτάσεων· μερικώτερον δὲ καὶ ἀκριβέστερον ἐν τοῖς Τόποις περὶ τούτων διει‐ λήφαμεν. εἴρηται γὰρ ἡμῖν ἐν ἐκείνῃ τῇ πραγματείᾳ περὶ ἐκλογῆς προτάσεων καὶ ἐν τῷ πρώτῳ καὶ ἐν τῷ τελευταίῳ τῶν εἰς ἕκαστον ἡμῖν χρησιμευουσῶν πρόβλημα, ἐν μὲν τῷ πρώτῳ ἐν οἷς ἐλέγομεν “τὰ δὲ ὄργανα, δι’ ὧν
20εὐπορήσομεν τῶν συλλογισμῶν, εἰσὶ τέσσαρα, ἓν μὲν προτάσεις λαβεῖν”, ἐν δὲ τῷ τελευταίῳ ἐν οἷς ἐλέγομεν “περὶ τάξεως δὲ καὶ τοῦ ἐρωτηματίσαι λεκτέον διελόμενον τὰς προτάσεις, ὅσαι ληπτέαι παρὰ τὰς ἀναγκαίας· ἀναγκαῖαι δ’ εἰσί, δι’ ὧν ὁ συλλογισμός”. Ὅτι δὲ ἡ διαιρετικὴ μέθοδος, ᾗ ἐχρῶντο οἱ πρὸ ἡμῶν πρὸς τὴν προτά‐
25σεων εὕρεσιν καὶ τὴν τῶν οἰκείων ὅρων τοῦ ζητουμένου λῆψιν διὰ τῆς τῶν γενῶν διαιρέσεως, μικρὸν μέρος ἐστὶ τῆς ὑφ’ ἡμῶν εἰρημένης τε καὶ παρα‐ δεδομένης συλλογιστικῆς μεθόδου, ῥᾴδιον ἰδεῖν. μικρὸν μὲν οὖν μόριον τῆς ἡμετέρας μεθόδου τὴν διαιρετικὴν εἶπον, ὅτι δὴ καὶ αὐτὴ λαμβάνειν τὰ τῷ ζητουμένῳ ἑπόμενα καὶ διὰ τούτων πειρᾶταί τι δεικνύναι. τὰ γὰρ γένη λαμ‐
30βάνουσα τῶν προκειμένων, ἅπερ ἐστὶν ἑπόμενα αὐτοῖς, τούτων ποιεῖται τὴν διαίρεσιν, ζητοῦσα πάλιν καὶ λαμβάνουσα τῶν ἐκ τῆς διαιρέσεως τίνα ἕπεται τὰ τούτοις ἑπόμενα, ὡς δείξουσα, τί τῶν ἐκ τῆς τοῦ γένους διαιρέσεως ἕπεται τῷ ὑποκειμένῳ, οὗ τὸ γένος ἐλήφθη, οὐ μὴν δεικνύουσα, ὡς προϊὼν ὁ λόγος δείξει. καθ’ ὅσον μὲν οὖν τὰ ἑπόμενα τῷ γένει τίθησί τε καὶ ἐκλέγει καὶ
35ταῦτα δείκνυσι καὶ τούτῳ ἑπόμενα, ᾧ καὶ τὸ γένος ἕπεται, καὶ ὅλως καθ’ ὅσον συλλογίζεταί τι, μόριόν τι ἂν εἴη τῆς ἡμέτερας μεθόδου. οὔτε γὰρ ἔτι τά, οἷς ἕπεται τὸ ὑποκείμενον, ζητεῖ οὔτε τὰ μὴ ὑπάρχοντα αὐτῷ, ἀλλ’ οὐδὲ τὰ ἑπόμενα τῷ κατηγορουμένῳ, οὐδ’ ὅσα μὴ ὑπάρχει αὐτῷ, ἀλλ’ οὐδὲ τά,
οἷς ἕπεται ὁ κατηγορούμενός τε καὶ ὁ ὑποκείμενος, δι’ ὧν τά τε ἐπὶ μέρους113

23,3

114

δείκνυται καὶ τὸ ἀποφατικὸν τὸ καθόλου. ἀλλὰ 〈καὶ〉 καθ’ ὅσον οὐδὲ τὰ ἑπό‐ μενα πάντα ἀλλὰ μόνον τὰ ἐν τῇ οὐσίᾳ· τὸ γὰρ γένος καὶ τὰς οἰκείας διαφορὰς ἐπαγγέλλεται δεικνύναι, οὔτε δὲ τῶν οἰκείων τι οὔτε τῶν συμβεβηκότων. καθ’ ὅσον δὲ οὐδὲ ταῦτα λαμβάνουσα τὸ προκείμενον αὐτῇ συλλογίζεται, ἄλλο δέ
5τι, ὡς δειχθήσεται, ἀσθενής ἐστι συλλογισμός. ὃ μὲν γὰρ πρόκειται δεῖξαι τῷ ὑποκειμένῳ ὑπάρχον διὰ τῆς διαιρετικῆς μεθόδου, τοῦτο οὐ δείκνυσιν ἀλλ’ αἰτεῖται καὶ προχείρως καὶ χωρὶς δείξεως λαμβάνει· διό ἐστιν ἀσθενής, οὐ δεικνύουσα, ὃ βούλεται. τὴν γὰρ δεῖξιν καὶ τὸν συλλογισμὸν ποιεῖται ἀεί τινος ἀνωτέρω ὄντος καὶ κοινοτέρου καὶ περιέχοντος τοῦτο, ὃ βούλεται λαβεῖν.
10προθέμενος γὰρ δεῖξαι τὸν ἄνθρωπον λογικόν, ἂν οὕτω τύχῃ, λαβὼν τὸ γένος αὐτοῦ τὸ ζῶον, τοῦτο διαιρεῖ εἴς τε τὸ λογικὸν καὶ τὸ ἄλογον καὶ συλλογίζε‐ ται μέν, ὅτι ἐστὶν ὁ ἄνθρωπος ἢ λογικὸν ἢ ἄλογον διὰ τῶν ‘ἄνθρωπος ζῶόν ἐστι, πᾶν ζῶον ἢ λογικὸν ἢ ἄλογόν ἐστιν, ὁ ἄνθρωπος ἄρα ἢ λογικὸν ἢ ἄλογον‘· διὸ καὶ μόριόν ἐστι τῆς ὑφ’ ἡμῶν προειρημένης μεθόδου· ὃ δὲ
15προέκειτο αὐτῷ δεῖξαι (ἦν δὲ τοῦτο τὸ λογικόν), τοῦτο οὔτε δείκνυσιν οὔτε συλλογίζεται, ἀλλὰ ὁ συλλογισάμενος τὸ κοινὸν καὶ καθόλου, ὑφ’ οὗ περιέχε‐ ται τὸ λογικόν, συνήγαγεν ἢ λογικὸν ἢ ἄλογον εἶναι τὸν ἄνθρωπον· τὸ δὲ λογικὸν αὐτὸν εἶναι καὶ μὴ ἄλογον χωρὶς δείξεως αἰτεῖταί τε καὶ τίθησιν. εἰ δέ ἐστιν ἀσθενὴς συλλογισμὸς ἡ διὰ τῆς διαιρέσεως δεῖξις, μικρόν τι ἂν μόριον
20εἴη τῆς ὑφ’ ἡμῶν παραδεδομένης μεθόδου, μόριον μὲν οὖσα αὐτῆς, καθὸ ὁπωσοῦν συνάγει τι καὶ συλλογίζεται, εἰ καὶ μὴ ὃ προτίθεταί τε καὶ βούλε‐ ται, μικρὸν δέ, ὅτι ἀσθενὴς 〈καὶ〉 οὐχ ὃ βούλεται δείκνυσιν, ἢ 〈μικρὸν μέν,〉 διότι περὶ τῶν ἐν τῇ οὐσίᾳ μόνον καὶ κατὰ τῶν ἐν τῷ πρώτῳ σχήματι μόνον καὶ ἐν τούτῳ μοναχῶς, ἀσθενὴς δέ, ὅτι μὴ τὸ προκείμενον οἷόν τε κατ’ αὐτὸν
25συλλογίσασθαι. Πρῶτον δ’ αὐτὸ τοῦτο ἐλελήθει τοὺς χρωμένους τῇ διαιρετικῇ μεθόδῳ, ὅτι ᾤοντο οὐσίας τε καὶ ὁρισμοῦ ἀπόδειξιν εἶναι καὶ διὰ τοῦτο ἐπειρῶντο ἀποδεικνύναι τε καὶ συνάγειν τὸν ἑκάστου ὁρισμὸν χρώμενοι τῇ διαιρετικῇ ταύτῃ. ὅτι μὲν οὖν μὴ ἔστιν ὁρισμοῦ ἀπόδειξιν καὶ συλλογισμὸν ποιῆσαι ὡς
30συμπέρασμα τὸν ὁρισμὸν τῆς ἀποδείξεως γενέσθαι, καθὰ ἡ διαιρετικὴ ποιεῖν βούλεται, δείξομεν αὐτοὶ ἐν τῷ τῶν Ὑστέρων ἀναλυτικῶν δευτέρῳ. ὅτι 〈δὲ〉 μηδὲ ἡ διαίρεσις αὐτοῖς τοιοῦτόν τι ἐδείκνυεν, ὡς ᾤοντο, νῦν ἐροῦμεν. δύο οὖν ἠγνόουν οἱ χρώμενοι τῇ διαιρετικῇ, οὔτε γὰρ ὅ τι οἷόν τε ἦν συλλογίσασθαι διαιρουμένους (οὐ γὰρ τὸν ὁρισμόν, ὡς ᾤοντό τε καὶ ἐβούλοντο), ἔτι τε ὅτι
35οὕτως ἐνεδέχετο τῇ διαιρετικῇ χρωμένους συλλογίσασθαί τι, ὡς εἴρηται· εἰρή‐ καμεν γάρ, ὅτι αἰεὶ τῶν ἄνωθέν τινος ὁ συλλογισμὸς διὰ τῆς διαιρέσεως γίνε‐ ται, ἀλλ’ οὐκ αὐτοῦ τοῦ προκειμένου. καὶ τοῦτο οὖν ἠγνόουν. ἢ καὶ ἄλλως·
δύο 〈ἠγνόουν〉 οἱ χρώμενοι τῇ διαιρετικῇ, τήν τε γὰρ παρ’ ἡμῶν παραδεδο‐114

23,3

115

μένην μέθοδον, ἧς κατὰ ἄγνοιαν οὐ τὸ προκείμενον συνελογίζοντο, ἔτι τε ὅπερ ἐνεχώρει συλλογίσασθαι διὰ τῆς διαιρετικῆς μεθόδου. τὶ δὲ ἦν συλλογίσασθαι, τὸ ὅτι ὁ ἄνθρωπος ἢ λογικὸς ἢ ἄλογος· αὐτοὶ δὲ τοῦτο μὲν ἠγνόουν, ἀεὶ δέ τι τῶν ἄνω συνελογίζοντο· ἐνόμιζον δέ, ὅτι τὸ λογικὸν εἶναι συνελογίζοντο.
5 Ἐπεὶ δὲ προείπομεν περὶ τῆς διαιρετικῆς τινα, ὅτι τε μικρὸν μόριόν ἐστι τῆς συλλογιστικῆς καὶ ἀσθενὴς συλλογισμός, διότι, ὃ μὲν βούλεται δεῖξαι, τοῦτο αἰτεῖται, συλλογίζεται δὲ αἰεί τι τῶν ἄνωθεν, καὶ ὅτι τὴν οὐσίαν καὶ τὸν ὁρισμὸν ἑκάστου ᾤοντο δεικνύναι τῇ μεθόδῳ ταύτῃ, ὃ οὔτε ἔστι συλλο‐ γίσασθαι οὔτε ἐδείκνυον ἐκεῖνοι, καὶ ὅτι ἠγνόουν, πῶς δεῖ συλλογίζεσθαι, νῦν
10ἤδη ἕκαστα τούτων οὕτως ἔχοντα δείξομεν διὰ τοῦ παραθέσθαι, πῶς μὲν ποι‐ οῦσιν οἱ ἀποδεικνύοντές τι καὶ συλλογιζόμενοι, τί δὲ ἐποίουν ἐκεῖνοι. ἐν μὲν οὖν ταῖς ἀποδείξεσι καὶ τοῖς συλλογισμοῖς, ὅταν ἄλλῳ ἄλλο ὑπάρχειν δέῃ δεῖξαί τε καὶ συλλογίσασθαι, δεῖ τὸν μέσον ὅρον τὸν συνάπτοντα τὰς προτάσεις ἐλάττονα εἶναι τοῦ κατηγορουμένου καὶ ὑποκείμενον τῷ, οὗ βούλονται ποιῆσαι
15συμπέρασμα. αὕτη γὰρ ἡ τάξις ἐν πρώτῳ σχήματι, δι’ οὗ αἵ τε ἀποδείξεις αἱ κυρίως καὶ τὸ παντὶ καὶ καθόλου [καὶ] ἄλλο ἄλλῳ ὑπάρχειν δείκνυται, ὅπερ κἀκεῖνοι δεικνύναι βουλόνται· ὧν γὰρ τοὺς ὁρισμοὺς ζητοῦσιν, οὐκ ἔστι καθ’ ἕκαστον· τὰ γὰρ καθ’ ἕκαστα οὐχ ὁριστά. αἱ μὲν οὖν ἀποδείξεις διὰ τοῦ τοιούτου μέσου, ὃ πάντως ὑπόκειται τῷ δεικνυμένῳ· τοῦτο γάρ ἐστι τὸ ἐλάτ‐
20τονα εἶναι. διὸ καὶ ἔστιν ἧττον [τὸ] καθόλου τὸ μέσον, εἰ καὶ ἴσον ποτὲ τῷ κατηγορουμένῳ λαμβανέται· τὸ γὰρ κατηγορούμενον μᾶλλον καθόλου τοῦ ὑπο‐ κειμένου αὐτῷ. ἡ δὲ διαίρεσις τοὐναντίον μεῖζον μὲν καὶ καθόλου τὸ μέσον λαμβάνει, τὸ δὲ κατηγορούμενόν τε καὶ ὃ βούλεται δεῖξαι καὶ συμπεράνασθαι διὰ τοῦ μέσου ὑπάρχον τινί, ἔλαττον, ὃ ἐδείχθη ἡμῖν ἀσυλλόγιστον· γίνεται
25γὰρ οὕτως ἡ μείζων πρότασις ἐπὶ μέρους ἐν πρώτῳ σχήματι. διὸ οὐδὲ συνελογίζοντο τὸ προκείμενον. πῶς οὖν τοῦτο ποιοῦσι, δεικτέον. βουλόμενοι γὰρ δεῖξαι τὸν ἄνθρωπον θνητὸν λαμβάνουσι τὸ ζῶον, ὃ γένος εἶναι τίθενται τοῦ ἀνθρώπου, καὶ διαιροῦσιν αὐτὸ εἴς τε τὸ θνητὸν καὶ τὸ ἀθάνατον, καὶ τὸ μὲν ζῶον ἐπὶ τοῦ Α τιθέασι, τὸ δὲ θνητὸν ἐπὶ τοῦ Β, τὸ δὲ ἀθάνατον ἐπὶ
30τοῦ Γ, καὶ τὸν ἄνθρωπον, οὗ ζητοῦσι τὸν ὁρισμόν τε καὶ τὸν λόγον, ἐπὶ τοῦ Δ. θέντες δὲ ταῦτα μετὰ ταῦτα ποιοῦνται τοῦ ζώου τὴν διαίρεσιν τὴν εἰς τὰ προειρημένα πάντα, καὶ λαμβάνουσιν ἅπαν ζῶον ἢ θνητὸν ἢ ἀθάνατον, ὃ ἴσον ἐστὶ τῷ ‘ὃ ἂν ᾖ Α, πᾶν ἢ Β ἐστὶν ἢ Γ‘. διελόντες δὲ τὸ γένος, τὸ ζῶον, τὸν ἄνθρωπον μετὰ ταῦτα, ὅ ἐστιν ὑποκείμενος ὅρος, τουτέστι τὸ
35Δ, λαμβάνουσι καὶ τίθενται ζῶον εἶναι, καὶ τοῦτο χωρὶς δείξεώς τινος ποι‐ οῦσιν· αἰεὶ γὰρ ἐν τῷ διαιρουμένῳ ὅρῳ καὶ μέσῳ λαμβανομένῳ χωρὶς δείξεώς τινος τιθέασι τὸν ὅρον, οὗ τὸν ὁρισμὸν ζητοῦντες τῇ διαιρέσει χρῶνται. ἐκ δὴ τούτων συνάγεται τὸ Δ ἢ τὸ Β ἢ τὸ Γ εἶναι, τουτέστι τὸν ἄνθρωπον ἢ θνητὸν ἢ ἀθάνατον. καὶ τὸ μὲν δεικνύμενον συλλογιστικῶς τοῦτο. ὃ δέ γε
40βούλονται δεῖξαι, ὅτι θνητός ἐστιν ὁ ἄνθρωπος, ἐπ’ ἔλαττόν ἐστι τοῦ μέσου,115

23,3

116

〈τοῦ〉 ζώου. ὥστ’ ὃ μὲν οὐ βούλονται συλλογίζεσθαι, συλλογίζονται, ὃ δὲ προέκειτο αὐτοῖς συλλογίσασθαι, τοῦτο 〈οὐ〉 συνελογίσαντο ἀλλ’ ᾐτήσαντο λαβόντες τὸν ἄνθρωπον ἐν τούτῳ τῷ μορίῳ τῆς διαιρέσεως τοῦ ζώου εἶναι. καὶ πάλιν ἂν θελήσαιεν τὸν ἄνθρωπον ὑπόπουν δεῖξαι, συλλογίζονται μὲν ἢ ἄπουν ἢ ὑπόπουν
5αὐτὸν εἶναι, αἰτοῦνται δὲ τὸ ὑπόπουν, ὃ προέκειτο αὐτοῖς δεῖξαι· λαβόντες γὰρ τὸν ἄνθρωπον ζῶον θνητὸν εἶναι καὶ ἐν γένει τούτῳ, ὃ οὐδὲ αὐτὸ ἔδειξαν ἀλλὰ ἔλαβον· οὐ γὰρ ἔδειξαν ἀλλὰ ᾐτήσαντο τὸ θνητὸν αὐτὸν εἶναι. οὕτως ἑκάστην τῶν διαφορῶν λαμβάνοντες, οὐ δείξαντες ἀλλ’ αἰτήσαντες, τέλος ὧν προέθεντο δεῖξαι οὐδὲν ἀποδεικνύουσι. καίτοι οὕτως λαμβάνοντες, ἃ χρήσιμα
10οἴονται πρὸς τὸ ὁρίσασθαι, καὶ ταῦτα αὐτὰ αἰτούμενοι ἀλλ’ οὐ διὰ συλλο‐ γισμοῦ δεικνύντες τὸ εἶναι τοῦτο τὸν ἄνθρωπον ἢ ὅ τι ἂν ᾖ τὸ ὁριζόμενον ὑπ’ αὐτῶν, τὸ ἐκ τῶν οὕτως εἰλημμένων ἠθροισμένον, οὐ δεικνύουσι συλλο‐ γιστικῶς οὐδ’ ὅτι ἀναγκαῖον οὕτως ἔχειν. οὐ γὰρ εἰ κατά τινος τὸ ζῶον ἀληθὲς καὶ τὸ θνητόν, ἤδη καὶ τὸ ὅλον ὡς ἕν· δεῖται γάρ τινος τοῦτο διο‐
15ρισμοῦ, 〈πότε〉 ἓν συντεθέντα τὰ χωρὶς κατηγορούμενα καὶ πότε οὔ. οὔτε γὰρ ἐπὶ πάντων ἀληθὲς οὔτε ἐφ’ ὧν ἀληθές, ἤδη καὶ ἕν, ὅπερ ὁ μὴ δια‐ στειλάμενος καὶ τοῦτο, εἰ καὶ ἀληθές ἐστι, προχείρως λαμβάνει. ὅτι γὰρ τὰ ληφθέντα οὕτως καὶ συντεθέντα τοῦτον τὸν τρόπον ἢ ὡς ἓν κατηγορεῖται ἢ ὡς ὁρισμός ἐστιν ἀνθρώπου ἢ ἄλλου τινός, ὃ προτίθενται ὁρίσασθαι, οὔτε
20σαφῶς λέγουσιν, οὔθ’ ὡς ἀναγκαῖον ὂν ἐκ τῶν κειμένων τοῦτον εἶναι τὸν ὁρισμὸν τοῦ προκειμένου δεικνύουσι τῷ μήτε ἀναγκαῖον εἶναι τὰ ἰδίᾳ ὑπάρ‐ χοντά τινι ταῦτα καὶ συντεθέντα ἀληθεύεσθαι κατ’ αὐτοῦ, ὡς ἐπὶ τοῦ σκυτέως τοῦ ἀγαθοῦ ἐδείχθη ἐν τῷ Περὶ ἑρμηνείας, μήτε, εἰ καὶ ὑπάρχει πάντα ἅμα τῷ ὑποκειμένῳ τὰ κατ’ ἰδίαν ληφθέντα, ἤδη γνώριμον εἶναι, ὅτι ὁρισμός ἐστι
25τοῦ ὑποκειμένου ταῦτα τὰ συντεθέντα. οὐδὲν γὰρ ἡ μέθοδος εἰς τὴν τούτων δεῖξιν συντελεῖ. καὶ γὰρ εἰ τὸ πάντα ὑπάρχειν ἀκολουθεῖ τῷ εἶναι ἐκ τῆς τοῦ εἰλημμένου διαιρέσεως ἕκαστον τῶν προσλαμβανομένων, ἀλλ’ ὅτι γε ὁρισμὸς ταῦτα, οὐ δεικνύουσιν, ὅπερ ὡς ποιήσοντες ἦλθον ἐπὶ τὸ διαιρεῖν. καὶ γὰρ πᾶσα ἡ ὁδὸς αὐτοῖς ἡ διαιρετικὴ αὕτη γίνεται, οὐδὲ τὰς περὶ ἑκάστου τῶν
30λαμβανομένων ὑπ’ αὐτῶν ἐνδεχομένας εὐπορίας πρὸς τὸ συλλογιστικῶς δειχθῆ‐ ναι αὐτὰ λαμβάνουσιν. ἔνεστι μὲν γὰρ τὸν ἄνθρωπον λογικὸν εἶναι συλλογί‐ ζεσθαι καὶ ἐξ οἰκείων προτάσεων λαβόντας πάντα ἄνθρωπον διανοητικὸν εἶναι φέρε ἢ βουλευτικὸν ἢ ἀριθμητικόν, ἑκάστου δὲ τούτων τὸν λόγον κατηγορή‐ σαντας. οὐ μὴν ἀλλὰ καὶ ἐκ τοῦ συλλογίσασθαι, ὅτι μή ἐστιν ἄλογος· ἦν
35γὰρ αὐτοῖς ἡ διαίρεσις ἡ τοῦ ζώου εἰς τὸ λογικὸν καὶ ἄλογον. ἂν δὴ διὰ συλλογισμοῦ δειχθῇ ὁ ἄνθρωπος μὴ ὢν ἄλογος, εὐλόγως ἂν λαμβάνοιτο
λογικὸς εἶναι, ἐπεὶ [δὲ] δέδεικτο ἢ λογικὸς ἢ ἄλογος ὤν. ὅτι οὖν μὴ ἄλογος·116

23,3

117

πᾶς ἄνθρωπος διανοητικός, οὐδὲν διανοητικὸν ἄλογον, οὐδεὶς ἄρα ἄνθρωπος ἄλογος. τούτων μὲν οὖν οὐδὲν προσλαμβάνουσιν ἐν ταῖς δείξεσι, δι’ ὧν οἷόν τε διὰ συλλογισμῶν τῶν ἐκ τῆς διαιρέσεως τοῦ κοινοῦ τὸ ἕτερον δεῖξαι τῷ ὑποκειμένῳ ὑπάρχον, διαιρούμενοι δὲ τὸ κοινὸν καὶ τὸ γένος αἰεί, ὃ βούλον‐
5ται τῶν ἐκ τῆς διαιρέσεως, χωρὶς δείξεως προσλαμβάνουσι. Φανερὸν δὲ καὶ πρὸς τῷ ὃ συλλογίζονται μὴ δεῖξαι, ὃ βούλονται, εἶναι ἄλλο δέ τι, διὸ καὶ ἀσθενὴς ὁ συλλογισμὸς αὐτῶν, ὅτι οὔτε ἀνασκευάσαι οἷόν τε χρωμένους ταύτῃ τῇ μεθόδῳ (πάντα γὰρ καταφατικὰ τὰ συναγόμενα κατὰ τὴν μέθοδον ταύτην· τὸ δὲ ἕτερον τῶν ἐκ τῆς διαιρέσεως μὴ ὑπάρχειν τῷ
10προκειμένῳ προχείρως λαμβάνεται ὥσπερ καὶ τὸ ἕτερον ὑπάρχειν· οὐδετέρου γὰρ ἰδίᾳ γίνεται ὁ συλλογισμός)· ἀλλ’ οὐδὲ περὶ συμβεβηκότος ἢ ἰδίου συλλογίσασθαι οἷόν τε τῇ μεθόδῳ ταύτῃ χρωμένους. τῶν γὰρ λαμβανομένων κοινῶν τε καὶ γενῶν ἡ διαίρεσις οὐ κατὰ συμβεβηκότα γίνεται ἀλλὰ κατὰ τὰς διαφορὰς τὰς ἐν τῇ οὐσίᾳ· συμβεβηκὸς δὲ καὶ τὸ ἴδιον· ἔτι τε οὐδὲ οἷόν τε
15εἰς ἴδια τὴν διαίρεσιν τῶν γενῶν γίγνεσθαι. ἔτι οὐδέ, εἰ γένος τόδε τι ἢ οὔ, δείκνυσιν, ἀλλὰ λαβὼν τόδε εἶναι γένος τοῦ προκειμένου ὡς ὂν φανερὸν τὴν διαίρεσιν αὐτοῦ ποιεῖται, ὡς ἤδη προείρηται. δι’ ὧν δὲ οἷόν τε γένος κατα‐ σκευάζειν ἢ ἀνασκευάζειν, ἐν τοῖς Τοπικοῖς εἴρηται· ὁμοίως δὲ καὶ δι’ ὧν συμβεβηκὸς ἢ ἴδιον δείκνυται. ἀλλ’ οὐδέ, ὃ ἐκ τοῦ συλλογισθέντος αἰτεῖταί
20τε καὶ τίθησιν (ἔστι δὲ τοῦτο τὸ ἕτερον τῶν ἐκ τῆς διαιρέσεως, ὃ λαμβάνει μετὰ τοῦ διαιρεθέντος γένους), πότερον γένος ἢ ἴδιον ἢ συμβεβηκός ἐστιν τοῦ προκειμένου, δείκνυσιν· οὐδὲ 〈γὰρ〉 τὴν ἀρχὴν αὐτὸ ὑπάρχειν τῷ κειμένῳ διὰ συλλογισμοῦ δείξας ἔθετο. καὶ συνελόντα εἰπεῖν ἄχρηστος ἡ μέθοδος ἡ διαι‐ ρετικὴ πρὸς συλλογισμόν· τεττάρων γὰρ ὄντων προβλημάτων, περὶ ὅρου, περὶ
25ἰδίου, 〈περὶ γένους,〉 περὶ συμβεβηκότος, περὶ οὐδενὸς τούτων οἵα τέ ἐστι συλλογίσασθαι ἡ μέθοδος· περὶ γὰρ οὗ οἴεται μόνου δεικνύναι, οὐδὲ τοῦτο δείκνυται διὰ συλλογισμοῦ. ἐφ’ ὧν μὲν γὰρ φανερόν ἐστι τὸ προκείμενον καὶ μὴ δεόμενον δείξεως, οἷον ὅτι ὁ ἄνθρωπος λογικός ἐστιν ἀλλ’ οὐκ ἄλογον, ἢ ὅτι ὑπόπουν ἀλλ’ οὐκ ἄπουν, καὶ δίπουν ἀλλ’ οὐ πολύπουν, ἐπὶ τούτων
30δόξουσιν εὐλόγως προσλαμβάνειν τὸ ἕτερον τῶν ἐκ τῆς διαιρέσεως τῷ γνώρι‐ μον εἶναι καὶ μὴ ἀμφισβητούμενον· ἐφ’ ὧν δὲ ἀγνοεῖται τὸ προκείμενον, ἐν ὁποτέρῳ τῶν ἐκ τῆς διαιρέσεώς ἐστι, καὶ δείξεως δεῖται, ἄχρηστος ἐπὶ τούτων ἡ μέθοδος αὐτοῖς. ἀπορουμένου γὰρ τοῦ πότερον ἄρτιοι οἱ ἀστέρες ἢ περιττοί, ἂν λαβών τις τὸν ἀριθμὸν πάντα καὶ πᾶν πλῆθος διέλῃ εἴς τε τὸ περιττὸν
35καὶ ἄρτιον, προσλαμβάνοι δὲ καὶ τοὺς ἀστέρας πλῆθος εἶναι καὶ ἀριθμόν, συνάξει, ὅτι ἄρτιοί εἰσιν ἢ περιττοὶ οἱ ἀστέρες, οὔτε δὲ τὸ περιττοὺς αὐτοὺς εἶναι ἢ ἀρτίους ἔτι δυνήσεται προσλαβεῖν τῷ μήτε γνώριμόν τι αὐτῶν εἶναι
μήτε δείκνυσθαι. πάλιν εἰ [τοῦ] ζητουμένου τοῦ πότερον ἡ διάμετρος τῇ117

23,3

118

πλευρᾷ σύμμετρος ἢ ἀσύμμετρος λαβών τις μῆκος εἶναι τὴν διάμετρον διέλοι τὸ μῆκος εἴς τε τὸ σύμμετρον καὶ ἀσύμμετρον, συνάξει μὲν καὶ τὸ τὴν διά‐ μετρον ἢ σύμμετρον 〈ἢ ἀσύμμετρον〉 εἶναι τῷ λαβεῖν μῆκος αὐτὴν εἶναι, ὃ οὐκ ἦν ζητούμενον, οὐχ ἕξει δὲ δεῖξαι, ἐν ὁποτέρῳ τούτων αὐτὴν θέτεον· ὃ
5γὰρ ἂν προσλάβῃ, δεόμενον δείξεως καὶ ζητούμενον ἁπλῶς καὶ χωρὶς δείξεως λήψεται, ὃ ποιεῖν ἐξῆν αὐτῷ καὶ μὴ διαιρέσει χρησαμένῳ. ὥστε καθόλου, ἐν οἷς ζητεῖται καὶ μή ἐστι γνώριμον, ἐν ὁποτέρῳ τὸ ζητούμενον τῶν ἐκ τῆς διαιρέσεως, ἄχρηστος ἡ μέθοδος. δῆλον οὖν, ὅτι μὴ πρὸς πᾶσαν σκέψιν ἁρμόζει ὁ τοιοῦτος τρόπος, λέγω δὲ ὁ διαιρετικός· οὔτε γὰρ περὶ συμβεβη‐
10κότος ἢ ἰδίου, περὶ ὧν αἱ πλεῖσται ζητήσεις, οὔτε ἀποφατικόν τι ἔνεστι δι’ αὐτῆς δεῖξαι, οὐδ’ ὅτι γένος 〈τὸ〉 λαμβανόμενον. ἀλλ’ οὐδὲ ἐφ’ ὧν δοκεῖ μάλιστα ἁρμόττειν (ταῦτα δέ ἐστιν οἱ ὁρισμοί), οὐδὲ ἐπὶ τούτων ἔχει τι χρή‐ σιμον. οὔτε γὰρ ἐφ’ ὧν ἄδηλον, ἐν ὁποτέρᾳ τὸ προκείμενον τῶν διαφορῶν τῶν ἐκ τῆς διαιρέσεως, ἔχει λαβεῖν, οὔτε ἐφ’ ὧν δῆλόν τέ ἐστι καὶ προσ‐
15λαμβάνει θάτερον καὶ τίθησιν, οὐδὲ ἐπὶ τούτων, ὅτι τὸ ἐκ πάντων 〈τῶν〉 εἰλημμένων συντεθέντων ὁρισμός ἐστι τοῦ ἀνθρώπου, δύναται δειχθῆναι τῇ μεθόδῳ ταύτῃ. οὔτε γὰρ πάντα τὰ κατ’ ἰδίαν ἀληθευόμενα κατά τινος ἤδη καὶ συντεθέντα ἀληθῆ (οὐδὲ γὰρ εἰ σκυτεὺς καὶ ἀγαθός, ἤδη καὶ συντεθέντα σκυτεὺς ἀγαθός, οὐδ’ εἰ καὶ ἀληθῆ, διὰ τοῦτο ἤδη καὶ τὸ ἐξ αὐτῶν ἀληθές·
20οὐ γάρ, εἰ λευκὸν καὶ μουσικὸν καὶ βαδίζον ἦν, ἤδη καὶ ἓν ταῦτα, τὸ λευκὸν μουσικὸν βαδίζον, ὡς ἐν τῷ Περὶ ἑρμηνείας ἐδείχθη)· ἀλλ’ οὐδ’ εἰ ἀληθῆ τε καὶ ἕν, ἤδη καὶ γνώριμον, ὅτι καὶ ὁρισμός· οὔτε γὰρ τὸ ‘ἄνθρωπος λευκόσ‘, ἐπεὶ ὡς ἓν κατηγορεῖταί τινος, ἤδη καὶ ὁρισμός, οὔτε τὸ ‘ζῶον πεζόν‘. Ἐπεὶ δὲ ἐδείξαμεν, ὅτι καὶ πρὸς ἀπόδειξιν καὶ συλλογισμὸν οὐδὲν χρή‐
25σιμος ἡ διαιρετικὴ μέθοδος (καὶ γὰρ πρὸς τὴν κατασκευὴν τοῦ ὅτι κατὰ τὴν προειρημένην ὑφ’ ἡμῶν ἐκλογὴν καὶ τὴν ἐπίβλεψιν τῶν ἐκλελεγμένων καὶ ὃν εἰρήκαμεν τρόπον ταύτην δεῖν ποιεῖν τήν τε τῶν προτάσεων λῆψιν καὶ τὴν τῶν συλλογισμῶν εὕρεσιν χρήσιμον ἡμῖν δειχθῆναι τὸ κατ’ ἐκείνην τὴν μέ‐ θοδον ἄχρηστον), ὃ φανερὸν ποιήσαντες ὑπομιμνήσκομεν καὶ τῶν προειρη‐
30μένων δεικνύντες, ὅτι ἐκ τούτων καὶ οὕτως μόνως γένεσίς τε καὶ εὕρεσις τῶν συλλογισμῶν.
31
32tΠερὶ ἀναλύσεως.
33 Ἐπεὶ δὲ πέρας ἀπείληφεν ἡμῖν τὸ περὶ εὐπορίας τῶν προτάσεων σκέμμα, ἐντεῦθεν ἤδη λοιπὸν μέθοδον ὑπογράψομεν, δι’ ἧς δυνησόμεθα πάντα τὸν
35προβληθέντα συλλογισμὸν ἀνάγειν εἰς τὸ οἰκεῖον σχῆμα, ἥτις μέθοδος εὑρετι‐ κοὺς ἡμᾶς ποιήσει καὶ τοῦ τίνες μὲν τῶν ἐρωτωμένων λόγων εἰσὶ συλλογι‐
στικοί, τινὲς δὲ φαίνονται μέν, εἰσὶ δὲ ἀσυλλόγιστοι. εἰ γάρ τις εἰς μηδὲν118

23,3

119

τῶν τριῶν ἀνάγεσθαι δύναιτο σχημάτων τῇ μεθόδῳ ταύτῃ προσχρωμένων ἡμῶν, ἣν παραδιδόαμεν, ἢ ἀνάγοιτο μὲν εἴς τι αὐτῶν, μὴ τῶν συλλογιστικῶν δὲ συζυγιῶν τινα, δηλονότι ἀσυλλόγιστος ἂν 〈εἴη.〉 ἀπὸ δὲ τῆς μεθόδου τῆς νῦν παραδεδομένης καὶ Ἀναλυτικὰ ἡμῖν ἐπιγράφεται τὰ βιβλία. οὐ τῶν ἁπλῶν
5δὲ μόνων ἀλλὰ καὶ τῶν συνθέτων ὑπογράψομεν τὴν ἀνάλυσιν. λεκτέον οὖν ἂν εἴη, πῶς ἀνάξομεν τοὺς συλλογισμοὺς εἰς τὰ προειρημένα σχήματα· λοιπὸν γάρ ἐστι τοῦτο κεφάλαιον τῆς περὶ συλλογισμῶν πραγματείας. εἰ γὰρ τήν τε γένεσιν τῶν συλλογισμῶν εἰδείημεν, ἣν ὑπεγράψαμεν διὰ τῶν τριῶν σχημάτων καὶ τῶν καθ’ ἕκαστον αὐτῶν συλλογιστικῶν συζυγιῶν, ἔχοιμεν δὲ καὶ τοῦ
10εὑρίσκειν τε καὶ ποιεῖν αὐτοὺς τοὺς συλλογισμοὺς μέθοδον, ἣν ἐδιδάξαμεν ἤδη διὰ τοῦ δεῖξαι, ὅτι δεῖ ἐκλέγειν ἑκατέρου τῶν ἐν τῷ προβλήματι ὅρων τά τε ἑπόμενα αὐτοῖς καὶ οἷς αὐτοὶ ἕπονται καὶ τὰ μὴ ὑπάρχοντα ἑκατέρῳ αὐτῶν, καὶ ἐκ τούτων τίνα κατ’ οἰκειότητα τοῦ προβλήματος συντιθέμενα τὸν μέσον ὅρον ποιεῖ, εἰ δὴ πρὸς ἐκείνοις τοῖς δύο καὶ τοὺς γεγονότας ἤδη συλλογισμοὺς
15ἀναλύειν δυνάμεθα εἰς τὰ συλλογιστικὰ σχήματα, τέλος ἂν ἡμῖν ἔχοι ἡ προκει‐ μένη πραγματεία. χρήσιμος δὲ ἔσται ἡ γνῶσις τῆς ἀναλύσεως τῶν συλλογι‐ σμῶν καὶ πρὸς τὴν τῶν πρότερον εἰρημένων βεβαίωσιν· ταῦτα δ’ ἐστίν, ὅτι πᾶς συλλογισμὸς ἐν τοῖς τρισὶ σχήμασι, καὶ ὅτι ἐξ ὅρων τριῶν καὶ προτά‐ σεων δύο προσεχῶν πᾶς. ἐκ γὰρ τῆς τῶν γεγονότων ἀναλύσεως εἰς αὐτὰ
20πιστότερα ἐκεῖνα καὶ βεβαιότερα ἡμῖν ἔσται, καὶ ὅτι ἐκ τοῦ εἰς μηδὲν ἄλλο ἀνάγεσθαι δύνασθαι τοὺς γεγονότας συλλογισμοὺς ἢ εἰς ἐκείνων τι καὶ ἐκεῖνα βεβαιωθήσεται. Ἐπεὶ δὲ πᾶς συλλογισμός, ἄν τε ἁπλοῦς ἄν τε σύνθετος ᾖ, ἐδείχθη ἐκ προσεχῶν δύο προτάσεων γινόμενος καὶ ὅρων τριῶν, δεῖ προβληθέντος συλλο‐
25γισμοῦ πρῶτον τὰς δύο προτάσεις λαμβάνειν, αἵ εἰσιν ἐκ τῶν τριῶν ὅρων. ῥᾷον γὰρ εὑρεῖν τὰ μείζω μόρια τῶν ἐλαττόνων· μείζω δ’ ἐστὶ τὰ συγκεί‐ μενα τῶν ἁπλῶν, ἐξ ὧν σύγκεινται, ὅπερ αἱ προτάσεις πρὸς τοὺς ὅρους πε‐ πόνθασιν· ἐκ γὰρ τῶν ὅρων σύγκεινται αὗται. μετὰ δὲ τὸ λαβεῖν τὰς προσεχεῖς προτάσεις δεῖ ἐπιβλέπειν, ποία καθόλου καὶ μείζων ἐστί, καὶ ποία
30ἐλάττων καὶ μερικωτέρα· κἂν γὰρ ἀμφότεραι καθόλου ὦσιν, ἀλλ’ ἔστιν αὐτῶν καθ’ ἕκαστον σχῆμα ἡ μὲν μείζων ἡ δὲ ἐλάττων, μείζων μέν, ἐν ᾗ ὁ μείζων καὶ κατηγορούμενος ὅρος ἐν τῷ συμπεράσματι, ἐλάττων δέ, ἐν ᾗ ὁ ὑποκεί‐ μενος. ἐπεὶ δὲ ἐνίοτε οἱ συλλογίζεσθαι βουλόμενοι οὐ [τι] τιθέασιν ἀμφοτέρας τὰς προτάσεις ἀλλὰ τὴν ἑτέραν λείπουσιν, ἡμᾶς δεῖ λαμβάνειν τὴν παρει‐
35μένην, μεθ’ ἧς ἡ κειμένη τὸ προκείμενον συμπέρασμα προσεχῶς συνάγει. ἐνίοτε γὰρ οἱ συλλογιζόμενοι τὴν μὲν καθόλου πρότασιν λαμβάνουσι, τὴν δὲ ὑπ’ αὐτὴν ὡς γνώριμον παραλείπουσιν, οἷον εἴ τις συνάγει, ὅτι ἡ ὑγίεια ἀγαθόν, λαβὼν καθόλου πρότασιν τὴν ‘πᾶν τὸ οἰκεῖον ἀγαθόν‘, μηκέτι δὲ τὴν ἑτέραν προσλαβὼν ἀλλὰ παραλιπὼν ὡς γνώριμον· ἔστι δ’ αὕτη, ὅτι ἡ ὑγίεια
40οἰκεῖον. ἡμᾶς οὖν τοὺς βουλομένους ἀνάγειν τὸν συλλογισμὸν καὶ ἀναλῦσαι119

23,3

120

εἴς τι τῶν σχημάτων δεῖ προσθεῖναι τὴν παραλειπομένην· τεθείσης γὰρ εὑρεθήσεται, ἐν ᾧ σχήματί ἐστιν ὁ συλλογισμός, ὡς ἐπὶ τοῦ προκειμένου. προστεθείσης γάρ, ἧς εἶπον, προτάσεως γνώριμον ἐγένετο, ὅτι πρῶτόν ἐστι τὸ σχῆμα· ὁ μέσος γὰρ ὅρος ἐν τῷ συλλογισμῷ, τὸ οἰκεῖον, κατηγορούμενος
5μὲν τῆς ὑγείας ὑποκείμενος δὲ τῷ ἀγαθῷ. μὴ τεθείσης δὲ ταύτης οὐδὲ τὴν ἀρχὴν ἂν εἴη τὸ εἰρημένον συλλογισμός. ἢ πάλιν εἴ τις λαβὼν πᾶν τὸ αἱρετὸν ἀγαθὸν εἶναι 〈ἐπιφέροι τὸ ‘ἡ ἡδονὴ ἄρα ἀγαθόν‘ παραλιπὼν ὡς γνώριμον τὸ τὴν ἡδονὴν αἱρετὸν εἶναι〉, ἥτις ἐλάττων ἐστὶ πρότασις. ὁμοίως κἂν λαβών τις ‘οὐδεὶς τὰ ἀλλότρια κρύφα ὑφαιρούμενος ἀγαθόσ‘ ἐπιφέρει ‘οὐδεὶς ἄρα
10κλέπτης ἀγαθόσ‘· ἔσται γὰρ παρειακὼς ὡς γνώριμον τὴν ἐλάττονα τὴν ‘πᾶς δὲ κλέπτης τὰ ἀλλότρια ὑφαιρεῖται‘. καὶ οὕτως μὲν ἐν τοῖς τοιούτοις ἡ ἐλάττων παραλείπεται. ἔστι δ’, ὅτε ἔμπαλιν τὴν μὲν καθόλου παραλείπουσιν ὡς γνώ‐ ριμον τὴν δὲ ἐλάττονα τιθέασιν, ὡς ὁ συλλογιζόμενος, ὅτι οὗτος κολάσεώς ἐστιν ἄξιος, διὰ τοῦ ‘μοιχὸς γάρ ἐστιν ἢ κλέπτης ἢ ἱερόσυλοσ‘· ἐν πᾶσι γὰρ
15τούτοις ἡ καθόλου παρεᾶται ὡς φανερὰ ἡ λέγουσα, ὅτι πᾶς μοιχὸς κολάσεως ἄξιος ἢ πᾶς κλέπτης ἢ πᾶς ἱερόσυλος, ἐφ’ οἷς συμπέρασμα τὸ ‘οὗτος ἄρα κολάσεως ἄξιοσ‘. ἢ πάλιν εἴ τις λαβὼν τὸ ‘οὗτος καλλωπιστήσ‘ ἐπιφέρει ‘μοιχὸς ἄρα‘ παραλιπὼν τὸ καθόλου τὸ ‘πᾶς καλλωπιστὴς μοιχόσ‘. χρὴ οὖν τὸν ἀνάγειν καὶ ἀναλύειν πειρώμενον ταύτην τὴν πρότασιν αὐτὸν
20προτιθέναι, λέγω δὲ τὴν καθόλου. καὶ γὰρ δὴ καὶ διὰ τῶν καθόλου αἱ ἐλάττους καὶ καθέκαστα περαίνονται καὶ δείκνυνται καὶ πιστοῦνται τῷ ὑπ’ ἐκείνας εἶναι τὰς καθ’ ἕκαστα· ἀδύνατον γὰρ συμπέρασμα συλλογιστικῶς γενέ‐ σθαι ἄνευ τῆς καθόλου. ἐπεὶ δὲ ἐν τοῖς συλλογισμοῖς παραλείπονταί τινες κατασκευαστικαὶ τῶν προσεχῶν προτάσεων προτάσεις, ἄλλαι δὲ πάλιν μάτην
25προστίθενται, ἢ αἱ μὲν προσεχεῖς παραλείπονται, αἱ δὲ τούτων κατασκευαστικαὶ τίθενται, χρὴ καὶ ταύτας παραφυλάττειν τὰς ἔξωθεν τῶν προσεχῶς εἰλημ‐ μένας. καὶ εἰ μὲν εἶεν τοιαῦται ὡς δι’ αὐτῶν περαίνεσθαί τε καὶ δείκνυσθαι τὰς δύο, ὡς εἶναι ἑκατέραν τῶν προσεχῶν τοῦ δεικνυμένου προτάσεων ἐκείνων συμπεράσματα, κἀκείνας δηλονότι ὁμοίως ἐκληψόμεθά τε καὶ ἀνάξομεν εἴς τι
30τῶν σχημάτων. εἰ δὲ μήτε συλλογίζοιντό τι τῶν κειμένων μήτε ἄλλως δεικνύοιέν τι, ὥσπερ δεικνύουσιν αἱ ἐπακτικῶς λαμβανόμεναι εἰς σύστασιν τῆς καθόλου προτάσεως, μήτε ὄγκου ἢ ἄλλου τινὸς χρειώδους χάριν εἶεν, οἷον κρύψεως ἢ σαφηνείας, ἀφαιρητέον καὶ ἀποκριτέον αὐτὰς ἐν ταῖς ἀναλύσεσι τῶν συλλογισμῶν ὡς μάτην καὶ κενῶς εἰλημμένας. εἰ δὲ εἶεν ἐκείνων χάριν
35τινὸς παρακείμεναι, χωριστέαι μὲν καὶ τότε τῶν κυρίων τοῦ συμπεράσματος προτάσεων, παραδεικτέον δέ, οὗ χάριν εἰσὶ κείμεναι. δεῖ γὰρ τὸ συμπέρασμα γίνεσθαι, εἰ κατὰ συλλογισμὸν γίνοιτο, “τῷ ταῦτα εἶναι”· τὰ δ’ οὕτως τιθέμενα
οὐ τοιαῦτα. ἐν γὰρ τῷ λόγῳ τῷ ‘πᾶν τὸ αὐτοκίνητον ἀεικίνητον, πᾶν τὸ120

23,3

121

ἀεικίνητον ἀθάνατον‘ “τὸ δ’ ἄλλο τι κινοῦν καὶ ὑπ’ ἄλλου κινούμενον παῦλαν ἔχον κινήσεως παῦλαν ἔχει ζωῆς” οὐδὲν πρὸς τὸ συμπέρασμα τὸ ‘πᾶν τὸ αὐτοκίνητον ἀθάνατον‘ συντελεῖ, ἀλλ’ εἰσὶν αἱ πρῶται προτάσεις αὐτοῦ συνακτικαί. καθόλου μὲν οὖν δεῖ ἐπισκέπτεσθαι ἐν ταῖς ἀναλύσεσι τῶν συλλο‐
5γισμῶν ταῖς εἰς τὰ σχήματα, τί ἐστι περιέργως καὶ ἔξωθεν εἰλημμένον, καὶ τί τῶν ἀναγκαίων παραλέλειπται, καὶ τὸ μὲν ἀναγκαῖον προσθετέον, τὸ δὲ περιττὸν ἀφαιρετέον, ἕως ἂν ἔλθωμεν καὶ εὕρωμεν ζητοῦντες, 〈τί〉 τίνος χάριν εἴληπται καὶ τί παρεᾶται, εἰς τὰς δύο προτάσεις τὰς τοῦ συμπεράσματος κυρίας. ἄνευ γὰρ τοῦ ταύτας εὑρεῖν τε καὶ λαβεῖν ἀποκρῖναι δὲ καὶ χωρίσαι
10τὰς περιττὰς οὐκ ἔστιν ἀγαγεῖν εἰς σχῆμα τοὺς οὕτως ἠρωτημένους λόγους. οἷον ἂν λαβών τις καθόλου πρότασιν τὴν ‘πᾶν τὸ οἰκεῖον ἀγαθόν‘ λάβῃ καὶ τὸ ‘πᾶν καλὸν ἀγαθόν‘, λάβῃ δὲ καὶ τὸ ‘πᾶν τὸ συμφέρον ἀγαθόν‘ ὁμοίως, εἶτ’ ἐπενέγκῃ συμπέρασμα τὸ ‘ὑγίεια ἄρα ἀγαθόν‘· ἐν γὰρ τούτῳ τῷ λόγῳ αἱ μὲν ‘πᾶν καλὸν ἀγαθόν‘ καὶ ‘πᾶν συμφέρον ἀγαθόν‘ περιτταί. κἂν ᾖ δὲ
15εἰλημμένον τό τε ‘πᾶν τὸ κατὰ φύσιν οἰκεῖον‘ καὶ ‘πᾶν τὸ κατὰ φύσιν ἀγαθόν‘ καὶ συμπέρασμα ἐπὶ τούτῳ ‘τὸ ὑγίεια ἄρα ἀγαθόν‘, τὸ ‘ἡ μὲν ὑγίεια οἰκεῖον‘ ἔσται πάλιν παρειμένον, αἱ δὲ ‘πᾶν τὸ οἰκεῖον κατὰ φύσιν, πᾶν τὸ κατὰ φύσιν ἀγαθόν‘ δεικνύοιεν τὴν εἰλημμένην πρότασιν τὴν ‘πᾶν τὸ οἰκεῖον ἀγαθόν‘. [βʹ] χρὴ δὲ μὴ ἁπλῶς βλέπειν πρὸς τὸ συμπέρασμα καὶ ἐν τοῖς κειμένοις
20ἀναγκαίως τι ἕπεται, ἡγεῖσθαι συλλογισμὸν εἶναι. οὐ γάρ, εἰ ὁ συλλογισμὸς ἐξ ἀνάγκης δείκνυσί τι, ἤδη καὶ ἔνθα ἂν ᾖ ἐξ ἀνάγκης τι δεικνύμενον τῷ τοῖς κειμένοις ἕπεσθαι, τοῦτο συλλογισμός ἐστιν· ἐπὶ πλέον γὰρ τὸ ἀναγκαῖον τοῦ συλλογισμοῦ. διὸ οὐχί, εἰ ἕπεται ἐξ ἀνάγκης ληφθέντι τῷ τὸ Α τῷ Β ἴσον εἶναι καὶ τὸ Γ τῷ Β τὸ καὶ τὸ Α τῷ Γ ἴσον εἶναι, ἤδη καὶ συλλογι‐
25σμὸς τοῦτο. ἔσται δὲ συλλογιστικῶς τὸ συνιστάμενον, ἂν προσλαβόντες καθόλου πρότασιν τὴν λέγουσαν “τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα” τὰ εἰλημ‐ μένα δύο ὡς προτάσεις εἰς μίαν συστείλωμεν πρότασιν, ἣ ἴσον ταῖς δύο δύνα‐ ται· ἔστι δ’ αὕτη ‘τὰ δὲ Α καὶ Γ τῷ αὐτῷ (τῷ γὰρ Β) ἴσα· συνάγεται γὰρ κατὰ συλλογισμὸν οὕτως τὸ Α καὶ τὸ Γ ἀλλήλοις εἶναι ἴσα. ὅμοιον
30τούτῳ καὶ τὸ λαβόντας τὸ Α μεῖζον εἶναι τοῦ Β καὶ τὸ Β τοῦ Γ εἰρῆσθαι συλλογιστικῶς δείκνυσθαι τὸ καὶ τὸ Α 〈τοῦ Γ〉 μεῖζον εἶναι, ἐπεὶ ἀναγκαίως τοῦτο ἕπεται. ἀλλ’ οὔπω συλλογισμὸς τοῦτο, ἂν μὴ προσληφθῇ καθόλου πρότασις ἡ λέγουσα ‘πᾶν τὸ τοῦ μείζονός τινος μεῖζον καὶ τοῦ ἐλάττονος ἐκείνου μεῖζόν ἐστι‘, τὰ δὲ κείμενα δύο πρότασις γένηται μία ἡ ἐλάττων ἐν τῷ συλλογισμῷ
35λέγουσα ‘τὸ δὲ Α τοῦ Β μείζονος ὄντος τοῦ Γ μεῖζόν ἐστι‘· συναχθήσεται γὰρ οὕτως τὸ καὶ τὸ Α τοῦ Γ μεῖζον εἶναι κατὰ συλλογισμόν. ἐπεὶ ἀναγκαίως γε πολλάκις ληφθεῖσί τισιν ἀκολουθεῖ καὶ παρὰ τὴν τῆς ὕλης ἰδιότητα καίτοι
ἀσυλλογίστως κειμένων, ἐφ’ οἷς τὸ ἀναγκαῖον, ὡς ἐπὶ τῶν ὁρισμῶν καὶ τῶν121

23,3

122

ἰδίων ἐν δευτέρῳ σχήματι δύο καταφατικῶν ληφθεισῶν προτάσεων. ὁμοίως τοῖς προειρημένοις καὶ οὗτος ὁ λόγος· ὅδε τις τῷδέ ἐστιν ἐκ τῶν αὐτῶν γονέων, οἷον ὁ Α τῷ Β· ἀλλὰ καὶ ὁ Β τῷ Γ ἐκ τῶν αὐτῶν ἐστι γονέων· ὁ Α ἄρα τῷ Γ ἐκ τῶν αὐτῶν γονέων ἐστί. λείπει γὰρ πρὸς τὸ συλλογισμὸν
5γενέσθαι καθόλου πρότασις ἡ λέγουσα πάντας τοὺς τῷ αὐτῷ ἐκ τῶν αὐτῶν γονέων ὄντας ἀδελφοὺς εἶναι· ᾗ προτάσει ἂν προστεθῇ ἡ διῃρημένη μία γενο‐ μένη ἡ λέγουσα ‘οἱ δὲ Α καὶ Γ ἐκ τῶν αὐτῶν γονέων εἰσὶ τῷ Β‘· οὕτως γὰρ συνάγεται τὸ τοὺς Α Γ ἀδελφοὺς εἶναι. ὅτι γὰρ διὰ τὴν καθόλου πρότασιν τὴν προστεθειμένην ὁ συλλογισμός, δῆλον ἐκ τοῦ μή, ἂν μὴ τὸ καθόλου ἀληθὲς
10ᾗ, μηκέτ’ ἀληθὲς εἶναι τὸ ἐπὶ τοῖς οὕτω ληφθεῖσι συμπέρασμα· οὐ γὰρ ἔτι ἀληθὲς γίνεται, ἂν λάβωμεν ‘ὁ Α τοῦ Β ἀδελφός ἐστιν, ὁ Β τοῦ Γ ἀδελφός ἐστι‘, τὸ καὶ τὸν Α τοῦ Γ ἐξ ἀνάγκης ἀδελφὸν εἶναι τῷ μὴ εἶναι τὴν καθόλου πρότασιν ἀληθῆ τὴν ὅτι οἱ τῷ αὐτῷ ἀδελφοὶ καὶ ἀλλήλοις εἰσὶν [οἱ] ἀδελφοί. ὁ γὰρ παῖδα ἔχων καὶ ἀγαγόμενος ἄλλην γυναῖκα παῖδα καὶ αὐτὴν
15ἔχουσαν ἂν σχῇ ἐκ ταύτης παῖδα, ἑκατέρου μὲν τῶν προϋπαρχόντων αὐτοῖς παιδίων ἀδελφὸς ἔσται τοῦτο, οὐ μὴν διὰ τοῦτο καὶ ἀλλήλων ἀδελφοὶ οἱ προϋπάρχοντες. Τοιοῦτοί εἰσιν, οὓς λέγουσιν οἱ νεώτεροι ἀμεθόδως περαίνοντας. οὓς ὅτι μὲν 〈μὴ〉 λέγουσι συλλογιστικῶς συνάγειν, ὑγιῶς λέγουσι· πολλοὶ γὰρ αὐτῶν
20εἰσι τοιοῦτοι. ὅτι δὲ ἡγοῦνται ὁμοίους αὐτοὺς εἶναι τοῖς κατηγορικοῖς συλλο‐ γισμοῖς, περὶ ὧν ἡ παροῦσα πραγματεία, οὕτως λαμβανομένους, ὡς τιθέασιν αὐτούς, τοῦ παντὸς διαμαρτάνουσιν· εἰ γὰρ ἦσαν τούτοις ὅμοιοι, εἶχον ἂν καὶ τὸ εἶναι συλλογισμοί. νῦν δὲ οἱ μὲν πολλοὶ τῶν τοιούτων λόγων ἐκ πάντων ἐπὶ μέρους εἰσίν· ἡμεῖς δὲ ἐδείξαμεν μηδένα τῶν κατηγορικῶν συλλογισμῶν
25γινόμενον χωρὶς καθόλου προτάσεως. εἰ γὰρ ἐγίνετό τι κατὰ συλλογισμὸν συμπέρασμα ἐπὶ δύο προτάσεσιν ἐν μέρει, ἔδει ἐπὶ πάσης ὕλης τὸ ὅμοιον γίνεσθαι συμπέρασμα· διὸ καὶ οὗτοι οὐκ ὄντες καθ’ αὑτοὺς συλλογιστικοὶ προστεθείσης αὐτοῖς τῆς καθόλου προτάσεως, ὡς εἴρηται, γίνονται συλλο‐ γισμοί. ἡ γὰρ αἰτία τοῦ τοὺς λεγομένους ἀμεθόδως περαίνειν ἔχειν ἐξ ἀνάγκης
30τοῖς κειμένοις ἑπόμενον τὸ δοκοῦν συνάγεσθαι παρὰ τὸ καὶ ἐν τούτοις ἀληθῆ εἶναι τὴν καθόλου πρότασιν ὄντων τοιούτων τῶν λαμβανομένων, ἣν παραλεί‐ πουσι· διαιροῦσι δὲ τὴν ἐλάττονα εἰς δύο προτάσεις. τοιοῦτοι γάρ εἰσιν οἱ τοιοίδε· λέγει Δίων, ὅτι ἡμέρα ἐστίν· ἀλλὰ καὶ ἀληθεύει Δίων· ἡμέρα ἄρα ἐστί. πάλιν λέγει Δίων, ὅτι ἡμέρα ἐστίν· ἀλλὰ καὶ ἡμέρα ἐστίν· ἀληθεύει
35ἄρα Δίων. προσληφθέντι μὲν γὰρ τῷ εἶναι τοῦτο, ὃ λέγει τις, ἕπεται τὸ ἀληθεύειν αὐτόν· εἰ δὲ ἀληθεύειν προσληφθείη, ἕπεται τὸ εἶναι τοῦτο, ὃ λέγει εἶναι. ἐν ἑκατέρῳ γὰρ τῶν λόγων παρειάθησαν καθόλου προτάσεις ἀληθεῖς οὖσαι, ἐν τῷ μὲν τὸ ‘πᾶν, ὃ λέγων τις ἀληθεύει, ἐκεῖνο ἔστιν· ἀλη‐
θεύει δὲ Δίων λέγων, ὅτι ἡμέρα ἐστίν‘, ὃ διῄρηται εἴς τε τὸ ‘λέγει Δίων, ὅτι122

23,3

123

ἡμέρα ἐστί‘ καὶ τὸ ‘ἀλλὰ καὶ ἀληθεύει Δίων‘, ἐφ’ οἷς συμπέρασμα κατὰ συλλο‐ γισμὸν τὸ ‘ἡμέρα ἄρα ἐστίν, ὃ λέγει Δίων‘· ἐν δὲ τῷ ἑτέρῳ ἡ μὲν παρει‐ μένη πρότασις οὖσα καθόλου ἐστὶν ὅτι ὁ τὸ ὂν λέγων, ὅτι ἐστίν, ἀληθεύει· διῄρηται δὲ ἡ ‘Δίων δὲ ἡμέρας οὔσης λέγει, ὅτι ἡμέρα ἐστίν‘· αὕτη γὰρ διῄ‐
5ρηται εἴς τε τὴν ‘λέγει Δίων, ὅτι ἡμέρα ἐστί‘ καὶ τὴν ‘ἡμέρα ἐστί‘. συμπέ‐ ρασμα γὰρ συλλογιστικῶς, οὐκέτ’ ἀμεθόδως οὕτω ληφθεισῶν τῶν προτάσεων τὸ ‘Δίων ἀληθεύει‘. ὅσον δὴ οἱ οὕτως λαμβανόμενοι τῶν ἐκείνως διαφέρουσι, τοσοῦτον καὶ οἱ κατηγορικοὶ συλλογισμοὶ τῶν λεγομένων ἀμεθόδως περαίνειν. Ἐπ’ ἐνίων μὲν οὖν λόγων οὐ χαλεπὸν τὸ συνιδεῖν, τί ἐνδεῖ πρὸς τὸ
10πλήρη συλλογισμὸν γίνεσθαι, καὶ τί περιττὸν εἴληπται, ὡς ἐφ’ ὧν προειρή‐ καμεν λόγων· δῆλον γὰρ ἐν τούτοις τὸ παρειμένον. ἀλλὰ καὶ ἐφ’ ὧν ἄλλο τι συμπέρασμα ἐπενήνεκται καὶ οὐ τὸ ἐκ τῶν κειμένων συναγόμενον, ὡς ἔχει ἐπὶ τοῦ Ἐπικούρου λόγου ἠρωτημένου τοῦ ‘θάνατος οὐδὲν πρὸς ἡμᾶς· τὸ γὰρ διαλυθὲν ἀναισθητεῖ, τὸ δ’ ἀναισθητοῦν οὐδὲν πρὸς ἡμᾶσ‘.
15ἀλλ’ οὐ τοῦτο τὸ συναγόμενον, ἀλλ’ ὅτι τὸ διαλυθὲν οὐδὲν πρὸς ἡμᾶς ἐν πρώτῳ σχήματι. ὁμοίως καὶ ἐπὶ τοῦ Παρμενίδου λόγου συνάγοντος, ὅτι ἓν τὸ ὄν, 〈ἐκ τῶν ‘τὸ παρὰ τὸ ὂν οὐκ ὄν, τὸ〉 οὐκ ὂν οὐδέν‘· καὶ γὰρ ἐνταῦθα τὸ συναγόμενον φανερόν ἐστι· συνάγεται γὰρ ἐκ τῶν κειμένων τὸ παρὰ τὸ ὂν μηδὲν εἶναι ἐν πρώτῳ σχήματι, ἀλλ’ οὐ τὸ ‘ἓν ἄρα τὸ ὄν‘, ὡς ἐκεῖνος
20οἴεται. δεῖ γὰρ καθόλου τὸ συμπέρασμα ἐκ τῶν ἄκρων τῶν εἰλημμένων ἐν ταῖς προτάσεσι ταῖς δύο συγκεῖσθαι. ἄκροι δέ εἰσιν ἐν ταῖς προτάσεσιν οἱ ἀνὰ ἅπαξ εἰλημμένοι ἐν τῇ θέσει τῶν προτάσεων· ὁ γὰρ ἐν ἀμφοτέραις κεί‐ μενος ταῖς προτάσεσι καὶ ἑκατέρῳ τῶν ἄκρων συναπτόμενος ὁ μέσος ἐστίν. ἐπ’ ἐνίων μὲν οὖν, ὡς ἔφην, ῥᾷον τὸ φωρᾶσαι τὴν κατὰ λόγους ἁμαρτίαν·
25ἐπ’ ἐνίων δὲ οὐ ῥᾴδιον συνιδεῖν, ἀλλὰ δοκοῦσι συλλογισμοὶ εἶναι, οὐκ ὄντες, διὰ τὸ τοῖς κειμένοις ἕπεσθαι τὸ ἐπιφερόμενον ἐξ ἀνάγκης, ὡς ἐφ’ ὧν γε ἤδη εἰρήκαμεν, δῆλόν ἐστι καὶ ἐφ’ οὗ νῦν παραθησόμεθα παραδείγματος, ὅ ἐστι τοιοῦτον· μὴ οὐσίας ἀναιρουμένης οὐκ ἀναιρεῖται οὐσία· ἐξ ὧν δέ ἐστί τι ἀναιρουμένων καὶ τὸ ἐκ τούτων φθείρεται. ἐκ γὰρ τούτων ἀναγκαῖον τὸ οὐσίας
30μέρος εἶναι οὐσίαν· οὐ μὴν συλλογιστικῶς δέδεικται, ἀλλὰ λείπουσί τινες προτάσεις πρὸς τὸ γενέσθαι 〈συλλογισμόν, τουτέστιν οὐχ ἃ ἔδει ληφθῆναι κεῖνται, ἀλλ’ αἱ μὲν ἰσοδυναμοῦσι〉 ταῖς, ἐξ ὧν δειχθείη ἄν τι συλλογιστικῶς, τὸ δέ τι παρεᾶται. ἂν δὴ εἰς ἐκείνας μεταληφθῶσιν αὗται αἱ κείμεναι καὶ προσληφθείη τὸ λεῖπον, συλλογισμὸς ἔσται. τῇ μὲν γὰρ ‘οὐσίας μὴ ἀναι‐
35ρουμένης οὐκ ἀναιρεῖται οὐσία‘ ἴσον δύναται αὐτῇ ἡ ἀντιστρέφουσα ἡ λέγουσα ‘τὸ συναναιροῦν οὐσίαν οὐσία ἐστίν‘· οὗ γὰρ ἀναιρουμένου ἀναιρεῖται οὐσία,
ἐκεῖνο οὐσία ἐστίν. πάλιν δ’ αὖ τῇ λεγούσῃ ‘ἐξ ὧν δέ ἐστιν, ἀναιρου‐123

23,3

124

μένων καὶ τὸ ἐκ τούτων φθείρεται‘ προσληπτέον, ὡς εἶπον, τὸ ‘ἐκ δὲ τῶν μερῶν τὸ ὅλον‘· ἔσται γὰρ ἀληθὲς τὸ τῶν μερῶν ἀναιρουμένων τὸ ὅλον φθεί‐ ρεσθαι, ᾧ ἕπεται καὶ τῶν τῆς οὐσίας μερῶν ἀναιρουμένων καὶ τὴν ἐξ αὐτῶν φθείρεσθαι, ᾧ ἴσον τὸ τὰ μέρη τῆς οὐσίας τὴν οὐσίαν ἀναιροῦντα οὐσίας
5εἶναι, ὃ μεταληφθὲν ἐξ ἐκείνων κεῖται. γίνονται οὖν προτάσεις ‘τὰ μέρη τῆς οὐσίας ἀναιρεῖ οὐσίαν, τὰ συναναιροῦντα οὐσίαν οὐσία ἐστίν‘· ἐκ τούτων συνά‐ γεται συμπέρασμα τὸ ‘τὰ μέρη τῆς οὐσίας οὐσία‘ ἐν πρώτῳ σχήματι. ἄλλαι τε οὖν ἀντ’ ἄλλων προτάσεις ἐλήφθησαν ἐν τῷ λόγῳ καὶ παρειάθησαν ἕτεραι.
10 Ἔτι καὶ τοῦτο 〈τὸ〉 παράδειγμα αἰτιῶμαι ὡς ἔχον μὲν ἐξ ἀνάγκης τοῖς κειμένοις ἑπόμενον, τῷ γε ἀνθρώπου ὄντος ζῶον εἶναι καὶ ζώου ὄντος οὐσίαν εἶναι, τὸ ἀνθρώπου ὄντος οὐσίαν εἶναι, οὐ μὴν συλλογιστικῶς. οὐ γὰρ ἔχουσιν αἱ προτάσεις, ὡς εἴρηται δεῖν ἔχειν, εἰ μέλλοι συλλογισμὸς ἔσεσθαι· ἔστι δὲ τοῦτο τὸ δεῖν ἢ ἀμφοτέρας εἶναι τὰς προτάσεις καθόλου ἢ πάντως γε
15τὴν ἑτέραν. ἐνταῦθα δὲ οὐδεμία εἴληπται καθόλου. τῷ μέντοι τὴν καθόλου ἀληθῆ εἶναι τὴν παρειμένην, ἧς τεθείσης συλλογισμὸς ἔσται, ἀληθῆ δοκεῖ τὰ τοῖς κειμένοις ἕπεσθαι δοκοῦντα. ἔστι δὲ ἡ καθόλου πρότασις ‘πᾶν τὸ ἑπό‐ μενόν τινι ἕπεται καὶ ᾧ ἐκεῖνο ἕπεται‘. ἐν δὲ τῷ ‘εἰ ἀνθρώπου ὄντος ζῶόν ἐστι καὶ ζώου ὄντος οὐσία‘ τῷ μὲν ζώῳ ἕπεται ἡ οὐσία, τῷ δὲ ἀνθρώπῳ
20ἕπεται τὸ ζῶον· καὶ τῷ ἀνθρώπῳ ἄρα ἕπεται ἡ οὐσία. ἢ καὶ οὕτως· ἐν οἷς τρισὶν οὖσιν ἕπεται τῷ πρώτῳ τὸ δεύτερον καὶ τῷ δευτέρῳ τὸ τρίτον, ἐν τούτοις ἀκολουθεῖ καὶ τῷ πρώτῳ τὸ τρίτον· ἐν δὲ τῷ ἀνθρώπῳ καὶ τῷ ζώῳ καὶ τῇ οὐσίᾳ τρισὶν οὖσιν ἀκολουθεῖ τῷ μὲν ἀνθρώπῳ τὸ ζῶον, τῷ δὲ ζώῳ ἡ οὐσία· ἐν τούτοις ἄρα ἀκολουθήσει καὶ τῷ ἀνθρώπῳ ἡ οὐσία. ληφθέν‐
25τος γὰρ τοῦ καθόλου, οὗ προειρήκαμεν, καὶ προσληφθέντος αὐτῷ τοῦ ‘ἀνθρώπου δὲ ὄντος ζῶόν ἐστι καὶ ζώου οὐσία‘ συνάγεσθαι συλλογιστικῶς καὶ ἐν τούτοις ἀνθρώπου ὄντος οὐσίαν εἶναι. ὅτι γὰρ οὐ παρὰ τὴν κειμένην ἀκολουθίαν τὸ συμπέρασμα ἀλλὰ παρὰ τὸ τὴν καθόλου ἀληθῆ εἶναι, ἣν προσειλήφαμεν, δῆλον ἂν γένοιτο, εἰ ἄλλην τινὰ ἀκολουθίαν προχειρισαίμεθα ἀληθῆ μὲν αὐτὴν
30οὐκέτι 〈δὲ ὑπό τι〉 ἀληθὲς καθόλου τεταγμένην, οἵα ἐστὶν ἡ τοιαύτη ‘τὸ Α τοῦ Β πήχει ὑπερέχει, καὶ τὸ Β τοῦ Γ πήχει ὑπερέχει‘. οὐκέτι γὰρ καὶ τὸ Α τοῦ Γ πήχει ὑπερέξει· ψεῦδος γὰρ τοῦτο. ἡ δ’ αἰτία τούτου, ὅτι καὶ ἡ καθόλου ψευδὴς ἡ λέγουσα ‘εἴ τί τινος ὑπερέχει μέτρῳ τινὶ κἀκεῖνο ἄλλου τῷ αὐτῷ, καὶ τὸ πρῶτον τοῦ τρίτου τῷ αὐτῷ ὑπερέξει‘. δῆλον δὲ διὰ τούτων
35καὶ ὡς ὁ διὰ τριῶν λεγόμενος λόγος ἐξ ἀνάγκης μὲν ἔχει τὸ ἑπόμενον τὸ τοῦ πρώτου ὄντος τὸ τρίτον εἶναι, οὐ μὴν συλλογιστικῶς, οὐδ’ ἔστιν ὁ διὰ τριῶν λόγος συλλογισμὸς οὐδὲ ὅλως ὁ δι’ ὅλων ὑποθετικὸς λεγόμενος. διὸ
καὶ μᾶλλον δύναται ἐπὶ τοῦ παραδείγματος τοῦ ‘εἰ ἀνθρώπου ὄντος ἀνάγκη124

23,3

125

ζῶον εἶναι‘ εἰρῆσθαι τὸ ‘ἀλλ’ οὔπω συλλελόγισται‘· οὐ γὰρ ἔχουσιν αἱ προτάσεις, ὡς εἴπομεν, ὅτι μὴ δεικτικῶς μηδὲ καθόλου ἐλήφθησαν. ἔσται γὰρ συλλογι‐ σμός, ἂν οὕτω ληφθῶσι ‘πᾶς ἄνθρωπος ζῶον, πᾶν ζῶον οὐσία‘. ἐκείνων δὲ ληφθέντων ἀναγκαῖον μὲν τὸ συμβαῖνον οὐ μὴν συλλογιστικῶς, ἐπεὶ πᾶς
5συλλογισμὸς κεῖται ὑπάρχειν ἢ μὴ ὑπάρχειν δεικνύναι. δυνατὸν πάλιν τὸ ‘εἰ ἀνθρώπου ὄντος ἀνάγκη ζῶον εἶναι καὶ ζώου οὐσίαν‘ αἰτιᾶσθαι ὡς μὴ συλλο‐ γιστικῶς συνάγον, ὅτι ἀδιόριστοι αἱ προτάσεις, ἥ τε ‘ὁ ἄνθρωπος ζῶον‘ καὶ ἡ ‘τὸ ζῶον οὐσία‘. καὶ τοῖς ἑξῆς φανερώτερον περὶ τούτων. ὥστ’ ἐπεὶ ταῦθ’ οὕτως ἔχει, οὐ δεῖ ἀναγκαίου τινὸς συμβαίνοντος εὐθὺς πειρᾶσθαι ἀνά‐
10γειν τε καὶ ἀναλύειν· ἀλλ’ ὅταν συλλογιστικῶς συμβαίνῃ τι, τότε δεῖ ἀνάγειν τὸν λόγον εἴς τι τῶν σχημάτων ὡς ὄντα συλλογισμόν, ἀλλ’ οὐχ ὅταν ἁπλῶς ἐξ ἀνάγκης συμβαίνῃ τι. εἰ δὲ οὕτω ταῦτα λέγοιτο, εἴη ἂν καὶ ἐν τῷ τοῦ συλλογισμοῦ ὅρῳ τὸ ‘τεθέντων‘ ἀντὶ τοῦ ‘κατηγορικῶς ληφθέντων‘ εἰρημένον ἡμῖν ἴσον τῷ ‘εἶναι ἢ μὴ εἶναι ληφθέντων‘ ἀλλ’ οὐχ ‘ὑποτεθέντων‘, ἐπεὶ μὴ
15συλλογιστικῶς τοῖς ὑποτεθεῖσι τὸ ἀναγκαίως ἑπόμενον ἕπεται. ἐπεὶ οὖν ἡμῖν ταῦτα εἴρηται, ἐπανελθετέον πάλιν ἐπὶ τὸ προειρημένον τὸ ὅτι πρῶτον ληπτέον τὰς δύο προτάσεις (ῥᾷον γάρ, ὡς εἴπομεν, εἰς τὰ μεγάλα καὶ συγκείμενα διελεῖν), εἶτα οὕτως ἐκ τῶν προτάσεων τοὺς ὅρους ἐκληπτέον καὶ μέσον τὸν ὅρον θετέον τὸν ἐν ἀμφοτέραις ὄντα ταῖς προτάσεσιν. ὁ γὰρ δὶς λαμ‐
20βανόμενος καὶ ἑκατέρῳ συντεθειμένος τῶν ἄκρων ἐν πᾶσι τοῖς σχήμασιν ὁ αὐτός ἐστιν ὁ μέσος ὅρος. τοιοῦτος γὰρ καὶ ὁ μέσος ὅρος ἐν τοῖς τρισὶ σχήμασι. Ῥᾳδία οὖν λοιπὸν μετὰ τοῦτο ἡ ἀγωγὴ εἰς τὸ οἰκεῖον σχῆμα τοῦ ἀνα‐ γομένου συλλογισμοῦ· ἡ γὰρ τοῦ μέσου πρὸς τοὺς ἄκρους σχέσις τοῦτο φανερὸν
25ποιεῖ. ἂν μὲν γὰρ ὁ μέσος ἐν ἀμφοτέραις ὢν ταῖς προτάσεσιν οὕτως ᾖ ὡς τοῦ μὲν κατηγορεῖσθαι αὐτὸν τῷ δὲ ὑποκεῖσθαι, πρῶτον ἔσται σχῆμα. ὁμοίως κἂν αὐτὸ μέν τινος κατηγορῆται ἄλλο δὲ αὐτοῦ ἀποφάσκηται. ἐὰν δὲ ἀμφο‐ τέρων κατηγορῆται τῶν ἄκρων, τοῦ μὲν καταφατικῶς τοῦ δὲ ἀποφατικῶς, ἐν δευτέρῳ σχήματι ὁ συλλογισμός· ἄλλως γὰρ ἔχοντος τοῦ μέσου πρὸς τοὺς
30ἄκρους, ὧν κατηγορεῖται, ἔσται μὲν ἐν δευτέρῳ σχήματι ἡ συζυγία, ἀλλ’ οὐ συλλογιστική. ἐὰν δὲ τὰ ἄκρα ταῦτα τοῦ μέσου ἀμφότερα κατηγορῆται, ἢ καταφατικῶς ἢ θάτερον μὲν καταφατικῶς θάτερον δὲ ἀποφατικῶς, ὁ συλλογι‐ σμὸς ἐν τρίτῳ σχήματι. ὁμοίως δὲ ἀναχθήσονται οἱ συλλογισμοί, κἂν μὴ ἀμφότεραι ὦσιν αἱ προτάσεις καθόλου ἀλλ’ ἡ ἑτέρα μόνον· καὶ γὰρ καθόλου
35οὐσῶν τῶν προτάσεων ἀμφοτέρων καὶ τῆς ἑτέρας μόνης τριττὴ τοῦ μέσου πρὸς τοὺς ἄκρους ἡ σχέσις, κατὰ δὲ τὰς τῶν σχέσεων διαφορὰς ἡ τῶν σχη‐ μάτων διαφορά. δῆλον δὲ ἐκ τῶν εἰρημένων ἐστὶ τοῦτο, ὅτι, ἐν ᾧ λόγῳ ὁ αὐτὸς ὅρος πλεονάκις οὐκ εἴληπται, οὗτος οὐκ ἔστι συλλογισμός· ἀδύνατον γὰρ συλλογισμὸν γενέσθαι χωρὶς μέσου, ὡς δέδεικται· μέσος δέ ἐστιν ἐν πᾶσι
40τοῖς σχήμασιν ὁ δὶς λαμβανόμενος.125

23,3

126

Ἐπεὶ δὲ ἔχομεν τεσσάρων ὄντων τῶν προβλημάτων, ποῖον ἐν ἑκάστῳ σχήματι δείκνυται, ὑπογραπτέον καὶ ταύτην τὴν ὁδὸν τῆς ἀναλύσεως τῶν συλλογισμῶν τῆς εἰς τὰ σχήματα· χρὴ λαβόντας τὸ πρόβλημα καὶ τὸ συμ‐ πέρασμα, δι’ οὗ σχήματος συνάγεσθαι τοῦτο πέφυκεν, ἐν τούτῳ ζητεῖν ἀναλύειν
5καὶ μὴ ἐν πᾶσιν. ἐπὶ μὲν οὖν τοῦ καθόλου καταφατικοῦ ῥᾴδιον τοῦτο· ἐν γὰρ τῷ πρώτῳ σχήματι μόνῳ τοῦτο δέδεικται τὸ πρόβλημα. τῶν δ’ ἄλλων προβλημάτων τὸ μὲν καθόλου ἀποφατικὸν διά τε τοῦ πρώτου δείκνυται καὶ τοῦ δευτέρου σχήματος, τὸ δὲ ἐπὶ μέρους καταφατικὸν πάλιν διά τε τοῦ πρώτου καὶ διὰ τοῦ τρίτου, τὸ δὲ ἐπὶ μέρους ἀποφατικὸν διὰ τῶν τριῶν. ἐπὶ δὲ
10τῶν διὰ πλείστων σχημάτων δεικνυμένων προβλημάτων ἐπιβλεπτέον καὶ ἐκεῖνο, δι’ οὗ μᾶλλον δείκνυται, καὶ τὸ πλεονάκις. οὐ μὴν ἀλλὰ γνώριμον ποιήσει τὸ σχῆμα ἡ τοῦ μέσου θέσις· εἰ γὰρ ὁ αὐτὸς ὑποκείμενός τε καὶ κατηγορού‐ μενος εἴη, τὸ πρῶτον, εἰ δὲ μόνον κατηγορούμενος, τὸ δεύτερον, εἰ δὲ μόνον ὑποκείμενος, τὸ τρίτον.
15 Ἐπεὶ δ’ ἐδείξαμεν, πῶς χρὴ τὴν ἀνάλυσιν τῶν συλλογισμῶν ποιεῖσθαι, νῦν ὑπογράψομεν, τίνα δεῖ φυλάττεσθαι ὡς δυνάμενα ἡμᾶς ἐξαπατᾶν πρὸς τὸ ἡγεῖ‐ σθαι τοὺς μὴ συλλογισμοὺς συλλογισμοὺς εἶναι· τοῦτο γὰρ εἰδότες φυλάττεσθαι οὐ ματαιοπονήσομεν ὡς συλλογισμοὺς ἀναλύειν πειρώμενοι τοὺς μὴ συλλογι‐ σμούς. πρῶτον μὲν οὖν χρὴ μὴ πρὸς τὸ ἀναγκαίως ἕπεσθαι τοῖς κειμένοις
20τὸ ἐπιφερόμενον βλέποντας εὐθὺς ἡγεῖσθαι καὶ συλλογιστικὸν εἶναι τὸν λόγον· ἀπάτη γὰρ γίνεται παρὰ τοῦτο. εἴρηται δὲ περὶ τούτου καὶ δέδεικται, ὅτι ἐπὶ πλέον τὸ ἀναγκαῖον τὸ ἐν τοῖς λόγοις τοῦ ἐν συλλογισμῷ. ἐνίοτε δὲ ἀπατώ‐ μεθα διὰ τὴν ὁμοιότητα τῆς τῶν ὅρων θέσεως· οὐδὲν γὰρ δοκεῖ διαφέρειν ἢ ἀδιορίστως θεῖναι τὴν πρότασιν ἢ καθόλου. διὸ καὶ προτείναντός τινος ἀδιό‐
25ριστον πρότασιν συγχωροῦμεν ὡς οὐδὲν διαφέρουσαν τῆς καθόλου. τοιούτων δὲ ληφθεισῶν οὐ γίνεται συλλογισμός. οἷον ἔστω ἐπὶ μὲν τοῦ Α ἀεὶ εἶναι, ἐπὶ δὲ τοῦ Β διανοητὸς Ἀριστομένης, 〈ἐπὶ δὲ τοῦ Γ Ἀριστομένης.〉 κατηγο‐ ρείσθω οὖν τὸ Α κατὰ τοῦ Β ἀδιορίστως, τὸ ἀεὶ εἶναι κατὰ τοῦ διανοητοῦ Ἀριστομένους, ἀληθὲς ὄν (διανοητὸς γὰρ Ἀριστομένης ἀεί, τουτέστιν οἷόν τε
30ἀεὶ διανοεῖσθαί τινα Ἀριστομένην καὶ διανοεῖσθαί τινα περὶ Ἀριστομένους), τὸ δὲ Β κατὰ τοῦ Γ· καὶ γὰρ τοῦτο ἀληθὲς τὸ τὸν Ἀριστομένην, ὅπερ ἐστὶ τὸ Γ, διανοητὸν εἶναι Ἀριστομένην, ὃ ἦν τὸ Β. οὐκέτι οὖν ἀληθὲς γίνεται τὸ τὸ Α κατὰ τοῦ Γ, τὸ ἀεὶ εἶναι κατὰ Ἀριστομένους, ὅπερ ἐστὶ τὸ συνάγε‐ σθαι δοκοῦν. οὐ γὰρ ἀεί ἐστιν Ἀριστομένης· φθαρτὸς γάρ. οὕτως δὲ 〈δόξει〉
35διαβάλλεσθαι τοῦ πρώτου σχήματος ἡ πρώτη συμπλοκὴ καὶ ὁ πρῶτος συλλογι‐ σμός, εἴ γε ἀληθῶν οὐσῶν τῶν προτάσεων τὸ συμπέρασμα ψεῦδος. ἀλλὰ
τούτου αἴτιον τὸ μὴ συλλογιστικῶς ληφθῆναι τὰς προτάσεις. ἀδιορίστως μὲν126

23,3

127

γὰρ λαμβανομένη ἡ Α Β πρότασις ἀληθὴς εἶναι δύναται ἡ λέγουσα ἀεὶ εἶναι τὸν διανοητὸν Ἀριστομένην, ἂν μέντοι καθόλου ληφθῇ ‘πᾶς ὁ διανοητὸς Ἀρι‐ στομένης ἀεί ἐστιν‘, 〈ψευδής. ὁ γὰρ λέγων ‘πᾶς ὁ διανοητὸς Ἀριστομένης ἀεί ἐστιν‘〉 οὐκέτι λαμβάνει πάντα τὸν διανοητὸν Ἀριστομένην ἀεὶ εἶναι διανοητόν,
5ἀλλὰ Ἀριστομένη, ᾧ ὑπάρχει διανοητῷ εἶναι, 〈ἀεὶ εἶναι〉· ὃ ψεῦδος ὂν εἰ ἐσήμαινε καὶ ἡ ἀδιόριστος ἡ λέγουσα ‘ὁ διανοητὸς Ἀριστομένης ἀεί ἐστι‘, ψευδὴς ἂν ἦν καὶ αὕτη τῷ μηκέτι 〈Ἀριστομένη, ᾧ συμβέβηκε〉 διανοητῷ εἶναι, δύνασθαι ἀεὶ εἶναι. νῦν δὲ ἄλλο μὲν ὑπ’ ἐκείνης τῆς ἀδιορίστου ἐσημαίνετο, ἄλλο δὲ τὸ σημαινόμενον καὶ ἀλλοῖον ἐγένετο τοῦ ‘πᾶσ‘ προστεθέντος. ἐπεὶ εἰ καὶ προστε‐
10θέντος τοῦ ‘πᾶσ‘ ταὐτὸ ἔτι ἐσημαίνετο, ἦν ἂν καὶ ἡ καθόλου ὁμοίως τῇ ἀδιορίστῳ ἀληθής· πᾶς γὰρ Ἀριστομένης ἀεὶ διανοητός ἐστι. διὸ οὐ ταὐτὸν τὸ νῦν εἰρημένον ὑφ’ ἡμῶν τῷ πρὸ ὀλίγου, ὅτε ἐλέγομεν “πάλιν εἰ ἀνθρώ‐ που ὄντος ἀνάγκη ζῶον εἶναι”. οὕτως δέ γε λαμβανομένη ἀνάγκῃ συλλογιστικὴ γίνεται, ἀλλ’ οὐκ ἀδιορίστως· δεῖ γὰρ ἐν τῷ πρώτῳ σχήματι τὴν μείζονα
15πρότασιν ἀεὶ καθόλου εἶναι. χρηστέον δὲ καὶ ἄλλῳ παραδείγματι πρὸς τὴν τοῦ αὐτοῦ δεῖξιν· λαμβανέσθω γὰρ ἐπὶ μὲν τοῦ Γ Μίκκαλος, ἐπὶ δὲ τοῦ Β μουσικὸς Μίκκαλος, ἐπὶ δὲ τοῦ Α τὸ φθείρεσθαι Μίκκαλον αὔριον· ἔπειτα τὸ μὲν Β τοῦ Γ κατηγορείσθω, ὁ μουσικὸς Μίκκαλος Μικκάλου, ὡς ἀληθὲς ὄν, τὸ δὲ Α τοῦ 〈Β,〉 φθείρεσθαι αὔριον κατὰ μουσικοῦ Μικκάλου. ἐνδε‐
20χόμενον δὲ λαμβανέσθω τοῦτο ὡς καὶ τὸν διανοητὸν Ἀριστομένην ἀεὶ εἶναι ἢ ὡς Μικκάλου μουσικοῦ φθειρομένου αὔριον τῷ ἀποβάλλειν τὴν μουσικήν. τούτων γὰρ ὄντων ἀληθῶν ψεῦδός ἐστιν ἐπὶ τούτοις τὸ λέγειν συλλογιστικῶς τὸ Α τοῦ Β κατηγορεῖσθαι· καὶ γὰρ εἰ ἄλλως ἀληθές, ἀλλ’ ὡς ἐν συλλογι‐ σμῷ ψεῦδος. ταῦτα δὲ λέγων οὐ περὶ τοῦ συμπεράσματος ἀκριβολογούμενος
25λέγω νῦν, ἀλλὰ μόνον ἐνδείκνυμαι τὴν τῆς ἀδιορίστου καὶ τῆς καθόλου προτά‐ σεως διαφορὰν διὰ τὸ λαβεῖν τῆς λεγούσης μουσικὸν αὔριον Μίκκαλον φθεί‐ ρεσθαι ἀληθοῦς οὔσης μὴ πάντως ἀληθῆ γίνεσθαι τὴν λέγουσαν πάντα μουσικὸν Μίκκαλον αὔριον φθείρεσθαι· τὸ γὰρ ‘καθόλου Μίκκαλος μουσικόσ‘ τὴν ‘πᾶς Μίκκαλος μουσικόσ‘ σημαίνει. ἔστι δὲ τὸ λεγόμενον δεῖξαι καὶ διὰ φανερωτέρων
30παραδειγμάτων. ἔστω μείζων μὲν ὅρος ἀγαθόν, μέσος δὲ οἰκεῖον, ἐλάττων δὲ ἡδονή· τὸ δὴ ἀγαθὸν κατὰ τοῦ οἰκείου κατηγορείσθω· ἀλλὰ καὶ τὸ οἰκεῖον κατὰ τῆς ἡδονῆς. ἀληθῶν δὴ τῶν προτάσεων οὐσῶν οὐ πάντως τὸ ἀγαθὸν κατὰ τῆς ἡδονῆς, ὅτι μὴ ἐλήφθη τὸ ἀγαθὸν κατὰ παντὸς τοῦ οἰκείου, ἀλλ’ ἀδιορίστως. ἀλλὰ κἂν λάβῃ τις, ὅτι ἡ ποιότης ποιεῖ, τὸ ποιοῦν σῶμα, οὐ
35συλλογιεῖται ‘ἡ ποιότης ἄρα σῶμα‘. οὐ γὰρ ἔλαβε ‘πᾶν τὸ ποιοῦν σῶμα‘· ψεῦδος γάρ· ἀδιορίστως γὰρ ληφθὲν ἀληθὲς μέν, ἀσυλλόγιστον δέ. ὁμοίως δέ,
〈κἂν〉 μὲν τὸν ἄνθρωπον λάβῃ ζῶον εἶναι τὸ δὲ ζῶον γένος· οὐδὲ γὰρ καὶ127

23,3

128

ὁ ἄνθρωπος γένος. γίνεται δὲ ἐν τοῖς τοιούτοις ἡ ἀπάτη διὰ τὸ τῷ καθόλου ἐφαρμόζειν τὸ ἀδιόριστον· ὡς γὰρ τοῦ ἀδιορίστου ἴσον τῷ καθό‐ λου δυναμένου συγχωροῦσι καὶ δέχονται. πλεῖστον δὲ διαφέρει· τὸ μὲν γὰρ καθόλου καὶ ἀδιορίστως εἰπεῖν ἀληθές, τὸ δὲ ἀδιορίστως ἀληθὲς
5οὐκέτι καὶ καθόλου ἐξ ἀνάγκης. ταύτην μὲν οὖν καὶ τὴν τοιαύτην ἀπά‐ την γίνεσθαί φημι διὰ τὸ παρὰ μικρόν· ὡς γὰρ οὐδὲν διαφέρον καθόλου εἰπεῖν πρότασιν ἢ ἀδιόριστον συγχωρήσαντες τὴν ἀδιόριστον ὡς καθόλου ἀπατῶνται. [δʹ] αἰτία δ’ ἀπάτης πάλιν γίνεται καὶ ἡ τῶν ὅρων ἔκθεσις· εἰ γὰρ
10λόγον ἀναλύοντες τὸν ‘τὸ ὑγιαίνειν οὐδενὶ νοσοῦντι ὑπάρχει‘ λέγοντα, ‘τὸ νοσεῖν παντὶ ἀνθρώπῳ‘ ἐκτιθέμενοι τοὺς ὅρους μὴ τὸ ὑγιαίνειν καὶ τὸ νοσεῖν λαμβά‐ νοιμεν ἀλλὰ νόσον καὶ ὑγίειαν, ἔσται τοῦτο ἡμῖν ἀπάτης αἴτιον. οὐ γὰρ δεόντως τοῦτο γεγένηται· ὅταν γὰρ ἀντὶ τῶν κατὰ τὰς ἕξεις αὐτὰς τὰς ἕξεις ἐν τοῖς ὅροις λάβωμεν ὡς μηδὲν διαφέρον οὕτως ἢ ἐκείνως λαβεῖν, ἀσυλλο‐
15γίστους παρὰ τοῦτο ποιήσομεν τοὺς λόγους. ἐπεὶ γὰρ οὐκ ἔστιν ἀληθὲς οὐδὲ δυνατὸν ‘ἄνθρωπος ὑγεία ἐστίν‘ ἢ ‘ἄνθρωπος νόσος ἐστί‘, δύναται μέντοι ἀληθὲς εἶναι τὸ ‘ἄνθρωπος νοσεῖ‘ ἢ τὸ ὑπάρχειν νόσον ἢ τὸ νοσεῖν ἀνθρώπῳ ἢ πάλιν τὸ ‘ἄνθρωπος ὑγιαίνει‘ ἢ ‘ὑπάρχει αὐτῷ ὑγεία ἢ τὸ ὑγιαίνειν‘ (ἡ μὲν γὰρ ὑγεία καὶ ἡ νόσος αἱ ἕξεις ἦσαν, τὸ δὲ ‘ὑγιαίνει‘ καὶ τὸ ‘νοσεῖ‘ δια‐
20θέσεις κατὰ τὰς ἕξεις), ὅταν οὖν τοὺς ὅρους τούτους ἐκτιθώμεθα ὡς κατη‐ γορήσοντες τοῦ ἀνθρώπου, οὐ τὰς ἕξεις αὐτὰς χρὴ λαμβάνειν ἀλλὰ τὰς κατὰ τὰς ἕξεις διαθέσεις· ἢ γὰρ ψευδῆ πρότασιν ληψόμεθα, ἢ ἀσυλλόγιστος ὁ λόγος ἔσται. εἰ γὰρ λάβωμεν μείζονα ὑγίειαν, μέσον δὲ νόσον, ἐλάττονα δὲ ἄνθρω‐ πον, ἐπεὶ ἡ ὑγίεια ἐξ ἀνάγκης οὐδεμιᾷ νόσῳ, ὅπερ ἐστὶν ἀληθές (ἐξ ἀνάγκης
25γὰρ οὐδεμία νόσος 〈ὑγεία ἐστίν〉), τὴν δὲ νόσον τῷ ἀνθρώπῳ ὑπάρχειν παντὶ θῶμεν, οἷον νόσος παντὶ ἀνθρώπῳ (οὐ γὰρ ἀδύνατον δόξει, ἐπειδὴ πᾶς ἄν‐ θρωπος δοκεῖ δεκτικὸς εἶναι νόσου), δεήσει μὲν συνάγεσθαι τὸ ἐξ ἀνάγκης τὴν ὑγείαν μηδενὶ ἀνθρώπῳ, ἐπειδὴ εἴληπται ἐν τῷ πρώτῳ σχήματι ἀναγκαία μὲν ἡ μείζων ὑπάρχουσα δὲ ἡ ἐλάττων, ἐδόκει δὲ ἡμῖν ἐν ταῖς τοιαύταις
30μίξεσιν ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα, ὅπερ ψεῦδός ἐστιν ἐπὶ τοῦ προκει‐ μένου· τὸ γὰρ ὑγείαν ἐξ ἀνάγκης μηδενὶ ἀνθρώπῳ ὑπάρχειν ψεῦδος. τοῦτο δὲ τὸ ἄτοπον ἠκολουθηκέναι φημὶ παρὰ τὸ τοὺς ὅρους μὴ καλῶς ληφθῆναι· οὐ γὰρ τὰς ἕξεις ἐν τοῖς ὅροις δεῖ τιθέναι, τῷ τε μείζονι καὶ τῷ μέσῳ, τὴν ὑγείαν καὶ τὴν νόσον, ἀλλὰ τὸ ὑγιαίνειν καὶ τὸ νοσεῖν, ἅ ἐστι κατὰ τὰς ἕξεις·
35οὕτως γὰρ ληφθέντων οὐκέτι γίνεται ἀληθὲς τὸ ὑγιαίνειν ἐξ ἀνάγκης μηδενὶ νοσοῦντι. οὕτως δὲ δεῖ λαμβάνειν, ὅτι τὸ μὲν πάντα ἄνθρωπον νοσεῖν δύνα‐ ται ὡς ὑπάρχον ἀληθὲς ληφθῆναι καθ’ ὑπόθεσιν, τὸ δὲ πάντα ἄνθρωπον νόσον εἶναι ἀδύνατον. ὃ οὖν τοῦ ἀνθρώπου κατηγορεῖται, τοῦτο δεῖ μέσον
ὅρον τιθέναι· ἔστι δὲ τὸ νοσεῖν· οὕτως γὰρ ἀληθὲς τὸ νόσον ὑπάρχειν παντὶ128

23,3

129

ἀνθρώπῳ, ὅτι νοσεῖν οἷόν τε αὐτόν, οὐχ ὅτι 〈νόσον〉 εἶναι. οὐ γὰρ ὁμοίως τοῦ ἀνθρώπου τὸ ζῶον καὶ ἡ νόσος κατηγορεῖται· τὸ μὲν γὰρ τὸν ἄνθρωπον ζῶον εἶναι ἀληθές, τὸ δὲ νόσον εἶναι οὐκ ἀληθές, ὅτι μὴ ἐν τῷ τί ἐστιν αὐτοῦ τῶν τοιούτων τι κατηγορεῖται. οὐδεμία δὲ νόσος ὑγεία ἐξ ἀνάγκης, καθ’
5ὅσον οὐχ οἷόν τε τὴν νόσον ὑγείαν εἶναι. καὶ ἄλλως τὸ ἀληθὲς ἐπὶ τῆς πρώτης προτάσεως, ἄλλως δὲ ἐπὶ τῆς δευτέρας· ἐπὶ μὲν γὰρ τῆς πρώτης τῷ τὴν νόσον εἰλῆφθαι, ἐπὶ δὲ τῆς δευτέρας τῷ τὸ νοσοῦν. τοῦ δὴ νοσοῦντος εἰ μὲν τὸ ὑγιαῖνον κατηγοροῖτο, ἐνδεχομένη ἀποφατικὴ ἔσται ἀλλ’ οὐκ ἀναγκαία, καὶ τὸ συμπέρασμα τοιοῦτον (τὸ γὰρ ὑγιαίνειν ἐνδέχεται μηδενὶ ἀνθρώπῳ),
10εἰ δὲ ἡ ὑγίεια, ἔσται καὶ τὸ συμπέρασμα ἀναγκαῖον ἀποφατικόν· ἐξ ἀνάγκης γὰρ οὐδεὶς ἄνθρωπος ὑγεία ἐστίν. οὐ μὴν ἀληθὴς ἔτι ἡ τὴν νόσον παντὸς ἀνθρώπου κατηγοροῦσα οὕτως ὥστε λέγειν τὸν ἄνθρωπον νόσον εἶναι. εἰ δὲ τὸ ὑπάρχειν προσθείη τις, οὐ τὸν αὐτὸν λήψεται μέσον. μεταληφθέντων δὲ τῶν ὅρων ἀπὸ τῶν ἕξεων εἰς τὰ κατὰ τὰς ἕξεις οὐκ ἔσεσθαί φημι συλλογι‐
15σμὸν τοῦτον, ὃν ἔλεγον ἐξ ἀναγκαίας ἀποφατικῆς τῆς μείζονος καθόλου καὶ καταφατικῆς ὑπαρχούσης τῆς ἐλάττονος ἐν πρώτῳ σχήματι· οὐκέτι γὰρ γίνεται ἡ καθόλου ἀποφατικὴ ἀναγκαία ἀλλ’ ἐνδεχομένη. διὸ τοῦ μὲν ἀναγκαίου συλλογισμὸς οὐκ ἔσται, τοῦ δ’ ἐνδεχομένου ἔσται· γίνεται γὰρ ἐνδεχομένη μὲν ἀποφατικὴ ἡ μείζων καθόλου ἡ ‘τὸ ὑγιαίνειν οὐδενὶ νοσοῦντι‘, ὑπάρχουσα
20δὲ ἡ ἐλάττων καθόλου καταφατικὴ ἢ ἐνδεχομένη καὶ [ἡ] αὐτὴ ἡ ‘τὸ νοσεῖν παντὶ ἀνθρώπῳ‘. ὅπως δ’ ἂν ἔχῃ, συλλογιστικὴ μὲν ἡ συζυγία ἐν πρώτῳ σχήματι, οὐ μὴν ἐξ ἀνάγκης ἀλλὰ τοῦ ἐνδέχεσθαι τὸ συμπέρασμα· ἐν‐ δέχεται γὰρ μηδενὶ ἀνθρώπῳ ὑπάρχειν ὑγείαν, τουτέστιν ἐνδέχεται μηδένα ἄνθρωπον ὑγιαίνειν· τὸ γὰρ ὑπάρχειν ὑγείαν ἢ νόσον τὸ ὑγιαίνειν ἢ νοσεῖν
25σημαίνει. Πάλιν καὶ ἐπὶ τοῦ δευτέρου σχήματος παρὰ τὴν τῶν ὅρων ὁμοίαν ἔκθεσιν τὸ δοκοῦν συμπέρασμα ψευδὲς γίνεται ἐπὶ ταῖς προτάσεσιν [ἀληθὲς] λαμβανο‐ μέναις ἀληθέσιν. ἂν γὰρ λάβωμεν ὑγείαν νόσῳ μὲν μηδεμιᾷ ἐξ ἀνάγκης, ἀνθρώπῳ δὲ παντὶ ὑπάρχειν, συνάγεσθαι μὲν δόξει τὸ νόσον ἐξ ἀνάγκης μη‐
30δενὶ ἀνθρώπῳ· ψευδὲς δὲ τοῦτο, ἐπειδὴ ἐπιδεκτικὸς ὁ ἄνθρωπος νόσου ὥσπερ οὖν καὶ ὑγείας. ἀλλ’ οὐχ ὁμοίως ἀληθὴς ἥ τε λέγουσα ‘ὑγεία μηδεμιᾷ νόσῳ‘ καὶ ἡ λέγουσα ὑγείαν παντὶ ἀνθρώπῳ· ἡ μὲν γὰρ ‘ὑγεία οὐδεμιᾷ νόσῳ‘ οὕτως ἀληθὴς ὡς λέγουσα ‘οὐδεμία νόσος ὑγεία ἐστί‘ (τοῦτο γὰρ σημαίνει), ἡ δὲ ‘ὑγεία παντὶ ἀνθρώπῳ‘ οὐκέτι ὡς λέγουσα ‘πᾶς ἄνθρωπος ὑγεία ἐστίν‘ ἀλλ’
35ὡς λέγουσα ‘πᾶς ἄνθρωπος ὑγιαίνει‘. ἂν οὖν μεταλαμβάνωμεν ἀντὶ τῆς ὑγείας καὶ τῆς νόσου τὸ ὑγιαῖνον καὶ τὸ νοσοῦν, οὐκ ἔσται ἀναγκαία καθόλου ἀπο‐ φατικὴ ἀληθὴς ἡ λέγουσα τὸ ὑγιαίνειν οὐδενὶ ἐξ ἀνάγκης νοσοῦντι. ἔνεστι
δὲ καὶ ἐπὶ ταύτης τῆς συζυγίας τὰ αὐτὰ εἰπεῖν, ὅτι οὐδὲ ἡ πρότασις ἀληθὴς129

23,3

130

ἁπλῶς ἡ λέγουσα ‘ὑγεία κατὰ παντὸς ἀνθρώπου,‘ ὅτι μηδὲ ἀληθὲς εἶναι δύναται τὸ ‘πᾶς ἄνθρωπος ὑγεία ἐστίν‘. ὥστε διὰ τοῦτο οὐ καλῶς οἱ ὅροι εἰσὶ κείμενοι, ἀλλὰ χρὴ μεταλαμβάνειν τὰς ἕξεις εἰς τὰ κατὰ τὰς ἕξεις. ὁ γὰρ λέγων παντὶ ἀνθρώπῳ ὑγείαν ὑπάρχειν ἴσον λέγει τῷ ‘πᾶς ἄνθρωπος ὑγιαίνει‘. ὅρον οὖν
5τὸ ὑγιαίνειν θετέον, οὐ τὴν ὑγείαν. εἰ δέ τις ἐκείνην παραδέξαιτο ὡς ἀληθῆ, ἔσται καὶ τὸ συμπέρασμα ἀληθὲς τὸ νόσον μηδενὶ ἀνθρώπῳ, ἀλλ’ οὐκ ἀναγ‐ καῖον ἀλλ’ ὑπάρχον, ὅτι ἐστὶν ἀντιλεγόμενον ἡμῖν ἐπὶ τῆς προκειμένης μίξεως ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα. Δειχθέντος δ’ ἡμῖν ἐπὶ τοῦ πρώτου καὶ τοῦ δευτέρου σχήματος
10ἀναγκαίας τῆς μείζονος λαμβανομένης ὑπαρχούσης δὲ τῆς ἐλάττονος μὴ γινόμενον ἀναγκαῖον τὸ συμπέρασμα παρὰ τὸ μὴ γίνεσθαι τὴν ἔκθεσιν τῶν ὅρων οἰκείως, διὰ τοῦ τρίτου σχήματος οὐκέτι κατὰ τὸ ἐξ ἀνάγκης μέν τινα λαμβάνεσθαι τῶν προτάσεων ὁμολογούμενον δὲ τῇ τοιαύτῃ προτάσει γενέσθαι τὸ συμπέρασμα τὸ ἄτοπον γενέσθαι φαμέν, ἀλλ’ ὅτι ἐνδεχομένων
15ἀμφοτέρων λαμβανομένων τῶν προτάσεων οὐκ ἀκολουθεῖ τὸ συμπέρασμα. ἔμπαλιν γὰρ ἐπὶ τούτου τοῦ σχήματος τὸ συμβαῖνον· ἀναγκαῖον γὰρ ἀπο‐ φατικὸν συναγόμενον εὑρίσκεται τὸ συμπέρασμα ἐξ ἐνδεχομένων καταφατι‐ κῶν, εἰ οὕτως οἱ ὅροι λαμβάνοιντο. ἐνδεχομένων γὰρ οὐσῶν καθόλου κατα‐ φατικῶν ἐν αὐτῷ τῶν δύο προτάσεων τὸ συμπέρασμα οὔτε ἐπὶ μέρους κατα‐
20φατικὸν ἐνδεχόμενον γίνεται, ὃ συνάγεται ἐκ τῆς τοιαύτης συζυγίας, οὔτε ἐπὶ μέρους ἐνδεχόμενον ἀποφατικόν, ἀλλ’ οὐδὲ καθόλου καταφατικὸν ἐνδεχόμενον οὔτε ἀποφατικὸν καθόλου, ἀλλ’ ἀναγκαῖον ἀποφατικὸν καθόλου. ἐν μὲν γὰρ τῷ πρώτῳ καὶ δευτέρῳ σχήματι κατὰ τὸ ἀναγκαῖον, ὥσπερ εἶπον· ἀναγκαίας γὰρ οὔσης τῆς μείζονος οὐ γίνεται τὸ συμπέρασμα τοιοῦτον. ἐν δὲ τῷ τρίτῳ
25ἔμπαλιν αἱ μὲν προτάσεις ἐνδεχόμεναι τὸ δὲ συμπέρασμα ἀναγκαῖον· οὕτω γὰρ κειμένων τῶν ἄκρων ἐξ ἀνάγκης οὐδενὶ ὁ ἕτερος τῷ ἑτέρῳ. εἰ δὲ τοῦτο, ἀσυλλόγιστος ἂν γίνοιτο ἡ τοιαύτη συζυγία, ἣν φθάσας ἔδειξα οὖσαν συλλο‐ γιστικήν. ὑγείαν γὰρ ἐνδέχεται παντὶ ἀνθρώπῳ, καὶ νόσον ἐνδέχεται παντὶ ἀνθρώπῳ· ὑγεία δὲ ἐξ ἀνάγκης οὐδεμιᾷ νόσῳ. αἴτιον δὲ τούτου πάλιν τὸ
30μὴ καλῶς εἰλῆφθαι τοὺς ὅρους τοὺς ἄκρους τοὺς κατηγορουμένους τοῦ ἀνθρώ‐ που· οὐ γὰρ τὴν ὑγείαν χρὴ λαμβάνειν καὶ τὴν νόσον ἀλλὰ τὸ ὑγιαῖνον καὶ τὸ νοσοῦν. οὕτως γὰρ λαμβανομένων αὐτῶν ἀληθεῖς αἱ προτάσεις ἐνδεχόμεναι καταφατικαὶ καὶ καθόλου, ἐκείνως δ’ οὔ. ὁ γὰρ λέγων τὴν ὑγείαν ἐνδέχεσθαι παντὶ ἀνθρώπῳ ἴσον λέγει τῷ ‘πάντα ἄνθρωπον ἐνδέχεται ὑγιαίνειν‘· τὴν
35ὑγείαν γὰρ ἀντὶ τοῦ ὑγιαίνειν λαμβάνει· οὕτως γὰρ ἀληθὴς ἑκατέρα τῶν προ‐ τάσεων, ἀλλ’ οὐχ ὅτι ἐνδέχεται τὸν ἄνθρωπον ἢ ὑγείαν ἢ νόσον εἶναι. ὥστε ἐν τῇ τῶν ὅρων ἐκθέσει τὸ ὑγιαίνειν χρὴ τιθέναι· ὁμοίως δὲ καὶ ἐπὶ τῆς νόσου. ληφθέντων δὲ ἀντὶ τῶν ἕξεων τῶν κατὰ τὰς ἕξεις ὁμοίως αἵ τε προ‐ τάσεις ἀληθεῖς καὶ τὸ ἐπ’ αὐταῖς συμπέρασμα. τό τε γὰρ ὑγιαίνειν ἐνδέχε‐
40ται παντὶ ἀνθρώπῳ· ὁμοίως δὲ καὶ τὸ νοσεῖν· καὶ τὸ ὑγιαίνειν ἐνδέχεται130

23,3

131

παντὶ νοσοῦντι, ὅπερ ἐστὶ τῆς προκειμένης συζυγίας συμπέρασμα. ὁ δ’ αὐτὸς λόγος, κἂν ἄλλαι τινὲς ἕξεις ἐναντίαι ληφθῶσι. καὶ ἔοικέ γε φανερώτερον διαβεβλῆσθαι ἡ τοιαύτη τῶν ὅρων λῆψις ἐπὶ τοῦ τρίτου σχήματος ἢ ἐπὶ τῶν πρὸ αὐτοῦ. ἐπ’ ἐκείνων μὲν γὰρ διεβάλλετο, ἐπεὶ κειμένῳ τῷ ἐξ ἀναγκαίας τῆς
5μείζονος 〈καὶ〉 ὑπαρχούσης τῆς ἐλάττονος ἀναγκαῖον ἐγίνετο τὸ συμπέρασμα, ὃ οὐκ ἦν συγχωρούμενον· ἐπὶ δὲ τοῦ τρίτου ὁμολογούμενον, ὃ ἀναιρεῖται τῷ ἐξ ἐνδεχομένων γίνεσθαι ἐνδεχόμενον τὸ συμπέρασμα. ἀξιῶ δὲ ἐν ταῖς τῶν τοι‐ ούτων συλλογισμῶν ἀναλύσεσι τοὺς ὅρους ἐκτιθεμένους μὴ τὰς ἕξεις αὐτὰς ἐκτίθεσθαι ἀλλὰ 〈τὰ〉 κατὰ τὰς ἕξεις.
10 Σημειωτέον δέ, ὅτι γίγνεταί ποτε ἀπάτη καὶ παρὰ τὸ τὸν μέσον μὴ τὸν αὐτὸν ἐν ἀμφοτέραις εἰλῆφθαι ταῖς προτάσεσιν ἢ τῇ λέξει μόνον, οἷον ἂν ληφθῇ τὸ χρῶμα κατὰ παντὸς λευκοῦ, τὸ λευκὸν κατὰ παντὸς κύκνου· οὐκέτι γὰρ τὸ χρῶμα κατὰ παντὸς κύκνου· οὐ γὰρ ὁ κύκνος χρῶμα. αἴτιον δέ, ὅτι τὸ λευκὸν οὐ ταὐτὸν ἐν ἀμφοτέραις τοῖς προτάσεσιν ἐλήφθη, ἀλλ’ ἐν μὲν τῇ
15πρώτῃ ἡ ποιότης (ὡς γὰρ λευκότης, ὅπερ ἐστὶν ἡ ἕξις αὐτή), ἐν δὲ τῇ δευτέρᾳ τὸ τὴν ποιότητα ἔχον ὡσανεὶ τὸ κατὰ τὴν ἕξιν· οὐ γὰρ τὸ λευκὸν τὸ ὡς λευκότης ἀληθὴς κατὰ τοῦ κύκνου (ἦν γὰρ ἂν πᾶς κύκνος λευκότης), ἀλλ’ ὡς τὸ λευκότητα ἔχον. ἢ καὶ τοῦτο τὸ εἶδος ὑπάγεται τῷ τὴν μείζονα ἀδιόριστον, μὴ καθόλου λαμβάνεσθαι· οὐ γὰρ ἀληθὴς ἡ λέγουσα τὸ χρῶμα
20κατὰ παντὸς λευκοῦ· ψεῦδος γὰρ τὸ πᾶν λευκὸν χρῶμα. οὕτω παραλογίζεται καὶ Παρμενίδης ἑαυτὸν λέγων “τὸ παρὰ τὸ ὂν οὐκ ἔστιν ὄν, τὸ μὴ ὂν οὐδέν ἐστι”. τὸ μὲν γὰρ πρῶτον οὕτως ἀληθὲς ἐλάμβανεν, ὅτι ἀντὶ τῆς οὐσίας τῷ ὄντι ἐχρήσατο· τὸ γὰρ παρὰ τὴν οὐσίαν οὐκ ἔστιν οὐσία· διὰ γὰρ τοῦ οὕτως λαμβάνειν τὸ ὂν πειρᾶται ἐπιφέρειν τὸ “ἓν ἄρα τὸ ὄν”. τὸ δὲ δεύ‐
25τερον οὐκ ἐπὶ τῆς 〈οὐσίασ〉 φυλάσσει τὸ ὄν· οὐ γὰρ ἀληθὲς τὸ παρὰ τὴν οὐσίαν εἶναι μηδέν· ἀλλ’ ὡς λαβὼν τὸ πρῶτον τὸ παρὰ πᾶν τὸ ὂν πᾶν οὐκ ὂν εἶναι οὕτως τὸ δεύτερον προστίθησι τὸ οὐκ ὂν οὐδέν. οἷς οὕτως εἰλημ‐ μένοις ἕπεται τὸ συμπέρασμα τὸ παρὰ πᾶν τὸ ὂν μηδὲν εἶναι, δι’ οὗ συμ‐ περάσματος ὁμολογεῖται πολλὰ εἶναι τὰ ὄντα· τὸ γὰρ ‘πᾶν‘ τοῦ ‘πολλά‘ δηλωτι‐
30κόν. τοιοῦτός ἐστιν ὁ λέγων ‘τὸ πεπερασμένον ἀρχὴν ἔχει, τὸ ἀρχὴν ἔχον ἐγένετο, τὸ πεπερασμένον ἄρα γέγονεν, ὥστε, εἰ καὶ ὁ κόσμος πεπερασμένος, γέγονε· τὸ γὰρ ἀρχὴν ἔχειν ὅπου μὲν εἴληπται τὴν κατὰ μέγεθος (οὕτως γὰρ ἐπὶ τοῦ πεπερασμένου καὶ τοῦ κόσμου), ἐν δὲ τῷ γεγονότι τὴν κατὰ χρόνον· τὸ γὰρ τὴν κατὰ χρόνον ἀρχὴν ἔχον γέγονεν, οὐ τὸ τὴν κατὰ τὸ μέγεθος.
35διὰ τοῦτο πανταχοῦ λέγω δεῖν φυλάττεσθαι τὰς ὁμωνυμίας. οὐδ’ ἐνταῦθα δὲ ἡ μείζων πρότασις καθόλου· οὐ γὰρ ἀληθὲς τὸ ‘πᾶν τὸ ἀρχὴν ἔχον γέγονεν‘.
[εʹ] Οὐ δεῖ δὲ τοὺς ὅρους ἀεὶ ζητεῖν ὀνόματι ἐκτίθεσθαι· πολλῶν γὰρ131

23,3

132

συλλογισμῶν οἱ ὅροι ἢ τινὲς ἢ πάντες λόγῳ δηλοῦνται καὶ λόγοι εἰσίν, οὐκ ὀνόματα, ἐφ’ ὧν οὐ δεῖ τοὺς ἀναλύειν βουλομένους ζητεῖν πάντως τοὺς ὅρους δι’ ὀνομάτων ἐκτίθεσθαι, ἀλλὰ τοὺς λόγους αὐτοὺς τοὺς κειμένους ἐκθετέον ἐν τῇ τῶν ὅρων λήψει. παρὰ γὰρ τοῦτο πολλάκις χαλεπὴ καὶ δύσκολος ἡ
5ἀγωγὴ γίνεται τῷ μὴ εὑρίσκεσθαι τῶν ὅρων ὀνόματα. οἷον εἴ τις συλλογίσαιτο τὸν ἀνδρεῖον τιμῆς ἄξιον διὰ μέσου τοῦ καταφρονεῖν τῆς ἑαυτοῦ σωτηρίας ὑπὲρ τοῦ κοινῇ συμφέροντος λέγων ‘ὁ ἀνδρεῖος καταφρονεῖ τῆς ἑαυτοῦ σωτη‐ ρίας ὑπὲρ τοῦ κοινῇ συμφέροντος, πᾶς ὁ καταφρονῶν τῆς ἑαυτοῦ σωτηρίας ὑπὲρ τοῦ κοινῇ συμφέροντος τιμῆς ἄξιος, ὁ ἄρα ἀνδρεῖος τιμῆς ἄξιοσ‘. τὸν
10γὰρ βουλόμενον ἐκλαμβάνειν τοὺς ὅρους τούτου τοῦ συλλογισμοῦ οὐ δεῖ τὸν μέσον ὅρον ὄνομα ζητεῖν· λόγος γάρ ἐστιν, οὗ φυλαχθέντος ἥ τε διαίρεσις ἡ εἰς τοὺς ὅρους φανερὰ καὶ ἡ τοῦ συλλογισμοῦ εἰς τὸ πρῶτον σχῆμα ἀνάλυσις. πάλιν εἴ τις λάβοι, ὅτι ἡ τοῦ ὄντος ἐπιστήμη ᾗ ὂν ἐπιστήμη ἐστὶ τοῦ πρώτου αἰτίου κινοῦντος, ἡ δέ γε ἐπιστήμη ἡ τοῦ πρώτου αἰτίου κινοῦντος ἡ πρώτη
15ἐστὶ φιλοσοφία, καὶ συνάγοι ἐκ τούτων, ὅτι ἡ τοῦ ὄντος ᾗ ὂν ἐπιστήμη ἡ πρώτη φιλοσοφία ἐστί· καὶ γὰρ οὗτος συλλογισάμενος τοὺς ὅρους οὐκ ὀνόματα ἀλλὰ λόγους εἴληφε πάντας, οὓς εἰ μὴ ὁ βουλόμενος ἀναλύειν τὸν λόγον λάβοι, ὀνόματα δὲ ζητοίη ἀντ’ αὐτῶν, οὐκ ἂν εὕροι τὴν ἀνάλυσιν τοῦ συλλογισμοῦ εἰς τὸ οἰκεῖον σχῆμα ὂν τὸ πρῶτον. μὴ εὑρίσκων δὲ ὀνόματα σημᾶναι τὸν
20μέσον οἰήσεται ἀμέσως ὑπάρχειν τὸν κατηγορούμενον τῷ ὑποκειμένῳ 〈καὶ〉 ἀμέσου ὄντος τοῦ προβλήματος αὐτοῦ εἶναι ἀπόδειξιν, ὅπερ ἐστὶν ἀδύνατον. ἢ ἀποδεικτὰ μὲν ἀλλ’ οὐχὶ ὑπὸ ὀνόματος δηλωθῆναι δυναμένου τοῦ μέσου ὅρου, οὗ ὁ συλλογισμός. προλαβόντας δὲ καὶ οἰηθέντας εἶναι τὰ τοιαῦτα ἀναπόδεικτα τοῖς βουλομένοις αὐτὰ διὰ τοῦ οἰκείου μέσου δεικνύειν ὄντος λόγου
25ἐπεγκαλεῖν. οἷον εἰ βουληθείημεν δεῖξαι, ὅτι τοῦ ἰσοσκελοῦς τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι. πρῶτον μὲν οὖν αὐτὸ τοῦτο τὸ κατηγορούμενον ὁρᾷς, πῶς οὐχ ἓν ὄνομά ἐστιν ἀλλὰ λόγος. ζητοῦντες δὲ τὸν μέσον, δι’ οὗ δεῖ συμπερᾶναι τὸ πρόβλημα, ἐνταῦθα μὲν εὐποροῦμεν ὀνόματι αὐτὸν ἐκθέσθαι λέγοντες οὕτως· τὸ ἰσοσκελὲς τρίγωνον τρίγωνόν ἐστι, παντὸς τριγώνου αἱ τρεῖς
30γωνίαι δυσὶν ὀρθαῖς ἴσαι, τοῦ ἰσοσκελοῦς ἄρα τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν. 〈ἐὰν δὲ τὴν μείζονα θελήσωμεν κατασκευάσαι πρότασιν, πόθεν ὅτι παντὸς τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν,〉 οὐκέτι δύναμαι ὀνόματι τὸν μέσον ἐκθέσθαι, δι’ οὗ συνάγεται τὸ συμπέρασμα, ἀλλὰ δεῖ λόγῳ αὐτὸν ἑρμηνεύειν, οἷον ὅτι παντὸς τριγώνου αἱ τρεῖς γωνίαι δύο ταῖς
35ἐφεξῆς ἴσαι εἰσίν· δύο δὲ ἐφεξῆς δυσὶν ὀρθαῖς ἴσαι εἰσίν· παντὸς ἄρα τρι‐ γώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν. ἐὰν οὖν τις ἡγοῖτο, ὅτι, ἐπεὶ μὴ ἔστι μέσον ὅρον δι’ ὀνόματος λαβεῖν, τὸ παντὸς τριγώνου τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας εἶναι ἄμεσόν τε πρότασιν καὶ ἀναπόδεικτον εἶναι καὶ αἰτιῷτο
τοὺς οὕτω δεικνύειν αὐτὸ πειρωμένους, ἀπατᾶται τὸ ἀποδεικτικὸν ἀναπόδεικτον132

23,3

133

ἡγούμενος· ἔστι γὰρ καὶ τοῦτο ἀπόδειξις, ἀλλὰ ὁ μέσος ὅρος λόγος ἐστίν, οὐκ ὄνομα. ὥστε οὐ πάντως οἰητέον, ὡς δεῖ ὀνόματι ἐκκεῖσθαι τοὺς ὅρους, ἀλλ’ ἔστιν, ὅτε καὶ διὰ λόγου αὐτοὺς σημαίνειν. διὸ τοὺς τοιούτους συλλογισμοὺς χαλεπὸν ἀνάγειν ὑπὸ τὰ σχήματα.
5 Τὸ δὲ ὑπάρχειν τὸν μείζονα ὅρον τῷ μέσῳ καὶ τὸν μέσον τῷ ἐλάττονι οὐ δεῖ νομίζειν, ὅτι πάντως 〈δεῖ〉 κατ’ εὐθεῖαν πτῶσιν τοὺς ὅρους ἐκτίθεσθαι, οἷον ὁ ἄνθρωπος ζῶον, τὸ ζῶον οὐσία, ὁ ἄνθρωπος ἄρα οὐσία· πάντες γὰρ οἱ ὅροι ἐν τούτῳ κατ’ εὐθεῖαν πτῶσιν κεῖνται· ἀλλ’ ἐν μὲν ταῖς ἐκλογαῖς ἐκθετέον ἀεὶ κατ’ εὐθεῖαν πτῶσιν τοὺς ὅρους, τὰς δὲ συμπλοκὰς αὐτῶν, καθ’
10ἣν ἂν ἐνδέχηται γίνεσθαι πτῶσιν, κατὰ ταύτην ποιητεόν, ἐπειδὴ κατὰ πάσας τὰς πτώσεις αἱ κατηγορίαι τῶν ὅρων γίνονται. οὐ γὰρ πάντα τὰ κατηγορούμενα ὡς καθ’ ὑποκειμένου κατηγορεῖται· ἐπεὶ πάσας ἂν ἔδει τὰς προτάσεις τοὺς ὅρους ἔχειν κατ’ εὐθεῖαν πτῶσιν συντεταγμένους, οἷον ὁ ἄνθρωπος ζῶόν ἐστιν, ἡ γραμματικὴ ἐπιστήμη ἐστί, τὸ χρῶμα ποιότης ἐστίν. ἐπεὶ δ’ οὐ
15μόνα τὰ καθ’ ὑποκειμένου λεγόμενα κατηγορεῖται ἀλλὰ καὶ τὰ συμβεβη‐ κότα καὶ ἐν ὑποκειμένῳ ὄντα, ὧν οὐκ ἀεὶ κατ’ ὀρθὴν πτῶσιν αἱ κατηγο‐ ρίαι, ἀλλὰ ποτὲ μὲν κατ’ ὀρθήν, ὡς ὅταν λέγωμεν ‘τὸ σῶμα λευκόν ἐστιν, ἡ ὑγίεια ἀγαθόν ἐστι‘ ποτὲ δὲ κατὰ γενικήν, ὡς ὅταν λέγωμεν ‘ὁ ἀδελφὸς ἀδελφὸς ἀδελφοῦ ἐστι‘, ποτὲ δὲ κατὰ δοτικήν, ὡς ‘τὸ ὅμοιον ὁμοίῳ ὅμοιον‘,
20ποτὲ δὲ κατὰ αἰτιατικήν, ὡς ὅταν λέγωμεν ‘τὸ μέγα πρὸς μικρὸν λέγεται‘ καὶ ‘Πλάτων ἐπαινεῖ Σωκράτην‘, ἐπεὶ τοίνυν αἱ κατηγορίαι τῶν κατηγορου‐ μένων κατὰ πάσας γίνονται τὰς πτώσεις, αἱ δὲ προτάσεις ἐν ταῖς κατηγορίαις, δεῖν φημι τοὺς ὅρους ἐκτίθεσθαι τοὺς τῶν προτάσεων καὶ τῶν συλλογισμῶν, ὅταν ἐκλέγωμεν αὐτούς, κατ’ εὐθεῖαν πτῶσιν, τὰς δὲ κατηγορίας αὐτῶν καὶ
25τὰς προτάσεις ἐν τῇ πρὸς ἀλλήλας συντάξει ποιεῖσθαι, ὡς ἐγχωρεῖ. ὅταν οὖν τὸ συγχωρούμενον κατ’ εὐθεῖαν κατηγορεῖται, τότε κυρίως κατὰ τοῦ ὑποκειμένου κατηγορεῖται· καὶ γὰρ τὸ ὑποκείμενον τότε καθ’ εὐθεῖαν λαμβά‐ νεται. ἂν δὲ κατὰ πτῶσιν, οὐκέτι κατ’ αὐτοῦ τῷ τὴν πτῶσιν μὴ τὸ ὑπο‐ κείμενον αὐτὸ σημαίνειν, τοῦ δὲ σημαινομένου ὑπὸ τῆς πτώσεως κατηγορεῖται.
30ἀλλ’ οὐδ’ ὁμοίως, ὡς τὸ πρῶτον τοῦ δευτέρου κατηγορούμενον εἴληπται 〈καὶ〉 καθ’ ἣν πτῶσιν, κατὰ τὴν αὐτὴν καὶ τὸ δεύτερον τοῦ τρίτου ληπτέον πάντως κατηγορεῖσθαι. οὔτε γάρ, εἰ τὸ πρῶτον τοῦ δευτέρου κατ’ εὐθεῖαν, δεῖ καὶ τοῦτο τοῦ ἐσχάτου ἄκρου κατ’ εὐθεῖαν πτῶσιν κατηγορεῖν. τὸ δ’ αὐτὸ οὐ μόνον ἐπὶ τῶν καταφατικῶν, τουτέστι καταφατικῶς κατηγορουμένων, ἀλλὰ καὶ
35ἐπὶ τῶν ἀποφατικῶν ποιητέον. καθ’ ὅσους γὰρ τρόπους καὶ καθ’ ὅσας πτώσεις ἄλλο ἄλλῳ συντάττοντες τῷ εἶναι καὶ τῷ ‘ἐστί‘ χρώμεθα ἐπ’ αὐτῶν, καὶ ὁσαχῶς συντεταγμένων ἀλλήλοις τῶν ὅρων ἔστιν ἀληθῆ εἰπεῖν εἶναι τὴν πρότασιν, τοσαυταχῶς χρὴ τοὺς ὅρους ἐν ταῖς προτάσεσι πειρᾶσθαι συμπλέκειν ἀλλήλοις καὶ λέγειν ὑπάρχειν τὸν ἕτερον τῷ ἑτέρῳ. δεικτέον δέ, πῶς μὲν
40χρὴ τὴν ἔκθεσιν τῶν ὅρων τῶν ἐν ταῖς προτάσεσιν κατ’ εὐθεῖαν ποιεῖσθαι,133

23,3

134

πῶς δ’ αὐτοὺς ἐν τῇ γενέσει τῶν προτάσεων συμπλέκειν ἀλλήλοις. λαβόντες γὰρ πρότασιν τὴν λέγουσαν τῶν ἐναντίων μίαν εἶναι ἐπιστήμην ἐκτιθέμενοι μὲν τοὺς ὅρους ‘μία ἐπιστήμη ἐστί‘ καὶ τὰ ἐναντία ἀλλήλοις ἐκθησόμεθα· λαβόντες δὲ τοὺς ὅρους ἐν τῇ προτάσει οὐ ‘τὰ ἐναντία μία ἐπιστήμη ἐστίν‘
5ἐροῦμεν, 〈ἀλλ’〉 ἀντὶ τοῦ ‘〈τὰ〉 ἐναντία ἐστί‘ μετασχηματίσαντες ποιήσομεν ‘τῶν ἐναντίων ἐστὶ μία ἐπιστήμη‘· οὕτως γὰρ ἀληθὴς ἡ πρότασις. ὡς γὰρ εἴρηται, ὁσαχῶς καὶ καθ’ ὅσους τρόπους καὶ καθ’ ὅσας πτώσεις ἄλλο ἄλλου κατηγορούμενον ἀληθεύεσθαι δύναται κατὰ τὸν τῆς λέξεως μετασχηματισμὸν καταφατικῶς τε καὶ ἀποφατικῶς, τοσαυταχῶς καὶ τὰς προτάσεις καὶ τὰς τῶν
10ὅρων κατηγορίας ποιεῖσθαι χρή, ὡς ἂν ὑπακούωσιν οἱ μέσοι ὅροι ἐν τῇ πρὸς ἀλλήλους συμπλοκῇ πρός τε τὸ κατὰ φύσιν γίνεσθαι τὴν κατηγορίαν καὶ πρὸς τὸ ἀληθές. τὸ μὲν οὖν ζῶον κατὰ τοῦ ἀνθρώπου καὶ ὁ ἄνθρωπος γραμματικοῦ καὶ τὸ ζῶον κατὰ γραμματικοῦ ὁμοίως πάντα· κατὰ γὰρ εὐθεῖαν πτῶσιν ὅ τε γραμματικὸς ἄνθρωπός ἐστι καὶ ὁ ἄνθρωπος ζῶον καὶ διὰ τοῦτο ὁ γραμ‐
15ματικὸς ζῶον. οὐ μὴν ἐπὶ πάντων τῶν συλλογισμῶν οἷόν τε οὕτως κατηγο‐ ρεῖσθαι τὰ κατηγορούμενα, οἷον ὡς ἐν τῇ προτάσει τῇ λεγούσῃ τῶν ἐναντίων 〈ἀλλήλοις μίαν〉 εἶναι ἐπιστήμην κατηγορούμενον μέν ἐστι τὸ ‘μία ἐπιστήμη ἐστί‘ καὶ μείζων ὅρος, ὑπόκειται δὲ τὸ ‘τῶν ἐναντίων ἀλλήλοισ‘, ὅ ἐστι μέσος. οὐ δὴ οὕτως ὑπάρχει ὁ μείζων τῷ μέσῳ ἐνταῦθα ὡς δύνασθαι λέγειν ‘τόδε τόδε
20ἐστίν‘, ὡς λέγομεν ‘ὁ γραμματικὸς ἄνθρωπός ἐστιν‘· οὐ γάρ ἐστιν ἡ πρότασις [ἡ] λέγουσα ‘τὰ ἐναντία μία ἐστὶν ἐπιστήμη‘, ἀλλ’ ὅτι τῶν ἐναντίων, ὅπερ ἐστὶ γενικὴ πτῶσις. μία ἐστὶν ἐπιστήμη· οὕτως γὰρ συντεταγμένων αὐτῶν ἀληθές ἐστιν εἰπεῖν τὸ ‘τῶν ἐναντίων μία ἐστὶν ἐπιστήμη‘. ἐν μὲν οὖν τῇ ἐκθέσει τῶν ὅρων ἦν κείμενα τὰ ἐναντία καὶ μία ἐπιστήμη, ἐν δὲ τῇ προτάσει οὐ
25‘τὰ ἐναντία‘ ἔτι ἤρκεσε λαβεῖν ἀλλὰ ‘τῶν ἐναντίων‘. Ἔτι δ’ οὐ μόνον ἐπὶ τοῦ παραδείγματος τοῦ ‘τῶν ἐναντίων μία ἐστὶν ἐπιστήμη‘ δείκνυται ἐν ταῖς προτάσεσιν οὐκ ἀεὶ κατ’ εὐθεῖαν γίνεσθαι τὰς τῶν ὅρων κατηγορίας ἀλλὰ καὶ καθόλου ἐπὶ πασῶν τῶν ἐν τοῖς συλλογισμοῖς προτάσεων, ὅτι μὴ ἀεὶ αἱ κατηγορίαι τῶν ὅρων ὅμοιαι καὶ κατὰ τὴν αὐτὴν
30πτῶσιν, ἀλλ’ ἐν τισὶ μὲν ὁ μὲν πρῶτος ὅρος κατὰ τοῦ μέσου λέγεται, τουτέστι κατ’ εὐθεῖαν πτῶσιν κατηγορεῖται, οὐκέτι δὲ ὁ μέσος τοῦ τρίτου. δεικτέον ἐπὶ τοῦ παραδείγματος πάλιν· ἡ τοῦ ἀγαθοῦ γνῶσις σοφία ἐστίν, ἡ σοφία ἐπιστήμη ἐστίν, ἡ τοῦ ἀγαθοῦ ἄρα γνῶσις ἐπιστήμη ἐστίν. ἡ μὲν γὰρ μείζων πρότασις ἡ λέγουσα ‘ἡ σοφία ἐπιστήμη‘ κατ’ εὐθεῖαν πτῶσιν ἔχει τοὺς ὅρους, οὐκέτι
35δὲ ἡ ἐλάττων ἡ λέγουσα τοῦ ἀγαθοῦ τὴν σοφίαν εἶναι· γενικὴ γὰρ πτῶσις ἡ ‘τοῦ ἀγαθοῦ‘. ὥσπερ δὲ ἡ ἐλάττων πρότασις οὐκ εἶχε κατ’ εὐθεῖαν τὴν κατηγορίαν, οὕτως οὐδὲ τὸ συμπέρασμα. ἄλλοτε δὲ πάλιν ἡ μὲν ἐλάττων πρότασις κατ’ εὐθεῖαν ἔχει τὴν κατηγορίαν τοῦ μέσου κατὰ τοῦ ἐσχάτου ὅρου,
ἡ δὲ μείζων οὐκέτι κατ’ εὐθεῖαν τὸν μείζονα τοῦ μέσου ἔχει κατηγορούμενον·134

23,3

135

οἷον τοῦ ἐναντίου παντὸς ἐπιστήμη ἐστί, τὸ ἀγαθὸν ἐναντίον· συμπέρασμα ‘τοῦ ἀγαθοῦ ἐπιστήμη ἐστίν‘. ἐν μὲν οὖν ταῖς προτάσεσιν ὁ μέσος ὅρος κατὰ τοῦ ἐλάττονος καὶ ὑποκειμένου κατ’ εὐθεῖαν πτῶσιν κατηγορεῖται, οἷον τὸ ἀγαθὸν ἐναντίον **** παντὸς ἐπιστήμη ἐστίν· οὐ γὰρ τὸ ἐναντίον ὑπόκειται,
5ὅ ἐστιν εὐθεῖα, ἀλλὰ τοῦ ἐναντίου, ὅ ἐστι γενική. ληπτέον δὲ μέσον ποτὲ μὲν ἐναντίον ποτὲ δὲ ποιόν. ὁπότερον γὰρ ἂν ληφθῇ, αἱ προτάσεις ὅμοιαι· ἔσται γὰρ ποτὲ μὲν ‘τὸ ἀγαθὸν ποιόν, τοῦ ποιοῦ ἐπιστήμη ἐστί‘, ποτὲ δὲ ‘τὸ ἀγαθὸν ἐναντίον, τοῦ ἐναντίου ἐπιστήμη ἐστίν‘. ἀλλ’ οὐδὲ τὸ συμπέρασμα κατ’ εὐθεῖαν γίνεται πτῶσιν· τοῦ γὰρ ἀγαθοῦ ἐπιστήμη εἶναι συνάγεται, ἀλλ’
10οὐ τὸ ἀγαθόν, ὥσπερ οὐδὲ τὸ ποιὸν ἐλέγετο ἢ τὸ ἐναντίον ἐπιστήμη εἶναι, ἃ ἦσαν οἱ μέσοι ὅροι, ἀλλὰ τούτων ἐπιστήμη. τὸ μέντοι ἀγαθὸν ἔκειτο ἢ ἐναντίον εἶναι ἢ ποιὸν κατ’ εὐθεῖαν πτῶσιν. ἔστι δέ, ὅτε μήτε τὸ πρῶτον κατὰ τοῦ μέσου μήτε τοῦτο κατὰ τοῦ τρίτου κατηγορεῖται, τουτέστι κατ’ εὐθεῖαν πτῶσιν κατηγορεῖται· καὶ γὰρ τὴν κατ’ εὐθεῖαν καὶ οὕτως γινομένην
15κατηγορίαν ἁπλῶς κατηγορίαν λέγω, ὅταν ᾖ εἰπεῖν τόδε τόδε εἶναι, τὸ ὑπο‐ κείμενον, ὅπερ ἐστὶ τὸ κατηγορούμενον. τὸ δὲ πρῶτον τοῦ τρίτου οὕτως ἐχουσῶν τῶν προτάσεων ὁτὲ μὲν κατ’ εὐθεῖαν 〈ὁτὲ δὲ οὐ κατ’ εὐθεῖαν〉 κατηγορεῖται. παράδειγμα τοῦ μέν, ἐν ᾧ συλλογισμῷ μήτε τῶν προτάσεών τις κατ’ εὐθεῖαν εἴληπται μήτε τὸ συμπέρασμα, ὁ λέγων συλλογισμὸς ‘οὗ
20ἐστιν ἐπιστήμη, ἔστι τούτου γένος, τοῦ δὲ ἀγαθοῦ ἐστιν ἐπιστήμη‘· οὔτε γὰρ ἐν ταῖς προτάσεσιν εἴληπται ὅρος τις ὅρου κατ’ εὐθεῖαν πτῶσιν κατηγορούμενος οὔτε ἐν τῷ συμπεράσματι. τοῦ δέ, ἐν ᾧ ἐν μὲν ταῖς προτάσεσιν ἐν οὐδετέρᾳ αὐτῶν κατ’ εὐθεῖαν ἡ κατηγορία ἐν μέντοι τῷ συμπεράσματι κατ’ εὐθεῖαν, ὁ τοιόσδε συλλογισμός· οὗ ἐστιν ἐπιστήμη, γένος ἐστὶ τοῦτο· τοῦ δ’ ἀγαθοῦ
25ἐστιν ἐπιστήμη· συμπέρασμα ‘τὸ ἀγαθὸν ἄρα γένοσ‘. τοῦτο μὲν γὰρ κατ’ εὐθεῖαν πτῶσιν, τῶν δὲ προτάσεων οὐδετέρα τοῦτ’ ἔχει. ἄκρον δὲ ὅρον πάλιν εἶπον τὸν ἔσχατον ὅρον τὸν ὑποκείμενον ἐν τῷ συμπεράσματι, ὅ ἐστι τὸ ἀγαθόν· κατὰ μὲν γὰρ τούτου τὸ γένος αὐτὸ εἶναι κατηγορεῖται. ἐν δὲ ταῖς προτάσεσιν οὔτε τούτου ἡ ἐπιστήμη οὔτε τῆς ἐπιστήμης τὸ γένος.
30 Τὸν αὐτὸν δὲ τρόπον καὶ ὁμοίως ἐπὶ τῶν ἀποφατικῶν προτάσεών τε καὶ συμπερασμάτων οὐκ ἀεὶ τὴν αὐτὴν κατηγορίαν κατὰ τὰς πτώσεις γενομένην ἔστιν ἰδεῖν. οὐ γὰρ ἀεὶ ἐπὶ τῶν ἀποφατικῶν προτάσεων ὥσπερ οὐδὲ ἐπὶ τῶν καταφατικῶν κατ’ εὐθεῖαν συμπλέκονται οἱ ὅροι, ἀλλ’ ἐνίοτε καὶ κατ’ ἄλλην πτῶσιν, ἢ γενικὴν ἢ δοτικὴν ἢ αἰτιατικήν· οἷον οὐκ ἔστι κινήσεως κίνησις, ἢ
35οὐκ ἔστι γενέσεως γένεσις· ἡδονῆς δέ ἐστι γένεσις ἢ ἡδονῆς ἐστι κίνησις· οὐκ ἄρα ἡ ἡδονὴ γένεσις ἢ κίνησις. τῶν μὲν γὰρ προτάσεων οὐδεμία κατ’ εὐθεῖαν πτῶσιν συντέτακται, τὸ μέντοι συμπέρασμα τὸ ‘οὐκ ἔστιν ἡ ἡδονὴ γένεσισ‘ κατ’ εὐθεῖαν. καὶ πάλιν γέλωτός ἐστι σημεῖον, σημείου δὲ οὐκ ἔστι σημεῖον,
ὥστε οὐ σημεῖον ὁ γέλως· καὶ γὰρ ἐπὶ τούτου τῶν μὲν προτάσεων οὐδετέρα135

23,3

136

κατ’ εὐθεῖαν, οὔτε ἡ καταφατικὴ οὔτε ἡ ἀποφατικὴ κατ’ εὐθεῖαν πτῶσιν συντέτακται, τὸ μέντοι συμπέρασμα κατ’ εὐθεῖαν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων, ἐν οἷς ἀποφατικὸν συνάγεται πρόβλημα κατὰ τὴν ποιὰν σχέσιν τοῦ κατηγορουμένου πρὸς τοὺς ἄκρους, φημὶ δὲ τοῦ μέσου ὅρου πρὸς τοὺς αὐτῷ
5ὑποκειμένους. πάλιν ἔστω ἡμῖν παράδειγμα ἐν τρίτῳ σχήματι τὸ μὲν συμπέ‐ ρασμα ἔχον ἀποφατικὸν ἐπὶ μέρους κατ’ εὐθεῖαν πτῶσιν τῶν μέντοι προτάσεων οὔτε τὴν καταφατικὴν οὔτε τὴν ἀποφατικὴν κατ’ εὐθεῖαν πτῶσιν· θεῷ γὰρ καιρός ἐστιν, θεῷ χρόνος δέων οὐκ ἔστιν· ἐξ ὧν συνάγεται, ὅτι τις καιρὸς χρόνος δέων οὐκ ἔστι, διὰ τὸ μηδὲν εἶναι θεῷ ὠφέλιμον. ἡ [δὲ] γὰρ
10‘θεῷ χρόνος δέων οὐκ ἔστι‘ σημαίνει, ὅτι θεῷ χρόνος ὠφέλιμος οὐκ ἔστι· τοῦτο δέ φημι, ὅτι εἰσί τινες, οἳ ὁρίζονται τὸν καιρὸν χρόνον ὠφέλιμον εἶναι. τοὺς μὲν ὅρους ἐκλέγοντας δεῖ αὐτὰ τὰ ὀνόματα ἐκτίθεσθαι· ὀνόματα δέ ἐστι τὰ κατ’ εὐθεῖαν λεγόμενα, καιρός, χρόνος δέων, θεός. τὴν μέντοι ἀπο‐ φατικὴν πρότασιν ἢ τὰς προτάσεις κατὰ δοτικὴν πτῶσιν· θεῷ γάρ, οὐ θεός,
15κατὰ δοτικὴν πτῶσιν. ὃ [δεῖ] καὶ καθόλου δεῖ ποιεῖν, τοὺς μὲν ὅρους ἐκτί‐ θεσθαι κατὰ τὰς κλίσεις τῶν ὀνομάτων, τουτέστι κατὰ τὰ ὀνόματα (τὰς γὰρ πτώσεις οὐκ εἶναι ὀνόματα ἔφαμεν ἐν τῷ Περὶ ἑρμηνείας), συμπλέκειν δὲ αὐτοὺς ἐν ταῖς προτάσεσι κατὰ τὰς ἁρμοζούσας πτώσεις, οἷον, ἵνα ὥσπερ ἐπὶ τῶν πρός τι παραθέσεως τὰς διαφορὰς τῶν πτώσεων δηλώσωμεν, κατὰ μὲν
20δοτικήν, ὡς τὸ ἴσον καὶ ὅμοιον (ἴσῳ γὰρ τὸ ἴσον ἴσον καὶ ὁμοίῳ τὸ ὅμοιον 〈ὅμοιον〉), κατὰ δὲ γενικήν, ὡς τὸ διπλάσιον (ἡμίσεος γάρ), τὰ δὲ κατὰ αἰτιατι‐ κήν, ὡς τὸ τύπτον· τὸ γὰρ τύπτον τυπτόμενον τύπτει. τὸ δὲ τυπτόμενον κοινόν ἐστιν εὐθείας καὶ αἰτιατικῆς πτώσεως. οὐ πάντως δὲ τοῦτό φημι, πρὸς πτῶσιν καὶ κατὰ πτῶσιν τὰς πτώσεις συντάσσειν, ἀλλ’ ὅταν οὕτως
25ἁρμόζῃ· ὅταν δὲ κατ’ εὐθεῖαν, τῇ εὐθείᾳ χρηστέον· οἷον ὁ ἄνθρωπος ζῶον. Ἐπεὶ δ’ ἡμῖν ἐν τοῖς προειρημένοις ἱκανῶς εἴρηται περὶ τῆς κατὰ τὰς πτώσεις τῶν ὅρων συμπλοκῆς. λέγομεν νῦν, ποσαχῶς ἀληθές ἐστιν εἰπεῖν ἄλλο ἄλλῳ ὑπάρχειν· ὁσαχῶς γὰρ αἱ κατηγορίαι καὶ τὰ τῶν ὄντων γένη διῄ‐ ρηται. ἢ γὰρ ὡς οὐσία τὸ κατηγορούμενον τοῦ ὑποκειμένου καὶ ἐν τῷ τί
30ἐστιν ὂν αὐτοῦ ληπτέον ἐν ταῖς προτάσεσιν, ὡς ἐν τῇ ‘ὁ ἄνθρωπος ζῶόν ἐστιν‘, ἢ ὡς ποσότητα τούτου δηλοῦν, ὡς ἐν τῇ ‘ὁ ἄνθρωπος τρίπηχύς ἐστιν‘, ἢ ὡς ποιότητα, ἂν λευκὸς εἶναι ῥηθῇ, ἢ ὡς σχέσιν, ἐὰν δεξιὸς ἢ πατήρ, ἢ ὡς ἐνέργειαν, ἂν διαλέγηται ἢ γράφῃ, ἢ ὡς πάθος, ἂν τύπτηται ἢ ἀλγῇ, ἢ ὡς τόπον, ἂν ἐν Λυκίᾳ εἶναι ῥηθῇ, ἢ ὡς χρόνον, ἂν γένηται, ὅτι χθὲς ἦν ἢ
35πέρυσιν, ἢ ὡς κεῖσθαι, ὅταν καθῆσθαι λέγοιτο, ἢ ὡς ἔχοντός τι, ἂν ὑποδε‐ δέσθαι ἢ ὡπλίσθαι λέγηται. τοσαῦται γὰρ αἱ κατηγορίαι, καὶ ποσαχῶς οἷόντε ἄλλο ἄλλῳ ὑπάρχειν τε καὶ ἀληθεύεσθαι κατ’ αὐτοῦ. καὶ τούτων τῶν κατη‐ γορουμένων καὶ ἀληθευομένων κατά τινος ἢ ἁπλῶς ἢ καθόλου ληπτέον τὰ
κατηγορούμενα κατηγορεῖσθαι ἢ πῇ· τὰ μὲν γὰρ γένη καὶ αἱ διαφοραὶ καὶ τὰ136

23,3

137

ἴδια καὶ οἱ ὁρισμοὶ καὶ ἁπλῶς κατηγοροῦνται, ὧν εἰσι, καὶ ἀληθεύονται κατ’ αὐτῶν, τὸ δὲ συμβεβηκὸς ποτὲ μὲν ἁπλῶς, ὡς ἐπὶ τῆς χιόνος τὸ λευκόν, ποτὲ δὲ πῇ, ὡς τοῦ ὀφθαλμοῦ τὸ λευκόν. ἔτι δὲ ἢ ἁπλῶς τε καὶ ἄνευ συνθέσεως κατηγορητέον, τουτέστιν ἕν τι καὶ μιᾶς κατηγορίας, ἢ συμπεπλεγμένα τε καὶ
5συγκείμενα· ἡ μὲν γὰρ ‘Σωκράτης ἄνθρωπός ἐστιν‘ ἁπλοῦν ἔχει τὸ κατηγορού‐ μενον, ἡ δὲ λέγουσα ‘Σωκράτης ἄνθρωπος λευκός ἐστιν‘ ἢ ‘Σωκράτης καθή‐ μενος διαλέγεται‘ σύνθετόν τε καὶ συγκείμενον. ἐπεὶ δὲ τῶν συγκειμένων ἐν ταῖς κατηγορίαις τὰ μὲν μίαν πρότασιν ποιεῖ, τὰ δ’ οὐ μίαν, ἔστι δὲ τῶν ἰδίᾳ κατηγορουμένων ἀληθῶς τὰ μὲν καὶ συνθέντας ἀληθῶς κατηγορῆσαι, τὰ δὲ
10συνθέντας οὐκ ἔστιν ἀληθῶς κατηγορῆσαι, περὶ τούτων ἀξιῶ ἄμεινον δεῖν ἐπεσκέφθαι· ἀλλὰ καὶ περὶ τῶν ἄλλων, ὧν τὰ κεφάλαια ἐκτεθείμεθα ἐν τῷ Περὶ ἑρμηνείας. Ἐπεὶ δ’ εὑρίσκομεν πολλάκις ἐν τοῖς παρὰ τοῖς ἀρχαιοτέροις κειμένοις λόγοις ὅρους τινὰς δὶς παραλαμβανομένους ἐν τῇ αὐτῇ προτάσει κἀν τῷ συμ‐
15περάσματι τὸν μέσον ὅρον κείμενον, διδακτέον, πῶς δεῖ καὶ τοὺς τοιούτους ἀναλύειν συλλογισμούς, καὶ ποίᾳ τῶν προτάσεων συντακτέον τὸν ἐπαναδιπλού‐ μενον ὅρον. ἐπαναδιπλούμενον δέ ἐστιν, ὅπερ εἶπον, ἡ τοῦ αὐτοῦ ὅρου δὶς ἐν τῇ αὐτῇ προτάσει παράληψις ὡς καὶ ἐν τῷ συμπεράσματι πάντως εὑρίσκεσθαι. τὸ οὖν ἐπαναδιπλούμενον, ὅ ἐστιν, ὡς εἶπον, τὸ δὶς λαμβανόμενον·
20ἔστι δὲ οὗτος ὁ μέσος ὅρος· τοῦτον οὖν τὸν δεύτερον ὅρον λαμβανόμενον καὶ ἐπαναδιπλούμενον οὐ δεῖ ἐν ταῖς ἀναλύσεσι τῶν τοιούτων συλλογισμῶν τῷ 〈μέσῳ〉 ὅρῳ συντάσσεσθαι ἀλλὰ τῷ πρώτῳ, τουτέστι τῷ μείζονι καὶ κατηγο‐ ρουμένῳ. οἷον ἔστω δεδειγμένον, ὅτι τῆς δικαιοσύνης ἐπιστήμη ἐστίν, ὅτι ἀγαθόν· ἔστι μὲν γὰρ ἁπλῶς δικαιοσύνης ἐπιστήμην εἶναι, ὅτι ἐστὶ τοῦ κατ’
25ἀξίαν ἑκάστῳ ἀπονεμητική· ἔστι δὲ καὶ ἐπιστήμην περὶ αὐτῆς ἔχειν, ὅτι ὠφέλιμος ἢ αἱρετὴ ἤ τι τοιοῦτον ἄλλο, ὡς ἔχει καὶ ὁ νῦν λόγος· ἡ δικαιο‐ σύνη ἀγαθόν, τοῦ ἀγαθοῦ ἐστιν ἐπιστήμη, ὅτι ἀγαθόν, τῆς δικαιοσύνης ἄρα ἐστὶν ἐπιστήμη, ὅτι ἀγαθόν. οὕτως γὰρ κειμένων τῶν ὅρων καὶ ὄντος μείζονος μὲν ἄκρου ἐπιστήμης, ὅτι ἀγαθόν, μέσου δὲ ἀγαθοῦ, ἐλάττονος δὲ ἄκρου
30δικαιοσύνης ἔσται τὸ εἰρημένον συμπέρασμα τὸ τῆς δικαιοσύνης ἐπιστήμην εἶναι, ὅτι ἀγαθόν. καὶ ἡ ἀνάλυσις εἰς τοὺς εἰρημένους ὅρους ἔσται τοῦ συλλογισμοῦ. ἐὰν δὲ τὸ ἐπαναδιπλούμενον (τοῦτο δ’ ἐστὶ τὸ ‘ὅτι ἀγαθόν‘) μὴ τῷ μείζονι ἄκρῳ συναφθῇ ἀλλὰ τῷ μέσῳ καὶ γένηται ὁ μέσος ‘ἀγαθόν, ὅτι ἀγαθόν‘, οὔτε ἔτι συμπέρασμα ἔσται τὸ τὴν δικαιοσύνην ἐπιστήμην εἶναι,
35ὅτι ἀγαθόν, τῷ μὴ εἶναι τῷ κατηγορουμένῳ, τουτέστι τῷ μείζονι, προσκείμενον τὸ ‘ὅτι ἀγαθόν‘, ὅπερ ἦν τὸ ἀναδιπλούμενον· ἀλλ’ οὐδ’ ἡ ἐλάττων πρότασις συνετή ἐστιν· ἔσται γὰρ ἡ δικαιοσύνη ἀγαθόν, ὅτι ἀγαθόν. εἰ δὲ τοῦτο, ἢ περιττῶς ἔσται προσκείμενον τῷ ἀγαθῷ τὸ ‘ὅτι ἀγαθόν‘ μηδὲν σημαῖνον, καὶ
ἀσύνθετος καὶ ἀσύστατος ἡ πρότασις ἔσται ἡ ἐλάττων ἡ λέγουσα ‘ἡ δικαιοσύνη137

23,3

138

ἀγαθόν, ὅτι ἀγαθόν‘, ὡσανεὶ ἐλέγομεν ‘ὁ Σωκράτης ἄνθρωπός ἐστιν, ὅτι ἄνθρωποσ‘. ἢ εἰ σημαντικὸν τὸ διὰ τοῦτο τὴν δικαιοσύνην ἀγαθὸν εἶναι, ὅτι μόνη ἀγαθόν ἐστι καὶ ταὐτὸν τῷ ἀγαθῷ, τουτέστιν οὐ τὸ τυχὸν ἀλλ’ ὅπερ τὸ ἀγαθόν, τουτέστι τὸ καθόλου καὶ ὅλον ἀγαθόν, ψεῦδος ἂν τὸ λεγόμενον
5εἴη· οὐ γάρ ἐστι τὸ γενικὸν ἀγαθὸν δικαιοσύνη· ἔστι γὰρ καὶ ἄλλα ἀγαθά, σωφροσύνη, ὑγεία, φρόνησις. οὐ δὴ οὖν τῷ μέσῳ ὅρῳ χρὴ προσκεῖσθαι τὸ ἐπαναδιπλούμενον ἀλλὰ τῷ κατηγορουμένῳ· οὕτω γὰρ ἔσται ἀληθὴς ἡ ἐλάττων πρότασις, οἷον ὅτι ἡ δικαιοσύνη ἀγαθόν, ὅτι, ὅπερ ἀγαθόν, ἐστί, τουτέστιν, ὅτι ἐν γένει τῷ ἀγαθῷ ἐστι· τοῦτο δέ, ὅτι περιέχεται ὑπ’ αὐτοῦ. τὸ οὖν
10‘ὅπερ‘ ἀντὶ τοῦ περιέχειν ἐλάβομεν. ὁμοίως δὲ πάλιν, ἂν ᾖ συμπέρασμα, ὅτι τὸ ὑγιεινὸν ἐπιστητόν ἐστιν, ᾗ ἀγαθόν, τὸ μὲν ἐπαναδιπλούμενόν ἐστι τὸ ἀγαθόν· ἡ δ’ ἀνάλυσις ἔσται καὶ τούτου τοῦ συλλογισμοῦ εἴς τε τοὺς ὅρους καὶ τὰς προτάσεις· οἷον τὸ ὑγιεινὸν ἀγαθόν, τὸ ἀγαθὸν ἐπιστητόν, ᾗ ἀγαθόν, τὸ ὑγιεινὸν ἄρα ἐπιστητόν ἐστιν, ὅτι ἀγαθόν. πάλιν οὖν κἀνταῦθα εὖ ἀναλύ‐
15σομεν, ἂν τῷ μείζονί τε καὶ κατηγορουμένῳ ὅρῳ προσκείμενον ᾖ τὸ 〈‘ᾗ〉 ἀγαθόν‘ ἢ ‘ὅτι ἀγαθόν‘ (ταὐτὸν γάρ), ἵνα ᾖ μείζων μὲν ἄκρος ἐπιστητόν, ᾗ ἀγαθόν, μέσος δὲ ἀγαθόν, ἔσχατος δὲ τὸ ὑγιεινόν. ἔσονται μὲν γὰρ αἱ προτάσεις, ὡς εἴπομεν, ‘τὸ ὑγιεινὸν ἀγαθόν, τὸ ἀγαθὸν ἐπιστητόν, ᾗ ἀγαθόν‘, συμπέρασμα δὲ ‘τὸ ὑγιεινὸν ἐπιστητόν, ᾗ ἀγαθόν‘. ἂν δὲ μὴ τῷ κατηγορουμένῳ τὸ ἐπανα‐
20διπλούμενον ἐν τῇ ἀναλύσει προστεθῇ ἀλλὰ τῷ μέσῳ, οὔτε τὸ συμπέρασμα ἔτι δειχθήσεται τὸ προκείμενον ‘τὸ ὑγιεινὸν ἐπιστητόν, ᾗ ἀγαθόν‘, οὔτε ἡ πρότασις ἀληθὴς ἔσται ἢ συνετὴ λέγουσα ‘τὸ ὑγιεινὸν ἀγαθόν, ᾗ ἀγαθόν‘. ὅμοιον δὲ τούτοις ἐστὶ καὶ τὸ ‘ὁ τραγέλαφος δοξαστόν, ᾗ μὴ ὄν‘. ἐπεὶ δὲ σφόδρα συντό‐ μως ῥηθὲν τοῦτο ἀσάφειαν ἔχει (μόνον γὰρ ἐλάβομεν τὸ ἐπαναδιπλούμενον
25τοῦ ὑποκειμένου κατηγορούμενον μὴ εἰπόντες τὸ δεῖν αὐτὸ τῷ κατηγορουμένῳ προσκεῖσθαι), ἐξαπλωτέον ἡμῖν αὐτό· οἷον ὁ τραγέλαφος μὴ ὄν, τὸ μὴ ὂν δοξαστόν, ᾗ μὴ ὄν· ἐφ’ αἷς προτάσεσι συμπέρασμα τὸ ‘ὁ τραγέλαφος δοξαστόν, ᾗ μὴ ὄν‘. ὅμοιον παράδειγμα τούτοις τοῖς προειρημένοις καὶ τὸ ‘ὁ ἄνθρωπος φθαρτόν, ᾗ αἰσθητόν‘· ἔστι γὰρ συμπέρασμα ἐπαναδιπλούμενον ἔχον τὸ αἰ‐
30σθητὸν δῆλον ὡς διὰ μέσου ὅρου τοῦ αἰσθητοῦ γεγονότος καὶ δεδειγμένον· ὁ γὰρ ἄνθρωπος αἰσθητόν, τὸ αἰσθητὸν φθαρτόν, ᾗ αἰσθητόν, ὁ ἄνθρωπος ἄρα φθαρτόν, ᾗ αἰσθητόν, τοῦ αἰσθητοῦ ἐπαναδιπλουμένου καὶ δεύτερον εἰλημμένου τῷ κατηγορουμένῳ ἄκρῳ συντεταγμένου ἀλλ’ οὐ τῷ μέσῳ. τὸ δὲ ἐπανα‐ διπλούμενον ἐπικατηγορούμενον εἶπον, ἐπεὶ τῷ κατηγορουμένῳ συντάσσεται καὶ
35ἔστιν ἐν τοῖς συμπεράσμασι προσκατηγορούμενόν τε καὶ ἐπικατηγορούμενον. [οὐκοῦν μὲν] Οὔ φημι δὲ δεῖν ἐν ταῖς τῶν συλλογισμῶν ἀναλύσεσι τὴν αὐτὴν καὶ ὁμοίαν θέσιν καὶ ζήτησιν τῶν ὅρων ποιεῖσθαι, ὅταν τε ἁπλῶς τι ἐν τῷ
συμπεράσματι ᾖ κατηγορούμενον εἰλημμένον, καὶ ὅταν μετὰ προσθήκης τινὸς138

23,3

139

ἐπικατηγορουμένου τῷ κατηγορουμένῳ συντεταγμένου, ὡς ἐδείξαμεν 〈ἐν τοῖσ〉 τὸ ἐπαναδιπλούμενον προσκατηγορούμενον συμπέρασμα ἔχουσιν, ὃ δεδηλώκαμεν διὰ τοῦ ‘τὶ τόδε ἢ πῇ ἢ πῶσ‘. τῶν γὰρ προσκατηγορουμένων τὰ μέν, τί ἐστι τὸ ὑποκείμενον, δηλοῖ, ὡς ἐπὶ τοῦ συμπεράσματος τοῦ τὸ ἰσοσκελὲς δυσὶν
5ὀρθαῖς ἴσας ἔχειν, ᾗ τρίγωνον (τὸ γὰρ προσκατηγορούμενον, ἔστι δὲ ‘ᾗ τρίγωνον‘, τί ἐστιν ἰσοσκελές, δηλοῖ, ὅ ἐστιν ἐν τῷ συμπεράσματι ὑποκείμενον), τὸ δὲ πῇ, ὡς ἐπὶ τοῦ ‘τὸ ὑγιεινὸν ἐπιστητόν, ᾗ ἀγαθόν· πῇ γὰρ τὸ ὑγιεινὸν ἐπι‐ στητόν· καθὸ γὰρ ἀγαθόν, ἐπιστητόν. ὅταν δὲ τραγέλαφος δοξαστόν, ᾗ μὴ ὄν, τοῦ πῶς· οὕτως γὰρ δοξαστὸν ὡς μὴ ὄν. τοιαῦτα μὲν τὰ συμπεράσματα,
10ἐν οἷς προσκατηγορεῖταί τι, καὶ τοιούτων τινὰ δηλωτικά. τὰ δὲ ἁπλᾶ, ὅταν τὸ κατηγορούμενον ἁπλῶς ἄνευ προσθήκης τινὸς τοῦ ὑποκειμένου ἐν τῷ συμ‐ περάσματι κατηγορηθῇ, οἷον ἂν ᾖ συμπέρασμα τὸ ‘ἡ δικαιοσύνη ἐπιστητόν‘ ἢ ‘τὸ ἀγαθὸν ἐπιστητόν‘· τὸ γὰρ ἐπιστητὸν ἔνθα μὲν τοῦ ἀγαθοῦ ἔνθα δὲ τῆς δικαιοσύνης ἁπλῶς κατηγορεῖται. οὔσης τοίνυν τοιαύτης διαφορᾶς ἐν τοῖς
15συλλογισμοῖς τε καὶ συμπεράσμασιν, οὔ φημι δεῖν τοὺς ὅρους ὁμοίως ζητεῖν ἔν τε τοῖς ἁπλῶς κατηγορουμένοις καὶ ἐν τοῖς μετὰ προσθήκης, ἀλλ’ ὅταν μὲν ἁπλοῦν ᾖ τὸ συμπέρασμα, οἷον ὅτι ἡ δικαιοσύνη ἢ τὸ ἀγαθὸν ἐπιστητόν, τὸν μέσον ὅρον ζητητέον καὶ θετέον κοινότερόν τινα, ὃς ἁπλῶς ὑπάρχει τῷ ὑποκειμένῳ ὅρῳ, τῇ δικαιοσύνῃ ἢ τῷ ἀγαθῷ, καθ’ οὗ δηλονότι καὶ ὁ κατη‐
20γορούμενος ἀληθῶς κατηγορηθήσεται οἷον τὸ ὄν· γίνεται γὰρ συλλογισμὸς ‘ἡ δικαιοσύνη ἢ τὸ ἀγαθὸν ὄν, τὸ ὂν ἐπιστητόν, ἡ δικαιοσύνη ἄρα ἐπιστητὸν ἢ 〈τὸ〉 ἀγαθόν. [ιʹ] ὅταν δὲ ᾖ τὸ συμπέρασμα μὴ ἁπλοῦν ἀλλ’ ἔχον προσκείμενόν τι καὶ προσκατηγορούμενον, δεῖ καὶ τὸν μέσον ὅρον μηκέθ’ ἁπλῶς καὶ κοινῶς ζητεῖν ὑπάρχοντα τῷ ὑποκειμένῳ ἀλλὰ προσεχέστερον καὶ κατὰ τὸν τρόπον
25τοῦτον ὑπάρχοντα, καθ’ ὃν ληφθέντος αὐτοῦ ἀληθὴς ὁ μείζων ἄκρος ἔσται κατ’ αὐτοῦ μετὰ τοῦ προκειμένου κατηγορούμενος. τὸ μὲν γὰρ ἐπιστητὸν ἁπλῶς κατὰ τοῦ ὄντος ἀληθὲς ἦν κατηγορῆσαι, οὐκέτι δὲ τὸ ‘ἐπιστητόν, ᾗ ἀγαθόν‘ ἀληθὲς κατὰ τοῦ ὄντος, ἐπεὶ κοινότερον τὸ ὂν καὶ ἐπὶ πλέον τοῦ κατηγορουμένου. οὐ γὰρ ἀληθὴς ἡ πρότασις ἡ λέγουσα ‘τὸ ὂν ἐπιστητόν,
30ᾗ ἀγαθόν‘· οὔτε γὰρ τὸ ὂν πᾶν ἀγαθόν, οὔτε μόνα τῶν ὄντων τἀγαθὰ ἐπιστητά, εἴ γε ἡ αὐτὴ ἐπιστήμη τῶν ἀντικειμένων. οὐκέτ’ οὖν ὁ μέσος ὅρος ἔσται τὸ ὂν ἁπλῶς ἀλλὰ τὶ ὄν, τουτέστιν οἰκειότερόν τε τῷ ὑποκειμένῳ καὶ προσε‐ χέστερον 〈καὶ〉 οὐχ ὁμοίως κοινὸν ἀλλὰ οὕτως ὂν ὡς κατηγορεῖσθαι αὐτοῦ τὸν μείζονα ἄκρον δύνασθαι. ἔστι δὲ ὁ μείζων ἄκρος ‘ἐπιστητόν, ᾗ ἀγαθόν‘.
35τὶ δὲ τοῦ ὄντος ἂν λάβωμεν, ὃ οἰκειότερόν ἐστι τῇ δικαιοσύνῃ ἢ τῷ ἀγαθῷ, κατηγορηθήσεται κατ’ αὐτοῦ τὸ ‘ἐπιστητόν, ᾗ ἀγαθόν‘, οἷον ἂν τὸ ἀγαθὸν λάβωμεν ἢ τὸ αἱρετὸν ἢ τὴν ἀρετὴν ἢ τὸ ὠφέλιμον ἢ τὸ ἐφετὸν [ᾗ] ἐπι‐
στητόν, ᾗ ἀγαθόν. ἀλλὰ καὶ κατὰ τῆς δικαιοσύνης ἢ τοῦ ἀγαθοῦ ἀληθές139

23,3

140

ἐστι τὸ μέσον κατηγορῆσαι· ἀληθὲς γὰρ τὸ ‘ἡ δικαιοσύνη ἀγαθόν‘ ἢ ‘τὸ ἀγα‐ θὸν αἱρετόν‘. καὶ οἰκειότερον καὶ προσεχέστερον τὸ τῆς δικαιοσύνης τὸ ἀγαθὸν ἢ τὴν ἀρετὴν κατηγορῆσαι ἤπερ τὸ ὄν· τὸ γὰρ ὂν κοινότερον· καὶ τοῦ ἀγαθοῦ πάλιν ἢ τῆς ἀρετῆς τὸ αἱρετόν. ὃ οὖν λέγομεν, ἐστίν, ὅτι, ἐν οἷς συμπερά‐
5σμασι τὸ κατηγορούμενον ἔχει προσκείμενόν τι δηλωτικὸν τοῦ ‘τὶ τόδε ἢ πῇ ἢ πῶσ‘, ἃ κοινότερον περιλαβόντες δηλοῦμεν διὰ τοῦ ‘τὶ ὄν‘, δεῖ ἐν τούτοις τοῖς συλλογισμοῖς καὶ τὸν μέσον ὅρον ἤτοι τὸν αὐτὸν τῷ προκειμένῳ λαμβάνειν (δυνατὸν γὰρ τοιοῦτον συμπέρασμα γίνεσθαι διὰ τοῦ μέσου ἐπαναδιπλωθέντος, ὡς ἐδείχθη) ἢ προσεχὲς τῷ ὑποκειμένῳ. τὸ γὰρ ἀγαθὸν τῆς ἰδίου σημεῖον
10οὐσίας ἐστὶ τῆς δικαιοσύνης, ὁμοίως δὲ καὶ ἡ ἀρετὴ καὶ τὸ δι’ αὑτὸ αἱρετόν (ἐν γὰρ τῷ λόγῳ αὐτῆς), ἀλλ’ οὐ κοινὸν ὡς τὸ ὄν. ὁμοίως καὶ τὸ αἱρετὸν τοῦ ἀγαθοῦ· τὸ γὰρ ὂν καὶ κατὰ τῆς ἀδικίας ἀληθὲς καὶ κατὰ τοῦ κακοῦ. οὐ λέγω δέ, ὅτι ὁρισμὸν εἶναι δεῖ τὸν μέσον ὅρον, διὰ τὸ εἰπεῖν ‘τῆς ἰδίου ση‐ μεῖον οὐσίασ‘, ἀλλ’ ὅτι ἐγγυτέρω μᾶλλον καὶ οἰκειότερον αὐτὸν δεῖ εἶναι τοῦ
15ὑποκειμένου ἐν τοῖς τοιούτοις συλλογισμοῖς καὶ οὐ κοινὸν καὶ καθόλου ὁμοίως. καὶ γὰρ ἂν μὴ τοιοῦτον ληφθῇ τὸ μέσον ἀλλὰ κοινόν, οὐ συνάγεται τὸ προκεί‐ μενον συμπέρασμα τὸ ἔχον προσκατηγορούμενον. εἰ γὰρ ἦν τὸ ὂν μέσος ὅρος καὶ μὴ τὸ τὶ ὄν, οἷον τὸ ἀγαθὸν καὶ τὸ αἱρετὸν ἢ ἡ ἀρετή, οὐκ ἂν ἦν συμ‐ πέρασμα, ὅτι ἐστὶν ἡ ἐπιστήμη τοῦ ἀγαθοῦ ἢ τῆς δικαιοσύνης, ὅτι ἐστὶν
20ἀγαθόν, ἀλλ’ ὅτι ὄν· ἦν γὰρ καὶ τῷ ἄκρῳ, τουτέστι τῷ κατηγορουμένῳ, τὸ ὂν ἀλλ’ οὐ τὸ τὶ ὂν οἷον τὸ ἀγαθὸν προσκείμενον. φανερὸν οὖν, ὅτι ἐν τοῖς οὐχ ἁπλῶς ἔχουσι τὸ κατηγορούμενον συλλογισμοῖς ἀλλὰ καὶ μετὰ προσθήκης τῆς δηλούσης ‘τὶ τόδε ἢ πῇ ἢ πῶσ‘ οὕτω ληπτέον τοὺς ὅρους· ταῦτα γὰρ καὶ τὰ τούτων δηλωτικὰ προσκείμενα τῷ κατηγορουμένῳ μερικώτερον αὐτὸν ποιεῖ.
25οὐ γὰρ ὁμοίως καθόλου ‘τό τε ἀγαθὸν ἐπιστητόν‘ καὶ τὸ ‘τὸ ἀγαθὸν ἐπιστη‐ τόν, ᾗ ὄν‘ ἢ ‘τὸ ἀγαθὸν ἐπιστητόν, ᾗ ἀγαθόν‘ ἢ ‘δικαιοσύνη ἐπιστητόν, ᾗ ἀγαθόν‘. ἐν τοῖς τοιούτοις οὖν συλλογισμοῖς καὶ οὕτως ἐν μέρει φανερόν, ὅτι οὕτως δεῖ λαμβάνειν τοὺς ὅρους. τὸν γὰρ μέσον οὐ κοινὸν ληπτέον ὄντος μερι‐ κωτέρου τοῦ συμπεράσματος διὰ τὸ προσκατηγορούμενον ἀλλὰ προσεχῆ καὶ
30τῆς ἰδίου οὐσίας δηλωτικὸν ἢ καὶ τὸν αὐτὸν τῷ προσκειμένῳ· οὕτως γὰρ αὐτῷ ὑπάρξει ὁ μείζων ἄκρος. πρότερον μὲν οὖν περὶ τοῦ ἀναδιπλουμένου εἴπομεν, ὅτι δεῖ αὐτὸν προσκεῖσθαι τῷ κατηγορουμένῳ· μετὰ δὲ ταῦτα πάλιν εἴπομεν, τίνα μέσον ὅρον 〈χρὴ〉 λαμβάνειν, ἐν οἷς ἐπικατηγορούμενόν τι πρόσκειται τῷ κατηγορουμένῳ, 〈καὶ〉 ἐδιδάξαμεν, ὅτι ἢ τὸ προσκείμενον ἢ οἰκεῖόν γέ τινα ἢ
35καὶ προσεχῆ τῷ ὑποκειμένῳ. Δεῖ δὲ ἐν ταῖς ἀναλύσεσι τῶν συλλογισμῶν ὑπὲρ τοῦ εὐκολωτέρως ἀνα‐
λύειν μεταλαμβάνειν τὰ ἐν τοῖς ὅροις κείμενα εἰς τὰ τὸ αὐτὸ δυνάμενα· τὸ140

23,3

141

αὐτὸ δὲ δύναται καὶ ὀνόματα ὀνόμασι καὶ λόγοι λόγοις καὶ ὀνόματα λόγοις. ἐπεὶ οὖν οὐκ ἐν ταῖς λέξεσιν ὁ συλλογισμὸς τὸ εἶναι ἔχει ἀλλ’ ἐν τοῖς σημαι‐ νομένοις, σημαίνει δὲ λόγοις ὀνόματα ταὐτόν, ὅταν ὦσιν οἱ ὅροι διὰ λόγων εἰλημμένοι, ἀναλύοντας χρὴ εἰς τὰ ἴσον τοῖς λόγοις ὀνόματα δυνάμενα καὶ
5σημαίνοντα ταὐτὸν προηγουμένως μεταλαμβάνειν τοὺς ὅρους. ῥᾷον γὰρ ἡ ἀνάλυσις τῶν συλλογισμῶν εἰς τὰς προτάσεις καὶ ἡ εὕρεσις τοῦ σχήματος, καθ’ ὃ ἠρώτηται, γίνεται ὀνομάτων ὄντων τῶν ὅρων καὶ μὴ λόγων· οἱ γὰρ λόγοι διὰ τὸ μῆκος ἀσάφειαν παρέχουσιν ἐν ταῖς τῶν προτάσεων εἰς τοὺς ὅρους διαιρέσεσί τε καὶ συμπλοκαῖς. οἷον ἂν ᾖ κείμενον κατὰ Σωκράτους
10‘Σωκράτης ζῶον πεζὸν δίπουν‘, κατὰ ζώου πεζοῦ δίποδος οὐσία ἔμψυχος αἰσθητική, μεταληψόμεθα τῶν λόγων τὸν μὲν εἰς τὸν ἄνθρωπον τὸν δὲ εἰς τὸ ζῶον. πάλιν ἂν ᾖ κείμενον τῇ αὑτοῦ φύσει ἀγαθόν, μεταληψόμεθα εἰς τὸ δι’ αὑτὸ ἀγαθόν. καὶ ὄνομα δὲ ἀντ’ ὀνόματος, οἷον ἀντὶ χαρᾶς ἡδονήν· συνηθέστερον γάρ. ὁποίαν δὲ χρὴ τὴν μετάληψιν τῶν ὅρων ποιεῖσθαι καὶ
15πῶς, καὶ διὰ τῶνδε τῶν παραδειγμάτων δηλωτέον. εἰ γὰρ ταὐτὸν σημαίνει τῷ λόγῳ τῷ λέγοντι τὸ ὑποληπτὸν τοῦ δοξαστοῦ μὴ εἶναι γένος ὁ λέγων τὸ δοξαστὸν μὴ εἶναι, ὅπερ ὑποληπτόν, ἐπεὶ τὸ ‘ὅπερ‘ τοῦ γένους ἐστὶ δηλω‐ τικόν, εἰς τοῦτο χρὴ τὴν μετάληψιν ποιεῖσθαι καὶ ἀντὶ τοῦ τιθέναι ὅρον τὸ δοξαστὸν καὶ τὸν λόγον τὸν λέγοντα μὴ εἶναι τοῦ δοξαστοῦ γένος τὸ ὑπο‐
20ληπτὸν ληπτέον τὸ δοξαστὸν ὅρον καὶ τὸ ‘ὅπερ ὑποληπτόν‘· ὁ γὰρ αὐτὸς ἔσται συλλογισμός. διὰ γὰρ τὰ σημαινόμενα ὑπὸ τῶν λέξεων, ὡς ἔφαμεν, ὁ συλλο‐ γισμὸς γίνεται, οὐ διὰ τὰς λέξεις· ὅταν γοῦν μηδὲν σημαίνωσιν ἢ ἀμφίβολοι ὦσιν, οὐ γίνεται συλλογισμὸς ἐξ αὐτῶν. ὥσθ’ ὅταν ταὐτὰ σημαίνηται ὑπὸ τῶν διαφόρων λέξεων καὶ προηγουμένως καὶ ὁμοίως λαμβάνηται, ὁ αὐτὸς
25ἔσται συλλογισμός. ταὐτὸν δὲ σημαίνει τῇ λέξει τῇ λεγούσῃ ‘τὸ ζῶον ἐν γένει ἐστὶ τῇ οὐσίᾳ‘ ἡ λέγουσα λέξις ‘τὸ ζῶον, ὅπερ οὐσία, ἐστί‘· γέγονε δὲ οὕτως λόγου εἰς λόγον μετάληψις· ὥστε καὶ ἡ μετάληψις [ὥστε καὶ ἡ μετά‐ ληψις] ἡ εἰς ἄλληλα κατ’ οὐδὲν ἀλλοιοτέρους ποιήσει τοὺς συλλογισμούς. οὐκ ἔστι δὲ τὸ νῦν εἰρημένον μαχόμενον τῷ εἰρῆσθαι δοκοῦντι πρὸ ὀλίγου τῷ ‘οὐ
30δεῖ δὲ τοὺς ὅρους ζητεῖν ὀνόματι ἐκτίθεσθαι‘. ἐκεῖ τε γὰρ εἶπον ‘οὐκ ἀεὶ δεῖ ζητεῖν‘, διότι ἐπ’ ἐνίων οὐχ οἷόν τέ ἐστιν εὑρεῖν· ἐνταῦθα δὲ ἀξιῶ τοῦτο ποιεῖν, ἐφ’ ὧν οἷόν τε εὑρεῖν τὰ ἴσα δυνάμενα λόγοις ὀνόματα. Ἐπεὶ δὲ οὐ ταὐτὸν σημαίνει τὸ λέγειν τὴν ἡδονὴν ἀγαθὸν εἶναι κἂν τὸ λέγειν τὴν ἡδονὴν τὸ ἀγαθὸν εἶναι (ὁ μὲν γὰρ ἀγαθὸν τὴν ἡδονὴν λέγων
35ἁπλῶς αὐτῆς κατηγορεῖ τὸ ἀγαθόν, ὁ δὲ τὸ ἀγαθὸν λέγων αὐτὴν ἤτοι τὴν ἐν τοῖς ἀγαθοῖς ὑπεροχὴν αὐτῆς κατηγορεῖ ἢ ὅτι πᾶν ἀγαθόν ἐστιν ἡ ἡδονή, οἷον ὅτι γένος τῶν ἀγαθῶν), 〈ἐν〉 δὴ ταῖς τῶν συλλογισμῶν ἀναλύσεσί φημι δεῖν
παραφυλάττειν, κἂν μὲν ᾖ τἀγαθὸν ἡ ἡδονὴ κείμενον, ὅρους τὴν ἡδονὴν καὶ141

23,3

142

τἀγαθὸν ληπτέον, ἂν δὲ ᾖ ἁπλῶς ἡ ἡδονὴ ἀγαθόν, ἡδονὴν καὶ ἀγαθόν. ὁμοίως τούτοις οὐ ταὐτόν ἐστι τὸν ἄνθρωπον ζῶον λαβεῖν ἢ τὸν ἄνθρωπον τὸ ζῶον εἶναι· τὸ μὲν γὰρ εἰπεῖν τὸν ἄνθρωπον ζῶον εἶναι ἀληθές, τὸ δὲ τὸν ἄνθρω‐ πον τὸ ζῶον οὐκ ἀληθές. παρὰ τοῦτο γὰρ καὶ ὁ παραλογισμὸς ἐν τῷ λόγῳ
5τῷ ‘ὁ ἄνθρωπος ζῶον, τὸ ζῶον γένοσ‘· οὐκέτι γὰρ ὁ ἄνθρωπος γένος, ὅτι μηδὲ τὴν ἀρχὴν ἐλήφθη ὁ ἄνθρωπος τὸ ζῶον εἶναι, ἀλλ’ ἁπλῶς ζῶον, οὐχ ἁπλῶς δὲ ζῶον γένος, ἀλλὰ τὸ ζῶον· οὐ γὰρ πᾶν ζῶον γένος. διὸ καὶ τοῦτο ὁ λόγος ἁμάρτημα ἔχει μὴ ληφθείσης καθόλου τῆς μείζονος προτάσεως. ὁμοίως δὲ καὶ τὸ μὲν εἰπεῖν, ὅτι ἡ χιὼν λευκή ἐστιν, ἀληθές, 〈τὸ δὲ ἡ ‘χιὼν
10τὸ λευκόν‘ οὐκ ἀληθέσ〉. φημὶ οὖν δεῖν ἐν ταῖς τοιαύταις προσθήκαις ἀκρι‐ βολογεῖσθαι καὶ πρὸς τὸ σημαινόμενον βλέποντας τοὺς ὅρους ἐν ταῖς ἀναλύ‐ σεσι τῶν συλλογισμῶν ἐκλαμβάνειν, καθὰ ἐτέθησαν. οὕτω καὶ ἐν τῷ εἰς διαβολὴν τοῦ διὰ τριῶν φερομένου λόγου τοῦ ‘εἰ μηδέν ἐστιν, οὐδὲ νύξ ἐστιν, εἰ μὴ νύξ ἐστιν, ἡμέρα ἐστίν, εἰ μηδὲν ἄρα ἐστίν, ἡμέρα ἐστί‘ χρὴ ποιεῖν.
15ἐπεὶ γὰρ ἕπεται τῷ μηδὲν εἶναι οὐχ ἁπλῶς τὸ μὴ εἶναι νύκτα ἀλλὰ μηδὲ νύκτα, τοῦτον χρὴ τῆς δευτέρας συνεχείας ὅρον ἡγούμενον λαμβάνειν τὸν ‘εἰ μηδὲ νύξ ἐστιν‘· ᾧ οὕτως ληφθέντι οὐκέτι ἀκολουθήσει τὸ ἡμέραν εἶναι. ἔτι καθ’ αὑτὸ μὲν λαμβανόμενον τὸ ‘εἰ μὴ νύξ ἐστιν, ἡμέρα ἐστίν‘ ἀληθές, ἐὰν δὲ ἐπὶ προκειμένῳ συνημμένῳ τῷ ‘εἰ μηδέν ἐστιν, οὐδὲ νύξ ἐστιν‘, οὐκέτ’
20ἀληθὲς τῷ τὸ μέσον τὸ ἑπόμενον μὲν ἐν τῷ πρώτῳ συνημμένῳ ἡγούμενον δὲ ἐν τῷ δευτέρῳ μὴ ὁμοίως ἐν ἀμφοτέροις λαμβάνεσθαι· ἐλήφθη γὰρ ἐν τῷ πρώτῳ συνημμένῳ ‘οὐδὲ νύξ‘ ὡς ἴσον τῷ πρὸς τοῖς ἄλλοις μηδὲ νύκτα ἔσεσθαι, ᾧ οὐκέτι ἕπεται τὸ ἡμέραν εἶναι. Ἐπεὶ δὲ γίνεται καὶ παρὰ τὸν τρόπον τῆς κατηγορίας τὸ σημαινόμενον
25διάφορον, φημὶ δεῖν καὶ τοῦτο παραφυλάττειν ἐν ταῖς ἀναλύσεσι τῶν συλλογι‐ σμῶν, πῶς ἡ κατηγορία γέγονε, πότερον ἀπροσδιορίστως ἢ προσδιωρισμένως. καὶ ὅτι γε παρὰ τὸν τρόπον τῆς κατηγορίας τὸ σημαινόμενον διάφορον γίνεται, δείκνυμι. λέγω γάρ, ὅτι οὔτε κατὰ τὴν τῶν πραγμάτων ὑπόστασιν οὔτε κατὰ τὴν τῶν λόγων προφορὰν ταὐτόν ἐστι τὸ ὑπάρχειν τε ἁπλῶς καὶ ἀπροσδιορί‐
30στως καὶ παντὶ ὑπάρχειν, ὥς φαμεν τὸ φιλοσοφεῖν ἀνθρώπῳ ὑπάρχειν, καίτοι οὐ πᾶς ἄνθρωπος φιλοσοφεῖ, ἀλλ’ ὅτι τινὶ ὑπάρχει. ἔστωσαν οὖν ὅροι τρεῖς Α Β Γ. ἐὰν μὲν οὕτως εἴπω, ὅτι, ᾧ τὸ Β ὑπάρχει παντί, τούτῳ καὶ τὸ Α ὑπάρχει παντὶ οἷον τῷ Γ, συλλογιστικὸς οὗτος ὁ λόγος. ἐὰν δὲ οὕτως εἴπω, ὅτι, ᾧ τὸ Β ὑπάρχει, τούτῳ παντὶ τὸ Α ὑπάρχει, παραλογίζομαι· καὶ τὸ Β
35γὰρ εἰ ὑπάρχει τῷ Γ, ἐνδέχεται τὸ Α οὐ μόνον οὐ παντὶ τῷ Γ ὑπάρχειν, ἀλλ’ ἔστιν, ὅτε καὶ οὐδενί. τοῦτο δὲ συμβαίνει διὰ τὸ ἀπροσδιόριστον εἰλῆφθαι
τὴν Β Γ πρότασιν, λέγω δὴ τὴν ἐλάττονα, τὰς δὲ ἀπροσδιορίστους ἰσοδυναμεῖν142

23,3

143

ταῖς μερικαῖς. ἔστω μὲν γὰρ τὸ μὲν Α λευκόν, τὸ δὲ Β πτηνόν, τὸ δὲ Γ ζῶον. ἀληθὲς δὴ εἰπεῖν, ὅτι τὸ πτηνὸν ὑπάρχει τῷ ζώῳ· τινὶ γὰρ ζώῳ ὑπάρχει· αἱ γὰρ ἀπροσδιόριστοι ἰσοδυναμοῦσι ταῖς μερικαῖς. οὐκέτι δὲ ἀληθὲς εἰπεῖν, ὅτι τὸ λευκὸν παντὶ ζώῳ ὑπάρχει· τινὶ γὰρ ὑπάρχει οἷον τῷ. εἰ δὲ
5ληφθείη μέρος τοῦ ζώου, ᾧ μὴ ὑπάρχει τὸ λευκὸν οἷον κόρακι, τούτῳ τὸ πτηνὸν μὲν ὑπάρχει, τὸ δὲ λευκὸν οὐχ ὑπάρξει. οὐ μόνον δέ, ὅτε οὕτω φαμέν, ὅτι, ᾧ τὸ Β ὑπάρχει, τούτῳ παντὶ τὸ Α ὑπάρχει, ἐνδέχεται τὸ Α ποτὲ μὲν παντὶ τῷ Γ ποτὲ δὲ μηδενί, ἀλλὰ κἂν οὕτως εἴπω, ὅτι, ᾧ τὸ Β παντί, τούτῳ καὶ τὸ Α παντί. οὐδὲ γὰρ οὕτως ἀεὶ ἀληθὲς τὸ ‘ᾧ τὸ Β παντί,
10τούτῳ καὶ τὸ Α παντί‘· ἐνδέχεται γὰρ μηδενί· ἡ γὰρ Α Β εἰ ἀποφατικὴ ληφθείη, τὸ μὲν Β παντὶ τῷ Γ ὑπάρχει, τὸ δὲ Α οὐδενί. ἔστω γὰρ τὸ μὲν Α ἄψυχον, τὸ δὲ Β ζῶον, τὸ δὲ Γ πτηνόν· τὸ μὲν οὖν Β παντὶ τῷ Γ ὑπάρχει, τὸ δὲ Α οὐδενί. εἰ δέ ποτε ἐνδέχεται, οἷον εἰ ἀντὶ τοῦ ἀψύχου τὸ ἔμψυχον λάβω, καὶ ἐπὶ τῆς ἑτέρας συμπλοκῆς τὸ αὐτὸ ἐνδέχεται, εἰ λάβω
15λευκόν, ἄλογον, κύκνον· ᾧ γὰρ ὑπάρχει τὸ ἄλογον οἷον κύκνῳ, τούτῳ παντὶ ὑπάρχει τὸ λευκόν. ἀλλ’ αἱ συλλογιστικαὶ συζυγίαι οὐκ ἐπὶ τινὸς μὲν ὕλης ἀληθεύουσιν ἐπὶ τινὸς δὲ οὔ, ἀλλ’ ἐπὶ πάσης· τοῦτο γὰρ τῷ ἀσυλλογίστῳ ὑπάρχει τὸ ἐπὶ τινὸς μὲν ὕλης ἀληθεύειν ἐπὶ τινὸς δὲ ψεύδεσθαι, ὡς εἶναι δῆλον, ὅτι καὶ ὅτε ἠλήθευον, οὐ διὰ τὴν συμπλοκὴν τῶν προτάσεων ἀλλὰ
20διὰ τὴν ὕλην ἠλήθευον. Οὐ δεῖ δὲ οἴεσθαι παρὰ τὴν τῶν ὅρων ἔκθεσίν τι συμβαίνειν ἄτοπον καὶ ψεῦδος, ἐπειδὴ ἐν τῇ τῶν συλλογισμῶν παραδόσει κεχρήμεθα τοῖς στοι‐ χείοις ἀντὶ τῶν ὅρων καὶ ἐπ’ αὐτῶν δεικνύομεν τάς τε συλλογιστικὰς συζυ‐ γίας καὶ τὰς ἀσυλλογίστους, ὡς τῆς τῶν στοιχείων λήψεως αἰτίας γεγενημένης
25τοῦ δοκεῖν δείκνυσθαί τι συναγόμενον ἢ μὴ δείκνυσθαι, ὡς πολλάκις δείκνυσθαί τινα παρὰ τὴν ὕλην συνάγοντά τι οὐκ ὄντα συλλογιστικά. τάχα μὲν οὖν οὐ σαφῶς εἰρήκαμεν, ὃ εἰπεῖν βουλόμεθα. ῥητέον οὖν ὡς οἷόν τε σαφέστερον. οὐ δεῖ ὑπολαμβάνειν καὶ ὑπονοεῖν, ὅτι ἡ τῶν στοιχείων ἔκθεσις αἰτία ἐστὶ τοῦ ἢ συλλογιστικὰς εἶναί τινας τῶν συμπλοκῶν ἢ ἀσυλλογίστους, ἐπειδὴ διὰ
30παντὸς τοῦ βιβλίου διὰ τῆς τῶν στοιχείων ἐκθέσεως τὴν διδασκαλίαν ἐποιη‐ σάμεθα· οὐ γὰρ παρὰ τὴν ἔκθεσιν τῶν στοιχείων τὰ συμβαίνοντα συμβέβηκεν ἐν τῇ τῶν συλλογισμῶν παραδόσει. καὶ τί λέγω τῶν στοιχείων, ὅπου γε οὐδὲ παρὰ τὴν τῶν ὅρων παραληφθέντων ἔκθεσιν οὐδὲν τῶν συμβάντων συμβέβηκεν; οὐδὲν γὰρ ἡμῖν εἰς τὰ δεικνύμενα ἡ τούτων ἔκθεσις συνεισφέρει. οὐ γὰρ παρὰ
35τὸ τὸ μὲν Α αὐτῶν εἶναι τὸ δὲ Β ἢ Γ ἡ συναγωγὴ γέγονε· τὸ γὰρ αὐτὸ γίνεται, κἂν ἄλλοις ἀντὶ τούτων χρησώμεθα. ὃ οὐ γίνεται ἐπὶ τοῦ ‘πᾶς ἄν‐ θρωπος ζῶον, πᾶν γελαστικὸν ἄνθρωποσ‘· ἐκ γὰρ τούτων συνάγεσθαι δοκεῖ τὸ
πάντα ἄνθρωπον γελαστικὸν εἶναι. ἀλλὰ τοῦτο διὰ τὴν τῶν εἰλημμένων ὅρων143

23,3

144

ποιὰν σχέσιν πρὸς ἀλλήλους, οὐ διὰ τὸ σχῆμα· ἄλλων γοῦν ὅρων ἐν τῇ τοιαύτῃ συζυγίᾳ ληφθέντων οὐδὲν συνάγεται, ὥσπερ ἐπὶ τῶν ‘πᾶς ἄνθρωπος ζῶον, πᾶς ἵππος ζῶον‘. ἐπὶ δὲ τῆς τῶν στοιχείων ἐκθέσεως οὐχ οὕτως· ὃ ἐδείξαμεν καὶ αὐτοὶ ἄλλοτε ἄλλοις χρησάμενοι καθ’ ἕκαστον σχῆμα. οὐ
5γὰρ ἔστιν ἐπὶ τῶν στοιχείων, ἵνα τὸ μὲν ὡς ὅλον τὸ δ’ ὡς μέρος τούτου ληφθῇ, ὡς ἔχει τὸ ἔμψυχον καὶ τὸ ζῶον· τὸ μὲν γὰρ ὡς ὅλον ἐστίν (ἐπὶ πλέον γὰρ καὶ καθόλου), τὸ δ’ ὡς μέρος· καὶ πάλιν ἂν ἄλλο πρὸς τοῦτο 〈τὸ〉 ζῶον, ὃ ζῶον ὡς μέρος ἐλήφθη ἐν τῇ πρώτῃ προτάσει, ἄλλο ὡς μέρος οἷον ὁ ἄνθρωπος ληφθῇ· ἐκ τῶν οὕτως οὖν ἐχόντων ὅρων ὡς τὸν μὲν κατηγορεῖ‐
10σθαι τὸν δὲ ὑποκεῖσθαί τε καὶ κατηγορεῖσθαι ἐν ταῖς προτάσεσιν αἱ δείξεις. ἐξ οὐδενὸς γὰρ τῶν, ἃ μὴ ἔχει πρὸς ἄλληλα οἰκειότητα, οἷόν τέ τι δειχθῆναι συναγόμενον συλλογιστικῶς. τὰ δὲ στοιχεῖα οὐδεμίαν τοιαύτην σχέσιν ἔχει πρὸς ἄλληλα, ἀλλὰ σημεῖα κοινὰ τῶν ὅρων εἴληπται οὐδὲν παρ’ αὐτῶν συντε‐ λοῦντα εἰς τὸ ἢ συνακτικὴν δειχθῆναι τὴν συζυγίαν ἢ ἀσύνακτον. ὡς γὰρ ὁ
15γεωμέτρης ὑπὲρ σαφηνείας τῆς κατὰ τὴν διδασκαλίαν καταγραφὴν ποιεῖταί τινα καὶ λέγει ‘ἔστω ποδιαία ἥδε, καὶ ἔστω εὐθεῖα ἥδε‘ οὔτε τὴν ποδιαίαν ποδιαίαν λαμβάνων οὔτε τὴν εὐθεῖαν εὐθεῖαν, οὐδὲ τοῖς καταγεγραμμένοις προσχρώμενος δείκνυσιν αὐτῷ τὸ προκείμενον, ἀλλὰ τούτοις σημείοις χρῆται οὐδὲν συντελοῦσιν ἢ συνεισφέρουσι πρὸς τὸ δεικνύμενον (οὐδὲν γὰρ ἔλαττον
20καὶ μὴ καταγράψας ταύτας μηδὲ προσχρησάμενος αὐτῷ δύναται δεῖξαι τὸ προκείμενον), ἀλλ’ ὑπὲρ τοῦ ἀπαρακολουθήτου τοῦ μανθάνοντος ἐκτίθεται εὐθεῖάν τινα καὶ ταύτην ἀξιοῖ ἀπλατῆ εἶναι οὐκ οὖσαν ἀπλατῆ ἢ ἄπειρον οὐκ οὖσαν ἄπειρον, ὁμοίως καὶ κύκλον γράφει οὐκ ὄντα κύκλον καὶ διάμετρον ὁμοίως καὶ κέντρον καὶ τὰ λοιπά, ἃ λαμβάνει, καὶ οὐ παρὰ τὰ ἐκτεθέντα
25συμβαίνει τὰ ἀποδεικνύμενα ἀλλὰ παρὰ τὰ νοούμενα, οἷον τὸ ἀπλατῆ εἶναι τὴν εὐθεῖαν, κἂν ἡ ἐκκειμένη μή ἐστιν ἀπλατής, καὶ παρὰ 〈τὸ〉 τοῦ κύκλου κέντρον ἢ τὴν διάμετρον, κἂν τὰ ἐκκείμενα μὴ οὕτως ἔχῃ, τῆς δὲ διδασκαλίας ἕνεκεν μόνης ἐκτίθεται τὰ τοιαῦτα, δίοτι οἱ εἰσαγόμενοι δέονται τῆς δι’ αἰ‐ σθήσεως ὁδηγίας μήπω τοῖς νοητοῖς αὐτοῖς καθ’ αὑτὰ ἐπιβάλλειν δυνάμενοι,
30οὕτως καὶ ἡμεῖς τοῖς στοιχείοις ἐχρησάμεθα καὶ τοῖς ὅροις εἰς τῆς διδασκαλίας τὴν σαφήνειαν οὐ παρὰ ταῦτα ἀποδείξαντες τὰ ἀποδεδειγμένα ἀλλὰ παρὰ τὴν συμπλοκὴν τοῦ καθόλου καὶ μερικοῦ καταφατικοῦ καὶ ἀποφατικοῦ. ἄνευ γὰρ τῆς τοίας συνθέσεως οὐδὲν ἐδείκνυτο· οὕτως γὰρ ἐλέγομεν ‘εἰ τὸ Α παντὶ τῷ Β ὑπάρχει, πᾶσι τοῖς μέρεσιν αὐτοῦ ὑπάρχει, καὶ εἰ τὸ Β τῷ Γ ὑπάρχει ἢ
35παντὶ ἢ τινί, μέρος ἂν εἴη τὸ Γ τοῦ Β, ὥστε καὶ τὸ Α παντὶ ἢ τινὶ ὑπάρξει τῷ Γ‘. καὶ οὕτως ἐπὶ πάντων ἐκ τούτων ἐγίνετο ἡ ἀπόδειξις, οὐκ ἐκ τῶν κειμένων στοιχείων τε καὶ ὅρων ἁπλῶς. εἰ γὰρ μὴ οὕτως ἔχοιεν οἱ ὅροι
ὥστε τὸν μὲν μείζονα περιέχειν τὸν μέσον τὸν δὲ μέσον τὸν ἐλάττονα, ἐξ144

23,3

145

οὐδενὸς τῶν ἐκκειμένων ἢ ὅρων ἢ στοιχείων ἡ ἀπόδειξις ἐγίνετο. οὐχ οὕτως οὖν ἐχρησάμεθα τοῖς στοιχείοις ὡς χωρὶς αὐτῶν μὴ δυνάμενοι ἀποδεῖξαι, ὥσπερ ἀδύνατον χωρὶς τούτων ἀποδεῖξαι, ἐξ ὧν ὁ συλλογισμός, λέγω δὴ τοῦ καθόλου, τοῦ μερικοῦ, τοῦ καταφατικοῦ, τοῦ ἀποφατικοῦ· ἄνευ γὰρ τούτων
5ἀδύνατον ἀποδεῖξαι. διὰ τί οὖν ὅλως αὐτοῖς ἐχρησάμεθα, εἴποι τις ἄν. ὥσπερ, εἴποιμι ἂν, καὶ αἰσθητοῖς τισι πρὸς μάθησιν καὶ διδασκαλίαν τινὸς προσχρώ‐ μεθα, οἷον εὐθεῖαν καταγράφοντες καὶ κύκλον καὶ τὰ τοιαῦτα, διὰ τοῦτο ἐφιστῶντες τοὺς μανθάνοντας ἐπὶ τὴν τῶν 〈οὐκ〉 αἰσθητῶν νόησιν. οὔτε γὰρ τότε χρώμεθα ταῖς τῶν αἰσθητῶν παραβολαῖς ὡς ἀπ’ ἐκείνων καὶ δι’ ἐκείνων
10γινομένης τῆς δείξεως, οὔτε τῇ τῶν στοιχείων ἐκθέσει ὡς ἄνευ τούτων μὴ δυναμένου γενέσθαι τοῦ συλλογισμοῦ, ὥσπερ δὴ καὶ ἐπὶ τῶν προτάσεων τῶν 〈οἰκείων〉, ἐξ ὧν ὁ συλλογισμός. Ἐπεὶ δὲ ὁ λόγος ἡμῖν περὶ ἀναλύσεως συλλογισμῶν, εἰσὶ δέ τινες καὶ σύνθετοι συλλογισμοί, ἐν οἷς πλείω τὰ συμπεράσματα καὶ πλείους οἱ συλλογισμοί,
15μὴ λανθανέτω ἡμᾶσ〈, ὅτι〉 ἐν τοῖς ἐκ πλειόνων συλλογισμῶν καὶ συμπερασμά‐ των συγκειμένοις συλλογισμοῖς οὐχ ἅπαντα τὰ συμπεράσματα κατὰ τοὺς συλλο‐ γισμοὺς ἀναγκαῖόν ἐστιν ἐν τῷ αὐτῷ γεγονέναι σχήματι. ἐπειδὴ γὰρ τῶν συλλογισμῶν οἱ μὲν ἐκ προσυλλογισμοῦ δείκνυνται, ὧν αἱ προτάσεις οὐκ ἄμεσοι οὐδὲ αὐτόπιστοι, οἱ δὲ οὐδὲ δέονται προσυλλογισμοῦ διὰ τὸ ἀμέσους εἶναι καὶ
20αὐτοπίστους τὰς προτάσεις, ὅταν ἐκ προσυλλογισμοῦ περαίνηταί τις συλλο‐ γισμός, οὐ πάντως καθ’ ἓν καὶ ταὐτὸ σχῆμα πάντα συνάγεται τὰ συμπε‐ ράσματα, ἀλλ’ ἐγχωρεῖ τὸ μέντοι συμπέρασμα κατὰ πρῶτον γεγονέναι σχῆμα τῶν ἐν αὐτῷ τὸ δέ τοι κατὰ δεύτερον ἢ τρίτον. ἐὰν μὲν γὰρ θελήσας δεῖξαι, ὅτι Σωκράτης οὐσία ἐστί, χρήσωμαι μεταξὺ τῷ ζώῳ, ὅτι Σωκράτης ζῶον,
25ἐπεὶ μὴ ἄμεσοι αἱ προτάσεις καὶ δεῖ τῆς ἑκατέρας κατασκευῆς, τίθημι μεταξὺ μὲν Σωκράτους καὶ τοῦ ζώου τὸν ἄνθρωπον, μεταξὺ δὲ ζώου καὶ τῆς οὐσίας τὸ ἔμψυχον, πάλιν μεταξὺ τοῦ ἐμψύχου καὶ τῆς οὐσίας τὸ σῶμα. καὶ δηλονότι πάντα τὰ συμπεράσματα ἐν τούτῳ κατὰ πρῶτον σχῆμα γίνεται οὕτως· Σωκράτης ἄνθρωπος, ὁ ἄνθρωπος ζῶον, Σωκράτης ἄρα ζῶον· καὶ πάλιν
30Σωκράτης ζῶον, τὸ ζῶον ἔμψυχον, Σωκράτης ἄρα ἔμψυχον· καὶ πάλιν Σωκράτης ἔμψυχον, τὸ ἔμψυχον σῶμα, Σωκράτης ἄρα σῶμα· καὶ πάλιν Σω‐ κράτης σῶμα, τὸ σῶμα οὐσία, Σωκράτης ἄρα οὐσία. καὶ συντιθέμεναι πᾶσαι αἱ προτάσεις ἕνα σύνθετον ἐν πρώτῳ σχήματι ποιοῦσι συλλογισμόν· Σωκράτης ἄνθρωπος, ὁ ἄνθρωπος ζῶον, τὸ ζῶον ἔμψυχον, τὸ ἔμψυχον σῶμα, τὸ σῶμα
35οὐσία, Σωκράτης ἄρα οὐσία. ὁμοίως καὶ ἐν δευτέρῳ ἐστὶ δυνατὸν πάντα τὰ συμπεράσματα συναγαγεῖν. οἷον εἰ θελήσω δεῖξαι, ὅτι τὰ φυτὰ οὐκ ἔστι ζῶα,
δείκνυμι τοῦτο ἐν δευτέρῳ σχήματι μέσον ὅρον θεὶς τὴν αἴσθησιν· πᾶν ζῶον145

23,3

146

αἴσθησιν ἔχει, οὐδὲν φυτὸν αἴσθησιν ἔχει, οὐδὲν ἄρα φυτὸν ζῶον. εἰ μὲν οὖν ἡ καταφατικὴ πρότασις δέοιτο κατασκευῆς, λέγω δὴ ὅτι πᾶν ζῶον αἴσθησιν ἔχει, πάντως διὰ τοῦ πρώτου σχήματος δείκνυται καθόλου οὖσα. εἰ δὲ μερικὴ εἴη, διὰ τοῦ πρώτου καὶ διὰ τοῦ τρίτου. εἰ δὲ 〈ἡ〉 ἀποφατικὴ δέοιτο
5κατασκευῆς καθόλου οὖσα, ἔστι μέν, ὅτε καὶ αὐτὴ διὰ τοῦ πρώτου δειχθήσεται, ἔστι δέ, ὅτε διὰ τοῦ δευτέρου· οἷον οὐδὲν φυτὸν δύναμιν ἔχει γνωστικήν τε καὶ διακριτικὴν τῶν προσπιπτόντων ἢ θιγγανόντων· πᾶσα δὲ αἴσθησις δύναμίς ἐστι διακριτικὴ τῶν προσπιπτόντων ἢ θιγγανόντων· οὐδὲν ἄρα φυτὸν αἴσθησιν ἔχει. καὶ ἔστι συνθεῖναι καὶ τὸν συλλογισμὸν οὕτως· πᾶν ζῶον αἴσθησιν
10ἔχει, πᾶσα αἴσθησις δύναμίς ἐστι γνωστική τε καὶ διακριτικὴ τῶν προσπιπ‐ τόντων ἢ θιγγανόντων, οὐδὲν φυτὸν δύναμιν γνωστικὴν ἢ διακριτικὴν ἔχει, οὐδὲν ἄρα φυτὸν ζῶον. τὴν γὰρ ἀποφατικὴν πρότασιν ἐν τῷ συλλογισμῷ συμπέρασμα οὖσαν τοῦ προσυλλογισμοῦ οὐ παραληψόμεθα ἐν τῷ συνθέτῳ συλλογισμῷ· συντιθέντες γὰρ τοὺς συλλογισμοὺς τῶν προσυλλογισμῶν τὰ συμπε‐
15ράσματα παραλιμπάνομεν, ὡς ἐπὶ τοῦ ‘Σωκράτης ζῶον, τὸ ζῶον ἔμψυχον, τὸ ἔμψυχον σῶμα, τὸ σῶμα οὐσία, Σωκράτης ἄρα οὐσία‘. δυνατὸν δὲ καὶ διὰ τοῦ δευτέρου καὶ τοῦ τρίτου, εἰ μερικὸν εἴη τὸ ὀφεῖλον διὰ προσυλλο‐ γισμοῦ ἀποδείκνυσθαι. ἔστω γὰρ πάλιν τὸ προκείμενον δεῖξαι, ὅτι οὐ πᾶν ἔμψυχον αἰσθητικόν ἐστι, καὶ εἰλήφθω τὸ μέσον ζῶον· τὸ οὖν ζῶον αἰσθητικῷ
20μὲν παντὶ ἐμψύχῳ δὲ οὐ παντί· οὐ πᾶν ἄρα ἔμψυχον αἰσθητικόν, ἢ τὸ αἰσθη‐ τικὸν οὐ παντὶ ἐμψύχῳ. εἰ οὖν τις ζητοίη, πόθεν ὅτι τὸ ζῶον οὐ παντὶ ἐμψύχῳ, δείξομεν τοῦτο ἐν τρίτῳ σχήματι μέσον λαβόντες τὸ φυτόν· ζῶον οὐδενὶ φυτῷ, ἔμψυχον παντὶ φυτῷ, ζῶον ἄρα οὐ παντὶ ἐμψύχῳ. καὶ πάλιν συνθεὶς τὸν συλλογισμόν φημι ζῶον παντὶ αἰσθητικῷ, ζῶον οὐδενὶ φυτῷ,
25ἔμψυχον παντὶ φυτῷ, καὶ συνάγεται αἰσθητικὸν οὐ παντὶ φυτῷ. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τοῦ τρίτου σχήματος· ἐνδέχεται γὰρ ποτὲ μὲν πάντα τὰ συμπεράσματα δι’ αὐτοῦ περαίνεσθαι, ἐνδέχεται δὲ καὶ διὰ τοῦ δευτέρου καὶ τοῦ τρίτου. ὅτι τὸ ζῶον οὐ παντὶ ἐμψύχῳ, δέδεικται διὰ μέσου τοῦ φυτοῦ· τὸ ζῶον οὐδενὶ φυτῷ, 〈ἔμψυχον παντὶ φυτῷ, τὸ ζῶον ἄρα οὐ παντὶ ἐμψύχῳ. πόθεν
30ὅτι τὸ ζῶον οὐδενὶ φυτῷ,〉 δείξομεν διὰ τοῦ μέσου σχήματος μέσον λαβόντες τὸ αἰσθητικόν· τὸ γὰρ αἰσθητικὸν ζώῳ μὲν παντὶ φυτῷ δὲ οὐδενί· τὸ ἄρα ζῶον οὐδενὶ φυτῷ. συνθεὶς οὖν τὸν συλλογισμόν φημι τὸ αἰσθητικὸν παντὶ ζώῳ, φυτῷ δὲ οὐδενί, τὸ ἔμψυχον παντὶ φυτῷ, τὸ ἄρα ζῶον οὐδενὶ φυτῷ. ἐπεὶ γὰρ τὸ αἰσθητικὸν οὐδενὶ φυτῷ, οὐδὲ τὸ φυτὸν οὐδενὶ αἰσθητικῷ· αἰσθητικὸν
35δὲ παντὶ ζώῳ· φυτὸν ἄρα οὐδενὶ ζώῳ, ὥστε καὶ ζῶον οὐδενὶ φυτῷ· ἔμψυχον δὲ παντὶ φυτῷ· ζῶον ἄρα οὐ παντὶ ἐμψύχῳ. εἰ δὲ τὴν καταφατικὴν θελή‐ σομεν διὰ προσυλλογισμοῦ κατασκευάσαι, κατασκευάσομεν ἐν πρώτῳ σχήματι μέσον λαβόντες τὸ τρεφόμενον· πᾶν φυτὸν τρέφεται, πᾶν τρεφόμενον ἔμψυχον, πᾶν ἄρα φυτὸν ἔμψυχον· καὶ συνθείς· τὸ ζῶον οὐδενὶ φυτῷ, πᾶν φυτὸν τρέ‐
40φεται, πᾶν τρεφόμενον ἔμψυχον· καὶ συνάγεται ζῶον οὐ παντὶ ἐμψύχῳ.146

23,3

147

ἐπειδὴ γὰρ πᾶν ἔμψυχον τρέφεται, πᾶν δὲ τρεφόμενον ἔμψυχον, καὶ πᾶν ἄρα φυτὸν ἔμψυχον· οὐδὲν δὲ φυτὸν ζῶόν ἐστιν· οὐ πᾶν ἄρα ἔμψυχον ζῶόν ἐστιν. οὕτως μὲν οὖν ἐν πρώτῳ καὶ δευτέρῳ οἱ προσυλλογισμοί. δυνατὸν δὲ καὶ διὰ τοῦ αὐτοῦ, λέγω τοῦ τρίτου, πάντα τὰ συμπεράσματα συνάγεσθαι. κείσθω
5γὰρ ὥστε δεῖξαι, ὅτι τι τρεφόμενον ἔχει αἴσθησιν, καὶ δεικνύσθω ἐν τρίτῳ σχήματι μέσον λαμβανόντων τὸ ἔμψυχον· τρεφόμενον παντὶ ἐμψύχῳ, αἰσθητι‐ κὸν τινὶ ἐμψύχῳ, αἰσθητικὸν ἄρα τινὶ τρεφομένῳ. εἰ οὖν δέοι δεῖξαι, πόθεν ὅτι αἰσθητικὸν τινὶ ἐμψύχῳ, δείξομεν πάλιν ἐν τρίτῳ διὰ μέσου τοῦ ζώου· αἴσθησις παντὶ ζώῳ· ἀλλὰ καὶ ἔμψυχον παντὶ ζώῳ· καὶ συνάξεις ‘αἴσθησις
10τινὶ ἐμψύχῳ‘. καὶ συνθείς· τὸ τρεφόμενον παντὶ ἐμψύχῳ, τὸ ἔμψυχον παντὶ ζώῳ· καὶ τὸ αἰσθητικὸν δὲ παντὶ ζώῳ· τὸ ἄρα αἰσθητικὸν τινὶ τρεφομένῳ. ἐπεὶ γὰρ τὸ τρεφόμενον παντὶ ἐμψύχῳ, τὸ δὲ ἔμψυχον παντὶ ζώῳ, καὶ τὸ τρεφόμενον παντὶ ζώῳ· ἀλλὰ καὶ τὸ αἰσθητικὸν παντὶ ζώῳ· τὶ ἄρα τρεφό‐ μενον αἰσθητικόν ἐστιν. ἐν τούτοις δὲ πᾶσιν ἐκεῖνο εἰδέναι δεῖ, ὅτι, ὅταν
15μὲν ἐν διαφόροις συνάγηται σχήμασι τὰ συμπεράσματα, συντιθέμεναι αἱ προ‐ τάσεις φυλάττουσι τῶν σχημάτων τὴν ἰδιότητα· ὅταν δὲ ἐν τῷ αὐτῷ πάντα περαίνηται, ἐν τῇ συνθέσει τῶν προτάσεων οὐ διὰ πασῶν τὸ αὐτὸ ἐμφαίνεται σχῆμα, ἀλλὰ δύο μὲν συμπλοκαὶ φυλάττουσι τὴν τοῦ σχήματος ἰδιότητα, αἱ δὲ ἄλλαι οὐκέτι. παραλιμπάνεται γάρ, ὡς εἴπομεν, ἡ κατασκευαζομένη πρό‐
20τασις διὰ τὸ συμπέρασμα γίγνεσθαι τοῦ προσυλλογισμοῦ, τὰ δὲ τῶν προτάσεων συμπεράσματα μὴ παραλαμβάνεσθαι ἐν τῇ συνθέσει τῶν προτάσεων. τούτου δὲ γινομένου λύεται τὸ σχῆμα καὶ εἰς τὸ πρῶτον ἀνάγεται. ἔστω γὰρ δεῖξαι ἐν δευτέρῳ σχήματι, ὅτι οὐδενὶ τῷ Γ τὸ Β διὰ μέσου τοῦ Α. τὸ οὖν Α οὐδενὶ μὲν τῷ Β παντὶ δὲ τῷ Γ. δεικνυμένης οὖν πάλιν τῆς Α Β προτάσεως
25τῆς ἀποφατικῆς διὰ μέσου τοῦ Δ (τὸ γὰρ Δ οὐδενὶ μὲν τῷ Α παντὶ δὲ τῷ Β), οὐκέτι ἡ Α Β παραλαμβάνεται πρότασις ἀλλὰ ἡ Δ Β, Δ Α, Α Γ, ὧν ἡ μὲν Δ Α, Α Γ τὸ πρῶτον σχῆμα ποιεῖ, ἡ δὲ Δ Β, Δ Α τὸ δεύτερον. τὸ γὰρ Δ παντὶ μὲν τῷ Β οὐδενὶ δὲ τῶν Α· τὸ δὲ Α παντὶ μὲν τῷ Γ· ὥστε ἡ μὲν Δ Β, Δ Α τὸ δεύτερον ἐποίησε σχῆμα, ἡ δὲ Δ Α, Α Γ τὸ πρῶτον. τὸ αὐτὸ
30καὶ ἐπὶ πάντων. ἐπεὶ δὲ προσυλλογισμῶν τὰ συμπεράσματα λαμβάνοντες καὶ συνάπτοντες ἑτέραν πρότασιν [καὶ] οὕτως τὸν συλλογισμὸν πλέκομεν, ἐκεῖνο ἐπιστῆσαι χρή, ὅτι, εἰ μὲν ἐν τῷ τρίτῳ σχήματι εἴη ὁ προσυλλογισμός, ἐξ αὐτοῦ δὲ ἐπὶ τὸ πρῶτον ἢ εἰς τὸ δεύτερον μεταβαίνομεν, κάτωθεν δεῖ τὴν πρότασιν προστιθέναι, τουτέστι πρὸς τὴν ἐλάττονα· μερικῶν γὰρ ὄντων τῶν
35συμπερασμάτων ἐν τρίτῳ σχήματι, εἰ μὴ κάτωθεν προστεθείη ἡ πρότασις, ἀσυλλόγιστον γίνεται τὸ σχῆμα ἐν πρώτῳ ἢ δευτέρῳ τῆς μείζονος μερικῆς οὔσης. καὶ δηλονότι, εἰ ἀποφατικὸν εἴη τὸ ἐν τρίτῳ συναγόμενον, οὐδ’ ἐνδέχεται ἐπὶ τὸ πρῶτον μεταβῆναι σχῆμα· ὅθεν γὰρ ἂν ἡ προσθήκη γένηται, ἀσυλλόγιστος ἡ συμπλοκὴ γίνεται. ὁμοίως κἂν ἐκ δευτέρου εἰς πρῶτον ἡ μετάβασις γίνηται,
40ἄνωθεν δεῖ τὴν προσθήκην 〈ποιεῖσθαι〉, ἐπειδὴ ἡ ἐλάττων, ἂν μὴ τοῦτο γένηται,147

23,3

148

ἀποφατική ἐστιν, ὅπερ ἀσυλλόγιστον· ἀποφατικὰ γὰρ τοῦ δευτέρου τὰ συμπε‐ ράσματα. ὁμοίως κἂν ἐκ πρώτου ἡ μετάβασις γένηται εἰς πρῶτον, καταφατι‐ κοῦ μὲν ὄντος καθόλου τοῦ συμπεράσματος ἀδιάφορον ὅθεν δή ποτε τὴν προσ‐ θήκην ποιήσασθαι, εἰ ἡ προστιθεμένη πρότασις καθόλου καταφατικὴ εἴη· εἰ
5δὲ μερική, πάντως κάτωθεν. εἰ δὲ ἀποφατικὸν εἴη τὸ συμπέρασμα καθόλου, ἄνωθεν. εἰ δὲ μερικόν, οὐκέτι ἐνδέχεται 〈πρότασιν〉 προστιθέντας πάλιν τὸ πρῶτον ποιῆσαι· εἴτε γὰρ ἄνωθεν προστεθείη, τὴν μείζονα μερικὴν ποιήσει, εἴτε κάτωθεν, ἀποφατικὴν τὴν ἐλάττονα. ταὐτὸ καὶ ἐπὶ τῶν ἐν δευτέρῳ σχή‐ ματι καὶ τρίτῳ μερικῶν ἀποφατικῶν, ὡς ἤδη εἴπομεν· ἀδύνατον γὰρ ἐκ τούτων
10μεταβῆναι εἰς τὸ πρῶτον. εἰ δὲ ἀπὸ δευτέρου εἰς δεύτερον ἡ μετάβασις γένηται, καθόλου μὲν ὄντος τοῦ συμπεράσματος, εἰ μὲν ἡ προστιθεμένη καὶ αὐτὴ καθόλου εἴη, ἀδιάφορον· εἰ δὲ μερική, πάντως κάτωθεν, τουτέστι πρὸς τῇ ἐλάττονι, ἵνα μὴ τὴν μείζονα μερικὴν ποιήσωμεν. μερικοῦ δὲ ὄντος τοῦ συμπεράσματος, δεῖ πάντως τὴν προστιθεμένην καθόλου εἶναι καταφατικὴν
15καὶ ἄνωθεν· ἄλλως γὰρ ἀδύνατον ἐν δευτέρῳ σχήματι. εἰ δὲ ἐκ τρίτου εἰς τρίτον γίνεται ἡ σύνθεσις, δεῖ πάντως τὴν προστιθεμένην πρότασιν καθόλου εἶναι διὰ τὸ πάντα τὰ τοῦ τρίτου συμπεράσματος μερικὰ εἶναι, ἄνευ δὲ τοῦ καθόλου μὴ γίνεσθαι συλλογισμόν. καὶ εἰ μὲν ἀποφατικὸν εἴη τὸ συμπέ‐ ρασμα, δεῖ τὴν προστιθεμένην, δηλονότι καταφατικὴν καθόλου οὖσαν, κάτωθεν
20προστίθεσθαι, ἵνα μὴ ἡ ἐλάττων ἀποφατικὴ γένηται· εἰ δὲ καταφατικὸν τὸ συμπέρασμα, ἀδιαφόρως προστίθεται. εἰ δὲ ἀπὸ τοῦ πρώτου εἰς τὸ δεύτερον, εἰ μὲν καθόλου 〈τὸ συμπέρασμα καὶ ἡ προστιθεμένη καθόλου〉 εἴη, ἀδιαφόρως καὶ ἄνωθεν καὶ κάτωθεν προστίθεται· εἰ δὲ μερική, πάντως κάτωθεν, ἵνα μὴ ἡ μείζων ἐν δευτέρῳ σχήματι μερικὴ γένηται. εἰ δὲ μερικὸν τὸ συμπέρασμα,
25δεῖ τὴν προστιθεμένην πάντως καθόλου ἀνομοιοσχήμονα εἶναι καὶ ἄνωθεν διὰ τὴν μείζονα. εἰ δὲ ἀπὸ πρώτου εἰς τρίτον, εἰ μὲν καταφατικὸν εἴη τὸ συμ‐ πέρασμα καὶ ἡ προστιθεμένη καταφατική, ἀδιαφόρως καὶ ἄνωθεν καὶ κάτωθεν· εἰ δὲ ἡ προστιθεμένη ἀποφατική, ἄνωθεν πάντως διὰ τὴν ἐλάττονα. εἰ δὲ τὸ συμπέρασμα ἀποφατικόν, δεῖ πάντως τὴν προστιθεμένην καταφατικὴν εἶναι
30καὶ κάτωθεν προστίθεσθαι· δεῖ δὲ πάντως τὴν μίαν πρότασιν καθόλου εἶναι. καὶ καθόλου εἰπεῖν ἐπιβλέπειν δεῖ, μή τι παραφθείρεται διὰ τῆς προσθήκης [διὰ] τῶν ἐν ἑκάστῳ σχήματι πεφυλαγμένων· καὶ εἰ μὲν διὰ τῆς προσθήκης σώζεται τὰ τοῦ σχήματος ἴδια, προσθετέον, εἰ δὲ μή, δι’ ἄλλου σχήματος δεικτέον.
35 Ὅτι δὲ τεσσάρων ὄντων τῶν προβλημάτων, ὧν ἐν τοῖς Τοκικοῖς ἐξεθέμεθα, ᾧ τὸ ἀπὸ ὁρισμοῦ ἐστι, δῆλον. καὶ τοῦτο δὴ οὖν παραινῶ πρὸς τοῖς ἄλλοις ἐν ταῖς ἀναλύσεσι τῶν συλλογισμῶν δεῖν ποιεῖν, ὅσοι συλλογισμοὶ ἀνασκευαστι‐
κοί εἰσιν ὅρου τινὸς ἀποδεδομένου ἢ ἑνός τινος τῶν ἐν τῷ ὅρῳ ἀναιρετικοὶ148

23,3

149

καὶ πρὸς ἓν τῶν ἐν αὐτῷ διειλεγμένοι καὶ οὕτως ἀναιροῦντες τὸν ὅρον. ἀναι‐ ρεῖται γὰρ ὁρισμὸς καὶ δείκνυται μὴ ὑγιὴς καὶ ἑνός τινος ἀναιρεθέντος τῶν ἐν αὐτῷ, ὡς εἴ τις ὁρισαμένου τινὸς τὸν ἄνθρωπον ζῶον λογικὸν θνητὸν πτηνὸν δείξαι διὰ συλλογισμοῦ, ὅτι μὴ εὐλόγως τὸ πτηνὸν πρόσκειται (οὐ γάρ ἐστιν
5οἰκεία διαφορὰ ἀνθρώπου), ὅλον μὲν τὸν ἀποδιδόμενον ὅρον ἀνασκευάσει· ψευδὴς γὰρ ὁ πᾶς γίνεται καὶ οὑτινοσοῦν ἀναιρεθέντος τῶν ἐν αὐτῷ. οὐ μὴν πρὸς ὅλον τὸν λόγον καὶ τὸν συλλογισμὸν πεποίηται, ὡς ὁ ἀνασκευάζων τὸν ἀποδεδομένον τοῦ θεοῦ λόγον τὸν ὅτι ὁ θεός ἐστι σῶμα πύρινον, οἷον ‘θεῷ φθαρτὸν μὲν οὐδαμῶς ὑπάρχει, παντὶ δὲ σώματι πυρίνῳ‘· οὗτος πρὸς ὅλον
10ἂν τὸν λόγον καὶ πρός τι τῶν ἐν αὐτῷ ποιοῖτο τὸν λόγον. ὅταν μὲν οὖν πρὸς ὅλον τὸν ὁρισμὸν ἡ ἀνασκευὴ γίνεται, δῆλον ὡς ἐν τῇ τῶν ὅρων θέσει ὅλον τὸν ὁρισμὸν ὅρον χρὴ τιθέναι τοῦ συλλογισμοῦ. εἰ δὲ ὁ λόγος μὴ πρὸς ὅλον γένοιτο τὸν ὁρισμὸν ἀλλὰ πρός τι τῶν ἐν αὐτῷ, ἀξιῶ τοῦτο μόνον, πρὸς ὃ ὁ λόγος γίνεται, ὅρον τίθεσθαι ἐν τῷ συλλογισμῷ τῷ ἀναλυομένῳ ἀλλὰ μὴ
15πάντα τὸν ὁρισμόν· οὕτω γὰρ ἂν σαφὴς ὁ λόγος ἔσται τοῦ κατὰ τὸν ὁρισμὸν μήκους περιαιρεθέντος [ἅμα]. ἅμα δὲ καὶ γνώριμον ἔσται, τί ποτέ ἐστι τῶν ἐν τῷ ὁρισμῷ τὸ μὴ δεόντως εἰλημμένον, οἷον εἴ τις ὕδατος ὁρισμὸν ἀποδῴη ὑγρὸν ποτόν, εἰ ἐνίσταιτό τις δεικνὺς ψευδῆ τὸν ὁρισμὸν διὰ τὸ μὴ πᾶν ὕδωρ ποτὸν εἶναι λέγων ‘ἡ θάλαττα ὕδωρ μέν ἐστι, ποτὸν δὲ οὐκ ἔστιν‘· ἐν
20δὲ τῇ τούτου τοῦ συλλογισμοῦ ἀναλύσει δεῖ ὅρους λαμβάνειν μέσον μὲν τὴν θάλατταν ἄκρους δὲ τό τε ὕδωρ καὶ τὸ ποτόν, οὐκέτι δὲ ὅλον τὸν ὁρισμὸν τὸ ‘ὑγρὸν ποτόν‘· οὐ γὰρ πρὸς ὅλον τὸ ὑγρὸν ποτὸν εἶναι τὸ ὕδωρ ὁ λόγος εἴρηται. ἔτι ὁ μὲν τοιοῦτος λόγος ὁ ἕν τι τῶν ἐν τῷ ὁρισμῷ ἀναιρῶν καὶ ἐν τρίτῳ σχήματι ἐρωτᾶται μερικὴν τὴν ἀναίρεσιν ποιούμενος, ὁ δὲ πάντα
25τὸν ὁρισμὸν ἀναιρῶν ἐν δευτέρῳ, ὡς ἐδείχθη ἐπὶ τοῦ τὸν θεὸν σῶμα πύρινον ὁρισαμένου. Ὅτι τοὺς ἐξ ὑποθέσεως δεικνύντας τι λόγους οὐ χρὴ πειρᾶσθαι ἀναλύειν καὶ ἀνάγειν εἰς τὰ σχήματα· οὐδὲ γὰρ οἷόν τέ ἐστιν ἐκ τῶν κειμένων καὶ εἰλημμένων ἀνάλυσιν αὐτῶν καὶ ἀναγωγὴν εἴς τι τῶν σχημάτων ποιήσασθαι.
30τούτου δὲ τὸ αἴτιον τὸ μὴ διὰ συλλογισμοῦ τὸ συνημμένον αὐτῶν δεδειγμένον εἶναι ἀλλὰ διὰ συνθήκης ὡμολογημένον. ἐν πᾶσι γὰρ τοῖς ἐξ ὑποθέσεως οὐ τοῦ τιθεμένου καὶ δεικνυμένου, τουτέστι τοῦ συνημμένου, ὁ συλλογισμὸς γίνεται, ἀλλὰ τοῦτο μὲν διά τινος ὑποθέσεως καὶ συνθήκης λαμβάνεται [παραφυλακ‐ τέον, ὅτι ἐν τοῖς ἁπλοῖς ἀποφατικοῖς συλλογισμοῖς ἀδύνατον μιᾶς πλείους
35ἀποφατικὰς προτάσεις ληφθῆναι· οὕτως καὶ ἐν τοῖς συνθέτοις· καὶ γὰρ τῶν συνθέτων ἡ παραύξησις διὰ τῶν καταφατικῶν γίνεται. ἀλλ’ οὐδὲ ἐκ πλειόνων ἐπὶ μέρους, ἀλλὰ καὶ τὸ ἐπὶ μέρους ἓν καὶ ἐν τοῖς συνθέτοις ἐπὶ μέρους
συλλογισμοῖς ὥσπερ καὶ ἐν τοῖς ἁπλοῖς· τὰ δὲ καταφατικὰ καὶ καθόλου ὡς149

23,3

150

ἐν τοῖς ἁπλοῖς πλείω καὶ ἐν τοῖς συνθέτοις], οἱ δὲ συλλογισμοὶ πρὸς ἄλλο τι καὶ ἄλλου τινὸς γίνονται· πρὸς γὰρ τὸ μεταλαμβανόμενον, ὡς εἶπον. ὑποθετι‐ κοὺς δέ φημι ἐν τούτοις οὐ πάντας ἀλλὰ τοὺς ἐξ ὁμολογίας καλουμένους, λέγω δὴ τοὺς μεταλαμβάνοντας κατὰ τὴν συνθήκην τὸ συνημμένον. οἱ γὰρ τοιοῦτοι,
5ὃ μὲν βούλονται δεῖξαι, ὑποτίθενταί τε καὶ συντίθενται καὶ οὐ συλλογίζονται, ἄλλο δέ τι καὶ οὐχ ὃ ὑποτίθενται συλλογίζονται, ὥσπερ δὴ καὶ αὐτοὶ ἐν τῇ Περὶ οὐρανοῦ περὶ τῶν σχημάτων τῶν ἄστρων πεποιήκαμεν. αἰτήσαντες γάρ, ὅτι, ὅπερ ἐπὶ ἑνὸς τῶν ἄστρων, τοῦτο καὶ ἐπὶ τῶν λοιπῶν, καὶ τοῦτο λαβόντες ἐξ ὁμολογίας τὸ ὅτι, εἰ ἓν ὁποιονοῦν σφαιρικόν, καὶ τὰ λοιπὰ τοιαῦτα ἂν εἴη,
10εἶτα τὴν πρόσληψιν κατασκευάσαντες τὴν ὅτι ἀλλὰ μὴν ἓν τῶν ἄστρων ἡ σελήνη σφαιρική, συνηγάγομεν καὶ τὰ λοιπὰ σφαιρικὰ εἶναι. τοὺς τοιούτους οὖν φημι τῶν συλλογισμῶν μὴ πάντας ἀνακτέον ἀλλὰ μόνην τὴν πρόσληψιν· αὕτη γὰρ ἡ συλλελογισμένη. τὸ δὲ συνημμένον ἐξ ὁμολογίας εἴληπται. ὅτι γὰρ ἐπὶ τῶν μὴ ἐξ ὁμολογίας εἰλημμένων πολλάκις καὶ τὸ συνημμένον διὰ
15συλλογισμοῦ δείκνυται, δῆλον. ὁ γοῦν Πλάτων λαβών, ὅτι, εἰ τὸ ζῶον καὶ τὸ τεθνηκὸς ἐξ ἀλλήλων, ἡμῶν αἱ ψυχαὶ ἐν Ἅιδου, ἀλλὰ μὴν τὸ πρότερον, καὶ τὸ δεύτερον ἄρα, οὐ μόνον τὴν πρόσληψιν ἀλλὰ καὶ τὸ συνημμένον κατεσκεύασε. καὶ ἐν τοῖς δι’ ἀδυνάτου δέ, ὡς ἑξῆς μαθησόμεθα, τὸ συνημμένον δεῖται κατασκευῆς. νῦν οὖν περὶ τῶν ἐξ ὁμολογίας ὑποθετικῶν ἡμῖν ὁ λόγος. ἐὰν
20οὖν τις αἰτήσῃ ἐξ ὁμολογίας, ὅτι, εἰ μηδὲ εἴη τῶν ἐναντίων μία δύναμις, οὐδὲ ἐπιστήμη μία ἔσται, τοῦτο μὲν οὖν ὅλον τὸ ‘εἰ τόδε, καὶ τόδε‘ οὐ πειρατέον ἀναλύειν· οὐ γὰρ συλλελόγισται, ἀλλ’ ἐξ ὁμολογίας εἴληπται. τὸ μέντοι ‘ἀλλὰ μὴν οὐκ ἔστι τῶν ἐναντίων μία δύναμισ‘ ἀναλυτέον· τοῦτο γὰρ δέδεικται διὰ συλλογισμοῦ. πῶς; ὧδε· τὸ ὑγιεινὸν καὶ νοσῶδες ἐναντία ἐστί, τοῦ ὑγιεινοῦ
25καὶ νοσώδους οὐκ ἔστι μία δύναμις, τῶν ἄρα ἐναντίων οὐκ ἔστι μία δύναμις. ὅτι δὲ τοῦ ὑγιεινοῦ καὶ νοσώδους οὐκ ἔστι μία δύναμις, δείξαις ἂν διὰ μέσου τοῦ μὴ τῶν αὐτῶν εἶναι αὐτὰ ποιητικά· τὸ γὰρ ὑγιεινὸν καὶ νοσῶδες οὐκ εἰσὶ τῶν αὐτῶν ποιητικά· πάντων, ὅσων ἐστὶ μία δύναμις, ταῦτα τῶν αὐτῶν ἐστι ποιητικά· τὰ γὰρ τοῦ θερμαίνειν ἔχοντα δύναμιν θερμαίνει, τὰ δὲ τὴν τοῦ
30ψύχειν ψύχει· οὐκ ἄρα τοῦ ὑγιεινοῦ καὶ τοῦ νοσώδους δύναμις ἡ αὐτή. τὸ μὲν δὴ μὴ εἶναι πάντων τῶν ἐναντίων μίαν δύναμιν διὰ συλλογισμοῦ δεδειγ‐ μένον ἔστιν ἀναλῦσαι καὶ εἰς τὸ οἰκεῖον σχῆμα ἀναγαγεῖν· ἔστι γὰρ ὁ μὲν πρῶτος ἐν τρίτῳ, ὁ δὲ δεύτερος ἐν δευτέρῳ. οὐδαμοῦ μέντοι διὰ συλλο‐ γισμοῦ δέδεικται, ὅτι μή ἐστιν ἐπιστήμη μία τῶν ἐναντίων, ἀλλ’ ἐκείνου
35δειχθέντος συγχωρεῖται τοῦτο διὰ τὴν ὁμολογίαν. μὴ γεγονότος οὖν πρὸς αὐτὸ συλλογισμοῦ οὐδ’ ἀνάλυσις ἂν γένοιτο. τὸ δὲ ὅτι μία δύναμις οὐκ ἔστι τῶν ἐναντίων, ἔστιν ἀναγαγεῖν· διὰ συλλογισμοῦ γὰρ ἴσως ἐδείχθη. τὸ δ’ ‘ἴσωσ‘ προστεθείκαμεν, ὅτι μὴ πάντως ἐξ ἀνάγκης τοῦτο διὰ συλλογισμοῦ δείκνυται,
ἀλλ’ ἔνεστι καὶ αὐτὸ ὡς ἐναργὲς δι’ ὑποθέσεως καὶ διὰ συνθήκης λαβεῖν·150

23,3

151

οἷον *** ‘εἰ τῶν ἐναντίων ἡ αὐτὴ δύναμις, ἅμα ἔσται τὸ ὑγιεινὸν καὶ τὸ νοσῶδεσ‘, εἶτα ὡς ἐναργὲς προσλάβοι ‘ἀλλὰ μὴν οὐχ οἷόν τε ἅμα τὸ αὐτὸ ὑγιεινόν τε καὶ νοσῶδες εἶναι‘. καὶ γὰρ ἡ τοιαύτη δεῖξις ἐξ ὑποθέσεως μέν, οὐ μὴν διὰ συλλογισμοῦ· διὸ οὐδὲ ἀναλύσεως ὁ τοιοῦτος λόγος δεήσεται συλλο‐
5γιστικῆς. ἐπειδὴ οὖν οὕτω τοῦτ’ ἔχει, διὰ τοῦτο ‘ἴσωσ‘ προστεθείκαμεν. ὅτι γὰρ μὴ πᾶν τὸ μεταλαμβανόμενον διὰ κατηγορικοῦ δείκνυται συλλογισμοῦ, ἀλλ’ ἔστι πολλάκις διὰ τὴν ἐνάργειαν τιθέμενον, ἐκ τοῦ προειρημένου παρα‐ δείγματος δῆλον ‘εἰ τῶν ἐναντίων μία δύναμις, συνυπάρξει ὑγεία καὶ νόσος· ἀλλὰ μὴν ἀδύνατον συνυπάρχειν ὑγείαν καὶ νόσον ὄντα ἐναντία‘· διὰ γὰρ τὸ
10ἐναργὲς προσλαμβάνεται, ἀλλ’ οὐχ ὡς διὰ συλλογισμοῦ δεδειγμένον. ᾧ δὴ καὶ αὐτοὶ ἐοίκαμεν χρήσασθαι ἐν τῷ ‘εἰ τῶν ἐναντίων μία δύναμις, ἅμα ἔσται τὸ αὐτὸ ὑγιεινόν τε καὶ νοσῶδεσ‘· καὶ γὰρ ἡ τοιαύτη δεῖξις ἐξ ὑποθέσεως μέν, οὐ μὴν διὰ συλλογισμοῦ. εἴτε γὰρ ὡς ἐναργὲς λαμ‐ βάνοιτο μὴ εἶναι ἅμα τὸ αὐτὸ ὑγιεινόν τε καὶ νοσῶδες, εἴτε δι’ ἐπαγωγῆς
15πιστὸν γένοιτο καὶ μὴ διὰ συλλογισμοῦ τὸ προσλαμβανόμενον, ἐξ ὑποθέσεως ἂν εἴη μόνον. Εἰπόντες δὲ περὶ τῶν ἐξ ὁμολογίας ὑποθετικῶν καὶ δείξαντες, ὅτι μὴ γίνεται τοῦ τιθεμένου, τουτέστι τοῦ συνημμένου καὶ ὑποτιθεμένου, ὁ συλλο‐ γισμὸς ἀλλ’ ἄλλου τινός, τουτέστι τοῦ μεταλαμβανομένου, ἑξῆς ἂν εἴη λέγειν
20περὶ τῶν δι’ ἀδυνάτου, οἳ καὶ αὐτοὶ τῶν ἐξ ὑποθέσεώς εἰσι· φημὶ γάρ, ὅτι μηδὲ τούτους ἔστιν ἀναλύειν. ὑπεναντίως δ’ οὗτοι ἔχουσι πρὸς τοὺς ἐξ ὁμο‐ λογίας. τὸ γὰρ συνημμένον αὐτῶν ἀμφίβολον κατασκευάζεται διὰ συλλογισμοῦ· ἡ δὲ πρόσληψις ὡς ὡμολογημένη κατασκευῆς οὐ δεῖται. οἱ γὰρ εἰς ἄτοπον ἀπάγοντες οὐκ εἰς ἀμφίβολον ἀλλ’ εἰς ὁμολογουμένως ἄτοπον τὴν ἀπαγωγὴν
25ποιοῦνται, ὥσπερ καὶ ὁ γεωμέτρης βουλόμενος δεῖξαι, ὅτι ἡ διάμετρος τῇ πρευρᾷ ἀσύμμετρός ἐστι, κέχρηται τῇ εἰς ἀδύνατον ἀπαγωγῇ δι’ ὑποθετικοῦ συλλο‐ γισμοῦ τὸν τρόπον τοῦτον· εἰ μὴ γὰρ εἴη, φησίν, ἀσύμμετρος, σύμμετρος ἔσται· ἀλλ’ εἰ σύμμετρος εἴη, τὰ περισσὰ τοῖς ἀρτίοις ἴσα ἔσται· ἀλλὰ μὴν ἀδύνατον τὰ περιττὰ τοῖς ἀρτίοις ἴσα εἶναι· οὐκ ἄρα σύμμετρος. τὸ μὲν οὖν
30συνημμένον ἐν τούτοις διὰ συλλογισμοῦ δείκνυται· ἡ δὲ πρόσληψις οὐκέτι. πάλιν ὁμολογουμένου τοῦ πᾶσαν ἀρετὴν καλὸν εἶναι, ἔτι δὲ τοῦ πᾶν καλὸν ἐπαινετόν, πρὸς τὸν μὴ συγχωροῦντα πᾶσαν ἀρετὴν ἐπαινετὸν εἶναι ὁ δεικνὺς τοῦτο διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς αὐτὸ μὲν οὐ συλλογίζεται, ὑποθέμενος δὲ τὸ ἀντικείμενον αὐτῷ τὸ μὴ πᾶσαν ἀρετὴν ἐπαινετὸν εἶναι καὶ προσλαβὼν
35τούτῳ πᾶσαν ἀρετὴν καλὸν εἶναι συλλογίζεται ἐν τρίτῳ σχήματι τὸ μὴ πᾶν καλὸν ἐπαινετὸν εἶναι. καὶ ὁ μὲν συλλογισμὸς τούτου· τὸ δ’ ἐξ ἀρχῆς δείκ‐ νυται διὰ τοῦ τὸ συλλογισθὲν ἀδύνατον εἶναι. διαφέρουσι δὲ οἱ εἰς τὸ ἀδύ‐
νατον ἀπάγοντες τῶν ἐξ ὁμολογίας, ὅτι ἐπ’ ἐκείνων μέν, εἰ μὴ πρῶτον151

23,3

152

ὁμολογία γένοιτο, ὡς ἐπὶ τοῦ δεικνυμένου ἔχει, οὕτως καὶ ἐπὶ τοῦ προκειμένου ἔσεσθαι δεδειγμένον ****· εἰ μὴ γὰρ συγχωρήσει ὁ προσδιαλεγόμενος, οὐ μόνον τὴν πρόσληψιν ἀλλὰ καὶ τὸ συνημμένον ἀνάγκη κατασκευάσαι. ἐπὶ δὲ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς μηδεμιᾶς ὁμολογίας γενομένης τῇ δείξει τοῦ
5ἀδυνάτου τίθεται τὸ ἀντικείμενον αὐτῷ διὰ τὴν τῆς ἀντιφάσεως ἀνάγκην. οἱ μὲν γὰρ εἰς τὸ ἀδύνατον ἀπάγοντες, ὅπερ οὐκ ἀποδεικνύουσιν, οὐκ ἐκ συνθήκης λαμβάνουσιν ὁμολογούμενον 〈ἀλλ’〉 ἐξ αὐτῆς τῆς ἐναργείας μαρτυρούμενον· οἱ δὲ ἐξ ὁμολογίας, ὃ μὴ ἀποδεικνύουσιν, ἐκ συνθήκης καὶ συγχωρήσεως. διττὴ οὖν διάκρισις τῶν εἰς τὸ ἀδύνατον ἀπαγόντων πρὸς τοὺς ἐξ ὁμολογίας, ὅτι οὗτοι
10μέν〈, λέγω δὲ οἱ〉 εἰς τὸ ἀδύνατον, τὸ συνημμένον κατασκευάζουσιν ὁμολογοῦσί τε τὴν πρόσληψιν, ἐκεῖνοι δὲ τοὐναντίον, καὶ ὅτι οὗτοι μέν, ὃ λαμβάνουσιν, οὐ κατὰ συγχώρησιν καὶ ὁμολογίαν καὶ συνθήκην λαμβάνουσιν ἀλλ’ ὡς ἐκ τῆς ἐναργείας μαρτυρούμενον, ἐκεῖνοι δὲ τοὐναντίον· κατὰ συγχώρησιν γὰρ καὶ ὁμολογίαν καὶ συνθήκην.
15 Πολλοὶ δὲ καὶ ἕτεροι περαίνονται ἐξ ὑποθέσεως. εἰ ἄρα οὗτοι ἕτεροι τῶν προειρημένων, εἶεν [δ’] ἂν καὶ οἱ ἐξ ὁμολογίας καὶ οὓς κατὰ ποιότητα λέγουσιν, οἷοί εἰσιν οἱ ἀπὸ τοῦ μᾶλλον καὶ ἧττον καὶ ὁμοίως ἐπιχειροῦντες. συλλογισμοὺς μὲν ἁπλῶς οὐ λέγω τοὺς ὑποθετικούς, ἀλλὰ τὸ ὅλον τοῦτο ὑποθετικοὺς συλλογισμούς· περαίνειν μέντοι αὐτοὺς λέγω. εἶεν δ’ ἂν περαί‐
20νοντες μὲν μόνον, ὧν ἡ πρόσληψις οὐ διὰ συλλογισμοῦ τίθεται, ἐξ ὑπο‐ θέσεως δὲ συλλογισμοὶ οἱ τὴν πρόσληψιν ἔχοντες εἰλημμένην διὰ συλλογι‐ σμοῦ. διὸ καὶ ὁ διὰ τριῶν λέγοιτο ἂν καθ’ ἡμᾶς λόγος περαντικὸς ἀλλ’ οὐ συλλογισμός. Ὅσα δὲ τῶν προβλημάτων ἐν πλείοσι περαίνεται σχήμασιν, οὐκ ἀνάγκη
25πάντως τὴν ἀνάλυσιν τῶν συλλογισμῶν εἰς τοῦτο ποιεῖσθαι τὸ σχῆμα, ἐν ᾧ καὶ ὁ συλλογισάμενος τὸν συλλογισμὸν ἔπλεξεν, ἀλλ’ ἀδιάφορον ταῦτα εἰς ὁποιονοῦν σχῆμα ἀναγαγεῖν. οἷον τὸ μὲν καθόλου καταφατικὸν μόνως ἐν πρώτῳ δείκνυται· οὐκοῦν, ὅταν τις καθόλου καταφατικὸν συλλογίσηται πρόβλημα, ἀνάγκη εἰς τὸ πρῶτον μόνον τὴν ἀνάλυσιν ποιήσασθαι. τὸ δὲ καθόλου ἀπο‐
30φατικὸν διὰ τοῦ πρώτου περαίνεται καὶ διὰ τοῦ δευτέρου· εἴτε οὖν διὰ τοῦ πρώτου συλλελόγισται, δυνατὸν εἰς τὸ δεύτερον ἀναγαγεῖν διὰ τοῦ ἀντιστρέφειν τὴν ἀποφατικὴν πρότασιν, εἴτε ἐν τῷ δευτέρῳ, τὸν αὐτὸν τρόπον, εἰ καὶ ἔστιν, ὅτε καὶ τῆς τοῦ συμπεράσματος ἀντιστροφῆς δεόμεθα, ὡς ὅταν ἐν δευτέρῳ σχήματι ἡ ἐλάττων ἀποφατικὴ ὑπάρχει. εἰς τὸ τρίτον δὲ οὐδαμῶς ἔστιν
35ἀναγαγεῖν οὐδὲν τῶν καθόλου διὰ τὸ πάντα μερικὰ ἐν αὐτῷ συνάγεσθαι. τὸ δὲ μερικὸν καταφατικὸν ἐν τῷ πρώτῳ καὶ τρίτῳ ἐνδέχεται ἀναλύειν· εἴτε γὰρ
ἐν τῷ πρώτῳ συλλελόγισται, τῆς ἐλάττονος ἀντιστραφείσης γίνεται τὸ τρίτον152

23,3

153

σχῆμα, εἴτε ἐν τῷ τρίτῳ, πάλιν διὰ τῆς ἀντιστροφῆς τὸ πρῶτον γενήσεται. τὸ δὲ μερικὸν ἀποφατικὸν ἐν πᾶσι δείκνυται τοῖς σχήμασιν, ὥστε καὶ εἰς πάντα αὐτὸ ἀναλύειν ἐνδέχεται χωρὶς τοῦ τετάρτου τρόπου τοῦ δευτέρου καὶ τοῦ πέμπτου τοῦ τρίτου σχήματος. καὶ καθόλου φημί, ὅτι τοὺς μὲν ἐν πρώτῳ
5ἀποφατικοὺς εἰς τὸ δεύτερον ἔστιν ἀναλύειν σχῆμα καὶ τοὺς μερικοὺς εἰς τὸ τρίτον, τοὺς δὲ ἐν δευτέρῳ ἀποφατικοὺς ὄντας πάντας εἰς τὸ πρῶτον χωρὶς τοῦ τετάρτου τρόπου. εἰς δὲ τὸ τρίτον ὅτι τοὺς μὲν καθόλου οὐκ ἐνδέχεται, πρό‐ δηλον· οὐδὲν γὰρ καθόλου ἐν τρίτῳ δείκνυται. τῶν δὲ μερικῶν τὸν ἕτερον μόνον τὸν τρίτον τὸν ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς τῆς δὲ ἐλάττονος
10μερικῆς καταφατικῆς. ἀμφοτέρων γὰρ ἀντιστραφεισῶν τῶν προτάσεων γίνεται τὸ τρίτον σχῆμα· οἷον εἰ τὸ Α τῷ μὲν Β οὐδενὶ τῷ δὲ Γ τινί· δῆλον γὰρ ὅτι ἑκατέρας ἀντιστρεφομένης τό τε Β οὐδενὶ τῷ Α καὶ τὸ Γ τινί. ὁ δὲ λοιπὸς οὐκέτι ὁ ἐκ 〈τῆσ〉 μείζονος καθόλου καταφατικῆς τῆς δὲ ἐλάττονος μερικῆς ἀποφατικῆς· οὔτε γὰρ ἡ μερικὴ ἀποφατικὴ ἀντιστρέφει, ἥ τε [γὰρ] καθόλου,
15εἰ ἀντιστραφείη, καταφατικὴ οὖσα μερικὴ γίνεται. πάλιν τοὺς ἐν τῷ τρίτῳ τοὺς μὲν καταφατικοὺς πάντας εἰς τὸ πρῶτον ἀναλύσεις, τοὺς δὲ ἀποφατικοὺς χωρὶς τοῦ πέμπτου τρόπου. τοὺς λοιποὺς δύο εἰς ἀμφότερα ἀνάξεις τὰ σχή‐ ματα, τὸ πρῶτόν φημι καὶ τὸ δεύτερον, ἀλλ’ εἰς μὲν τὸ πρῶτον θατέραν τῶν προτάσεων ἀντιστρέφων, εἰς δὲ τὸ δεύτερον ἀμφοτέρας. οἷον ἔστω ἡ μὲν
20μείζων ἀποφατικὴ ἡ δὲ ἐλάττων καταφατική, ἄμφω καθόλου· τὸ γὰρ Β οὐδενὶ τῷ Α, τὸ δὲ Γ παντί, ὥστε καὶ τὸ Α τινὶ τῶν Γ· καὶ γίνεται τὸ πρῶτον σχῆμα. ἐὰν δὲ καὶ τὴν Β Α ἀντιστρέψω λέγων, ὅτι τὸ Α οὐδενὶ τῷ Β, 〈ἔσται τὸ δεύτερον〉. ὁμοίως καὶ ἐπὶ τοῦ ἑτέρου τρόπου τοῦ τὴν ἐλάττονα μερικὴν ἔχοντος καταφατικὴν πάλιν τῆς μὲν καταφατικῆς ἀντιστραφείσης γίνε‐
25ται τὸ πρῶτον σχῆμα, ἀμφοτέρων δὲ τὸ δεύτερον. καὶ τὰ λοιπὰ δῆλα. Διαφέρειν δέ φημι πρὸς τὸ συλλογίζεσθαι καὶ κατασκευάζειν ἢ ἀνα‐ σκευάζειν τι δύνασθαι διὰ συλλογισμοῦ τὸ εἰδέναι διακρίνειν καὶ χωρίζειν τὰς προτάσεις τὰς ἀποφατικὸν ἐχούσας τὸ σχῆμα οὔσας δὲ καταφάσεις ἀπὸ τῶν ἀποφάσεων, λέγω δὲ τὰς ἐκ μεταθέσεως καταφάσεις ἀπὸ τῶν ἁπλῶν ἀπο‐
30φάσεων. ἡ γὰρ τούτου γνῶσις τεχνοῖ τὴν διάνοιαν ὥστε μὴ ἀπατᾶσθαι οἰ‐ ομένους τὰς ἐκ μεταθέσεως καταφάσεις ἀποφάσεις εἶναι. πολλάκις γάρ τινος κατασκευάσαντος, ὅτι τόδε οὐ λευκόν ἐστιν, οἰηθείη ἄν τις διὰ τὴν τούτου ἄγνοιαν ἀποφατικὸν εἶναι τὸ τοιοῦτον πρόβλημα· εἶτα ἀναλύειν πειρώμενος αὐτὸς ἑαυτῷ ἀπάτης ἔσται καὶ πλάνης αἴτιος ζητῶν τὴν ἀποφατικὴν πρότασιν,
35δι’ ἧς τὸ τοιοῦτον συνῆκται πρόβλημα. καὶ πάλιν τὸν λόγον τὸν λέγοντα ‘ὁ
λίθος ἐστὶν οὐκ ἔμψυχον, πᾶν τὸ οὐκ ἔμψυχον ἀναίσθητον, ὁ λίθος ἄρα ἀναί‐153

23,3

154

σθητοσ‘ συλλογιστικὸν ὄντα διὰ τὸ μὴ εἶναι ἀπόφασιν ‘ὁ λίθος ἐστὶν οὐκ ἔμψυχον‘ ἀσυλλόγιστόν τις ὑπολήψεται, ἂν ἀποφάσεως αὐτῆς ἀκούσῃ. ἀσυλλό‐ γιστος γὰρ ἡ λέγουσα συμπλοκὴ ‘ὁ λίθος οὐκ ἔστιν ἔμψυχος, πᾶν ἔμψυχον τρέφεται‘. οὐ δεῖ οὖν οἴεσθαι, ὅτι ταὐτόν ἐστι τὸ εἰπεῖν ‘οὐκ ἔστι λευκόν‘
5〈καὶ ‘ἔστιν οὐ λευκόν‘〉· τῆς γὰρ καταφάσεως τῆς λεγούσης ‘ἔστι λευκόν‘ οὐκ ἔστιν ἀπόφασις ἡ ‘ἔστιν οὐ λευκόν‘ (κατάφασις γάρ ἐστιν ἐκ μεταθέσεως αὕτη), ἀλλὰ τὸ ‘οὐκ ἔστι λευκόν‘. λόγος δὲ τούτου, τουτέστιν ἀπόδειξις καὶ αἰτία αὕτη. ὁμοίως ἔχουσι πρὸς ἀλλήλας ἡ ‘ἔστι λευκόν‘ πρὸς τὴν ‘ἔστιν οὐ λευκόν‘ καὶ ἡ ‘δύναται βαδίζειν‘ πρὸς τὴν ‘δύναται μὴ βαδίζειν‘ καὶ ἡ ‘ἐπίσταται τὸ
10ἀγαθόν‘ πρὸς τὴν ‘ἐπίσταται τὸ μὴ ἀγαθόν‘· ὁ γὰρ τρόπος τῷ ‘ἔστι‘ τρίτῳ προσκατηγορουμένῳ ἰσοδυναμεῖ 〈καὶ〉 ὁμοίως τάττεται. πάλιν ὡς ἔχει τὸ ‘ἔστι λευκόν‘ πρὸς τὸ ‘ἔστιν οὐ λευκόν‘, οὕτως ἔχει τὸ ‘ἐπίσταται τὸ ἀγαθόν‘ πρὸς τὸ ‘ἐπίσταται τὸ οὐκ ἀγαθόν‘. ἐπειδὴ τὸ μὲν ‘ἔστι λευκόν‘ καὶ ‘ἔστιν οὐ λευκόν‘ περὶ ὧν ἡ σκέψις, τὸ ‘ἔστιν‘ ἔχει ῥῆμα, τὸ δὲ ‘δύναται βαδίζειν,
15δύναται μὴ βαδίζειν‘ καὶ ‘ἐπίσταται τὸ ἀγαθόν‘ καὶ ‘ἐπίσταται τὸ μὴ ἀγαθόν‘ οὐκ ἔχουσι τὸ ‘ἔστιν‘, ἐκ δὲ τῆς πρὸς ταῦτα ἀναλογίας βουλόμεθα δεῖξαι, ὅτι οὐκ ἔστι τῆς ἁπλῆς καταφάσεως τῆς ‘ἔστι λευκόν‘ ἀπόφασις ἡ ‘ἔστιν οὐ λευκόν‘, ἵνα μή τις νομίσῃ, 〈ὅτι〉 διὰ τὸ μὴ προσκεῖσθαι [ἢ] τὸ ‘ἔστι‘ τούτου ἕνεκεν παραλογιζόμεθα, ἰστέον καὶ μὴ ἀγνοητέον, ὡς ἰσοδυναμεῖ τῷ
20τρόπῳ τὸ ‘ἔστιν‘. ἀλλ’ ἀναληπτέον πάλιν τὸν λόγον· δεῖ γὰρ τὰ αὐτὰ πολλάκις λέγειν ὑπέρ τε τοῦ σαφοῦς καὶ τοῦ τῆς διδασκαλίας ἐντελοῦς· οὕτως ἔχει τὸ ‘ἔστι λευκόν‘ πρὸς τὸ ‘ἔστιν οὐ λευκόν‘, ὡς ἔχει τὸ ‘δύναται βαδί‐ ζειν‘ πρὸς τὸ ‘δύναται μὴ βαδίζειν‘· πάλιν ὡς ἔχει τὸ ‘ἔστι λευκόν‘ πρὸς τὸ ‘ἔστιν οὐ λευκόν‘, οὕτως ἔχει τὸ ‘ἐπίσταται τὸ ἀγαθόν‘ πρὸς τὸ ‘ἐπίσταται
25τὸ οὐκ ἀγαθόν‘. ἐπεὶ δὲ τὸ μὲν ‘ἔστι λευκόν‘ καὶ ‘ἔστιν οὐ λευκόν‘, περὶ ὧν ἡ σκέψις, τὸ ‘ἔστιν‘ ἔχει ῥῆμα, ταῦτα δέ, φημὶ τὸ ‘δύναται βαδίζειν, δύναται μὴ βαδίζειν‘ καὶ ‘ἐπίσταται τὸ ἀγαθόν‘ καὶ ‘ἐπίσταται τὸ μὴ ἀγαθόν‘, οὐκ ἔχουσι τὸ ‘ἔστιν‘, ἐκ δὲ τῆς πρὸς ταῦτα ἀναλογίας δεῖξαι βουλόμεθα, ὅτι οὐκ ἔστι τῆς ἁπλῆς καταφάσεως τῆς ‘ἔστι λευκόν‘ ἀπόφασις ἡ ἐκ μεταθέ‐
30σεως κατάφασις ἡ ‘ἔστιν οὐ λευκόν‘, ἵνα μή τις νομίσῃ, ὅτι διὰ τὸ προσκεῖ‐ σθαι τὸ ‘ἔστι‘ τούτου ἕνεκεν παραλογιζόμεθα, τούτου χάριν βούλομαι δεῖξαι, ὅτι ἰσοδυναμεῖ τῷ τρόπῳ τὸ ‘ἔστι‘. τὸ γὰρ λέγειν ‘ἐπίσταται τὸ ἀγαθόν‘ ταὐτόν ἐστι τῷ λέγειν ‘ἔστιν ἐπιστάμενος τὸ ἀγαθόν‘, ὁμοίως καὶ τὸ ‘δύναται βαδίζειν‘ τῷ ‘ἔστι δυνάμενος βαδίζειν‘· τὸ γὰρ ῥῆμα εἰς μετοχὴν καὶ τὸ
35‘ἔστιν‘ ἀναλύεται. ὥστε καὶ τὰ ἀντικείμενα τὰ αὐτὰ ἔσται, τουτέστιν αἱ ἀπο‐ φάσεις αὐτῶν, λέγω δὴ τὸ ‘οὐ δύναται βαδίζειν‘ τῷ ‘οὐκ ἔστι δυνάμενος βαδίζειν‘· τὸ 〈γὰρ〉 ‘δύναται‘ ῥῆμα ἀναλύεται εἰς τὸ ‘ἔστι‘ καὶ εἰς τὴν μετοχὴν τὴν ‘δυνάμενοσ‘. ὡσαύτως καὶ τὸ ‘οὐκ ἐπίσταται τὸ ἀγαθόν‘ ταὐτὸν ἔσται
τῷ ‘οὐκ ἔστιν ἐπιστάμενος τὸ ἀγαθόν‘. ἐπεὶ οὖν οὐδὲν διαφέρει τὸ λέ‐154

23,3

155

γειν ‘δύναται βαδίζειν‘, ‘ἔστι δυνάμενος βαδίζειν‘, καὶ ἐπὶ τῶν ἀποφάσεων ὁμοίως, δεικτέον πάλιν, ὅτι οὐκ ἔστι τῆς ἁπλῆς καταφάσεως ἀπόφασις ἡ ἐκ μεταθέσεως κατάφασις. καὶ δεικτέον τῇ εἰς ἀδύνατον ἀπαγωγῇ· τίθημι γὰρ εἶναι ταὐτὸν τὸ ‘οὐκ ἔστι δυνάμενος βαδίζειν‘ καὶ τὸ ‘ἔστι δυνάμενος μὴ
5βαδίζειν‘, καὶ συλλογίζομαι τὸ ἑπόμενον ἄτοπον. εἰ γὰρ τῆς λεγούσης ‘ἔστι δυνάμενος βαδίζειν‘ ἀπόφασίς ἐστιν ἡ λέγουσα 〈‘ἔστι δυνάμενος οὐ βαδίζειν‘, ἐπειδὴ ὁμολογουμένως τῆς ‘ἔστι δυνάμενος βαδίζειν‘ ἀπόφασις ἡ λέγουσα〉 ‘οὐκ ἔστι δυνάμενος βαδίζειν‘ ἁπλῆ οὖσα καὶ αὐτή, ἔστι δὲ καὶ κατὰ τὴν ὑπόθεσιν καὶ ἡ ‘ἔστι δυνάμενος 〈μὴ〉 βαδίζειν τῆς αὐτῆς ἀπόφασις, ταὐτὸν
10ἄρα σημαίνουσιν ἄμφω, ἥ τε λέγουσα ‘οὐκ ἔστι δυνάμενος βαδίζειν‘ καὶ ἔστι δυνάμενος μὴ βαδίζειν‘· ἄμφω γὰρ καὶ τῆς αὐτῆς μιᾶς καταφάσεώς εἰσιν ἀποφάσεις τῆς ‘ἔστι δυνάμενος βαδίζειν‘. εἰ οὖν τὸ αὐτὸ σημαί‐ νουσιν, ἐφ’ ὧν δήπου ἡ μία ἀληθεύει, ἐπὶ τούτων καὶ τὴν λοιπὴν ἀλη‐ θεύειν ἀνάγκη. ἀλλ’ ἐπειδὴ ἐνδέχεται ἕνα καὶ τὸν αὐτὸν δύνασθαι βαδίζειν
15καὶ δύνασθαι μὴ βαδίζειν, μᾶλλον δὲ καὶ ἀναγκαῖον (ὃς γὰρ μὴ βαδίζων δύναται βαδίζειν, δῆλον δήπου 〈ὅτι〉 καὶ μὴ βαδίζειν δύναται· οὐδὲ γὰρ βαδίζει [δύναται] τότε, ὅτε λέγει δύνασθαι βαδίζειν), εἰ οὖν ἀμφότεραι αἱ προτάσεις ἐπὶ τοῦ αὐτοῦ συναληθεύουσιν, ἥ τε ἁπλῆ ἡ ‘δύναται βαδίζειν‘ καὶ ἡ ἐκ μεταθέσεως ἡ ‘δύναται μὴ βαδίζειν‘, ἀλλὰ ἡ ‘δύναται μὴ βαδίζειν‘
20ταὐτὸν ἐσήμαινε κατὰ τὴν ὑπόθεσιν τῇ ‘οὐ δύναται βαδίζειν‘ (ἄμφω γὰρ ἀποφάσεις τῆς ‘δύναται βαδίζειν‘, ἡ μὲν κατὰ ἀλήθειαν ἡ δὲ κατὰ τὴν ὑπό‐ θεσιν), καὶ ἡ ἄρα ‘δύναται βαδίζειν‘ ταὐτὸν σημαίνοι ἂν τῇ ‘οὐ δύναται βαδίζειν‘. ἐπὶ τοῦ αὐτοῦ ἄρα ἡ ἀντίφασις συναληθεύσει, ὅπερ ἀδύνατον. τὸ δὲ ἀδύνατον ἠκολούθησεν, ὅτι ὑπεθέμεθα τὴν ‘ἔστι δυνάμενος μὴ βαδίζειν‘
25ἀπόφασιν εἶναι τῆς ‘ἔστι δυνάμενος βαδίζειν‘. ἀναγκαίως μὲν γὰρ εἰς ταὐτὸν συνήγετο τῇ ‘οὐκ ἔστι δυνάμενος βαδίζειν‘ ἡ ‘ἔστι δυνάμενος μὴ βαδίζειν‘· ἀλλ’ ἡ ‘ἔστι δυνάμενος βαδίζειν‘ συνηλήθευε τῇ ‘ἔστι δυνάμενος 〈μὴ〉 βαδίζειν‘· ἡ ἄρα ‘οὐκ ἔστι δυνάμενος βαδίζειν‘ συναληθεύσει τῇ ‘ἔστι δυνάμενος βαδίζειν‘. συναληθεύσει ἄρα ἡ ἀντίφασις, ὅπερ ἄτοπον. εἰ οὖν,
30ὡς ἔχει ἡ ‘οὐκ ἐπίσταται τὸ ἀγαθόν‘ πρὸς τὴν ‘ἐπίσταται τὸ μὴ ἀγα‐ θόν‘, οὕτως ἔχει καὶ ἡ λέγουσα ‘οὐκ ἔστιν ἀγαθόν‘ καὶ ‘ἔστιν οὐκ ἀγαθόν‘ (ἤδη γὰρ ἔφθημεν εἰπόντες, ὡς ὁμοίως ἔχουσιν αἵ τε τὸ ‘ἔστιν‘ ἔχουσαι αἵ τε μὴ διὰ τὸ τὸ ῥῆμα εἰς μετοχὴν καὶ τὸ ‘ἔστιν‘ ἀναλύεσθαι), δέδεικται δέ, ὅτι οὐκ ἔστι ταὐτὸν τὸ πρῶτον τῷ δευτέρῳ, οὐδ’ ἄρα τὸ τρίτον τῷ τετάρτῳ
35ταὐτὸν ἔσται. ἐν γὰρ τοῖς ἀνάλογον ὡς ἔχει τὸ πρῶτον πρὸς τὸ δεύτερον, οὕτως καὶ τὸ τρίτον ἔχει πρὸς τὸ τέταρτον· ἐκείνων οὖν τῶν αὐτῶν οὐκ
ὄντων οὐδὲ ταῦτα ἂν εἴη τὰ αὐτά. ἀναλόγων γὰρ ὄντων τοῦ τε ἐπίστασθαι τὸ155

23,3

156

ἀγαθὸν καὶ ἐπίστασθαι τὸ μὴ ἀγαθὸν καὶ μὴ ἐπίστασθαι τὸ ἀγαθὸν καὶ τοῦ εἶναι λευκὸν καὶ τοῦ εἶναι μὴ λευκὸν καὶ τοῦ μὴ εἶναι λευκὸν τὸ ἐπίστασθαι τὸ μὴ ἀγαθὸν ἄλλο ἐστὶ τοῦ μὴ ἐπίστασθαι τὸ [μὴ] ἀγαθόν. τὸ μὲν γὰρ ἐπίστασθαι τὸ μὴ ἀγαθὸν τῷ ἐπίστασθαι τὸ ἀγαθὸν συνυπάρχει ἐπὶ τοῦ
5αὐτοῦ, τὸ δὲ μὴ ἐπίστασθαι οὐχ οἷόν τε ἀληθὲς εἶναι, ἐφ’ οὗ ἀληθὲς τὸ ἐπίστασθαι τὸ ἀγαθόν. καὶ τὸ εἶναι ἄρα μὴ λευκὸν ἄλλο ἐστὶ τοῦ μὴ εἶναι λευκόν. Μετακτέον δὲ καὶ ἐπὶ σαφέστερον ὑπόδειγμα τὸν λόγον δεικνύντας, ὅτι οὐκ ἔστι ταὐτὸν ἡ ἁπλῆ ἀπόφασις τῇ ἐκ μεταθέσεως καταφάσει. τὸ γὰρ
10‘οὐκ ἔστιν ἴσον‘ οὐκ ἂν εἴη ταὐτὸν τῷ ‘ἔστιν οὐκ ἴσον‘. ὁ 〈γὰρ〉 λέγων ‘[οὐκ] ἔστιν οὐκ ἴσον‘ τιθείς τι εἶναι τὸ ἴσον αὐτοῦ χωρίζει· κατὰ ὡρισμένου γάρ τινος ἡ τοιαύτη κατηγορία 〈καὶ〉 ὑποκειμένου· οὐ γὰρ ἀληθὲς κατὰ τοῦ μηδ’ ὅλως ὄντος καταφῆσαι καὶ κατηγορῆσαι τὸ ‘ἔστιν οὐκ ἴσον‘. τῷ δὲ ‘οὐκ ἔστιν ἴσον‘ οὐδὲν ὑπόκειται ὡρισμένον, ὅτι καὶ ἐπὶ ὄντος καὶ μὴ ὄντος λέ‐
15γεσθαι δύναται· τὸ γὰρ ‘οὐκ ἔστιν ἴσον‘ οὐκ ἐπὶ ὄντων μόνων ἀληθεύεται ἢ ποσῶν, οἷον τῶν ἀνίσων, ἀλλὰ καὶ ἐπὶ μὴ ὄντων· ἐπὶ παντὸς γὰρ μὴ ὄντος ἀληθὲς τὸ μὴ εἶναι αὐτὸ ἴσον. 〈διὸ τὸ μὲν ἴσον〉 ἢ οὐκ ἴσον ἐπὶ παντὸς διαιρεῖ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ὄντος τε ὁμοίως καὶ μὴ ὄντος· ἀντίφασις γάρ ἐστιν. ἴσον δὲ καὶ ἄνισον, ᾧ ὅμοιον τὸ ‘ἔστιν οὐκ ἴσον‘, οὐκ ἐπὶ παντὸς
20[οὐκ ἐπὶ παντὸς] διαιρεῖ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ἀλλ’ ἐπὶ ὄντων τε καὶ ποσῶν. Ἔτι πάλιν ἐπὶ σαφέστερον μετέλθωμεν. ἐν μὲν γὰρ τοῖς ἐπάνω ἄνευ τινὸς ὑποκειμένου λέγων τὸ ‘〈οὐκ〉 ἔστιν ἀγαθόν‘ ἢ ‘ἔστιν οὐκ ἀγαθόν‘ καὶ ‘ἔστιν οὐκ ἴσον‘ καὶ ‘οὐκ ἔστιν ἴσον‘, μὴ προστιθεὶς δέ, τί ποτέ ἐστιν, ὃ ταῦτα λέ‐
25γεται ἢ εἶναι ἢ μὴ εἶναι, ἀσαφέστερον ἐποιούμην τὸν λόγον· νῦν δὲ τοῦτο ποιήσας σαφὲς ποιήσω τὸ ἀσυνύπαρκτον τῆς τε ἀποφάσεως τῆς ἁπλῆς καὶ τῆς ἐκ μεταθέσεως καταφάσεως. ὁ μὲν γὰρ λέγων ‘ἔστι ξύλον οὐ λευκόν‘ λέγει τι εἶναι ξύλον, τούτου δὲ κατηγορεῖ τὸ οὐ λευκόν· ὁ δὲ λέγων ‘οὐκ ἔστι ξύ‐ λον λευκόν‘ δύναται μὴ μόνον τὸ λευκὸν ἀλλὰ καὶ τὸ ξύλον ἀποφάσκειν·
30ἀληθὲς γὰρ εἰπεῖν, ὅτι ἡ ψυχὴ καὶ τὸ μὴ ὂν οὐκ ἔστι ξύλον λευκόν. ὥστε οὐκ ἔστι τῆς ἁπλῆς καταφάσεως ἀπόφασις ἡ ἐκ μεταθέσεως κατάφασις. πῶς δὲ τοῦτο συνῆκται, πολλάκις εἶπον. ἐπεὶ οὖν δεδείχαμεν, ὅτι ἡ ἐκ μεταθέ‐ σεως κατάφασις οὐκ ἔστιν ἀπόφασις, ἀναγκαίως συνάξαι ἔστιν, ὅτι κατάφασις ἐστί· πάντα γὰρ ἀποφαντικὸν λόγον ἀνάγκη ἢ κατάφασιν εἶναι ἢ ἀπόφασιν· εἰ
35οὖν μή ἐστιν ἀπόφασις, κατάφασις ἂν εἴη πάντως. τὸ δὲ ‘πωσ‘ προστεθείκαμεν ὑπὲρ τοῦ ἐνδείξασθαι, ὅτι οὐχ ἁπλῶς ἐστι κατάφασις ἀλλ’ ἐκ μεταθέσεως.
πάσης δὲ καταφάσεως ἔστι τις ἀπόφασις· καὶ τῆς ἄρα λεγούσης ‘ἔστιν οὐκ156

23,3

157

ἀγαθόν‘, ἥτις δέδεικται κατάφασις οὖσα, ἀπόφασις ἔσται, ἡ ‘οὐκ ἔστιν οὐκ ἀγαθόν‘. Ἐπεὶ δὲ ἐδείξαμεν τὴν ‘ἔστιν οὐ λευκόν‘ καὶ ‘ἔστιν οὐκ ἀγαθόν‘ καὶ πάσας τὰς ὁμοίως ταύταις 〈τὸ〉 κατηγορούμενον 〈ἐχούσασ〉 οἷον τὸ ‘ἔστιν οὐ
5τόδε‘ ἄλλας οὔσας τῶν ἀποφάσεων τῶν ‘οὐκ ἔστι λευκόν‘ καὶ ‘οὐκ ἔστιν ἀγαθόν‘ καὶ καθόλου ‘〈οὐκ〉 ἔστι τοῦτο‘ καὶ οὔσας [αὐτῶν] καὶ αὐτὰς κατα‐ φάσεις, ὥσπερ καὶ ἡ ‘ἔστι λευκόν‘ καὶ ἡ ‘ἔστιν ἀγαθόν‘ 〈καὶ〉 καθόλου ‘ἔστι τοῦτο‘, καὶ οὔσας αὐτῶν ἀποφάσεις τὴν ‘οὐκ ἔστι λευκόν‘ καὶ ‘οὐκ ἔστιν ἀγαθόν‘ καὶ ὅλως τὰς ‘οὐκ ἔστιν οὐ τοῦτο‘ (καθόλου γάρ, ἐν αἷς τὸ ‘ἔστι‘
10τρίτον προσκατηγορεῖται, δύο ἀντιθέσεις γίνονται καὶ δύο ἀποφάσεις, αἵ τε ἁπλαῖ καὶ αἱ ἐκ μεταθέσεως, ὡς ἐδείξαμεν ἐν τῷ Περὶ ἑρμηνείας), νῦν, τίνα τάξιν καὶ ἀκολουθίαν ἔχουσι πρὸς ἀλλήλας ἥ τε ἁπλῆ ἀντίφασις καὶ ἡ ἐκ μεταθέσεως, ὑπογράψομεν. ἔστι δὲ ταῦτα, ὧν ἐμνημονεύσαμεν ἐν τῷ Περὶ ἑρμηνείας εἰπόντες εἰρῆσθαι περὶ τῆς τάξεως αὐτῶν ἐν τοῖς Ἀναλυτικοῖς.
15τάξομεν οὖν, ὡς ἔφθην εἰπών· ὑπογράψομεν τιθέντες τὴν μὲν ἁπλῆν ἀντί‐ φασιν ἐπὶ τῶν Α, Β, καὶ ἐπὶ μὲν τοῦ Α τὴν κατάφασιν τὴν ‘ἄνθρωπος ἀγαθός ἐστιν‘, ἐπὶ δὲ τοῦ Β τὴν ἀπόφασιν αὐτῆς τὴν ‘ἄνθρωπος ἀγαθὸς οὐκ ἔστι‘, καὶ τούτοις ὑποτάξομεν τὴν ἐκ μεταθέσεως ἀντίφασιν, ὑπὸ μὲν τὸ Β, ἐφ’ οὗ ἦν ἡ ἀπόφασις, τάσσοντες τὸ Γ καὶ ἐπ’ αὐτοῦ τὴν κατάφασιν τὴν ἐκ μεταθέσεως
20τὴν λέγουσαν ‘ἄνθρωπος οὐκ ἀγαθός ἐστιν‘, ὑπὸ δὲ τὸ Α, ἐφ’ οὗ ἦν ἡ ἁπλῆ κατάφασις, θέντες τὸ Δ καὶ ἐπ’ αὐτοῦ τὴν ἐκ μεταθέσεως ἀπόφασιν τὴν ‘ἄν‐ θρωπος οὐκ ἀγαθὸς οὐκ ἔστι‘. μεθ’ ὃ διάγραμμα δεικτέον αὐτῶν τὴν πρὸς ἄλληλα σχέσιν τε καὶ ἀκολουθίαν, καὶ ὅτι ταῖς μὲν καταφάσεσιν αἱ συντε‐ ταγμέναι αὐταῖς ἀποφάσεις ἀκολουθοῦσιν, ἑκατέρα ἑκατέρᾳ, οὐκέτι δὲ ταῖς ἀποφά‐
25σεσιν αἱ καταφάσεις. τούτων οὕτως ἐχόντων, ἐπειδὴ [δὲ] ἐπὶ παντὸς καὶ ὄντος καὶ μὴ ὄντος ἢ ἡ κατάφασις ἀληθὴς ἢ ἡ ἀπόφασις αἱ ἀντιφατικῶς ἀντικείμεναι, ἀντιφατικῶς δὲ ἀντίκεινται τὸ Α τῷ Β καὶ ἔτι τὸ Γ τῷ Δ, ἐπὶ παντὸς ἄρα τὸ Α ἢ τὸ Β καὶ ἢ τὸ Γ ἢ τὸ Δ. ἐπεὶ οὖν τῷ Α ἀδύνατον ὑπάρξαι τὸ Γ (ἀδύνατον γὰρ 〈τὸ〉 αὐτὸ εἶναι λευκὸν καὶ εἶναι μὴ λευκόν), τὸ Δ
30ἄρα ὑπάρξει τῷ Α· ὃς γὰρ ἄνθρωπος ἀγαθός ἐστιν, οὗτος οὐκ ἔστιν ἄνθρωπος οὐκ ἀγαθός· ὥστε, ὃ ἂν εἴη Α, τοῦτο πάντως ἔσται καὶ Δ· τῇ ἄρα ἁπλῇ καταφάσει, τῷ Α, ἡ ἐκ μεταθέσεως ἀπόφασις ἕπεται, ἥτις ἐστὶ τὸ Δ. οὐ μὴν τὸ ἀνάπαλιν τῷ Δ ἕψεται τὸ Α· ἐπὶ πλέον γάρ ἐστι τὸ Δ τοῦ Α· τὸ γὰρ ‘οὐκ ἔστι ξύλον οὐ λευκόν‘ ἀληθεύει, κἂν μὴ ὅλως εἴη ξύλον. καὶ γὰρ
35ἡ ψυχὴ οὐκ ἔστι ξύλον οὐ λευκόν, καὶ τὸ μὴ ὂν οὐκ ἔστι ξύλον οὐ λευκόν·
ὅπερ δὲ ἂν ξύλον ᾖ λευκόν, πάντως καὶ ξύλον ἐστίν· οὐκ ἄρα τῇ ἐκ μετα‐157

23,3

158

θέσεως ἀποφάσει, ἥτις ἦν τὸ Δ, ἕπεται ἡ ἁπλῆ κατάφασις, ἐφ’ ἧς τὸ Α, διὰ τὸ ἐπὶ πλέον εἶναι τὴν ἀπόφασιν 〈τὴν〉 ἐκ μεταθέσεως τῆς ἁπλῆς καταφάσεως. ὥσπερ δὲ τῇ ἁπλῇ καταφάσει ἠκολούθει ἡ ἐκ μεταθέσεως ἀπόφασις, οὕτως κατὰ τὸ ἐναντίον τῇ ἐκ μεταθέσεως καταφάσει ἕπεται ἡ ἁπλῆ ἀπόφασις
5καὶ οὐκ ἀντιστρέφει, τουτέστιν ἐφ’ οὗ τὸ Γ, πάντως ἐπὶ τούτου καὶ τὸ Β, 〈οὐ μὴν ἐφ’ οὗ τὸ Β, πάντως καὶ τὸ Γ, διὰ τὸ ἐπὶ πλέον εἶναι τὸ Β τοῦ Γ. ὅτι οὖν ἐφ’ οὗ τὸ Γ, πάντως ἐπὶ τούτου καὶ τὸ Β,〉 τῷ αὐτῷ τρόπῳ δεικνύω. εἰ μὴ γὰρ τὸ Β, ἀνάγκη πάντως τὸ Α· ἐπὶ παντὸς γὰρ ἡ κατάφασις ἢ ἡ ἀπόφασις· ἀλλ’ ἀδύνατον· εἴ τι γάρ ἐστι ξύλον οὐ λευκόν, ἀδύνατόν ἐστι τοῦτο
10ξύλον εἶναι λευκόν· ὥστε τὸ ἀντικείμενον ἀνάγκη τὸ ‘οὐκ ἔστι ξύλον λευκόν‘, ὅπερ ἐστὶ καὶ ἀληθές. ὅπερ γὰρ ἂν εἴη ξύλον οὐ λευκόν, 〈τοῦτο οὐκ ἔστι ξύλον λευκόν· οὐκέτι μέντοι, εἴ τι οὐκ ἔστι ξύλον λευκόν, τοῦτο ἔσται ξύλον οὐ λευκόν〉· καὶ γὰρ τὰ μὴ ὄντα ξύλα, οἷον ψυχή, ἄγγελος, καὶ ἔτι τὸ μὴ ὂν ὅλως ἀληθὲς εἰπεῖν, ὅτι οὐκ ἔστι ξύλον λευκόν· οὐκέτι μέντοι ἀληθὲς
15εἰπεῖν ‘ἔστι ξύλον οὐ λευκόν‘. ἕπεται μὲν οὖν καὶ ἡ ἐκ μεταθέσεως κατάφασις τῇ ἁπλῇ ἀποφάσει, ἀλλ’ οὐκ ἀεί, ἀλλ’ ἐφ’ ὧν ἀληθὴς οἷον τῶν ξύλων μὲν ὄντων οὐ λευκῶν δέ (ἐπὶ γὰρ τῆς ἐβένου, εἰ ἀληθὲς εἰπεῖν τὴν ἁπλῆν ἀπόφασιν, ὥσπερ οὖν καὶ ἀληθὲς τὸ ὅτι 〈οὐκ ἔστι〉 ξύλον λευκόν, ἀκολουθήσει καὶ ἡ ἐκ μεταθέσεως κατάφασις ἡ ‘ἔστι ξύλον οὐ λευκόν‘), ἐφ’ ὧν δὲ οὐκ ἀληθής, οἷον
20ἐπὶ τῶν μὴ ὄντων ὅλως ξύλων οὐχ οἵα τε ἀκολουθεῖν. εἴπομεν γάρ, ὅτι ἡ ἁπλῆ ἀπόφασις καὶ ἐπὶ τῶν μὴ ὄντων χωρεῖ· τὸ γὰρ ‘οὐκ ἔστι ξύλον λευκόν‘ φέρεται καὶ ἐπὶ ψυχῆς καὶ ἐπὶ τοῦ μὴ ὄντος. εἰ οὖν οὐκ ἔστι ξύλον ἡ ψυχὴ καὶ τὸ μὴ ὄν, πῶς ἂν ἀληθεύοι ἐπ’ αὐτῶν ἡ ἐκ μεταθέσεως κατάφασις ἡ ‘ἔστι ξύλον οὐ λευκόν‘; ὃ γὰρ μὴ ὅλως ἐστὶ ξύλον, πῶς ἂν εἴη ξύλον οὐ
25λευκόν; Ἐπεὶ δ’ εἴρηται ἡμῖν, ὅπως ἔχουσιν αἱ ὑπάλληλοι προτάσεις ἐν τῷ δια‐ γράμματι, ζητήσωμεν νῦν, ὅπως ἔχουσιν αἱ διαγώνιοι. φημὶ οὖν, ὅτι τὸ μὲν Α καὶ Γ, τουτέστιν ἡ ἁπλῆ κατάφασις καὶ ἡ ἐκ μεταθέσεως, οὐδέποτε τῷ αὐτῷ ὑπάρχουσιν· ὃ γάρ ἐστι ξύλον λευκόν, τοῦτο ἀδύνατον εἶναι ξύλον
30οὐ λευκόν. τὰς μέντοι ἀποφάσεις ἐνδέχεταί ποτε συναληθεύειν, λέγω δὴ ἐπὶ τοῦ μὴ ὄντος· ἀληθὲς γὰρ τὸ λέγειν, ὅτι τὸ μὴ ὂν οὐκ ἔστι ξύλον λευκὸν καὶ πάλιν οὐκ ἔστι ξύλον οὐ λευκόν. οὐ μόνον δὲ ἐπὶ τοῦ μὴ ὄντος ἀλλὰ καὶ ἐπὶ τῶν ὄντων μὴ ὄντων δὲ ὅλως ξύλων, οἷον ἡ ψυχὴ οὐκ ἔστι ξύλον λευκόν, ἀλλὰ καὶ οὐκ ἔστι ξύλον οὐ λευκόν. ὥστε αἱ μὲν καταφάσεις οὐδέποτε συνα‐
35ληθεύουσι, τὰς δὲ ἀποφάσεις ἐνδέχεται συναληθεύειν. λέγω δὲ ταῦτα περὶ τῶν μερικῶν προσδιωρισμένων προτάσεων· αὗται γάρ εἰσιν αἱ τὴν ἀντίφασιν ποιοῦσαι, ἐπεὶ τάς γε ἀπροσδιορίστους οὐδὲν κωλύει πάσας πάσαις συναλη‐
θεύειν. ὅτι δὲ μὴ οἷόν τε τὰς καταφάσεις τὰς εἰρημένας ἅμα ἀληθεῖς εἶναι,158

23,3

159

ἱκανὴ μὲν καὶ ἡ ἐνάργεια δηλῶσαι, οὐ μὴν ἀλλὰ καὶ διότι ἅμα ἀληθεῖς ἔσον‐ ται καὶ αἱ ἀντιφατικῶς ἀντικείμεναι. τῇ μὲν γὰρ ἁπλῇ καταφάσει ἕπεται ἡ ἐκ μεταθέσεως ἀπόφασις, ὥστε ἅμα ἀληθὴς ἔσται ἥ τε κατάφασις ἡ ἐκ με‐ ταθέσεως, ἐφ’ ἧς τὸ Γ, καὶ ἡ ἀπόφασις αὐτῆς, ἐφ’ ἧς τὸ Β. πάλιν ἐπεὶ
5τῷ Γ, τῇ καταφάσει τῇ ἐκ μεταθέσεως, ἕπεται τὸ Β, ἡ ἁπλῆ ἀπόφασις, ἅμα ἔσονται ἀληθεῖς ἥ τε ἁπλῆ κατάφασις, ἐφ’ ἧς τὸ Α, καὶ ἡ ἀπόφασις αὐτῆς, ἐφ’ ἧς τὸ Β. ταῦτα δὲ ἀδύνατα. τὰς μὲν τοίνυν ἀποφάσεις, τήν τε ἁπλῆν, ἥτις ἦν ἐπὶ τοῦ Β, καὶ τὴν ἐκ μεταθέσεως, ἥτις ἦν ἐπὶ τοῦ Δ, ἐνδέχεται ἐπί τινος ἅμα ἀληθεῖς εἶναι. ἐφ’ ὧν γὰρ ἡ μὲν ἁπλῆ ἀπόφασις ἀληθὴς ἦν
10ἡ Β, οὐκέτι δὲ καὶ ἡ ἐκ μεταθέσεως κατάφασις ἡ Γ (οὐ γὰρ ἀντέστρεφεν), ἐπὶ τούτων ἐξ ἀνάγκης ἀληθὴς ἡ Δ ἡ ἐκ μεταθέσεως ἀπόφασις· ἐπὶ παντὸς γὰρ ἢ τὸ Γ ἢ τὸ Δ (ἀντίφασις γάρ), καὶ οὐχ εἵπετο τῷ Β τὸ Γ. πάλιν ἐφ’ ὧν ἀληθοῦς οὔσης τῆς Δ τῆς ἐκ μεταθέσεως 〈ἀποφάσεωσ〉 οὐκ ἦν ἀληθὴς ἡ ἁπλῆ κατάφασις (οὐ γὰρ ἀντέστρεφεν), ἐπὶ τούτων ἀληθὴς ἡ ἁπλῆ ἀπόφασις
15ἡ Β· ἐπὶ παντὸς γὰρ ἢ τὸ Α ἢ τὸ Β. ὥστε γίνονται ἅμα ἀληθεῖς αἱ ἀπο‐ φάσεις ἐπί τινων· ἐπὶ γὰρ τοῦ τοίχου ἀληθὴς ἥ τε λέγουσα αὐτὸν μὴ εἶναι ξύλον λευκὸν καὶ ἡ λέγουσα αὐτὸν μὴ εἶναι ξύλον οὐ λευκόν. ὡς δὲ ἔχουσιν ἀκολουθίας ἐπὶ τῶν ἐκ τρίτου προσκατηγορουμένου αἱ ἐκ μεταθέσεως πρὸς τὰς ἁπλᾶς, οὕτως ἔχουσι καὶ αἱ στερητικαὶ πρὸς τὰς κατηγορίας, τουτέστι τὰς
20ἁπλᾶς, ταύτῃ τῇ θέσει· ἔστιν ἴσον, οὐκ ἔστιν ἴσον, οὐκ ἔστιν ἄνισον, ἔστιν ἄνισον. ὅπερ ἂν εἴη ἴσον, οὐκ ἔστιν ἄνισον, οὐ μήν, ὅπερ οὐκ ἔστιν ἄνισον, ἤδη τοῦτο ἐστὶν ἴσον· ἀληθὲς γὰρ ἐπὶ τοῦ μὴ ποσοῦ ἢ μὴ ὄντος ὅλως τὸ εἰπεῖν, ὅτι οὐκ ἔστιν ἄνισον, οἷον ὅτι ἡ ψυχὴ οὐκ ἔστι οὐ μὴν ὅτι καὶ ἴσον ἐστίν. ὃ γὰρ μηδὲ ποσόν, τοῦτο οὔτε ἴσον ἔσται οὔτε
25[οὐκ] ἄνισον. πάλιν μὲν εἴ τί ἐστιν ἄνισον, τοῦτο οὐκ ἔστιν ἴσον· εἴ τι δὲ οὐκ ἔστιν ἴσον, οὐ πάντως καὶ ἄνισον. οὐ γὰρ ἐπὶ πάντων, ἐφ’ ὧν ἀληθής ἐστιν ἡ ἁπλῆ ἀπόφασις, ἐπὶ τούτων καὶ ἡ στερητικὴ κατάφασις, ἥτις ἦν τὸ Γ· οὐκ ἴσον μὲν χρῶμα καὶ φωνή, οὐ μὴν καὶ ἄνισον· τὸ γὰρ ἄνισον, ὡς προεῖπον, ἐπὶ ὡρισμένου τινὸς ἀληθές ἐστιν· ἐπὶ γὰρ τοῦ ποσοῦ. καὶ αἱ
30μὲν καταφάσεις οὐδέποτε συναληθεύουσιν, ‘ἔστιν ἴσον, ἔστιν ἄνισον‘· τὰς δὲ ἀποφάσεις ἐνδέχεται ἐπὶ τοῦ μὴ ὄντος ἢ ὅλως ἐπὶ τοῦ μὴ ποσοῦ· τὸ γὰρ μὴ ὂν ἢ τὸ χρῶμα ἀληθὲς εἰπεῖν καὶ ὅτι οὐκ ἔστιν ἴσον καὶ ὅτι οὐκ ἔστιν ἄνισον. Ἀναδραμητέον δὲ πάλιν ἡμᾶς πρὸς τὰ ἐξ ἀρχῆς, λέγω δὴ ὅτι τῆς ἁπλῆς
35καταφάσεως οὐκ ἔστιν ἀπόφασις ἡ ἐκ μεταθέσεως κατάφασις ἀλλ’ ἡ ἁπλῆ ἀπόφασις. τοῦτο δὲ δῆλον ἔσται μάλιστα ἐπὶ τῶν τοιούτων ὑλῶν, αἵτινες
τισὶ μὲν ὑπάρχουσι τισὶ δὲ οὐχ ὑπάρχουσιν, οἷον τὸ λευκὸν τισὶ μὲν ἀνθρώ‐159

23,3

160

ποις ὑπάρχει τισὶ δὲ οὐχ ὑπάρχει. ἐπὶ τῶν τοιούτων οὖν τῆς καταφάσεως ψευδοῦς οὔσης, οἷον ὅτι πᾶς ἄνθρωπος λευκός, ἀνάγκη δήπου τὴν ἀπόφασιν ὁμοίως ἀληθῆ εἶναι, τουτέστιν ἐπὶ πάσης τῆς τοιαύτης ὕλης· τῆς γὰρ ἀντι‐ φάσεως θάτερον μόριον ἀνάγκη ἀληθὲς εἶναι θάτερον δὲ ψεῦδος. ὅτι δὲ τῆς
5‘πᾶς ἄνθρωπος λευκόσ‘ ἀπόφασίς ἐστιν ἡ ‘οὐ πᾶς ἄνθρωπος λευκόσ‘, δῆλον ἐξ ὧν ἐκείνης ψευδομένης αὕτη ἀληθεύει. ἡ μέντοι ‘πᾶς ἄνθρωπος οὐ λευκός ἐστιν‘ ἐκ μεταθέσεως οὖσα καταφατικὴ ψευδής ἐστιν. οὐκ ἄρα ἀπόφασις τῆς ‘ἔστι πᾶς ἄνθρωπος λευκόσ‘ ἡ ‘ἔστι πᾶς ἄνθρωπος οὐ λευκόσ‘ (ἄμφω γὰρ ψευδεῖς) ἀλλ’ ἡ ‘οὐκ ἔστι πᾶς ἄνθρωπος λευκόσ‘. καὶ ἐπὶ πάντων τῶν τοιού‐
10των ὡσαύτως. σαφῶς ἄρα διὰ τῆς τοιαύτης ὕλης ἐλήλεκται, ὅτι τῆς ἁπλῆς καταφάσεως οὐκ ἔστιν ἀπόφασις ἡ ἐκ μεταθέσεως κατάφασις (ἄμφω γὰρ ψευδεῖς) ἀλλ’ ἡ ἁπλῆ ἀπόφασις, τουτέστιν ἡ ‘οὐκ ἔστι λευκὰ πάντα‘ καὶ ‘οὐκ ἔστι λευκὸν ἕκαστον‘. τούτοις γὰρ ταὐτόν ἐστι τὸ ‘οὐ πᾶς ἄνθρωπος λευκόσ‘, ἢ ἡ ἐκ μεταθέσεως κατάφασις ἡ ‘ἔστιν οὐ λευκὰ πάντα‘, τουτέστιν
15ἡ ‘πᾶς ἄνθρωπος οὐ λευκόσ‘· ψευδὴς γάρ. ὁμοίως καὶ τοῦ ‘ἔστι πᾶν ζῶον λευκόν‘ 〈τὸ ‘οὐκ ἔστι πᾶν ζῶον λευκόν‘〉, ἀλλ’ οὐχ ἡ ἐκ μεταθέσεως κατά‐ φασις ἡ ‘πᾶν ζῶον οὐ λευκόν‘· ἄμφω γὰρ ψευδεῖς. εἰ δὲ αὗται οὐκ ἀντι‐ φατικῶς ἀντίκεινται, οὐδὲ ἐπὶ τῶν ἄλλων πασῶν ἔσται τοῦτο, κἂν ἐπί τινων ἡ μὲν ἀληθεύῃ ἡ δὲ ψεύδεται, ὡς ἐπὶ τῆς ἀναγκαίας ὕλης ‘πᾶν
20ζῶον οὐσία, πᾶν ζῶον οὐκ οὐσία‘. οὐ γὰρ ἐπὶ τινῶν δεῖ οὕτως ἔχειν τὴν ἀντίφασιν, ἐπὶ τινῶν δὲ οὔ, ἀλλ’ ἀεὶ καὶ ἐπὶ πάντων τὴν μὲν ἀληθεύειν τὴν δὲ ψεύδεσθαι. Ἐπεὶ δὲ διὰ πλειόνων ἐδείξαμεν, ὅτι μὴ ταὐτὸν σημαίνει ἡ ἁπλῆ ἀπό‐ φασις καὶ ἡ ἐκ μεταθέσεως κατάφασις, οἷον τὸ ‘ἔστιν οὐ λευκόν‘ καὶ τὸ ‘οὐκ
25ἔστι λευκόν‘, καὶ τὸ μὲν κατάφασις τὸ δὲ ἀπόφασις, δῆλον ὡς οὐχ ὁμοίως δειχθήσεται τά τε ἀποφατικά, οἷον ‘οὐδὲν ζῶον λευκόν ἐστι‘ καὶ ‘οὐδὲν ζῶον ἐνδέχεται λευκὸν εἶναι‘, καὶ τὸ καταφατικὸν τὸ ‘πᾶν ζῶον οὐ λευκόν ἐστιν‘, ἀλλὰ τὰ μὲν καταφατικά, τό τε ‘πᾶν ζῶον λευκόν ἐστι‘ καὶ τὸ ‘πᾶν ζῶον οὐ λευκόν ἐστιν‘, ὁμοίως ἀλλήλοις καὶ τῷ αὐτῷ τρόπῳ δειχθήσεται. καταφα‐
30τικῶς γὰρ ἀμφότερα ἐν τῷ πρώτῳ σχήματι· οὐ γάρ ἐστιν ἀπόφασις τῆς ‘πᾶν ζῶον λευκόν‘ ἡ ‘πᾶν ζῶον οὐ λευκόν‘ ἀλλ’ ἡ ‘οὐ πᾶν ζῶον λευκόν‘· κατά‐ φασις γάρ ἐστιν ἡ ‘πᾶν ζῶον οὐ λευκόν‘ ὥσπερ καὶ ἡ ‘πᾶν ζῶον λευκόν‘. πῶς οὖν συναχθείη τὸ τοιοῦτον πρόβλημα, λέγω δὴ τὸ καθόλου καταφατικόν, τό τε ἁπλοῦν καὶ τὸ ἐκ μεταθέσεως, ὑπογραπτέον. εἰ βουλόμεθα δεῖξαι, ὅτι
35πᾶς ἄνθρωπος μουσικός ἐστιν, ἢ ὅτι πᾶς ἄνθρωπος οὐ μουσικός ἐστι, δείξομεν οὕτως· χρὴ ἐν τῇ ἑκατέρᾳ τούτων δείξει μέσον ὅρον λαμβάνειν τὸ ζῶον· κἂν μὲν βουλώμεθα δεῖξαι τὸ πάντα ἄνθρωπον μουσικόν, μείζονα ἄκρον κατηγο‐
ρούμενον καταφατικῶς τοῦ ζώου παντὸς ληπτέον τὸ μουσικόν, ἔσχατον δὲ160

23,3

161

καὶ ἐλάττονα, οὗ τὸ ζῶον κατηγορεῖται παντός, τὸν ἄνθρωπον· ἔσονται γὰρ αἱ προτάσεις ‘πᾶς ἄνθρωπος ζῶον, πᾶν ζῶον μουσικόν, πᾶς ἄρα ἄνθρωπος μουσικόσ‘, ὃ ἦν προκείμενον. οὐ δεῖ δὲ τὰς προτάσεις, αἷς χρώμεθα, ὡς ἀληθεῖς ἀπαιτεῖν· παραδείγματι γὰρ καὶ ὑπογραφῇ ταῖς λέξεσι χρώμεθα τοῦ
5πῶς διὰ καταφατικῶν ἀμφοτέρων δείκνυται τό τε ‘πᾶς ἄνθρωπος μουσικός ἐστι‘ καὶ τὸ ‘πᾶς ἄνθρωπός ἐστιν οὐ μουσικόσ‘. ἂν δέ γε ᾖ προκείμενον ἡμῖν δεῖξαι πάντα ἄνθρωπον εἶναι 〈μὴ〉 μουσικόν, τὸ μὲν ζῶον πάλιν μέσος ὅρος ἔστω ὁ αὐτός, τὸ δὲ 〈μὴ〉 μουσικὸν μείζων καταφατικῶς τοῦ ζώου καὶ αὐτὸς κατηγορούμενος, ἄνθρωπος δὲ ὁ ἔσχατος, καὶ αἱ προτάσεις ‘πᾶς ἄνθρωπος
10ζῶόν ἐστι, πᾶν ζῶόν ἐστιν οὐ μουσικόν, πᾶς ἄρα ἄνθρωπός ἐστιν οὐ μουσικόσ‘. εἰ μὲν οὖν ἡ ‘πᾶς ἄνθρωπός ἐστιν οὐ μουσικόσ‘ ἀπόφασις ἦν, οὐκ ἐν πρώτῳ ἂν τοῦτο 〈τὸ〉 συμπέρασμα σχήματι ἐδείκνυτο μόνῳ ἀλλὰ καὶ ἐν τῷ δευτέρῳ, ἀντιστρεφομένης τῆς καθόλου ἀποφατικῆς, εἴ γε ἀποφατικὴ ἦν ἡ ‘πᾶς ἄν‐ θρωπός ἐστιν οὐ μουσικόσ‘. νῦν δὲ ἐν τούτῳ μόνῳ δείκνυται. ὅτι δὲ μή
15ἐστιν ἀπόφασις, δεικνύοιτο ἂν ἐκ τοῦ μὴ ἀντιστρέφειν αὐτήν· ἀληθοῦς γὰρ οὔσης τῆς λεγούσης ‘πᾶν ἄψυχόν ἐστιν οὐκ αἰσθητικόν‘ οὐκέτ’ ἀληθὴς ἡ λέγουσα ‘πᾶν οὐκ αἰσθητικὸν ἄψυχόν ἐστιν‘, ἀληθὴς δὲ ἡ ἐν μέρει ἡ λέγουσα ‘τὶ οὐκ αἰσθητικὸν ἄψυχον‘. διὰ τοῦτο δὲ καὶ ἐν τῷ πρώτῳ δείκνυται μόνῳ, καὶ εἴη ἂν φανερώτατον σημεῖον τοῦ μὴ εἶναι ἀπόφασιν τὴν ἐκ μεταθέσεως
20τὸ μὴ ἀντιστρέφειν αὐτήν. τὸ δὲ καθόλου ἀποφατικὸν τὸ ‘οὐδεὶς ἄνθρωπος μουσικόσ‘ κατὰ τοὺς εἰρημένους τρεῖς τρόπους δείκνυται. οἷον ἐν μὲν πρώτῳ οὕτως· πᾶς ἄνθρωπος ζῶον, οὐδὲν ζῶον μουσικόν, οὐδεὶς ἄρα ἄνθρωπος μουσικός· ἐν δὲ δευτέρῳ διχῶς· οὐδὲν μουσικὸν ζῶον, πᾶς ἄνθρωπος ζῶον, οὐδεὶς ἄρα ἄνθρωπος μουσικός· πᾶς ἄνθρωπος ζῶον, οὐδὲν μουσικὸν ζῶον,
25οὐδὲν ἄρα μουσικὸν ἄνθρωπος, καὶ οὐδεὶς ἄνθρωπος μουσικός. Ἀναδραμητέον δὲ πάλιν ἡμῖν ἐπὶ τὸ προδεδειγμένον περὶ τῆς τῶν προτά‐ σεων ἀκολουθίας τῶν τε τὴν ἁπλῆν ἀντίφασιν ἐχουσῶν καὶ τῶν τὴν κατὰ μετάθεσιν· καὶ τὴν ἀκολουθίαν, ἣν ἐπ’ ἐκείνων τῶν προτάσεων ἐδείξαμεν, νῦν καθολικώτερον δείξομεν, οὐκέτι ἐπὶ ὕλης ἀλλ’ ἐπὶ στοιχείων μόνων, ἐφ’
30ὧν τὰς καθολικὰς δείξεις ἔθος ἡμῖν ποιεῖν. τότε μὲν οὖν ἦν τὸ Α προτε‐ ταγμένον, τουτέστιν ἡ ἁπλῆ κατάφασις, καὶ ὑποτεταγμένον τὸ Δ, τουτέστιν ἡ ἐκ μεταθέσεως ἀπόφασις, τῷ δὲ Β ἁπλῇ ἀποφάσει ὄντι τοῦ Α τὸ Γ, του‐ τέστιν ἡ ἐκ μεταθέσεως κατάφασις. καὶ ἦν τότε μὲν τῷ Γ τὸ Β ἑπόμενον, ἡ ἁπλῆ ἀπόφασις τῇ ἐκ μεταθέσεως καταφάσει, τῷ δὲ Α, τουτέστι τῇ ἁπλῇ
35καταφάσει, τὸ Δ, τουτέστιν ἡ ἐκ μεταθέσεως. νῦν δὲ λαμβάνομεν τὸ Α, Β ἀντίφασιν, ὥσπερ καὶ τότε· ἀντιφάσεως γὰρ τὸ ἅμα μὲν τῷ αὐτῷ μὴ ἐνδέ‐ χεσθαι, παντὶ δ’ ἐξ ἀνάγκης θάτερον· ὁμοίως δὲ καὶ τὸ Γ, Δ ἀντίφασιν, ἥτις
ἦν τότε ἐκ μεταθέσεως. ὅτι μὲν οὖν ταῖς καταφάσεσιν ἕπονται αἱ ἀποφάσεις καὶ161

23,3

162

οὐκ ἀντιστρέφουσι, καὶ ὅτι τὰς μὲν καταφάσεις ἀδύνατον συναληθεύειν, τὰς δὲ ἀποφάσεις ἐνδέχεται, δεικτέον. ὑποτίθεμαι οὖν τὸ μὲν Γ καὶ τὸ Β τὰς κατα‐ φάσεις, τὴν μὲν ἁπλῆν τὴν δὲ ἐκ μεταθέσεως, τὰ δὲ λοιπά, τὸ Δ φημὶ καὶ τὸ Α, τὰς ἀποφάσεις. τρισὶ δὲ ὑποθέσεσι χρησάμενος τὰ λοιπὰ δείξω, μιᾷ μέν,
5ὅτι ἀντιφατικῶς ἀντίκειται τὸ Α καὶ τὸ Β καὶ ἔτι τὸ Γ καὶ τὸ Δ, δευτέρᾳ, ὅτι ἀνάγκη παντὶ ἢ τὸ Α ὑπάρχειν ἢ τὸ Β καὶ πάλιν παντὶ ἐξ ἀνάγκης ἢ τὸ Γ ἢ τὸ Δ· τρίτη ὑπόθεσις, ὅτι τῷ Γ ἕπεται τὸ Α καὶ οὐκ ἀντιστρέφει τὸ Γ τῷ Α. εἰ δέ τις ἐνσταίη πρὸς ταύτην τὴν ὑπόθεσιν, λέγω δὲ τὴν τρίτην, πόθεν ὅτι ἕπεται τῷ Γ τὸ Α καὶ οὐκ ἀντιστρέφει, ἴστω, ὅτι, εἰ ληφθείη τις
10ὕλη, ἐξ αὐτῆς τῆς ἐναργείας ὁ ἔλεγχος, ὥσπερ ἐφ’ ὧν ἐθήκαμεν πρότερον ὑποδειγμάτων. τούτων ὑποτεθέντων δείκνυμι ἕτερα τρία, ἓν μέν, ὅτι τῷ Β τὸ Δ ἕπεται καὶ οὐκ ἀντιστρέφει, καὶ ὅτι τὸ Γ καὶ τὸ Β, ἅπερ ὑπόκεινται καταφάσεις, οὐδέποτε ἐπὶ τοῦ αὐτοῦ συναληθεύουσιν, καὶ ὅτι τὸ Α, Δ, τουτέστι τὰς ἀποφάσεις, ἐνδέχεται ἐπὶ τοῦ αὐτοῦ συναληθεύειν. τὰ μὲν οὖν προκεί‐
15μενα ἡμῖν ταῦτα. πρῶτον μὲν οὖν δεικτέον, ὅτι τῷ Β ἕπεται τὸ Δ, τρόπον τοῦτον· ἐπεὶ γὰρ ὑπόκειται, ὅτι τῶν Γ, Δ θάτερον παντὶ ἐξ ἀνάγκης ὑπάρξει διὰ τὸ ἀντιφατικῶς ἀντικεῖσθαι, εἰ μὴ ὑπάρξει τῷ Β τὸ Δ, ἀνάγκη δήπου τὸ Γ ὑπάρχειν. ἀλλ’ εἰ τὸ Γ ὑπάρχει τῷ Β, ὑπόκειται δὲ ἕπεσθαι τῷ Γ τὸ Α, τουτέστιν ᾧ δ’ ἂν ὑπάρχῃ τὸ Γ, τούτῳ καὶ τὸ Α ὑπάρχειν, ὑπάρχει
20δὲ τῷ Β τὸ Γ, καὶ τὸ Α τῷ Β ὑπάρξει. ᾧ ἄρα τὸ Β, τούτῳ καὶ τὸ Α, ὅπερ ἐστὶν ἀδύνατον διὰ τὸ ἀντιφατικῶς ἀντικεῖσθαι. τὸ ἀδύνατον ἠκολού‐ θησε διὰ τὸ ὑποκεῖσθαι τῷ Β ὑπάρχειν τὸ Γ. εἰ οὖν τοῦτο ψεῦδος, ἀληθὲς τὸ τῷ Β ὑπάρχειν τὸ Δ· ὑπόκειται γὰρ ἐξ ἀνάγκης παντὶ ἢ τὸ Γ ἢ τὸ Δ. οὕτως μὲν οὖν δείκνυμι, ὅτι τῷ Β ἕπεται τὸ Δ. ἀκόλουθον μὲν οὖν ἦν
25εὐθὺς δεῖξαι, ὅτι οὐκ ἀντιστρέφει, τουτέστιν οὐχ ᾧ τὸ Δ ὑπάρχει, τούτῳ καὶ τὸ Β. ἀλλ’ ἐπεὶ πρὸς τὴν δεῖξιν τούτου δεόμεθα τοῦ ὅτι τὸ Α, Δ ἐνδέ‐ χεται τῷ αὐτῷ, πρότερον τοῦτο δείξομεν, ὅτι τὸ Α καὶ τὸ Δ ἐνδέχεται τῷ αὐτῷ παρεῖναι. ἐπεὶ γὰρ ὑπόκειται, ὅτι οὐκ ἀντιστρέφει πρὸς τὸ Α τὸ Γ, τουτέστιν οὐκ ἐφ’ ὧν τὸ Α, πάντως καὶ τὸ Γ, ἐὰν ληφθῇ τι τούτων,
30ἐφ’ ὧν τὸ μὲν Α ὑπάρχει τὸ δὲ Γ 〈οὐχ〉 ὑπάρχει, ἐπειδὴ παντὶ ἢ τὸ Γ ἢ τὸ Δ, οὐχ ὑπάρχει δὲ τὸ Γ, ᾧ τὸ Α ὑπάρχει, τὸ Δ ἄρα ὑπάρξει, ᾧ τὸ Α· τὸ ἄρα Α, Δ ἐνδέχεται τῷ αὐτῷ παρεῖναι. ἐπισυναπτέον δ’ εὐθὺς τούτῳ, ὅτι τὸ Γ καὶ τὸ Β οὐκ ἐνδέχεται τῷ αὐτῷ. εἰ γάρ, ᾧ τὸ Β, τούτῳ καὶ τὸ Γ, ἐπεί, ᾧ τὸ Γ, τούτῳ καὶ τὸ Α (ὑπόκειται γὰρ ἕπεσθαι τῷ Γ τὸ Α),
35ᾧ ἄρα τὸ Β, τούτῳ καὶ τὸ Α ἡ ἀντίφασις, ὅπερ ἀδύνατον· οὐδενὶ ἄρα τῷ αὐτῷ τὸ Γ καὶ τὸ Β ὑπάρξει. τούτων δεδειγμένων δεικτέον, ὅτι οὐκ ἀντιστρέφει τὸ Β τῷ Δ· τοῦτο γὰρ λείπεται. λέγω δή, ὅτι οὐκ ἐφ’ ὧν τὸ Δ, πάντως ἐπὶ τούτων καὶ τὸ Β, ἐπειδὴ δέδεικται, ὅτι, ἐφ’ ὧν τὸ Δ, ἐπὶ τούτων ἐνδέχεται καὶ τὸ Α. εἰ γάρ, ἐφ’ ὧν μὲν τὸ Α, ἐπὶ τούτων
40ἐνδέχεται καὶ τὸ Δ, ἐφ’ ὧν δὲ τὸ Δ, ἐπὶ τούτων πάντως καὶ τὸ Β, ἐφ’162

23,3

163

ὧν ἄρα τὸ Α, ἐπὶ τούτων καὶ τὸ Β, ὅπερ ἀδύνατον· ἀντιφατικῶς γὰρ ἀντί‐ κεινται τὸ Α καὶ τὸ Β. Ἐπειδὴ δὲ ἐδείξαμεν, ὅτι ἡ ἀκολούθησις τῶν προτάσεων τῶν ἁπλῶν καὶ τῶν ἐκ μεταθέσεως ἀντιστρόφως ἔχει, λέγω δὴ ὅτι τῇ ἁπλῇ καταφάσει ἡ ἐκ
5μεταθέσεως ἀπόφασις ἕπεται καὶ ἀνάπαλιν τῇ ἐκ μεταθέσεως καταφάσει ἡ ἁπλῆ ἀπόφασις, καὶ ὅτι οὐ καθ’ ἕνα καὶ τὸν αὐτὸν στοῖχον ἢ ταῖς ἁπλαῖς αἱ ἐκ μεταθέσεως ἕπονται ἢ ταῖς ἐκ μεταθέσεως αἱ ἁπλαῖ, ἀπάτην τινὰ ἴσως γενησομένην τισί, δι’ ἧς δόξεις δέχεσθαι κατὰ τὸν αὐτὸν στοῖχον εἶναι μὴ μόνον τῷ Γ τὸ Α ἕπεσθαι ἀλλὰ καὶ τῷ Δ τὸ Β, θήσειν μοι δοκῶ καὶ ἀπε‐
10λέγξαι, ὡς διὰ πάντων τὸν περὶ τῆς ἀκολουθήσεως λόγον ἀληθῆ δείκνυσθαι, καὶ δι’ ὧν αὐτόθεν δέδεικται, καὶ δι’ ὧν οἱ τὸ ἐναντίον κατασκευάζοντες λόγοι ἐλέγχονται. συμβαίνει οὖν ἡ τοιαύτη ἀπάτη, εἰ μὴ καλῶς ληφθείη τὰ ἀντι‐ κείμενα, οἷον εἴ τις νομίσοι, ὅτι ἐνδέχεται τοῦ Α καὶ τοῦ Β μίαν εἶναι ἀπό‐ φασιν τὴν αὐτήν, τὸ Ζ, κοινῶς ἀμφοτέρων καὶ ἰδίᾳ ἑκατέρου. οἷον ἔστω
15τὸ μὲν Β ‘ἔστιν ἀγαθόν‘, τὸ δὲ Α ‘οὐκ ἔστιν ἀγαθόν‘· τούτων ἀμφοτέρων μία ὑποκείσθω ἀπόφασις τὸ Ζ τὸ ‘οὔτε ἔστιν ἀγαθὸν οὔτε οὐκ ἔστιν ἀγαθόν‘. πάλιν τοῦ Γ καὶ τοῦ Δ, λέγω δὴ τοῦ ‘ἔστιν οὐκ ἀγαθόν‘ καὶ ‘οὐκ ἔστιν 〈οὐκ〉 ἀγαθόν‘ ἀπόφασις τὸ Θ τὸ ‘οὔτε ἔστιν οὐκ ἀγαθὸν οὔτε οὐκ ἔστιν οὐκ ἀγαθόν‘. τούτων οὕτως ἐχόντων δειχθήσεται, ὅτι, ὥσπερ τῷ Γ τὸ Α ἕπεται, οὕτω καὶ
20τῷ Δ τὸ Β. ἐπεὶ γὰρ τὸ Ζ ἀποφατικόν ἐστι τοῦ Α, ἐπὶ παντὸς δὲ ἢ τὸ Α ἢ τὸ Ζ, διὰ τὰ αὐτὰ δὲ ἐπὶ παντὸς ἢ τὸ Γ ἢ τὸ Θ, ὑπόκειται δέ, ὅτι, ᾧ τὸ Γ ὑπάρχει, τούτῳ παντὶ ἕπεται τὸ Α, ἀνάγκη πᾶσα καὶ ᾧ τὸ Ζ, τούτῳ παντὶ τὸ Θ ὑπάρχειν. ἐπειδὴ γὰρ ἐπὶ παντὸς ἢ τὸ Θ ἢ τὸ Γ, εἰ μὴ τὸ Θ ὑπάρχει τούτῳ, ᾧ ὑπάρχει τὸ Ζ, τὸ Γ ὑπάρξει· ἀλλ’ εἰ ᾧ τὸ Ζ, τούτῳ καὶ
25τὸ Γ, ᾧ δὲ τὸ Γ, τούτῳ ὑπόκειται τὸ Α, ᾧ ἄρα τὸ Ζ, τούτῳ καὶ τὸ Α ὑπάρξει, ὅπερ ἀδύνατον· ἀντίφασις γὰρ τὸ Α, Ζ. εἰ οὖν, ᾧ τὸ Ζ, τούτῳ τὸ Γ οὐκ ἐνδέχεται, ἀνάγκη δήπου τὸ Θ· ἐπὶ παντὸς γὰρ ἢ τὸ Γ ἢ τὸ Θ. πάλιν ἐπειδὴ τὸ Ζ ἀπόφασίς ἐστι τοῦ Β, παντὶ ἄρα ἢ τὸ Β ἢ τὸ Ζ· διὰ τὰ αὐτὰ καὶ ἐπὶ παντὸς ἢ τὸ Δ ἢ τὸ Θ· δέδεικται δέ, ὅτι, ᾧ τὸ Ζ, τούτῳ καὶ τὸ Θ·
30ᾧ ἄρα τὸ Δ, τούτῳ καὶ τὸ Β. εἰ γάρ, ᾧ τὸ Δ, τούτῳ μὴ ὑπάρχει τὸ Β, ἐπειδὴ ἐπὶ παντὸς ἢ τὸ Β ἢ τὸ Ζ, ᾧ ἄρα τὸ Δ, τούτῳ τὸ Ζ ὑπάρχει· ἀλλ’ ᾧ τὸ Ζ ὑπάρχει, τούτῳ δέδεικται καὶ τὸ Θ ὑπάρχον· ᾧ ἄρα τὸ Δ, τούτῳ καὶ τὸ Θ ἡ ἀντίφασις, ὅπερ ἀδύνατον· οὐκ ἄρα, ᾧ τὸ Δ, τούτῳ τὸ Ζ· λείπε‐ ται ἄρα τὸ Β. εἰ οὖν, ᾧ τὸ Δ, τούτῳ τὸ Β, ὑπόκειται δὲ καὶ ᾧ τὸ Γ,
35τούτῳ καὶ τὸ Α, καθ’ ἕνα ἄρα καὶ τὸν αὐτὸν στοῖχον ἢ ταῖς ἁπλαῖς αἱ ἐκ μεταθέσεως ἕψονται ἢ ταῖς ἐκ μεταθέσεως αἱ ἁπλαῖ· τοὐναντίον δὲ δέδεικται πρότερον. ὁ μὲν οὖν τρόπος τῆς ἀπάτης τοιοῦτος. συνέβη δὲ διὰ τὸ κακῶς εἰλῆφθαι τὸ Ζ ἀπόφασιν εἶναι τοῦ τε Α καὶ τοῦ Β, ὁμοίως τὸ Θ τοῦ τε Γ
καὶ τοῦ Δ· ψεῦδος γάρ, ὅτι ἐπὶ πάντων ἢ τὸ Α ἢ τὸ Ζ καὶ πάλιν ἢ τὸ Β163

23,3

164

ἢ τὸ Ζ. ὁμοίως καὶ ἐπὶ τῶν Γ Δ Θ. τοῦ γὰρ ‘ἔστιν ἀγαθόν‘, ὅπερ ἦν τὸ Α, ἀπόφασίς ἐστι τὸ ‘οὐκ ἔστιν ἀγαθόν‘〈, οὐ μὴν τὸ ‘οὔτε ἀγαθόν ἐστιν οὔτε οὐκ ἔστιν ἀγαθόν‘· ἀδύνατον γάρ ἐστί τι, ὃ οὔτε ἀγαθόν ἐστιν οὔτε οὐκ ἔστιν ἀγαθόν,〉 ἀλλὰ πάντως θάτερον ἀνάγκη. ὁμοίως δὲ οὐδὲ τοῦ Β, ὅπερ
5ἦν τὸ ‘οὐκ ἔστιν ἀγαθόν‘, ἀπόφασις ἦν τὸ Ζ τὸ ‘οὔτε ἀγαθόν ἐστιν οὔτε οὐκ ἔστιν ἀγαθόν‘· περιείληπται γὰρ ἐν τῷ Ζ τὸ Β· τὸ γὰρ ‘οὐκ ἔστιν ἀγαθόν‘ ταὐτόν ἐστι τῷ ‘οὔτε ἀγαθόν ἐστιν‘. ὁμοίως οὐδὲ τὸ Θ ἀπόφασις δειχθήσεται ἢ τοῦ Γ ἢ τοῦ Δ. τούτου δὲ συγκεχωρημένου ἡ ἀπάτη προῄει· ὥστε διὰ τὸ μὴ καλῶς εἰλῆφθαι τὰ ἀντικείμενα, λέγω δὴ τὴν κατάφασιν
10καὶ τὴν ἀπόφασιν τὰς ἀντιφατικῶς ἀντικειμένας, ἡ πλάνη γέγονε. ταῦτα δὲ καθόλου παρεθέμην πρὸς ἔνδειξιν τοῦ δεῖν ἀκριβῶς τὰς ἀντιθέσεις καὶ ἀντι‐ φάσεις λαμβάνειν, ἐπεὶ δόξει τοῖς μὴ μετ’ ἐπιστάσεως λαμβάνουσιν ἄλλως τινὰ ἔχειν δύνασθαι τῶν ἀποδεδειγμένων.
Τέλος τῶν Προτέρων ἀναλυτικῶν.164