TLG 2001 041 :: THEMISTIUS :: (Sophoniae) in parva naturalia commentarium

THEMISTIUS Phil. Rhet.
(Constantinopolitanus: A.D. 4)

(Sophoniae) in parva naturalia commentarium

Source: Wendland, P. (ed.), Themistii (Sophoniae) in parva naturalia commentarium [Commentaria in Aristotelem Graeca 5.6] Berlin: Reimer, 1903: 1–44.

Citation: Volume — page — (line)

5,6

t1-16

ΠΑΡΑΦΡΑΣΙΣ ΕΙΣ ΤΟ ΠΕΡΙ ΜΝΗΜΗΣ ΚΑΙ ΑΝΑΜΝΗΣΕΩΣ ΚΑΙ ΕΙΣ ΤΑ ΤΟΥΤΟΙΣ ΕΠΟΜΕΝΑ ΒΙΒΛΙΑ ΑΡΙΣΤΟΤΕΛΟΥΣ, ΤΟΥ ΣΟΦΩΤΑΤΟΥ ΚΥΡΙΟΥ ΣΟΦΟΝΙΟΥ

5,6

1

(4)

Περὶ δὲ μνήμης καὶ τοῦ μνημονεύειν λεκτέον τί ἐστι καὶ διὰ τίνα
5αἰτίαν γίνεται καὶ τίνι τῶν τῆς ψυχῆς μορίων συμβαίνει τοῦτο τὸ πάθος καὶ τὸ ἀναμιμνῄσκεσθαι· οὐ γὰρ οἱ αὐτοί εἰσι μνημονικοὶ καὶ ἀναμνηστικοί, ἀλλ’ ὡς ἐπὶ τὸ πολὺ μνημονικώτεροι μὲν οἱ βραδεῖς, ἀναμνηστικώτεροι δὲ οἱ ταχεῖς καὶ εὐμαθεῖς. ἐπεὶ δὲ σαφέστερα τῶν ἐνεργειῶν τὰ ἐφ’ ἃ αἱ ἐνέργειαι, ὥσπερ ἐν τοῖς Περὶ αἰσθητῶν καὶ αἰσθήσεως ἐκ τῶν ὑποκει‐
10μένων τὸν λόγον ὡς μᾶλλον ἐναργῶν ἐποιούμεθα πρότερον, οὕτω δὴ κἀνταῦθα πρῶτον μὲν σκεπτέον, ποῖά εἰσι μνημονευτά· πολλάκις γὰρ ἐξαπατᾷ τοῦτο. οὔτε γὰρ τὸ μέλλον ἐνδέχεται μνημονεύειν (ἀλλ’ ἔστι δοξαστὸν καὶ ἐλπιστόν· εἴη δ’ ἂν καὶ ἐπιστήμη τις ἐλπιστική, καθάπερ τινές φασι τὴν μαντικήν), οὔτε τὸ ἐνεστώς, ἀλλ’ ἔστιν αἴσθησις τοῦ παρόντος·
15ταύτῃ γὰρ οὔτε τὸ μέλλον οὔτε τὸ γενόμενον γνωρίζομεν, ἀλλὰ τὸ παρὸν μόνον. λείπεται δὴ τὸ παρεληλυθὸς μνημονεύειν, καὶ ἔστιν ἡ μνήμη τοῦ γενομένου· τὸ δὲ παρὸν ὅτε πάρεστιν, οἷον τοδὶ τὸ λευκὸν ὅτε ὁρᾷ, οὐδεὶς ἂν φαίη μνημονεύειν, οὐδὲ τὸ θεωρούμενον καὶ νοητὸν ὁ θεωρῶν ἄρτι πρώτως καὶ νοῶν μέμνηται, ἀλλὰ τὸ μὲν αἰσθάνεσθαί φασι, τὸ δὲ
20μανθάνειν καὶ εἰς ἐπιστήμην ἄγεσθαι. ὅταν δ’ ἄνευ τῶν ἔργων ἔχῃ τὴν ἐπιστήμην καὶ τὴν αἴσθησιν (ἔργα δὲ λέγω οἷον τοδὶ τὸ ζῷον ἢ τοδὶ τὸ λευκὸν καὶ τὸ ἐν τῷδε τῷ βιβλίῳ τρίγωνον), προσεννοῇ δὲ καὶ χρόνον, τότ’
ἂν ἁπλῶς μεμνῆσθαι λέγοιτο. οὕτω μέμνηται τὰς τοῦ τριγώνου γωνίας1

5,6

2

ὅτι δυσὶν ὀρθαῖς ἴσαι, καὶ τὸν Σωκράτην ὅτι λευκός, τὸ μὲν ὅτι ἔμαθέ ποτε παρὰ τοῦδε ἐν τῷδε ἢ ἐθεώρησε, τὸ δὲ ὅτι ἤκουσεν ἢ εἶδεν ἤ τι τοιοῦτον. ἀεὶ γὰρ ὅταν ἐνεργῇ ἡ ψυχὴ κατὰ τὸ μνημονεύειν (τὸ δέ ἐστι θεωρεῖν τοὺς τύπους τῶν ἐν αὐτῇ πραγμάτων μὴ καθ’ ἑαυτοὺς ἀλλ’ ὡς εἰκόνας ἑτέρων),
5συναισθάνεται χρόνου· οὕτω γὰρ λέγει, ὅτι πρότερον τοῦτο ᾔσθετο ἢ ἐνόησεν. ἔστι μὲν οὖν ἡ μνήμη οὔτ’ αἴσθησις οὔτε φαντασία οὔτε τις ἑτέρα νόησις, ἀλλὰ τούτων τινὸς ἕξις ἢ πάθος, ὅταν προσλαμβάνηται χρόνος, καθ’ ὃν τὸ ἐγκατάλειμμα γέγονε καὶ ἀφ’ οὗ· τοῦ δὲ νῦν ἐνεργοῦντος ἡ ἐν τῷ νῦν ἐνέργεια οὔκ ἐστι μνήμη, καθάπερ εἴρηται· ἔστι γὰρ τοῦ μὲν παρόντος
10αἴσθησις, τοῦ δὲ μέλλοντος ἐλπίς, τοῦ δὲ γενομένου μνήμη, διὸ μετὰ χρόνου πᾶσα μνήμη· ὅθεν ὅσα χρόνου αἰσθάνεται, ταῦτα μόνα τῶν ζῴων καὶ μνημονεύει καὶ μορίῳ ψυχῆς οὐκ ἄλλῳ ἢ ᾧ αἰσθάνεται. ὁ γὰρ πε‐ πτωκὼς πέρυσιν εἰς τόνδε τὸν βόθρον ὄνος, σήμερον δὲ ἰδὼν καὶ ἀναχωρήσας μέμνηται ὅτι πρῶτον πέπτωκε, διαφέρει μέντοι· ὁ μὲν γὰρ
15ἄνθρωπος πρὸς τῷ συναισθάνεσθαι, πότε εἶδεν ἢ ἤκουσεν, οἶδε καὶ τὴν διαφορὰν πρὸς τὸν παρεληλυθότα τοῦ μέλλοντος, τὰ δ’ ἄλογα τοῦτο μόνον ὅτι νῦν πίπτει ἢ πάλαι πέπτωκε, καὶ ὁ μὲν ἑαυτοῦ συναισθάνεται μνημονεύοντος, τὰ δὲ οὔ· ἔτι τῶν ἀλόγων τὰ μὲν τὴν φαντασίαν καθαρώτερα καὶ μνημονικώτερα ὡς μέλισσα καὶ περιστερὰ καὶ τὰ ὅμοια,
20τὰ δὲ συγκεχυμένην ἔχοντα ὡς μυῖαι καὶ σκώληκες ἀμνήμονα. Ἀπορήσειε δ’ ἄν τις· εἰ δὴ τούτῳ μνημονεύομεν ᾧ καὶ αἰσθανόμεθα, οὐκ ἂν εἴη μνήμη τῶν νοητῶν· εἰ δὲ ἔστι (μνημονεύομεν γὰρ τῶν θεωρημάτων, καὶ τούτων μάλιστα τοῖς καθολικωτέροις ὁ νοῦς ἐνδιατρίβει), λείπεται μὴ μόνης τῆς αἰσθητικῆς ψυχῆς τὸ μεμνῆσθαι λέγειν, ἀλλὰ καὶ
25τῆς λογικῆς. ἢ τῶν μὲν αἰσθητῶν μνήμη καθ’ αὑτὸ ὥσπερ καὶ φαντασία, τῶν δὲ νοητῶν κατὰ συμβεβηκός· ὁ γὰρ νοῦς συμπλέκεται τῇ φαντασίᾳ κἀκ τῶν ἐν αὐτῇ παρὰ τῆς ἐνεργείᾳ αἰσθήσεως γεγραμμένων τύπων ἀποσυλᾷ τὰ καθόλου, καὶ ὥσπερ ἄνευ τῆς ἐνεργείᾳ αἰσθήσεως οὐκ ἔστι φαντασία, οὕτως οὐδὲ ταύτης χωρὶς λῆψις τοῦ καθόλου. εἰ δὲ τοῦτο, δῆλον ὅτι,
30καθάπερ ἡ αἴσθησις καθ’ αὑτὸ μὲν ὁρᾷ τὸν ἐν Ἀθήναις γεγραμμένον ἐλέφαντα, κατὰ συμβεβηκὸς δὲ τὸν ἐν Ἰνδίᾳ νεμόμενον, ἢ ὥσπερ τόνδε τὸν Σωκράτην ὁρῶντες τὸν κοινὸν προσεννοοῦμεν καὶ εἰδικὸν ἄνθρωπον, οὕτω
καὶ ἡ μνήμη καθ’ αὑτὴν μὲν ἐνεργεῖ περὶ τοὺς ἐν τῇ φαντασίᾳ τύπους καὶ2

5,6

3

τὰ ἐγκαταλείμματα, κατὰ συμβεβηκὸς δὲ περὶ τὰ καθόλου· ὥστε ἔστι καθ’ αὑτὸ μὲν ἡ μνήμη τοῦ πρώτου αἰσθητικοῦ, οὗ καὶ ἡ φαντασία, τοῦ δὲ νοουμένου κατὰ συμβεβηκός. συμβαίνει γὰρ τὸ αὐτὸ πάθος ἐν τῷ νοεῖν, ὅπερ καὶ ἐν τῷ διαγράφειν· ἐκεῖ τε γὰρ οὐδὲν προσχρώμενοι τῷ τὸ ποσὸν
5ὡρισμένον εἶναι τοῦ τριγώνου ὅμως γράφομεν ὡρισμένον κατὰ τὸ ποσόν (ἐν γὰρ τῇ ἀποδείξει, ὅτι τοῦ τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι, μὴ χρῄζοντες πρὸς τὴν ἀπόδειξιν ὡρισμένου ποσοῦ—κἂν γὰρ δακτυλιαία ἑκάστη τῶν πλευρῶν ἢ καὶ σπιθαμιαία ὑποτεθείη κἂν ἥτις οὖν, δειχθήσον‐ ται δυσὶν ὀρθαῖς ἴσαι—ὅμως διαγράφομεν ὡρισμένον τρίγωνον· ὃ γὰρ ἂν
10γραφῇ, ἢ ἰσόπλευρον ἀνάγκη εἶναι ἢ τοιοῦτόν τι, πᾶν δὲ τὸ γεγραμμένον εὐθύγραμμον ὥρισται), καὶ ὁ νοῶν ὡσαύτως, κἂν μὴ ποσὸν νοῇ, ἀλλ’ ἄλλην τινὰ κατηγορίαν, μετὰ ποσοῦ μέντοι νοεῖ· κἂν γὰρ θερμὸν κἂν ὀσμὴν ἢ λευκὸν κἂν ἄλλο τι τῶν ἀμερῶν νοῇ, ὅμως τίθεται πρὸ ὀμμάτων ποσόν· ἢ γὰρ ἐπιφάνειαν λευκὴν ἢ σῶμα θερμόν. ἀλλὰ κἄν ποτε πρὸς τὸν πρῶτον
15καὶ πολυτίμητον ἐπιστρέψῃ νοῦν, εὐθὺς ὄγκους καὶ διαστάσεις τινὰς κἀκεῖ φαντάζεται, καὶ ἀληθές, ὅ φησιν ὁ Πλάτων περὶ τῆς φαντασίας, ὡς ταῖς τοῦ νοῦ συνημμένη νοήσεσιν οὐκ ἐᾷ καθαρὰς ποιεῖσθαι. τάχα μέντοι εἰ καὶ μετὰ ποσότητος νοεῖ τὰ ἄποσα καὶ ἀσώματα, ἀλλ’ οὐχ ᾗ ποσά, ἀλλ’ ᾗ τὸ μὲν λευκὸν διακριτικὸν ὄψεως, τὸ δὲ μέλαν συγκριτικόν (κἂν τὸ
20νοούμενον δὲ τῆς φύσεως τῶν ποσῶν ᾖ, ὡς τρίγωνον ἢ τετράγωνον, ἀόριστον μέντοι κἀκεῖνο καὶ οὐ τοσόνδε κατὰ μέγεθος, λήψεται σπιθαμιαῖον τυχὸν ἢ πηχυαῖον), οὐδ’ ὅτι σκαληνὸν ἢ ἰσόπλευρον, ἀλλ’ ἁπλῶς τρίγωνον. καὶ ἀδιάστατον μὲν τὸ εἶδος καὶ ὁ ἐν τῷ καθόλου τοῦ τριγώνου λόγος, διίσταται δὲ ὁ ἐν τῇ φαντασίᾳ τύπος τρόπον τινὰ καὶ κατὰ μέγεθος
25ὥρισται· ὅσον γὰρ ἦν ἔξω κείμενον, τοσοῦτον ἔνδον φαντάζεται. οὐδὲν οὖν ἄρα νοοῦμεν ἄνευ φαντάσματος, ἀλλὰ σύνεστιν ἀεὶ τῇ νοήσει ἡ φαντασία ἢ συνεργοῦσα ἢ ἐμποδίζουσα, συνεργοῦσα μὲν ὡς ἐπὶ τῶν μαθημάτων (οἷον γὰρ ἀβάκιον ἐπὶ τούτων τῷ νοῒ χρηματίζει), ἐμποδίζει δὲ πρὸς τὴν θεωρίαν τῶν νοητῶν καὶ θείων σχήματα καὶ μεγέθη καὶ χρώματα
30παρεισάγουσα, καὶ αὕτη ἡ αἰτία τοῦ μὴ ἐνδέχεσθαι νοεῖν ἄνευ συνεχοῦς τὰ ἀίδια μηδ’ ἄνευ χρόνου τὰ μὴ ἐν χρόνῳ ὄντα.
Εἰ δὴ πάντα, ἀφ’ ὧν ὁ νοῦς τὸ καθόλου συλᾷ, φανταστά, ἡ δὲ3

5,6

4

φαντασία καὶ ἡ μνήμη τῷ ὑποκειμένῳ ταὐτό (πάθη γὰρ ἄμφω τῆς κοινῆς αἰσθήσεως), ἅμα δῆλον ὡς τῶν νοητῶν μνήμη καὶ φαντασία κατὰ συμβεβηκός, καὶ ὅτι τῷ πρώτῳ αἰσθητικῷ τούτων ἡ γνῶσις καὶ χρόνου δήπουθεν καὶ κινήσεως. διὸ καὶ ἑτέροις τισὶν ὑπάρχει τῶν ζῴων καὶ
5οὐ μόνον ἀνθρώποις καὶ τοῖς ἔχουσι δόξαν καὶ φρόνησιν. εἰ δὲ καὶ τῶν νοητικῶν τινος μορίων ἦν καὶ τῆς λογικῆς ψυχῆς, οὐκ ἂν ὑπῆρχε πολλοῖς τῶν ζῴων, ἴσως δὲ οὐδενὶ τῶν ἀλόγων διὰ τὸ μηδὲ νῦν πᾶσι τῷ μὴ πάντα χρόνου αἴσθησιν ἔχειν. ἀεὶ γὰρ ὅταν ἐνεργῇ τῇ μνήμῃ, καθάπερ καὶ πρό‐ τερον εἴπομεν, προσαισθάνεται ὅτι πρότερον τοῦτο ἢ εἶδεν ἢ ἤκουσεν ἢ
10ἔμαθεν ἢ ἔπαθε, τὸ δὲ πρότερον καὶ ὕστερον ἐν χρόνῳ ἐστί. τίνος μὲν οὖν ἐστι τῶν τῆς ψυχῆς μνήμη φανερόν, ὅτι οὗπερ καὶ ἡ φαντασία, καὶ ἔστι μνημονευτὰ μὲν καθ’ αὑτὰ ὧν ἐστι φαντασία, κατὰ συμβεβηκὸς δὲ ὅσα μὴ ἄνευ φαντασίας. Ἀπορήσειε δ’ ἄν τις, πῶς ποτε τοῦ μὲν πάθους μόνου παρόντος ἐν
15τῇ φαντασίᾳ καὶ τοῦ ἐγκαταλείμματος, τοῦ δὲ πράγματος ἀπόντος μνημονεύει τὸ μὴ παρόν· τοῦ γὰρ πράγματος ἡ μνήμη, οὐ τοῦ τύπου. ὡς ἂν δὲ καὶ λύσεως τύχοιμεν εὐπετέστερον καὶ σαφῆ τά τε εἰρημένα καὶ τὰ ἑξῆς γένοιτο, μικρόν τι τῶν κατὰ τὴν φαντασίαν ἄνωθεν διαρθρώσωμεν πρότε‐ ρον. εἴρηται μὲν γὰρ περὶ ταύτης κἀν τοῖς Περὶ ψυχῆς, οὐδὲν δ’ ἧττον
20καὶ νῦν πρὸς τὴν χρείαν δεῖ νοεῖν ἐγγίνεσθαι ἡμῖν ἀπὸ τῶν ἐνεργειῶν τῶν περὶ τὰ αἰσθητὰ οἷον τύπον τινὰ καὶ ἀναζωγράφημα ἐν τῷ πρώτῳ αἰσθητικῷ (τὸ δέ ἐστιν ἡ καρδία), καθάπερ οἱ σφραγιζόμενοι τοῖς δακτυλίοις. τὸ γοῦν τοιοῦτον ἐγκατάλειμμα, ὅπερ ὑπομένει καὶ μὴ τοῦ αἰσθητοῦ παρόντος, φαντασίαν καλοῦσι, διὸ καὶ οὕτως ταύτην ὁρίζονται τύπον ἐν ἡγεμονικῷ.
25μήποτε δὲ οὐχ ὁ τύπος αὐτός ἐστι φαντασία, ἀλλ’ ἡ περὶ τὸν τύπον τῆς φανταστικῆς δυνάμεως ἐνέργεια. ἦμεν γὰρ ἂν ἐν φαντασίᾳ καὶ μὴ ἐνερ‐ γοῦντες περὶ αὐτόν, ἔχοντες αὐτόν, καὶ ἅμα ἂν ἐν πλείοσι φαντασίαις καὶ τοσαύταις ὅσων καὶ τὸν τύπον σῴζομεν. ἔτι ἤτοι τὴν ἐγγινομένην νῦν καὶ τυπουμένην εἰκόνα φαντασίαν λέγουσιν ἢ τὴν γεγονυῖαν ἤδη καὶ οὖσαν.
30ἀλλ’ εἰ μὲν τὴν ἐγγινομένην, τὴν αἴσθησιν ἂν λέγοιεν τὴν κατ’ ἐνέργειαν, εἰ δὲ τὴν γεγονυῖαν καὶ σῳζομένην, τὴν μνήμην. ἀλλ’ ὡς ἐπὶ τῆς
αἰσθήσεως (τὸ μὲν γάρ τι ἐκεῖ αἰσθητόν, τὸ δὲ δύναμις αἰσθητική, καὶ4

5,6

5

τρίτον αἴσθησις, ἡ περὶ τὸ αἰσθητὸν ἐνέργεια τῆς δυνάμεως· καὶ ἐπὶ τῆς νοήσεως δὲ τὸ μὲν νοητόν, τὸ δὲ νοῦς, τὸ δὲ νόησις), οὕτως ἔχειν καὶ περὶ τὴν φαντασίαν ὑποληπτέον· τὸ μέν τι εἶναι φανταστικόν, τὸ δὲ φανταστόν, τὸ δὲ φαντασίαν, καὶ ὥσπερ ἡ διὰ τοῦ αἰσθητικοῦ παρόντος τοῦ
5αἰσθητοῦ γινομένη ἐνέργεια αἴσθησίς ἐστιν, οὕτως ἡ μὴ παρόντος ἐν τῷ τύπῳ καὶ τῷ ἐγκαταλείμματι φαντασία. χρὴ δὲ κοινότερον τοῦ τύπου ἐπὶ τῆς φαντασίας ἀκούειν· κυρίως γὰρ ὁ κατ’ εἰσοχήν τε καὶ ἐξοχὴν ἢ τὸ τοῦ τυποῦντος ἐν τῷ τυπουμένῳ σχῆμα γινόμενον, ὡς ὁρῶμεν τὰ ἐπὶ τῶν σφραγίδων ἔχοντα. οὐχ οὕτω δὲ τὰ τῶν αἰσθητῶν ἐγκαταλείμματα ἡμῖν
10ἐγγίνονται· οὐδὲ γὰρ τὴν ἀρχὴν κατὰ σχῆμά τι γέγονεν ἡ τῶν αἰσθητῶν ἀντίληψις· ποῖον γὰρ σχῆμα τὸ λευκὸν ἢ χρῶμα ὅλως ἢ ὀσμή; καταχρη‐ στικώτερον οὖν τὸν τύπον ἐνταῦθα φέρομεν τῇ ἀπορίᾳ τοῦ κυριωτέρου. τί μὲν οὖν ἐστι φαντασία εἴρηται, μνήμη δέ ἐστιν ἡ ταύτης μονὴ καὶ σωτηρία. τούτων οὕτως ὑποκειμένων, ἐπειδήπερ ἐν τῷ πρώτῳ αἰσθητηρίῳ τοὺς τύπους
15τῶν πραγμάτων ἐνσημαινόμεθα, ὥσπερ εἴρηται, τοῦτο δὲ τοῖς μὲν ὑγρότερον, τοῖς δὲ σκληρότερον καὶ τοῖς μὲν ἐν κινήσει, τοῖς δ’ οὔ, ἀνάγκη καὶ τοὺς τύπους τοῖς μὲν ἐγγράφεσθαι, τοῖς δὲ οὔ, καὶ τοῖς μὲν ἐπὶ πολὺ μένειν, τοῖς δὲ ἐν βραχεῖ· ὅθεν τῶν ἄνθρωπον οἱ μὲν μᾶλλον, οἱ δὲ ἧττον μνημονεύουσιν, οἱ δὲ ἐλάχιστον. καὶ ἐν κινήσει μὲν τοῖς τε πάμπαν
20νέοις καὶ τοῖς ἄγαν πρεσβυτέροις (τοῖς μὲν γὰρ αὔξει, τοῖς δὲ φθίνει, κινεῖται δέ τισι καὶ διὰ νόσον), οὐ κινεῖται δὲ τοῖς μέσως καθ’ ἡλικίαν καὶ κρᾶσιν ἔχουσιν. ὥσπερ οὖν ἐν ὕδατι ῥέοντι οὐκ ἂν ἡ ἐν τῷ δακτυλίῳ ἐνσημανθείη σφραγίς, οὕτως οὔθ’ οἷς τὸ αἰσθητήριον δι’ ἡλικίαν ἢ νόσον [ὂν] ἐν κινήσει, μνήμη γίνεται, οὔτ’ αὖ οἷς σκληρότερον, ὥσπερ οὐδὲ ἐν
25λίθῳ. διόπερ οἵ τε σφόδρα νέοι καὶ οἱ γέροντες ἀμνήμονές εἰσι· ῥέουσι γὰρ οἱ μὲν κατὰ τὴν αὔξησιν, οἱ δὲ διὰ τὴν φθίσιν. ἔοικε γὰρ ἐν τοῖς γέρουσιν ἡ καρδία, τὸ πρῶτον αἰσθητικόν, τοῖς παλαιοῖς τῶν οἰκοδομημάτων· ὥσπερ γὰρ θρύπτεται ψυχομένη καὶ τοὺς ἐν αὐτῇ τῶν πραγμάτων ἀπαλείφει τύπους, ὡς ἐκεῖνα τὴν ἀληλιμμένην τίτανον καὶ τὰ ἐν αὐτοῖς
30γεγραμμένα ζῷα. ὁμοίως δὲ καὶ οἱ λίαν ταχεῖς καὶ βραδεῖς οὐδέτεροι φαίνονται μνήμονες· οἱ μὲν γὰρ ὑγρότεροι τοῦ δέοντος, οἱ δὲ σκληρότεροι, καὶ τοῖς μὲν οὐ μένει τὸ φάντασμα ἐν τῇ ψυχῇ, τῶν δὲ οὐχ ἅπτεται.
τοσαῦτα ἔξωθεν εἰς σαφήνειαν προσλαβόμενοι πάλιν τὴν κατ’ ἀρχὰς ἀπορίαν5

5,6

6

ἐκτίθεμεν· ἑτοιμότεροι γὰρ πρὸς τὴν λύσιν νῦν μᾶλλον ἢ πρότερον. εἰ δὴ τοιοῦτόν ἐστι τὸ συμβαῖνον περὶ τὴν μνήμην, πότερον τοῦτο μνημονεύει τὸ πάθος ἡ ψυχὴ ἢ ἐκεῖνο ἀφ’ οὗ ἐγένετο; εἰ μὲν γὰρ τοῦτο, τῶν ἀπόντων οὐδὲν ἂν μνημονεύοιμεν· εἰ δ’ ἐκεῖνο, πῶς αἰσθανόμενοι τοῦτο μνημονεύομεν
5οὗπερ μὴ αἰσθανόμεθα; ἔτι εἴτ’ ἔστιν ὅμοιον ὥσπερ τύπος ἢ γραφὴ ἐν ἡμῖν ἡ τούτου αὐτοῦ αἴσθησις εἴτε ἀνόμοιον, διὰ τί ἂν εἴη μνήμη ἑτέρου ἀλλ’ οὐκ αὐτοῦ τούτου; ὁ γὰρ ἐνεργῶν τῇ μνήμῃ θεωρεῖ τὸ πάθος τοῦτο καὶ αἰσθάνεται τούτου. πῶς οὖν τὸ μὴ παρὸν μνημονεύει; εἴη γὰρ ἂν καὶ ὁρᾶν τὸ μὴ παρὸν καὶ ἀκούειν. ἢ ἔστιν ὡς ἐνδέχεται καὶ συμβαίνει
10τοῦτο; οἷον γὰρ τὸ ἐν πίνακι γεγραμμένον ζῷον καὶ ζῷόν ἐστι καὶ εἰκών, καὶ τῷ ὑποκειμένῳ ἕν, τῷ δὲ λόγῳ διάφορον, οὕτω κἀνταῦθα. καὶ ὥσπερ ἐκεῖ, ὅταν μὲν ὡς καθ’ αὑτὸ τὸ ζῷον ὁρᾷ τὸ ἐν πίνακι τὴν τέχνην θαυμάζων ἢ κακίζων μόνον, μὴ προσεννοούμενος ὅτι μίμημά ἐστιν ἄλλου, ζῷον ἁπλῶς λέγεται, ὅταν δὲ πρὸς τῷ ὁρᾶν ἀναφέρῃ καὶ προσλογίζηται ὅτι
15μίμημά ἐστι τοῦδε τοῦ ἀληθοῦς ζῴου, εἰκὼν λέγεται, οὕτω καὶ τὸ ἐν ἡμῖν φάντασμα δεῖ ὑπολαβεῖν καὶ αὐτό τι καθ’ αὑτὸ εἶναι καὶ ἄλλου ἐγκατά‐ λειμμα. ᾗ μὲν οὖν καθ’ αὑτό, θεώρημα ἢ φάντασμά ἐστιν, ᾗ δὲ ἄλλου οἷον εἰκών, μνημόνευμα. ὅταν μὲν γὰρ ἐνεργῇ περὶ τὸν ἐν τῇ καρδίᾳ τύπον ἡ κοινὴ αἴσθησις ᾗ αὐτόν, θεώρημα τοῦτο, ὡς εἴρηται, ἢ φάντασμα
20λέγεται· ὅταν δὲ ἐνεργοῦσα προσαισθάνηται καὶ ὅτι ἄλλου ἐστίν, ἤδη τοῦτο εἰκὼν καὶ μνημόνευμα, καὶ ἡ τοιαύτη τῆς ψυχῆς ἐνέργεια μνήμη. διὰ τοῦτο ἐνίοτε ὃ διὰ μνήμης ἔχομεν, οὐκ ἴσμεν εἰ κατὰ τὸ αἰσθέσθαι συνέβη· πολλάκις γὰρ τῶν ψυχικῶν ἐξαπλουμένων νοημάτων φανταζόμεθά τινα, ὧν οὐκ ἴσμεν τὸν χρόνον ἢ τὸν τόπον ἢ παρ’ οὗ προσελάβομεν, καὶ
25ἀμφισβητοῦμεν, πότερον αὐτοὶ τοῦ νοήματος εὑρεταὶ ἢ μαθηταί, καὶ πότε‐ ρον φαντασία ἁπλῶς τοῦτο ἢ μνήμη. οἷον ἤκουσά ποτε λόγον παρά του, μετὰ δὲ ἐννοοῦμαι τὸν λόγον, οὐκ ἐνθυμοῦμαι δὲ ἀφ’ οὗπερ ἤκουσα· ἀπορῶν οὖν λέγω, ἆρα πατὴρ τοῦ λόγου νῦν αὐτός εἰμι, ἢ πόθεν ἔχω τοῦτον; καὶ ταλαντεύομαι. ὅταν οὖν ἐνθυμηθῶ ἄλλοθέν με τὸν λόγον
30ἔχειν, μνήμη τότε γίνεται, νόημα δὲ πρότερον. γίνεται δὲ καὶ τοὐναντίον
ἐνίοτε, οἷον συνέβη Ἀντιφέροντι τῷ Ὠρείτῃ καὶ ἄλλοις ἐξισταμένοις· τὰ6

5,6

7

γὰρ φαντάσματα ἔλεγον ὡς γενόμενα καὶ ὡς μνημονεύοντες· πάλιν οὖν ἕτεροι τὰ αἰσθήματα ὡς φαντάσματα, καὶ ἄλλοι τὸ ἔμπαλιν. τοῦτο δὲ γί‐ νεται, ὅταν τις τὴν μὴ εἰκόνα ὡς εἰκόνα θεωρῇ ἢ τὴν εἰκόνα ὡς μὴ εἰκόνα. αἱ δὲ μελέται τὴν μνήμην σῴζουσι τῷ ἐπαναμιμνῄσκειν, τοῦτο δέ
5ἐστιν οὐδὲν ἕτερον ἢ τὸ θεωρεῖν πολλάκις ὡς εἰκόνα καὶ μὴ καθ’ αὑτό. τί μὲν οὖν ἐστι μνήμη καὶ τὸ μνημονεύειν, εἴρηται, ὅτι φαντάσματος ἕξις, ὄντος τοῦ τοιούτου φαντάσματος πράγματός τινος χρονισθέντος μετὰ τὴν γένεσιν, καὶ τίνος μορίου τῶν ἐν ἡμῖν, ὅτι τοῦ πρώτου αἰσθητικοῦ καὶ ᾧ χρόνου αἰσθανόμεθα.
10 Περὶ δὲ τοῦ ἀναμιμνῄσκεσθαι λοιπὸν εἰπεῖν. πρῶτον μὲν οὖν ὅσα ἐν τοῖς ἐπιχειρηματικοῖς λόγοις καὶ προβληματικοῖς ἡμῖν ἀποδέδεικται, δεῖ τιθέναι ὡς ἀληθῆ καὶ ὑπάρχοντα, ταῦτα δέ ἐστι τὸ μήτε μνήμης ἀνάληψιν τὴν ἀνάμνησιν μήτε λῆψιν εἶναι· οὔτε γὰρ ἀναμιμνῄσκεσθαι λέγομεν τὸν νῦν πρώτως μανθάνοντα καὶ λαμβάνοντα, ὃ οὐδέποτε ἔλαβεν ἢ μεμάθηκεν,
15ἀλλὰ μᾶλλον μανθάνειν, οὔτ’ αὖ τὸν μαθόντα, σῴζοντα δὲ τὴν μνήμην λήθης μηδαμῶς μεσολαβησάσης, ἀλλὰ τὸν πρότερον μὲν ἔχοντα σῷον ἅπαν, ὕστερον δὲ τὸ μὲν ἀποβαλόντα τὸ δὲ σῴζοντα, ἐκ δὲ τοῦ σῳζομένου τὸ λοιπὸν ἀναλαμβάνοντα. ἔχει γὰρ ὧδε ὅταν ὁ τύπος ὅλος καὶ τὸ ἀναζω‐ γράφημα τὸ ἐν τῷ πρώτῳ αἰσθητηρίῳ ἀπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως
20ἐγγινόμενον ὑπομένῃ καὶ σῴζηται τρανές τι καὶ φαιδρὸν καὶ καθαρὸν οὕτως, ὥστε ὅλον αὐτὸ δύνασθαι τὴν ψυχὴν κινεῖν καὶ ὅλον ὑπ’ αὐτῆς ὁρᾶσθαι καὶ προβάλλεσθαι ὡς εἰκώ τινος, ἡ μνήμη τοῦτο, περὶ ἧς εἴρηται· ὅταν δὲ μέρος μέν τι τοῦ ὅλου μένῃ, μέρος δέ τι ἠφάνισται ἢ χρόνῳ ἢ ἑτέρῳ συμπτώματι, ὥστε μήτ’ αὐτὸ τὴν ψυχὴν κινεῖν μήτ’ ἐκείνην ὑπ’
25αὐτοῦ κινεῖσθαι, καὶ ἐκ τοῦ ὑπολελειμμένου μέρους τρανοῦς ὄντος καὶ καθαροῦ κινηθῇ κινήσεις τὸ συνεχὲς τῷ καθαρῷ (τοῦτο δὲ ἦν τὸ ἀμυδρὸν καὶ ὅλως ἐζοφωμένον) καὶ οἷον ἀναλυθῇ καὶ εὑρεθῇ τῇ ψυχῇ, τοῦτο ἀνάμνησις, οἱονεὶ ἀναζωγράφημα τῆς προτέρας μνήμης, οὐ πάσης (τοῦτο γὰρ μάθησις), ἀλλὰ τοῦ μέρους. ὅταν δὲ ὅλον ἀναλάβωμεν δηλονότι
30ἀπολέσαντες, μάθησις· δὶς γὰρ μαθεῖν καὶ εὑρεῖν τὸ αὐτὸ ἐνδέχεται. οἷον
ἐκ τῆς κατ’ ἐνέργειαν ἀκοῆς ἢ ὁράσεως γέγονεν ἐν τῇ ψυχῇ τύπος τοῦ7

5,6

8

„μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλλῆοσ“. εἰ μὲν οὖν ὁ τύπος οὗτος μένει ἅπας ἰσχυρός τε καὶ καθαρός, ὡς ἀνεμποδίστως ὅλον ἡμᾶς αὐτὸν δύνασθαι ἀπαγγέλλειν καὶ ὅλον προβάλλεσθαι, τοῦτο μνήμη· εἰ δὲ τὸ μὲν „μῆνιν ἄειδε θεὰ“ ἐμμένει, τὸ δὲ ἑξῆς ὑπὸ χρόνου καὶ λήθης ἐκλείπει, εἶτα ἐκ τοῦ
5μένοντος ἡ ψυχὴ κινηθεῖσα ὑπό τινων τύπων ὁμοίων ἢ ἀνομοίων εὑρήσει καὶ τὸ λεῖπον, ἀνάμνησις τοῦτο. καὶ δῆλον ἐκ τούτων, ὡς τῶν ἁπλῶν ὀνομάτων ἀνάμνησις οὐκ ἔστιν, ἀλλ’ ἢ μνήμη ἢ μάθησις, εἰ μὴ πολλάκις καὶ ἐν ἐκείνοις μενούσης τῆς πρώτης συλλαβῆς προσεξευρίσκομεν τὰς λοιπάς. ἕπεται δὲ τῇ ἀναμνήσει ἐξ ἀνάγκης ἡ μνήμη· ὁ γὰρ ἀναμνησθεὶς τρόπον
10τινὰ ἐμνήσθη· μέρους γάρ τινος τῆς προτέρας ἐπανάληψιν ποιεῖται μνήμης, καὶ δεῖ διαφέρειν μαθήσεως καὶ εὑρέσεως τὴν ἀνάμνησιν τῷ ἐνεῖναι πλείονα ἀρχὴν ἀναμιμνῃσκομένοις ἢ ἐξ ἧς μανθάνουσιν, εἴπερ πᾶσα διδασκαλία καὶ πᾶσα μάθησις διανοητικὴ ἐκ προϋπαρχούσης γίνεται γνώ‐ σεως. τί μὲν οὖν ἐστιν ἀνάμνησις, εἴρηται, ὅτι μνήμης ἀνανέωσις· ὅθεν
15δὲ συμβαίνει, δῆλον. ἐπεὶ γὰρ πέφυκε κίνησις ἐν ψυχῇ ἥδε μετὰ τήνδε, εἰ μὲν ἐξ ἀνάγκης, δῆλον ὡς ὅταν ἐκείνην κινηθῇ, τήνδε κινηθήσεται· εἰ δὲ μὴ ἐξ ἀνάγκης ἀλλ’ ἔθει, ὡς ἐπὶ τὸ πολὺ κινηθήσεται. ὥσπερ γὰρ ἐπὶ τῆς ἁλύσεως τοῦδε τοῦ κρίκου ἀρθέντος ἐξ ἀνάγκης ὁ ἐφεξῆς κινεῖται, καὶ δι’ ἐκεῖνον ὁ μετ’ αὐτόν, οὕτω καὶ ἐπὶ τῶν τύπων τῶν ἐν
20τῇ ψυχῇ· κινηθείσης γὰρ καθάπαξ ὑπό τινος τούτων, εὐθὺς κινεῖ αὐτὴν καὶ ὁ ἐφεξῆς καὶ ὁ μετ’ ἐκεῖνον. οἷον ἦν μουσικὸς Κορίσκος ἔχων λύραν καὶ γέγονεν ἐν τῇ ψυχῇ τύπος καὶ τῆς λύρας καὶ τοῦ Κορίσκου· εἶδον μετὰ ταῦτα Σωκράτην φέρε εἰπεῖν κρατοῦντα λύραν, καὶ εὐθὺς ἀνεμνήσθην τῆς τοῦ Κορίσκου λύρας, εἶτα Κορίσκου. πάλιν ἤκουσά του
25ᾄδοντος „δύο ψυχαὶ ἐξήρχοντο, καὶ μία πρὸς ἄλλην ἔλεγε, ποῖ πορευτέον“. μετὰ δέ τινας χρόνους ἤκουσα ἄλλου ᾄδοντος τὸ μὲν μέλος κατὰ ῥυθμὸν ἐκεῖνον, λόγον δὲ ἕτερον οἷον „ὁ νοῦς ὁ πρῶτος ἄγει με καὶ πάλιν κάτω φέρει“, καὶ κινηθεὶς ἀπὸ μόνου τοῦ μέλους ἦλθον εἰς ἀνάμνησιν τοῦ πρώτου λόγου „δύο ψυχαὶ ἐξήρχοντο“ καὶ τοῦ ᾄδοντος.
30 Τούτων ὄντων εἰσὶ μὲν τύποι τινὲς ἐξ ἀνάγκης ἀκολουθοῦντες ἀλλή‐ λοις· ἀνάγκη γὰρ τὸν μνησθέντα πυρὸς συνεννοῆσαι καὶ θερμότητα, καὶ τὸν τυφθέντα ὑπὸ Σωκράτους τῇ τοῦ Σωκράτους ἀναμνήσει καὶ ὅτι ὑπ’ αὐτοῦ ἐτύφθη ἐν τῷδε τῷ τόπῳ συναναμνησθῆναι. ὅσοι δὲ μὴ ἐξ ἀνάγ‐
κης ἀλλ’ ἔθει, οὐκ ἀεὶ ἕπεται τοῖς προτέροις τὰ δεύτερα, ἀλλ’ ὡς8

5,6

9

ἐπὶ πολύ. ἔσται δὲ τὸ λεγόμενον ὧδε δῆλον· πολλάκις ἐγὼ βουληθεὶς εἰπεῖν Λυκάβητον οὐκ ἀνεμιμνῃσκόμην, ἐξ οὗ εἴθισα ἐμαυτὸν ἐνθυμεῖσθαι λύκον (ἄρχονται γὰρ ἀμφότεροι ἐκ τῆς λυ συλλαβῆς)· ἀφ’ οὗ δὴ λύκου ὁρμώμενος ἀνεμιμνῃσκόμην τὸν Λυκάβητον. ἄλλος δέ τις τοῦ Ταυρομενίτου ἐπιλαν‐
5θανόμενος εἴθισεν εὐθὺς ἔρχεσθαι εἰς ἔννοιαν ταύρου, καὶ ἄλλος ἀπὸ τῆς πλευρᾶς τὴν πλευρώνην ἐθίσας ἀνέφερεν. ἐπὶ γοῦν τούτων οὐκ ἀεὶ τῇ πρώτῃ ἡ λοιπὴ ἕπεται, ἀλλὰ πολλάκις τὴν μὲν πλευρὰν ἐνθυμοῦμαι, τὴν δὲ πλευρώνην οὐκ ἀναμιμνῄσκομαι. συμβαίνει δ’ ἐνίους ἅπαξ ἐθισθῆναι μᾶλλον ἢ ἑτέρους πολλάκις κινουμένους. διὸ ἔνια ἰδόντες ἅπαξ πολλάκις
10μνημονεύουσιν ἢ ἕτερα πολλάκις. ὅταν οὖν ἀναμιμνῃσκώμεθα, κινούμεθα τῶν προτέρων καὶ ἡγουμένων τινὰς κινήσεων, ἕως ἂν κινηθῶμεν, μεθ’ ἣν ἐκείνη εἴωθε. διὸ καὶ τὰ ἐφεξῆς θηρεύομεν νοήσαντες ἀπὸ τοῦ νῦν ἢ ἄλλου τινός, διὰ τοῦτο καὶ ἀφ’ ὁμοίου ἢ ἐναντίου ἢ τοῦ σύνεγγυς ἡ ἀνά‐ μνησις γίνεται· αἱ γὰρ κινήσεις τῶν μὲν αἱ αὐταί, τῶν δὲ ἅμα, τῶν δὲ
15μέρος ἔχουσιν. οἷον εἶδέ τις γεγραμμένην λύραν καὶ κινηθεὶς ἀπὸ ταύτης ὡς προτέρας καὶ ἡγουμένης ἀνεμνήσθη λύρας, ἐκ ταύτης τοῦ μουσικοῦ, ἐκ δὲ τούτου ἣν ᾖδεν ᾠδήν. πολλάκις δὲ καὶ ἀπό τινος ἄλλου· εἰ γὰρ τύχοι ἐφεξῆς ὢν τῷ τῆς ᾠδῆς τύπῳ ὁ τοῦ κίονος, ἀναμνησθήσομαι αὐτὴν ἀπὸ τοῦ κίονος. ἀπὸ δὲ τοῦ ὁμοίου καὶ ἐναντίου, ὅταν ἀπὸ μὲν τῆς τοῦ
20Σωκράτους εἰκόνος ἀναμνησθῶ Σωκράτην, ἀπὸ δὲ τοῦ μέλανος λευκὸν καὶ ἐκ θερμότητος ψυχρότητα. ἐκ δὲ τοῦ σύνεγγυς, ὅταν ἀπὸ τοῦ „ἀντὶ πολλῶν, ὦ ἄνδρες Ἀθηναῖοι“ ἀναμνησθῶ „χρημάτων ὑμᾶς ἑλέσθαι νομίζω τὸ τῇ πόλει συμφέρον“. μέγιστον μὲν οὖν παντὸς ἡ ἀρχή, καὶ ταύτης εὑρεθείσης τὰ μετ’ αὐτὴν μικρά· ὅθεν τῆς ἀρχῆς ληφθείσης συνείρεται τὰ ἑξῆς. εἰ δέ ποτε
25καὶ εὑρεθείσης καὶ τοῦ πρώτου μέρους κινηθέντος οὐχ ἕψεται τὰ ἑκατέρωθεν, οὐ χρὴ θαυμάζειν· ὅταν γὰρ τέλεον ἀφανισθῇ, οὐκ ἀκολουθήσει. ζητοῦσι
μὲν οὖν οὕτω γίνεται ἡ ἀνάμνησις, ἀφ’ ὧνπερ εἴπομεν, ἀπὸ τῶν ὁμοίων9

5,6

10

ἢ τῶν ἀντικειμένων ἢ τῶν ἐγγύς· ὅταν δὲ μὴ ζητοῦσιν ἀναμνησθῆναί του γένηται, ἐξ οὐδενὸς τούτων. ὅταν γὰρ ᾠδῆς τις μνησθεὶς ἀναμνησθῇ Σω‐ κράτους, οὔτ’ ἀφ’ ὁμοίου οὔτ’ ἐξ ἀντικειμένων ἢ τῶν ἐγγὺς ἐποιήσατο τὴν ἀνάμνησιν. τοῦτο δὲ σπάνιον καὶ ὀλιγάκις· τὰ γὰρ πολλὰ ἑτέρων γινομένων
5κινήσεων ἕπεται. πραγματευομένους δὲ τὰ περὶ τῆς ἀναμνήσεως οὐδὲν δεῖ σκοπεῖν, πῶς τὰ πόρρω ἀναμιμνῃσκόμεθα καὶ παλαιά, ἀλλὰ τὰ ἐγγὺς καὶ ἃ πρὸ ὀλίγου ᾐσθόμεθα ἢ ἐδιδάχθημεν μᾶλλον γὰρ ταῦτα πρὸς τὴν διδα‐ σκαλίαν διὰ τὴν ἐγγύτητα ἢ ἐκεῖνα. εἷς μέντοι καὶ ὁ αὐτός ἐστι τρόπος τῆς ἀναμνήσεως ἀμφοτέρων. ὡς γὰρ ἐπὶ τῶν σύνεγγυς ἀπὸ τῆς ἐνούσης
10ἀρχῆς ζητήσας τις συνείρει καὶ ἀναμιμνῄσκεται τὰ ἑξῆς (ἀκολουθοῦσι γὰρ τῷ ἔθει αἱ κινήσεις, ὡς εἴρηται, καὶ ἥδε μετὰ τήνδε), οὕτω καὶ ὅταν τις ἀναμιμνῄσκηται ὧν πάλαι τὴν ἐπιστήμην ἔλαβε. ζητήσει γὰρ κἀκεῖ ἀρχὴν λαβέσθαι κινήσεως, μεθ’ ἣν ἐκείνη ἔσται. διὸ τάχιστα καὶ κάλλιστα γί‐ νονται ἀπ’ ἀρχῆς αἱ ἀναμνήσεις. ὡς γὰρ ἔχει τὰ πράγματα πρὸς ἄλληλα τῷ
15ἐφεξῆς, οὕτω καὶ αἱ κινήσεις, καὶ ἔστιν εὐμνημόνευτα ὅσα τάξιν τινὰ ἔχει καὶ πρῶτον καὶ δεύτερον, ὥσπερ τὰ μαθήματα καὶ μάλιστα τὰ γεωμετρικά, τὰ δὲ ἄτακτα φαύλως καὶ χαλεπῶς ὡς γὰρ ἐπὶ τῶν αἰσθητῶν, εἰ ἐφεξῆς κεῖνται καὶ μετὰ τάξεως, καλῶς ἡ ὄψις ὁρᾷ, εἰ δὲ συγκεχυμένως, οὐ καλῶς, οὕτω καὶ ἐπὶ τῶν ἐν ψυχῇ τύπων. διαφέρει δὲ τὸ ἀναμιμνῄσκεσθαι τοῦ
20πάλιν μανθάνειν καὶ ὅλως μάθησις ἀναμνήσεως τῷ τὸν μὲν ἐξ ἑαυτοῦ καὶ τῆς ἐνούσης αὐτῷ ἀρχῆς κινεῖσθαι ἐπὶ τὸ συνεχὲς τῇ ἀρχῇ, τὸν δὲ μὴ δι’ αὑτοῦ, ἀλλὰ δι’ ἄλλου, τοῦ διδασκάλου. ἔτι πολλάκις μὲν ἤδη ὁ ἀνα‐ μιμνῃσκόμενος ἀδυνατεῖ ἀναμνησθῆναί τι αὐτίκα, ζητῶν δὲ ὅμως καὶ πολυπραγμονῶν τέλος δύναται καὶ εὑρίσκει. τοῦτο δὲ γίνεται κινοῦντι
25πολλά, ἕως ἂν τοιαύτην κινήσῃ κίνησιν, ᾗ ἀκολουθήσει τὸ πρᾶγμα. ὡς γὰρ αἱ πολλαὶ ῥανίδες ἐπιτήδειον ἐποίησαν τὴν πέτραν, τέλος δὲ ἡ ἐσχάτη ἐκοίλανε, καὶ ἐπὶ τῆς ἐν καρδίᾳ ὑγρότητος οὕτως ἔχει· πολλάκις γὰρ κινηθεῖσα τελευταίαν κινεῖται κίνησιν, καθ’ ἣν ἀνίσταται τὸ ζητούμενον. ἔστιν οὖν τὸ ἀναμιμνῄσκεσθαι τὸ ἐνεῖναι δύναμιν τὴν κινοῦσαν, λέγω δὲ
30δύναμιν τὴν ὑπάρχουσαν ἀρχήν· αὕτη γὰρ τὴν διάνοιαν ἐποξύνει καὶ ἀνε‐
γείρει πρὸς ἀνάλυσιν τοῦ λοιποῦ, τοῦτο δὲ ὥστ’ ἐξ ἑαυτοῦ καὶ ὧν ἔνδον10

5,6

11

ἔχει κινήσεων κινηθῆναι, ὥσπερ εἴρηται. διὸ δεῖ λαβέσθαι ἀρχῆς. ὅθεν τάχιστα δοκοῦσιν ἀπὸ τόπων ἐνίοτε ἀναμιμνῄσκεσθαι, τόπους δὲ ἢ ἃς ἀρχὰς ἐνεῖναι δεῖν τῇ ψυχῇ λέγομεν, ἢ τοὺς κατὰ τὰ σύστοιχα καὶ ὅμοια καὶ ἀντικείμενα, ὡς ἐν τῇ Διαλεκτικῇ εἴρηται, ἢ τοὺς σωματικοὺς καὶ τὰς ἐν
5τῷδε τῷ μέρει θέσεις. τὸ δὲ αἴτιον, ὅτι ταχὺ ἀπ’ ἄλλου ἐπ’ ἄλλο ἔρχε‐ ται, οἷον ἀπὸ γάλακτος ἐπὶ τὸ λευκόν, ἀπὸ λευκοῦ ἐπ’ ἀέρα, ἀπὸ τούτου ἐφ’ ὑγρόν, ἀφ’ οὗ ἐμνήσθη μετοπώρου, ταύτην ἐπιζητῶν τὴν ὥραν. Ἔοικε δὲ ὡς ἐπὶ τὸ πολὺ τὸ μέσον πάντων ἀρχῇ, καὶ ἡ τούτου εὕρεσις τὰ μέγιστα ὠφελεῖ· ποδηγεῖ γὰρ πρὸς τὴν τοῦ ζητουμένου κατά‐
10ληψιν. οἷον ἐκκείσθωσαν ταυταδὶ τὰ στοιχεῖα ἰσάριθμα ὄντα καὶ ἀνα‐ λογοῦντα τοῖς νοήμασι τῆς ψυχῆς, ἃ κινεῖται ἀναμιμνῃσκομένη πρὸς εὕρεσιν τοῦ ζητουμένου, Α Β Γ Δ Ε Ζ Η Θ· καὶ ἐπεὶ μέσον τὸ Ε, ὁ τοῦτο εὑρών, εἰ μὴ ἅμα τῷ εὑρηκέναι αὐτὸ εὑρήσει καὶ ὅπερ ἐζήτει, ἐπὶ τὸ Θ ἐλθὼν μνησθήσεται. ἅπαξ γὰρ τοῦ μέσου λαβόμενον καὶ ἐπὶ τὸ ἔμπροσθεν καὶ
15ἐπὶ τὸ ὄπισθεν κινηθῆναι ἐνδέχεται. οὐδὲν δὲ κωλύει καὶ ὑπερβατῶς τὰς νοήσεις καὶ ἀνεστραμμένως ποιεῖσθαι, καὶ μετὰ τὸ Ε τὸ Θ νοῆσαι, καὶ ἀπὸ τοῦ Θ τὸ Ζ, εἶτα τὸ Η. εἰ μὲν οὖν ἐν τοῖς ἔμπροσθεν τὸ ζητού‐ μενον εἴη, οὕτως εὑρήσει ἐλθὼν ἐπὶ τὸ Θ, ὥσπερ εἴρηται· εἰ δ’ ἐν τοῖς ὄπισθεν, ἐλθὼν ἐπὶ τὸ Α. εἰσὶν οὖν τὰ κατὰ τὰ στοιχεῖα νοήματα ταῦτα,
20Ἀθῆναι, Λύκιον, οἶκος Πλάτωνος, νεομηνία, συμπόσιον, Σωκράτης, τὸ τυφθῆναι ὑπὸ Σωκράτους, λύρα. Τοῦ δὲ ἀπὸ τοῦ αὐτοῦ ἐνίοτε μὲν μνησθῆναι, ἐνίοτε δὲ μὴ αἴτιον, ὅτι πλείους ἐνδέχεται κινηθῆναι κινήσεις ἀπὸ τῆς αὐτῆς ἀρχῆς· οἷον ἀπὸ τῆς πλευρᾶς ὁρμήσειε ἄν τις καὶ εἰς ἔννοιαν πλευρίτιδος καὶ πλευρωνίας·
25εἰ οὖν εἴη συνηθέστερον ἡ πλευρῖτις τῆς πλευρωνίας, ἕλξει μᾶλλον πρὸς αὑτὸ τὴν διάνοιαν, ὥσπερ τὰ λαμπρὰ τῶν σωμάτων τὴν ὄψιν. οὐ μόνον δὲ διὰ ταῦτα, ἀλλὰ καὶ εἰ ὁ μὲν παλαιὸς εἴη τῶν τύπων, ὁ δὲ νέος, κινήσει μᾶλλον ὁ νέος εἰς τὴν αὑτοῦ ἀνάμνησιν, εἰ μή που εἰς βάθος καθ’ ἕξιν ἐπιστημονικὴν ὁ παλαιὸς ἐνσεσημασμένος εἴη καὶ πρὸς τούτοις συνήθης·
30ὥσπερ γὰρ νέος ἐστὶ τῇ καθ’ ἑκάστην μελέτῃ. ὥσπερ δέ εἰσί τινα φύσει τόδε μετὰ τόδε (φύσει γὰρ τῇ τε τοῦ πυρὸς ἀναμνήσει ἡ θερμότης ἕπεται καὶ τῇ τοῦ ἡλίου ὁ φωτισμός), οὕτω καὶ ἔθει. ἔστι γὰρ ἐξ ἔθους τινά,
ἅπερ ἀναμνησθέντες εὐθὺς ἀναμιμνῃσκόμεθα καὶ τὰ μετ’ αὐτὰ ὄντα. τὸ11

5,6

12

δὴ πολλάκις ἐθισθὲν ὥσπερ φύσις, καὶ ἐπεὶ ἐν τοῖς φύσει ἐγγίνεται ἁμαρτία καὶ παρὰ φύσιν, ἐνδέχεται τοῦτο συμβαίνειν καὶ ἐν τοῖς δι’ ἔθος. εἰ δὲ τοῦτο, οὐδὲν κωλύει ἀναμνησθέντα τοῦ προτέρου καὶ ἡγουμένου ἁμαρτάνειν περὶ τὸ ὕστερον καὶ ἑπόμενον καὶ κινηθῆναι ἄλλως ἢ ὡς δεῖ, καὶ πρὸς
5τούτοις ὅταν ἐφέλκῃ ἀπὸ τῆς πλευρωνίας ἡ πλευρῖτις. διὰ τοῦτο καὶ ὅταν δέῃ ὄνομα ἀναμνησθῆναι, ἄλλου μὲν παρομοίου μνημονεύομεν, εἰς δὲ ἐκεῖνο σολοικίζομεν. ὁ γὰρ βουλόμενος ἀναμνησθῆναι Λεωφάνην μνησθεὶς Λεωσθένην ἐσολοίκισεν ὡς πρὸς τὸν Λεωφάνην. Τὸ μὲν οὖν ἀναμιμνῄσκεσθαι τοῦτον συμβαίνει τὸν τρόπον, κοινῶς δὲ
10εἰπεῖν περὶ μνήμης καὶ ἀναμνήσεως, ὡς τὸ μέγιστον ἐν ἀμφοτέροις δεῖ γνωρίζειν τὸν χρόνον ἢ μέτρῳ καὶ ὡρισμένως (ὡς ὃ μνημονεύω ἢ ἀνα‐ μιμνῄσκομαι, χθὲς εἶδον ἢ πρὸ μηνός) ἢ ἀορίστως, ὡς ἁπλῶς πρότερον ᾔσθημαι, καὶ πάλαι ποτὲ τοῦτ’ εἶδον καὶ ἤκουσα. εἰ γὰρ μὴ τοῦτο γένοιτο, συμβήσεται ἡμῖν ὑπολαμβάνειν, ὡς οὐκ ἀναμιμνῃσκόμεθα ἢ μνημονεύομεν,
15ἀλλὰ νῦν πρώτως ταῦτα καὶ οἴκοθεν προβαλλόμεθα. ἔστι δὲ τὸ κρῖνον τὸν πλείω καὶ ἐλάσσω χρόνον ἐν τοῖς τοιούτοις ἡ πρώτη αἰσθητικὴ ψυχὴ ἡ ἐν τῇ καρδίᾳ καθημένη. ὡς γὰρ ἡ διάνοια κρίνει τὰ μεγέθη οὐ τῷ ἀποτείνεσθαι ἔξω πρὸς ἐκεῖνα, ὥσπερ λέγουσιν ἡμᾶς ὁρᾶν οἱ δι’ ἐκπομπὴν ἀκτίνων τιθέμενοι τὸ ὁρᾶν, ἀλλὰ κινοῦσα τοὺς ἀπὸ τῶν μεγεθῶν ἐναποκει‐
20μένους ἐν τῇ φαντασίᾳ τύπους (εἰ γὰρ ἐκείνως ἔκρινεν, ὅτε οὐ παρῆσαν, οὐκ ἂν ἠδύνατο κρίνειν· νυνὶ δὲ καὶ ἀπόντων κρίνει· οὐδὲν γὰρ ἕτερόν ἐστιν ἡ διάνοια ἢ νοῦ μετὰ φαντασίας ἐνέργεια), οὕτως εὔλογον καὶ τὴν αἰσθη‐ τικὴν ψυχὴν τίθεσθαι κρίνειν τὸν πλείω καὶ ἐλάσσω χρόνον ἔνδον μένου‐ σαν καὶ κινουμένην ὑπὸ τῶν ἐνόντων τύπων. ἐπεὶ δὲ ἐν τῇ μνείᾳ τῶν
25περιεκτικῶν καὶ καθόλου λόγων καὶ οἱ καθ’ ἕκαστα καὶ περιεχόμενοι συλλαμβάνονται, καὶ ὅταν ὅλην τινὰ περικοπὴν ἀπὸ βιβλίου καὶ μακρὰν περίοδον ἀπομνημονεύωμεν, ἐννοοῦμεν καὶ τὰ μέρη (τὸ γὰρ ὅλον ἐκ μερῶν, μέρη δὲ ἐνταῦθα κῶλα καὶ κόμματα), τίνι διοίσει ἡ διὰ πάντων ὁμοῦ ἀνά‐ μνησις καὶ κατὰ κοινὸν τῆς ἐν μέρει; ἢ καθόσον συμβαίνει ὧδε μὲν τῇ
30τοῦ ὅλου μνήμῃ καὶ τὸ μέρος συνεννοεῖν, ἐκεῖ δὲ τῇ τοῦ καθόλου καὶ τὸ καθ’ ἕκαστον; πρότερον μέντοι τὰ ἐντὸς καὶ ἐλάσσω νοήσει τῶν ἄκρων καὶ τῆς ὁλότητος, ἀνάλογα δὲ τὰ ἐντὸς πρός τε αὐτὰ καὶ τὰ ἄκρα τῷ
ἔχεσθαι ἀλλήλων καὶ ἑξῆς εἶναι, ὡς ἐκεῖνα τὰ ἐν τῷ Τιμαίῳ· „θεοὶ θεῶν,12

5,6

13

ὧν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων, ἃ δι’ ἐμοῦ γενόμενα ἄλυτα ἐμοῦ γε ἐθέλοντος. τὸ μὲν οὖν δὴ δεθὲν πᾶν λυτόν, τὸ δέ γε μὴν καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ λύειν ἐθέλειν κακοῦ. δι’ ἃ καὶ ἐπείπερ γεγένησθε, ἀθάνατοι μὲν οὔκ ἐστε οὐδ’ ἄλυτοι τὸ πάμπαν, οὔτι γε μὴν λυθήσεσθε οὐδὲ τεύ‐
5ξεσθε θανάτου μοίρασ“. τῷ μὲν οὖν δὴ ἅπαντι νοηθέντι συννενόηται καὶ τὸ μέρος, τὸ μέντοι „θεοὶ θεῶν“ πρότερον ἐπῆλθεν ἡ διάνοια τοῦ μετ’ αὐτό, κἀκεῖνο τοῦ ἐφεξῆς, καὶ πάντων ὕστερον τὸ κοινόν· τὰ γὰρ καθ’ ἕκαστα ὁμοῦ τὸ ὅλον. ὡς δὲ ἐπὶ τῶν πραγμάτων καὶ νοημάτων ἔχει, καὶ ἐπὶ τοῦ χρόνου ζητεῖν εὔλογον· τοῖς γὰρ νοήμασι καθάπερ ὁ χρόνος συνείρεται, καὶ
10ἡ γνῶσις ἅμα· ὅθεν καὶ ὡς τὸ ἔλαττον πρᾶγμα πρὸς τὸ μεῖζον ἔχει, καὶ ὁ ἐλάττων χρόνος πρὸς τὸν μείζονα ὁμοίως ἕξει, καὶ ἐναλλάξ, ὡς τὸ πρᾶγμα ἅπαν πρὸς ἅπαντα τὸν χρόνον ἔχει, καὶ τὰ μέρη πρὸς τὰ μέρη. Δῆλον δ’ ἂν εἴη μᾶλλον ἐπὶ τῆς διαγραφῆς. [Omitted graphic marker] ἐκκείσθωσαν δύο τρί‐ γωνα κάτω τὰς κορυφὰς ἔχοντα καὶ ἐμβεβλημένον ἐν ἑτέρῳ τὸ ἕτερον καὶ
15περιέχον μὲν ἔστω τὸ ΚΜΝ, τὸ δὲ ΑΒΕ περιεχόμενον, καὶ τετμήσθω ἡ ΑΒ κατὰ τὰ ΓΖ σημεῖα, καὶ ἐπεζεύχθωσαν κατὰ τὴν ἀντικειμένην τοῦ αὐτοῦ τριγώνου πλευρὰν καὶ ἐπ’ εὐθείας ἡ ΓΔ ΖΗ, τετμήσθω δὲ καὶ ἡ
20ΚΜ κατὰ τὰ ΘΛ, καὶ ἐπεζεύχθωσαν πρὸς τὴν ἐξ ἐναντίας τοῦ αὐτοῦ τριγώνου πλευρὰν καὶ ἐπ’ εὐθείας ἡ ΘΞ ΛΡ, κείσθωσαν δὲ καὶ ἀμφοτέρων τῶν τριγώνων αἱ τμήσεις τῶν γραμμῶν πρὸς εὐθεῖαν. ἔστω δὲ τὸ
25ἔλασσον καὶ ἐντὸς ἅπερ ἡ ψυχὴ νοεῖ πρά‐ γματα, τὸ δὲ μεῖζον καὶ ἐκτὸς ὁ χρόνος ὁ συναισθόμενος ταῖς νοήσεσιν. ὥσπερ οὖν ὁ κινηθεὶς τὴν ΑΒ ΒΕ ἅμα καὶ τὴν ΑΓ ΓΔ κεκίνηται (ἐντὸς γὰρ καὶ περιέχονται), οὕτως ὁ τὴν ΑΓ ΓΔ καὶ τὴν ΑΖ ΖΗ. ὅπερ γὰρ ἡ ΑΓ πρὸς τὴν ΑΒ, τοῦτο ἡ ΓΔ πρὸς
30τὴν ΒΕ· ἀνάλογα γάρ, ὅθεν καὶ ἐναλλάξ. πάλιν ὡς ἡ ΑΖ πρὸς τὴν ΑΓ, οὕτως ἡ ΖΗ πρὸς τὴν ΓΔ, καὶ ἐναλλάξ. λοιπὸν ὥσπερ ὁ νοῶν τὰς ὅλας τὴν ΑΒ καὶ τὴν ΒΕ συννοεῖ καὶ τὰς ΑΓ ΓΔ μέρη οὔσας, οὕτως ὁ τὰς ΑΓ ΓΔ τὰς ΑΖ ΖΗ. ὡς δὲ ἐπὶ τούτων ἔχει, καὶ ἐπὶ τοῦ χρόνου. ὁ
γὰρ κινηθεὶς τὰς ΚΜ ΜΝ χρονικὰς γραμμάς, καὶ τὰς ΚΘ ΘΞ κεκίνηται,13

5,6

14

καὶ ἔτι τὰς ΚΛ ΛΡ. ἦν δὲ τοῦ μὲν ΑΒ ΒΕ πράγματος ὁ ΚΜ ΜΝ χρόνος (ἅμα γὰρ τῇ ἐκείνου νοήσει καὶ οὗτος συνήγετο), τοῦ δὲ ΑΓ ΓΔ ὁ ΚΘ ΘΞ χρόνος, τοῦ δὲ ΑΖ ΖΗ ὁ ΚΛ ΛΡ· ἅμα γὰρ πάντα καὶ ἀνά‐ λογον. φανερὸν οὖν ὡς μνημονεύοντες ἢ ἀναμιμνῃσκόμενοι ἐξ ἀνάγκης καὶ
5τὸν πληροῦντα χρόνον συνεννοούμεθα. Διττῶς δὲ συμβαίνει τὴν ἀπάτην κατὰ μνήμην γίνεσθαι, ἕνα μὲν τρό‐ πον, ὅταν ἀνταλλαγὴ γένηται περὶ τὰ μνημονευόμενα καὶ τοὺς τύπους, οἷον εἴπερ ἡ ψυχὴ ὁρῶσα τὸ τοῦ Θεαιτήτου φάντασμα ὑπολάβοι Σωκράτους εἶναι· τότε γὰρ δόξει μνημονεύειν Σωκράτους Θεαιτήτου μεμνημένη· οὐδὲν
10γὰρ κωλύει διαψευσθῆναί τινα καὶ δοκεῖν μνημονεύειν μὴ μνημονεύοντα. δεύτερον δὲ ὅταν μνημονεύω μέν του, μὴ συναίσθωμαι δὲ δι’ ἄλλην τινὰ κίνησιν, ὥσπερ πολλάκις καὶ διαλογιζόμενός τι καὶ ἐννοῶν τὸν ἔμπροσθεν ἱστάμενον οὐχ ὁρῶ, ὡς ἐοικέναι με τότε τῷ ὀνειρώττοντι καὶ μὴ συναισθανο‐ μένῳ ὅτι ὀνειρώττει. οὐκ ἄρα οὖν ἔστι μνήμη ἢ ἀνάμνησις μὴ τῇ τοῦ
15πράγματος κινήσει τῆς τοῦ χρόνου ἐφεπομένης, καὶ ἐπὶ τούτοις συναίσθησις. τοῦ δὲ χρόνου, ὡς εἴρηται, ὁτὲ μὲν ἀορίστως, ὁτὲ δ’ ὡρισμένως μεμνή‐ μεθα. ὁτὲ μὲν γὰρ μέτρῳ οὐ μέμνηνται αὐτοῦ, οἷον ὅτι τρίτην ἡμέραν ἔχω πράξας ἢ πρὸ μηνός, ἀλλ’ ἁπλῶς ὅτι πάλαι ποτὲ τόδε ἐποίησα· ὁτὲ δὲ καὶ μέτρῳ. σημεῖον δὲ τοῦ μεμνῆσθαι καὶ ἄνευ μέτρου τὸ εἰωθὸς
20λέγειν, ὅτι μέμνηνται μέν, πότε δὲ οὐκ ἴσασιν, ὅταν μὴ γνωρίσωσι τῷ ὡρισμένῳ μέτρῳ. Ὅτι μὲν οὖν οὐχ οἱ αὐτοὶ μνημονικοὶ καὶ ἀναμνηστικοί, ἐν τοῖς πρότε‐ ρον εἴρηται, διαφέρει δὲ καὶ τὸ μνημονεύειν τοῦ ἀναμιμνῄσκεσθαι οὐ κατὰ τὸν χρόνον μόνον (πρότερον γὰρ ἡ μνήμη τῆς ἀναμνήσεως), ἀλλ’ ὅτι καὶ
25τοῦ μὲν μνημονεύειν καὶ τῶν ἄλλων ζῴων μετέχει πολλά, τῆς δὲ ἀνα‐ μνήσεως οὐδὲν ὡς εἰπεῖν τῶν γνωριζομένων ζῴων πλὴν ἄνθρωπος· ᾧ γὰρ τὸ ἀναμιμνῄσκεσθαι, τούτῳ καὶ τὸ συλλογίζεσθαι. ὡς γὰρ ὁ συλλογιζό‐ μενος τῇδε τήνδε συνάπτει πρότασιν, καὶ ὁ ἀναμιμνῃσκόμενος τὰ ἐλάττω τοῖς μείζοσιν. ᾧ δὲ τὸ συλλογίζεσθαι, τούτῳ καὶ τὸ ζητεῖν, τὸ δέ, οἷς
30βουλή. ᾧ ἄρα ἀνάμνησις, τούτῳ καὶ βούλησις· μόνος δὲ ὁ ἄνθρωπος βου‐
λεύεται, μόνος ἄρα καὶ ἀναμιμνῄσκεται. τὸ μὲν οὖν ἀναμιμνῄσκεσθαι ὅτι14

5,6

15

διανοίας ἐστί, δέδεικται· τὸ γὰρ βουλεύεσθαι νοῦ. ἀλλ’ ἐπεὶ χωρὶς φαντα‐ σίας τοῦτο ποιῆσαι ἀδύνατον (τὰ γὰρ ἐν τῇ καρδίᾳ εἴδωλα καὶ τὸ ἐν αὐτῇ πνεῦμα κινοῦσα ἀναμιμνῄσκεται), σωματικόν τι τὸ πάθος ἐστί, καὶ ἡ ἀνά‐ μνησις διανοίας ὁρμὴ ἐν τοιούτῳ φαντάσματι· ὡς γὰρ ὁ βουλόμενος ἀνα‐
5γνῶναι τὸ βιβλίον ζητεῖ καὶ ὁρᾷ τὰ ἐν αὐτῷ γεγραμμένα, οὕτω καὶ ἐν τούτοις τῷ μὲν ἀναγνώσοντι ἔοικεν ἡ διάνοια, ἡ καρδία δὲ τῷ βιβλίῳ, τοῖς δὲ γράμμασι τὰ φαντάσματα, καὶ ἔστι σημεῖον τοῦ σωματικὸν εἶναι πάθος τὸ τῆς μνήμης καὶ ἀναμνήσεως τὸ παρενοχλεῖσθαι ἐνίους ἄκοντας, ἐπειδὰν πειρώμενοι οὐ δύνωνται ἀναμνησθῆναι. καίτοι ἐπέχοντες πάνυ τὴν
10διάνοιαν καὶ μὴ περαιτέρω ζητεῖν ἐπιτρέποντες ὅμως οὐδὲν ἧττον ζητοῦσιν, ὡς καθάπαξ κινηθείσης τῆς καρδίας ἢ τοῦ ἐν αὐτῇ ὑγροῦ ἐν τῷ ἐπιχειρεῖν ἡμᾶς ἀναμιμνῄσκεσθαι μηκέτι ῥᾳδίως ἐθέλειν ἵστασθαι τοιοῦτόν τι πάσχοντες, ὥσπερ ἂν ἡμῶν μὴ θελόντων ἕλκοι τις πρὸς αὐτὸν ἐστράφθαι. μάλιστα δ’ ἐνοχλοῦνται οἱ μελαγχολικοὶ ὑπὸ τῶν τοιούτων φαντασμάτων· εὐκίνητοι
15γὰρ ὄντες ὡς πολλοῦ καὶ παχέος ἐν καρδίᾳ πεπληρωμένοι πνεύματος, ἐπὰν ἑνὸς φαντάσματος κίνησις γένηται, εὐθὺς σωρηδὸν ἀνεγείρεται πάμπολλα διὰ τὴν ἐν τῷ ὑγρῷ τῆς καρδίας εὐκινησίαν. ἐπεὶ δὲ πολλάκις ἀναμνη‐ σθῆναι βουλόμενοι οὐ δυνάμεθα ἢ οὐδ’ ὅλως ἢ οὐ τότε, ὅτε βουλόμεθα, αἴτιον τὸ μὴ ἐφ’ ἑαυτοῖς εἶναι, ἀλλὰ καθάπερ τοῖς βάλλουσι λίθον οὐκ
20ἔστιν ἐπ’ αὐτοῖς στῆσαι τῆς φορᾶς, οὕτω καὶ ὁ ἀναμιμνῃσκόμενος καὶ ὁ θηρεύων σωματικόν τι κινεῖ, ἐν ᾧ τὸ πάθος (οὐδὲν γὰρ ἀσώματον κινεῖ‐ ται καθ’ αὑτό)· διὸ καὶ οὐκ ἐφ’ αὑτῷ στῆσαι. καὶ ὥσπερ τῷ ἀναγνῶναι προθεμένῳ τόδε τὸ χωρίον οὐκ ἤρκεσε μόνη ἡ τοῦ βιβλίου ἀνάπτυξις, εἰ μὴ καὶ τὸν τόπον εὕροι, οὕτω καὶ ἐπὶ διανοίας καὶ τῶν ἐν τῇ καρδίᾳ φαντα‐
25σμάτων ἔχει· οὐ γὰρ μνησθήσεται κινοῦσα τὰ εἴδωλα, εἰ μὴ ἐντύχοι ὃ ζητεῖ. ὅθεν καὶ μάλιστα ἐνοχλοῦνται, ὡς εἴρηται, οἷς ἂν ὑγρότης τύχῃ ὑπάρχουσα περὶ τὸν αἰσθητικὸν τόπον· οὐ γὰρ ῥᾳδίως παύονται κινηθέντες, ἕως ἂν ἐπέλθωσι τὸ ζητούμενον καὶ εὐθυπορήσῃ ἡ κίνησις. διὸ καὶ ὀργαὶ καὶ φόβοι, ὅταν τι κινήσωσιν, ἀντικινούντων πάλιν ἐκείνων οὐ καθί‐
30στανται, ἀλλ’ ἐπὶ τὸ αὐτὸ ἀντικινοῦσι μέχρι του· οἷον ἡ καρδία κινηθεῖσα ἐν ταῖς ὀργαῖς καὶ τοῖς θυμοῖς κρίναντος τοῦ λογισμοῦ ὑπὸ τοῦ ζέσαντος αἵματος καὶ ὡς στερροτέρα μᾶλλον θερμανθεῖσα ἀντιθερμαίνει τὸ αἷμα.
καὶ ἐν τοῖς φόβοις δὲ γινομένων τῶν ἐναντίων, ψύξεως καὶ συστολῆς, οὐ15

5,6

16

ῥᾳδίως ἀποκαθίστανται, καὶ ἔοικε τὸ πάθος τοῖς ὀνόμασι καὶ μέλεσι καὶ λόγοις· ὅταν γὰρ διὰ στόματος αὐτῶν γένηταί τι σφόδρα, παυσαμένοις καὶ οὐ βουλομένοις πάλιν ᾄδειν ἢ λέγειν ἐπέρχεται. εἰσὶ δὲ καὶ οἱ τὰ ἄνω μείζω ἔχοντες καὶ οἱ νανώδεις ἀμνημονέστεροι τῶν ἐναντίων διὰ τὸ πολὺ βάρος
5ἔχειν ἐπὶ τῷ αἰσθητικῷ καὶ μήτ’ ἐξ ἀρχῆς τὰς κινήσεις δύνασθαι ἐμμένειν, ἀλλὰ διαλύεσθαι, μήτε ἐν τῷ ἀναμιμνῄσκεσθαι ῥᾳδίως εὐθυπορεῖν. οἱ δὲ πάμπαν νέοι καὶ οἱ λίαν γέροντες ἀμνήμονες διὰ τὴν κίνησιν· οἱ μὲν γὰρ ἐν αὐξήσει, οἱ δὲ ἐν φθίσει πολλῇ εἰσιν. ἔτι δὲ τά γε παιδία καὶ νανώδη εἰσὶ μέχρι πόρρω τῆς ἡλικίας. περὶ μὲν οὖν μνήμης καὶ τοῦ μνημονεύειν
10καὶ τίς ἡ φύσις αὐτῶν καὶ τίνι τῶν τῆς ψυχῆς μνημονεύει τὰ ζῷα, καὶ περὶ τοῦ ἀναμιμνῄσκεσθαι, τί ἐστι καὶ πῶς γίνεται καὶ διὰ τίνα αἰτίαν,
εἴρηται.16

5,6

t17-28

ΠΕΡΙ ΥΠΝΟΥ ΚΑΙ ΕΓΡΗΓΟΡΣΕΩΣ.

5,6

17

(2)

Περὶ δὲ ὕπνου καὶ ἐγρηγόρσεως σκοπητέον, τίνα τε τυγχάνει καὶ ἐν ποίῳ μορίῳ τῆς ψυχῆς, καὶ πότερον ἴδια τῆς ψυχῆς ἢ καὶ τοῦ σώματος, καὶ διὰ τίν’ αἰτίαν ὑπάρχει τοῖς ζῴοις, καὶ πότερον ἅπαντα κεκοινώνηκεν
5ἀμφοῖν, ἢ τὰ μὲν ὕπνου τὰ δὲ θατέρου μόνον, πρὸς δὲ τούτοις τί ἐστι τὸ ἐνύπνιον, καὶ διὰ τίνα αἰτίαν οἱ καθεύδοντες ὁτὲ μὲν ὀνειρώσσουσιν, ὁτὲ δ’ οὐκ ὀνειρώσσουσι, καὶ πότερον συμβαίνει μὲν ἀεὶ τοῖς καθεύδουσιν ἐνυ‐ πνιάζειν, ἀλλ’ οὐ μνημονεύουσιν, ἢ οὔ, κἂν εἰ συμβαίνοι, διὰ τίνα αἰτίαν γίνεται, καὶ πότερον τὰ μέλλοντα ἐνδέχεται προορᾶν ἢ οὐκ ἐνδέχεται, καὶ
10τίνα τρόπον, εἰ ἐνδέχεται, καὶ πότερον τὰ μέλλοντα ὑπ’ ἀνθρώπου πράσ‐ σεσθαι μόνον, ἢ καὶ ὧν τὸ δαιμόνιον τὴν αἰτίαν ἔχει, καὶ φύσει γίνεται ἢ ἀπὸ ταὐτομάτου. καὶ πρῶτον μέν γε τοῦτο φανερόν, ὅτι τῷ αὐτῷ μορίῳ τοῦ ζῴου ἥ τε ἐγρήγορσις ὑπάρχει καὶ ὁ ὕπνος· ἀντίκεινται γάρ, καὶ φαί‐ νεται στέρησίς τις ὁ ὕπνος τῆς ἐγρηγόρσεως. ἀεὶ δὲ τὰ ἔσχατα καὶ ἀντι‐
15κείμενα καὶ ἐπὶ τῶν τεχναστῶν καὶ ἐπὶ τῶν φυσικῶν ἐν τῷ αὐτῷ δεκτικῷ φαίνεται γινόμενα καὶ τοῦ αὐτοῦ πάθη εἰσί, λέγω δ’ οἷον ἁρμονία καὶ ἀναρμοστία περὶ τὸ αὐτό, καὶ τάξις καὶ ἀταξία, ἔτι δὲ νόσος καὶ ὑγεία περὶ τὸ αὐτό, ἐν σώματι γάρ· αἶσχος δὲ καὶ κάλλος ἐν τοῖς ὀργανικοῖς, ἐν νεύροις δὲ ἰσχὺς καὶ ἀσθένεια, καὶ περὶ ὄψιν αὖ ὄψις καὶ τυφλότης, καὶ
20ἐν ἀκοῇ ὁμοίως. ἔτι δὲ καὶ ἐκ τῶνδε δῆλον· ᾧ γὰρ τὸν ἐγρηγορότα γνω‐ ρίζομεν, τούτῳ καὶ τὸν καθ’ ὕπνον. γνωρίζομεν δὲ τὸν ἐγρηγορότα τῷ αἰσθάνεσθαι ἢ τῶν ἐκτός τινος κινήσεως, ὡς ὁρᾶν ἢ ἀκούειν, ἢ τῶν ἐντὸς καὶ ἐν αὐτῷ, ὡς λογίζεσθαι καὶ φαντάζεσθαι· καὶ ὑπνώττοντα δ’ αὖ λέγομεν
τὸν μήτε τῶν ἐξωτερικῶν τινα ἐνεργοῦντα κινήσεων μήτε τῶν ἔνδοθεν.17

5,6

18

αἴσθησις δὲ καὶ ἀναισθησία ὡς ἕξις καὶ στέρησις, αὗται δὲ περὶ τὸ αὐτὸ καὶ ἓν ὑπάρξουσι· καὶ ὕπνος ἄρα καὶ ἐγρήγορσις τὸ αὐτὸ ἕξουσιν ὑποκεί‐ μενον. Ἐπεὶ δ’ οὔτε τῆς ψυχῆς ἴδιον τὸ αἰσθάνεσθαι οὔτε τοῦ σώματος (οὗ
5γὰρ ἡ δύναμις, τούτου καὶ ἡ ἐνέργεια, ἡ δὲ λεγομένη ἐνεργείᾳ αἴσθησις κίνησίς τίς ἐστι διὰ τοῦ σώματος τῆς ψυχῆς), φανερὸν ὅτι οὔτε τῆς ψυχῆς τὸ πάθος ἐστὶν ἴδιον, οὔτ’ ἄψυχον σῶμα δυνατὸν αἰσθάνεσθαι, ἀλλὰ τοῦ συναμφοτέρου. διωρισμένων δὲ περὶ τῶν λεγομένων ὡς μορίων πρότερον καὶ τοῦ μὲν θρεπτικοῦ χωριζομένου τῶν ἄλλων, τῶν δ’ ἄλλων οὐδενὸς ἄνευ τούτου
10ὄντος, δῆλον ὡς ὅσα μὲν αὐξήσεως καὶ φθίσεως μετέχει μόνον τῶν ζών‐ των, οἷον τὰ φυτά, τούτοις οὐχ ὑπάρχει ὕπνος οὐδὲ ἐγρήγορσις· οὐ γὰρ ἔχουσι τὸ αἰσθητικὸν μόριον, ἐν ᾧ ταῦτα. τὸ δὲ αἰσθητικὸν τοῦ θρεπτικοῦ ὅτι ἕτερον τῷ εἶναι καὶ τῇ δυνάμει, φανερόν. εἰ δὲ καὶ τῷ ὑποκειμένῳ, οὐ παντί γε δῆλον. ἔτι τῶν θνητῶν καὶ ὑπὸ σελήνην καὶ δεκτικῶν ὕπνου
15καὶ ἐγρηγόρσεως οὐδέν ἐστιν, ὃ ἀεὶ ἐγρήγορεν ἢ ἀεὶ καθεύδει· ἀλλὰ τοῖς αὐτοῖς ὑπάρχει τῶν ζῴων ἀμφότερα τὰ πάθη ταῦτα, καὶ οὐδέν ἐστι ζῷον ἀμφοτέρων στερούμενον· τοῦτο γάρ ἐστι τῶν ἀψύχων. ὑπεξαιρείσθω μέντοι κἀν τούτοις τὰ θεῖα ἐνεργοῦντα ἀεί· ἡ γὰρ ἐν αὐτοῖς ἐγρήγορσις ἀναντίθετος. ὕπνος δὲ καὶ ἐγρήγορσις, ὡς πολλάκις εἴρηται, πάθη περὶ
20αἴσθησιν τοῦ πρώτου αἰσθητικοῦ, τῆς καρδίας. ἔτι ὅσων ἐστὶν ἔργον τι κατὰ φύσιν, ὅταν ὑπερβάλλῃ τὸν χρόνον, καθ’ ὃν πέφυκε τοῦτο ποιεῖν, ἀνάγκη κάμνειν καὶ μὴ δυνάμενον πρόσω βαίνειν παύεσθαι. φέρουσι γὰρ τὰ ὑποζύγια φόρτον ἄχρι τινός, ἢν δέ τις περαιτέρω βιάσαιτο, πίπτουσι· καὶ ἀναγνώσεταί τις ἕως τινός, εἶτα καμεῖται· καὶ ἀνδριαντοποιὸς καὶ τέκτων
25καὶ πᾶς ὁστισοῦν ἐνεργήσει μέχρι του, εἶτα στάσις τὴν κίνησιν διαδέξεται. κατὰ τὰ αὐτὰ δὲ καὶ ὄμματα καὶ ὦτα, ἔτι δὲ χεῖρες καὶ πόδες καὶ ἅπαν ὀργανικόν. εἰ δή τινός ἐστιν ἔργον τὸ αἰσθάνεσθαι, συνεχῶς ἀδυνατήσει καὶ οὐκέτι τοῦτο ποιήσει· ἐκμετρήσαντα γὰρ τὰ μόρια τὸν πληροῦντα χρόνον τὴν δύναμιν παύσεται. εἰ τοίνυν ἐναντίον τῷ ἐγρηγορέναι τὸ καθεύδειν, τῶν
30δ’ ἀμέσων ἐναντίων ἢ τῶν καθ’ ἕξιν καὶ στέρησιν ἂν θάτερον τῷ δεκτικῷ μὴ παρῇ, ἀνάγκη παρεῖναι θάτερον, καὶ τῆς ἐγρηγόρσεως μὴ
παρούσης παρέσται ὁ ὕπνος· καὶ εἰ ἡ ὑπερβολὴ τοῦ ἐγρηγορέναι ὁτὲ μὲν18

5,6

19

νοσώδης (διετέλεσαν γάρ τινες καὶ ἕως ἡμερῶν ἐννέα ἄϋπνοι δι’ ἀσθένειαν), ὁτὲ δὲ ἄνευ νόσου, ὥσπερ οἱ δι’ ἴσχνανσιν ἢ ξήρανσιν αὐτὸ τοῦτο παθόν‐ τες, καὶ ἡ ἀδυναμία ἄρα καὶ ὁ μακρὸς ὕπνος ὁτὲ μὲν διὰ νόσον, ὁτὲ δ’ ἄνευ νόσου γενήσεται· πυρέξας γάρ τις ἐπὶ τρισὶν ἡμέραις κοιμώμενος
5διετέλεσε, τά τε βρέφη καὶ ὅσοι τὴν δίαιταν ἢ τὴν κρᾶσιν ὑγρότεροι ἐπὶ πλεῖστον ὅσον ὑπνώττουσιν. εἰ δὲ ταῦτα οὕτω, πᾶν ἄρα τὸ ἐγρηγορὸς καθεύδει καὶ τὸ καθεῦδον ἐγρήγορεν. εἰ γὰρ ὁ ὕπνος πάθος τί ἐστι τοῦ αἰσθητικοῦ μορίου καὶ οἷον δεσμός τις καὶ ἀκινησία, αἰσθητικὸν δὲ τὸ δυ‐ νατὸν αἰσθάνεσθαι κατ’ ἐνέργειαν, πᾶσα δὲ δύναμις ἄγεται εἰς ἐνέργειαν,
10ἀνάγκη ἄρα τὸ καθεῦδον καὶ δύναμιν γρηγορῆσαι ἔχον ἐγρηγορὸς γενέσθαι, καὶ οὐδεὶς ὕπνος ἀνέγερτος. τὰ μὲν οὖν ἄλλα σχεδὸν πάντα δῆλα κοινω‐ νοῦντα ὕπνου, καὶ πλωτὰ καὶ πτηνὰ καὶ πεζά· καὶ γὰρ τὰ τῶν ἰχθύων γένη πάντα καὶ τὰ τῶν μαλακίων ὦπται καθεύδοντα καὶ τἆλλα πάνθ’ ὅς’ ἔχει ὀφθαλμούς· καὶ γὰρ τὰ σκληρόφθαλμα φανερὰ καὶ τὰ ἔντομα κοιμώ‐
15μενα, βραχύυπνα δὲ τὰ τοιαῦτα πάντα· διὸ καὶ λανθάνοι ἄν τινα πολλάκις, πότερον μετέχουσι τοῦ καθεύδειν ἢ οὔ. τῶν δ’ ὀστρακοδέρμων κατὰ μὲν τὴν αἴσθησιν οὐδέπω γέγονε φανερόν, εἰ καθεύδουσιν, εἰ δέ τῳ πιθανὸς ὁ λεχθεὶς λόγος, τούτῳ πεισθήσεται. ὅτι μὲν οὖν ὕπνου κοινωνεῖ τὰ ζῷα πάντα, φανερὸν ἐκ τούτων· τῷ γὰρ αἴσθησιν ἔχειν ὥρισται τὸ ζῷον, τῆς
20δ’ αἰσθήσεως τρόπον μέν τινα τὴν ἀκινησίαν καὶ οἷον δεσμὸν τὸν ὕπνον φαμέν, τὴν δὲ λύσιν καὶ τὴν ἄνεσιν ἐγρήγορσιν. τῶν δὲ φυτῶν οὐδὲν οἷόν τε κοινωνεῖν οὐδετέρου τῶν παθημάτων· ἄνευ μὲν γὰρ αἰσθήσεως οὐχ ὑπάρχει οὔτ’ ὕπνος οὔτ’ ἐγρήγορσις· οἷς δ’ αἴσθησις ὑπάρχει, τούτοις καὶ τὸ λυπεῖσθαι καὶ χαίρειν, οἷς δὲ ταῦτα, καὶ ἐπιθυμία. τοῖς δὲ φυτοῖς οὐδὲν
25ὑπάρχει τούτων. οὐδεὶς δὲ προσαναγκάσει λόγος ἥδεσθαι ἢ λυπεῖσθαι τὰ φυτὰ ἢ ὅλως ἐπιθυμεῖν ἢ αἰσθάνεσθαι, οὐδ’ ἕπεται παντὶ θρεπτικῷ τὸ αἰσθητικόν, ὥσπερ τὸ ἔμπαλιν, ἀλλὰ κεχώρισται. σημεῖον δ’ ὅτι καὶ τὸ ἔργον τὸ αὑτοῦ ποιεῖ τὸ θρεπτικὸν μόριον ἐν τῷ καθεύδειν μᾶλλον ἢ ἐγρη‐ γορέναι· τρέφεται γὰρ καὶ αὔξεται μᾶλλον τότε ὡς οὐδὲν προσδεόμενα
30πρὸς ταῦτα τῆς αἰσθήσεως. Διὰ τί δὲ καθεύδει καὶ ἐγρήγορε, καὶ διὰ ποίαν τινὰ αἴσθησιν, ἢ καὶ ποίας, εἰ καὶ διὰ πλείους, σκεπτέον. ἐπεὶ δ’ ἔνια μὲν τῶν ζῴων ἔχει τὰς αἰσθήσεις πάσας, ἔνια δ’ οὐκ ἔχουσιν, οἷον ὄψιν, τὴν δ’ ἁφὴν καὶ τὴν
γεῦσιν πάντ’ ἔχει, καὶ μάλιστα κοινοτάτη πασῶν ἡ ἁφή, ὡς ἐν τοῖς Περὶ19

5,6

20

ψυχῆς εἴρηται, ἀδύνατον δ’ ἐστὶν ἁπλῶς ὁποιανοῦν αἴσθησιν αἰσθάνεσθαι τὸ καθεῦδον ζῷον, φανερὸν ὅτι πᾶσιν ἀναγκαῖον ὑπάρχειν τὸ αὐτὸ πάθος ἐν τῷ καλουμένῳ ὕπνῳ, λέγω δὴ τὴν παντελῆ ἀκινησίαν καὶ ἀναισθησίαν. εἰ γὰρ τῇ μὲν τῶν αἰσθήσεων, ὡς εἰπεῖν τῇ ἀκοῇ, ἐνεργοίη, τῇ δὲ μή, τῇ
5ὄψει, συμβήσεται περὶ ταὐτὸ τἀναντία ἅμα· καθεῦδον γὰρ αἰσθήσεται. τοῦτο δὲ ἀδύνατον. πότερον δὲ πάσας ἐπίσης ἐν τοῖς εἰρημένοις αἰτιατέον παθή‐ μασιν, ἢ τινὰς μὲν μᾶλλον, τινὰς δ’ οὔ; ἢ καὶ μίαν μόνην (καὶ ἔστιν αὕτη ἡ ἀφή) ὡς ἀναγκαιοτέραν καὶ προτέραν φύσει τῶν ἄλλων καὶ τῇ κοινῇ αἰσθήσει ταυτιζομένην κατὰ τὸ ὑποκείμενον; ἐπεὶ γὰρ ὑπάρχει καθ’
10ἑκάστην αἴσθησιν τὸ μέν τι ἴδιον, τὸ δὲ κοινόν, ἴδιον μὲν οἷον τῇ ὄψει τὸ ὁρᾶν, τῇ δ’ ἀκοῇ τὸ ἀκούειν, καὶ ταῖς ἄλλαις ἑκάστῃ κατὰ τὸν αὐτὸν τρόπον, ἔστι δέ τις καὶ κοινὴ δύναμις ἀκολουθοῦσα ταύταις, ᾗ καὶ ὅτι ὁρᾷ καὶ ἀκούει καὶ αἰσθάνεται (οὐ γὰρ δὴ τῇ γε ὄψει ὁρᾷ ὅτι ὁρᾷ), καὶ κρίνει δὴ καὶ δύναται κρίνειν, ὅτι ἕτερα τὰ γλυκέα τῶν λευκῶν, οὔτε γεύσει
15οὔτ’ ὄψει οὔτ’ ἀμφοῖν, ἀλλά τινι κοινῷ μορίῳ τῶν αἰσθητικῶν πάντων (ἣν καὶ κοινὴν ἁπλῶς προσαγορεύομεν αἴσθησιν καὶ κυρίως, ἧς καὶ τὸ αἰσθητήριον κοινότατον καὶ κυρίως ἕν, καὶ μία μέν, τῷ δέ γε λόγῳ πλείους καὶ τοσαῦται, ὅσα καὶ ὑποκείμενα ταῖς καθ’ ἕκαστα· ἕτερον γὰρ ψόφου χρῶμα καὶ ἀμ‐ φοτέρων ὀσμή), ὑπάρχει δ’ αὕτη ἅμα καὶ πρώτως μάλιστα τῷ ἁπτικῷ
20(τοῦτο μὲν γὰρ χωρίζεται τῶν ἄλλων αἰσθητηρίων, τὰ δ’ ἄλλα τούτου ἀχώριστα. εἴρηται δὲ περὶ αὐτῶν ἐν τοῖς Περὶ ψυχῆς θεωρήμασι), φανε‐ ρόν, ὅτι τούτου ἐστὶ πάθος ἡ ἐγρήγορσις καὶ ὁ ὕπνος, τῆς κοινῆς δηλαδὴ αἰσθήσεως περὶ τὸ κοινὸν αἰσθητήριον, τὴν καρδίαν. τῇ ἁφῇ δὲ κατὰ τὸ ὑποκείμενον τὴν κοινὴν συνήψαμεν αἴσθησιν, διὸ καὶ πᾶσιν ὑπάρχει τοῖς
25ζῴοις· καὶ γὰρ ἡ ἁφὴ μόνη πᾶσιν. ὅτι δὲ ἀργία μόνης καὶ πρώτης ἁφῆς ὁ ὕπνος, καὶ οὐχ ἁπλῶς κοινῶς τῶν αἰσθήσεων, ἐντεῦθεν ἂν εἴη δῆλον· εἰ γὰρ μὴ ἀνάγκη ἅμα πάσας ἐνεργεῖν, οὐδὲ ἅμα πᾶσαι ἀκινητίσουσιν. ἀλλὰ μὴν τὸ πρῶτον (τίς γὰρ ἀνάγκη τὸν ὁρῶντα εὐθὺς καὶ ἀκούειν ἢ τὸν γευόμενον ὁρᾶν), καὶ τὸ δεύτερον ἄρα. τοὐναντίον γὰρ εὐλογώτερον
30αὐταῖς συμβαίνειν ἔμελλε τὸ ἅμα πάσας ἐνεργεῖν ἤπερ ἅμα ἀκινητίζειν. εἰ δὲ ἅμα ἐνεργεῖν οὐκ ἐνδέχεται, ὃ μᾶλλον εὔλογον, πολλῷ μᾶλλον οὐδὲ
ἀκινητίζειν. ἕπεται μέντοι τῷ τὴν ἁφὴν ἀργεῖν καὶ πάσας. οὐ μὴν ἐκ20

5,6

21

τῆς πασῶν ἀργίας ὁ ὕπνος ἐστίν, ἀλλ’ ἐκ μόνης τῆς πρώτης τῆς ἁπτικῆς. τοῦ γὰρ κυρίου τῶν ἄλλων αἰσθητηρίων καὶ πρὸς ὃ συντείνει τὰ ἄλλα πεπονθότος τι συμπάσχειν ἀνάγκη καὶ τὰ λοιπὰ πάντα, ἐκείνων δέ τινος ἀδυνατοῦντος οὐκ ἀνάγκη τοῦτο ἀδυνατεῖν.
5 Ἔτι δ’ ἐκ τῶνδε μᾶλλον φανερώτερον ὡς οὐκ ἐν τῷ τὰς αἰσθήσεις ἀργεῖν καὶ μὴ χρῆσθαι αὐταῖς ὁ ὕπνος, οὐδ’ ἐν τῷ μὴ δύνασθαι αἰσθά‐ νεσθαι. ἐν γὰρ ταῖς λειποψυχίαις τοιοῦτόν τι συμβαίνει· ἀδυναμία γὰρ αἰσθήσεων πασῶν ἡ λειποψυχία, ὕπνος δ’ οὔ. γίνονται δὲ καὶ ἔκνοιαί τινες τοιαῦται· οἱ γὰρ μαινόμενοι οὔθ’ ὁρῶσιν οὔτ’ ἀκούουσιν οὔτ’ ἄλλην τινὰ αἰσθά‐
10νονται αἴσθησιν· πῶς γάρ, οἳ τὰς σάρκας τὰς ἑαυτῶν κατεσθίοντες οὐδεμιᾶς ὀδύνης λαμβάνουσιν αἴσθησιν; καὶ τὰς ἐν τῷ αὐχένι δὲ δύο φλέβας εἴ τις δήσει, ἀναισθητεῖ τὸ ζῷον· ὕπνος δ’ οὐκ ἔστιν, ἀλλ’ ὅταν ἡ ἀδυναμία τοῦ αἰσθά‐ νεσθαι μήτε ἔν τινι τῶν αἰσθητηρίων γένηται (τύχοι γὰρ ἄν τινος πηρω‐ θῆναι τὰ αἰσθητήρια καὶ ἀδυνατεῖν αἰσθάνεσθαι, καὶ οὐ καθεύδειν τοῦτό
15γε) μήτε δι’ ἣν ἔτυχεν αἰτίαν, ἀλλά, καθάπερ εἴρηται νῦν, ἐν τῷ πρώτῳ αἰσθητηρίῳ, τῇ καρδίᾳ, καὶ τῇ πρώτῃ αἰσθήσει καὶ διὰ τὴν ὑπερβολὴν τοῦ ἐγρηγορέναι, τοῦτό ἐστιν ὁ ὕπνος. ὅταν μὲν γὰρ τοῦτο ἀδυνατήσῃ, ἀνάγκη καὶ τοῖς αἰσθητηρίοις πᾶσιν ἀδυνατεῖν αἰσθέσθαι, ὅταν δὲ ἐκείνων τι, οὐκ ἀνάγκη τούτῳ.
20 Τούτων οὕτω διωρισμένων λεκτέον ἤδη καὶ δι’ ἣν αἰτίαν τὸ καθεύδειν συμβαίνει, καὶ ποῖόν τι τὸ πάθος ἐστίν. ἐπεὶ δὲ τρόποι πλείονες τῆς αἰτίας (τέσσαρας γὰρ τοὺς κυριωτέρους ἐν τοῖς φυσικοῖς ἀποδεδώκαμεν· καὶ γὰρ τὸ τίνος ἕνεκα τελικὸν αἴτιον ἐκεῖσε ἐλέγομεν, καὶ ποιητικὸν ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, καὶ τὸν λόγον καθ’ ὃν τὸ πρᾶγμα γίνεται εἰδικόν,
25καὶ ἐπὶ πᾶσι τὴν ὕλην, ἐξ οὗ ἐνυπάρχοντος ἀποτελεῖταί τι), εἴη ἂν ὕπνου μὲν αἰτία ὡς οὗ ἕνεκα ἡ σωτηρία τῶν ζῴων καὶ ἀνάπαυσις, ποιητικὴ δὲ ἡ τοῦ καρδιακοῦ πνεύματος κίνησις, ὑλικὴ δὲ ἡ παλίρροια τῆς ἀναχθείσης ἀναθυμιάσεως πρὸς τὰ κάτω, καὶ εἰδικὸν ἡ τοιαύτη τῶν ἐκτὸς καὶ ἐντὸς μελῶν καὶ μερῶν σύμπτωσις καὶ διάθεσις. ἔχει γὰρ ὧδε. πρῶτον μὲν
30οὖν ἐπειδὴ λέγομεν τὴν φύσιν ἕνεκά του ποιεῖν, τοῦτο δ’ ἀγαθόν τι, τὴν δ’ ἀνάπαυσιν ἀναγκαίαν εἶναι καὶ ὠφέλιμον τῷ πεφυκότι κινεῖσθαι, μὴ δυναμένῳ δ’ ἀεὶ καὶ συνεχῶς κινεῖσθαι μεθ’ ἡδονῆς, δῆλον ὡς σωτηρίας τῶν ζῴων ὁ ὕπνος ἕνεκα· ὅθεν καὶ δι’ αὐτὴν τὴν ἀλήθειαν τῷ ὕπνῳ τὴν
μεταφορὰν ταύτην προσάπτουσιν, ἀνάπαυσιν μόνον τῶν ἄλλων λέγοντες.21

5,6

22

ἡ δ’ ἐγρήγορσις τὸ τέλος· τὸ γὰρ αἰσθάνεσθαι καὶ τὸ φρονεῖν πᾶσι τέλος, οἷς ὑπάρχει θάτερον αὐτῶν· βέλτιστα γὰρ ταῦτα, τὸ δὲ τέλος βέλτιστον, τέλος δὲ ἀλόγοις μὲν αἴσθησις, ἀνθρώποις δὲ φρόνησις. ἔτι δ’ ἀναγκαῖον ἑκάστῳ τῶν ζῴων ὑπάρχειν τὸν ὕπνον διὰ τὴν τοιάνδε ὕλην, ἣν καὶ ἐξ
5ὑποθέσεως ἀνάγκην λέγειν εἰώθαμεν. εἰ γὰρ ζῷον ἔσται ἔχον τὴν φύσιν αὑτοῦ, ἐξ ἀνάγκης τινὰ ὑπάρχειν αὐτῷ δεῖ, καὶ τούτων ὑπαρχόντων ἕτερα ὑπάρχειν. οἷον ὑποτεθέντος τοῦ ζῷον εἶναι ἕπεται ἐξ ἀνάγκης τὸ τρέφε‐ σθαι, τρεφομένου δὲ ἀναθυμίασιν γίνεσθαι, ταύτης δὲ τελεσθείσης ὕπνον. ἔτι δὲ ποίας κινήσεως καὶ πράξεως ἐν τῷ σώματι γινομένης συμβαίνει τὸ
10ἐγρηγορέναι καὶ τὸ καθεύδειν τοῖς ζῴοις, καὶ ὅλως περὶ τοῦ ποιητικοῦ αἰτίου μετὰ ταῦτα λεκτέον. ἔσται δὲ ὁ περὶ αὐτοῦ λόγος μακρότερος. πρότερον δὲ ταῦτα λέγομεν, ὡς τοῖς μὲν ἄλλοις καθάπερ τοῖς ἀναίμοις ὑπο‐ ληπτέον εἶναι τὰ αἴτια τοῦ πάθους ἢ τὰ αὐτὰ ἢ τὰ ἀνάλογον, τοῖς δ’ ἐναίμοις ἅπερ τοῖς ἀνθρώποις, ὥστ’ ἐκ τούτων ὡς ἐγγυτέρω καὶ περὶ πάν‐
15των θεωρητέον. ὅτι μὲν οὖν ἡ τῆς αἰσθήσεως ἀρχὴ γίνεται ἀπὸ τοῦ αὐτοῦ μέρους τοῖς ζῴοις, ἀφ’ οὗπερ καὶ ἡ τῆς κινήσεως, διώρισται πρότερον ἐν ἑτέροις. αὕτη δέ ἐστι τριῶν διωρισμένων τόπων ὁ μέσος κεφαλῆς καὶ τῆς κάτω κοιλίας. τοῖς μὲν οὖν ἐναίμοις τοῦτ’ ἐστὶ τὸ περὶ τὴν καρδίαν μέρος· πάντα γὰρ τὰ ἔναιμα καρδίαν ἔχει, καὶ ἀρχὴ ἄρα τῆς κινήσεως καὶ
20τῆς αἰσθήσεως τῆς κυρίας ἐντεῦθέν ἐστι. τῆς μὲν οὖν κινήσεως φανερὸν ὅτι καὶ ἡ τοῦ πνεύματος ἀρχὴ καὶ ὅλως ἡ τῆς ψύξεώς ἐστιν ἐνταῦθα, καὶ τὸ ἀνα‐ πνεῖν καὶ τὸ τῷ ὑγρῷ ψύχεσθαι πρός γε τὴν σωτηρίαν τοῦ ἐν τούτῳ μορίῳ θερμοῦ ἡ φύσις πεποίηκε. ῥηθήσεται δὲ περὶ αὐτῆς ὕστερον καθ’ αὑτήν. τοῖς δ’ ἀναίμοις καὶ τοῖς ἐντόμοις καὶ μὴ δεχομένοις πνεῦμα ἐν τῷ ἀνά‐
25λογον τὸ σύμφυτον πνεῦμα ἀναφυσώμενον καὶ συνιζάνον φαίνεται. δῆλον δὲ τοῦτο ἐπὶ τῶν ὁλοπτέρων, οἷον σφηκῶν καὶ μελισσῶν, καὶ ἐν ταῖς μυίαις καὶ ὅσα τοιαῦτα. ὁρῶμεν γὰρ φανερῶς ἐν τούτοις τὸ μέρος τὸ ἐν τῇ τομῇ ἐγγίζον εὐρυνόμενον καὶ συστελλόμενον. ἐπεὶ δὲ κινεῖν μέν τι ἢ ποιεῖν ἄνευ ἰσχύος ἀδύνατον, ἰσχὺν δὲ ποιεῖ ἡ τοῦ πνεύματος ἐποχὴ καὶ
30κάθεξις, ἔσται τοῖς μὲν εἰσφερομένοις καὶ ἀναπνέουσιν ἡ θύραθεν, τοῖς δὲ22

5,6

23

μὴ ἀναπνέουσιν ἡ σύμφυτος. διὸ καὶ βομβοῦντα φαίνεται τὰ πτερωτά, ὅταν κινῆται· τριβομένου γὰρ τοῦ συμφύτου πνεύματος ἐν τῇ πτήσει καὶ προσπίπτοντος ἐν τῷ ὑποζώματι τῶν ὁλοπτέρων βομβεῖ. οὐ γὰρ ὁ ἔξω ἀήρ ἐστιν ὁ ψοφῶν, ἀλλὰ τὸ σύμφυτον πνεῦμα. γίνεται δὲ βόμβος καὶ
5διὰ τοῦ ἔξω ἐν τοῖς ἐντόμοις τοῖς ἔχουσι σχίσμα ὑπὸ τὸ ὑπόζωμα. κινεῖ‐ ται δὲ ἅπαν αἰσθήσεώς τινος γινομένης οἰκείας ἢ ἀλλοτρίας ἐν τῷ πρώτῳ αἰσθητηρίῳ, οἰκείας μὲν λέγομεν διὰ τὴν οἴκοθεν ὁρμήν (κινούμεθα γὰρ καὶ ὑπό τινων ἐν ἡμῖν φαντασμάτων), ἀλλοτρίας δὲ διὰ τὴν ἔξωθεν, δηλαδὴ τὴν ἀπὸ τῶν αἰσθητῶν. φανερὸν οὖν ἐκ τούτων, ἐν ᾧ τόπῳ καὶ ἐν ᾧ
10μορίῳ πρώτῳ ὁ ὕπνος γίνεται καὶ ἡ ἐγρήγορσις. ἐν ἐκείνῳ γὰρ οὗ πάθη, τῆς δὲ καρδίας εἰσὶ πάθη, καὶ ἐν ταύτῃ ἄρα. κινοῦνται δ’ ἔνιοι καθεύ‐ δοντες καὶ ποιοῦσι πολλὰ ἐγρηγορικά, οὐ μέντοι ἄνευ φαντάσματος καὶ αἰσθήσεώς τινος· τὸ γὰρ ἐνύπνιόν ἐστιν αἴσθημα τρόπον τινά. λεκτέον δὲ περὶ αὐτῶν ὕστερον. διότι δὲ τὰ μὲν ἐνύπνια μνημονεύουσιν ἐγερθέντες,
15τὰς δ’ ἐγρηγορικὰς πράξεις οὐ μνημονεύουσιν ἐν τοῖς Προβληματικοῖς ἡμῖν εἴρηται. Τούτων οὖν προδιωρισμένων ἐχόμενον τῶν εἰρημένων ἐστὶν εἰπεῖν, τίνων γινομένων καὶ πόθεν ἡ ἀρχὴ τοῦ πάθους γίνεται, τοῦ ἐγρηγορέναι καὶ τοῦ καθεύδειν· ἴσως γὰρ τὴν ποιοῦσαν αἰτίαν ἐν τούτοις ἂν μᾶλλον
20εὑρήσοιμεν καὶ τὴν ὑλικὴν τελεώτερον. φανερὸν οὖν ὡς ἀναγκαῖον τῷ ζώῳ, ὅταν αἴσθησιν ἔχῃ, τότε πρῶτον ᾗ ζῷον τροφήν τε λαμβάνειν καὶ αὔξησιν. τρέφεται γὰρ καὶ ἔμβρυον ὄν, ἀλλ’ οὐχ ᾗ ζῶον, ἀλλ’ ᾗ φυτόν· ἐπειδὰν δὲ αἴσθησιν λάβῃ, τότε πρῶτον τρέφεται ᾗ ζῶον. ἐγγίνεται δὲ αὐτῷ ἡ αἰσθητικὴ ψυχὴ ὑστέρα ἀποτεχθέντι. τροφὴ δέ ἐστι πᾶσιν ἡ ἐσχάτη
25τοῖς μὲν ἐναίμοις ἡ τοῦ αἵματος φύσις, τοῖς δ’ ἀναίμοις τὸ ἀνάλογον. τόποι δ’ αἵματος αἱ φλέβες, τούτων δ’ ἀρχὴ ἡ καρδία. φανερὸν δὲ τὸ λεχθὲν ἐκ τῶν ἀνατομῶν. τῆς μὲν οὖν θύραθεν τροφῆς εἰσιούσης εἰς τοὺς δεκτικοὺς τόπους, κοιλίαν λέγω καὶ ἔντερα, γίνεται ἡ ἀναθυμίασις εἰς τὰς φλέβας, ὑφ’ ὧν ἀποκομισθεῖσα ἐν τῷ ἥπατι ἐκεῖσε μεταβάλλουσα ἐξαιμα‐
30τοῦται, ἐκεῖθεν δὲ πορευθεῖσα ἐπὶ τὴν ἀρχήν, τὴν καρδίαν, κυρίως πέττεται καὶ αἷμα τέλειον γίνεται· τῶν γὰρ φλεβῶν αἱ μὲν ἐπὶ τὴν καρδίαν φέρονται, αἱ δὲ ἐκεῖθεν ἄρχονται. κομίζουσι γὰρ αἱ μὲν ὥσπερ τινὲς διάκονοι πρὸς
αὐτὴν ἀπὸ τῶν περὶ τὸ ἧπαρ τόπων τὸ ἀκατέργαστον αἷμα καὶ ἄπεπτον,23

5,6

24

ἥτις δεχομένη πέττει καὶ κατεργάζεται· αἱ δὲ τὴν χρείαν ἀποπληροῦσιν ἐπὶ τὸ ἔμπαλιν μετὰ τὴν πέψιν καὶ κατεργασίαν ἐπὶ τὸ ἅπαν σῶμα παρα‐ πομπήν. εἴρηται δὲ περὶ τούτων ἐπὶ πλέον ἐν τοῖς περὶ τροφῆς, νῦν δ’ ἀναληπτέον ὑπὲρ αὐτῶν τούτου χάριν, ὅπως τὰς ἀρχὰς τῆς κινήσεως
5θεωρήσωμεν, καὶ τί πάσχοντος τοῦ μορίου τοῦ αἰσθητικοῦ συμβαίνει ἡ ἐγρή‐ γορσις καὶ ὁ ὕπνος. οὐ γάρ ἐστιν ὁ ὕπνος ἡτισοῦν ἀδυναμία τοῦ αἰσθητικοῦ, καθάπερ εἴρηται· καὶ γὰρ ἔκνοια καὶ πνιγμός τις καὶ λειποψυχία ποιεῖ τὴν τοιαύτην ἀδυναμίαν, ἤδη δὲ γεγένηταί τισι καὶ φαντασία λειποψυχήσασιν ἰσχυρῶς καὶ ὁρῶσι. τοῦτο μὲν οὖν ἔχει καί τινα ἀπορίαν· εἰ γὰρ ἐνδέχεται
10καταδαρθάνειν τὸν λειποψυχήσαντα, ἐνδέχοιτ’ ἂν καὶ ἐνύπνιον εἶναι τὸ τούτου φάντασμα. ἀλλ’ οὐ τὸ πρῶτον, οὐδὲ τὸ δεύτερον ἄρα. δῆλον γὰρ ὡς τῶν μὲν ἐνυπνίων εἰ καὶ μὴ πάντων ἀλλὰ τῶν πλείστων ἐγερθέντες μνημονεύομεν, οὐδενὸς δὲ τῶν ἐν ταῖς λειποψυχίαις μνημονεύουσι φαντα‐ σμάτων μετὰ τὴν ἀπαλλαγήν. πολλὰ δέ ἐστιν ἃ λέγουσιν ἐν τῷ καιρῷ οἱ
15σφόδρα λειποψυχήσαντες καὶ δόξαντες τεθνάναι, ὧν οὐδενὸς ἐγερθέντες μνημονεύουσιν. οὐκ ἄρα ἐνύπνια τὰ ἐκείνων φαντάσματα, ὥστε οὐδὲ ὕπνος ἡ ἐπίληψις. τὰ αὐτὰ δὲ δεῖ λέγειν καὶ περὶ πνιγμοῦ καὶ ἐκνοίας καὶ τῶν ὁμοίων. Ἀλλὰ γάρ, ὥσπερ εἴπομεν, οὔκ ἐστιν ὁ ὕπνος ἀδυναμία πᾶσα τοῦ
20αἰσθητικοῦ, ἀλλ’ ἐκ τῆς περὶ τὴν τροφὴν ἀναθυμιάσεως γίνεται τὸ πάθος τοῦτο· ἀναγκαῖον γὰρ τὸ ἀναθυμιώμενον ὠθούμενον μέχρι που ὠθεῖσθαι, εἶτα ἀντιστρέφειν καὶ μεταβάλλειν καθάπερ εὔριπον· τὸ γὰρ θερμὸν ἑκάστου τῶν ζῴων πρὸς τὸ ἄνω πέφυκεν αἴρεσθαι, ὅταν δ’ ἐν τοῖς ἄνω τόποις γένηται καὶ ὑπὸ τῆς τοῦ ἐγκεφάλου κράσεως ἑαυτοῦ ψυχρότερον ἀποτελεσθῇ,
25ἀθρόον πάλιν ἀντιστρέφει καὶ κάτω φέρεται ἐπὶ τὴν καρδίαν καὶ καταψύχει τὸ ἐν αὐτῇ θερμόν, καὶ οὕτω καθεύδει τὸ ζῷον. διὸ γίνονται μάλιστα οἱ ὕπνοι ἀπὸ τροφῆς· ἀθρόον γὰρ πολὺ τό τε ὑγρὸν καὶ τὸ σωματῶδες φέρεται. ἕως μὲν οὖν ἱστῆται ἐν τῇ κεφαλῇ, βαρεῖ αὐτήν (διὸ καὶ κινοῦ‐ μεν αὐτὴν τῇδε κἀκεῖσε νυστάζοντες), ἡνίκα δὲ ῥέψει ἀντιστρέψαν τὸ θερμὸν τὸ
30ἀγαγὸν ἄνω τὰ ὑγρὰ καὶ σωματώδη, συρρέουσιν ἅμα αὐτῷ καὶ ταῦτα, καὶ οὕτω γίνεται ὁ ὕπνος, καὶ τότε τὸ ζῷον καθεύδει. σημεῖον δέ, ὡς τὰ ὑγρὰ καὶ σωμα‐ τώδη βαρύνουσι τὴν κεφαλήν, καὶ ἀπὸ τῶν ὑπνωτικῶν· πάντα γὰρ ἐπιδήλως καρηβαρεῖν ποιοῦσι τῇ παχύτητι τῆς ἀναφορᾶς τῶν παρ’ αὐτοῖς σωματο‐
ειδῶν ὑγρῶν, καὶ τὰ ποτὰ καὶ τὰ βρωτά, μήκων, μανδραγόρας, οἶνος, αἶραι.24

5,6

25

γίνεται οὖν μετὰ τὰ σῖτα μάλιστα τοιοῦτος ὁ ὕπνος (πολλὴ γὰρ ἡ ἀπὸ τῶν σίτων ἀναθυμίασις), γίνεται δὲ καὶ ἐκ κόπων ἐνίων· ὁ μὲν γὰρ κόπος συντηκτικόν, τὸ δὲ σύντηγμα γίνεται ὥσπερ τροφὴ ἄπεπτος, ἂν μὴ ψυχρὸν ᾖ· τὰ γὰρ ἐν τῇ κοιλίᾳ καὶ τοῖς ἐντέροις ἐνόντα περιττώματα ἡ παρὰ τοῦ κόπου
5θερμότης συντήξασα ὦσεν ἐπὶ τὸν ἄνω τόπον καὶ τὸν ὕπνον ἐποίησε. καὶ νόσοι δέ τινες τὸ αὐτὸ τοῦτο ποιοῦσιν, ὅσαι ἀπὸ περιττώματος ὑγροῦ καὶ θερμοῦ, οἷον συμβαίνει τοῖς πυρέττουσι καὶ ἐν τοῖς ληθάργοις. ἔτι δὲ ἐν τῇ πρώτῃ ἡλικίᾳ μᾶλλον ὁ ὕπνος ἢ ταῖς ἄλλαις· τὰ γὰρ παιδία καθεύδει σφόδρα διὰ τὸ τὴν τροφὴν ἄνω φέρεσθαι πᾶσαν. σημεῖον δὲ τὸ ὑπερ‐
10βάλλειν τὸ μέγεθος τῶν ἄνω πρὸς τὰ κάτω κατὰ τὴν πρώτην ἡλικίαν διὰ τὸ ἐπὶ ταῦτα γίνεσθαι τὴν αὔξησιν. ἐν οἷς γὰρ πλείων ἡ τροφή, μείζω ταῦτα. διὰ ταύτην δὲ τὴν αἰτίαν καὶ ἐπιληπτικὰ γίνεται· ὅμοιον γὰρ ὁ ὕπνος ἐπιλήψει· ἑκάτερον γὰρ ἀργία αἰσθήσεων. διὸ καὶ συμβαίνει τισὶν ἡ ἀρχὴ τούτου τοῦ πάθους καθεύδουσι, καὶ καθεύδοντες μὲν ἁλίσκονται,
15ὅταν καὶ δέῃ τοῦτο παθεῖν, ἐγρηγορότες δ’ οὔ. πολὺ γάρ, ὡς εἴρηται, φερόμενον τὸ πνεῦμα ἄνω ἐν τοῖς ὕπνοις, καταβαῖνον πάλιν ὥσπερ εὔριπος ὀγκοῖ τὰς φλέβας· ἀνάγκη γὰρ τούτου μὲν κατιόντος ἑτέρου δ’ ἀνιόντος διὰ τὸ ἅμα γίνεσθαι τὴν ἀπάτμισιν κάτω, τὴν δὲ κατάπτυξιν καὶ σύστασιν ἄνω ἐξογκοῦσθαι τὰς φλέβας, ὑφ’ ὧν συνθλίβεσθαι καὶ συστέλλεσθαι τὸν τῆς
20ἀναπνοῆς πόρον· οὗ στενωθέντος ἀνάγκη μὴ γίνεσθαι εἰσπνοήν, καὶ ἐντεῦθεν ἐπίληψις. ἐπεὶ δὲ τοῖς παιδίοις τὰ ἄνω πλήρη τροφῆς, ταὐτὸν δὲ εἰπεῖν πνεύματος ἐκ τροφῆς ἀναδοθείσης, πνευματώδης δὲ καὶ ὁ οἶνος καὶ τούτου μᾶλλον ὁ μέλας, οὐ συμφέρει αὐτοῖς οὐδὲ ταῖς τίτθαις· διαφέρει γὰρ οὐδὲν ἴσως αὐτὰ πίνειν ἢ τὰς τίτθας, ἀλλὰ δεῖ πίνειν ὑδαρώδη καὶ ὀλίγον. οὕτω
25δὲ τὰ ἄνω πλήρη τροφῆς τοῖς παιδίοις, ὥστε πέντε μηνῶν οὐδὲ στρέ‐ φουσι τὸν αὐχένα. ὅμοιον δὲ τὸ πάθος τοῖς σφόδρα μεθύουσιν· ὑγρότης γὰρ ἐπ’ ἀμφοῖν ἐπὶ τὰ ἄνω ἀνηνέχθη πολλή. εὔλογον δὲ τοῦτο τὸ πάθος αἴτιον εἶναι λέγειν καὶ τοῦ ἠρεμεῖν ἐν ταῖς μήτραις τὰ ἔμβρυα τὸ πρῶτον. Καὶ τὸ ὅλον δὲ φίλυπνοι οἱ ἀδηλόφλεβοι καὶ οἱ νανώδεις καὶ οἱ μεγα‐
30λοκέφαλοι. τῶν μὲν γὰρ αἱ φλέβες στεναὶ καὶ λεπταί, ὅθεν κατελθὸν τὸ πνεῦμα ἀπὸ τῆς κεφαλῆς ῥᾳδίως ἐπλήρωσε· τὸ γὰρ μικρὸν τάχιον πλη‐
ροῦται. διὰ τοῦτο δὲ ψυχρῶν τῶν φλεβῶν γενομένων (καὶ γὰρ αἱ κοιλίαι25

5,6

26

πληρωθεῖσαι ψυχραίνονται), ἀνάγκη χρονίζειν ἐν αὐταῖς τὸ πνεῦμα (δεῖται γὰρ θερμότητος εἰς τὸ διαρρεῦσαι καὶ σκεδασθῆναι), χρονίζοντος δὲ τοῦ πνεύματος ἐξ ἀνάγκης γίνεται καὶ ὁ ὕπνος μακρότερος· ἄλλως τε ὥσπερ τὸ ὕδωρ διὰ στενῶν σωλήνων βραδέως ἐξέρχεται, διὰ δὲ τῶν εὐρέων τάχιον,
5οὕτω καὶ τὸ πνεῦμα σωματῶδες ὂν βράδιον ἐξελεύσεται διὰ τῶν στενῶν πόρων. οἱ μὲν οὖν ἀδηλόφλεβοι διὰ τοῦτο φίλυπνοι, τοῖς δὲ νανώδεσι καὶ μεγαλοκεφάλοις ἡ ἄνω ὁρμὴ πολλὴ καὶ ἀναθυμίασις· τὰ γὰρ μεγάλα πολλῆς δεῖται τροφῆς, ἵνα πληρωθῇ καὶ χορτασθῇ. πολλῆς οὖν ἄνω γινομένης ἕπεται τὸ καὶ κάτω πολλὴν γίνεσθαι τὴν παλίρροιαν, τὸ δὲ πολὺ ἀπὸ τῆς
10αὐτῆς ἴσως θερμότητος βραδέως πέττεται καὶ κρατεῖται. οἱ δὲ φλεβώδεις οὐχ ὑπνωτικοὶ δι’ εὔροιαν τῶν πόρων. ἂν μή τι ἄλλο πάθος ἔχωσιν ὑπεναντίον, οὐδ’ οἱ μελαγχολικοί· κατέψυκται γὰρ ὁ εἴσω τόπος, ὥστε οὐ γίνεται πλῆθος αὐτοῖς ἀναθυμιάσεως. διὰ τοῦτο γὰρ βρωτικοὶ ξηροὶ ὄντες. ὥσπερ γὰρ οὐδ’ ἀπολελαυκότα διάκειται τὰ σώματα αὐτοῖς ἐοικότα ξύλοις
15ἐν ἀνίκμῳ χώρᾳ οὖσιν. ἡ γὰρ μέλαινα χολὴ φύσει ψυχρὰ οὖσα καὶ τὰ θρεπτικά, κοιλίαν, ἧπαρ, ψυχρὰ ποιεῖ καὶ τὰ ἄλλα μόρια, ὅπου ἂν ὑπάρχῃ ἡ δύναμις τοῦ τοιούτου περιττώματος. ἐπεὶ δὲ ἀναγινώσκοντες καὶ νοοῦντες πολλάκις νυστάζομεν, ἰστέον ὡς αἴτιον τὸ ἐν κινήσει καὶ φροντίδι τότε τὴν διάνοιαν εἶναι· ἀπεπτούσης γὰρ διὰ τοῦτο τῆς τροφῆς ἀνάγκη παχεῖαν
20εἶναι τὴν ἀνιοῦσαν καὶ κατιοῦσαν ἀτμίδα. ὥστε φανερὸν ἐκ τῶν εἰρημένων, ὅτι ὁ ὕπνος σύνοδός τις τοῦ θερμοῦ εἴσω τῆς καρδίας καὶ ἀντιπερίστασις φυσικὴ διὰ τὴν εἰρημένην αἰτίαν. ὅθεν δ’ ἐκλείπει τὸ θερμόν, καταψύχεται, καὶ διὰ ψύξιν καταπίπτει τὰ βλέφαρα· τὸ γὰρ συνέχον πάντα τὰ μέρη καὶ κινοῦν καὶ ὀρθοῦν τὸ θερμόν ἐστι. κατέψυκται οὖν ἐν τῷ ὕπνῳ τὰ ἄνω
25καὶ τὰ ἔξω καὶ κύκλῳ παντὸς τοῦ σώματος, τὰ δ’ ἐντὸς καὶ τὰ κάτω θερμά, οἷον τὰ περὶ τοὺς πόδας καὶ τὰ εἴσω. Καίτοι τοῦτό τις ἀπορήσειεν ἄν, διὰ τί μετὰ τὰ σιτία ἰσχυρότερος ὁ ὕπνος καί ἐστιν ὑπνωτικὸς οἶνος καὶ ἄλλα τοιαύτην ἔχοντα θερμότητα. ἔστι δ’ οὐκ εὔλογον τὸν μὲν ὕπνον εἶναι κατάψυξιν, τὰ δ’ αἴτια τοῦ
30καθεύδειν θερμά. ἢ τοῦτο συμβαίνει πρῶτον μέν, ὅτι ὥσπερ ἡ κοιλία κενὴ
μὲν οὖσα θερμή ἐστιν, ἡ δὲ πλήρωσις αὐτῆς καταψύχει (ἐπιπνίγει γὰρ καὶ26

5,6

27

σβέννυσι τὸ θερμὸν ἡ τῶν βρωμάτων πλήρωσις, ὥσπερ καὶ τὸ πῦρ τὸ τῶν ξύλων πλῆθος), οὕτω καὶ αἱ φλέβες καὶ οἱ ἐν τῇ κεφαλῇ πόροι κατα‐ ψύχονται τῷ πλήθει τῆς ἀναφερομένης ἀναθυμιάσεως, τούτου δὲ γενομένου συνίσταται ἡ ἀναθυμίασις καὶ κάτω ῥεῖ, καὶ διὰ τοῦτο μετὰ τὰ σιτία ὕπνος.
5δεύτερον δὲ ὥσπερ τοῖς προσχεομένοις τὸ θερμὸν ἐξαίφνης φρίκη γίνεται (τοῦ γὰρ θερμοῦ προσχεομένου τὸ ἐκτὸς ψυχρὸν ἀντιπεριιστάμενον εἰς ἓν καὶ ἀθροιζόμενον τῇ φυγῇ εἴσω ποιεῖ φρίκην), οὕτω κἀκεῖ ἀνιόντος τοῦ θερμοῦ ἐπὶ τὴν κεφαλὴν ἀθροιζόμενον τὸ ἀπὸ τοῦ ἐγκεφάλου διαδιδόμενον εἰς τοὺς τόπους ἐκείνους ψυχρὸν εἰς ἓν καὶ ἰσχυρότατον γινόμενον διὰ τὴν
10εἰς ἓν ἄθροισιν καταψύχει καὶ τὸ κατὰ φύσιν ἐκεῖσε ἀναχθὲν ὑγρὸν καὶ θερμὸν ποιεῖ ἐξαδυνατεῖν καὶ συνίστασθαι καὶ ὑποχωρεῖν κάτω. καὶ πρὸς τούτοις ὥσπερ τὸ πῦρ ἐπιτιθεμένων τῶν ξύλων σβέννυται, οὕτω πολλῆς ἐμπιπτούσης τροφῆς καταψύχεται καὶ οἷον σβέννυται τὸ ἐν καρδίᾳ θερμόν, ἕως ἂν καταπεφθῇ ἡ τροφή. γίνεται γὰρ ὁ ὕπνος, ὥσπερ εἴρηται, ἐν τῇ
15ἀνθυποστροφῇ πρὸς τὴν ἀρχὴν τοῦ σωματώδους ὑγροῦ τοῦ ὑπὸ τοῦ θερμοῦ ἀναφερομένου διὰ τῶν φλεβῶν πρὸς τὴν κεφαλήν. ὅταν γὰρ μηκέτι δύνηται ἄνω εἶναι τὸ ἀναχθέν, ἀλλὰ τῷ πλήθει ὑπερβάλλῃ καὶ βαρύνῃ καὶ πρὸς τούτοις δὲ ψυχθῇ, πάλιν ἀνταπωθεῖ καὶ κάτω ῥεῖ. διὸ καὶ καταπίπτουσι νυστάζοντες οἱ ἄνθρωποι ὑποσπωμένου καὶ κάτω ῥέοντος τοῦ θερμοῦ τοῦ
20ἀνάγοντος καὶ ἱστῶντος. ὁ μὲν οὖν ἄνθρωπος κείμενος ὑπνώττει διὰ τὸ μόνον τῶν ζῴων ὀρθὸν εἶναι, καὶ ἐπιπεσὼν πρῶτα μὲν ἔκνοιαν ποιεῖ καὶ παντελῆ ἀναισθησίαν, ὕστερον δὲ φαντασίαν. ἢ αἱ μὲν εἰρημέναι λύσεις ἐνδεχόμεναί εἰσι καὶ πρὸς τὸ πιθανὸν ἐκδέδονται μᾶλλον ἢ τὸ ἀληθές, ἐκείνη δὲ κυρίως ἔσται, καὶ τοῦτο τοῦ ὑπνώττειν μᾶλλον ἀλθέστερον αἴτιον.
25ὁ γὰρ περὶ τὸν ἐγκέφαλον τόπος, ὥσπερ ἐν ἄλλοις εἴρηται, πάντων τυγχάνει ψυχρότατος τῶν ἐν τῷ σώματι, τοῖς δὲ μὴ ἔχουσι τὸ ἀνάλογον τούτου μόριον. ὥσπερ δὲ τὸ ἀπατμίζον ὑγρὸν ἐκ γῆς καὶ τῶν ὑδάτων ὑπὸ τῆς τοῦ ἡλίου θερμότητος, ὅταν ἔλθῃ εἰς τὸν ἄνω τόπον, διὰ τὴν ψυχρότητα αὐτοῦ καταψύχεται καὶ συστὰν καταφέρεται γινόμενον πάλιν ὕδωρ,
30οὕτως ἐν τῇ ἀναφορᾷ τοῦ θερμοῦ τῇ πρὸς τὸν ἐγκέφαλον ἡ μὲν πε‐ ριττωματικὴ ἀναθυμίασις εἰς φλέγμα συνίσταται (διὸ καὶ οἱ κατάρροι φαίνονται γινόμενοι ἐκ τῆς κεφαλῆς), ἡ δὲ τρόφιμος καὶ μὴ νοσώδης κατα‐ φέρεται καὶ συνισταμένη καταψύχει τὸ θερμόν. πρὸς δὲ τὸ καταψύχεσθαι
καὶ μὴ δέχεσθαι ῥᾳδίως τὴν ἀναθυμίασιν συμβάλλεται καὶ ἡ στενότης καὶ27

5,6

28

λεπτότης τῶν περὶ τὸν ἐγκέφαλον φλεβῶν. διὰ γὰρ τὴν λεπτότητα ὀλιγό‐ θερμα, τὸ δὲ ὀλίγον εὐπαθέστερον. Τῆς μὲν οὖν καταψύξεως τοῦτ’ ἐστὶν αἴτιον καὶ τοῦ ὕπνου. ἐγείρεται δ’, ὅταν πεφθῇ καὶ κρατήσῃ ἡ συνεωσμένη θερμότης ἐν ὀλίγῳ πολλὴ ἐκ
5τοῦ περιεστῶτος καὶ διακριθῇ τό τε σωματωδέστερον αἷμα καὶ τὸ καθαρώ‐ τατον. ἔστι δὲ λεπτότατον μὲν αἷμα καὶ καθαρώτατον τὸ ἐν τῇ κεφαλῇ, παχύτατον δὲ καὶ θολώτατον τὸ ἐν τοῖς κάτω μέρεσι. παντὸς δὲ τοῦ αἵματος ἀρχή, ὥσπερ εἴρηται καὶ ἐνταῦθα καὶ ἐν ἄλλοις, ἡ καρδία, τῶν δ’ ἐν τῇ καρδίᾳ ἑκατέρᾳ τῶν θαλαμῶν κοινὴ ἡ μέση, ἐκείνων δὲ ἑκατέρα
10δέχεται ἐξ ἑκατέρας τῆς φλεβός, τῆς τε μεγάλης καλουμένης καὶ τῆς ἀορτῆς, ἀγουσῶν ἀπὸ τοῦ ἥπατος τὸ αἷμα ἄπεπτον ἔτι καὶ ἀκατέργαστον, ἐν δὲ τῇ μέσῃ γίνεται ἡ διάκρισις. ἀλλὰ τὸ μὲν διορίζειν περὶ τούτων ἑτέρων λόγων ἐστὶν οἰκειότερον. διὰ δὲ τὸ γίνεσθαι ἀδιακριτώτερον τὸ αἷμα μετὰ τὴν τῆς τροφῆς προσφορὰν ὕπνος γίνεται, ἕως ἂν διακριθῇ τοῦ αἵματος τὸ μὲν
15καθαρώτερον ἄνω, τὸ δὲ θολώτερον εἰς τὸ κάτω· ὅταν δὲ τοῦτο συμβῇ, ἐγείρονται ἀπολυθέντα τοῦ ἐκ τῆς τροφῆς βάρους. Τί μὲν οὖν τὸ αἴτιον τοῦ καθεύδειν εἴρηται, ὅτι ἡ ὑπὸ τοῦ σωματώ‐ δους τοῦ ἀναφερομένου ὑπὸ τοῦ συμφύτου θερμοῦ ἀντιπερίστασις ἀθρόως ἐπὶ τὸ πρῶτον αἰσθητήριον, καὶ τί ἐστιν ὁ ὕπνος, ὅτι ἡ τοῦ πρώτου
20αἰσθητηρίου κατάληψις πρὸς τὸ μὴ δύνασθαι ἐνεργεῖν ἐξ ἀνάγκης μὲν γινό‐ μενον (οὐ γὰρ ἐνδέχεται τὸ ζῷον εἶναι μὴ συμβαινόντων τῶν ἀπεργαζομένων καὶ συντηρούντων αὐτό. ὧν ἓν ἡ τροφή, ἐξ ἧς ἡ ἀναθυμίασις), ἕνεκα δὲ
σωτηρίας· σῴζει γὰρ ἡ ἀνάπαυσις.28

5,6

t29-39

ΠΕΡΙ ΕΝΥΠΝΙΩΝ.

5,6

29

(2)

Μετὰ δὲ ταῦτα περὶ ἐνυπνίων ζητητέον, καὶ πρῶτον τίνι τῶν τῆς ψυχῆς φαίνεται, καὶ πότερον τοῦ νοητικοῦ τὸ πάθος ἐστὶ τοῦτο ἢ τοῦ αἰσθητικοῦ· τούτοις γὰρ μόνοις τῶν ἐν ἡμῖν γνωρίζομέν τι. ὅτι δὲ ἁπλῶς
5οὐδετέρου δῆλον. εἰ γὰρ χρῆσις ὄψεως ὅρασις καὶ ἀκοῆς τὸ ἀκούειν καὶ ὅλως αἰσθήσεως τὸ αἰσθάνεσθαι καὶ αἱ δυνάμεις τῶν ἐνεργειῶν ἕνεκα, τῶν δ’ ἐν ταῖς αἰσθήσεσιν αἰσθητῶν τὰ μὲν κοινὰ τὰ δὲ ἴδια, κοινὰ μὲν οἷον σχῆμα μέγεθος κίνησις (πλείοσι γὰρ ὑποπίπτει) καὶ τὰ ἄλλα τὰ τοιαῦτα, ἴδια δὲ οἷον χρῶμα ψόφος χυμός, τὸ μὲν ὄψει τὸ δὲ ἀκοῇ τὸ δὲ γεύσει,
10ἀδυνατεῖ δὲ τὰ ζῷα πάντα μύοντα καὶ καθεύδοντα ὁρᾶν, ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν, δῆλον ὡς οὐκ αἰσθανόμεθα οὐδὲν ἐν τοῖς ὕπνοις. οὐκ ἄρα γε τῇ αἰσθήσει τὸ ἐνύπνιον αἰσθανόμεθα. ἀλλὰ μὴν οὐδὲ τῆς διανοίας ἢ τῆς δόξης πάθη εἰσὶ τὰ ἐνύπνια. ἐπεὶ γὰρ ἐν τοῖς ὕπνοις οὐ μόνον συγ‐ κατατιθέμεθα τὸ προσιὸν εἶναι ἵππον ἢ ἄνθρωπον ἢ ὅλως οὐσίαν, ἀλλὰ καὶ
15ὅτι λευκὸν 〈ἢ〉 καλόν, ταῦτα δὲ ἡ δόξα ἄνευ αἰσθήσεως οὐχ ὑπο‐ λαμβάνει, ἡ δὲ αἴσθησις ἐν τοῖς ὕπνοις οὐκ ἐνεργεῖ, οὐκ ἄρα οὐδὲ τῆς δόξης ἢ τῆς νοήσεώς εἰσι τὰ ἐνύπνια. Ἔτι παρὰ τὸ ἐνύπνιον πολλάκις ἐννοοῦμεν ἄλλο τι. καθάπερ γὰρ ἐν τῷ ἐγρηγορέναι αἰσθανόμενοί τι διανοούμεθα πολλάκις περὶ αὐτοῦ ἕτερόν
20τι, οὕτω καὶ ἐν τοῖς ὕπνοις παρὰ τὰ φαντάσματα ἐνίοτε ἄλλα ἐννοοῦμεν. ἰδὼν γὰρ ἐν ὕπνῳ τις Σωκράτην ἐννοεῖ, ὅτι ἐν ὕπνῳ τοῦτον ὁρᾷ· ὥσπερ κἀγὼ ἰδὼν ὅτι εὗρον βιβλίον, ὃ πάλαι ἐπόθουν, ἐνενόουν ὅτι ἐν ὀνείρῳ
τοῦτο ὁρῶ, καὶ ὁ ἐμὸς ἑταῖρος ἰδὼν τὸν πάνσεπτον ἡμῶν καθηγεμόνα, ὅτι29

5,6

30

ἀνέστη ἐκ τῶν νεκρῶν, ἔτι κοιμώμενος ἐνενόει, ὅτι ὄναρ ὁρᾷ τὸν διδάσκαλον ἐγηγερμένον. ἀλλὰ καί τις ἰδὼν ἐν ὕπνῳ, ὅτι εὗρε χρυσόν, ἔτι κατεχόμενος τῷ ὕπνῳ ἐδόκει διηγεῖσθαι τοῖς φίλοις, ὡς ἐν ὕπνῳ εὗρε θησαυρόν. οὐκ ἀεὶ δέ, ἐπὶ μέντοι τῆς δόξης ἀεὶ ὃ δοξάζομεν συναισθανόμεθα ὅτι δοξά‐
5ζομεν. οὐκ ἄρα οὐδὲ οὕτω δόξης τὰ ἐνύπνια. ἅμα δὲ δῆλον ὡς οὐ πᾶν τὸ ἐν ὕπνῳ φάντασμα ἐνύπνιόν ἐστιν, ἀλλ’ ὅταν μέν τι ὁρῶν τις μὴ ἐννοῇ, ὅτι ὅπερ ὁρᾷ ὄναρ ἐστίν, ἐνύπνιον τοῦτό γε· ὅταν δὲ ὁρῶν δύνηται ἐννοεῖν ὅτι τὸ ὁρώμενον ἐνύπνιόν ἐστιν, ἤδη τοῦτο φάντασμα, ἐνύπνιον δὲ οὐδαμῶς. δοκεῖ γὰρ εἶναι ἐνύπνια, οὐκ ὄντα, ἀλλὰ φαντάσματα, τὰ δέ εἰσι τῶν κατ’
10ἐνέργειαν αἰσθημάτων τῶν ὑπὸ τὴν εἰς τὸν ὕπνον καταφορὰν γινομένων ἰσχύσασιν ἡμῖν ἀντιλαβέσθαι, ὅτι ἐγρηγορόσιν ἐφαντάσθη. τρόπον γάρ τινα ἐγρήγορσίς ἐστι τὸ δύνασθαι ἐννοεῖν, ὅτι τὸ ὁρώμενον ἐνύπνιόν ἐστιν. ὅτι δὲ πολλάκις ἐννοοῦμεν ἄλλο τι, δῆλόν ἐστι τοῖς πειρωμένοις μνημονεύειν τὰ ἐνύπνια μετὰ τὴν ἀνάστασιν. ὥσπερ γάρ τινες πειρώμενοι τὰ ἀποστο‐
15ματισθέντα λόγια μνημονεύειν μνημονεύουσι μᾶλλον τῶν ἀποστοματιζόντων, μὴ πειρωμένων δὲ μνημονεύειν τῷ τοὺς μὲν τιθέναι κατὰ τὸ διαλεκτικὸν παράγγελμα ἐν τῷ μνημονικῷ τόπῳ τὰ προβαλλόμενα, τοὺς δὲ μή, οὕτω καὶ ἐπὶ τῶν ἐνυπνίων μᾶλλον μνημονεύουσιν ἀναστάντες ἃ εἶδον οἱ ἑαυτοὺς ἠσκηκότες μεμνῆσθαι τὰ ὀνείρατα. γίνεται δὲ τοῦτο, ὅταν τις ἅμα τῷ
20ἀναστῆναι τοῦ ὕπνου εὐθὺς ἀνανεῶται ἃ ἑωράκει καθ’ ὕπνους. Δῆλον δ’ ἐκ τούτων πάντων γε τοσοῦτον, ὅτι τὸ αὐτὸ ᾧ καὶ ἐγρηγο‐ ρότες ἐν ταῖς νόσοις ἀπατώμεθα, τοῦτο αὐτὸ καὶ ἐν τῷ ὕπνῳ ποιεῖ τὴν ἀπάτην. ὡς γὰρ ἐν ταῖς νόσοις τὸ ἀνιὸν παχὺ πνεῦμα συνταράττει διὰ τὴν παχύτητα καὶ τὴν ἀπὸ τοῦ πυρετοῦ σφοδρὰν κίνησιν τὸ ὀπτικὸν πνεῦμα
25καὶ ποιεῖ ἡμᾶς ἀπατᾶσθαι καὶ δοκεῖν τὸ ἓν δύο τάς τε ἐν τοῖς τοίχοις γραμμὰς ζῷα (τὰ γὰρ εἴδη τῶν γραμμῶν χωρὶς ὕλης ἐν τῇ ὄψει ἐμπί‐ πτοντα καὶ συνταραττόμενα ὡδί πως καὶ συντιθέμενα διὰ τὴν τοῦ ὀπτικοῦ πνεύματος κίνησιν ἔμφασιν ποιεῖ ζῴου), οὕτω καὶ ἐν τοῖς ὕπνοις τὸ τοιοῦτον πνεῦμα αἴτιον ἡμῖν ἀπάτης γίνεται. καὶ ὑγιαίνουσι καὶ εἰδόσιν οὐδὲν
30κωλύει ἀπατᾶσθαι ἢ διὰ τὸ πλῆθος τοῦ ἀποστήματος ἢ διὰ τὸ τὴν ὄψιν πάσχειν τι· ὅ τε γὰρ ἥλιος ποδιαῖος δοκεῖ καὶ ἡ γῆ κινεῖσθαι ἐν πλοίῳ οὖσιν. εἰ δὲ τοῦτο, πολλῷ μᾶλλον νοσοῦσι καὶ ἔτι μᾶλλον ἐν ὕπνῳ. ἀλλ’ εἴτε δὴ τὸ αὐτὸ εἴθ’ ἕτερον τὸ φανταστικὸν τῆς ψυχῆς καὶ αἰσθητικόν,
οὐδὲν ὅλως γίνεται ἀπάτη ἄνευ τοῦ ὁρᾶν ἢ ὅλως αἰσθάνεσθαί τι· τὸ γὰρ30

5,6

31

παρορᾶν καὶ παρακούειν ὁρῶντος ἀληθές τι καὶ ἀκούοντος, οὐ τοῦτο δὲ ὃ οἴεται. ἐν δὲ τῷ ὕπνῳ ὑπόκειται μηδὲν ὁρᾶν μηδ’ ἀκούειν μηδ’ ὅλως αἰσθάνεσθαι. ἆρ’ οὖν τὸ μὲν ὁρᾶν μηδὲν ἀληθές, τὸ δὲ μηδὲ αἰσθάνεσθαι οὐκ ἀληθές, ἀλλ’ ἐνδέχεται καὶ τὴν ὄψιν πάσχειν τι καὶ τὰς ἄλλας
5αἰσθήσεις; τὰ γὰρ ἀπὸ τῶν αἰσθητῶν ἐγκαταλείμματα καὶ ἐν ὕπνῳ φέρουσι, ὧν ἕκαστον ὥσπερ καὶ ἐγρηγορότων ἡμῶν προσβάλλει τῇ αἰσθητικῇ ἀρχῇ, τῇ καρδίᾳ, καὶ ὁτὲ μὲν ἡ διάνοια λέγει, ὅτι ψεῦδος, καὶ συνῄσθετο ὄναρ εἶναι, ὅταν μὴ πολλὴ ἡ κατιοῦσα ἀναθυμίασις ᾖ καὶ ὦμεν ὥσπερ ἐγρηγορό‐ τες, ὁτὲ δὲ κατέχεται, ὅτε πλῆθός ἐστι τὸ κατερχόμενον, καὶ ἀκολουθεῖ
10ὡς ἀληθεῖ τῷ φαντάσματι, τοὺς τύπους τῶν πραγμάτων ὡς αὐτὰ θεωροῦσα τὰ πράγματα. ὅτι μὲν οὖν οὐκ ἔστι τοῦ δοξάζοντος οὐδὲ τοῦ διανοουμένου ἢ ὅλως τοῦ νοοῦντος τὸ πάθος ὃ καλοῦμεν ἐνυπνιάζειν, φανερόν, ἀλλ’ οὐδὲ τοῦ αἰσθανομένου ἁπλῶς· ὁρᾶν γὰρ ἀνάγκη καὶ ἀκούειν ἁπλῶς. ἀλλὰ πῶς δὴ καὶ τίνα τρόπον, ἐπισκεπτέον.
15 Ὑποκείσθω δ’ ὅπερ ἐστὶ φανερόν, ὅτι τοῦ αἰσθητικοῦ τὸ πάθος, εἴπερ καὶ ὁ ὕπνος· οὐ γὰρ ἄλλῳ μέν τινι μορίῳ τῶν ζῴων ὑπάρχει ὁ ὕπνος, ἄλλῳ δὲ τὸ ἐνυπνιάζειν, ἀλλὰ τῷ αὐτῷ. ἐπεὶ δὲ περὶ φαντασίας ἐν τοῖς Περὶ ψυχῆς εἴρηται, καὶ ἔστι μὲν τὸ αὐτὸ τῷ αἰσθητικῷ τὸ φανταστικόν, τὸ δ’ εἶναι φανταστικὸν καὶ αἰσθητικὸν ἕτερον, ἔστι δὲ φαντασία ἡ ἀπὸ τῆς κατ’
20ἐνέργειαν αἰσθήσεως γενομένη κίνησις καὶ μὴ παρόντων τῶν αἰσθητῶν, τὸ δὲ ἐνύπνιον φάντασμά τι φαίνεται εἶναι (τὸ γὰρ ἐν ὕπνῳ φάντασμα ἐνύπνιον λέγομεν εἴθ’ ἁπλῶς εἴτε τρόπον τινὰ γενόμενον), φανερὸν ὅτι τοῦ αἰσθητικοῦ μέν ἐστι τὸ ἐνυπνιάζειν, τούτου δ’ ᾗ φανταστικόν. Τί δέ ἐστι τὸ ἐνύπνιον καὶ πῶς γίνεται, ἐκ τῶν περὶ τὸν ὕπνον συμ‐
25βαινόντων μάλιστ’ ἂν θεωρήσαιμεν. τὰ γὰρ αἰσθητὰ καθ’ ἕκαστον αἰσθη‐ τήριον ἡμῖν ἐμποιοῦσιν αἴσθησιν, καὶ τὰ γινόμενα ὑπ’ αὐτῶν πάθη καὶ ἐγκαταλείμματα οὐ μόνον ὑπάρχει ἐν τοῖς αἰσθητηρίοις ἐνεργουσῶν τῶν αἰ‐ σθήσεων, ἀλλὰ καὶ ἀπελθουσῶν, ὧν ὅσα σῴζεται καὶ μὴ τέλεον ἠφάνισται διὰ πλῆθος ἀναθυμιάσεως, τῇ αἰσθητικῇ ἀρχῇ προσπίπτοντα κατὰ τοὺς
30ὕπνους διὰ τὴν τότε εἰς τὸ κάτω τοῦ πνεύματος παλίρροιαν καὶ κινήσαντα τὴν αἴσθησιν παραπλησίως τῇ κατ’ ἐνέργειαν αἰσθήσει ποιεῖ τὰ ἐνύπνια.
ὅταν μὲν οὖν πολλὴ ᾖ ἡ ἀναθυμίασις, ὥστε λανθάνειν ἡμᾶς καὶ μὴ δύνα‐31

5,6

32

σθαι ἐπιλαβέσθαι ὅτι ἐγρηγόραμεν, ἀπατώμεθα, καὶ ὁρῶντες τὰ εἴ‐ δωλα καὶ ἐγκαταλείμματα τῶν αἰσθητῶν δοκοῦμεν αὐτὰ ἐκεῖνα τὰ ἀληθῆ αἰσθητὰ ὁρᾶν καὶ ἀκούειν· ὅταν δὲ μὴ οὕτως ᾖ πολλὴ ἡ αἱμα‐ τικὴ ἀναθυμίασις, ἀλλὰ σύμμετρος, ὥστε μὴ λανθάνειν, οὐκ ἀπατώμεθα,
5ἀλλὰ λέγομεν ὑπνώττοντες, ὅτι φαίνεται μὲν τὸ εἴδωλον τοῦτο ὅτι Σωκράτης ἐστίν, οὐκ ἔστι δὲ ἀλλ’ ὁ τύπος Σωκράτους καὶ τὸ ἐγκατάλειμμα. δῆλον οὖν ὅτι τὸ κατιὸν πνεῦμά ἐστι τοῦ τε ἀπατᾶσθαι καὶ μὴ αἴτιον, ὅπερ καὶ ἐν ταῖς νόσοις ἄνω ὄν. Ὅτι δὲ καὶ μὴ παρόντων τῶν αἰσθητῶν μέχρι τινὸς μένει ἐν τοῖς
10αἰσθητηρίοις τὸ ἐγκατάλειμμα, καὶ ἐκ τούτων δῆλον. παραπλήσιον γὰρ τὸ πάθος ἐπί τε τούτων καὶ ἐπὶ τῶν φερομένων ἔοικεν εἶναι· καὶ γὰρ ἐπὶ τῶν φερομένων τοῦ κινήσαντος οὐκέτι θιγγάνοντος κινεῖται· τὸ γὰρ κινῆσαν ἐκίνησεν ἀέρα τινά, κἀκεῖνος πάλιν κινούμενος ἐκίνησεν ἕτερον, καὶ τοῦτον δὴ τὸν τρόπον, ἕως ἂν στῇ, ποιεῖται τὴν κίνησιν καὶ ἐν ἀέρι καὶ ἐν ὑγροῖς.
15ὁμοίως δ’ ὑπολαβεῖν τοῦτο δεῖ καὶ ἐπ’ ἀλλοιώσεως· τὸ γὰρ θερμανθὲν ὑπὸ τοῦ θερμοῦ τὸ πλησίον θερμαίνει καὶ τοῦτο διαδίδωσιν ἕως τῆς ἀρχῆς· ὥστε καὶ ἐν ᾧ τὸ αἰσθάνεσθαι, ἐπειδή ἐστιν ἀλλοίωσίς τις ἡ κατ’ ἐνέργειαν αἴσθησις, ἀνάγκη τοῦτο συμβαίνειν. διὸ τὸ πάθος ἐστὶν οὐ μόνον αἰσθανο‐ μένοις ἐν τοῖς αἰσθητηρίοις, ἀλλὰ καὶ πεπαυμένοις τῷ φανταστικῷ καὶ ἐν
20βάθει καὶ ἐπιπολῆς. φανερὸν δ’ ὅταν συνεχῶς αἰσθανώμεθά τι· μεταφε‐ ρόντων γὰρ τὴν αἴσθησιν ἀκολουθεῖ τὸ πάθος, οἷον ἐκ τοῦ ἡλίου εἰς τόπον ἀλαμπῆ καὶ ἀνήλιον· συμβαίνει γὰρ μηδὲν ὁρᾶν διὰ τὴν ὑποῦσαν κίνησιν ἐν τοῖς ὄμμασιν ὑπὸ τοῦ φωτός. κἂν πρὸς ἓν χρῶμα πολὺν χρόνον βλέψωμεν ἢ λευκὸν ἢ χλωρόν, τοιοῦτον φαίνεται ἐν ᾧ ἂν τὴν ὄψιν μετα‐
25βάλωμεν. κἂν πρὸς τὸν ἥλιον βλέψαντες ἢ ἄλλο τι λαμπρὸν μύσωμεν, παρατηρήσασι κατέναντι τοῦ λαμπροῦ κεκαλυμμένων τῶν βλεφάρων ὄντων φαίνεται κατ’ εὐθυωρίαν, ᾗ συμβαίνει τὴν ὄψιν ὁρᾶν, πρῶτον μὲν τοιοῦτον τὴν χρόαν, εἶτα μεταβάλλει εἰς φοινικοῦν κἄπειτα πορφυροῦν, ἕως ἂν εἰς τὴν μέλαιναν ἔλθῃ χρόαν καὶ ἀφανισθῇ. καὶ ἀπὸ τῶν κινουμένων δὲ τὰ
30ὄμματα μεταβάλλει οἷον ἀπὸ τῶν ποταμῶν, μάλιστα δ’ ἀπὸ τῶν τάχιστα
ῥεόντων· φαίνεται γὰρ τὰ ἠρεμοῦντα κινούμενα. γίνονται δὲ καὶ ἀπὸ τῶν32

5,6

33

ἰσχυρῶν ὀσμῶν δύσοσμοι τῶν ὁμοίων. φανερῶς δὲ ταῦτα συμβαίνει, ὡς λέγομεν. Ὅτι δὲ ταχὺ τὰ αἰσθητήρια καὶ μικρᾶς διαφορᾶς αἰσθάνεται, σημεῖον τὸ ἐπὶ τῶν ἐνόπτρων γινόμενον, περὶ οὗ κἂν καθ’ αὑτὸ ἐπιστήσας σκέψαιτό
5τις ἂν καὶ ἀπορήσειεν. ἅμα δὲ ἐξ αὐτῶν δῆλον, ὅτι ὥσπερ ἡ ὄψις πάσχει, οὕτως καὶ ποιεῖ τι. ἐν γὰρ τοῖς ἐνόπτροις τοῖς σφόδρα καθαροῖς, ὅταν τῶν καταμηνίων ταῖς γυναιξὶ γινομένων ἐμβλέψωσιν εἰς τὸ κάτοπτρον, γίνεται τὸ ἐπιπολῆς τοῦ ἐνόπτρου οἷον νεφέλη αἱματώδης· κἂν μὲν καινὸν ᾖ τὸ κάτοπτρον, οὐ ῥᾴδιον ἐκμάξαι τὴν τοιαύτην κηλῖδα, εἰ δὲ παλαιόν, ῥᾷον.
10αἴτιον δέ, ὥσπερ εἴπομεν, ὅτι οὐ μόνον πάσχει ἡ ὄψις ὑπὸ τοῦ ἀέρος, ἀλλὰ καὶ ποιεῖ τι καὶ κινεῖ, ὥσπερ καὶ τὰ λαμπρά· καὶ γὰρ ὁ ὀφθαλμὸς τῶν λαμπρὸν ἐχόντων χρῶμα. τὰ μὲν οὖν ὄμματα διάκειται ἐν τῷ καιρῷ τοῦ τοιούτου πάθους ὥσπερ καὶ ἕτερον μέρος εὐλόγως τοῦ ὅλου σώματος· πάντα γὰρ μεταβέβληνται τῇ τῶν καταμηνίων ἀγωγῇ, οἱ δὲ καὶ μᾶλλον φλεβώδεις
15ὄντες. διὸ γινομένων τῶν καταμηνίων διὰ ταραχὴν καὶ φλεγμασίαν αἱμα‐ τικὴν τοῖς μὲν ἄρρεσιν ἡ ἐν τοῖς σώμασι διαφορὰ ἄδηλος (ἀτενίζοντες γὰρ ἐν τῇ προέσει τοῦ σπέρματος τῷ κατόπτρῳ οὐχὶ συγκινοῦμεν αὐτό), ἔνεστι δέ (ἡ γὰρ αὐτὴ φύσις σπέρματος καὶ καταμηνίων), ἀλλὰ διὰ τὸ εἶναι λευκὸν καὶ ὅμοιον τῷ κατόπτρῳ οὐχὶ μεταβάλλει συγκινούμενον αὐτό· ὁ
20μέντοι ἀὴρ κινεῖται ὑπὸ τῶν καταμηνίων καὶ τὸν ἐπὶ τῶν κατόπτρων ἀέρα συνεχῆ ὄντα ποιόν τινα ποιεῖ καὶ τοιοῦτον οἷον αὐτὸς πάσχει, ὁ δὲ τοῦ κατόπτρου τὴν ἐπιφάνειαν. ὥσπερ δὲ τῶν ἱματίων τὰ μάλιστα καθαρὰ τάχιστα κηλιδοῦται (τὸ γὰρ καθαρὸν ἀκριβῶς δηλοῖ ὅ τι ἂν δέξηται, καὶ μάλιστα τὰς ἐλαχίστας κινήσεις), οὕτω καὶ ἐπὶ τούτων. ὁ δὲ χαλκὸς διὰ
25μὲν τὸ λεῖος εἶναι αἰσθητὰς τὰς ἐν αὐτῷ κηλῖδας ἡμῖν ἐμποιεῖ, διὰ δὲ τὸ κα‐ θαρὸν ἐκδήλους. δεῖ δὲ νοῆσαι οἷον τρῖψιν οὖσαν τὴν τοῦ ἀέρος ἁφὴν καὶ ὥσπερ ἔκμαξιν καὶ ἀνάπλυσιν. ὡς γοῦν ἐν τοῖς λείοις σώμασι μά‐ λιστα γίνεται ὁ ψόφος διὰ τὸ μὴ θραύεσθαι ἐν αὐτοῖς τὸν ἀέρα μηδ’ ὅλως εἰς λεπτὰ κατακερματίζεσθαι, οὕτω καὶ ἐν τοῖς λείοις κατόπτροις αἱ κηλῖδες
30διάδηλοι γίνονται διὰ τὸ μένειν οἱονεὶ μία διὰ τὴν τοῦ κατόπτρου λειότητα.33

5,6

34

τοῦ δὲ μὴ ἀπιέναι τάχιον ἐκ τῶν καινῶν κατόπτρων αἴτιον τὸ καθαρὸν εἶναι καὶ λεῖον· διαδύεται γὰρ διὰ τῶν τοιούτων καὶ εἰς βάθος καὶ πάντῃ, διὰ μὲν τὸ καθαρὸν εἰς βάθος, διὰ δὲ τὸ λεῖον πάντῃ. ἐν δὲ τοῖς παλαιοῖς οὐκ ἐμμένει, ὅτι οὐχ ὁμοίως εἰσδύεται ἡ κηλίς, ἀλλ’ ἐπι‐
5πολαιότερον. ὅτι μὲν οὖν καὶ ὑπὸ τῶν μικρῶν διαφορῶν γίνεται κίνησις, καὶ ὅτι ταχεῖα ἡ αἴσθησις, ἔτι δὲ καὶ ὅτι οὐ μόνον πάσχει ἀλλὰ καὶ ἀν‐ τιποιεῖ τὸ τῶν χρωμάτων αἰσθητήριον, φανερὸν ἐκ τούτων. μαρτυρεῖ δὲ τοῖς εἰρημένοις καὶ τὰ περὶ τοὺς οἴνους καὶ τὴν μυρεψίαν συμβαίνοντα. τό τε γὰρ παρασκευασθὲν ἔλαιον ταχέως λαμβάνει τὰς τῶν πλησίον ὀσμάς,
10καὶ οἱ οἶνοι τὸ αὐτὸ τοῦτο πάσχουσιν· οὐ γὰρ μόνον τῶν ἐμβαλλομένων ἢ ὑποκιρναμένων, ἀλλὰ καὶ τῶν πλησίον τοῖς ἀγγείοις τιθεμένων ἢ πεφυκότων ἀναλαμβάνουσι τὰς ὀσμάς. Πρὸς δὲ τὴν ἐξ ἀρχῆς σκέψιν ὑποκείσθω ἓν μὲν ὅπερ ἐκ τῶν εἰρη‐ μένων φανερόν, ὅτι καὶ ἀπελθόντος τοῦ θύραθεν αἰσθητοῦ ἐμμένει τὰ
15αἰσθήματα αἰσθητὰ ὄντα, πρὸς δὲ τούτοις ὅτι ῥᾳδίως ἀπατώμεθα περὶ τὰς αἰσθήσεις ἐν τοῖς πάθεσιν ὄντες, ἄλλοι δὲ ἐν ἄλλοις, οἷον ὁ δειλὸς ἐν φόβῳ, ὁ δὲ ἐρωτικὸς ἐν ἔρωτι, ὥστε δοκεῖν ἀπὸ μικρᾶς ὁμοιότητος τὸν μὲν τοὺς πολεμίους ὁρᾶν, τὸν δὲ τὸν ἐρώμενον· καὶ ταῦτα ὅσον ἂν ἐμπαθέστερος ᾖ, τοσοῦτον ἀπ’ ἐλάσσονος ὁμοιότητος. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐν
20ὀργαῖς καὶ πάσαις ἐπιθυμίαις εὐαπάτητοι γίνονται πάντες, καὶ μᾶλλον ὅσῳ ἂν μᾶλλον ἐν τοῖς πάθεσιν ὦσι. διὸ καὶ τοῖς πυρέττουσιν ἐνίοτε φαίνεται ζῷα ἐν τοῖς τοίχοις ἀπὸ μικρᾶς ὁμοιότητος τῶν γραμμῶν συντιθεμένων, καὶ ταῦτ’ ἐνίοτε συνεπιτείνει τοῖς πάθεσιν οὕτω, ὥστε, ἂν μὴ σφόδρα κάμνωσι, μὴ λανθάνειν ὅτι ψεῦδος, ἐὰν δὲ μεῖζον ᾖ τὸ πάθος, καὶ κινεῖ‐
25σθαι πρὸς αὐτά. αἴτιον δὲ τοῦ συμβαίνειν ταῦτα τὸ μὴ κατὰ τὴν αὐτὴν δύναμιν κρίνειν τό τε κύριον, ὅ ἐστιν ἡ διάνοια, καὶ ᾧ τὰ φαντάσματα γίνονται, ὃ δήπου προσαγορεύομεν αἴσθησιν. τούτου δὲ σημεῖον ὅτι φαίνεται μὲν ὁ ἥλιος τῇ αἰσθήσει ποδιαῖος, ὁ δὲ νοῦς ἀντιφάσκει ἔνδον μὴ τοσοῦτον εἶναι ὅσος φαίνεται. εἰ δὲ ἀπὸ τῆς αὐτῆς δυνάμεως ἔκριναν, τοσοῦτος ἂν
30ἐδοξάζετο ὅσος καὶ ὁρᾶται. ἔν τισι δὲ νόσοις οὐδὲν κωλύει τῆς αἰσθήσεως παρατραπείσης συννοσεῖν καὶ τὸν νοῦν καὶ ταὐτοδοξεῖν περὶ τὰ φαινόμενα, ὥσπερ ἔνιοι τῶν ἐκστατικῶν κινουμένας τὰς γραμμὰς καὶ ζῷα οἰόμενοι·
καὶ τί δεῖ ἐπὶ νοῦ καὶ αἰσθήσεως τὴν κατὰ τὴν κρίσιν διαφορὰν ἐπιζητεῖν,34

5,6

35

ὅπου γε καὶ ἐπ’ αὐτῶν τῶν αἰσθήσεων οὐχ εἷς ὁ λόγος, ἀλλὰ τῶν κυριω‐ τέρων καὶ αἱ δυνάμεις ἀκριβέστεραι οἷον ἐπὶ ἁφῆς καὶ ὄψεως; ἐν γὰρ τῇ ἐπαλλάξει τῶν δακτύλων τῇ μὲν ἁφῇ τὸ ἓν δύο φαίνεται, τῇ δὲ ὄψει οὔ· κυριωτέρα γὰρ τῆς ἁφῆς ἡ ὄψις. εἰ δ’ ἦν ἡ ἁφὴ μόνη ἢ τὴν κρίσιν
5ἄμφω εἶχον μίαν, κἂν ἐκρίνομεν τὸ ἓν δύο. τοῦ δὲ διαψεύδεσθαι αἴτιον, ὅτι οὐ μόνον τοῦ αἰσθητοῦ κινουμένου φαίνεται ἁδήποτε, ἀλλὰ καὶ τῆς αἰσθήσεως κινουμένης αὐτῆς, ἐὰν ὡσαύτως κινῆται, ὥσπερ ὑπὸ τοῦ αἰσθητοῦ; λέγω δ’ οἷον ἡ γῆ δοκεῖ τοῖς πλέουσι κινεῖσθαι κινουμένης τῆς ὄψεως ὑπ’ ἄλλου.
10 Ἐκ δὴ τούτων φανερόν, ὅτι οὐ μόνον ἐγρηγορότων αἱ κινήσεις εἰσὶν αἱ ἀπὸ τῶν αἰσθήσεων γινόμεναι τῶν θύραθεν καὶ τῶν ἐκ τοῦ σώματος ὑπαρχουσῶν, ἀλλὰ καὶ ὅταν γένηται τὸ πάθος τοῦτο ὃ καλεῖται ὕπνος, καὶ μᾶλλον τότε φαίνονται. μεθ’ ἡμέραν γὰρ ἐκκρούονται ἐνεργουσῶν τῶν αἰ‐ σθήσεων καὶ τῆς διανοίας καὶ ἀφανίζονται ὥσπερ παρὰ πολὺ πῦρ ἔλασσον
15καὶ λῦπαι καὶ ἡδοναὶ μικραὶ παρὰ μεγάλας, παυσαμένων δὲ ἐπιπολάζει καὶ τὰ μικρά· νύκτωρ δὲ δι’ ἀργίαν τῶν κατὰ μόριον αἰσθήσεων καὶ ἀδυνα‐ μίαν τοῦ ἐνεργεῖν διὰ τὸ ἐκ τῶν ἔξω εἰς τὸ ἐντὸς γίνεσθαι τὴν τοῦ θερμοῦ παλίρροιαν ἐπὶ τὴν ἀρχὴν τῆς αἰσθήσεως καταφέρονται, τὴν καρδίαν, καὶ γίνονται φανεραὶ καθισταμένης τῆς ταραχῆς. δεῖ δὲ ὑπολαβεῖν ἐπὶ τούτων
20ὅπερ καὶ ἐπὶ τῶν ῥευμάτων· ὥσπερ γὰρ ἐκεῖ τὰς μικρὰς δίνας τὰς ἐν τοῖς ποταμοῖς φερομένας πολλάκις μὲν ὁμοίας εἶναι, πολλάκις δὲ διαλυομένας εἰς ἄλλα συμβαίνει σχήματα διὰ τὴν ἀντίκρουσιν, οὕτω κἀνταῦθα τὴν κίνησιν ἑκάστην γίνεσθαι, λέγω δὲ κίνησιν τὴν εἰδωλικὴν ἐν τῇ καρδίᾳ ἐπιφορὰν τοῦ ἐγκαταλείμματος, καθ’ ἣν ἡ ἐν ἐκείνῃ αἰσθητικὴ ψυχὴ διεγείρεται.
25καὶ καθάπερ ἐκεῖ ἡ ἀφ’ ἑτέρου εἰς ἕτερον σχῆμα μεταβολὴ οὐκ ἄμεσος, οὕτω καὶ ἡ ἑκάστου εἰδώλου κίνησις ὄντος ἐν ὑποκειμένῳ τῷ πνεύματι ἢ τῷ αἵματι ἢ τῇ καρδίᾳ, ὅταν μὴ αὐτὴ μείνῃ ἀλλ’ ἀντικρουσθῇ, διὰ πολλῶν τῶν μεταξὺ φθάνει πρὸς τὸ ἔσχατον. ἀναγκαῖον οὖν τὴν πρώτην αἴσθησιν μὴ ὑπὸ μόνων τοῦ τε ἐξ οὗ καὶ εἰς ὃ κινεῖσθαι, ἀλλὰ καὶ ὑπὸ
30τῶν μεταξύ. ὡς γὰρ τόδε τὸ νέφος εἰ ἐοικός ἐστι λέοντι, εἶτα μεταβαλὸν διά τινων μεταξὺ εἰς ἀνθρώπου ἦλθεν ὁμοίωμα, οὐ μόνον τὸ τοῦ λέοντος καὶ ἀνθρώπου εἶδεν ἡ ψυχὴ σχῆμα ἀλλὰ καὶ τὰ μεταξύ, εἴτε ἡδέα ἦσαν
αὐτῇ καὶ κεχαρισμένα εἴτε ἄλλως λυπηρὰ καὶ οὐκ εὔθυμα, οὕτω καὶ ἡ35

5,6

36

πρώτη αἴσθησις οὐ μόνον τῶν ἄκρων ἐν τοῖς ὕπνοις αἰσθάνεται, ἀλλὰ καὶ τῶν μεταξύ. ταῦτα δὲ ἢ τερατώδη πάντως ἢ προσηνῆ καὶ κατὰ φύσιν. διὸ καὶ μετὰ τὴν τροφὴν καὶ πάνυ νέοις οὖσιν, οἷον τοῖς παιδίοις, οὐ γίνεται ἐνύπνια· πολλὴ γὰρ ἡ κίνησις διὰ τὴν ἀπὸ τῆς τροφῆς θερμότητα.
5ὥστε καθάπερ ἐν ὑγρῷ, ἐὰν σφόδρα κινῇ τις, ὁτὲ μὲν οὐθὲν φαίνεται εἴδωλον, ὁτὲ δὲ φαίνεται μὲν διεστραμμένον δὲ πάμπαν, ὥστε φαίνεσθαι ἀλλοῖον ἢ οἷον ἦν, [τοῦ] ἠρεμήσαντος δὲ καθαρὰ καὶ φανερά, οὕτω καὶ ἐν τῷ καθεύδειν τὰ φάσματα καὶ αἱ ὑπόλοιποι κινήσεις αἱ συμβαίνουσαι ἀπὸ τῶν αἰσθήσεων ὁτὲ μὲν ὑπὸ μείζονος οὔσης τῆς εἰρημένης κινήσεως ἀφανί‐
10ζονται πάμπαν, ὁτὲ δὲ τεταραγμέναι φαίνονται αἱ ὄψεις καὶ τερατώδεις καὶ χείρονα τὰ ἐνύπνια, οἷον τοῖς μελαγχολικοῖς καὶ πυρέσσουσι καὶ οἰνωμένοις· πάντα γὰρ τὰ τοιαῦτα πάθη πνευματώδη ὄντα πολλὴν ποιεῖται τὴν κίνησιν καὶ ταραχήν. καθισταμένου δὲ καὶ διακρινομένου τοῦ αἵματος ἐν τοῖς ἐναί‐ μοις σῳζομένη τῶν αἰσθημάτων ἡ κίνησις ἀφ’ ἑκάστης τῶν αἰσθήσεων
15ἐρρωμένα τε ποιεῖ τὰ ἐνύπνια καὶ φαίνεσθαί τε καὶ δοκεῖν. δοκεῖ μὲν γὰρ τὰ ἀπὸ τῆς ὄψεως καταφερόμενα ὁρᾶν καὶ τὰ ἀπὸ τῆς ἀκοῆς ἀκούειν, ὁμοιοτρόπως δὲ καὶ ἀπὸ τῶν ἄλλων αἰσθητηρίων· τῷ γὰρ ἐκεῖθεν ἀφικνεῖ‐ σθαι τὴν κίνησιν πρὸς τὴν ἀρχὴν καὶ ἐγρηγόρως δοκεῖ ὁρᾶν καὶ ἀκούειν καὶ ὅλως αἰσθάνεσθαι. εἰ γὰρ ἡ ὄψις μὴ ἀπατηθείη ἐν τῇ τῶν δακτύλων
20ἐπαλλάξει ἐπίσης τῇ ἁφῇ, οὐδ’ ἐν τοῖς ὕπνοις ἀπατηθήσεται ἡ αἰσθητικὴ ψυχή, ἀλλ’ ἡ μὲν ἁπτικὴ δύναμις τὸ ἓν δύο λέγει, ἡ δὲ ὁρατικὴ ἐγρηγό‐ ρως ἀντέχεται καὶ ἀντιφάσκει, ὡς τὰ δοκοῦντα δύο οὔκ εἰσι δύο, ἀλλ’ ἕν. εἰ δὲ ἡ ὄψις οὐκ ἀπατᾶται ἐν τούτοις ὡς τῆς ἁφῆς λογικωτέρα, πολλῷ μᾶλλον τὸ κυρίως κριτήριον, ἡ διάνοια, εἴπερ μὴ κατέχηται ὑπερβαλλούσῃ
25τῇ ἐπικαταφορᾷ τοῦ πνευματώδους ὑγροῦ. ὅλως γὰρ τὸ ἀφ’ ἑκάστης αἰσθήσεως ἱκνούμενον πρὸς τὴν ἀρχὴν συντίθεται ἡ ἀρχή, ἐὰν μὴ ἑτέρα κυριωτέρα ἀντιφῇ· ἁπλῶς γὰρ ὁποῖον ἂν διαπορθμεύσῃ ἡ ἁφὴ ἢ ὄψις ἢ ἄλλη τις τῶν αἰσθήσεων, τοιοῦτον αὐτὸ εἶναι λέγει ἡ πρώτη αἴσθησις·
ὥστε καὶ τὸ ἓν ἂν ὡς δύο παρὰ τῆς ἁφῆς εἰσαγγελθῇ ἢ ὁ ἥλιος ποδιαῖος36

5,6

37

παρὰ τῆς ὁράσεως μὴ ὄντος τοῦ ἐπικρίνοντος, ὡς δύο τε τὸ ἓν φαντα‐ σθήσεται καὶ ὁ ἥλιος τοσοῦτος ὑποληφθήσεται. νυνὶ δὲ φαίνεται μὲν πάν‐ τως, δοκεῖ δ’ οὐ πάντως ἅπαν τὸ φαινόμενον, ἂν μὴ τὸ ἐπικρῖνον κα‐ τέχηται, ὡς πολλάκις εἴρηται, ἢ μὴ τὴν οἰκείαν κινῆται καὶ προσφυῆ
5κίνησιν. ὥσπερ δ’ εἴπομεν, ὅτι ἄλλοι δι’ ἄλλο πάθος εὐεξαπάτητοι, οὕτως ὁ καθεύδων διὰ τὸν ὕπνον καὶ τὸ κινεῖσθαι τὰ αἰσθητήρια καὶ τἆλλα τὰ συμβαίνοντα περὶ τὴν αἴσθησιν, ὥστε μικρὰν ἔχον ὁμοιότητα φαίνεται ἐκεῖνο. ὅταν γὰρ καθεύδῃ, κατιόντος τοῦ πνεύματος καὶ τοῦ αἵματος ἐπὶ τὴν ἀρχὴν συγκατέρχονται καὶ αἱ ἐνοῦσαι ὡς ἐν ὑποκειμένῳ κινήσεις καὶ τύποι τῶν
10αἰσθητῶν, αἱ μὲν δυνάμει αἱ δὲ ἐνεργείᾳ, εἴτουν αἱ μὲν μέλλουσι καὶ οὔπω, αἱ δὲ πάρεισι καὶ κινοῦσι τὴν αἰσθητικὴν ἀρχὴν εἰς ἀντίληψιν, ὡς συμβαί‐ νειν ἐν τῇ κινήσει τῃδὶ τῇ πρώτως εἰσελθούσῃ τήνδ’ ἐπιπολάζειν τὴν μετ’ αὐτὴν ἐνεργήσουσαν, ταύτης φθαρείσης τὴν ἐφεξῆς εἰσιέναι. Καὶ πρὸς ἀλλήλας ἔχουσιν, ὥσπερ οἱ πεπλασμένοι βάτραχοι οἱ ἀνιόντες
15ἐν τῷ ὕδατι τηκομένου τοῦ ἁλός. εἰ γάρ τις βατράχους ξυλίνους ὑποθεῖτο πέντε τυχὸν τὸν ἀριθμὸν ἐν πίθῳ ἁλὸς ἐμβεβλημένους πεπληρωμένῳ καὶ συντεθειμένῳ ἄνωθεν κάτω καὶ κατὰ διαστήματα, ὡς τοὺς ἄκρους τὸν μὲν πρὸς τῷ χείλει κεῖσθαι, τὸν δὲ ἐν τῷ πυθμένι, καὶ τοὺς μέσους ἀναλόγως, κρυπτομένους δὲ πάντας, εἶτα τὸ ἅλας ἄνωθεν ἄρξηται τήκεσθαι, πρῶτος
20ἐπιπολάσει τῷ ὕδατι καὶ ἐνεργείᾳ αἰσθητὸς γενήσεται ὁ πάντων ἀνώτατος βάτραχος, εἶτα προϊούσης τῆς τήξεως ὁ μετ’ αὐτὸν καὶ μετ’ ἐκεῖνον ὁ ἕτερος, τελευταῖος δὲ πάντων τακέντος τοῦ ἅλατος ὁ ἔσχατος ἀναβήσεται. οὕτω καὶ αἱ κινήσεις ἐν τῷ ὕπνῳ καὶ τὰ τῶν αἰσθητῶν εἴδωλα αἱ μὲν πρώτως ἀπαντῶσαι πρώτως καὶ ἐνεργήσουσιν, αἱ δὲ δυνάμει οὖσαι καὶ
25μέλλουσαι ἀνιεμένου ποτὲ τοῦ κωλύοντος αἵματος καὶ λυομένου, ἔτι δὲ λεπτυνομένου καὶ καθαιρομένου τοῦ ὑπολειφθέντος ἀκριβέστερον ἐνεργή‐ σουσιν· ὅθεν οἱ τελευταῖοι τῶν ὕπνων εὐθυονειρότεροι, καὶ καθαρώτερα τῇ ἀρχῇ τὰ ἐν τοῖς αἰσθητηρίοις τῶν αἰσθητῶν τότε προσπίπτουσιν ὁμοιώματα, ὡς ἤδη τοῦ ταράττοντος ἠρεμήσαντος. ἡ μὲν οὖν ἐν τοῖς ἐνυπνίοις τῶν
30φαντασμάτων μεταβολὴ τῇ ἐν τοῖς νέφεσιν ἔοικεν, ὡς καὶ πρότερον εἴρηται,
ἃ παρεικάζουσιν ἀνθρώποις καὶ κενταύροις ταχέως μεταβάλλοντα. κοινῶς37

5,6

38

δὲ τῶν ἐν ὕπνῳ φαινομένων ἕκαστον ὑπόλειμμά ἐστιν, ὡς ἐν ἀρχαῖς ἐλέχθη, τοῦ ἐνεργείᾳ αἰσθήματος, καὶ ἀπελθόντος τοῦ ἀληθοῦς αἰσθητοῦ, ὅταν μὴ κατέχηται ὑπὸ τοῦ κατελθόντος αἵματος τὸ ἐπικρῖνον, ἀληθὲς εἰπεῖν ὑπνώττοντα, ὅτι τοῦτο οὐ Κορίσκος, ἀλλ’ οἷον Κορίσκος καὶ εἴδωλον,
5καὶ διὰ τούτου τὸν ἀληθινὸν διανοεῖται Κορίσκον· ὅταν δὲ παντελῶς κατέχηται, ὥστε τὸ ὅμοιον καὶ τὸ εἴδωλον δοκεῖν αὐτὸ εἶναι τὸ ἀληθές, οὐ κινεῖται ὑπὸ τῶν εἰδώλων ὡς αἰσθανόμενον καὶ τρόπον τινὰ ἐγρηγορός, ἀλλ’ ὡς ἀναίσθητον, καὶ τοσαύτη τοῦ ὕπνου ἡ δύναμις, ὥστε ποιεῖν τοῦτο λαν‐ θάνειν. ὥσπερ οὖν εἴ ποτε λανθάνοι ὑποβαλλόμενος ὁ δάκτυλος τῷ ὀφθαλ‐
10μῷ, οὐ μόνον φανεῖται, ἀλλὰ καὶ δόξει δύο τὸ ἕν, ὅταν δὲ μὴ λανθάνῃ, φανεῖται μέν, οὐ δόξει δέ, οὕτω κἀν τοῖς ὕπνοις, ἂν μὲν αἰσθάνηται ὅτι καθεύδει καὶ πρὸς τούτῳ τοῦ ἐνυπνίου, φανεῖται μέν, λέγει δέ τι ἐν αὐτῷ ὅτι φαίνεται μὲν Κορίσκος τόδε τὸ φάντασμα, οὐκ ἔστι δέ (πολλάκις γάρ τις καθεύδων καὶ συναισθόμενος λέγει ἐν τῇ ψυχῇ ὅτι ἐνύπνιον τὸ φαινόμενον)·
15ἐὰν δὲ λανθάνῃ ὅτι καθεύδει, συνθήσεται καὶ οὐδὲν ἀντιφήσει τῇ φαντασίᾳ. Ὅτι δ’ ἀληθῆ λέγομεν καί εἰσι κινήσεις φανταστικαὶ καὶ τύποι καὶ εἴδωλα τῶν αἰσθητῶν ἐν τῷ πρώτῳ αἰσθητηρίῳ, τῇ καρδίᾳ, καὶ μὴ παρόντων τῶν πραγμάτων καὶ ἠρεμουσῶν τῶν αἰσθήσεων, περὶ ἃ καὶ ἡ τῶν ἐνυπνίων πᾶσα δραματουργία συνίσταται, δῆλον ἐκεῖθεν. ὃ γὰρ ἐν τοῖς
20δευτέροις, πολλῷ μᾶλλον ἐν τῷ πρώτῳ, καὶ εἴ εἰσιν ἐν τοῖς ἄλλοις αἰσθη‐ τηρίοις εἴδωλα καὶ ἐγκαταλείμματα καὶ μὴ ἐνεργοῦσι, πολλῷ μᾶλλον ἐν τῇ καρδίᾳ, ἀφ’ ἧς καὶ τὸ εἶναι τούτοις καὶ ἐνεργεῖν. ὅτι δέ εἰσι, φανερόν, ἐάν τις προσέχων πειρῷτο μνημονεύειν ἃ πάσχομεν ἐγειρόμενοι, ὅταν ἡ ἔγερσις γένηται πλησίον τῆς καταφορᾶς. ἐνίοτε γὰρ τὰ φαινόμενα εἴδωλα
25καθεύδοντι φωράσει ἐγειρόμενος κινήσεις οὔσας ἐν τοῖς αἰσθητηρίοις· ἂν γὰρ ὑπνώττων τις ὁρᾶν ἄρξηται ἐνύπνιον καὶ εὐθὺς ἐγερθῇ, ὁρᾷ εἴδωλα πρὸ ὀμμάτων· ἐνίοις γὰρ τῶν νεωτέρων καὶ πάμπαν ἀκριβῶς διαβλέπουσιν, ἐὰν ᾖ σκότος, φαίνεται εἴδωλα πολλὰ κινούμενα, ὥστ’ ἐγκαλύπτεσθαι πολλάκις φοβουμένους. ταῦτα δὲ ἦν αἱ ἐν τοῖς ὀφθαλμοῖς ἀπὸ τῶν
30αἰσθητῶν κινήσεις. ἐκ δὴ τούτων ἁπάντων συλλογίσασθαι δεῖ, ὅτι ἔστι τὸ
ἐνύπνιον φάντασμα ἐν ὕπνῳ κατεχομένου τοῦ κυρίου καὶ ἐπικρίνοντος. ὥστε38

5,6

39

οὔτε τὰ εἰρημένα εἴδωλα καὶ φαντάσματά εἰσιν ἐνύπνια οὔθ’ ὅτι ἄλλο λελυμένων καὶ ἐνεργουσῶν τῶν αἰσθήσεων φαίνεται, οὔτε τὸ ἐν ὕπνῳ φάντασμα ἅπαν, εἰ μὴ συγκατέχοιτο ἡ διάνοια μὴ ἐπικρίνουσα τὸ ὁρώμενον. καὶ ὃ δὲ συμβαίνει ἐνίοις αἰσθάνεσθαί πῃ καὶ ψόφων καὶ χυμῶν καὶ φωτὸς
5καὶ ἁφῆς, ἀσθενικῶς μέντοι καὶ οἷον πόρρωθεν, οὐκ ἔστιν ἐνύπνιον· οἱ γὰρ ὑπνώττοντες καὶ μεταξὺ ὄντες τοῦ τε ἁπλῶς ἐγρηγορότος καὶ τοῦ καθεύ‐ δοντος, ἐάν τις ψοφῇ ἢ φῶς κρατῶν διέρχηται, αἰσθάνονται καὶ τοῦ φωτὸς καὶ τῶν ψόφων, δοκοῦσι δὲ ἐν ὀνείρῳ τούτων αἰσθάνεσθαι, ὥστε καὶ πολλοὶ ἐγερθέντες λέγουσι πρὸς αὐτούς· σὺ ψοφεῖς ἢ σὺ τὸ φῶς κατέχεις·
10μὰ τὸν ἥλιον, ἐδόκουν ὄναρ ταῦτα ὁρᾶν, τάχα δὲ οὐκ ὄναρ ἦν, ἀλλ’ ἀληθῆ. ὡς γὰρ ἔχει ὁ ἁπλῶς ἐγρηγορὼς πρὸς τὸν πῇ ἐγρηγορότα, οὕτως καὶ ἡ ἁπλῶς αἴσθησις πρὸς τὴν πῇ αἴσθησιν. οὗτοι γοῦν πολλάκις καθεύδοντες καὶ μὴ ἔχοντες ἐγκεκλεισμένα τὰ βλέφαρα ἀλλ’ ἠρέμα καὶ ὀλίγον ἠνεῳγμένα καὶ ὁρῶντες τὸ τοῦ παρακειμένου λύχνου φῶς καὶ ὄναρ
15οἰόμενοι διεγερθέντες εὐθὺς ἐγνώρισαν τὸ τοῦ λύχνου ὄν, καὶ ἀλεκτρυόνων καὶ κυνῶν φωνὴν ἠρέμα ἀκούοντες καὶ νομίζοντες ἐνύπνια εἶναι ἐγερθέντες σαφῶς ἐγνώρισαν μὴ ταῦτα εἶναι. ἔνιοι δὲ καὶ ἀποκρίνονται ἐρωτώμενοι πολλάκις, οὐ μνημονεύουσι δὲ ἐγερθέντες ὡς ἀπεκρίθησαν. καὶ δῆλον ὡς οὔτε ἁπλῶς ἐγηγορότες ἦσαν (ἦ γὰρ ἂν ἐμνημόνευον) οὔτε καθάπαξ
20ἐκάθευδον· οὐ γὰρ ἂν ἀπεκρίθησαν. τῶν οὖν εἰρημένων οὐδὲν ἐνύπνιον φατέον, οὐδ’ ὅσαι δὴ ἐν τῷ ὕπνῳ γίνονται ἀληθεῖς ἔννοιαι παρὰ τὰ φαντάσματα (λέγω δὴ τὰς κρίσεις, αἷς συναισθόμεθα ὀνειρώττοντες ὅτι ὀνειρώττομεν), ἀλλὰ τὸ φάντασμα τὸ ἀπὸ τῆς κινήσεως τῶν αἰσθημάτων, ὅταν ἐν τῷ καθεύδειν καὶ ᾗ καθεύδει, τοῦτ’ ἐστὶν ἐνύπνιον. ἤδη δέ τισι
25συμβέβηκε μηδὲν ἐνύπνιον ἑωρακέναι κατὰ τὸν βίον, τοῖς δὲ πόρρω προ‐ ελθούσης τῆς ἡλικίας ἰδεῖν πρότερον μὴ ἑωρακόσι, τὸ δ’ αἴτιον τοῦ μὴ γίνεσθαι πρότερον παραπλήσιον φαίνεται τῷ ἐπὶ τῶν παίδων καὶ μετὰ τὴν τροφήν· ὅσοις γὰρ συνέστηκεν ἡ φύσις, ὥστε πολλὴν ἀναθυμίασιν πρὸς τὸν ἄνω τόπον ἀναφέρεσθαι, ἣ καταφερομένη ποιεῖ πλῆθος κινήσεως, τούτοις
30εὐλόγως οὐδὲν φαίνεται φάντασμα, προϊούσης δὲ τῆς ἡλικίας οὐδὲν ἄτοπον τὸ φανῆναι ἐνύπνιον· μεταβολῆς γάρ τινος γινομένης ἢ καθ’ ἡλικίαν ἢ
πάθος ἀναγκαῖον συμβῆναι τὴν ἐναντίωσιν ταύτην.39

5,6

t40-44

ΠΕΡΙ ΤΗΣ ΚΑΘ ΥΠΝΟΝ ΜΑΝΤΙΚΗΣ.

5,6

40

(2)

Περὶ δὲ τῆς μαντικῆς τῆς ἐν τοῖς ὕπνοις γινομένης καὶ λεγομένης συμβαίνειν ἀπὸ τῶν ἐνυπνίων οὔτε καταφρονῆσαι ῥᾴδιον οὔτε πεισθῆναι. τὸ μὲν γὰρ πάντας ἢ πολλοὺς ὑπολαμβάνειν ἔχειν τι σημειῶδες καὶ τῶν
5μελλόντων προμάντευμα τὰ ἐνύπνια παρέχεται πίστιν ὡς ἐξ ἐμπειρίας λε‐ γόμενον· πείθει γὰρ ἡμᾶς, ὡς σημειώδη τὰ καθ’ ἑκάστην γινόμενα. καὶ τὸ περὶ ἐνίων εἶναι τὴν μαντικὴν ἐν τοῖς ἐνυπνίοις οὐκ ἄπιστον· ἔχει γάρ τινα λόγον· μικροῦ δεῖν καὶ περὶ πάντων τῶν ἐνυπνίων οἰηθείη ἄν τις ὡς ἔχει τι σημειῶδες. τὸ δὲ μηδεμίαν αἰτίαν εὔλογον ὁρᾶν, καθ’ ἣν ἂν
10γίνοιτο, διαπιστεῖν ποιεῖ. τό τε γὰρ θεὸν εἶναι τὸν πέμποντα, πρὸς τῇ ἄλλῃ ἀλογίᾳ καὶ τὸ μὴ τοῖς βελτίστοις καὶ φρονιμωτάτοις, ἀλλὰ τοῖς τυχοῦσι πέμπειν ἄλογον. ἀφαιρεθείσης δὲ τῆς ἀπὸ τοῦ θεοῦ αἰτίας οὐδεμία τῶν ἄλλων εὔλογος εἶναι φαίνεται αἰτία· τὸ γὰρ περὶ τῶν ἐφ’ Ἡρακλείαις στήλαις ἢ τῶν ἐν Βορυσθένει προορᾶν τινα ὑπὲρ τὴν ἡμετέραν εἶναι
15δόξειεν ἂν σύνεσιν εὑρεῖν τούτων τὴν ἀρχήν. ἀνάγκη δ’ οὖν τὰ ἐνύπνια ἢ αἴτια εἶναι ἢ σημεῖα τῶν γινομένων ἢ συμπτώματα, ἢ πάντα ἢ ἔνια τούτων ἢ ἓν μόνον. λέγω δ’ αἴτιον μὲν οἷον τὴν σελήνην τοῦ ἐκλείπειν τὸν ἥλιον καὶ τὸν κόπον τοῦ πυρετοῦ, σημεῖον δὲ τῆς ἐκλείψεως τὸ τὸν ἀστέρα εἰσελθεῖν καὶ ὑποδραμεῖν, τὴν δὲ τραχύτητα τῆς γλώττης τοῦ
20πυρέσσειν, συμπτώματα δὲ τὸ βαδίζοντος ἐκλείπειν τὸν ἥλιον· οὔτε γὰρ
σημεῖον οὔτ’ αἴτιόν ἐστιν ἡ ἐμὴ βάδισις τῆς ἐκλείψεως. διὸ τὰ συμπτώ‐40

5,6

41

ματα οὔτε ἀεὶ γίνεται οὔθ’ ὡς ἐπὶ τὸ πολύ. τοιγαροῦν τῶν ἐνυπνίων τὰ μέν εἰσι σημεῖα, τὰ δὲ αἴτια, τὰ δὲ συμπτώματα, καὶ σημεῖα μὲν δι’ ὧν παρίσταται καὶ προδηλοῦται σωματικὰ ἢ ψυχικὰ πάθη· λέγουσι γὰρ καὶ τῶν ἰατρῶν οἱ χαρίεντες, ὅτι δεῖ προσέχειν σφόδρα τοῖς ἐνυπνίοις, ὡς ἐν
5τούτοις ἔσται τεκμήρασθαι περὶ τοῦ μέλλοντος ἀρρωστήματος. εὔλογον δὲ οὕτως ὑπολαβεῖν καὶ τοῖς τεχνίταις μέν, σκοπουμένοις δέ τι καὶ φιλοσοφοῦσι περί τινος. αἱ γὰρ μεθ’ ἡμέραν γινόμεναι κινήσεις, ἂν μὴ σφόδρα μεγά‐ λαι ὦσι καὶ ἰσχυραί, λανθάνουσι παρὰ μείζους τὰς ἐγρηγορικάς. ἐν δὲ τῷ καθεύδειν τοὐναντίον ἅπαν· καὶ γὰρ αἱ μικραὶ μεγάλαι δοκοῦσιν εἶναι.
10δῆλον δὲ ἐπὶ τῶν συμβαινόντων κατὰ τοὺς ὕπνους πολλάκις· οἴονται γὰρ κεραυνοῦσθαι καὶ βροντᾶσθαι μικρῶν ἤχων ἐν τοῖς ὠσὶ γινομένων, καὶ μέλιτος καὶ γλυκέων χυμῶν ἀπολαύειν ἀκαριαίου φλέγματος ἀπορρέοντος, καὶ βαδίζειν διὰ πυρὸς καὶ θερμαίνεσθαι σφόδρα μικρᾶς θερμασίας περί τινα μέρη γινομένης. ἐπεγειρομένοις δὲ ταῦτα γίνεται τοῦτον ἔχοντα τὸν
15τρόπον. ὥστ’ ἐπεὶ μικραὶ πάντων αἱ ἀρχαί, δηλονότι καὶ τῶν νόσων καὶ τῶν ἄλλων παθημάτων τῶν ἐν τοῖς σώμασι μελλόντων γίνεσθαι. φανερὸν οὖν ὅτι ταῦτα ἀναγκαῖον ἐν τοῖς ὕπνοις εἶναι καταφανῆ μᾶλλον ἢ ἐν τῷ ἐγρηγορέναι. Ἀλλὰ τίνων μὲν καὶ ὅπως σημεῖα τὰ ἐνύπνια, εἴρηται, ὅπως δὲ καὶ
20αἴτια καὶ τίνα, ἤδη ῥηθήσεται. ὅτι δὲ τῶν οἰκείων ἑκάστῳ πράξεων καὶ οὐ τῶν ἀλλοτρίων, μᾶλλον ἂν εὔλογον δόξειεν. ὥσπερ γὰρ μέλλοντες πρᾶξαί τι ἢ ἐν ταῖς πράξεσιν ὄντες ἢ πεπραχότες πολλάκις εὐθυονειρίᾳ τούτοις σύνεσμεν καὶ πράσσομεν ἀπὸ τῶν μεθ’ ἡμέραν ἀρχῶν, οὕτω πάλιν καὶ τὰς καθ’ ὕπνον κινήσεις ἀναγκαῖον πολλάκις ἀρχὴν εἶναι τῶν μεθ’ ἡμέραν
25πράξεων διὰ τὸ προοδοποιεῖσθαι πάλιν καὶ τούτων τὴν διάνοιαν ἐν τοῖς φάσμασι τοῖς νυκτερινοῖς. οὕτω μὲν οὖν ἐνδέχεται τῶν ἐνυπνίων ἔνια καὶ σημεῖα καὶ αἴτια εἶναι· τὰ δὲ πολλὰ συμπτώμασιν ἔοικε, μάλιστα δὲ τὰ ὑπερβατὰ πάντα καὶ ὧν μὴ ἐν αὐτοῖς ἡ ἀρχή, οἷον περὶ ναυμαχίας τῆς ἐν Περσίδι γινομένης καὶ τῶν ἄλλων τῶν πόρρω συμβαινόντων. περὶ γὰρ τούτων τὸν
30αὐτὸν τρόπον ἔχειν εἰκὸς οἷον εἰ μεμνημένου του περί τινος τύχοι τοῦτο γενόμενον. τί γὰρ κωλύει καὶ ἐν τοῖς ὕπνοις οὕτω; μᾶλλον δὲ εἰκὸς ταῦτα
συμβαίνειν; ὥσπερ οὖν οὐδὲ τὸ μεμνῆσθαι περὶ τοῦδε σημεῖον οὐδ’ αἴτιον41

5,6

42

τοῦ παραγενέσθαι αὐτόν, οὕτως οὐδ’ ἐκεῖ μετὰ τὸ ἀποβῆναι τὸ ἐνύπνιον τῷ δ’ ὄντι οὔτε σημεῖον οὔτε αἴτιον ἀλλὰ σύμπτωμα. διὸ καὶ πολλὰ τῶν ἐνυπνίων οὐκ ἀποβαίνει· τὰ γὰρ συμπτώματα οὔτ’ ἀεὶ οὔθ’ ὡς ἐπὶ τὸ πολὺ γίνεται.
5 Ὅλως δὲ ἐπεὶ καὶ τῶν ἄλλων ζῴων ὀνειρώττει τινά, θεόπεμπτα μὲν οὐκ ἂν εἴη τὰ ἐνύπνια οὐδὲ γέγονε τούτου χάριν, δαιμόνια μέντοι· ἡ γὰρ φύσις δαιμονία, οὐ θεία. σημεῖον δέ· πάνυ γὰρ εὐτελεῖς ἄνθρωποι προορατικοί εἰσι καὶ εὐθυόνειροι, ὡς οὐ θεοῦ πέμποντος, ἀλλ’ ὅσων ὡσπερανεὶ λάλος ἡ φύσις ἐστὶ καὶ μελαγχολικὴ παντοδαπὰς τὰς ὄψεις
10ὁρώντων· διὰ δὲ τὸ πολλὰ καὶ παντοδαπὰ κινεῖσθαι ἐπιτυγχάνουσιν, ὥσπερ ἔνιοι ἁρπάζουσιν ἐρίζοντες οὐχ ἓν ἀλλὰ πολλά, εἰ πολλὰ τὰ ῥιπτούμενα εἴη· καὶ ὥσπερ λέγεται ‘εἰ πολλὰ βάλοις, ἄλλοτε ἀλλοῖον βαλεῖσ‘, καὶ ἐπὶ τούτων συμβαίνει τοῦτο. ὅτι δ’ οὐκ ἀποβαίνει πολλὰ τῶν ἐνυπνίων, οὐδὲν ἄτοπον· οὐδὲ γὰρ τῶν ἐν τοῖς σώμασι σημείων καὶ τῶν οὐρανίων, οἷον τὰ
15τῶν ὑδάτων καὶ τῶν πνευμάτων· ἂν γὰρ ἄλλη κυριωτέρα ταύτης συμβῇ κίνησις, ἀφ’ ἧς μελλούσης ἐγένετο τὸ σημεῖον, οὐ γίνεται. ἰδὼν γάρ τις ἐν ὕπνῳ διέρχεσθαι βόρβορον μεθ’ ἡμέρας νενόσηκεν (τῶν γὰρ ἐντὸς σε‐ σημμένων χυμῶν ἀρχομένων κινεῖσθαι κατὰ τὴν νύκτα ἠρεμῶν ἐλάμβανεν αἴσθησιν), καὶ ἐπὶ πυρὸς διαβαίνειν, καὶ μετ’ ὀλίγον ἐπύρεξεν. ἄλλοτε δ’
20αὖ ταῦτα ἰδὼν οὐκ ἐνόσησε τῷ τὴν φύσιν διεγερθεῖσαν καὶ τοὺς χυμοὺς πέψασαν ἀπεῖρξαι τῷ πάθει τὴν εἴσοδον. καὶ τὴν περὶ σελήνην ἅλω καὶ βροχῆς καὶ πνευμάτων ποιούμεθα σύμβολον, πολλάκις δὲ συνισταμένης οὐδὲν συνέβη τούτων διὰ τὴν ἀντιπερίστασιν τοῦ περιέχοντος κρατηθέντος ὑπὸ τῆς ἐναντίας κινήσεως. καὶ πολλὰ βουλευθέντα καλῶς τῶν πραχθῆναι
25δεόντων διελύθη δι’ ἄλλας κυριωτέρας ἀρχάς. ὅλως γὰρ οὐ πᾶν γίνεται τὸ μελλῆσαν, οὐδὲ τὸ αὐτὸ ἐσόμενον καὶ μέλλον, ἀλλ’ ὅμως ἀρχάς τε λεκτέον εἶναι, ἀφ’ ὧν οὐκ ἐπετελέσθη, καὶ σημεῖα πέφυκε ταῦτά τινων οὐ γενομένων. Περὶ δὲ τῶν μὴ τοιαύτας ἀρχὰς ἐχόντων ἐνυπνίων μηδὲ τῶν ἐφ’ ἃ
30ἡμεῖς κύριοι, ἀλλ’ ὑπερορίας ἢ τοῖς χρόνοις ἢ τοῖς τόποις ἢ τοῖς μεγέθεσιν ἢ καὶ τῶν ἐγγὺς μὲν πραττομένων καὶ παρὰ γείτονος ἴσως, μὴ μέντοι γε
ἐν αὑτοῖς ἐχόντων τὰς ἀρχὰς τῶν εἰδότων τὸ ἐνύπνιον, εἰ μὴ γίνεται τὸ42

5,6

43

προορᾶν ἀπὸ συμπτώματος, ἑτέρως ἂν ἔχοι μᾶλλον ἢ ὡς λέγει Δημόκριτος. εἴδωλα γὰρ ἐκεῖνος καὶ ἀπορροίας αἰτιᾶται, ὧν τὰ μέν φησιν ἀγαθοποιά, τὰ δὲ κακοποιά, ὑπερμεγέθη τε εἶναι καὶ δύσφθαρτα, ἐμπελάζειν δὲ τοῖς ἀν‐ θρώποις καὶ προσημαίνειν τὰ μέλλοντα θεωρούμενα ἔστιν οἷς καὶ φωνὰς
5ἀφιέντα μόνον αἰσθητὰς ἐν ὕπνῳ τοῖς ἐπαΐουσιν, ὅθεν καὶ εὐλόχων τυχεῖν εἰδώλων ἐπεύχεται. ἀλλ’ ἡμεῖς τὸ μὲν εἴδωλα λέγειν φέρεσθαι καὶ πάμ‐ παν ἀπαγορεύομεν, κινήσεις δέ τινας μᾶλλον ἀντὶ τούτων εἰσάγομεν ἀπ’ ἀρχῶν τῶν μελλόντων γίνεσθαι καὶ λόγων καὶ πράξεων, ὑφ’ ὧν σχηματι‐ ζομένου τοῦ ἀέρος καὶ διὰ τῶν ὤτων ἢ τῶν μυκτήρων προσπιπτουσῶν ἐν
10τοῖς ὕπνοις τῇ καρδίᾳ προορᾶν τὸ μέλλον. ὥσπερ γὰρ ὅταν τι κινήσῃ τὸ ὕδωρ ἢ τὸν ἀέρα, τοῦθ’ ἕτερον ἐκίνησε, παυσαμένου δ’ ἐκείνου συμβαίνει τὴν αὐτὴν κίνησιν προϊέναι μέχρι τινός, τοῦ κινήσαντος οὐ παρόντος, οὕτως οὐδὲν κωλύει κίνησίν τινα καὶ αἴσθησιν ἀφικνεῖσθαι πρὸς τὰς ψυχὰς τὰς ἐνυπνιαζούσας, ἀφ’ ὧν ἐκεῖνος ποιεῖ τὰ εἴδωλα καὶ τὰς ἀπορροίας, καὶ ὅποι
15δὴ ἔτυχεν ἀφικνουμένας μᾶλλον αἰσθητὰς εἶναι νύκτωρ διὰ τὸ μεθ’ ἡμέραν φερομένας διαλύεσθαι μᾶλλον (ἀταραχωδέστερος γὰρ ὁ ἀὴρ τῆς νυκτὸς διὰ τὸ νηνεμωτέρας εἶναι τὰς νύκτας), καὶ ἐν τῷ σώματι ποιεῖν αἴσθησιν διὰ τὸν ὕπνον· τῶν γὰρ μικρῶν κινήσεων καθεύδοντες μᾶλλον ἢ ἐγρηγορότες αἰσθανόμεθα. ποιουσῶν οὖν τῶν εἰρημένων αἰσθήσεων φαντάσματα ἐν τῷ
20ἡγεμονικῷ τὸ προορᾶν γίνεται, καὶ διὰ ταῦτα συμβαίνει τὸ πάθος τοῦτο τοῖς τυχοῦσι καὶ οὐ τοῖς φρονίμοις. μεθ’ ἡμέραν τε γὰρ ἐγένετο ἂν καὶ τοῖς σοφοῖς, εἰ θεὸς ἦν ὁ πέμπων. καὶ ἔτι οὕτω γινομένου τοῦ προορᾶν εἰκὸς τοὺς τυχόντας μᾶλλον προορᾶν· ἡ γὰρ διάνοια τῶν τοιούτων οὐ φροντιστική, ἀλλ’ ὥσπερ ἔρημος καὶ κενὴ πάντων, ὧν πλήρης ἡ τῶν φι‐
25λοσοφούντων ἐστί, καὶ κινηθεῖσα κατὰ τὸ κινοῦν ἄγεται. καὶ τοῦ ἐνίους τῶν ἐκστατικῶν προορᾶν αἴτιον, ὅτι αἱ οἰκεῖαι κινήσεις οὐκ ἐνοχλοῦσιν ἀλλ’ ἀπορραπίζονται. τῶν ξενικῶν οὖν μάλιστα αἰσθάνονται καὶ τῶν προσ‐ πιπτόντων ἔξωθεν. τὸ δέ τινας εὐθυονείρους εἶναι μάλιστα περὶ τῶν γνωρίμων καὶ προορᾶν συμβαίνει διὰ τὸ τοὺς γνωρίμους μάλιστα ὑπὲρ ἀλλή‐
30λων φροντίζειν· ὥσπερ γὰρ πόρρω ὄντων τάχιστα τῇ ὄψει γνωρίζουσι καὶ αἰσθάνονται, οὕτω καὶ ἐπὶ τῶν ἐν τῷ καρδίᾳ τύπων καὶ κινήσεων. αἱ γὰρ
τῶν γνωρίμων γνωριμώτεραι κινήσεις. οἱ δὲ μελαγχολικοὶ διὰ τὸ σφοδρὸν43

5,6

44

κατὰ τοὺς πόρρωθεν βάλλοντας καὶ εὐστοχοῦντάς εἰσιν. ὡς γὰρ ἐκεῖνοι τὸ τοξευθέν, ὅσα καὶ χειρί, τῷ βέλει καὶ πόρρωθεν ὄντες κατέχουσι, καὶ οὗτοι τὸ μέλλον ὥσπερ προαρπάζουσι τῷ τάχει τῆς κινήσεως· εὐμετάβολον γὰρ ὂν τὸ φανταστικὸν αὐτοῖς ταχὺ τὸ ἐχόμενον τῆς ἀρχῆς τῶν ἐσομένων φαν‐
5τάζεται. ὥσπερ γὰρ τὰ Φιλαιγίδου ποιήματα μὴ ἔχοντα μεταβολὰς προσώπων καὶ διηγημάτων μεταπτώσεις ἀεὶ ἐχόμενα τοῦ ὁμοίου λέγουσι καὶ συνείρουσιν (οἷον εἰ περὶ Ἀφροδίτης ἐν ταῖς ἀρχαῖς εἶπε, καὶ μέχρι τέλους ταύτης ἔχεται), οὕτω καὶ οἱ ἐμμανεῖς ἐχόμενα τοῦ ὁμοίου διανοοῦνται καὶ βλέπουσι. καὶ πρὸς τούτοις διὰ τὴν σφοδρότητα οὐκ ἐκ‐
10κρούεται αὐτῶν ἡ κίνησις ὑφ’ ἑτέρας κινήσεως. τεχνικώτατος δ’ ἐστὶ κριτὴς ἐνυπνίων ὅστις δύναται τὰς ὁμοιότητας θεωρεῖν· τὰς γὰρ εὐθυονει‐ ρίας κρίνειν παντός ἐστι, λέγω δὴ τὰς ὁμοιότητας, ὅτι παραπλήσια συμ‐ βαίνει τὰ φαντάσματα τοῖς ἐν τοῖς ὕδασιν εἰδώλοις, καθάπερ καὶ πρότερον εἴρηται. ἐκεῖ γὰρ ἂν μὴ ἠρεμῇ τὸ ὕδωρ, ἀλλὰ πολλὴ γένηται κίνησις,
15οὐχ ὁμοία γίνεται ἡ ἔμφασις καὶ τὰ εἴδωλα τοῖς ἀληθινοῖς, κἀν τοῖς ὕπνοις δέ, ὅταν σφοδρὰ τυγχάνῃ καὶ συγκεχυμένη ἡ πρὸς τὴν καρδίαν καταφερο‐ μένη παλίρροια, οὔθ’ ὁμοίους οὔτε καθαροὺς τοὺς τύπους ἐᾷ φαντάζεσθαι καὶ τὰ ἐγκαταλείμματα. ἡ γὰρ κίνησις ἐκκόπτει τὰς εὐθυονειρίας. δεινὸς δὴ ἑκάτερος ἔσται κριτής, ὅ τε τὰς ἐμφάσεις συνορᾶν δυνάμενος καὶ ταχὺ
20διαισθάνεσθαι ἐν ὀχλουμένῳ ὕδατι καὶ τὰ πεφορημένα καὶ διεστραμμένα τῶν εἰδώλων τοῖς ἀληθινοῖς προσβιβάζειν, οἷον ὅτι τόδε ἀνθρώπου ἢ ἵππου καὶ μὴ τοιούτου ὀφθέντος, καὶ ὁ ἐν τοῖς ὕπνοις αὐτὸ τοῦτο ποιεῖν δυνά‐ μενος. τί μὲν οὖν ἐστιν ὕπνος καὶ ἐνύπνιον, καὶ διὰ τίν’ αἰτίαν ἑκάτερον αὐτῶν γίνεται, ἔτι δὲ περὶ τῆς τῶν ἐνυπνίων μαντείας εἴρηται, περὶ δὲ
25κινήσεως τῆς κοινῆς τῶν ζῴων λεκτέον.44