TLG 2001 040 :: THEMISTIUS :: In Aristotelis libros de anima paraphrasis

THEMISTIUS Phil. Rhet.
(Constantinopolitanus: A.D. 4)

In Aristotelis libros de anima paraphrasis

Source: Heinze, R. (ed.), Themistii in libros Aristotelis de anima paraphrasis [Commentaria in Aristotelem Graeca 5.3] Berlin: Reimer, 1899: 1–126.

Citation: Volume — page — (line)

5,3

t

ΘΕΜΙΣΤΙΟΥ ΠΑΡΑΦΡΑΣΙΣ ΤΩΝ ΠΕΡΙ ΨΥΧΗΣ ΑΡΙΣΤΟΤΕΛΟΥΣ.

5,3

1

(2)

Περὶ ψυχῆς ὅσα δυνατὸν σὺν ἐπιστήμῃ λαβεῖν, ἀκολουθοῦντας Ἀριστοτέλει πειρατέον ἡμῖν ἐν τῇδε τῇ πραγματείᾳ ἐκθέσθαι τῷ [καὶ] τὰ μὲν ἐκκαλύψαι, τοῖς δὲ συστῆναι, τοῖς δὲ ἐπιστῆσαι, τὰ δὲ (εἰ μὴ φορτι‐
5κὸν εἰπεῖν) καὶ ἐξεργάσασθαι. καὶ γὰρ πολλῶν ὄντων συνταγμάτων ἅ τις ἂν θαυμάσειεν Ἀριστοτέλους, πάντων ἄγασθαι μᾶλλον προσήκει τὴν Περὶ ψυχῆς πραγματείαν καὶ τοῦ πλήθους ἕνεκεν τῶν προβλημάτων, ἃ μηδὲ ἐξαριθμήσασθαι μόνον οἱ πρὸ Ἀριστοτέλους ἐξίκοντο, καὶ τῆς εὐπορίας τῶν εἰς ἕκαστον ἀφορμῶν, καὶ τῶν μεθόδων ὅσας ἐνέδωκε τῇ θεωρίᾳ· δῆλον
10δὲ ἐξ αὐτῶν ἔσται τῶν λεγομένων. Φησὶ δὲ ἀρχόμενος εὐθὺς τοῦ λόγου πᾶσαν μὲν γνῶσιν καὶ ἐπιστήμην καλὴν καὶ τιμίαν ὑπάρχειν, πλεονεκτεῖν δὲ ἑτέραν ἑτέρας ἢ τῇ τῶν ἀποδείξεων ἀκριβείᾳ ἢ τῇ τιμιότητι τῶν ὑποκειμένων πρα‐ γμάτων· ὃ πεπόνθασι πρὸς ἀλλήλας γεωμετρία τε καὶ ἀστρονομία· τῆς
15μὲν γὰρ πλέον τὸ ἀκριβές, τῆς δὲ πλέον τὸ θαυμάσιον διὰ τὴν ὑποκει‐ μένην φύσιν, περὶ ἧς πραγματεύεται, ἐπεὶ μαλακώτεραί γε αἱ ἀποδείξεις ἀστρονομίας· τῷ γὰρ ἔγγιστα χρῆται ἐπὶ πολλῶν. μόνῃ δὲ τῇ περὶ ψυχῆς ἐπιστήμῃ συντρέχειν ἄμφω ταῦτα ἀνάγκη καὶ νικᾶν αὐτὴν καὶ τῷ ἀκριβεῖ καὶ τῷ θαυμασίῳ· τῷ μὲν ἀκριβεῖ, διότι καὶ ταῖς ἄλλαις ἐπιστήμαις παρὰ
20ψυχῆς ἡ ἀκρίβεια, τῷ θαυμασίῳ δέ, ὅτι σχεδὸν διὰ πάντων διήκει τῶν ὄντων ἡ τῆς ψυχῆς φύσις ἀπὸ τῆς ἐσχάτης ἀρχομένοις τῆς φυτικῆς μέχρι τῆς πρώτης, λέγω δὲ τοῦ νοῦ, ὃς εἴτε μέρος εἴτε δύναμίς ἐστι τῆς ψυχῆς εἴτε συγγενὴς ἄλλως καὶ ἐμφύεσθαι δυνάμενος, τί ἂν εἴη τῆς φύσεως ταύτης θαυμασιώτερον; τρίτον ἡμᾶς πρὸς τούτοις παρακαλεῖ πρὸς τὴν προ‐
25κειμένην φροντίδα, ὅτι εἰ μὲν περὶ ἄλλου του μάθοιμεν τἀληθές, οὐκ ἔστιν ἡμῖν τὸ ἀληθὲς τοῦτο πρὸς τὰ λοιπὰ ὁρμητήριον· εἰ δέ τι περὶ ψυχῆς ἀληθὲς κατανοήσαιμεν, πάμμεγα ἂν ἐφόδιον εἴη τοῦτο πρὸς σύμπασαν τὴν
ἀλήθειαν. πρὸς γὰρ ἅπαντα τὰ μέρη τῆς φιλοσοφίας ἀξιολόγους δίδωσιν1

5,3

2

ἀφορμάς, τὸ μὲν πρακτικόν, ὅτι τὰς ἀρετὰς αὐτῆς καὶ τὰς τελειότητας οὕτως ἂν ῥᾷον καταστησαίμεθα, εἰ τὴν οὐσίαν αὐτῆς πρότερον καταμά‐ θοιμεν· τὴν δὲ περὶ φύσεως θεωρίαν, ὅτι πηγὴ καὶ ἀρχὴ πάσης κινήσεως ἡ ψυχὴ ἴσως μὲν καὶ πᾶσι τοῖς σώμασι, μάλιστα δὲ τοῖς τῶν ζώων καὶ
5τῶν φυτῶν. γιγνώσκουσα μὲν οὖν ἑαυτὴν ἀξιόπιστος καὶ περὶ τῶν ἄλλων, ὑπὲρ ἑαυτῆς δὲ ἀπατωμένη περὶ τίνος ἂν ἄλλου πιστὴ νομισθείη; ἡ μὲν οὖν χρεία τοσαύτη τῆς προκειμένης θεωρίας ἐστί· οὐ μὴν ῥᾷστόν γε τὸ ἔργον, ἀλλὰ καὶ σχεδὸν χαλεπώτατον. αὐτὸ γὰρ πρῶτον τὸ γνῶναι τί ἐστι καὶ τὸν ὁρισμὸν αὐτῆς ἀποδοῦναι, οὐ λίαν πρόχειρον οὐδὲ εὐπετές. ὅλως
10μὲν γὰρ ἡ μέθοδος ἡ ὁριστική, τίς ποτέ ἐστι καὶ κατὰ τίνα πρόεισι τρόπον, ἔτι καὶ νῦν παρὰ τοῖς φιλοσόφοις ἀμφισβητήσιμος, καὶ οὐ μόνον γε παρὰ τοῖς φιλοσόφοις, ἀλλὰ καὶ παρὰ τοῖς ἄλλοις ἅπασιν, ὅσοι τι διὰ λόγου διδάσκουσι. πάντες γὰρ ὁρισμῷ χρῆσθαι πειρῶνται, καὶ τοῖς μὲν εἶναι δοκεῖ μία μέθοδος περὶ πάντων, ὧν βουλόμεθα γνῶναι τὸν ὁρισμόν, ὥσπερ καὶ περὶ τῶν καθ’
15αὑτὰ ὑπαρχόντων μία μέθοδός ἐστιν ἡ ἀπόδειξις· τοῖς δὲ οὐ μία ἀλλὰ κατὰ τὰς τῶν ὄντων διαφορὰς διαφόρους εἶναι καὶ τὰς περὶ τῶν ὁρισμῶν πραγμα‐ τείας, ὃ τὴν χαλεπότητα τῆς σκέψεως μείζω ποιεῖ. δεήσει γὰρ λαβεῖν περὶ ἑκάστου τῶν ὄντων, τίς τρόπος οἰκεῖος· τοῦτο δὲ εἰ καὶ μίαν τις εἶναι συγχω‐ ρήσειε τὴν ὁριστικὴν πραγματείαν, ἤτοι κατὰ διαίρεσιν, καθάπερ ἤρεσκε Πλά‐
20τωνι, ἢ συνθέσει μᾶλλον, καθάπερ βούλεται Ἀριστοτέλης, ἢ τρόπον τινὰ ἕτερον ἀποδείξεως, ὅμως οὐδὲν ἧττον ἀπαντᾷ· δεήσει γὰρ καὶ οὕτως ὑπὲρ ἑκάστου τῶν οἰκείων ἀρχῶν, εἰ μέλλοιμεν σὺν ἐπιστήμῃ τῆς φύσεως τοῦ πρά‐ γματος περιέσεσθαι· καὶ εἰς τὴν αὐτὴν χαλεπότητα ὁ λόγος αὖθις ἡμῖν περι‐ ίσταται· ἄλλαι γὰρ ἄλλων αἱ ἀρχαί, καθάπερ ἀριθμῶν καὶ ἐπιπέδων· καίτοι
25συγγενεῖς αὗται αἱ μέθοδοι καὶ περὶ τὸ ποσὸν ἀμφότεραι πραγματεύονται. Ὅτι μὲν οὖν καὶ ἀναγκαία καὶ ἐργώδης ἡ θεωρία, διὰ τοσούτων εἰρήσθω· λέγωμεν δὲ ἐφεξῆς, ὅσα τῷ καθ’ ὁδὸν μετιόντι περὶ ψυχῆς διοριστέον. πρῶτον μὲν ληπτέον ἂν εἴη τὴν φύσιν αὐτῆς καὶ τὴν οὐσίαν, εἶθ’ ὅσα συμβέβηκε περὶ αὐτήν, ὧν τὰ μὲν ἴδια πάθη τῆς ψυχῆς εἶναι
30δοκεῖ, τὰ δὲ δι’ ἐκείνην καὶ τοῖς ζώοις ὑπάρχειν· ἴδια μὲν νόησις καὶ θεωρία, δι’ ἐκείνην δὲ καὶ τοῖς ζώοις προσγίγνεσθαι ἡδονὴ καὶ λύπη καὶ αἴσθησις καὶ φαντασία. δυοῖν δὲ ὄντων τῶν περὶ αὐτῆς ζητουμένων, τῆς τε οὐσίας καὶ τῶν συμβεβηκότων, πρῶτον ὅσα χρήσιμα πρὸς τὴν οὐσίαν ληπτέον. χρήσιμον δὲ πρῶτον μὲν ἐξευρεῖν τὸ γένος τὸ ἀνωτάτω τῶν ἐν
35ταῖς κατηγορίαις διηριθμημένων, ἐν ᾧ τακτέον τὴν ψυχήν, ἆρ’ ἐν οὐσίᾳ ἢ ἐν ποσῷ ἢ ἐν ποιῷ· καὶ οὐ μόνον γε τὸ ἀνωτάτω, ἀλλὰ καὶ τὸ προσε‐ χέστερον καὶ τὸ ἐγγυτέρω· οὐδὲ γὰρ ὅταν ἄνθρωπον ὁριζώμεθα, τὴν οὐσίαν λαμβάνομεν, ἀλλὰ τὸ ζῶον. δεύτερον ἡνίκα ἂν τὸ γένος διακριθῇ, ἐπειδὴ διχῶς ἕκαστον λέγεται γένος, τὸ μὲν δυνάμει τὸ δὲ ἐνεργείᾳ, καθάπερ τὸ
40ζῶον καὶ τὸ φυτόν· τὸ μὲν γὰρ ὠὸν καὶ τὸ σπέρμα δυνάμει ζῶον καὶ
φυτόν, ὁ δὲ ὄρνις καὶ τὸ δένδρον ἐνεργείᾳ ζῶον καὶ φυτόν, ὅπερ λέγομεν2

5,3

3

ἐντελεχείᾳ, διότι δὲ οὕτω λέγομεν ἐν τοῖς ἐφεξῆς ἔσται δῆλον· εἴπερ οὖν τὴν οὐσίαν εὕροιμεν τῆς ψυχῆς, ἐν τίνι τῶν διαφορῶν τούτων ἀποταχθή‐ σεται, ἆρ’ ὡς δύναμις ὑποκειμένη καὶ πρὸς οὐσίαν ἔχουσα εὐφυῶς, ἢ μᾶλλον ὡς ἐντελέχεια; ἔστι δὲ καὶ τῶν ἐντελεχειῶν τις διπλόη, καὶ ἡ μέν
5τις πρώτη, ἡ δὲ δευτέρα· πρώτη μὲν ἡ ὥσπερ ἕξις, δευτέρα δὲ ἡ τῆς ἕξεως ἐνέργεια. Σκεπτέον δὲ καὶ εἰ μεριστὴ ἢ ἀμερής, καὶ εἴπερ φανείη μεριστή, πότερον ὡς σῶμα εἰς ὄγκους, ἢ ὡς τέχνη καὶ ἐπιστήμη· λέγεται γὰρ καὶ ἰατρικῆς εἶναι μέρη καὶ φιλοσοφίας. εἰ δὲ ἀμερής, ἆρα παντάπασιν ἁπλῆ
10τις καὶ πλήθους ἀνέμφατος φύσις, ἢ μερῶν μὲν πλῆθος περὶ αὐτὴν οὐ θεωρεῖται, δυνάμεων δὲ ποικιλία; διαφέρει γὰρ οὕτως ἢ ἐκείνως. μέρους μὲν γὰρ μέρος κατὰ τὸ ὑποκείμενον ἐξαλλάττει, δύναμις δὲ δυνάμεως τῷ διάφορα ἐνεργεῖν διενήνοχε· διὰ τοῦτο γὰρ οἱ μὲν πολυδύναμον ἀξιοῦσιν εἶναι τὴν ψυχὴν ἐφ’ ἑνὸς οὖσαν ὑποκειμένου, οἱ δὲ πολυμερῆ, διορίζοντες
15καὶ τοῖς τόποις τὰ μέρη, ὥσπερ οἱ Στωικοί, τυχὸν δὲ καὶ Πλάτων. Τέταρτον ἂν εἴη ζήτημα τῶν εἰρημένων, ἆρα ὁμοειδὴς πᾶσα ψυχὴ πρὸς πᾶσάν ἐστιν, ἢ οὐδαμῶς, καὶ εἴπερ ὑφ’ ἕτερον καὶ ἕτερον εἶδος, ἆρ’ οὐδ’ ὑφ’ ἓν γένος; οἷον ἡ ἀνθρώπου καὶ ἵππου· εἰ δὲ μὴ ταὐτὸν ἔχουσιν εἶδος ψυχῆς, ἆρ’ οὐδὲ γένος ταὐτόν; ἀλλ’ ὁ μὲν ἄνθρωπος καὶ ἵππος ὑπὸ
20τὸ ζῶον, αἱ ψυχαὶ δὲ αὐτῶν οὐκέτι ὑφ’ ἓν γένος ψυχῆς; ταῦτα δὲ οὐχ οἷόν τε διακρῖναι τὰ προβλήματα μὴ περὶ πάσης ψυχῆς ἐπισκοπουμένους, ὅπερ ἔνιοι τῶν πρότερον παρεώρων· περὶ γὰρ τῆς ἀνθρωπίνης μόνης ἐοίκασι πεφροντικέναι, ἡμῖν δὲ τὴν καθόλου φύσιν ἐπισκεπτέον, ἆρα εἷς ὁρισμὸς καὶ ἓν τὸ τί ἦν εἶναι πάσης ψυχῆς, ἢ ἄλλος μὲν τῆς ἀνθρώπου,
25ἄλλος δὲ τῆς ἵππου. λέγω δὲ ὧδε· ἔστιν ὁρισμὸς τοῦ ζώου καθόλου, ὅτι οὐσία ἔμψυχος αἰσθητική, ἔστι δὲ καὶ ἀνθρώπου χωρίς, ὅτι ζῶον λογικὸν θνητόν. ζητοῦντας οὖν τῆς ψυχῆς τὸν ὁρισμὸν ἆρα τοιοῦτον προσήκει ζητεῖν, οἷός ἐστιν ὁ τοῦ ζώου, ἢ μᾶλλον οἷος ὁ τοῦ ἀνθρώπου; τοῦτο δὲ ταὐτὸν τῷ ζητεῖν, ἆρα ὥσπερ εἴδους ζητητέον τὸ τί ἦν εἶναι τοῖς καθ’
30ἕκαστον προσεχομένου, ὥσπερ ὁ ἄνθρωπος Σωκράτει καὶ Δίωνι καὶ Θεαιτήτῳ, ἢ ὥσπερ γένους εἰς εἴδη ἤδη διαιρουμένου· διαφέρει δὲ οὐ παρὰ μικρὸν ἡ θεωρία· τὸ μὲν γὰρ γένος ἐννόημά ἐστιν ἀνυπόστατον ἐξ ἀμυδρᾶς τῶν καθ’ ἕκαστον ὁμοιότητος κεφαλαιούμενον καὶ ἤτοι παντάπασιν οὐδὲν τὸ γένος, ἢ πολλῷ ὕστερον τῶν καθ’ ἕκαστα, τὸ δὲ εἶδος φύσις τις
35εἶναι βούλεται καὶ μορφή· μόνης γὰρ ὕλης προσδεῖται ὁ τοῦ ἀνθρώπου λόγος καὶ ἔστιν ἄνθρωπος ἤδη· ἐπεὶ καὶ καθ’ αὑτὸ ἔχει τινὰ ἀξιόλογον
θεωρίαν, ἆρ’ οἱ τῶν γενῶν καὶ τῶν εἰδῶν ὁρισμοὶ νοημάτων εἰσὶν ὁρισμοὶ3

5,3

4

ἢ φύσεων ἐν τοῖς καθ’ ἕκαστα ὑφισταμένων· ἐοίκασι γὰρ βούλεσθαι μὲν εἶναι τῶν νοημάτων ἃ συναθροίζεται ἐκ τῆς τῶν καθ’ ἕκαστον ὁμοιότη‐ τος, ἀποπίπτειν δὲ εἰς τὰ καθ’ ἕκαστον καὶ εἰς τὰς φύσεις τὰς ὑφεστη‐ κυίας· οὔτε γὰρ τὸ τοῦ ζώου νόημα οὐσία ἐστὶν ἔμψυχος αἰσθητική, οὔτε
5μᾶλλον τὸ τοῦ ἀνθρώπου ζῶον λογικὸν θνητόν, ἀλλὰ τὰ καθ’ ἕκαστον ζῶα οὐσίαι ἔμψυχοι αἰσθητικαί, καὶ οἱ καθ’ ἕκαστον ἄνθρωποι ζῶα λογικὰ θνητά. δῆλον δὲ ἐντεῦθεν· εἰ γὰρ καταλειφθείη πρὸς ὑπόθεσιν ἄνθρωπος εἷς, οἷον οἱ μῦθοι ποιοῦσι τὸν Δευκαλίωνα ἐν τῷ κατακλυσμῷ, τηνικαῦτα ὁ τοῦ ἀνθρώπου λόγος εἰς τὸν τοῦ τινὸς ἀνθρώπου περιορισθήσεται. ἀλλὰ
10ταῦτα μὲν τῆς περὶ γενῶν καὶ εἰδῶν θεωρίας οἰκειότερα, νῦν δ’ ἐπεξιτέον τῷ ἀριθμῷ, ὧν περὶ ψυχῆς ἄν τις ζητήσειεν. Ἄξιον δὴ καὶ τοῦτο πολλῆς ἂν εἴη φροντίδος, ἆρα πολλὰς θετέον ψυχὰς ὑπάρχειν τῷ ζώῳ οἷον φυτικὴν θρεπτικὴν ὀρεκτικὴν διανοητικήν, ἐφ’ ὧν καὶ αὗται, ἢ πολλαὶ μὲν οὐκ εἰσὶν ἐν ἑκάστῳ ψυχαί (γελοῖον γὰρ
15ὥς φησιν ὁ θεῖος Πλάτων, καθάπερ ἐν δουρείῳ ἵππῳ καθεζομένας φέρειν ἕκαστον ἡμῶν πλείους ψυχάς), μιᾶς δὲ ὅλης αὐτῆς ὑπαρχούσης τὰ μόρια διενήνοχε· καὶ εἰ μιᾶς θετέον μέρη, χαλεπὸν τὸ διορίσαι, ποῖα καὶ πῶς· οἷον εὐθύς, ἆρ’ ἕτερον τὸ θρεπτικὸν τοῦ αὐξητικοῦ καὶ ἄμφω τοῦ γεννη‐ τικοῦ, ἢ τῷ λόγῳ μὲν ἕτερα, τῷ δ’ ὑποκειμένῳ ταὐτά; καὶ ταῦτ’ ἆρα τὰ
20τρία ἕτερα τοῦ αἰσθητικοῦ καὶ φανταστικοῦ καὶ ὀρεκτικοῦ; δοκεῖ γὰρ ἐν τούτοις ἤδη καὶ τῶν ὑποκειμένων εἶναι διαφορά, ἅ γε καὶ χωρίζεται ἀπ’ ἀλλήλων· πολλὰ γὰρ τρέφεται μὲν καὶ αὔξεται καὶ γεννᾷ, αἰσθάνεται δὲ οὔ, καὶ αἰσθά‐ νεται μὲν, νοεῖ δὲ οὔ. εἰ δ’ οὖν φανείη τινὰ μὲν ἕτερα τῶν μερῶν καὶ πῶς ἕτερα, τινὰ δὲ ταὐτά, ἆρα ὑπὲρ τῆς ὅλης ψυχῆς σαφέστερον ἡμῖν ἢ περὶ
25τῶν μορίων πρῶτον ἐπισκοπεῖν; δόξειε γὰρ ἂν πὼς μὲν τὸ ὅλον σαφέ‐ στερον εἶναι· καὶ γὰρ ἐν τοῖς μεγέθεσι τρόπον τινὰ τοῦ ὅλου πρῶτον αἰσθανόμεθα [ἢ τῶν μερῶν] καὶ ἐν ταῖς ἐπιστήμαις ἀπὸ τῶν καθόλου πρῶτον ἀρχόμεθα ὡς σαφεστέρων· πὼς δὲ αὖ τὰ μέρη πρότερα· ἀεὶ γὰρ πρότερα τὰ ἐξ ὧν, ἐκ δὲ τῶν μερῶν τὸ ὅλον. καὶ εἰ δόξειε περὶ τῶν
30μερῶν, πότερον τὰς οὐσίας αὐτῶν ἢ τὰς ἐνεργείας ἡμῖν προτέρας διδακτέον; σαφέστεραι γὰρ ἐπὶ πολλῶν ἡμῖν αἱ ἐνέργειαι· ὅτι μὲν γὰρ αἰσθανόμεθα, δῆλον· τί δὲ ἡ αἴσθησις, οὐ σαφές. καὶ εἰ περὶ τῶν ἐνεργειῶν, ἆρα περὶ αὐτῶν πρότερον ἢ περὶ τῶν ὑποκειμένων ταῖς ἐνεργείαις; σαφέστερα γὰρ ἐπὶ πολλῶν ἡμῖν τὰ πράγματα περὶ ἃ γίνονται καὶ αἱ ἐν τοῖς μέρεσιν
35ἐνέργειαι, ὥσπερ τὰ ὁρατὰ τῆς ὁράσεως καὶ τὰ ἀκουστὰ τῆς ἀκοῆς, ἴσως δὲ καὶ τὰ νοητὰ τοῦ νοῦ· καὶ γὰρ ἀντίκειται ὡς τὰ πρός τι τὸ μὲν νοητὸν
πρὸς τὸν νοῦν, τὸ δὲ αἰσθητὸν πρὸς τὴν αἴσθησιν.4

5,3

5

Τὰ μὲν οὖν κεφάλαια ταῦτα καὶ τοσαῦτά ἐστι τῶν περὶ ψυχῆς ζητου‐ μένων, καὶ πάντα γε προὔργου καὶ ἀναγκαῖα πρὸς τὴν εὕρεσιν τοῦ τί ἦν εἶναι. ἔοικε δὲ οὐ μόνον τὸ τί ἐστιν ἐφ’ ἑκάστου προληφθὲν καλῶς χρή‐ σιμον εἶναι πρὸς τὸ θεωρῆσαι τὰ καθ’ αὑτὰ συμβεβηκότα τῷ πράγματι,
5ὅπερ μάλιστά ἐστιν ἐν τοῖς μαθήμασι· προλαβόντες γὰρ τὸ τί ἦν εἶναι τῆς εὐθείας καὶ τῆς καμπύλης καὶ τριγώνου καὶ ἐπιπέδου ῥᾷον μανθάνομεν τὰ καθ’ αὑτὰ συμβεβηκότα τοῖς σχήμασιν· ἀλλὰ καὶ ἀνάπαλιν τὸ προλαβεῖν τὰ συμβε‐ βηκότα καλῶς συμβάλλεται μέγα μέρος πρὸς τὴν ἐπιστήμην τοῦ τί ἦν εἶναι. τὸ δὲ καλῶς εἶπον οὐχ ὅτι μετὰ ἀποδείξεως· ἀδύνατον γὰρ ἄνευ τοῦ γνώριμον
10γενέσθαι τὸν ὁρισμὸν θηρεῦσαί τι τῶν ὑπαρχόντων δι’ ἀποδείξεως· ἀλλ’ ἱκανὸν καὶ τὸ φαινόμενον καὶ ἡ φαντασία. τὰ μὲν γὰρ ἀπηρτημένα τῶν συμβεβηκότων καὶ λίαν ἔξω τῆς φύσεως οὐδὲν ἡμᾶς ὀνήσει πρὸς τὴν εὕρεσιν τῶν ὁρισμῶν, ὥσπερ εἴ τις θεὸν ὁρίσασθαι προελόμενος τὸ βωμοὺς εἶναι θεῶν καὶ θυσίας καὶ νεὼς καὶ ἀγάλματα οἴοιτο αὐτῷ συμβαλεῖσθαι
15πρὸς τὴν ἀπόδειξιν τοῦ τί ἦν εἶναι, καθάπερ ὑπελάμβανε Χρύσιππος· λίαν γὰρ ἀπηρτημένα ταῦτα τῆς οὐσίας ἐστὶ τῶν θεῶν· τὸ μέντοι γε κινεῖσθαι ἀεί, καὶ τὸ προλέγειν μὲν τὸν Ἀπόλλω, θεραπεύειν δὲ τὸν Ἀσκληπιόν, ἱκανὸν ἤδη προοίμιον τοῦ τί ἦν εἶναι, οἷον ὅτι θεός ἐστι ζῶον ἀΐδιον εὐποιητικὸν ἀνθρώπων. ἀρχὴ μὲν οὖν πάσης ἀποδείξεως ὁ ὁρισμός.
20ἔστι μέντοι γε ὥσπερ κύκλος τις· καθάπερ γὰρ ἐν τοῖς καθ’ αὑτὰ ὑπάρ‐ χουσιν ἐμφαίνεται τὸ τί ἦν εἶναι, εἰ κατὰ τὸ φαινόμενον ὀρθῶς προληφθείη, οὕτω κἂν τῷ τί ἦν εἶναι τὰ καθ’ αὑτὰ ὑπάρχοντα προδηλοῦται, καὶ ἐφ’ ὧν μὲν ῥᾴων ἡ πρόοδος ἐκ τῶν ὁρισμῶν ἀρχομένοις ἐπὶ τὰ καθ’ αὑτὰ συμβεβηκότα, ὅπερ ἐπὶ τῶν μαθημάτων μάλιστα συμβαίνει, ἐφ’ ὧν δὲ
25ἀνάπαλιν ἐκ τῶν καθ’ αὑτὰ ὑπαρχόντων, ὡς σχεδὸν ἐπὶ πάντων τῶν φυσικῶν. κακία δὲ καὶ τῆς τῶν συμβεβηκότων ἐκλογῆς, ὅταν μηδὲν πρὸς τὸν ὁρισμὸν ὠφελώμεθα, καὶ τῆς τῶν ὁρισμῶν κατασκευῆς, ἐξ ὧν οὐδέν ἐστι παραδηλῶσαι τῶν ὑπαρχόντων τῷ πράγματι· ὥστε ὁπόσοι τοῦτον τὸν τρόπον εἰσὶν ἀποδεδομένοι, ὡς μηδὲ εἰκάσαι τι περὶ τῶν συμβεβηκότων
30ὑπάρχειν εὐμαρῶς, δηλονότι λογικῶς εἴρηνται καὶ κενῶς ἅπαντες. Οὐδενὸς οὖν ἧττον τῶν εἰρημένων ἀναγκαῖόν ἐστι πρὸς τὴν εὕρεσιν τῆς οὐσίας αὐτῆς τὸ διελέσθαι καὶ τὰ ἔργα καὶ τὰ πάθη σύμπαντα τῆς ψυχῆς, ὅπως ἂν γνοίημεν, πότερον ἅπαντα κοινά ἐστιν αὐτῇ πρὸς τὸ σῶμα, καὶ τοῦ ζώου σύμπαντά ἐστι τοῦ συγκειμένου ἔκ τε ψυχῆς καὶ τοῦ σώμα‐
35τος, ἢ τινὰ μὲν κοινὰ τινὰ δὲ αὐτῆς μόνης τῆς ψυχῆς. τοῦτο γὰρ προ‐ λαβεῖν μὲν ἀναγκαῖον, οὐ ῥᾴδιον δέ· λέγεται μὲν γὰρ ὑπὸ πολλῶν τῆς ψυχῆς εἶναι τὸ ὀργίζεσθαι καὶ τὸ θαρρεῖν καὶ τὸ ἐπιθυμεῖν καὶ τὸ αἰσθά‐
νεσθαι ὅλως, φαίνεται δὲ τὰ πλεῖστα πάθη τοῦ ζώου κοινὰ τῆς ψυχῆς5

5,3

6

καὶ τοῦ σώματος, μάλιστα δ’ ἔοικεν ἴδιον τῆς ψυχῆς τὸ νοεῖν. εἰ δ’ ἔστι καὶ τοῦτο φαντασία τις ἢ μὴ ἄνευ φαντασίας, οὐκ ἐνδέχοιτ’ ἂν οὐδὲ τοῦτο ἄνευ σώματος εἶναι· ἐξ αἰσθήσεως γὰρ καὶ δι’ αἰσθήσεως ἡ φαντα‐ σία. ὅθεν εὐθὺς ἐν ἀρχῇ διοριστέον, ὡς εἰ μὲν ἔστι τι τῶν τῆς ψυχῆς
5ἔργων καὶ παθημάτων ἴδιον τῆς ψυχῆς, ἐνδέχοιτ’ ἂν αὐτὴν καὶ χωρί‐ ζεσθαι τοῦ σώματος· εἰ μέντοι γε μηδέν ἐστιν ἴδιον αὐτῆς, μηδὲ μόνης τῆς ψυχῆς, ἀλλὰ πάσας τὰς ἐνεργείας μετὰ σώματος ἀποδίδωσιν, ἢ τούτου γε τοῦ ὁρωμένου, ἢ ἑτέρου τινὸς ἀφανεστέρου, πάντως δὲ σώματος, οὐκ ἂν οἵα τε εἴη σώζεσθαι καὶ χωρὶς σώματος, εἴπερ μηδὲν ἡ φύσις παρή‐
10γαγεν ἀργὸν παντελῶς, ἀλλὰ παντὶ τῷ ὄντι καὶ ἔργον τι προσνενέμηται. Ὁ δὲ ἐνιστάμενος πρὸς τοῦτον τὸν λόγον, ὡς μὴ τὴν ἀγωγὴν ἔχοντα ὑγιῆ, λίαν τῆς δυνάμεως αὐτοῦ παρακήκοε. δέον γάρ φησι τὸ τοῦ λήγοντος ἀντικείμενον προσλαβόντα ἀνελεῖν τὸ ἡγούμενον, ὁ δὲ προσλαβὼν τὸ ἀντι‐ κείμενον τοῦ ἡγουμένου πειρᾶται ἀναιρεῖν τὸ ἑπόμενον. ὁ δὲ τῶν οὕτω
15προχείρων ἐν διαλεκτικῇ ἄγνοιαν ἐγκαλῶν Ἀριστοτέλει αὐτὸς ἔοικεν ἀγνοεῖν, ὅτι τὸ ‘ἐνδέχοιτ’ ἂν αὐτὴν καὶ χωρίζεσθαι‘ οὐκ ἦν ἀναγκαίας ἀκολουθίας, ἐφ’ οἵας ἡ ἀναίρεσις τοῦ ἑπομένου συναναιρεῖ τὸ ἡγούμενον, ἀλλ’ ἐνδε‐ χομένης, ἐφ’ ἧς ἔμπαλίν ἐστι τὸ συμβαῖνον· ἡ γὰρ ἀναίρεσις τοῦ ἡγου‐ μένου συναναιρεῖ τὸ ἑπόμενον· εἰ μὲν γὰρ πλευσεῖται Δίων, ἐνδέχεται αὐτὸν
20καὶ εὐπλοῆσαι, εἰ δ’ οὐ πλευσεῖται Δίων, οὐδ’ εὐπλοῆσαι αὐτὸν ἐνδέχεται· ἀλλ’ οὐχί, εἰ μὴ εὐπλοῆσαι αὐτὸν ἐνδέχεται, οὐκ ἐνδέχεται αὐτὸν οὐδὲ πλεῦσαι. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ βαδίσαι καὶ ἐπὶ τοῦ πρᾶξαι καὶ ἐφ’ ἁπάντων, ἐφ’ ὧν ἡ ἀκολούθησις ἐνδεχομένη ἦν, οὐκ ἀναγκαία. οὕτως δὲ καί, εἰ μὲν ζῶόν ἐστι τὸ πόρρωθεν προσιόν, ἐνδέχεται αὐτὸ ἵππον εἶναι, εἰ δὲ μὴ ζῶον,
25οὐδ’ ἵππον· ἀλλ’ οὐχὶ εἰ μὴ ἵππον, οὐδὲ ζῶον. ἁπλῶς γὰρ τὸ ἐνδεχομένως ἀκολουθοῦν ὡς μέρος γίνεται τοῦ ἡγουμένου, εἴ γε ποτὲ μὲν αὐτῷ ὑπάρχει, ποτὲ δὲ οὔ, ἐπὶ τούτων δὲ ἡ τοῦ ὅλου ἀναίρεσις συναναιρεῖ καὶ τὸ μέρος. οὐκ ἀδιάβλητον οὖν καὶ τοῦτο τὸ συνημμένον ‘εἰ μὲν ἔστι τι ἴδιον ἔργον τῆς ψυχῆς, ἐνδέχοιτο ἂν αὐτὴν χωρίζεσθαι‘· οὐ γὰρ ἐξ ἀνάγκης. τί γὰρ
30εἰ καὶ ἴδιον μὲν ἔργον ἔχει, μὴ χωρίζεται δέ, ὥσπερ ὀφθαλμὸς καὶ χείρ; ἀναγκαία δὲ καὶ ἡ τοῦ ἡγουμένου ἀναίρεσις συναναιροῦσα τὸ ἑπόμενον· ‘εἰ δὲ μηδέν, οὐκ ἂν εἴη χωριστή‘· ταύτην γὰρ τὴν ἀκολουθίαν ἐναργὲς ἀξίωμα βεβαιοῖ, τὸ μηδὲν ὑπὸ τῆς φύσεως ἀργὸν γεγενῆσθαι. Πῶς οὖν λέγομεν τὴν ψυχὴν φιλεῖν καὶ μισεῖν καὶ ὀργίζεσθαι; πῶς
35δὲ λέγομεν τὴν εὐθεῖαν ἅπτεσθαι τῆς σφαίρας κατὰ στιγμήν; οὐ γὰρ ὅτι ἡ εὐθεῖα καθ’ ἑαυτήν (οὐδὲν γάρ ἐστιν), ἀλλ’ ὅτι ὁ κανὼν ὁ εὐθύς, οὐδὲ ὅτι τῆς σφαίρας καθ’ ἑαυτήν, ἀλλ’ ὅτι τῆς χαλκῆς· ἀχώριστον γὰρ καὶ τὸ εὐθὺ καὶ τὸ σχῆμα τοῦ ξυλίνου κανόνος καὶ τῆς χαλκῆς σφαίρας, καὶ
ἡ κατὰ στιγμὴν ἁφή, μᾶλλον δὲ ὅλως ἁφὴ τοῦ συνόλου πρὸς τὸ σύνολον.6

5,3

7

οὕτω δὲ καὶ τὰ τῆς ψυχῆς πάθη πάντα ἔοικεν εἶναι κοινὰ μετὰ τοῦ σώ‐ ματος, τὸ θυμοῦσθαι καὶ τὸ πραΰνεσθαι καὶ τὸ φοβεῖσθαι καὶ τὸ θαρρεῖν καὶ τὸ χαίρειν, ὁμοίως δὲ καὶ τὸ φιλεῖν καὶ μισεῖν· οὐδὲν γὰρ τούτων οἵα τε ποιεῖν ἡ ψυχὴ μὴ τὸ σῶμα ἐφελκομένη, εἰς ὃ καὶ τὰς ἐνεργείας ἑαυτῆς
5ἐμφανῶς ἀποστηρίζεται· ἐρυθραίνονται γὰρ καὶ ὠχριῶσι καὶ τρέμουσι, καὶ οὐδὲ τοῖς ποιηταῖς ταῦτα ἄδηλα· ‘ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην‘, καὶ ‘ὦχρος τέ μιν εἷλε παρειάσ‘, καὶ ‘ἄραβος δὲ διὰ στόμα γένετ’ ὀδόν‐ των‘. μηνύει δὲ μάλιστα ἐναργῶς τὸ ταῦτα εἶναι τὰ πάθη κοινὰ τῆς ψυχῆς καὶ τοῦ σώματος τὸ ποτὲ μὲν ἰσχυρᾶς προσπεσούσης τοῖς ζώοις
10αἰτίας καὶ ἱκανῆς εἰς ὀργὴν ἐκκαλέσασθαι ἢ φόβον ἐμποιῆσαι, μηδὲν παροξύνεσθαι ἢ φοβεῖσθαι, ἐνίοτε δὲ σμικρῶν γινομένων καὶ ἀμυδρῶν τῶν αἰτιῶν κινεῖσθαι λίαν, ὅταν ἐνδεὲς ᾖ τροφῆς τὸ ζῶον ἢ ὑπὸ χυμῶν τινῶν ἐνοχλῆται· ὃ μάλιστα ἐπὶ τῶν μελαγχολικῶν ἔκδηλον γίγνεται, οἳ μηδενὸς πολλάκις φοβεροῦ συμπίπτοντος ἐν τοῖς πάθεσι γίγνονται τῶν φοβουμένων διὰ
15τὴν κρᾶσιν τοῦ σώματος καὶ δεδίασι τὰ ἀδεῆ. καὶ ἔοικεν ἅπαντα τὰ τοιαῦτα πάθη ταῖς κράσεσιν ἕπεσθαι τοῦ σώματος καὶ ἐπιτείνεσθαι καὶ ἀνίεσθαι τοίας ἢ τοίας αὐτῆς ὑπαρχούσης· καὶ οὐχ ὡς ὄργανον τούτοις τοῖς πάθεσιν ὑπηρε‐ τεῖται τὸ σῶμα, ὥσπερ τῇ αἰσθητικῇ δυνάμει τὰ αἰσθητήρια, ἀλλὰ πλείων ἡ συγγένεια τῷ σώματι πρὸς τὰ πάθη ἢ τοῖς ὀργάνοις τῆς αἰσθήσεως πρὸς
20τὴν αἴσθησιν. ταῦτα μὲν γὰρ παρὰ φύσιν διατεθέντα ἐμποδὼν γίνεται μόνον ταῖς τῆς αἰσθήσεως ἐνεργείαις· τοῦ σώματος δὲ ἡ φαύλη κρᾶσις οὐκ ἐμποδίζει τοῖς πάθεσιν, ἀλλ’ ἐγείρει μᾶλλον αὐτὰ καὶ ἐπιτείνει, ἅτε τῆς τούτου φύσεως προσεχέστερον ἐξημμένα. εἰ δὲ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, δῆλον ὅτι τὰ πάθη ταῦτα καὶ ὅσα ἄλλα τοιαῦτα τῆς ψυχῆς, λόγοι
25ἔνυλοί εἰσι, τουτέστιν ἐν ὕλῃ τὸ εἶναι ἔχοντες· ὥστε καὶ οἱ ὁριζόμενοι τούτων ἕκαστον τῆς ὑποκειμένης ὕλης οὐκ ἀποστήσονται, ὡς ὁ τὴν ὀργὴν ἀποδιδοὺς ζέσιν τοῦ περὶ καρδίαν αἵματος δι’ ὄρεξιν ἀντιλυπήσεως. καὶ διὰ ταῦτα οὖν φυσικοῦ τὸ θεωρῆσαι περὶ τῆς τοιαύτης ψυχῆς, ὅση πρὸς τὰ ἔργα αὐτῆς ἢ τὰ πάθη τὴν ὕλην συνεφέλκεται. διαφερόντως δ’ ἂν ὁ
30φυσικός τε καὶ ὁ διαλεκτικὸς ἕκαστον αὐτῶν ἀφορίσαιντο· ὁ μὲν γὰρ ὄρεξιν ἀντιλυπήσεως, ὁ δὲ ζέσιν τοῦ περὶ καρδίαν αἵματος, ὁ διαλεκτικὸς μὲν τὸ εἶδος, ὁ φυσικὸς δὲ τὴν ὕλην· ὁ μὲν γὰρ λόγος τῆς ὀργῆς ὄρεξις ἀντι‐ λυπήσεως, ἀνάγκη δὲ ἐγγίνεσθαι τοῦτο τὸ εἶδος ἐν ὕλῃ τοιᾷδε· ὥσπερ οἰκίας ὁ μὲν τὸ εἶδος καὶ τοῦ εἴδους τὸν λόγον ἀποδίδωσιν, ὅτι σκέπασμα
35κωλυτικὸν φθορᾶς τῆς ὑπ’ ἀνέμων καὶ ὄμβρων καὶ καυμάτων, ἄλλος δὲ τὴν ὕλην, ὅτι λίθοι καὶ πλίνθοι καὶ ξύλα, ἕτερος δὲ ἄμφω συλλαβών, ὅτι
σκέπασμα τοιονδὶ ἐξ ὕλης τοιᾶσδε. τίς οὖν ὁ φυσικὸς τούτων; πότερον ὁ7

5,3

8

περὶ τὸν λόγον μόνον, τὴν ὕλην δὲ ἀγνοῶν, ἢ ὁ τῆς ὕλης μόνον πεφροντι‐ κώς, τοῦ λόγου δὲ ἐκλανθανόμενος; ἢ μᾶλλον ὁ ἐξ ἀμφοῖν. ἐκείνων δὴ τίς ἑκάτερος; ὁ μὲν δὴ τὸ εἶδος ὁριζόμενος καθ’ αὑτό, ὃ μὴ πέφυκεν εἶναι καθ’ αὑτό, διαλεκτικός, ὅθεν αὐτῷ κενολογεῖν συμβαίνει πολλάκις· ὁ δὲ
5περὶ τὴν ὕλην μᾶλλον πραγματευόμενος καὶ τὰ ἀχώριστα πάθη τῆς ὕλης οὐδεὶς ἄλλος ἐστίν, ἀλλ’ ὁ φυσικός· ὁ γὰρ φυσικὸς περὶ πάντα, ὅσα τῆς ὕλης ἔργα καὶ πάθη. παραλήψεται μὲν οὖν καὶ τὸ εἶδος, ἀποστήσει δὲ αὐτὸ οὐδέποτε τῆς ὕλης, οὐδ’ εἴπερ ὁ λόγος δύναιτο συγχωρήσει. δεῖται γὰρ ἀεὶ τῆς ὕλης καὶ οὐχ ὥσπερ ὁ μαθηματικὸς ἐφήσει τῷ λόγῳ τὴν
10εὐθεῖαν ἄνευ τῆς ὕλης ὁριζομένῳ· οὐ γὰρ προσδεῖται τῆς ὑποκειμένης ὕλης αὕτη. καθόλου γὰρ ἄνωθεν ὑπομνηστέον, ὅτι τοῦ φυσικοῦ σώματος τὰ μέν ἐστι φυσικὰ πάθη καὶ ἔργα, τὰ δὲ ἔξωθεν αὐτῷ προσγίγνεται· φυσικὰ μὲν θερμότητες ψυχρότητες, ξηρότητες ὑγρότητες, τροφή, αὔξησις καὶ φθίσις· ἔξωθεν δὲ προσγίγνεται ὁπόσα αὐτῷ αἱ τέχναι προστιθέασιν ἢ κοσμοῦσαι
15τὴν ὕλην ἢ διορθούμεναι τὸ ἐνδεὲς αὐτῆς καὶ ἐλλεῖπον, χαλκευτικὴ μὲν καὶ τεκτονικὴ κοσμοῦσαι τὴν ὕλην, ἰατρικὴ δὲ καὶ γεωργία βοηθοῦσαι αὐτῆς ταῖς ἐλλείψεσιν. ἔστι μέντοι γε καὶ ἕτερον εἶδος ἀχώριστον μὲν τοῦ φυσικοῦ σώματος, οὐχ ᾗ δὲ φυσικὸν σῶμα ὑπάρχον αὐτῷ, εἴτε πάθος εἴτε συμβεβηκὸς ἐθέλοι τις αὐτὸ ὀνομάζειν, οἷον τὸ εὐθὺ τὸ κεκλασμένον
20τὸ τρίγωνον τὸ κοῖλον τὸ κυρτὸν καὶ ὅσα ἄλλα ἡ μαθηματικὴ θεωρεῖ, ἀφαιροῦσα μὲν τὰ φυσικὰ σύμπαντα πάθη, μόνα δὲ αὐτοῦ τὰ πέρατα καὶ τὰ διαστήματα ἐξετάζουσα καὶ μηδαμοῦ προσλαμβάνουσα ἐν τοῖς λόγοις τὴν ὕλην ἢ τὰς φυσικὰς ποιότητας. Πάλιν οὖν ἄνωθεν ἀναληπτέον, ὅτι πολλαὶ θεωρίαι περὶ τοῦ εἴδους,
25τὸ δὲ εἶδος ἤτοι φυσικὸν ἢ μαθηματικὸν ἢ τεχνικόν. τὸ μὲν οὖν φυσικὸν καὶ ὁ φυσικὸς καὶ ὁ διαλεκτικὸς θεωρεῖ, ἀλλ’ ὁ μὲν ἄνευ τῆς ὕλης, ὁ δὲ ἀεὶ μετὰ τῆς ὕλης, τὰ λοιπὰ δὲ οἱ ἐπιστήμονες καὶ οἱ τεχνῖται, οἱ μὲν θεωροῦντες αὐτὰ μόνον, οἱ δὲ καὶ ἐργαζόμενοι ἐν τῇ ὕλη, διὸ καὶ οἱ μὲν ἄνευ τῆς ὕλης, οἱ δὲ μεθ’ ὕλης. τούτων δὲ ἁπάντων ἐστὶν ἀνωτέρω ὁ
30περὶ τὰ ὄντως εἴδη πραγματευόμενος τὰ παντάπασι κεχωρισμένα τῆς ὕλης καὶ τῷ λόγῳ καὶ τῇ ὑποστάσει, ὥσπερ ὁ πρῶτος φιλόσοφος. ταῦτα μὲν οὖν ἔξωθεν διῃρήσθω οὐ λίαν ὄντα τῆς προκειμένης πραγματείας ἀλλότρια· ἐπανιτέον δὲ ὅθεν ὁ λόγος. ἐλέγομεν δὲ ὅτι τὰ πάθη τῆς ψυχῆς ἀχώριστα τῆς φυσικῆς ὕλης τῶν ζώων ἐστί, καὶ οὐχ ὥσπερ γραμμὴν καὶ ἐπίπεδον
35τῷ λόγῳ δυνατὸν ἀποστῆσαι τῆς ὑποκειμένης ὕλης, οὕτω καὶ θυμὸν καὶ φόβον, ἀλλὰ δεῖ τοὺς ὅρους τούτους συμπλέκεσθαι τοῖς παθήμασι τοῦ σώματος. Ταῦτ’ οὖν προδιορισάμενοι ἁπτόμεθα λοιπὸν τῆς περὶ ψυχῆς θεω‐
ρίας. ἀνάγκη δὲ πρότερον τὰς τῶν παλαιῶν δόξας ἐπιδραμεῖν καὶ κοινω‐8

5,3

9

νοὺς συμπαραλαβεῖν εἰς σκέψιν, ὅσοι τι περὶ αὐτῆς ἀπεφήναντο, ὅπως τὰ μὲν καλῶς εἰρημένα λάβωμεν, τὰ δὲ μὴ καλῶς φυλαξώμεθα. Ἐπειδὴ τοίνυν τὸ ἔμψυχον τοῦ ἀψύχου δύο τούτοις μάλιστα διενήνοχε, τῷ τε κινεῖσθαι ἐξ ἑαυτοῦ καὶ τῷ αἰσθάνεσθαι, εἰς τὰ δύο ταῦτα εὐθὺς
5οἱ παλαιότεροι ταῖς δόξαις διενεμήθησαν, οἱ μὲν ἀπὸ τῆς κινήσεως μάλιστα, οἱ δὲ ἀπὸ τῆς αἰσθήσεως ὁρισάμενοι τὴν ψυχήν, κινήσεως μὲν Δημόκριτος καὶ Ἀναξαγόρας, τυχὸν δὲ καὶ Πλάτων. οὗτοι δὲ προστιθέντες, ὡς ᾤοντο, καὶ τὸ ἐφεξῆς, ὅτι τὸ μὴ κινούμενον αὐτὸ οὐκ ἐνδέχεται κινεῖν ἕτερον, τῶν κινουμένων τὴν ψυχὴν ἀπεφήναντο. ὅθεν Δημόκριτος πῦρ καὶ θερμόν
10φησι τὴν ψυχήν· ἀπείρων γὰρ ὄντων τῶν σχημάτων ἃ ταῖς ἀτόμοις προσ‐ τίθησι, τὴν μὲν πανσπερμίαν αὐτῶν στοιχεῖα ποιεῖ τῆς ὅλης φύσεως, τού‐ των δὲ τὰ σφαιροειδῆ τῆς ψυχῆς, διὰ τὸ μάλιστα διὰ παντὸς τοῦ σώματος διαδύεσθαι τοῦτο τὸ σχῆμα καὶ κινεῖν τὰ λοιπὰ αὐτὴν κινουμένην. εἰ δὲ μὴ ὁρᾶται ἡ ψυχὴ καίτοι σῶμα οὖσα οὐ θαυμαστόν· καὶ γὰρ τὰ ἐν τῷ
15ἀέρι καλούμενα ὥς φησι ξύσματα, ἃ φαίνεται ἐν ταῖς διὰ τῶν θυρίδων ἀκτῖσιν, οὐκ ἂν φανείη μὴ ἐλλάμποντος τοῦ ἡλίου, ἀλλὰ κενὸς παντάπασιν ἡμῖν ὁ ἀὴρ δοκεῖ καίτοι σωμάτων στερεῶν πεπληρωμένος· ὧν ἔτι πολὺ σμικροτέρας καὶ ταχυτέρας τὰς ἀτόμους ὑπολαμβάνει καὶ μάλιστά γε ἁπα‐ σῶν τὰς σφαιροειδεῖς, ἐξ ὧν ἡ ψυχή. διὸ καὶ τοῦ ζῆν ὅρον εἶναί φησι
20τὴν ἀναπνοήν· τοῦ γὰρ περιέχοντος συνάγοντος τὰ τῶν ζώων σώματα καὶ διὰ τῆς τοιαύτης συναγωγῆς ἐκθλίβοντος ἐν αὐτοῖς τὰ σφαιροειδῆ σχήματα, ἅπερ αἰεὶ κινούμενα τῆς τῶν ζώων κινήσεως αἴτια γίνεται, βοήθειαν γίγνεσθαι τῷ ζώῳ, θύραθεν ἐπεισιόντων ἄλλων τοιούτων ἐν τῷ ἀναπνεῖν καὶ ὥσπερ ἀντισηκώσεως γιγνομένης τῶν ὑπὸ τῆς ἐκπνοῆς
25σκεδαννυμένων καὶ τῶν ὑπὸ τῆς ἀναπνοῆς εἰσελκομένων, καὶ ζῆν δὴ μέχρις ἂν δύνηται τὰς σφαιροειδεῖς ταύτας ἀτόμους εἰσέλκειν τε καὶ ἀποπέμπειν. μήποτε δὲ καὶ τῶν Πυθαγορείων τινές, φησὶν Ἀριστοτέλης (οὐκ οἶδα οὕστινας λέγων τοὺς οὕτως λέγοντας Πυθαγορείους), εἰς τοιαύτην δόξαν περὶ τῆς ψυχῆς ὑποφέρονται, οἱ μὲν αὐτὰ τὰ ἐν τῷ ἀέρι κινούμενα σώματα, οἱ
30δὲ τὴν ταῦτα κινοῦσαν αἰτίαν τὴν ψυχὴν ἀποφηνάμενοι, διότι μηδέποτε ἠρεμεῖ κἂν παντελὴς ᾖ νηνεμία. ἴδιον δὲ μάλιστα τῆς ψυχῆς τὸ κινεῖν ὑπολαμβάνουσι καὶ ὅσοι τὴν ψυχὴν τῷ αὐτοκινήτῳ χαρακτηρίζουσιν· ἐοίκασι γὰρ ἅπαντες οὗτοι πεπιστευκέναι τὴν κίνησιν οἰκειότατον εἶναι τῇ ψυχῇ, καὶ τὰ μὲν ἄλλα κινεῖσθαι ὑπὸ τῆς ψυχῆς, ταύτην δὲ μόνην ὑφ’ ἑαυτῆς.
35 Ὁμοίως δὲ καὶ Ἀναξαγόρας ψυχὴν λέγει τὴν κινοῦσαν ἀρχήν, καὶ εἴ τις ἄλλος εἴρηκεν ὡς τὸ πᾶν ἐκίνησε νοῦς. οὐ μὴν ὁμοίως ὥσπερ Δημό‐ κριτος· ἐκεῖνος μὲν γὰρ οἴεται νοῦν καὶ ψυχὴν μηδὲν διαφέρειν· τὸ γὰρ ἀληθὲς εἶναι τὸ φαινόμενον τῇ αἰσθήσει, ὡς καὶ τὸν νοῦν συλλαμβανούσῃ,
καὶ ταὐτὸν ὑπολαμβάνει τῷ αἰσθάνεσθαι τὸ φρονεῖν, καὶ ἐπάγεται μάρτυρα9

5,3

10

Ὅμηρον, ὅτι καλῶς πεποίηκε τὸν Ἕκτορα ἡνίκα ἔκειτο ἀναισθητῶν, ὅτι ἔκειτο ἀλλοφρονέων. οὐ δὴ χρῆται τῷ νῷ ὡς διαφέροντι τῆς αἰσθήσεως καὶ δυνάμει τινὶ περὶ τὴν ἀλήθειαν, ἀλλὰ ταὐτὸν ποιεῖ νοῦν τε καὶ αἴσθη‐ σιν, τουτέστι ταὐτὸν ψυχήν τε καὶ νοῦν. Ἀναξαγόρας δὲ ἧττον μὲν δια‐
5σαφεῖ περὶ τούτων, πολλαχόθι μὲν γὰρ τὸ αἴτιον τοῦ καλῶς καὶ ὀρθῶς τὸν νοῦν λέγει ὡς ὄντα θειότερον τῆς ἄλλης ψυχῆς, πολλαχόθι δὲ καὶ συγχεῖ, ταὐτὸν λέγων νοῦν καὶ ψυχήν· ἐν ἅπασι γὰρ αὐτὸν ὑπάρχειν τίθεται τοῖς ζώοις καὶ μεγάλοις καὶ μικροῖς καὶ τιμιωτέροις καὶ ἀτιμοτέ‐ ροις. οὕτω δ’ ἂν τὴν αἴσθησιν νοῦν λέγοι· αὕτη γὰρ σχεδὸν πᾶσιν
10ὑπάρχει τοῖς ζώοις· οὐ γὰρ δὴ ὁ κατὰ φρόνησιν νοῦς λεγόμενος πᾶσιν ὁμοίως ὑπάρχει τοῖς ζώοις, ἀλλ’ οὐδὲ τῶν ἀνθρώπων ἴσως τοῖς πολλοῖς. Ὅσοι μὲν οὖν ἐπὶ τὸ κινεῖσθαι ἐξ ἑαυτοῦ τὸ ἔμψυχον ἀπέβλεψαν, οὗτοι τὸ κινητικώτατον ὑπέλαβον εἶναι τὴν ψυχὴν ὡς αὐτὴν κινοῦσαν τὸ ζῶον· ὅσοι δ’ ἐπὶ τὸ γινώσκειν καὶ τὸ αἰσθάνεσθαι τῶν ὄντων, οὗτοι δὴ
15λέγουσι τὴν ψυχὴν τὰς ἀρχάς, οἱ μὲν πλείους ποιοῦντες τὰς ἀρχὰς ταύτας καὶ τὴν ψυχήν, οἱ δὲ μίαν ταύτην. οὕτω γὰρ αὐτὴν ἐκ τῶν ἀρχῶν συγ‐ κειμένην αὐτῶν τε ἐκείνων ἀντιλαμβάνεσθαι καὶ τῶν ἐξ αὐτῶν, ὥσπερ Ἐμπεδοκλῆς ἀρχὰς ἡγούμενος εἶναι πάντων τὰ τέτταρα στοιχεῖα καὶ τὸ νεῖκος καὶ τὴν φιλίαν ἐκ ταὐτοῦ ποιεῖ τὴν ψυχὴν καὶ τὴν αἴσθησιν· λέγει
20γὰρ ὡς ‘γαίῃ μὲν γαῖαν ὀπώπαμεν, ὕδατι δ’ ὕδωρ‘· τίθεται δὲ καὶ ἕκαστον τούτων ψυχήν, ὡς οὐκ ἂν ἄλλως αἰσθανομένης τῶν ἔξωθεν, εἰ μὴ τῷ ὁμοίῳ· κοινὴ γὰρ καὶ τούτων αὕτη ἡ δόξα τὸ γιγνώσκεσθαι τῷ ὁμοίῳ τὸ ὅμοιον. διὰ τοῦτο δὲ τὸν αὐτὸν τρόπον καὶ ὁ Τίμαιος τὴν ψυχὴν ἐκ τῶν στοιχείων ποιεῖ, ἐκ τῆς ἀμερίστου φύσεως καὶ πάντη ἀΰλου καὶ ἀσωμάτου
25καὶ τῆς περὶ τὰ σώματα μεριστῆς μέσην αὐτὴν συγκεκρᾶσθαι λέγων. τὴν μὲν οὖν ἀμέριστον καὶ ἄϋλον ἥντινα λέγει, μᾶλλον ἄν τις ὑπονοήσειεν· περὶ δὲ τὰ σώματα μεριστὰς εἰ μὲν τὰς πρώτας λέγοι ποιότητας, οἷον ὑγρότητα καὶ ξηρότητα καὶ τὰς συστοίχους, οὐκ ἂν εἶεν αὗται περὶ τὰ σώματα μερισταί, ἀλλὰ περὶ τὴν ὕλην· εἰ δὲ τὴν φυτικὴν δύναμιν, εἴη μὲν
30ἂν αὕτη περὶ σώματα μεριστή· προσχρῆται γὰρ οὐ τῇ ὕλη τῇ ἀμόρφῳ παντελῶς, ἀλλὰ τοῖς στοιχείοις, καὶ ταῦτα συγκρίνει τε καὶ διακρίνει, καὶ περὶ ταῦτά ἐστι μεριστή. διὰ τί δὲ οὐ καὶ τὴν αἰσθητικὴν τοιαύτην ἂν εἴποιμεν καὶ τὴν ἐπιθυμητικὴν καὶ τὴν θυμικήν; ἅπασαι γὰρ περὶ σώματα καὶ ἐν σώμασι, καὶ ὅσαι αὐτῶν ἄλογοι παντελῶς καὶ ὅσαι ὑπήκοοι λόγῳ.
35εἰ δὲ ταύτας ἁπάσας λέγοι περὶ τὰ σώματα μεριστάς, τὴν λογικὴν ἂν
λοιπὸν μόνην ψυχὴν μέσην εἶναι ποιοῖ τῆς τε ἀμερίστου καὶ τῆς περὶ τὰ10

5,3

11

σώματα μεριστῆς καὶ ἐκ τούτων συντεθεῖσθαι καὶ συγκεκρᾶσθαι, οὐ κυρίως λέγων τὸ συγκεκρᾶσθαι· οὐ γὰρ δήπου συμφθαρέντος τῷ ἀμερίστῳ τοῦ μεριστοῦ καὶ τὴν μὲν οἰκείαν δύναμιν ἀπολεσάντων, συστησάντων δὲ ἐν τῷ κράματι ποιότητα ἰδιάζουσαν, οὕτω γέγονεν ἡ ψυχή, ἀλλ’ ὅτι ἡ φύσις τῆς
5λογικῆς ψυχῆς νοῦ μέν ἐστι φαυλοτέρα τῶν δὲ ἀλόγων δυνάμεων πολὺ βελτίων, ἔχουσα πρὸς ἑκάτερα συγγένειαν, ὥσπερ καὶ τὰ κεκραμένα πρὸς τὰ στοιχεῖα ἐξ ὧν ἐκράθη. καὶ διὰ τοῦτο χρῆσθαι δύο δυνάμεσι πρὸς κατάληψιν τῶν ὄντων τῇ τε ταὐτοῦ καὶ τῇ θατέρου. ὅταν μὲν γὰρ τὰ γένη καὶ τὰ εἴδη συνάγῃ, τὴν ταὐτότητα ἀνιχνεύει· ὅταν δὲ τὰς διαφορὰς
10προσλαμβάνῃ, τὴν ἑτερότητα ἐξευρίσκει. ἃς καὶ αὐτὰς ἀπὸ τῶν στοιχείων ἐρανίζεται, τὴν ταὐτοῦ μὲν ἀπὸ τῆς ἀμερίστου φύσεως, τὴν θατέρου δὲ ἀπὸ τῆς μεριστῆς. οὕτω μὲν οὖν καὶ ὁ Τίμαιος τὴν ψυχὴν ἐκ τῶν στοι‐ χείων ποιεῖ, καὶ μήποτε ὅπερ εἴρηται οὐ πᾶσαν ἀλλὰ τὴν λογικὴν μόνην, ἥπερ ἂν εἴη καὶ τοῦ κόσμου ψυχή· τὰς γὰρ παθητικὰς δυνάμεις ὕστερον
15προσυφῆναί φησι τοὺς δευτέρους θεούς, τοὺς τῶν θνητῶν ζώων δημιουρ‐ γούς. ἀλλ’ ὅτι γε καὶ αὐτὸς προσεδεήθη τῶν στοιχείων εἰς τὴν σύστασιν τῆς ψυχῆς, ἵνα γινώσκειν ἔχοι τοῖς ὁμοίοις τὰ ὅμοια, δῆλόν ἐστιν. Ὁμοίως δὲ καὶ ἐν τοῖς περὶ φιλοσοφίας διώρισται αὐτὸ μὲν τὸ ζῶον
20ἐξ αὐτῆς τῆς τοῦ ἑνὸς ἰδέας εἶναι καὶ τοῦ πρώτου μήκους καὶ πλάτους καὶ
20βάθους, τὰς δ’ ἄλλας ὁμοιοτρόπως. τὴν γὰρ ἀσώματον φύσιν τοῦ μὲν συνεχοῦς ποσοῦ πόρρωθεν εἶναι παντάπασιν ὑπελάμβανον οἱ ἄνδρες ἐκεῖνοι, ἅτε ἐν ὄγκῳ μὴ ὑφεστῶσαν, τοῦ διωρισμένου δὲ οἰκείαν εἶναι· πλῆθος γὰρ καὶ ἐκείνης εἶναι τῆς φύσεως ἐξ ἑνάδων ἀληθινῶν συντεθειμένον ὑπε‐ νόουν, οὐχ οἵαις ἡμεῖς χρώμεθα ἐπὶ τῶν σωμάτων μονάσιν, ὧν οὐδέν
25ἐστιν ἓν ἀκριβῶς, ἀλλὰ πλείω, μᾶλλον δὲ ἄπειρα· διὸ καὶ εἰδητικὸν ἐκά‐ λουν τοῦτον τὸν ἀριθμὸν ἅτε συγκείμενον ἐξ εἰδῶν, καὶ τοὺς ἀριθμοὺς ἐκείνους εἴδη τῶν ὄντων ἐτίθεντο· ‘ἀριθμῷ δέ τε πάντ’ ἐπέοικε‘. τοῦ μὲν οὖν αὐτοζώου, τουτέστι τοῦ κόσμου τοῦ νοητοῦ, στοιχεῖα τὰ πρῶτα ἐποίουν τῶν εἰδητικῶν ἀριθμῶν τὴν τοῦ ἑνὸς ἰδέαν καὶ τὴν τῆς πρώτης
30δυάδος καὶ τὴν τῆς πρώτης τριάδος καὶ τὴν τῆς πρώτης τετράδος· ἐπειδὴ γὰρ ἐν τῷ νοητῷ κόσμῳ δεῖ πάντως τὰς ἀρχὰς παρεμφαίνεσθαι τοῦ αἰσθη‐ τοῦ, ὁ δὲ αἰσθητὸς ἐκ μήκους ἤδη καὶ πλάτους καὶ βάθους, τοῦ μὲν μήκους ἰδέαν εἶναι τὴν πρώτην ἀπεφήναντο δυάδα· ἀπὸ γὰρ ἑνὸς ἐφ’ ἓν τὸ μῆκος, τουτέστιν ἀπὸ σημείου ἐπὶ σημεῖον· τοῦ δὲ μήκους ἅμα καὶ
35πλάτους τὴν πρώτην τριάδα· πρῶτον γὰρ τῶν ἐπιπέδων σχημάτων ἐστὶ τὸ τρίγωνον· τοῦ δὲ μήκους καὶ πλάτους καὶ βάθους τὴν πρώτην τετράδα·
πρῶτον γὰρ τῶν στερεῶν ἐστὶν ἡ πυραμίς. ταῦτα δὲ ἅπαντα λαβεῖν ἔστιν11

5,3

12

ἐκ τῶν Περὶ φύσεως Ξενοκράτους. τὸ μὲν οὖν αὐτοζῶον, τουτέστι τὸν κόσμον τὸν νοητόν, ἐκ τῶν πρώτων ἐποίουν ἀρχῶν, τὰ δὲ ἐπὶ μέρους ἐκ τῶν ὑφειμένων· ὥσπερ γὰρ τὰ αἰσθητὰ ἔχει πρὸς ἄλληλα, οὕτω καὶ τὰς ἰδέας αὐτῶν πρὸς ἀλλήλας ἔχειν.
5 Ἔτι δὲ καὶ ἄλλως τὸν αὐτὸν τοῦτον λόγον μετῄεσαν· ἐπειδὴ γὰρ ἡ ψυχὴ πλείοσι δυνάμεσι χρῆται εἰς κατάληψιν τῶν ὄντων, νῷ καὶ ἐπιστήμῃ καὶ δόξῃ καὶ αἰσθήσει, τὸν μὲν νοῦν ἔχειν ἐκ τῆς τοῦ ἑνὸς ἰδέας αὐτὴν διωρίζοντο, τὴν δὲ ἐπιστήμην ἐκ τῆς πρώτης δυάδος· ἀφ’ ἑνὸς γὰρ ἐφ’ ἓν καὶ ἡ ἐπιστήμη, ἀπὸ γὰρ τῶν προτάσεων ἐπὶ τὸ συμπέρασμα· τὴν
10δόξαν δὲ ἐκ τῆς πρώτης τριάδος, ὅσος ἦν καὶ τοῦ ἐπιπέδου ἀριθμός· τῆς γὰρ δόξης ἤδη καὶ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἐκ τῶν προτάσεων· αἴσθησιν δὲ ἀπὸ τῆς πρώτης τετράδος, ἐξ ἧς καὶ ἡ τοῦ στερεοῦ σώματος ἰδέα· περὶ γὰρ τὸ τοιοῦτον σῶμα ἡ αἴσθησις. τῶν μὲν γὰρ ὄντων ἁπάντων ἀρχὴ τὰ εἴδη καὶ ὁ εἰδητικὸς ἀριθμός, αὐτοῦ δὲ τοῦ ἀριθμοῦ στοιχεῖα τὸ
15ἓν καὶ ἡ δυὰς ἡ ἀόριστος ἣν ὑπετίθεσαν τῷ ἐνὶ πρὸς γένεσιν τοῦ πλήθους τῶν ἀριθμῶν· ἐξ αὐτοῦ μὲν γὰρ τοῦ ἑνός, εἴπερ ἓν εἴη τῷ ὄντι, οὐδὲν ἂν ἕτερον παραχθείη, πλήθους δὲ ἐν τοῖς εἴδεσιν ὄντος δεῖ φύσεως ἑτέρας ὑποκειμένης τῷ ἑνί, παρ’ ἧς τὸ πλῆθος, ἣν ἀόριστον δυάδα ἐκάλουν· δυάδα μὲν ὅτι μεριστὴ καὶ πλήθους ἤδη ποιητική, ἀόριστον δὲ ὅτι μὴ
20εἶχεν οἰκεῖον ὅρον, ἀλλὰ παρὰ τοῦ ἑνὸς αὐτῇ ὁ ὅρος ἑκάστου εἴδους ἐχο‐ ρηγεῖτο, καὶ ταύτης τῷ ἑνὶ παρυποστάσης τῆς φύσεως οὕτω πληθυνθῆναι τὸν εἰδητικὸν ἀριθμόν, καὶ ταύτης εἶναι εἰκόνα τὴν ἐν τοῖς σώμασιν ὕλην, ὥσπερ τοῦ ἑνὸς τὸ ἔνυλον εἶδος. τὴν οὖν ψυχὴν συγκειμένην ἐκ τῶν αὐτῶν ἀρχῶν ἐξ ὧνπερ ὁ εἰδητικὸς ἀριθμός, συγκειμένην δὲ οὐ τῷ κεκρᾶ‐
25σθαι ἀλλὰ τῷ μέσην ἔχειν τάξιν ὑπὸ μὲν τοῦ ἑνὸς παραχθεῖσαν, τὴν δὲ περὶ τὰ σώματα μεριστὴν φύσιν παραγαγοῦσαν· συγκειμένην οὖν ἐκ τῶν αὐτῶν ἀρχῶν τοῖς εἰδητικοῖς ἀριθμοῖς εἰκότως γιγνώσκειν τὰ ὄντα. Οὕτω μὲν οὖν καὶ ὁ παρὰ Πλάτωνι Τίμαιος καὶ αὐτὸς Πλάτων ἐκ τῆς πρὸς τὰς ἀρχὰς συγγενείας τῇ ψυχῇ τῶν ὄντων τὴν κατάληψιν ἀποδι‐
30δόασιν. ἦσαν δ’ ἕτεροι οἱ καὶ τὰ δύο ἅμα συμπλέκοντες εἰς τὴν ἀπόδοσιν τῆς ψυχῆς, τό τε κινεῖν καὶ τὸ γιγνώσκειν, ὡς ὁ τὴν ψυχὴν ἀποφηνάμενος ἀριθμὸν κινοῦντα ἑαυτόν, διὰ μὲν τοῦ ἀριθμοῦ τὴν γνωστικὴν δύναμιν ἐνδεικνύμενος, διὰ δὲ τοῦ κινεῖν ἑαυτὸν τὴν κινητικήν. Ἅπαντες μέντοι γε ὅσοι τὸ γιγνώσκειν οἰκεῖον ἔθεντο τῇ ψυχῇ καὶ
35διὰ ταῦτα ἐκ τῶν ἀρχῶν αὐτὴν συνεστήσαντο, τῇ περὶ τῶν ἀρχῶν δια‐ φορᾷ καὶ περὶ τῆς ψυχῆς συνδιηνέχθησαν. περὶ δὲ τῶν ἀρχῶν διαφέρον‐ ται πρὸς ἀλλήλους οὐ μόνον, τίνες εἰσίν, ἀλλὰ καὶ ὁπόσαι, καὶ καθ’ ἑκά‐ τερόν γε αὐτῶν οἱ μὲν μᾶλλον, οἱ δὲ ἧττον· μᾶλλον μὲν οἱ σωματικὰς ποιοῦντες τὰς ἀρχὰς τοῖς ἀσωμάτους, ἧττον δὲ πρὸς τούτους οἱ μίξαντες
40καὶ τὰς μὲν τοίας τὰς δὲ τοίας τὰς ἀρχὰς ἀποφηνάμενοι· καὶ πάλιν γε αὖ12

5,3

13

περὶ τοῦ πλήθους μᾶλλον μὲν οἱ μίαν τοῖς ἀπείρους, ἧττον δὲ οἱ πλείους μιᾶς πρὸς ἑκατέρους. ἑπομένως δὲ ταῖς περὶ τῶν ἀρχῶν ὑποθέσεσι καὶ περὶ τῆς ψυχῆς διορίζονται. τοῦτο δὲ ἠκολούθει μὲν μάλιστα τοῖς οἰκειότα‐ τον τῆς ψυχῆς τὴν πάντων γνῶσιν ὑπολαμβάνουσιν καὶ διὰ τοῦτο ἐκ τῶν
5ἀρχῶν καὶ ταύτην ποιοῦσιν· οὐ μὴν ἀλλὰ καὶ ὅσοι τὸ κινεῖν τῆς ψυχῆς σύμφυτον δύναμιν ὑπενόησαν, εἰκότως καὶ οὗτοι συγγενῆ ταῖς ἀρχαῖς αὐτὴν ἀποφαίνονται· εὔλογον γὰρ καὶ λίαν πιθανὸν τὴν κινητικωτάτην αἰτίαν ἐν ταῖς πρώταις ἀρχαῖς κατατάσσειν. ὅθεν ἔδοξέ τισιν ἐκ πυρὸς εἶναι μάλιστα ἡ ψυχή, ὅτι τὸ πῦρ λεπτομερέστατον καὶ ἥκιστα σωματῶδες καὶ αὐτό τε
10κινεῖσθαι ἐξ ἑαυτοῦ δοκεῖ καὶ τὰ ἄλλα κινεῖν, οἷσπερ ἂν πελάσῃ. Δημό‐ κριτος δὲ τούτων ἑκάτερον καὶ γλαφυρωτέρως ἐδείκνυ, τὸ μὲν κινεῖν διὰ τὴν σμικρομέρειαν, τὸ δὲ κινεῖσθαι διὰ τὸ σχῆμα· ἄμφω γὰρ οἴεται ὑπάρχειν ταῖς σφαιροειδέσιν ἀτόμοις, ἐξ ὧν συνίστησιν οὐ μόνον τὴν ψυχὴν ἀλλὰ καὶ τὸ πῦρ. Ἀναξαγόρας δέ, ὥσπερ καὶ πρότερον εἴπομεν, διασαφεῖ μὲν
15οὐδὲν φανερῶς, εἴτε ταὐτὸν τίθεται νοῦν καὶ ψυχὴν εἴτε ἕτερον, ἀλλὰ τόν γε νοῦν ἀρχήν φησι σχεδόν τι τῶν ὄντων ἁπάντων. μόνον γοῦν αὐτὸν ἁπλοῦν καὶ ἀμιγῆ προσαγορεύει, τὰς δὲ ὁμοιομερείας ὡς ὕλην αὐτῷ ὑπο‐ τίθησιν· οἴεται μέντοι καὶ αὐτὸς ἄμφω τῇ ψυχῇ ἀναγκαῖα, καὶ τὸ γινώ‐ σκειν καὶ τὸ κινεῖν, καὶ τὸ μὲν κινεῖν καὶ πάνυ σαφῶς· ‘ἦν ὁμοῦ πάντα
20χρήματα, νοῦς δὲ αὐτὰ διέκρινεν ἐπελθών‘· τὸ γιγνώσκειν δὲ ὅτι μάλιστα νοῦ ἴδιον τοῦτο. ἔοικε δὲ καὶ Θαλῆς κινητικόν τι τὴν ψυχὴν ὑπολαβεῖν, εἴπερ διὰ τοῦτο ἔφη τὸν σίδηρον ἕλκεσθαι ὑπὸ τῆς λίθου τῆς ἡρακλείας, ὅτι ἔμψυχος ἐκείνη ἡ λίθος. οὕτως δὲ καὶ Ἀναξιμένης καὶ Διογένης καὶ ὅσοι ἀέρα λέγουσι τὴν ψυχὴν ἀμφότερα πειρῶνται διασώζειν, καὶ τὸ κινεῖν
25διὰ τὴν λεπτομέρειαν, καὶ τὸ γιγνώσκειν διὰ τὸ τίθεσθαι ταύτην ἀρχήν. καὶ Ἡράκλειτος δὲ ἣν ἀρχὴν τίθεται τῶν ὄντων, ταύτην τίθεται καὶ ψυχήν· πῦρ γὰρ καὶ οὗτος. τὴν γὰρ ἀναθυμίασιν ἐξ ἧς τὰ ἄλλα συνίστησιν οὐκ ἄλλο τι ἢ πῦρ ὑποληπτέον, τοῦτο δὲ καὶ ἀσώματον καὶ ῥέον ἀεί. ἐν κινήσει δὲ εἶναι τὰ ὄντα ἅπαντα κἀκεῖνος ᾤετο καὶ οἱ πολλοί. τούτοις δὲ
30παραπλησίως καὶ Ἀλκμαίων ὁ Κροτωνιάτης φυσικός· φησὶ γὰρ αὐτὴν ἀθάνατον εἶναι διὰ τὸ μάλιστα ἐοικέναι τοῖς ἀθανάτοις αἰεὶ κινουμένην· κινεῖσθαι γὰρ καὶ τὰ ἀθάνατα πάντα συνεχῶς, ἥλιον σελήνην τοὺς ἀστέρας τὸν οὐρανόν. φορτικῶς δὲ Ἵππων καὶ οἵτινες Ἵππωνι παραπλησίως ὕδωρ τὴν ψυχὴν ἀπεφήναντο διὰ τὴν γονήν, ὅτι πάντων ὑγρά. φορτικῶς δὲ καὶ
35ὅσοι αἷμα, καθάπερ καὶ Κριτίας, τὸ αἰσθάνεσθαι τῇ ψυχῇ οἰκειότατον ὑπολαβών, τοῦτο δὲ ὑπάρχειν διὰ τὴν τοῦ αἵματος φύσιν· τὰ γὰρ ἄναιμα,
οἷον ὀστᾶ καὶ ὄνυχας καὶ ὀδόντας, ἀναίσθητα εἶναι. καίτοι τά γε13

5,3

14

νεῦρα ἄναιμα ὄντα αἰσθητικώτατά ἐστι. πάντα δ’ οὖν τὰ στοιχεῖα κριτὴν εἴληφε πλὴν τῆς γῆς, ταύτην δὲ οὐδεὶς ἀποπέφανται πλὴν εἴ τις αὐτὴν εἴρηκεν ἐκ πάντων εἶναι τῶν στοιχείων ἢ πάντα. Ἐκ δὴ τῆς ἱστορίας δῆλόν ἐστιν, ὅτι δύο μὲν προτίθενται περὶ τὴν
5ψυχὴν θεωρεῖν κίνησιν καὶ γνῶσιν, ὑποφέρονται δὲ ὥσπερ καὶ ἄκοντες ἐπὶ τρίτον ἕτερον τὸ ἀσώματον· οἱ γὰρ λεπτομερέστατον αὐτὴν τιθέμενοι καὶ διὰ τοῦτο εὐκίνητον ὀνειροπολεῖν ἐοίκασι ταύτην τὴν φύσιν, λέγω δὲ τὴν ἀσώματον. ἀλλ’ ὅτι γε εἰς τὰς ἀρχὰς ἀνάγουσιν ἅπαντες τὴν ψυχὴν οἱ μὲν ὡς κινοῦσαν, οἱ δὲ ὡς γιγνώσκουσαν πάντα διὰ τὴν πρὸς ἐκεῖνα συγγέ‐
10νειαν, δῆλόν ἐστιν. Ἀναξαγόρας δὲ μόνος τὴν συγγένειαν ταύτην αὐτῆς ἀφαιρεῖται, καὶ γιγνώσκεσθαι πάντα ὑπ’ αὐτῆς συγχωρῶν τὰ ὄντα, πάντη ἀμιγῆ καὶ ἁπλοῦν φησιν εἶναι τὸν νοῦν, καὶ οὐδενὶ ὅμοιον ὧν γιγνώσκει· διὰ τίνα δὲ ἑτέραν αἰτίαν γινώσκει, οὔτε ἐκεῖνος εἴρηκεν, οὔτε ἐκ τῶν εἰρημένων συμφανές ἐστιν. οἱ δὲ ἄλλοι πάντες οὐκ ἀφίενται τῶν ἀρχῶν,
15ἀλλὰ καὶ ὅσοι τιθέασιν ἐν ταῖς ἀρχαῖς ἐναντίωσιν, καὶ τὴν ψυχὴν συνι‐ στᾶσιν ἐκ τῶν ἐναντίων, ὥσπερ Ἐμπεδοκλῆς. δοὺς γὰρ ἐν τοῖς στοιχείοις θερμότητα ψυχρότητα, ὑγρότητα ξηρότητα, δίδωσι καὶ τῇ ψυχῇ τὰς ἐναν‐ τιώσεις ταύτας ὑπάρχειν· γαίῃ μὲν γάρ φησι γαῖαν ὀπώπαμεν, ὕδατι δ’ ὕδωρ. ὥσθ’ ὅσοι γε ἓν τῶν στοιχείων τὴν ψυχὴν ἔθεντο τὴν ἐκείνου
20ποιότητα μόνην προστιθέασι καὶ τῇ ψυχῇ, οἱ μὲν πυρὸς τὴν θερμότητα καθάπερ Ἡράκλειτος, οἱ δὲ ὕδατος τὴν ὑγρότητα καθάπερ Ἵππων. οὕτω γοῦν καὶ ἐκ τῶν ὀνομάτων κομψεύονται, οἷς ἐπὶ τῆς ψυχῆς κέχρηται ἡ συνήθεια, οἱ μὲν τὸ θερμὸν λέγοντες ὅτι καὶ τὸ ζῆν παρὰ τὸ ζεῖν ὠνο‐ μάσθη, οἱ δὲ τὸ ψυχρὸν ὅτι καὶ τοὔνομα τῆς ψυχῆς ἐντεῦθεν· διὰ γὰρ τὴν
25κατάψυξιν ἣ σώζει τὸ ζῶον ἐκ τῆς ἀναπνοῆς. τὴν μὲν οὖν παραδοθεῖσαν ἡμῖν ἱστορίαν περὶ ψυχῆς διεληλύθαμεν, τὰ μὲν οἷς λέγουσιν ἀκολουθοῦν‐ τες, τὰ δὲ οἷς εἰκὸς αὐτοὺς βούλεσθαι λέγειν. Ἐπισκεπτέον δὲ πρῶτον μὲν τοὺς τὴν κίνησιν οἰκειότατον θεμένους τῇ ψυχῇ καὶ διὰ τὸ κινεῖν κινεῖσθαι καὶ αὐτὴν ὑπολαμβάνοντας, ὡς καὶ
30τὸν ὅρον αὐτῆς τοιοῦτον ἀποδιδόναι, ψυχὴν εἶναι τὸ κινοῦν ἑαυτὸ ἢ δυνά‐ μενον κινεῖν ἑαυτό· οὕτω γὰρ καὶ Πλάτων ἐν τῷ δεκάτῳ τῶν Νόμων. ἴσως γὰρ οὐ τοῦτο μόνον ψεῦδός ἐστι τὸ τὴν ψυχὴν διὰ τὸ κινεῖσθαι κινεῖν, ἀλλ’ ὅλως ἀδύνατον ὑπάρχειν αὐτῇ τὸ κινεῖσθαι. ὅτι μὲν οὖν οὐκ ἀνάγκη πᾶν τὸ κινοῦν καὶ αὐτὸ κινεῖσθαι, δέδεικται μὲν ἐν τοῖς Φυσικοῖς διὰ πλειό‐
35νων, ὅμως δὲ καὶ νῦν τοῦ σαφοῦς ἕνεκα ἐκεῖθεν ὀλίγα μετενεκτέον. εἰ γὰρ ἅπαν τὸ κινοῦν καὶ κινεῖται, ἤτοι ὑφ’ ἑαυτοῦ κινεῖσθαι αὐτὸ ἀναγκαῖόν ἐστιν ἢ ὑπ’ ἄλλου. ὑπ’ ἄλλου μὲν δὴ οὐκ ἀνάγκη· εἰς ἄπειρον γὰρ ὁ
λόγος προήξει. ὑφ’ ἑαυτοῦ δὲ ἀδύνατον διὰ τάδε· ἢ γὰρ κατ’ ἄλλο μέν14

5,3

15

τι αὑτοῦ κινεῖ, κατ’ ἄλλο δὲ κινεῖται τὸ αὐτοκίνητον, ἢ κατὰ ταὐτόν. εἰ μὲν δὴ κατ’ ἄλλο, ἔσται τι αὐτοῦ κινοῦν μόνον μὴ κινούμενον δέ, ὅπερ οὐκ οἴονται δυνατόν· καὶ οὐκέτ’ ἂν ἀκριβῶς αὐτοκίνητον εἴη, ἀλλ’ ἕτερον μὲν αὐτοῦ τὸ κινοῦν ἕτερον δὲ τὸ κινούμενον. τοῦτον δὲ τὸν τρόπον οὐδὲν
5κωλύει καὶ τὰ ζῶα λέγειν αὐτοκίνητα καὶ τὰ φυτά· κινεῖται γὰρ καὶ ταῦτα ὑπὸ τῆς φυτικῆς ψυχῆς τρεφόμενα καὶ αὐξόμενα. εἰ δὲ καθ’ ὅλον ἑαυτὸ κινεῖ καὶ κινεῖται, οὐδ’ ὑπονοήσαι τις ἄν, πῶς φέροιτο ἂν ἅμα καὶ φέροι, καὶ ἀλλοιοῖτο καὶ ἀλλοιοῖ, ὥστε ἅμα διδάσκοι ἂν καὶ μανθάνοι, καὶ ὑγιάζοι καὶ ὑγιάζοιτο τὴν αὐτὴν ὑγείαν. ἄτοπα μὲν δὴ καὶ ταῦτα, ἀτοπώτερον δ’
10ἂν μᾶλλον φανείη, ὅτι πᾶν μὲν τὸ κινούμενον ἔτι δυνάμει ἐστὶ καθὸ κινεῖται, πᾶν δὲ τὸν κινοῦν ἐνεργείᾳ καθὸ κινεῖ, ὥστ’ εἰ τὸ αὐτοκίνητον κινεῖται αὐτὸ ὅλον ὑφ’ ἑαυτοῦ, ἅμα τε ἂν δυνάμει εἴη καὶ ἐνεργείᾳ πρὸς τὸ αὐτό, καὶ ἀτελὲς ἅμα καὶ τέλειον, ὥστε ἅμα ἂν εἴη θερμὸν ἤδη καὶ οὔπω θερμόν, καὶ ἅμα ἂν οὔπω νοοῖ καὶ ἤδη νοοῖ. ταῦτα μὲν οὖν ὅπερ
15εἶπον ἐπ’ ἀκριβὲς ἐν τοῖς Φυσικοῖς ἐξείργασται, κἀκεῖθεν τὰ λοιπὰ ληπτέον, ὅτῳ μὴ αὐτάρκη τὰ εἰρημένα· ἡμεῖς δὲ ὃ προὐθέμεθα τέως ὅτι μὴ οἷόν τε ὅλως κινεῖσθαι τὴν ψυχὴν ἀποδείξομεν. Διχῶς δὴ κινουμένου τοῦ κινουμένου παντός, ἢ γὰρ καθ’ αὑτὸ ἢ κατ’ ἄλλο· κατ’ ἄλλο δὲ λέγομεν ὅσα κινεῖται τῷ ἐν κινουμένοις εἶναι,
20οἷον ἐπὶ τῆς νεὼς καὶ τῶν πλωτήρων (ἡ μὲν γὰρ ναῦς καθ’ ἑαυτήν, οἱ δὲ πλωτῆρες κατ’ ἄλλο· κείσθωσαν γὰρ ἠρεμοῦντες ἐν τῇ νηὶ καὶ μὴ κινούμενοι τὴν οἰκείαν κίνησιν ἀνθρώπου. οὕτω δ’ ἂν φαίης καὶ τὰ συμβεβηκότα τοῖς σώμασιν οἷον λευκότητα μελανίαν τὸ δίπηχυ καὶ τρίπηχυ κινεῖσθαι, καθ’ ἕτερον δέ, τῷ ἐν κινουμένοις ὑπάρχειν· τὰ δὲ τοῦτον τὸν
25τρόπον κινούμενα ἐνδέχεται μήτε σώματα εἶναι μήτε προσδεῖσθαι τόπου καθ’ ἑαυτά)—διχῶς οὖν λεγομένου τοῦ κινεῖσθαι σκοποῦμεν νῦν ἐπὶ τῆς ψυχῆς, εἰ καθ’ αὑτὴν κινεῖσθαι πέφυκε καὶ μετέχειν τοῦτον τὸν τρόπον κινήσεως· ἐπεὶ ὅτι κατὰ συμβεβηκὸς καὶ κατ’ ἄλλο καὶ ἡμεῖς ἂν συγχω‐ ροίημεν, οὖσάν γε ἐν σώματι κινουμένῳ. τεσσάρων τοίνυν κινήσεων οὐσῶν
30φορᾶς ἀλλοιώσεως φθίσεως αὐξήσεως, ἢ μίαν τούτων κινοῖτ’ ἂν ἢ πλείους ἢ πάσας. ἀλλὰ δέδεικται ὡς πᾶν τὸ φύσει κινούμενον κατά τινα τῶν τεσσάρων τούτων κινήσεων μὴ κατὰ συμβεβηκὸς πάντως ἐν τόπῳ καὶ σώματι. ὅτι δὲ οὐ κατὰ συμβεβηκὸς κινοῦσιν αὐτήν, δῆλόν ἐστιν, οἵγε καὶ τὴν οὐσίαν αὐτῆς ἐξάπτουσι τῆς κινήσεως. εἰ δὴ σῶμα ἡ ψυχή, δῆλον
35ὅτι καὶ τόπον οἰκεῖον ἕξει. τίνα οὖν τοῦτον; εἰς ἐκεῖνον γὰρ φύσει κινή‐ σεται καὶ γενομένη ἐν ἐκείνῳ φύσει ἠρεμήσει. τῷ δὲ ταῦτα συγχωροῦντι
λόγῳ καὶ βιαίους συγχωρητέον τινὰς εἶναι κινήσεις τῆς ψυχῆς καὶ ἠρεμίας·15

5,3

16

εἰς ὃ γὰρ κινεῖται φύσει, ἐκ τούτου καὶ βίᾳ κινήσεται· ποῖαι δὲ βίαιοι τῆς ψυχῆς κινήσεις ἔσονται καὶ ἠρεμίαι, οὐδὲ πλάσαι βουλομένοις ῥᾴδιόν ἐστιν· τὸ μὲν γὰρ ἔμψυχον σῶμα ὁρῶμεν καὶ βίᾳ πολλάκις καὶ παρὰ φύσιν κινούμενον, ὅταν ὠθῆται ἢ ἀναρρίπτηται, τῆς δὲ ψυχῆς οὐχ οἷόν τε ταύ‐
5τας τὰς βιαίους κινήσεις λέγειν· εἶεν γὰρ αὐτῇ κατὰ φύσιν αἱ ἀντικεί‐ μεναι. ἀλλ’ ἴσως τὴν μὲν παρὰ φύσιν κίνησιν τῆς ψυχῆς ἀφαιρήσονται, κατὰ φύσιν δὲ αὐτὴν κινεῖσθαι φήσουσι πάσας τὰς κινήσεις, καὶ τὰς ἐναντίας. ἀλλ’ οὐδὲν ὁρῶμεν τῶν στοιχείων οὕτω κινούμενον ἐξ ὧν αὐτὴν ποιοῦσιν οἱ μὲν ἐξ ἑνός, οἱ δὲ ἐκ πλειόνων· ἀλλὰ τὸ μὲν πῦρ αἰεὶ ἄνω, τὴν δὲ
10γῆν κάτω, τὰ δὲ λοιπὰ στοιχεῖα μεταξύ. ἔτι δὲ εἴπερ διὰ τοῦτο ἀναγ‐ καῖον εἶναι νομίζουσι τὸ κινεῖσθαι τὴν ψυχήν, ἐπειδὴ τὸ σῶμα κινεῖ, ὡς ἀδυνάτου καθεστῶτος τοῦ κινεῖν τὸ σῶμα μὴ πρότερον αὐτὴν κινουμένην, ἑπόμενον ἂν οὕτω καὶ εὔλογον εἴη καὶ τὸν τρόπον τῆς κινήσεως τὸν αὐτὸν αὐτήν τε κινεῖσθαι καὶ κινεῖν τὸ σῶμα· εἰ δὲ τοῦτο ἀκόλουθον, δηλονότι
15καὶ ἀντιστρέψασιν ἀληθές, ὡς κινεῖται τὸ σῶμα, οὕτω κινεῖσθαι καὶ τὴν ψυχήν· τὸ δὲ σῶμα κινεῖται κατὰ τόπον, ὥστε καὶ ἡ ψυχὴ κατὰ τόπον ἤτοι γε ὅλη ἢ κατὰ μόρια μεθισταμένη. τούτῳ δὲ ἕπεται καὶ ἐξελθοῦσαν εἰσιέναι πάλιν, τούτῳ δὲ τὸ ἀνίστασθαι τὰ τεθνεῶτα τῶν ζώων. Ὁ δὲ τῶν Ἀριστοτέλους ἐξεταστὴς ἐνίσταται τοῖς εἰλημμένοις· οὔτε
20γάρ φησιν ἃς αὐτὴ κινήσεις κινεῖται, καὶ τὸ σῶμα κινεῖ· κρίσεις μὲν γὰρ καὶ συγκαταθέσεις αἱ κινήσεις αἱ τῆς ψυχῆς, τοπικαὶ δὲ αἱ τοῦ σώματος· οὔτε τὴν ἀντιστροφὴν ἀναγκαίαν εἶναι· οὐ γὰρ πάντως ἣν τὸ σῶμα κινεῖται, ταύτην κινεῖσθαι καὶ τὴν ψυχήν· καὶ γὰρ ἕλκεται τὸ ξύλον ὑπὸ τῶν ἀνθρώ‐ πων, οὐχ ἕλκονται δὲ οἱ ἄνθρωποι, καὶ ἕλκει μὲν ἄνω κατ’ εὐθεῖαν
25γραμμὴν τὰς ἀναθυμιάσεις ὁ ἥλιος, κύκλῳ δὲ αὐτὸς περίεισιν. πρῶτον μὲν οὖν τὰς κρίσεις αὐτῷ καὶ τὰς συγκαταθέσεις δεικτέον κινήσεις τηροῦντί γε τὰς ὑποθέσεις, ἐφ’ αἷς τὴν κίνησιν ἐνοήσαμεν συνεχῆ τε εἶναι καὶ χρόνῳ παρατείνεσθαι καὶ μὴ συγκεῖσθαι ἐξ ἀμερῶν κινημάτων καὶ προϊέναι ἐκ τοῦ δυνάμει εἰς ἐντελέχειαν σώζουσαν ἔτι τὸ δυνάμει· ὧν
30ἔοικεν ἐκλελῆσθαι παντάπασι καίτοι σύνοψιν ἐκδεδωκὼς τῶν περὶ κινήσεως εἰρημένων Ἀριστοτέλει. οἱ δὲ ἕλκοντες τὸ ξύλον ἄνθρωποι καὶ ὁ κύκλῳ φερόμενος ἥλιος ἣν κινοῦσι κίνησιν καὶ αὐτοὶ κινοῦνται· κινοῦσι γὰρ καὶ κινοῦνται τὴν κατὰ τόπον. εἰ δὲ ἑτέραν τῷ ἀριθμῷ ἢ καὶ τῷ εἴδει, οὐδὲν πρὸς τὸν λόγον· οὐδὲν γὰρ πλέον πρόκειται νῦν τῷ φιλοσόφῳ ἢ ὅτι τὸ
35κατὰ τόπον κινοῦν, εἰ διὰ τὸ κινεῖσθαι κινεῖ, καὶ αὐτὸ ἂν κατὰ τόπον κινοῖτο. ἀλλ’ οὐδὲ τοῦτο ἀνάγκη φησίν, εἰ κατὰ τόπον ἡ ψυχὴ κινεῖται, καὶ ἐξελθοῦσαν αὐτὴν εἰσιέναι πάλιν· οὐδὲ γὰρ οἱ πνεῦμα τὴν ψυχὴν λέγοντες καὶ τὴν κίνησιν αὐτῇ τὴν κατὰ τόπον διδόντες ἐξελθοῦσαν εἰσιέναι
πάλιν συγχωρήσειαν ἄν. κακῶς οὖν ὦ βέλτιστε καὶ οὐκ ἀκολούθως τῇ16

5,3

17

ὑποθέσει, ἣν δογματίζουσιν. εἰ γὰρ ὡς σῶμα ἔξεισιν ἐκ τοῦ σώματος, διὰ τί καὶ οὐκ εἴσεισι πάλιν; τοῦτο γὰρ ἐπὶ τῶν ἄλλων ὁρῶμεν, οἷον τῶν ἐν τόπῳ καὶ τῶν ἐν ἀγγείῳ. ἀλλ’ ὅμως Ζήνωνι μὲν ὑπολείπεταί τις ἀπο‐ λογία κεκρᾶσθαι ὅλην δι’ ὅλου τοῦ σώματος φάσκοντι τὴν ψυχὴν καὶ τὴν
5ἔξοδον αὐτῆς ἄνευ φθορᾶς τοῦ συγκρίματος μὴ ποιοῦντι, τοῖς δ’ ὡς ἐν τόπῳ τῷ σώματι περιέχεσθαι αὐτὴν τιθεμένοις καὶ ὡς ἐν ἀγγείῳ τοῦτό φησι τὸ ἄτοπον ἀκολουθεῖν Ἀριστοτέλης, οὗτοι δὲ ἂν οἱ περὶ Δημόκριτον εἶεν, καὶ εἴ τις πῦρ, καὶ εἴ τις ὕδωρ τὴν ψυχὴν ἀπεκρίνατο. Ἀλλ’ ἴσως τὰς μὲν σωματικὰς ταύτας κινήσεις διὰ τοῦτο τὴν ψυχὴν
10κατὰ συμβεβηκὸς ἐροῦσι κινεῖσθαι τῷ ἐνυπάρχειν τῷ σώματι· ταύτας γὰρ καὶ ὑπ’ ἄλλου κινεῖσθαι αὐτὴν οὐδὲν κωλύει· καὶ γὰρ ὠθουμένου βίᾳ τοῦ ζώου συναπολαύειν ἀνάγκη τὴν ψυχὴν τῆς βιαίου ταύτης κινήσεως. ἀλλὰ τὰς τῆς ψυχῆς κινήσεις καὶ ὡς ψυχῆς ταύτας ἐροῦσιν αὐτὴν ὑφ’ αὑτῆς κινεῖσθαι, καὶ ταύτας εἶναι ἐκ τῆς οὐσίας τῆς ψυχικῆς, ἃς οὐχ οἷόν τε
15αὐτὴν ὑπ’ ἄλλου κινεῖσθαι, ὡς τῆς ἔνδοθεν φύσεως ἐξηρτημένας. τίνες οὖν αὗται, διδασκέτωσαν ἡμᾶς σαφῶς· ἡ μὲν γὰρ αἴσθησις ὑπὸ τῶν ἔξωθεν σχεδὸν θυροκοπουμένη κινεῖται, ἡ δὲ ὄρεξις σύρεται ὑπὸ τῶν ὀρεκτῶν, αἱ διανοήσεις δὲ ἐξήρτηνται τῶν αἰσθήσεων, εἴπερ οὐδέποτε ἄνευ φαντασίας· εἰ δὲ καθ’ αὑτάς, ἀλλ’ οὐ συνεχεῖς οὐδ’ ἐν χρόνῳ, οὐδὲ κινή‐
20σεις. εἰ οὖν καὶ ταύτας ὑπ’ ἄλλων κινεῖται, τίνας ὑφ’ ἑαυτῆς; οὐ γὰρ δὴ τὰς αὐτὰς ἅμα καὶ ὑπ’ ἄλλων καὶ ὑφ’ ἑαυτῆς· οὐδὲν γὰρ τῶν ὑπαρ‐ χόντων τινὶ καὶ καθ’ αὑτὸ καὶ ἔξωθεν ἅμα ὑπάρχει, οὐδὲ ἅμα δι’ αὑτὸ καὶ δι’ ἄλλο, ὥσπερ οὐδὲ τοῖς ποταμοῖς ἡ κίνησις οὐδὲ τῇ φλογὶ οὐδ’ εἴ τι ἄλλο τοιοῦτον· ἀχώριστα γὰρ τὰ καθ’ αὑτὰ καὶ τῆς αἰτίας τῆς ἔξωθεν
25οὐ δεόμενα. ἀλλ’ οὐ κινεῖ, φησί, τὴν αἴσθησιν τὰ αἰσθητά, ἀλλὰ τὸν ὧν οὐκ ἄνευ λόγον ἐπέχει, καὶ παραβάλλει τοῖς ἀράχναις τὴν αἴσθησιν, οἳ προσπηδῶσι τοῖς ἐμπίπτουσι ζώοις εἰς τὰ ὑφάσματα, οὐ τῶν ἐμπιπτόντων κινούντων ἀλλὰ τῆς οἰκείας ὁρμῆς· οὕτω γὰρ τὰ αἰσθητὰ ἐμπίπτοντα τοῖς αἰσθητικοῖς ὀργάνοις τὴν ψυχὴν εἰς ἐπίκρισιν αὐτῶν ἐκκαλεῖται. ἀλλ’ εἰ
30μέν τι δεῖ τοῖς κομψοῖς τούτοις ἀκολουθεῖν παραδείγμασιν, ὥσπερ τὸν ἀράχνην ἡ ἐμπὶς κινεῖ καὶ πᾶν θήραμα τοὺς θηρῶντας καὶ πᾶν ὀρεκτὸν τὸν ὀρεγόμενον, οὕτω καὶ τὴν ψυχὴν τὰ ἔξωθεν ἂν κινοῖεν· νῦν δὲ καὶ αὐτὸς ἔοικεν αὐτῶν ὡς μὴ οἰκείων καταψηφίζεσθαι· ἀπὸ γὰρ τῶν ἀραχνῶν ἐπὶ τοὔδαφος μεταβὰς τοῦτον ἐπέχειν τὸν λόγον φησὶ τὸ ὁρατὸν πρὸς τὴν
35ὅρασιν, ὃν τοὔδαφος πρὸς τοὺς περιπατοῦντας. καίτοι γελοῖον εἰ χώρα καὶ τόπος ἐστὶ τὰ αἰσθητὰ ταῖς τῶν αἰσθήσεων ἐνεργείαις, ἀλλὰ μὴ μᾶλλον ἔοικε τοῖς ἕλκουσιν ἢ καλοῦσιν ἢ νύττουσι. τοῦτο δὲ ἐπὶ τῶν ὀρεκτῶν φανερώτερον· πᾶν γὰρ τὸ ὀρεκτὸν ἀτεχνῶς ἕλκοντι καὶ σύροντι προσέοικε τὴν δύναμιν τὴν ὀρεκτικήν, καὶ οὐ τῷ τόπος αὐτῆς εἶναι καὶ χώρα. ἔτι
40τοίνυν τὰς ψυχικὰς ταύτας κινήσεις ἆρα καθό ἐστιν [ἡ] ψυχὴ κινεῖσθαι17

5,3

18

αὐτὴν ἐροῦσιν ἢ κατ’ ἄλλο τι; εἰ γὰρ καθὸ ψυχή (κατὰ τοῦτο γὰρ καὶ κινεῖ), ὥσπερ τὸ κινούμενον κατὰ χρῶμα ἐξίσταται τοῦ χρώματος καὶ τὸ κινούμενον κατὰ τόπον ἐξίσταται τοῦ τόπου, οὕτω καὶ ἡ ψυχή, εἰ κινεῖται καθὸ ψυχή, ἐξίσταιτο ἂν τοῦ ψυχὴ εἶναι. οἱ μὲν γὰρ κατά τι τῶν συμ‐
5βεβηκότων αὐτὴν κινοῦντες, οἷον τόπον ἢ μέγεθος ἢ ποιότητα, οὐκ ἀνάγκην ἔχουσιν ἔκστασιν ὁμολογεῖν τῆς οὐσίας αὐτῆς εἶναι τὴν κίνησιν, ἀλλὰ μόνου τοῦ συμβεβηκότος καθὸ μεταβάλλει· ὅσοι δὲ κινεῖσθαι αὐτὴν καθὸ ψυχή ἐστι λέγουσι καὶ σχεδὸν ποιοῦσι τὴν κίνησιν αὐτῆς τὴν οὐσίαν, ἀνάγκη προσίεσθαι τούτοις τὴν ἐκ τοῦ λόγου συμβαίνουσαν ἀτοπίαν· εἰ γὰρ κινεῖ‐
10ται καθὸ ψυχή, ἡ δὲ κίνησις αὐτῆς οὐσία αὐτῆς ἐστί, κινουμένη καθὸ ψυχὴ ἐξίσταιτο ἂν τῆς οὐσίας αὐτῆς. ὥσπερ γὰρ ἡ φλὸξ καὶ οἱ ἄνεμοι καὶ οἱ ποταμοί, ἐπειδὴ κατ’ οὐσίαν αὐτοῖς ἡ κίνησις, οὐδὲ ἀκαρεὶ μένουσιν ἐπὶ τῆς αὐτῆς οὐσίας (μὴ ῥέων γὰρ οὐκέτι ποταμὸς ἀλλ’ ὕδωρ, καὶ μὴ κινούμενος οὐκέτ’ ἄνεμος ἀλλ’ ἀὴρ ἢ ἀναθυμίασις)· οὕτως ἀνάγκη καὶ τῇ
15ψυχῇ ἐν συνεχεῖ καὶ ἀπαύστῳ ῥοῇ καθεστάναι αὐτῆς τὸ κινεῖσθαι. πόθεν οὖν ἡμῖν ἡ μνήμη; πόθεν ἡ τῶν ἐπιστημῶν βεβαιότης; τούτῳ δὲ ὥσπερ ὁμόσε χωρῶν καὶ ὁμολογῶν τὴν κίνησιν τῆς ψυχῆς οὐσίαν εἶναι καὶ φύσιν, διὰ τοῦτό φησιν, ὅσῳ ἂν μᾶλλον κινῆται, τοσούτῳ μᾶλλον τῆς οὐσίας αὐτῆς μὴ ἐξίστασθαι· ζωὴ γάρ φησιν ἐστὶν αὐτῆς ἡ κίνησις καὶ τὸ ζῆν
20αὐτῇ ταὐτὸν τῷ κινεῖσθαι. ὁ δὲ ταῦτα λέγων ἀγνοεῖν ἔοικε διαφορὰν κινήσεως καὶ ἐνεργείας, καὶ ὅτι τὸ μὲν ἐνεργεῖν κατ’ οὐσίαν διατηρητικόν ἐστι τῆς φύσεως τοῦ ἐνεργοῦντος, οἷον καὶ τῆς ὄψεως τὸ ὁρᾶν, τὸ δὲ κινεῖσθαι κατ’ οὐσίαν πάντως ἔκστασιν ἔχει τῆς οὐσίας ἐκείνης ἐξ ἧς κινεῖται, καὶ ἐνέργεια μὲν καθ’ ἕκαστον μόριον τοῦ χρόνου τέλειος ἐν ᾧ
25γίνεται, ὥσπερ καὶ ἡ ὄψις καὶ ἡ νόησις, ἀτελὴς δὲ ἡ κίνησις ἐντελέχεια καὶ ἀεὶ τὸ ἄλλο καὶ ἄλλο προσλαμβάνουσα, τόπον μὲν εἰ κατὰ τόπον, μέγεθος δὲ εἰ κατὰ μέγεθος, οὐσίαν δὲ εἰ κατ’ οὐσίαν, ὥσπερ οἱ ποταμοὶ καὶ τὰ πνεύματα· ἐπεὶ καὶ τὰ οὐράνια σώματα διὰ τοῦτ’ ἄφθαρτα παντε‐ λῶς, ὅτι κινεῖται κατὰ τὸν ἔξωθεν τόπον, καὶ ἡ μὲν φύσις αὐτῶν ὡσαύτως
30ἔχουσα μένει, ὁ τόπος δ’ ἄλλος καὶ ἄλλος. εἰ δ’ ὅπερ ἡμεῖς ἐνέργειαν ὀνομάζομεν, τοῦτο κίνησιν καλεῖν φιλονικοῖεν, περὶ μὲν τοῦ ὀνόματος οὐ διοισόμεθα· χρῆσθαι γὰρ ἐφεῖται ὥς τις βούλεται τοῖς ὀνόμασι, καὶ μάλιστα τοῖς εἴδεσιν ἀντὶ τῶν γενῶν· εἶδος γὰρ ἐνεργείας ἡ κίνησις, καὶ εἰ μέν τι κίνησις, καὶ ἐνέργεια· εἰ δέ τι ἐνέργεια, οὐ πάντως κίνησις, ἃ οὕτω πολλα‐
35χοῦ καὶ ὁ Πλάτων μεταλαμβάνων δῆλός ἐστι. διὸ περὶ μὲν ὀνόματος οὐ χρὴ φιλονικεῖν, τὰ δὲ πράγματα δεῖ εἰδέναι πάμπολυ διαφέροντα, τήν τε ἀτελῆ καὶ τὴν τέλειον ἐντελέχειαν. ἀλλ’ οἵ γε ὑπολαμβάνοντες κινεῖσθαι τὴν ψυχὴν αὐτὴν μὲν ἴσως οὐδεπώποτε εἶδον κινουμένην καθ’ ἑαυτήν, τὸ
μέντοι ζῶον καὶ τὸ σῶμα ἰδόντες προσυπέλαβον αὐτὴν εἶναι τὴν πρώτην18

5,3

19

κινουμένην, ὅπερ αὐτοῖς ἐπὶ πολλῶν καὶ ἡ αἴσθησις ἐμαρτύρησε· πολλὰ γὰρ τῶν ἄλλα κινούντων καὶ αὐτὰ συνεκινεῖτο. εἰ δὲ κινεῖται ὅτε κινεῖ τὸ σῶμα, καὶ ἠρεμοῖ ἂν ὅτε ἠρεμίζει τὸ σῶμα· οὐ μᾶλλον ἄρα αὐτῇ τουτὶ πρόσεστιν ἢ τουτί· οὐκ ἄρα κατὰ τὸν ἴδιον λόγον ἐνυπάρχει κίνησις αὐτῇ,
5ἥκιστα δὲ ἡ ἀίδιος καὶ ἄπαυστος. πόθεν γὰρ ἡ ἠρεμία τοῖς ζώοις; τοῦτο δὲ ἀπαντᾷ μὲν καὶ τοῖς ἀσωμάτους κινήσεις ὀνειροπολοῦσι τῆς ψυχῆς, Δημοκρίτῳ δ’ ἄντικρυς διὰ τὸ κινεῖσθαι τὰς ἀτόμους αἰεὶ καὶ μηδέποτε ἠρεμεῖν κινούσας τὸ ζῶον· ὅλως γὰρ οἱ κινουμένην κατὰ τόπον τὴν ψυχὴν κινεῖν τὸ σῶμα ἀποφαινόμενοι παραπλήσιόν τι λέγουσι Φιλίππῳ τῷ κωμῳ‐
10δοδιδασκάλῳ· φησὶ γὰρ ὁ Δαίδαλος παρ’ αὐτῷ κινουμένην ποιῆσαι τὴν ξυλίνην Ἀφροδίτην ἐγχέας ἄργυρον χυτόν. ταὐτὸν δὴ καὶ οὗτοι λέγουσι. καίτοι γε ἐναργὲς λίαν ὅτι κινεῖται τὸ ζῶον οὐ προκινηθείσης κατὰ τόπον ἔνδοθεν τῆς ψυχῆς, ἀλλὰ προελομένης μόνον καὶ κρινάσης εὐθὺς ὑπηρε‐ τεῖται τὸ σῶμα.
14
15tΘΕΜΙΣΤΙΟΥ ΠΕΡΙ ΨΥΧΗΣ
16tΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ.
17 Δόξειε δ’ ἂν τὸν αὐτὸν τρόπον καὶ ὁ Τίμαιος Δημοκρίτῳ φυσιολογεῖν περὶ ψυχῆς· καὶ γὰρ οὗτος τῷ κινεῖσθαι τὴν ψυχὴν τὸ σῶμα κινεῖν ἀποφαίνε‐ ται. διὰ γὰρ τὸ συμπεπλέχθαι πρὸς αὐτὸ συνεστηκυῖαν ἐκ τῶν ἐκκειμένων
20στοιχείων καὶ μεμερισμένην κατὰ τοὺς ἁρμονικοὺς ἀριθμοὺς τῇ ἑαυτῆς κινήσει καὶ τὸ σῶμα συμπεριάγειν, κινεῖσθαι δὲ αὐτὴν κατὰ κύκλον. ὅτι μὲν οὖν Πλάτων οὐκ οἴεται σῶμα τὴν ψυχήν, πολλαχόθεν ἐστὶ συμφανὲς ἐκ τῶν ἐν πολλοῖς διαλόγοις αὐτῷ γεγραμμένων. Ἀριστοτέλης δὲ οὐ πρὸς Πλάτωνά φησιν ἀντιλέγειν, ἀλλὰ πρὸς Τίμαιον, ὃς εἴτε σῶμα νοεῖ τὸν
25κύκλον, εἴτε μὴ νοῶν σῶμα οὕτως ὠνόμαζεν, ὑπεύθυνός ἐστιν ἢ τῆς δόξης ἢ τῆς φωνῆς ὑπὸ τῶν μὴ προαιρουμένων ἐν φιλοσοφίᾳ καὶ μάλιστα ἐν τηλικούτοις προβλήμασιν ἄλλα μὲν νοεῖν, ἄλλα δὲ λέγειν· ἀγαπητὸν γὰρ ἐπὶ τῶν τοιούτων ταὐτὰ φρονοῦντας καὶ φθεγγομένους σαφεστέρους γίνεσθαι τῆς ἐν τοῖς πράγμασιν ἀσαφείας. ἄλλως τε πρὸς οὐδεμίαν οὕτω δόξαν
30ἀγωνιστέον τοῖς μήτε τὴν ψυχήν, μήτε μᾶλλον τὸν νοῦν σῶμα εἶναι πεπι‐ στευκόσιν, ὡς πρὸς ἐκείνην ἣ πάντα τὰ ἐν ποσὶ σώματα ἀτιμάσασα ἐκ τοῦ θείου καὶ οὐρανίου σώματος καὶ τὴν ψυχὴν ποιεῖ καὶ τὸν νοῦν· πιθανό‐ τητα γὰρ ἔχει πολλὴν ἥδε ἡ δόξα, καὶ παρὰ Πλάτωνι μὲν τὸ αὐγοειδὲς ὄχημα ταύτης ἔχεται τῆς ὑπονοίας, παρὰ Ἀριστοτέλει δὲ τὸ ἀνάλογον τῷ
35πέμπτῳ σώματι ὅ φησιν ὑπάρχειν ἐν πάσαις σχεδὸν ταῖς τῶν ζώων ψυχαῖς·19

5,3

20

ἐπεὶ τό γε μὴ εἶναι πῦρ ἢ ὕδωρ τὴν ψυχὴν ἢ αἷμα ἢ τὰς σφαιροειδεῖς ἀτόμους οὐδὲν σεμνὸν ἦν διελέγχειν, ἀλλὰ παντὶ ῥᾴδιον καὶ τῷ τῆς Ἀριστο‐ τέλους ἀγχινοίας πολὺ λειπομένῳ. εἰ τοίνυν μέλλων κινεῖν δόξαν ἰσχυρὰν καὶ ἀρχαίαν, προσιοῦσαν ἐγγὺς τῇ φύσει τῆς ψυχῆς, ἐπιφανὲς ἐν φιλοσοφίᾳ
5πρόσωπον προεστήσατο, ᾧ καὶ Πλάτων ἀνέθηκε τὸν διάλογον, οὐκ ἄν τις ἐπικαλοίη δικαίως ἢ ὡς Πλάτωνα ἢ ὡς Τίμαιον συκοφαντοῦντι· σχεδὸν γὰρ ὁ λόγος αὐτῷ πρὸς τὴν δόξαν, οὐ πρὸς τοὺς ἄνδρας, εἰ καὶ διδόασιν ὑπονοίας ἐξ ὧν λέγουσιν ὡς καὶ αὐτοὶ τῆς δόξης προεστηκότες. ὑπο‐ μιμνήσκει γὰρ ἐφεξῆς τῶν εἰρημένων ὑπὸ Τιμαίου καί φησιν κατασκευά‐
10σαντα τὸν δημιουργὸν τὴν ψυχὴν ἐκ τῆς εὐθυωρίας εἰς κύκλον αὐτὴν κατακάμψαι, καὶ ἐπειδὴ πλάτος περὶ τὴν εὐθυωρίαν ἦν τῆς ψυχῆς, διελεῖν τὸν ἕνα κύκλον καὶ ποιῆσαι δύο δισσαχῇ συνημμένους, τὸν μὲν ἐκτός τε καὶ περιέχοντα, τὸν δὲ ἐντὸς καὶ περιεχόμενον, καὶ τὸν εἴσω διελεῖν εἰς ἑπτὰ κύκλους καὶ διὰ τοῦτο κύκλῳ κινεῖσθαι τὸν οὐρανόν, ὅτι κύκλος ἦν
15ἡ ψυχή, καὶ δὴ καθ’ ἁρμονίαν κινεῖσθαι τὰ θεῖα σώματα, διότι καὶ αὐτὴ ἡ ψυχὴ μεμέρισται κατὰ τοὺς ἁρμονικοὺς ἀριθμούς· δύο γὰρ τούτων ἕνεκα εἰς τοὺς λόγους τοὺς μουσικοὺς αὐτὴν διῃρῆσθαι, ὅπως αἴσθησίν τε σύμ‐ φυτον ἁρμονίας ἔχῃ καὶ τὸ πᾶν φέρηται συμφώνους φοράς. Πρῶτον μὲν οὖν οὐκ εὖ λέγει τὴν ψυχὴν μέγεθος εἶναι, καὶ ταῦτα
20λογικὴν τιθέμενος· τὴν γὰρ τοῦ παντὸς δηλονότι τοιαύτην ὁ Τίμαιος εἶναι βούλεται, οἷόν πότ’ ἐστιν ὁ καλούμενος νοῦς· οὐ γὰρ δὴ τῶν ἄλλων δυνά‐ μεων ἡ τοῦ παντὸς ψυχὴ προσδεήσεται· οὔτε γὰρ αἰσθήσεως οὔτε ἐπιθυμίας οὔτε θυμοῦ· ταύτας γὰρ ὕστερον οἱ δεύτεροι θεοὶ προσυφαίνουσι τῇ ψυχῇ ἐπὶ τῶν ζώων τῶν μερικῶν, καὶ ὅλως τούτων ἡ κίνησις τῶν δυνάμεων οὐ κυκλο‐
25φορία· καὶ γὰρ ἡ αἴσθησις ὥσπερ κατ’ εὐθεῖαν ἐπὶ τὰ ἔξω, καὶ παραπλη‐ σίως ἡ ὄρεξις. οὐκ ὀρθῶς οὖν τὸν νοῦν μέγεθος ποιοῦσιν, εἴτε ὡς κύκλον εἴτε ὡς σφαῖραν αὐτὸν σχηματίζοιεν· μέγεθος μὲν γὰρ ἅπαν συνεχές, καὶ οὕτως ἓν τῷ συνεχὲς εἶναι καὶ τῷ συνάπτειν αὐτοῦ πρός τινα κοινὸν ὅρον τὰ μόρια· ὁ δὲ νοῦς εἷς καὶ συνεχὴς κατ’ ἄλλον τρόπον, εἰ δεῖ τὸ συνεχὲς
30ὅλως ἐπ’ αὐτοῦ λέγειν. ἐπεὶ γὰρ δείξομεν ἐφεξῆς, ὅτι ταὐτὸν ὁ νοῦς τῇ νοήσει, λέγω δὲ τὸν νοῦν τὸν ἐνεργείᾳ, δῆλον δήπουθεν ὅτι ὅπως ἂν ἡ νόησις ἔχῃ τὸ συνεχές, καὶ ὁ νοῦς ἕξει τὸν αὐτὸν τρόπον. ἀλλ’ ἡ νόησις ταὐτὸν δείκνυται τοῖς νοήμασι, ταῦτα δὲ τῷ ἐφεξῆς τὸ ἓν ἔχει καὶ ὡς ἀριθμός, ἀλλ’ οὐχ ὡς μέγεθος. ὅταν γὰρ τόδε μετὰ τόδε νοῶμεν, διωρισμένα
35μὲν τὰ νοήματα, τὸ δὲ ἐφεξῆς ἀλλήλοις ἔχει, καὶ τελευτᾷ εἰς ἓν πολλάκις τὰ πλείω, ὥσπερ ἐν τοῖς συλλογισμοῖς τὰ λήμματα εἰς τὸ συμπέρασμα, ἀλλ’ οὐ τῷ συνεχῆ εἶναι, οὐδὲ τῷ πρὸς ὅρον κοινὸν συνάπτειν. εἴπερ
οὖν τὰ νοήματα οὕτως ἕν, δηλονότι καὶ ὁ νοῦς, καὶ ἤτοι παντάπασιν20

5,3

21

ἀμερής, ὥσπερ ἔχει ὁ τῶν πρώτων ὅρων, ἢ οὐχ ὡς μέγεθος συνεχής, ἀλλ’ ὡς τὸν ἀριθμὸν εἴποιμεν ἄν, εἰ ἐφεξῆς ἀριθμοίημεν μονάδα, εἶτα δυάδα, εἶτα τριάδα. καὶ γὰρ ἄλλως ἀνάξιον καὶ Τιμαίου καὶ Πυθαγόρου τὸν νοῦν μέγεθος ὑπολαμβάνειν. πῶς γὰρ δὴ καὶ νοεῖ μέγεθος ὤν, καὶ
5μάλιστα, εἰ καθάπερ φησὶν ὁ Τίμαιος ἁφῆς χρεία τῇ ψυχῇ καὶ τῷ νῷ καὶ πελάσεως πρὸς τὸ νοούμενον; ἢ γὰρ τῶν μορίων ἑκάστῳ θιγγάνων τὸ ὅλον νοήσει, ἢ οὐχ ἑκάστῳ μὲν τῶν μορίων, ὅλῃ δὲ τῇ τοῦ κύκλου περι‐ φορᾷ, ἢ ἑκάστῳ μὲν τῶν μορίων τὰ μόρια, ὅλῳ δὲ τὸ ὅλον. εἰ μὲν οὖν ἑκάστῳ τῶν μορίων τὸ ὅλον νοεῖ, ἐπειδὴ τὰ μόρια ταῦτα ἢ στιγμαί εἰσιν
10ἢ μεγέθη, εἰ δεῖ καὶ τὴν στιγμὴν μόριον λέγειν, εἰ μὲν κατὰ στιγμήν, αὗται δὲ ἄπειροι, δῆλον ὡς οὐδέποτε διέξεισιν· εἰ δὲ κατὰ μέγεθος, πολλάκις ἢ ἀπειράκις ταὐτὸν νοήσει. ἀλλὰ μὴν καὶ ἅπαξ ἀπόχρη· τὸ γὰρ εὖ οὐκ ἐν τῷ πολλάκις ταὐτόν, ἀλλ’ ἐν τῷ ἅπαξ τὸ ἀληθές. εἰ δὲ ἱκανὸν θιγεῖν ὁτῳοῦν τῶν μορίων, τί δεῖ κινεῖσθαι ἢ καὶ ὅλως μέγεθος ἔχειν; ᾧ
15γὰρ οὐδὲν συντελεῖ τὸ μέγεθος εἰς τὴν φύσιν, τοῦτο ἀμέγεθες καθ’ αὑτό, εἰ καὶ κατὰ συμβεβηκὸς διαιροῖτο· οὐδὲ γὰρ τὸ πηχυαῖον λευκὸν μᾶλλον λευκὸν τοῦ ποδιαίου, οὐδέ γε τὸ ποδιαῖον τοῦ σπιθαμιαίου. διὸ καὶ τὸ μέγεθος ταῖς ποιότησιν οὐ συντελεῖ, ἀλλὰ ἀδιαίρετος ἡ λευκότης ὡς λευ‐ κότης καὶ ἐν τῷ μεγέθει. ὡσαύτως δὲ καὶ ἐπὶ τοῦ νοῦ καὶ τῆς τούτου
20δυνάμεως· εἰ τοῦ κύκλου καὶ τοῦ μεγέθους τό τε μεῖζον ὁμοίως καὶ τὸ σμικρότερον μόριον νοήσει, οὐδὲν πρὸς τὴν οὐσίαν τοῦ νοῦ τὸ μέγεθος, εἴπερ οὐσία αὐτοῦ ἡ ἐνέργεια. οὕτω γάρ τινα καὶ ἀχρόνως γίνεσθαι λέγομεν, οἷς οὐδὲν ὁ χρόνος πρὸς τὴν τελείωσιν συνεισφέρει, ἀλλ’ εὐθὺς τέλεια καὶ ὁλόκληρα γίνεται ἐν ὁτῳοῦν μορίῳ τοῦ χρόνου. εἰ δὲ ἑκάστῳ
25μὲν τῶν μορίων οὐκ ἐροῦσι τὸν κύκλον νοεῖν, ὅλῳ δέ, τίς αὖ γίνεται πάλιν ἡ χρεία τῆς ἁφῆς τῆς κατὰ μόριον; ἢ πῶς ἐκ μορίων μηδὲν νοούντων ὅλος νοήσει; καίτοι εἰ διὰ τοῦτο ἐφάπτεται, ἐφάπτεται δὲ τοῖς μορίοις, τοῖς μορίοις ἂν πρῶτον νοοίη. εἰ δὲ ταῦτα ἄμφω διαφυγγάνοντες ἐροῦσιν, ὅτι τὰ μὲν μόρια τοῖς μορίοις, τὸ δὲ ὅλον τῷ ὅλῳ νοήσει, πῶς τὰ ἀμερῆ γνώσεται,
30ἐπειδὴ πολλὰ καὶ ἀμερῆ τῶν νοουμένων; καὶ τί μάτην ταῦτα ἀκριβολογού‐ μεθα; εἰ γὰρ μέγεθος ὅλως ὁ νοῦς καὶ ἡ νόησις διὰ θίξεως καὶ ἁφῆς, οὔτε κατὰ σημεῖον αὐτῷ θιγγάνοντι δυνατὸν νοεῖν, οὔτε κατὰ μέγεθος ἐφαπτομένῳ· κατὰ μὲν γὰρ σημεῖον θιγγάνων πῶς τῶν μεριστῶν ἀντι‐ λήψεται; εἴπερ ἀδύνατον ἐφαρμόσαι πρὸς τὰ μεριστὰ τῷ ἀμερεῖ· κατὰ
35μέγεθος δὲ ἐφαπτόμενος πῶς αὖθις τὰ ἀμερῆ καταλήψεται; φαίνεται δ’
ἄμφω ταῦτα ποιῶν ὁ νοῦς καὶ οὐ μᾶλλον τὰ μεριστὰ νοῶν ἢ τὰ ἀμέριστα,21

5,3

22

ὥστε οὐκ ἂν εἴη μέγεθος οὐδ’ ἂν ἁφῆς δέοιτο πρὸς τὴν σύνεσιν, ἀλλά τις ἑτέρα φύσις ὁ νοῦς ἔξω παντελῶς σωματικοῦ διαστήματος, καὶ τὰ ἀμερῆ μὲν νοεῖ, διότι μηδὲ αὐτὸς ἐν μεγέθει, τὰ μεριστὰ δὲ καταλαμβάνει, ὅτι καὶ ταῦτα ἑαυτῷ συναιρεῖ καὶ ποιεῖ ὡς οἷόν τε ἀμέριστα. τὸ γὰρ εἶδος
5ἑκάστου καὶ τὸ τί ἦν εἶναι ἀμερὲς ἑαυτῷ ποιεῖ καὶ ἁπλοῦν, καὶ οἱ πρῶτοι ὅροι ταῦτα τὰ εἴδη, ἃ ἐκλαμβάνων τῆς ὕλης, κἂν ἐν ὕλῃ ᾗ, οὕτω νοεῖ. ὅτι δὲ ἀκολουθεῖ τοῖς τὸν νοῦν οὕτω νοεῖν τιθεμένοις, λέγω δὲ τῷ περι‐ φέρεσθαι κύκλῳ, συγχωρεῖν εἶναι τοῦτον τὸν νοῦν κύκλον καὶ μέγεθος, δῆλον. εἰ μὲν γὰρ ἄλλως ἐνεργῶν νοεῖ, τί μάτην αὐτῷ προσάπτουσι τὴν
10περιφοράν; εἰ δὲ τῷ περιφέρεσθαι κύκλῳ καθάπερ φασί, κύκλος ἂν εἴη καὶ μέγεθος, εἴπερ διὰ τοῦτο εἰς κύκλον τὴν εὐθυωρίαν κατέκαμψεν ἵνα νοοίη. τὸν οὖν οὕτω νοοῦντα περιπίπτειν οἷς εἴπομέν ἐστιν ἀναγκαῖον· ἢ γὰρ κατὰ στιγμὴν ἀνάγκη νοεῖν, ἢ κατὰ μέγεθος· ἀλλ’ εἰ μὲν κατὰ στιγμήν, ἐκφεύξεται αὐτὸν ἡ νόησις τῶν μεριστῶν· εἰ δὲ κατὰ μέγεθος,
15ἐκφεύξεται αὐτὸν ἡ νόησις τῶν ἀμερῶν. ἀλλὰ καὶ ἀίδιος ἡ περιφορά, ἀίδιος οὖν καὶ ἡ νόησις. ἢ τοίνυν αἰεὶ νοεῖ καὶ διὰ τοῦτο ταὐτὸν αἰεί, ἢ ἄλλο καὶ ἄλλο. εἰ μὲν γὰρ ταὐτὸν, ἠρεμήσει μᾶλλον ἡ τοιαύτη νόησις ἔοικεν· εἰ δὲ ἄλλο καὶ ἄλλο, πῶς τῆς αὐτῆς οὔσης περιφορᾶς, καὶ ἅμα πότε συντελέσει τὴν νόησιν; μάτην οὖν ἔτι περιενεχθήσεται, εἰ οὐδέποτε
20συντελέσει. οὐδέποτε οὖν ἔσται νενοηκώς· καίτοι πάσης νοήσεώς ἐστι πέρατα, καὶ τῆς πρακτικῆς (πᾶσαι γὰρ ἑτέρου χάριν) καὶ τῆς θεωρητικῆς· αὕτη γὰρ τοῖς λόγοις ὁμοίως ὁρίζεται, οἷς καὶ κέχρηται πρὸς τὴν θεωρίαν, λόγος δὲ ἢ ὁρισμὸς ἢ ἀπόδειξις. καὶ οἱ μὲν ὁρισμοὶ πάντες πεπερασμένοι· ἀπόδειξις δὲ οὐδεμία τὴν πρόοδον ἐπ’ ἄπειρον ἔχει, οὐδὲ ἀνακάμπτει εἰς
25τὰς προτάσεις τὰς ἐξ ἀρχῆς, ἀλλ’ εὐθυπορίᾳ μᾶλλον ἐοίκασιν αἱ ἐπιστῆ‐ μαι. φαίνεται δὲ οὐχ ὅπως κατὰ φύσιν ἡ κίνησις ὑπάρχειν τῷ νῷ, ἀλλὰ παρὰ φύσιν μᾶλλον καὶ λυμαντικὴ τῆς ἐνεργείας· ἐπιστάσει γὰρ ἔοικε μᾶλλον ἡ νόησις, ἡ μὲν τῶν ἁπλῶν ὅρων καὶ παντελῶς, οὐδὲν δὲ ἧττον καὶ ἡ χρωμένη συλλογισμῷ στάσις μᾶλλόν ἐστι πρὸς τῷ συμπεράσματι
30καὶ ἠρέμησις ἢ κίνησις καὶ ἀναχώρησις τοῦ δεδειγμένου. διὰ τοῦτο δὲ καὶ οἱ νήφοντες τῶν μεθυόντων μᾶλλον νοοῦσι, καὶ ἐν νυκτὶ μᾶλλον ἢ ἐν ἡμέρᾳ, καὶ καθεστῶτος τοῦ σώματος ἢ θορυβουμένου, καὶ ἧττον οἱ νέοι τῶν πρεσβυτέρων, διότι πλείους αὐτοῖς κινήσεις τὸ σῶμα κινεῖται. μᾶλλον οὖν ἡ κίνησις παρὰ φύσιν τῷ νῷ τῆς ἠρεμίας, ὥστε οὐδὲ μακάριον τὸ μὴ
35ῥᾴδιον· βίαιον γὰρ ἅπαν τὸ παρὰ φύσιν. οἱ δὴ τὴν κίνησιν οὐσίαν αὐτοῦ ποιοῦντες φύσιν αὐτοῦ ποιοῦσι τὴν λυμαινομένην ταῖς ἐνεργείαις. ἔτι εἴπερ
ἡ κίνησις οὐσία τοῦ νοῦ, πῶς νοήσει τὰ ἄϋλα καὶ ἀκίνητα; τοῦτο δὲ οὐχ22

5,3

23

οἷόν τε ἀντεπιστρέφειν καὶ πρὸς ἡμᾶς τοὺς ἀκίνητον αὐτὸν τιθεμένους, πῶς νοήσει τὰ ἐν κινήσει; νοεῖ γὰρ καὶ τὰ κινούμενα οὐχ ὡς κινούμενα, ἀλλὰ καθόσον τὴν αὐτὴν ἔχει μορφήν· οὐ γὰρ κατὰ τὴν ὕλην ἀλλὰ κατὰ τὸ εἶδος καὶ τὸ τί ἦν εἶναι ὅ γε κατ’ ἐνέργειαν νοῦς, καὶ ὅταν τῶν μεθ’
5ὕλης ἀντιλαμβάνηται· οὕτω δὲ καὶ αὐτὴν νοεῖ τὴν κίνησιν, τὸ εἶδος αὐτῆς νοῶν καὶ τὸν λόγον, ὅτι τοιάδε ἐστὶν ἡ ἐνέργεια. τοῖς δὲ τὴν κίνησιν οὐσίαν αὐτοῦ τιθεμένοις χαλεπὸν ἀποδοῦναι τὴν νόησιν τῶν ἀκινήτων. ἐπίπονον τε καὶ τὸ μεμῖχθαι τῷ σώματι μὴ δυνάμενον ἀπολυθῆναι, καὶ προσέτι φευκτόν, εἴπερ βέλτιον τῷ νῷ τὸ μὴ μετὰ σώματος εἶναι, καθάπερ
10εἴωθέ τε λέγεσθαι καὶ πολλοῖς συνδοκεῖ καὶ τῶν πάλαι καὶ τῶν καθ’ ἡμᾶς, οἳ οὐκ αἰσχύνονται τὰς τῶν ζώων ψυχὰς βελτίους ὁμολογεῖν τῆς τοῦ ἀνθρώπου, εἴπερ τὰς μὲν οἷόν τε ἀπολυθῆναι τοῦ σώματος, τὴν δὲ οὐκ ἐνδέχεται. ἄδηλος δὲ ὅσον ἐκ τῶν εἰρημένων καὶ τοῦ κύκλῳ φέρεσθαι τὸν οὐρανὸν ἡ αἰτία. εἰ γὰρ δεῖ προσέχειν τοῖς γεγραμμένοις, οὐκ ἔστι
15τῆς ψυχῆς ἡ οὐσία κυκλοφορία ἀλλ’ ἐκ τῆς εὐθυωρίας εἰς κύκλον ὕστερον κατεκάμφθη, ὡς ἐκείνης μᾶλλον οὔσης αὐτῇ τῆς φύσεως οἴκοθεν ἢ τῆς τοῦ κύκλου καὶ κατὰ συμβεβηκὸς ἔξωθεν ὑπαρξάσης τῆς περιφορᾶς, οὐ διὰ τὴν οὐσίαν τὴν ἐξ ἀρχῆς, ἀλλ’ ὅπως ἂν τὸ πᾶν φέρηται συμφώνους φοράς· ὥστε τὸ σῶμα αἴτιον ποιεῖ τῇ ψυχῇ τῆς κινήσεως, οὐ τῷ σώματι
20τὴν ψυχήν. ἀλλ’ οὐδ’ ὅτι βέλτιον αὐτῇ τὸ κινεῖσθαι τοῦ ἠρεμεῖν, καὶ τὸ κινεῖσθαι τοῦτον τὸν τρόπον δίδωσι λόγον ὁ Τίμαιος· καίτοι τοῦτο μάλιστα ἐν τοῖς ἔργοις τοῦ θεοῦ ζητητέον. Ἐκεῖνο δὲ ἄτοπον συμβαίνει καὶ τούτῳ τῷ λόγῳ καὶ τοῖς πλείστοις τῶν περὶ ψυχῆς· συνάπτουσι γὰρ καὶ τιθέασιν εἰς σῶμα τὴν ψυχὴν οὐκέτι
25προσδιορίζοντες, διὰ τίνα αἰτίαν καὶ πῶς ἔχοντος τοῦ σώματος καὶ τίνα συγγένειαν κεκτημένου πρὸς αὐτήν. οὐδὲ γὰρ τὸ τυχὸν τῷ τυχόντι σύνεισι καὶ συνάπτεται, οὐδὲ ἅπαν εἰς ἅπαν τὸ μὲν ποιεῖ, τὸ δὲ πάσχει, οὐδὲ τὸ μὲν κινεῖ, τὸ δὲ κινεῖται, ἐὰν μή τις ᾖ κοινωνία καὶ συγγένεια τούτων τῶν φύσεων, ἐξ ὧν ἕν τι γίνεται ἔργον συντιθεμένων ἑκάστων· ἐκ δὲ
30τῶν τυχόντων οὐδαμῶς, οἷον ἐκ λίθου καὶ φωνῆς, ἢ ἐξ ἀνθρώπου καὶ δένδρου. οἱ δὲ μόνον ἐπιχειροῦσι λέγειν ποῖόν τι ἡ ψυχή, ποῖον δέ τι τὸ σῶμα τὸ δεχόμενον αὐτὴν οὐκέτι προσδιορίζουσιν, ὥσπερ ἐνδεχόμενον κατὰ τοὺς Πυθαγορικοὺς μύθους, οἷς ἐκεῖνος μὲν ἐχρῆτο πολιτικῶς, οὗτοι δὲ φυσικῶς [ὑπολαμβάνουσι], τὴν τυχοῦσαν ψυχὴν εἰς τὸ τυχὸν εἰσδύεσθαι
35σῶμα· ὁρῶμεν γὰρ ὅτι τῶν ζώων ἕκαστον, μᾶλλον δὲ τῶν ἐν τοῖς ζώοις σωμάτων ἴδιον εἶδος κέκτηται καὶ ἰδίαν μορφήν, καὶ πολὺ διέστηκε τὸ
σκώληκος σῶμα πρὸς τὸ ἵππου, καὶ τὸ ψύλλης πρὸς τὸ ἀνθρώπου. οἳ δὲ23

5,3

24

οἴονται εἰς τὸ τυχὸν σῶμα τὴν τυχοῦσαν ψυχὴν εἰσοικίζεσθαι, εἰς τὸ τοῦ ἐλέφαντος, ἂν οὕτω τύχῃ, τὴν τῆς ἐμπίδος, παραπλήσιον δὴ οὖν τι λέγουσιν, ὥσπερ εἴ τις φαίη εἰς αὐλοὺς ἐνδύεσθαι τὴν ὑφαντικήν, ἢ τὴν χαλκευτικὴν εἰς κερκίδας· καίτοι καὶ ταῖς τέχναις εἰ φύσις ἦν ἐξ ἑαυτῶν
5εἰσδύεσθαι εἰς τὰ ὄργανα, αὐλητικὴ μὲν ἂν εἰς αὐλοὺς εἰσέδυ, καὶ οὐκ εἰς λύραν, κιθαριστικὴ δὲ εἰς κιθάραν, καὶ οὐκ εἰς αὐλούς· καὶ ταῖς ψυχαῖς τοίνυν, εἴπερ ὄργανά ἐστι τὰ σώματα, ἑκάστην εἰς τὸ οἰκεῖον εἰσφοιτᾶν προσήκει, μᾶλλον δὲ οὐδὲ εἰσφοιτᾶν, ἀλλὰ ποιεῖν οἰκεῖον αὑτῇ καὶ ἐπιτή‐ δειον· πλάττει γὰρ αὐτὴ τὸ σῶμα καὶ οὐχ ἕτοιμον παραλαμβάνει, καθάπερ
10ἡ κιθαριστικὴ τὴν κιθάραν. τί οὖν τὸ οἰκεῖον ἑκάστῃ καὶ πῶς αὐτὸ καὶ τίς οὖσα πρὸ τοῦ σώματος εὑρήσει τε καὶ ἐργάσεται, παντελῶς ὁ Τίμαιος ἀπεσιώπησεν. Καὶ ἄλλη δέ τις δόξα παραδέδοται περὶ ψυχῆς πιθανὴ μὲν οὐδε‐ μιᾶς ἧσσον τῶν λεγομένων, δεδωκυῖα δὲ εὐθύνας καὶ ἐξητασμένη καὶ ἐν
15τοῖς κοινοῖς λόγοις καὶ ἐν τοῖς ἰδίοις· λέγουσι γάρ τινες αὐτὴν ἁρμονίαν· καὶ γὰρ τὴν ἁρμονίαν κρᾶσιν καὶ σύνθεσιν ἐναντίων εἶναι καὶ τὸ σῶμα συγκεῖσθαι ἐξ ἐναντίων. τὴν οὖν τἀναντία ταῦτα εἰς συμφωνίαν ἄγουσαν καὶ ἁρμόζουσαν, θερμὰ λέγω καὶ ψυχρὰ καὶ ὑγρὰ καὶ ξηρὰ καὶ σκληρὰ καὶ μαλακὰ καὶ ὅσαι ἄλλαι ἐναντιώσεις τῶν πρώτων σωμάτων, οὐδὲν ἄλλο
20εἶναι ἢ τὴν ψυχήν, ὥσπερ καὶ ἡ τῶν φθόγγων ἁρμονία τὸ βαρὺ καὶ τὸ ὀξὺ συναρμόζει. πιθανότητα μὲν οὖν ὁ λόγος ἔχει, διελήλεγκται δὲ πολλαχῇ καὶ ὑπ’ Ἀριστοτέλους καὶ ὑπὸ Πλάτωνος. καὶ γὰρ ὅτι τὸ μὲν πρῶτον τοῦ σώματος, τουτέστιν ἡ ψυχή, ἁρμονία δὲ ὕστερον, καὶ ὅτι τὸ μὲν ἄρχει καὶ ἐπιστατεῖ τῷ σώματι καὶ μάχεται πολλάκις, ἁρμονία δὲ οὐ
25μάχεται τοῖς ἡρμοσμένοις, καὶ ὅτι τὸ μᾶλλον καὶ ἧττον ἁρμονία μὲν δέ‐ χεται, ψυχὴ δὲ οὔ, καὶ ὡς ἁρμονία μὲν σωζομένη οὐ προσίεται ἀναρμο‐ στίαν, ψυχὴ δὲ κακίαν προσίεται, καὶ ὅτι εἴπερ τοῦ σώματος ἡ ἀναρμοστία νόσος ἐστὶν ἢ αἶσχος ἢ ἀσθένεια, ἡ ἁρμονία τοῦ σώματος κάλλος ἂν εἴη καὶ ὑγίεια καὶ δύναμις ἀλλ’ οὐ ψυχή, ταῦτα μὲν ἅπαντα εἴρηται ὑπὸ τῶν
30φιλοσόφων ἐν ἄλλοις· ἃ δὲ νῦν Ἀριστοτέλης φησί, τοιαῦτά ἐστιν. ἡ ἁρ‐ μονία λόγος ἐστὶ τῶν ἡρμοσμένων καὶ σύνθεσις τῶν μεμιγμένων, ἡ ψυχὴ δ’ οὔτε σύνθεσις οὔτε λόγος· καὶ ἡ μὲν οὐσία ἡ δὲ οὔ· καὶ ἡ μὲν κινεῖ τὸ σῶμα, ἁρμονία δὲ οὐ κινεῖ τὰ ἡρμοσμένα, ἀλλ’ ἐπιγίγνεται μὲν ἡρμοσμένοις, ἁρμόζει δὲ ἄλλος, ὥσπερ τὰς χορδὰς ὁ μουσικός· ἄλλης οὖν
35δεήσει τῇ ψυχῇ τῆς ποιούσης αὐτῇ τὴν ἁρμονίαν. φανερῶς δ’ 〈ἂν〉 ἄτοπος ὁ λόγος φανείη πειρωμένοις τὰ πάθη τῆς ψυχῆς καὶ τὰ ἔργα
ἕκαστον εἰς ἁρμονίαν τινὰ ἀναφέρειν. ποίας γὰρ ἁρμονίας τὸ αἰσθάνεσθαι,24

5,3

25

καὶ ποίας τὸ φιλεῖν ἢ μισεῖν; ἐλήλυθε δὲ αὕτη ἡ δόξα μάλιστα μὲν ἐκ τῶν μεγεθῶν, ὅσα ἔχει θέσιν καὶ κίνησιν, ἐπειδὴ ταῦτα, ὅταν οὕτως ἀλλή‐ λοις παρατεθῇ ὥστε μηδὲν συγγενὲς παραδέχεσθαι, τότε λέγεται ἡρμόσθαι καλῶς, καὶ ἡ σύνθεσις αὐτῶν ὀνομάζεται ἁρμονία, ὥσπερ ξύλα καὶ λίθοι
5καὶ ὅσα ἁρμόζουσιν αἱ τέχναι φυσικὰ σώματα. ἐντεῦθεν δὲ καὶ τὰ με‐ μιγμένα κατὰ λόγον τινὰ ἢ κεκραμένα πρὸς ἄλληλα ἡρμόσθαι φαμέν, ὅτι συμφώνως μέμικται καὶ οὐ διέστηκεν οὐδὲ ἀπήρτηται οὐδὲ παραδέχεταί τινα ἕτερον μεταξὺ λόγον, ὃς μᾶλλον αὐτὰ ἁρμόσει καὶ συγκεράσει, ὥσπερ καὶ τοὺς φθόγγους τοὺς μουσικοὺς ἡρμόσθαι τηνικαῦτα οἰόμεθα, ὅταν
10μηδεὶς εὑρίσκηται μεταξὺ λόγος ὃς ἡδίω ποιήσει τῶν φθόγγων τὴν συμφω‐ νίαν. κατὰ τίνα οὖν τούτων τῶν τρόπων ἁρμονίαν καλεῖν ἔνεστι τὴν ψυχήν; οὔτε γὰρ ὡς σύνθεσιν ἢ παράθεσιν, οἷον τῶν ὀστῶν πρὸς τὰ ὀστᾶ, ἢ τῶν ὀστῶν πρὸς τὰ νεῦρα· γελοῖον γὰρ τοιούτων μορίων ἢ τὸν νοῦν ἢ τὴν αἴσθησιν σύνθεσιν λέγειν. ἀλλ’ οὔτε ὡς τὸν λόγον τῆς μίξεως ἢ τῆς
15κράσεως· ἄλλης γὰρ οὔσης τῆς ἑκάστου μορίου κράσεως ἄλλη ἂν εἴη καὶ ἡ ψυχή, ὥστε πολλὰς ἕκαστον ἔχειν ψυχάς. τοῦτο δὲ καὶ παρ’ Ἐμπε‐ δοκλέους ἀπαιτητέον· κίρνησι γὰρ καὶ οὗτος ἕκαστον τῶν τοῦ σώματος μορίων τῷ ἰδίῳ λόγῳ, ἄλλως μὲν ὀστᾶ, ἄλλως δὲ σάρκας. πότερον οὖν ὁ λόγος οὗτος ἔσται κατ’ αὐτὸν ἡ ψυχή, καὶ εἰ πολλοὶ οἱ λόγοι, πολλαὶ
20καὶ αἱ ψυχαί; ἢ ἄλλο τι οὖσα ἡ ψυχὴ παρὰ τὸν λόγον τῷ λόγῳ προ‐ βάλλοντι ἐμφύεται; ἔτι δὲ πότερον ἡ φιλία ταύτης αἰτία τῆς μίξεως ἢ τῆς τυχούσης; καὶ αὕτη πότερον ὁ λόγος ἢ ἕτερόν τι παρὰ τὸν λόγον; Ὅτι μὲν οὖν οἱ λέγοντες ἁρμονίαν τὴν ψυχὴν οὔτε ἐγγὺς ἄγαν, οὔτε πόρρω τῆς ἀληθείας βάλλειν ἂν δόξειαν, καὶ ἐκ τῶν νῦν
25εἰρημένων καὶ ἐκ τῶν ἐν ἄλλοις δῆλόν ἐστι· πιθανότητα δὲ πολλὴν ὁ λόγος ἔχει, καθάπερ καὶ πρότερον ἔφην. πάλιν γὰρ εἰ παντελῶς ἕτερον ἡ ψυχὴ τῆς μίξεως καὶ τῆς κράσεως, διὰ τί τούτων φθειρομένων φθείρεται εὐθὺς ἡ ψυχή; λυομένου γὰρ τοῦ λόγου τῆς σαρκὸς καὶ τῶν ἄλλων ἑκάστου τῶν τοιούτων λύεται εὐθὺς καὶ ἡ ψυχή. ἀλλὰ καὶ ἔμπαλιν ἀπορητέον, διὰ τί
30τῆς ψυχῆς ἀπολιπούσης τὸ σῶμα εὐθὺς φθείρεται καὶ ἡ κρᾶσις καὶ ἡ μῖξις, ἥν φασιν ἁρμονίαν τοῦ σώματος. εἰ γὰρ καὶ τῆς κράσεως φθειρο‐ μένης φθείρεται ἡ ψυχή, καὶ τῆς ψυχῆς ἀπολιπούσης φθείρεται ἡ κρᾶσις, οὐ πόρρω ἂν εἴη ταῦτα ἀλλήλων. ἀλλ’ οὐ φθείρεταί φησιν ἡ ψυχὴ τῆς κράσεως φθειρομένης, ἀλλ’ ἡ ἐμψυχία, ἣν ἡ ψυχὴ τῷ σώματι ἐπιδί‐
35δωσιν, αὐτὴ μὲν οὖσα χωριστή, ἐλλάμπουσα δὲ τὴν ζωήν, ὥσπερ ὁ ἥλιος τὸ φῶς τῷ ἀέρι. ἐγὼ δὲ θαυμάζω τῶν ταῦτα λεγόντων, ὅτι πρῶτον μὲν ἀποδείξεις οἴονται τὰ παραδείγματα· καίτοι τῶν πίστεων ἀσθενέστατον τὸ
παράδειγμα· ἔπειθ’ ὅτι μηδὲ αὐτοῖς τούτοις ἀκολουθοῦσιν. ὁ μὲν γὰρ25

5,3

26

ἥλιος εἷς ὢν χορηγεῖ τὸ φῶς πᾶσι τοῖς σώμασι, τὴν ψυχὴν δὲ οὐκ ἂν εἴποιεν μίαν τὴν ἐλλάμπουσαν τὴν ζωὴν πᾶσι τοῖς ζώοις. διὸ καὶ ὁ ἥλιος μὲν εἷς, μεταλαμβάνει δὲ τοῦ φωτὸς οὐχ ἅπαντα παραπλησίως, ἀλλ’ ἄλλως μὲν ἀήρ, ἄλλως δὲ ὕδωρ, ἄλλως δὲ ἄργυρος, ἄλλως δὲ λίθος,
5ἄλλως δὲ ξύλον, καὶ ἑτέρως μὲν τοδὶ τὸ χρῶμα, ἑτέρως δὲ τοδί· τὴν ψυχὴν δὲ εἰ μίαν τις λέγοι, δεῖ τὸν αὐτὸν τρόπον ἀπολαύειν αὐτῆς ἄλλως καὶ ἄλλως τὰ ζῶα, καὶ οὐ ψυχαῖς ἔτι διοίσει τὰ ζῶα ἀλλ’ ἐμψυχίαις. ἔπειτα ἐκείνη ἡ μία ψυχὴ τίς ἔσται; καὶ ἥτις ἂν ᾖ, τῷ γε Ἀριστοτέλους λόγῳ οὐδὲν διοίσει. φησὶ γὰρ ἐκεῖνος τὴν μὲν ψυχὴν ἐκείνην τὴν μίαν
10οὔτε ἐπιζητεῖν ἐν τῷ παρόντι λόγῳ οὔτε ὁρίζεσθαι, ἐπιζητεῖν δὲ τὴν ἀνθρώπου καὶ τὴν ἵππου καὶ τὴν βοός, ἣν εἴτε ἐμψυχίαν ὀνομάζειν ἐθέ‐ λουσιν εἴτε ψυχήν, συγχωρήσει· ἀλλ’ ὥσπερ τὸ φῶς ὁριζόμενος ἐντελέ‐ χειαν τοῦ κατ’ ἐνέργειαν διαφανοῦς οὐ τὸν ἥλιον ὁρίζεσθαί φησιν, ἀλλὰ ὃ δίδωσιν ὁ ἥλιος, καίτοι γε τὸν ἥλιον ἄλλως ἔχων εἰπεῖν ἐντελέχειαν τοῦ
15κατ’ ἐνέργειαν διαφανοῦς, οὕτω καὶ νῦν τὴν ψυχὴν ὁριζόμενος οὐ τὴν ἔξωθεν καὶ μίαν ὁρίζεσθαί φησιν, ἀλλὰ τὴν παρ’ ἐκείνης ἐγγινομένην τοῖς σώμασι τοῖς ὀργανικοῖς ἐντελέχειαν, δυνάμενος ἴσως ὁρίσασθαι κἀκείνην τὸν αὐτὸν τρόπον. οὐδὲν γὰρ κωλύει τῶν ἐντελεχειῶν τῶν δυεῖν τοῦ διαφανοῦς τὴν μὲν εἶναι τελειοτέραν, οἷον τὸν ἥλιον, τὴν δὲ ἀτελεστέραν,
20οἷον τὸ φῶς· οὕτω τοίνυν καὶ τῆς ψυχῆς τὴν μὲν εἶναι τελειοτέραν, οἷον τὴν ἔξωθεν, τὴν δὲ ἀτελεστέραν, οἷον τὴν ἑκάστου. ταύτην οὖν τὴν ἑκάστου ψυχὴν ἣν σὺ μὲν ἐμψυχίαν ὀνομάζεις, ἐγὼ δὲ ψυχήν, ἀχώριστόν φησι καὶ φθαρτήν, φθαρτὴν δὲ οὐχ ἁπλῶς ἀλλ’ ὥσπερ τὸ ἐν τῷ ὕδατι φῶς, καὶ σὺ δὲ ὡς ἔοικε παραπλησίως· περὶ γὰρ τοῦ ὀνόματος ἀμφισβητῶν τὸ πρᾶγμα
25καὶ λίαν σαφῶς ὁμολογεῖς. ὅτι δὲ τὴν τοῦ παντὸς ψυχὴν εἰκὸς ἐλλάμπειν τοῖς σώμασι τὴν εἴτε ψυχὴν εἴτε ἐμψυχίαν δύναμίν τινα ὑπάρχουσαν ζωτι‐ κὴν καὶ διὰ παντὸς τεταμένην, μάλιστα ἂν δόξειε δῆλον ποιεῖν τῶν ζώων τὰ αὐτομάτως γινόμενα, ἃ τῇ τοιᾷδε κράσει τοῦ σώματος ἅμα εὐθὺς ἐμπνεῖ τε καὶ ζῇ καὶ κινεῖται ἐξ ἑαυτῶν, ὥσπερ τοὺς μῦς φασὶν ἐν Αἰγύπτῳ, καὶ
30παρ’ ἡμῖν εὐλαὶ καὶ ἐμπίδες καὶ πολλὰ εἴδη ζώων τοιαῦτα. ἀλλὰ τί τοῦτο πρὸς τὸ χωριστὰς εἶναι τὰς τοιαύτας ψυχάς; ἀλλ’ ἴσως τοῦ μὲν παραδείγματος ἀμελήσουσι, φήσουσι δὲ ἑκάστῳ παρεῖναι ψυχὴν ἰδίαν τῆς ἐμψυχίας τῆς ἑκάστου ποιητικήν. λεγέτωσαν οὖν ἡμῖν, ἆρ’ ἐπὶ πάντων τοῦτο τῶν ζώων ἢ ἐπὶ μόνων ἀνθρώπων; ἐπὶ πάντων μὲν γὰρ μὴ
35γελοιότερον ᾖ τῶν μύθων ἐφεστάναι τινὰ ψύλλης ψυχὴν ἐλλάμπουσαν τῇ ψύλλῃ τὴν ἐμψυχίαν· εἰ δὲ ἐπὶ μόνων τῶν ἀνθρώπων, τίς ἡ ἀποκλήρωσις καὶ πόθεν ἡ διαφορὰ ταῖς ἀνθρωπίναις ταύταις ψυχαῖς, λέγω δὲ ταῖς ἔξωθεν ἐφεστώσαις; ὁμοειδεῖς γὰρ πᾶσαι, τὸ δ’ ὁμοειδὲς
ἅπαν τῷ τῆς ὕλης μερισμῷ τὰς διαφορὰς προσλαμβάνει. ὅλως τε ἡ τὴν26

5,3

27

φυτικὴν ζωὴν χορηγοῦσα πῶς ἔξωθεν ἐφεστήξει τῷ σώματι, ἢ ἡ τὸν θυμόν, ἢ ἡ τὴν ἐπιθυμίαν; ὁ νοῦς μὲν γὰρ ἴσως οἷός τε καὶ ἔξωθεν ἐφεστὼς ἐλλάμπειν δύναμιν νοερὰν τῇ ψυχῇ, ταύτας δὲ ἀνάγκη τὰς φύσεις ἐνυπάρχειν καὶ ἐμπεπλέχθαι τοῖς σώμασιν, εἰ μέλλουσι τὰ αὑτῶν ἔργα
5παρέξεσθαι. ἀλλ’ ἡ μὲν τοιαύτη κομψεία καὶ καθ’ ἑαυτὴν ἴσως τεύξεται λόγου, ὅτι δὲ οὔτε ἁρμονίαν οἷόν τε εἶναι τὴν τοιαύτην ψυχήν, οὔτε ἄνευ ἁρμονίας, παντάπασιν δῆλον ἐκ τῶν εἰρημένων. Εὐλογώτερον δὲ ἀπορήσειεν ἄν τις περὶ αὐτῆς ὡς κινουμένης εἰς τὰ τοιαῦτα ἀποβλέψας. φαμὲν γὰρ τὴν ψυχὴν φοβεῖσθαι θαρρεῖν λυπεῖσθαι,
10ἔτι δὲ ὀργίζεσθαι καὶ αἰσθάνεσθαι καὶ διανοεῖσθαι· ταῦτα δὲ ἅπαντα κινή‐ σεις εἶναι δοκοῦσιν, ὅθεν οἰηθείη τις ἂν αὐτὴν ταύτας τὰς κινήσεις κινεῖ‐ σθαι· τὸ δὲ οὐκ ἔστιν ἀναγκαῖον. διπλοῦν γὰρ ἔχει τὸν ἔλεγχον οὗτος ὁ λόγος· οὔτε γὰρ κινήσεις ταῦτα τὰ πάθη, καὶ εἰ δοθεῖεν κινήσεις εἶναι, οὐ τῆς ψυχῆς κινήσεις εἰσίν, ἀλλ’ ὑπὸ ψυχῆς ὅλου τοῦ ζώου, οἷον ἐν
15ταῖς ὀργαῖς κρίνει μὲν ἄξιον εἶναι τὸ πρᾶγμα ὀργῆς ἡ ψυχή, τοῦ ζώου δὲ ἡ καρδία κινεῖται καὶ ζεῖ τὸ περὶ αὐτὴν αἷμα καὶ ἀνοιδαίνει. εἰ μὲν οὖν ἡ ζέσις καὶ ἡ πήδησις τῆς ψυχῆς ἐστιν, ἡ ψυχὴ κατὰ τὰς ὀργὰς ἂν κινοῖτο· εἰ δὲ ἀδύνατον τοῦτο συγχωρεῖν τοῖς ἀσώματον αὐτὴν τιθεμένοις, τὸ ζῶον μὲν ἂν κινοῖτο ὅτε ὀργίζεται, ἡ ψυχὴ δὲ κρίνοι ἂν μόνον, ἡ
20κρίσις δὲ οὐ κίνησις, ἀλλ’ ἠρεμία καὶ στάσις μᾶλλον. οὕτω δὲ ἔχει καὶ πρὸς τοὺς φόβους· ἡ μὲν κρίνει τὸ φοβερόν, συστέλλεται δὲ μόριόν τι τοῦ σώματος καὶ καταψύχεται καὶ ἀλλοιοῦται· ‘χλωροὶ γάρ‘ φησιν ‘ὑπαὶ δείουσ‘ ὁ ποιητής, καὶ ‘ὦχρός τέ μιν εἷλε παρειάσ‘, ταῦτα δὲ τοῦ μὲν σώματος τοῦ ἐμψύχου, τουτέστι τοῦ ζώου πάθη καὶ κινήσεις φανερῶς ἂν εἶεν, τὴν
25ψυχὴν δ’ αὐτὴν ὠχριᾶν ἢ ἐρυθραίνεσθαι γελοῖον πάνυ. καὶ τὸ διανοεῖσθαι τοίνυν, εἴπερ κίνησις, ὅλῳ ἂν τῷ ἀνθρώπῳ προσήκοι, οὐ τῇ ψυχῇ τῇ τοῦ ἀνθρώπου, μορίου τινὸς ἔνδοθεν ἀλλοιουμένου τοῦ ἀνάλογον τῷ αἵματι ἢ τῷ πνεύματι. διχῶς γὰρ ἴσως ἐν τοῖς πάθεσι τοῖς τοιούτοις ὑπὸ τῆς ψυχῆς κινεῖται τὸ ἔμψυχον σῶμα, ἢ κατὰ φοράν τινα μορίων αὐτοῦ
30κινουμένων, ὥσπερ τὸ αἷμα ἐν τοῖς θυμοῖς προπηδᾷ ἐπιπολῆς καὶ προ‐ εξάλλεται τοῦ λοιποῦ σώματος, ἢ κατὰ ἀλλοίωσιν, ὅταν καταψύχηται ἐν τοῖς φόβοις. ποῖα δὲ πάθη ποίας συναπολαύει κινήσεως σωματικῆς, ἕτερος λόγος. οἱ δὲ τὰς ὑπὸ τῆς ψυχῆς κινήσεις εἰς τὴν ψυχὴν αὐτὴν ἀναφέροντες ὁμοίως ποιοῦσιν, ὥσπερ εἴ τις λέγοι τὴν ψυχὴν ὑφαίνειν ἢ οἰκοδομεῖν ἢ
35κιθαρίζειν· καὶ γὰρ τούτων αἰτία μὲν ἡ ψυχὴ τῶν κινήσεων· ἡ γὰρ ἕξις ἡ οἰκοδομικὴ ἐν αὐτῇ. ἀλλ’ ὥσπερ ὁ οἰκοδόμος οἰκοδομεῖ, οὐχ ἡ τέχνη, καὶ ὁ κιθαριστὴς κιθαρίζει, οὐχ ἡ μουσική, καίτοι ὁ μὲν οἰκοδόμος οἰκο‐ δομεῖ τῇ οἰκοδομικῇ, ὁ δὲ κιθαριστὴς κιθαρίζει τῇ κιθαριστικῇ· οὕτω καὶ
οὐχ ἡ ψυχὴ ἐλεεῖ ἀλλ’ ὁ ἄνθρωπος, τῇ μέντοι ψυχῇ, ὡς καὶ λούεται27

5,3

28

καὶ ἀριστᾷ καὶ νήχεται ὁ ἄνθρωπος, οὐχ ἡ γνώμη ἀφ’ ἧς ταῦτα ποιεῖ. ὅταν δὲ λέγω τῇ ψυχῇ, οὐχ οὕτω λέγω ὡς ἐν ἐκείνῃ τῆς κινήσεως ἐνυπ‐ αρχούσης, ὥσπερ ὅταν λέγω κινεῖσθαι τὸν ἄνθρωπον τῇ χειρί· τότε γὰρ αὐτὴ ἡ χεὶρ τὴν κίνησιν ὑπομένει. ἀλλὰ πῶς λέγω κινεῖσθαι τὸν ἄνθρω‐
5πον τῇ ψυχῇ; ἢ ὡς μέχρις ἐκείνης ἢ ὡς ἀπ’ ἐκείνης. ὅταν μὲν γὰρ τῶν ἔξωθεν αἰσθητῶν ἀντιλαμβάνηται, μέχρι τῆς ἐπ’ ἐκείνην ἀναφορᾶς τὸ σῶμα κινεῖται, τῶν αἰσθητηρίων εἰς τὴν ἀρχὴν αὐτῆς παραπεμπόντων τὰ πάθη, ἃ ἀπὸ τῶν ἔξωθεν ἀνεμάξατο, ὧν ἀντιλαμβάνεται αὐτὴ ἀκίνητος μένουσα. λεγόμεθα τοίνυν τῇ ψυχῇ ταύτην κινεῖσθαι τὴν κίνησιν, ὅτι τοῦ
10πάθους τῶν αἰσθητηρίων ἡ ψυχὴ ἡμῖν αἰτία, καὶ τῆς δι’ αὐτῶν διαδό‐ σεως, ἐπεὶ νεκρωθέντων γε τῶν ὀργάνων τὸ τοιοῦτον πάθος οὐχ ἅπτεται. αἱ δὲ ἀναμνήσεις οὐκέτι μέχρις ἐκείνης, ἀλλ’ ἀπ’ ἐκείνης· εἰς ὃ γὰρ ἐτε‐ λεύτησεν ἡ αἴσθησις, ἐντεῦθεν ἡ ἀρχὴ τῆς ἀναμνήσεως· προβάλλουσα γὰρ τὰ φαντάσματα ἀφ’ αὑτῆς ἡ ψυχὴ καὶ ταῦτα ἀνελίττουσα ἐπὶ τὴν ἀνάμνη‐
15σιν ἀφικνεῖται. τῷ οὖν ἀπ’ ἐκείνης ἄρχεσθαι τὴν προβολὴν τῶν φαντασμά‐ των, ἃ ὡς θησαυρίσασα ἔχει, λέγεται ἀπ’ ἐκείνης ἡ ἀνάμνησις. Εἰ δὲ μὴ κίνησίν τις λέγοι τὰ ἐγκαταλείμματα τῶν αἰσθητῶν, ἀλλὰ μονὴν μᾶλλον καὶ ἠρεμίαν, πρός γε τὸν παρόντα λόγον οὐδὲν διοίσει. πολλάκις μὲν γὰρ ἡ ἀνάμνησις ἀπὸ τῆς προβολῆς ἀρξαμένη τῶν φαντασμά‐
20των εἰς αὐτὸ τοῦτο ἀπετελεύτησεν ἄνευ τοῦ κίνησιν σωματικὴν ἐφελκύσα‐ σθαι, πολλάκις δὲ ἀναμνησθέντες αἰσχροῦ τινὸς ἐρυθραινόμεθα, ἢ φοβεροῦ ναυτιῶμεν, πολλάκις δὲ βαδίζομεν καὶ διαλεγόμεθα ἐξ ἀναμνήσεως. ἀλλὰ τὸ μὲν βαδίζειν καὶ διαλέγεσθαι καὶ ναυτιᾶν καὶ ἐρυθραίνεσθαι καὶ πάντα τὰ τοιαῦτα κινήσεις ἐναργῶς, τὸ δὲ κρίνειν καὶ ἀντιλαμβάνεσθαι κινήσεις
25μὲν οὐδαμῶς ἢ οὐ τοιαῦται, ἐνέργειαι δὲ τῆς ψυχῆς. εἰ δὲ καὶ τὰς ἐνεργείας τις κινήσεις λέγοι, πρὸς τοὔνομα ὅπερ εἶπον καὶ πρότερον οὐ χρὴ φιλονικεῖν, διορίζεσθαι δέ, ὅτι εἴπερ καὶ τὰ τοιαῦτα κινήσεις, ἀλλ’ ἕτερόν γε εἶδος τοῦτο κινήσεως, ὅπερ καὶ αὐτὸς διαρρήδην ἐφεξῆς συγχωρεῖ. φησὶ γὰρ ἐπὶ τοῦ θεωροῦντος καὶ φρονοῦντος καὶ διδασκομένου ὅπερ ἢ
30οὐκ ἔστιν ἀλλοιοῦσθαι (εἰς αὐτὸ γὰρ ἡ ἐπίδοσις καὶ εἰς ἐντε‐ λέχειαν) ἢ ἕτερον γένος ἀλλοιώσεως. καὶ πάλιν· τὸ δὲ ἐκ δυνάμει ὄντος μανθάνον καὶ λαμβάνον ἐπιστήμην ὑπὸ τοῦ ἐντε‐ λεχείᾳ ἐπισταμένου ἤτοι οὐδὲ πάσχειν φατέον, ἢ δύο τρόπους εἶναι ἀλλοιώσεως. καὶ ἐν τῷ τρίτῳ γε αὖθις· φαίνεται δὲ τὸ μὲν
35αἰσθητὸν ἐκ δυνάμει ὄντος τοῦ αἰσθητικοῦ ἐνεργείᾳ ποιοῦν· οὐ γὰρ πάσχει οὐδὲ ἀλλοιοῦται, διὸ ἄλλο τοῦτο εἶδος κινήσεως·
ἡ γὰρ κίνησις τοῦ ἀτελοῦς ἐνέργεια· ἡ δὲ ἁπλῶς ἐνέργεια ἑτέρα28

5,3

29

ἐστὶν ἡ τοῦ τετελεσμένου. ἐν οἷς σαφῶς τὴν μὲν κυρίως λεγομένην κίνησιν οὐχ ἁπλῶς ἐνέργειαν, ἀλλ’ ἀτελοῦς ἐνέργειαν λέγει, τὴν δὲ τοῦ τετελεσμένου ἁπλῶς ἐνέργειαν, καὶ διὰ τοῦτο ἄλλο εἶδος κινήσεως, ὥστε δηλονότι μάχοιτο ἂν οὐ πρὸς τὸ κινεῖσθαι προηγουμένως τὴν ψυχήν,
5ἀλλὰ πρὸς τὸ [μὴ] κινεῖσθαι τὰς τοῦ σώματος κινήσεις. καὶ ταῦτα μὲν οὐχ οὕτω χαλεπῶς ἂν διακριθείη, καίτοι καὶ ταῦτα οὐ πολλὴ ῥᾳστώνη διιδεῖν. εἰ γὰρ ὥσπερ ἡ μάχαιρα τέμνει τῷ σχήματι, καὶ ἡ σφαῖρα κυλινδεῖται τῷ σχήματι, αὐτὸ δὲ τὸ σχῆμα οὔτε τέμνει οὔτε κυλιν‐ δεῖται, οὕτω καὶ ὁ ἄνθρωπος ὀργίζεται μὲν τῇ ψυχῇ, αὐτὴ δὲ οὐκ
10ὀργίζεται ἡ ψυχή, ἄγαν ὁμοίαν ἐστὶ ποιούντων τοῖς συμβεβηκόσι τὴν ψυχήν. ἀλλ’ ἡ μὲν σφαῖρα οὐχ οἵα τε ἐξ ἑαυτῆς ἄλλας ἀπ’ ἄλλων κινεῖσθαι κινήσεις, οὐδὲ ἡ μάχαιρα τέμνει ποικίλας τομὰς ἐξ ἑαυτῆς, ἡ δὲ ψυχὴ τῶν κινήσεων αὐτὴ κατάρχει καὶ μεταβαίνειν οἵα τε ἐξ ἄλλης εἰς ἄλλην, καὶ τὸ μεταβαίνειν ἐπ’ αὐτῆς, καὶ τὸ μεταβάλλειν οὐ λέγεται τὸν
15αὐτὸν τρόπον ὅνπερ ἐπὶ τῶν σωμάτων· ἐπὶ μὲν γὰρ τῶν σωμάτων ἅπασαι αἱ τοιαῦται φωναὶ σημαίνουσι τὸ κινεῖσθαι αὐτὰ σωματικῶς, τοῦτο δέ ἐστιν ἐν χρόνῳ καὶ συνεχεῖ κινήσει καὶ ἐξ ἀτελοῦς εἰς τὸ τέλειον· ἐπὶ δὲ τῆς ψυχῆς αἱ τοιαῦται μεταβολαὶ ἄχρονοί τε πᾶσαι καὶ διωρισμέναι καὶ οὐκ ἠρέμα προϊοῦσαι ἐκ τοῦ δυνάμει εἰς ἐνέργειαν, ἀλλὰ ἀθρόως, ὥσπερ ἡ
20ὄψις ἀπὸ τῶν λευκῶν εἰς τὰ μέλανα. ἀλλὰ ταῦτα μὲν ὅπερ ἔφην οὐ λίαν ἐργώδη· ἃ δὲ ἐπάγει περὶ τοῦ νοῦ, πολλῆς δεῖται ἐπισκέψεως καὶ φροντίδος. Ἀναγκαῖον δὲ αὐτὴν παραθέσθαι τοῦ φιλοσόφου τὴν ῥῆσιν μηδὲν μεταθέντας ἕνεκα τῆς σαφηνείας· οὐ γὰρ οὕτως ἀσαφῆ τὰ λεγόμενα ὡς δύσκριτα εἶναι καὶ δυσδιόριστα. λέγει τοίνυν ὁ δὲ νοῦς ἔοικεν ἐγγίγνε‐
25σθαι οὐσία τις οὖσα καὶ οὐ φθείρεσθαι· μάλιστα γὰρ ἐφθείρετο ἂν ὑπὸ τῆς ἐν τῷ γήρᾳ ἀμαυρώσεως· νῦν δὲ ὅπερ ἐπὶ τῶν αἰσθητηρίων συμβαίνει. εἰ γὰρ λάβοι ὁ πρεσβύτης ὄμμα τοι‐ ονδ, βλέποι ἂν ὥσπερ καὶ ὁ νέος, ὥστε τὸ γῆρας οὐ τῷ τὴν ψυχὴν πεπονθέναι, ἀλλ’ ἐν , καθάπερ ἐν μέθαις καὶ νόσοις.
30καὶ τὸ νοεῖν δὴ καὶ τὸ θεωρεῖν μαραίνεται ἄλλου τινὸς εἴσω φθειρομένου, αὐτὸ δὲ ἀπαθές ἐστι· τὸ δὲ διανοεῖσθαι καὶ φιλεῖν ἢ μισεῖν οὐκ ἔστιν ἐκείνου πάθη, ἀλλὰ τουδὶ τοῦ ἔχοντος ἐκεῖνο ᾗ ἐκεῖνο ἔχει. διὸ καὶ τούτου φθειρομένου οὔτε μνημονεύει οὔτε φιλε· οὐ γὰρ ἐκείνου ἦν, ἀλλὰ τοῦ κοινοῦ ὃ ἀπόλωλεν· ὁ δὲ
35νοῦς ἴσως θειότερόν τι καὶ ἀπαθές ἐστιν. ἐν γὰρ τούτοις πρῶτον μὲν ἐπιζητητέον ὑπὲρ τῆς ἀκολουθίας τῶν λεγομένων· περὶ γὰρ τοῦ μὴ
κινεῖσθαι τὴν ψυχὴν λέγων τὸν νοῦν οὐσίαν φησὶν οὖσαν ἐγγίγνεσθαι καὶ29

5,3

30

μὴ φθείρεσθαι, οὐδεμιᾶς οὔσης ἀνάγκης περὶ φθορᾶς νῦν ἐπισκοπεῖν τοῦ νοῦ, διότι μηδὲ περὶ τῆς ἄλλης ψυχῆς, ἀλλ’ εἴπερ ἄρα περὶ τοῦ κινεῖσθαι τὸν νοῦν ἢ μὴ κινεῖσθαι. εἶτα ἃ φέρει εἰς σύστασιν τοῦ μὴ φθείρεσθαι τὸν νοῦν, πῶς οὐ ταῦτα ἁρμόσει καὶ ἐπὶ τῶν αἰσθήσεων ἄντικρυς; καὶ
5οὐχ ἡμᾶς τοῦτο δεῖ προσαπορεῖν, ἀλλ’ αὐτός φησι διαρρήδην· μάλιστα γὰρ ἐφθείρετ’ ἂν ὑπὸ τῆς ἐν τῷ γήρᾳ ἀμαυρώσεως, νῦν δὲ ὅπερ ἐπὶ τῶν αἰσθητηρίων συμβαίνει. εἰ γὰρ λάβοι ὁ πρεσβύ‐ της ὄμμα τοιονδ, βλέποι ἂν ὥσπερ καὶ ὁ νέος καὶ τὰ ἑξῆς· ἐξ ὧν δῆλός ἐστι, καθάπερ τὴν αἴσθησιν τίθεται μὴ συμπάσχειν καμοῦσι τοῖς
10ὀργάνοις ὑπὸ τοῦ γήρως, οὕτω καὶ τὸν νοῦν μὴ συγκάμνειν τῷ ἔνδον ὀργάνῳ. καὶ οὐδὲ ἐπὶ τῆς αἰσθήσεως ἵσταται μόνης· ἀλλὰ τί φησι ὥστε τὸ γῆρας οὐ τῷ τὴν ψυχὴν πεπονθέναι, ἀλλ’ ἐν , καθάπερ ἐν μέθαις καὶ νόσοις; εἰ οὖν μάλιστα μὲν ὁ νοῦς ἐφθείρετ’ ἂν ὑπὸ τῆς ἐν τῷ γήρᾳ ἀμαυρώσεως, οὐ φθείρεται δέ, ἀλλὰ ἄλλου τινὸς εἴσω φθειρο‐
15μένου αὐτὸς ἀπαθὴς καὶ ἀθάνατος, ταὐτὸν ἁρμόζει καὶ ἐπὶ τῆς ψυχῆς· εἰ γὰρ τὸ γῆρας οὐκ ἐν τῷ τὴν ψυχὴν πεπονθέναι, ἀλλ’ ἐν ᾧ, καθάπερ ἐν μέθαις καὶ νόσοις, ἀπαθὴς ἂν εἴη καὶ ἡ ψυχή, καὶ διὰ τοῦτο ἀθάνατος. ἀλλὰ καὶ τὸ ὄργανον τοῦ νοῦ τί ποτ’ ἂν εἴη τὸ τοῖς ὄμμασιν ἀναλογοῦν, οὗ φησιν εἴσω φθειρομένου τὸν νοῦν ἀπαθῆ διαμένειν; καὶ τοῦτό γε τὸ
20ὄργανον ἆρα μόνον ἐν ἀνθρώπῳ ἢ καὶ ἐν τοῖς ἄλλοις ζώοις ὑπάρχει; καὶ ὅλως εἰ χρῆται ὀργάνῳ ἀφανεστέρῳ, πῶς οὐκ εὔλογον καὶ τὴν ψυχὴν τὴν αἰσθητικὴν χωριστὴν ποιεῖν τῶν ὀργάνων; οὐ γὰρ δὴ ὅτι τοῦ μὲν εἴσω τὸ ὄργανον, τῆς δὲ ἔξω καὶ ἐν προδήλῳ, τοῦτο ἀρκέσει πρός γε τοσαύτην διαφοράν. τί δὲ δὴ διαφέρει τὸ διανοεῖσθαι τοῦ νοεῖν; ἆρα τὸ νοεῖν μὲν
25ὅταν τοὺς ἁπλοῦς ὅρους καταλαμβάνῃ, τὸ διανοεῖσθαι δὲ ἐν τῷ συντιθέναι τούτους καὶ διαιρεῖν; τίς οὖν ἀμείνων δύναμις; ἆρα ἡ τῶν ἁπλῶν ἀντι‐ λαμβανομένη ἢ ἡ τὰ ἁπλᾶ ταῦτα συντιθεῖσα καὶ διαιροῦσα; δόξειε γὰρ ἂν τοῦτο μείζονος εἶναι δυνάμεως, ὥσπερ καὶ ἐπὶ τῶν τεχνῶν. τὸ μὲν γὰρ τὰ ἁπλᾶ γιγνώσκειν ξύλα καὶ λίθους, οὐ τέχνης· τὸ δὲ τὴν τούτων σύν‐
30θεσιν, τοῦτ’ ἤδη τέχνης. ἢ τοῦτο μὲν οὐ χαλεπὸν ἀπολύσασθαι· τὸ γὰρ ψεῦδος ἐν τῇ συνθέσει καὶ τὸ ἀληθές, καὶ νοεῖν μὲν οὐχ οἷόν τε ψευδῶς, διανοεῖσθαι δὲ οἷόν τε· κἀκεῖνο μὲν ἐπιβολὴ καὶ θίξις ἐστὶ τοῦ νοουμένου, τοῦτο δὲ ὥσπερ κίνησις περὶ αὐτὸ καὶ ἐπέλευσις καὶ ἀσθένεια τοῦ κατα‐ σχεῖν ἄθρουν, ὥσπερ καὶ οἱ τυφλώττοντες παρὰ τοὺς ὀξὺ ὁρῶντας. ἀλλ’
35ἃ μὲν ἀπορήσειεν ἄν τις, ταῦτα καὶ τοιαῦτά ἐστιν· ἃ δ’ ἄν τις περὶ αὐτῶν θαρρήσειεν ὑπονοῆσαι, εἰς ἕτερον χρὴ καιρὸν ταμιεύεσθαι, ἐν ᾧ καὶ ὁ φιλόσοφος φανερόν τι περὶ αὐτῶν διορίζεται. νῦν γὰρ ἀποροῦντι
καὶ αὐτὸς μᾶλλον ἢ διδάσκοντι προσέοικεν.30

5,3

31

Μετὰ δὲ ταῦτα διελέγχει τὸν Ξενοκράτους ὁρισμὸν τῆς ψυχῆς, οὐ πρὸς τοὔνομα τοῦ ἀριθμοῦ μαχόμενος, ὥς φησιν Ἀνδρόνικος καὶ Πορφύ‐ ριος, ἀλλὰ καὶ πάνυ τὴν διάνοιαν ἐπιζητῶν τὴν Ξενοκράτους, ὡς δῆλόν ἐστιν ἐκ τῶν Περὶ φύσεως αὐτῷ γεγραμμένων, ἐν οἷς ἂν δόξειε μοναδικὸν
5ποιεῖν ἀριθμὸν τὴν ψυχὴν ὁ Ξενοκράτης. τοῦτον γὰρ τὸν λόγον φησὶ πολὺ τῶν εἰρημένων ἀλογώτατον εἶναι· ὑπάρχειν γὰρ ἀδύνατα τοῖς οὕτω λέγουσι πρῶτον μὲν τὰ ἐκ τοῦ κινεῖσθαι συμβαίνοντα, ἰδίᾳ δὲ τὰ ἐκ τοῦ λέγειν αὐτὴν ἀριθμόν. πῶς γὰρ χρὴ νοῆσαι μονάδας κινουμένας; καὶ πότερον αἱ μὲν κινοῦσιν αὐτῶν, αἱ δὲ κινοῦνται, ἢ ἑκάστη ἅμα κινεῖ καὶ
10κινεῖται; εἰ μὲν γὰρ ἑκάστη ἅμα, πῶς ἀμερὴς καὶ ἀδιάφορος οὖσα κινη‐ τική τε ἅμα ἂν εἴη καὶ κινητή; ταῦτα γὰρ πολὺ διαφέρει. εἰ δὲ αἱ μὲν κινοῦσι τῶν μονάδων, αἱ δὲ κινοῦνται, οὐ τὸ σύστημα αὐτῶν ὅλον ψυχή, ἀλλ’ εἴπερ ἄρα αἱ κινοῦσαι μόνον ἐν τῷ συστήματι. ὅλως δὲ εἰ κινεῖται μονάς, ἀναγκαῖον δήπου θέσιν ἔχειν αὐτήν, θέσιν δὲ προσλαμβάνουσα
15μονὰς στιγμὴ γίνεται, στιγμῆς δὲ κίνησις γραμμὴν μὲν ποιεῖ, ζωὴν δὲ οὔ. ἀναγκαῖον δὲ τὴν ἐν τῇ ψυχῇ μονάδα θέσιν ἔχειν, καὶ ἤδη που εἶναι· καὶ γὰρ καὶ ἡ ψυχή. ἔτι δὲ ἀπ’ ἀριθμοῦ μὲν ἐὰν ἀφέλῃς ἀριθμὸν ἢ μονάδα, λείπεται ἄλλος ἀριθμός· τὰ δὲ φυτὰ καὶ τῶν ζώων πολλὰ οἷον τὰ ἔντομα διαιρούμενα ζῇ καὶ δοκεῖ τὴν αὐτὴν ἔχειν ψυχὴν τῷ εἴδει.
20πρὸς δὲ τούτοις εἰ θέσιν ἔχουσιν αἱ μονάδες αἱ τῆς ψυχῆς, οὐδὲν διοίσει μονάδας λέγειν ἢ σώματα σμικρὰ τὴν ψυχήν, οἷα καὶ Δημόκριτος τὰ σφαιρικά· καὶ γὰρ εἴ τις ὑπόθοιτο τὰς Δημοκρίτου σφαίρας μηκέτι σφαίρας, ἀλλὰ στιγμάς, μόνον δὲ αὐτῶν τηροίη τὸ ποσόν, οὐδὲν κωλύει τὰς μὲν κινεῖν αὐτῶν, τὰς δὲ κινεῖσθαι, ὥσπερ εἰ σμικρὰ σώματα ἦσαν. οὐ γὰρ
25διὰ τὸ μεγέθει διαφέρειν ἢ σμικρότητι αἱ μὲν ἔσονται ψυχαί, αἱ δ’ οὔ· ἀλλ’ εἰ τὸν ἀριθμὸν φυλάττοιεν, ἡ σμικρότης γε αὐτὰς οὐδὲν κωλύσει. πῶς δὲ δὴ καὶ δυνατὸν μονάδας εἶναι τὴν ψυχήν; τίνι γὰρ διοίσουσι τῶν ἄλλων μονάδων; εἰ γὰρ μόνῃ τῇ θέσει καὶ τῷ κινεῖσθαι, στιγμὰς αὐτὰς ἤδη προσήκει καλεῖν, οὐχὶ μονάδας. ἐπειδὴ τοίνυν ἅπαν σῶμα στιγμὰς
30ἔχει καὶ πρὸ τῆς ψυχῆς, δῆλον ὅτι αἱ τῆς ψυχῆς στιγμαὶ ἐν τῷ αὐτῷ ἔσονται τόπῳ ταῖς ἐν τῷ σώματι, καὶ καθέξει χώραν ἑκάστη στιγμὴ τῆς ψυχῆς τῆς ἐν τῷ σώματι· καὶ τί κωλύσει ἐν τῷ αὐτῷ εἶναι καὶ δύο; καὶ εἰ δύο, διὰ τί μὴ καὶ πλείους ἢ καὶ ἀπείρους; ὧν γὰρ ὁ τόπος ἀδιαί‐ ρετος, καὶ αὐτὰ συντιθέμενα διαιρετὸν οὐ ποιεῖ μέγεθος, οὐδὲ δεῖ πλείονος
35τόπου. εἰ δὲ ὁ τῶν ἐν τῷ σώματι στιγμῶν ἀριθμός ἐστιν ἡ ψυχή, διὰ31

5,3

32

τί οὐ πάντα ψυχὴν ἔχει τὰ σώματα; ἔτι δὲ πῶς ἂν ἀπολύοιντο τῶν σωμά‐ των, εἴπερ μηδὲ αἱ στιγμαὶ τῶν γραμμῶν, μηδὲ αἱ γραμμαὶ τῶν ἐπιπέδων; Συμβαίνει γὰρ τοῖς οὕτω τιθεμένοις τὸ μέν τι κοινὸν ἄτοπον, ὃ καὶ τοῖς σῶμα λεπτομερὲς τὴν ψυχὴν ποιοῦσιν, ἕτερον δὲ παρὰ τούτους,
5ὃ καὶ τοῖς συνιστᾶσιν αὐτὴν ἐκ μικρῶν σφαιρίων, ὥσπερ Δημόκριτος. τὸ μὲν οὖν κοινὸν τοῖς σῶμα αὐτὴν τιθεμένοις, ὅτι ἐκεῖνοι μὲν δύο σώματα ποιοῦσιν ἐν τῷ αὐτῷ τόπῳ, οὗτοι δὲ ἐν μιᾷ στιγμῇ πολλὰς στιγμάς· ἴδιον δέ, ὅτι κινοῦσι τὸ ζῶον ὑπ’ ἀριθμοῦ, καθάπερ καὶ Δημόκριτον ἔφαμεν ὑπὸ τοῦ ἀριθμοῦ τῶν σφαιρῶν· τί γὰρ διαφέρει σφαίρας μικρὰς ὑποτί‐
10θεσθαι τῆς κινήσεως αἰτίας τῷ μεταρρεῖν ἢ μονάδας, εἴτε μεγάλας εἴτε σμικράς, ἀλλ’ ὅμως κινουμένας, καὶ κατὰ τοῦτο κινούσας; τοῖς δὴ συμπλέ‐ ξασιν εἰς τὸ αὐτὸ κίνησιν καὶ ἀριθμὸν ταῦτά τε συμβαίνει καὶ πολλὰ ἕτερα τοιαῦτα· οὐ γὰρ ὅλως τοῦ εἴδους τῆς ψυχῆς εἰς ἔννοιαν ἐλθεῖν ἐκ τοῦ τοιούτου λόγου δυνατόν, ὅπερ βούλεται πᾶς ὁρισμός, ἀλλ’ οὐδὲ τῶν συμ‐
15βεβηκότων τι λαβεῖν. δῆλον δὲ εἴ τις ἐπιχειρήσειεν ἐκ τοῦ λόγου τούτου τὰ πάθη καὶ τὰ ἔργα τῆς ψυχῆς ἀποδιδόναι, οἷον λογισμοὺς αἰσθήσεις, ἡδονὰς λύπας, ὅσα ἄλλα τοιαῦτα· ὡς γὰρ εἴπομεν πρότερον, οὐδὲ μαντεύ‐ σασθαί τι ῥᾴδιον ἐξ αὐτῶν. Ἃ μὲν οὖν Ἀριστοτέλης ἀπορεῖ πρὸς τὸν Ξενοκράτους ὁρισμὸν τῆς
20ψυχῆς, ταῦτά ἐστιν· ἃ δὲ ὁ τὰ Ἀριστοτέλους ἀδιανόητα ὀνομάζων, καὶ τὰ καλῶς ἄλλοις εἰρημένα καὶ ἐν καιρῷ οὔτε καλῶς οὔτε ἐν καιρῷ μετα‐ φέρων αὐτός, ἄλλης ἂν εἴη σχολῆς ἐξετάζειν. ἀλλὰ χρὴ παραβάλλειν τὰ Ἀνδρονίκου πρὸς τὰ ἐκείνου, ὅσῳ καὶ σαφέστερα καὶ πιθανώτερα πρὸς σύστασιν τοῦ λόγου τοῦ Ξενοκράτους. ‘ἀριθμὸν γὰρ ἐκάλουν‘ φησὶ ‘τὴν
25ψυχήν, ὅτι μηδὲν ζῶον ἐξ ἁπλοῦ σώματος, ἀλλὰ κατά τινας λόγους καὶ ἀριθμοὺς κραθέντων τῶν πρώτων στοιχείων. σχεδὸν οὖν ταὐτὸν ἀπεφαί‐ νοντο τοῖς ἁρμονίαν αὐτὴν τιθεμένοις, πλὴν ὅσῳ σαφέστερον οὗτοι τῇ προσθήκῃ τὸν λόγον ἐποίουν, οὐ πάντα ἀριθμόν, ἀλλὰ τὸν κινοῦντα ἑαυτὸν τὴν ψυχὴν ἀφοριζόμενοι, ὥσπερ ἂν εἰ καὶ ἐκεῖνοι μὴ πᾶσαν ἁρμονίαν,
30ἀλλὰ τὴν ἁρμόζουσαν ἑαυτήν· αὐτὴ γάρ ἐστιν ἡ ψυχὴ τῆς κράσεως ταύ‐ της αἰτία καὶ τοῦ λόγου καὶ τῆς μίξεως τῶν πρώτων στοιχείων.‘ ἀλλ’ ὅπερ εἶπον, ὅπως μὲν ἔλεγε τὴν ψυχὴν ἀριθμὸν εἶναι κινοῦντα ἑαυτὸν Ξενοκράτης, ἐκ τῶν ἐκείνου ληπτέον καὶ μάλιστα ἐκ τοῦ πέμπτου τῶν Περὶ φύσεως τἀνδρὶ γεγραμμένων· τὰ δὲ ἐφεξῆς ὑπόμνησιν ἔχει τῶν
35ἀκολουθούντων ἀτόπων τοῖς τε κινεῖσθαι λέγουσι τὴν ψυχὴν καὶ τοῖς σῶμα αὐτὴν τιθεμένοις, κἂν τὸ λεπτομερέστατον αὐτὸ ποιῶσι, κἂν τὸ τῶν
ἄλλων ἀσωματώτατον.32

5,3

33

Λείπεται δέ φησιν ἐπισκέψασθαι, πῶς λέγεται τὸ ἐκ τῶν στοιχείων αὐτὴν εἶναι· λέγουσι μὲν γάρ, ἵνα αἰσθάνηται τῶν ὄντων καὶ ἕκαστον ὅπως ἔχῃ γνωρίζῃ, ἀναγκαῖον δὲ μηδὲ οὕτως συμβαίνειν ὃ προαιροῦνται. θέμενοι γὰρ ὅτι γνωρίζεται τῷ ὁμοίῳ τὸ ὅμοιον, διὰ τοῦτο ποιοῦσιν αὐτὴν ἐκ τῶν
5στοιχείων, οἰόμενοι πάντα αὐτὴν οὕτω τὰ πράγματα γνωριεῖν. εἰ μὲν οὖν τὰ στοιχεῖα μόνα ἦν τὰ ὄντα, καλῶς· νῦν δὲ πολλῷ πλείω τὰ ἐκ τῶν στοιχείων, μᾶλλον δὲ ἴσως καὶ ἄπειρα· γαίῃ μὲν οὖν γαῖαν ὀπώπαμεν καὶ ὕδατι ὕδωρ, θεὸν δὲ πῶς; ἄνθρωπον πῶς; τὰ δὲ ἄλλα σύνθετα οἷον σάρ‐ κας καὶ ὀστοῦν 〈πῶσ〉; οὐ γὰρ δήπου τῷ ἐν ἡμῖν ἵππῳ τὸν ἔξω ἵππον·
10οὐ γὰρ ὁπωσοῦν ἔχοντα τὰ στοιχεῖα τούτων ἕκαστον, ἀλλὰ λόγῳ τινὶ καὶ συνθέσει, καθάπερ φησὶν Ἐμπεδοκλῆς τὸ ὀστοῦν·
ἡ δὲ χθὼν ἐπίηρος ἐν εὐστέρνοις χοάνοισι
τῶν δύο τῶν ὀκτὼ μερέων λάχε νήστιδος αἴγλης,
τέσσαρα δ’ Ἡφαίστοιο, τὰ δ’ ὀστέα λεύκ’ ἐγένοντο.
15οὐδὲν οὖν ὄφελος εἶναι τὰ στοιχεῖα τὴν ψυχήν, εἰ μὴ καὶ ὁ λόγος ἑκάστου ἐνέσται καὶ ἡ σύνθεσις ἡ ἑκάστου· γνωριεῖ γὰρ οὕτως ἑκάστῳ τὸ ὅμοιον, τοῖς μὲν στοιχείοις ἐξ ὧν αὐτὴ τὰ στοιχεῖα ἐξ ὧν τὸ πρᾶγμα, τῇ δὲ συνθέσει τῇ ἐν αὐτῇ τὴν σύνθεσιν τὴν ἐν τῷ πράγματι. τοῦτο δὲ ὅτι ἀδύνατον, οὐδὲν δεῖ λέγειν. τίς γὰρ ἂν ἀπορήσειεν, εἰ ἐν τῇ ψυχῇ λίθος ἢ ἄνθρωπος, καὶ εἰ
20πλάτανος, καὶ εἰ συκῆ, ὁμοίως δὲ καὶ τὸ ἀγαθὸν καὶ τὸ μὴ ἀγαθόν, καὶ ὅλως πάντα τὰ ὄντα, καὶ οὐ τοὺς λόγους αὐτῶν μόνον, ἀλλὰ αὐτὰ ὅλα τὰ πράγματα. τὰ δὲ γένη καὶ τὰ καθόλου πῶς γνωριεῖ, ἃ διηρίθμηται ἐν κατηγο‐ ρίαις, οἷον οὐσίαν, ποσὸν καὶ πρός τι καὶ τὰ ἐφεξῆς; οὐ γὰρ δὴ καὶ τὰ γένη στοιχεῖα, ἀλλ’ οὐδὲ ἐκ τῶν στοιχείων, ἀλλὰ τὰ μὲν πλείω τῶνδε καὶ
25πόρρω παντάπασι τοῦ καὶ νομισθῆναι στοιχεῖα, οἷον τὸ πρός τι ἢ τὸ ποιεῖν ἢ τὸ πάσχειν ἢ τὸ κινεῖσθαι ἢ τὸ ἔχειν· τὸ ποιὸν δὲ εἴπερ ἄρα καὶ τὸ ποσὸν ἀμφισβητήσιμα· ἀλλ’ οὐδὲ ταῦτα. νοήματα γὰρ ἦν ἡμέτερα τὰ γένη καὶ οὐ στοιχεῖα τῶν ὄντων. ἀλλ’ ἔστωσαν καὶ αἱ κατηγορίαι στοιχεῖα. πότερον οὖν ἐξ ἁπασῶν ἔσται ἡ ψυχή; ἀλλ’ οὐ δοκεῖ κοινὰ πασῶν εἶναι
30στοιχεῖα, οἷον ἀνθρώπου καὶ τοῦ ποιεῖν καὶ τοῦ πάσχειν καὶ τῶν ἐφεξῆς. ἀλλ’ ἐκ μόνης τῆς οὐσίας; πῶς οὖν γνωριεῖ τὸ ποσόν; ἢ φήσουσιν ἑκάστου γένους εἶναι στοιχεῖα καὶ ἀρχὰς ἰδίας ἐξ ὧν τὴν ψυχὴν συνεστά‐ ναι; ἀλλ’ ἡ μὲν ψυχὴ οὐσία, ἐκ δὲ τῶν τοῦ ποσοῦ στοιχείων ποσὸν γίγνεται καὶ οὐκ οὐσία, καὶ ἐκ τῶν τοῦ πρός τι πρός τι γίνεται καὶ οὐκ
35οὐσία· τοῦ δὲ δὴ ποιεῖν καὶ τοῦ πάσχειν καὶ τοῦ κινεῖσθαι καὶ τοῦ ἔχειν33

5,3

34

στοιχεῖα ζητεῖν μὴ γελοῖον ᾖ, εἰ δεῖ γελοῖον λέγειν τὸ ἀδύνατον. ἑτέραν οὖν αἰτίαν ζητητέον τοῦ τὴν ψυχὴν γιγνώσκειν τὰ ὄντα καὶ τοῦ τὰ ὄντα πως εἶναι· τοῖς γὰρ διὰ τοῦτο λέγουσιν ἐκ πάντων αὐτήν, ἵνα πάντα γνωρίζῃ καὶ ἅπαντα ᾖ, ταῦτα καὶ τοιαῦθ’ ἕτερα ἄτοπα συμβαίνει.
5ἀτοπώτεροι δὲ τούτων οἱ δόντες μὲν ἀπαθὲς εἶναι τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου, αἰσθάνεσθαι δὲ πάλιν τιθέμενοι τὸ ὅμοιον τοῦ ὁμοίου, εἶτα τὸ αἰσθάνεσθαι πάσχειν τι λέγοντες καὶ τὸ νοεῖν καὶ τὸ γιγνώσκειν. θαυμα‐ στὸς δὲ Ἐμπεδοκλῆς, ‘γαίῃ μὲν γὰρ γαῖαν ὀπώπαμεν‘ λέγων, οὐχ ὁρῶν δὲ ὅτι καὶ ἐν τοῖς τοῦ ζώου μορίοις ὅσα γῆς ἁπλῶς, οἷον ὀστᾶ νεῦρα
10τρίχες, ταῦτα τῶν ἄλλων ἀναισθητότατα· καίτοι προσῆκεν τῶν γοῦν ὁμοίων ταῦτα αἰσθάνεσθαι. ἔτι δὲ ἑκάστῳ τῶν στοιχείων ἄγνοια πλείων ἢ σύνεσις ὑπάρξει· γνώσεται μὲν γὰρ ἕν, πολλὰ δ’ ἀγνοήσει· πάντα γὰρ τὰ ἄλλα. συμβαίνει δὲ Ἐμπεδοκλεῖ καὶ ἀφρονέστατον ποιεῖν τὸν θεόν· ὁ μὲν γὰρ σφαῖρος αὐτῷ ὁ θεὸς παριὼν ἐκ τῆς κατὰ τὴν φιλίαν συγκρί‐
15σεως, ἀμέτοχος δὲ ὢν τοῦ νείκους, οὐ γνωριεῖ μόνος τὸ νεῖκος, τὰ δὲ ζῶα καὶ θνητὰ πάντα τῷ πάντων μετέχειν ἅπαντα γνωριεῖ· ἐκ πάντων γὰρ τὰ θνητὰ τῶν στοιχείων. ὅλως τε διὰ τίνα αἰτίαν οὐχ ἅπαντα ψυχὴν ἔχει τὰ ὄντα, ἐπειδὴ πάντα ἢ στοιχεῖά ἐστιν ἢ ἐκ στοιχείων; πῶς δὲ δὴ καὶ ἓν ἔσται κατ’ αὐτοὺς ἡ ψυχή; πλῆθος γὰρ τὰ στοιχεῖα. διὸ καὶ ὕλῃ
20μᾶλλον ἔοικεν, εἰδοποιεῖ δὲ ταῦτα καὶ κίρνησιν ἄλλη τις φύσις κυριωτέρα ἡ καὶ συνέχουσα ταῦτα καὶ ἑνοποιοῦσα. ἐκείνην οὖν μᾶλλον εἶναι τὴν ψυχὴν θετέον ἢ τὰ στοιχεῖα· τὸ γὰρ βέλτιον καὶ κρεῖττον ψυχή· κρεῖττον δὲ αἰεὶ τὸ συνέχον τοῦ σκεδαννυμένου. οἱ δὲ οὐκ αἰσχύνονται καὶ τοῦ νοῦ τὰ στοιχεῖα ποιοῦντες στοιχεῖα [τὸ γὰρ βέλτιον αἰεὶ ποιεῖ], ὥσπερ ἂν εἰ
25καὶ τοῦ τεχνίτου τὴν ὕλην· καίτοι γε εὔλογον τὸ βέλτιον εἶναι καὶ προ‐ γενέστατον καὶ κυριώτατον, οὐ τὰ στοιχεῖα. κοινῇ δὲ ἅπασιν ἄν τις τοῦτο ἐπικαλέσειεν, ὅτι μὴ περὶ πάσης λέγουσι τῆς ψυχῆς, ἀλλ’ οἱ μὲν ἐπὶ τὴν κινητικὴν δύναμιν αὐτῆς ἀπενεχθέντες τῶν λοιπῶν ὠλιγώρησαν, οἱ δὲ ἐπὶ τὴν καταληπτικὴν καὶ γνωριστικὴν, τὰς δ’ ἄλλας οὐ προσπεποίηνται. καί‐
30τοι γε ἔστι πολλὰ τῶν ζώων φανερῶς μὲν ἔμψυχα, μόνιμα δὲ κατὰ τόπον, ὥστε οὐκ ἂν ἔχοι τὴν κινητικὴν ψυχὴν ἧς οὐκ ἀπολαύει. δυοῖν τοίνυν θάτερον ἀναγκαῖον· ἢ γὰρ ἄψυχα ταῦτα θετέον, ἢ εἴπερ ἔμψυχα ὡς δοκεῖ, ζητητέον, τί δήποτε οὐ κινεῖται κατὰ τόπον, ἀλλὰ τρέφεται μὲν καὶ αὔξεται καὶ αἰσθάνεται, μεταβαίνει δὲ οὐκέτι. καίτοι ταύτας μὲν τὰς κινήσεις,
35λέγω δὲ τὴν αὔξησιν καὶ τὴν αἴσθησιν, εἰ καὶ κινεῖται ὡς ἔμψυχα, ἀλλ’ οὐχ
ὑπὸ μόνης τῆς ψυχῆς, ἀλλὰ συναίτια γίνεται αὐτοῖς καὶ τὰ ἔξωθεν, τοῦ34

5,3

35

μὲν τρέφεσθαι τὰ τρέφοντα, τοῦ δὲ αἰσθάνεσθαι τὰ αἰσθητά· τῆς δὲ κατὰ τόπον κινήσεως ἡ ψυχὴ μάλιστα κυρία εἶναι δοκεῖ. ὁμοίως δὲ καὶ ὅσοι τὸν νοῦν καὶ τὴν αἴσθησιν ἐκ τῶν στοιχείων ποιοῦσι καὶ μάλιστα ἰδίας εἶναι ὑπέλαβον τῆς ψυχῆς ταύτας τὰς δυνάμεις, ἀμελοῦσι τῆς φυτικῆς.
5ἐκ ποίας οὖν λέγεται ζῆν τὰ φυτά; οὐκ ἔχει γὰρ αἴσθησιν οὐδὲ νοῦν ταῦτα μέν γε οὐδὲ κίνησιν τὴν κατὰ τόπον. ὅταν δὲ δὴ καὶ ταὐτὸν λέγωσιν αἴσθησίν τε καὶ νοῦν, ὥσπερ Δημόκριτος, πῶς οὐ λέγουσι παρὰ τὰ λίαν ἐναργῆ; δῆλα γὰρ δὴ πολλὰ τῶν ζώων αἰσθήσεως μὲν κοινωνοῦντα, δια‐ νοίας δὲ μή. εἰ δ’ οὖν τις καὶ τοῦτο συγχωρήσειεν Ἀναξαγόρᾳ καὶ θείη
10τὸν νοῦν ἐνυπάρχειν ἁπάσῃ ψυχῇ, καὶ μέρος τι εἶναι ταύτης τῆς φύσεως, καὶ πᾶσαν εἶναι ψυχὴν ἐκ πασῶν τῶν δυνάμεων· (οὕτω γὰρ ἂν δόξειεν ὑπολαμβάνειν καὶ ὁ οὕτω λέγων
ἤδη γάρ ποτ’ ἐγὼ γενόμην κούρη τε κόρος τε
θάμνος τ’ οἰωνός τε)
15ὅμως οὐδ’ ἂν οὗτοι λέγοιεν καθόλου περὶ πάσης ψυχῆς· οὐδὲ γὰρ ἐπεξ‐ ίασιν ἁπάσαις ταῖς δυνάμεσιν, οὐδὲ περὶ ὅλης οὐδεμιᾶς διαλέγονται. τοῦτο δὲ πέπονθε καὶ ὁ λόγος ὁ λεγόμενος ἐν τοῖς καλουμένοις Ὀρφέως ἔπεσι· φησὶ γὰρ τῆς ψυχῆς μεταλαμβάνειν τὰ ζῶα παρὰ τὴν πρώτην ἀναπνοήν. πόθεν οὖν τὰ μὴ ἀναπνέοντα ζῇ; λέγω δὲ τὰ φυτὰ
20καὶ τὰ καλούμενα ζώφυτα καὶ τὰ ἔντομα. καὶ τοῦτο δὲ λέληθε τοὺς διὰ τοῦτο ἐκ τῶν στοιχείων ποιοῦντας τὴν ψυχήν, ἵνα γινώσκῃ τὰ ὄντα, ὡς οὐκ ἐχρῆν γε ἐξ ἁπάντων διὰ ταύτην τὴν αἰτίαν αὐτὴν συντιθέναι· ἱκανὸν γὰρ θάτερον μέρος τῆς ἐναντιώσεως ἑαυτό τε κρίνειν καὶ τὸ ἀντικείμενον· καὶ γὰρ τῷ εὐθεῖ καὶ τὸ εὐθὺ κρίνομεν καὶ τὸ καμπύλον· κριτὴς γὰρ
25ἀμφοῖν ὁ κανών, τὸ δὲ καμπύλον οὔτε καμπύλου κριτήριον οὔτ’ εὐθέος. Ἔστι δὲ καὶ ἑτέρα τις δόξα παρὰ τὰς εἰρημένας περὶ ψυχῆς, ἐν παντὶ τῷ ὄντι μεμῖχθαι λέγουσα τὴν ψυχὴν καὶ διὰ παντὸς διήκειν τοῦ κόσμου καὶ πᾶν αὐτοῦ μόριον ἔμψυχον εἶναι. διὰ γὰρ ταύτην τὴν δόξαν καὶ Θαλῆς ᾠήθη πάντα πλήρη θεῶν εἶναι. τοιοῦτον δὲ καὶ τὸ
30
μεσταὶ δὲ Διὸς πᾶσαι μὲν ἀγυιαί,
πᾶσαι δ’ ἀνθρώπων ἀγοραί· τάχα δὲ καὶ τοῖς ἀπὸ Ζήνωνος σύμφωνος ἡ δόξα, διὰ πάσης οὐσίας πεφοιτηκέναι τὸν θεὸν τιθεμένοις, καὶ ποῦ μὲν εἶναι νοῦν, ποῦ δὲ ψυχήν, ποῦ δὲ φύσιν, ποῦ δὲ ἕξιν· τάχα δὲ καὶ αὐτῷ Πλάτωνι· ‘ψυχὴν γάρ‘
35φησιν ‘εἰς τὸ μέσον θεὶς διὰ παντός τε ἔτεινε καὶ ἔτι ἔξωθεν τὸ σῶμα αὐτῇ περιεκάλυψεν.‘ ἔχει δὲ καὶ αὕτη ἡ δόξα πολλὰς ἀπορίας. διὰ τίνα γὰρ αἰτίαν ἐν μὲν τῷ ἀέρι καὶ τῷ πυρὶ ἐνυπάρχουσα ἡ ψυχὴ οὐ ποιεῖ ζῶον, ἐν δὲ τοῖς μικτοῖς; καίτοι φασὶ τὴν ἐν τῷ ἀέρι βελτίω, μηδὲ αὐτοῦ
τούτου τὴν αἰτίαν ἀποδιδόντες, διὰ τί βελτίων ἡ ἐν τοῖς ἁπλοῖς σώμασι35

5,3

36

ψυχὴ τῆς ἐν τοῖς συνθέτοις. ἀλλ’ ἀμφοτέρως γε ἄτοπόν τι καὶ παράλογον ἀπαντᾷ· καὶ γὰρ τὸ λέγειν ζῶον τὸ πῦρ ἢ τὸν ἀέρα τῶν παραβολωτέρων ἐστί, καὶ τὸ μὴ λέγειν ζῶα σώματα ἔμψυχα ὄντα οὐδὲν ἧττον καὶ αὐτὸ ἄτοπον. ὑπολαβεῖν δὲ ἐοίκασι τὴν ψυχὴν εἶναι ἐν ὅλοις τοῖς ἁπλοῖς σώ‐
5μασιν, οἷον ἐν ὅλῳ τῷ ἀέρι καὶ ἐν ὅλῳ τῷ ὕδατι, ὅτι ἑώρων ἕκαστον τούτων τοῖς ἑαυτοῦ μορίοις ὁμοειδές, ὥστε εἴπερ τὸ ἐν ἡμῖν ὕδωρ ἔμψυχον, καὶ τὸ πᾶν ὕδωρ· ὥσπερ γὰρ τὰ μόρια τῶν ἁπλῶν σωμάτων ἐναπολαμ‐ βανόμενα τοῖς ζώοις σύνθετα αὐτὰ ἐκ πάντων ποιεῖ, οὕτω καὶ τὰ μόρια τῆς ἑκάστου τῶν στοιχείων ψυχῆς ἔμψυχα αὐτὰ ἀπεργάζεται. ἆρ’ οὖν
10ὥσπερ τὸ σῶμα ὁμοειδὲς τοῦ ἀέρος τό τε ἐν ἡμῖν καὶ τὸ τοῦ ὅλου, οὕτω καὶ τῆς ψυχῆς τῆς ἐν τῷ ὅλῳ ἀέρι ὁμοειδὲς μόριον τὸ ἐν ἡμῖν; ἀλλὰ ὁμοειδὲς μὲν οὔ φασι· βελτίω γὰρ ἐκείνην καὶ ἀθανατωτέραν τιθέασιν. ἀνομοειδὲς δὲ εἴπερ εἴη, οὐκέτ’ ἂν αὐτοῖς ὁδῷ προβαίνοι τὸ εὔλογον τοῦ λόγου ᾧ ἠκολούθησαν, ὅτι διὰ τοῦτο ἔμψυχος ὁ ὅλος ἀήρ, ἐπειδὴ καὶ τὸ
15μόριον αὐτοῦ τὸ ἐν ἡμῖν, εἴπερ ἄλλο μὲν ἐν τούτῳ εἶδος ψυχῆς, ἄλλο δὲ ἐν ἐκείνῳ ἐστίν, καὶ τὸ μέν τι ὑπάρχει τῆς ψυχῆς εἶδος τῷ ἀέρι τῷ ἐν ἡμῖν, τὸ δέ τι οὐκέτι, ἀλλὰ τῷ ὅλῳ. ἢ οὖν οὐ ῥητέον τὴν μὲν ἐν τῷ ὅλῳ ἀέρι ἀθάνατον, τὴν δὲ ἐν ἡμῖν οὐκέτι, ἢ οὐδεμία ἀνάγκη, ὅσον ἐκ τῶν παρ’ αὐτῶν λεγομένων, ἐπειδὴ τὰ ἐν ἡμῖν στοιχεῖα ἔχει ψυχήν, καὶ
20τὰ ἐν τῷ παντὶ στοιχεῖα ἔμψυχα εἶναι. ταύτης δὲ τῆς λέξεως ὅτι μὴ κατεκράτησαν οἱ πρὸ ἡμῶν, ῥᾴδιον συνιδεῖν τοῖς βουλομένοις. ἄλλην οὖν αἰτίαν ζητητέον τοῦ γινώσκειν τὰ ὄντα τὴν ψυχὴν καὶ μὴ τὴν σύνθεσιν τὴν ἐκ τῶν στοιχείων, ἄλλον δὲ καὶ τρόπον κινήσεως αὐτῇ δοτέον, εἴπερ ἄρα ἀναγκαῖον αὐτῇ τὸ κινεῖσθαι, καὶ μὴ τούτων τινά, ὧν ὑπ’ αὐτῆς
25κινεῖται τὰ σώματα, μηδὲ ὅλως τὴν τοῦ ἀτελοῦς ἐντελέχειαν, ἀλλ’ εἴπερ τὴν ἐνέργειαν τοῦ τετελεσμένου. Ἐπειδὴ δὲ τὸ ἐπίστασθαι καὶ τὸ αἰσθάνεσθαι καὶ τὸ δοξάζειν τῷ ἀνθρώπῳ ὑπάρχει διὰ τῆς ψυχῆς, ἔτι δὲ τὸ θυμοῦσθαι καὶ τὸ ἐπιθυμεῖν καὶ τὸ βουλεύεσθαι, καὶ ὅλως ἡ δύναμις ἡ ὀρεκτική, γίνεται δὲ καὶ ἡ κατὰ
30τόπον κίνησις τοῖς ζώοις ὑπὸ τῆς ψυχῆς, πρὸς τούτοις δὲ αὔξησις καὶ ἀκμὴ καὶ φθίσις, ἀλλὰ αὔξησις μὲν καὶ ἀκμὴ προηγουμένως, φθίσις δὲ κατὰ συμβεβηκός, ὅταν περιῇ τῆς ἐπιρροῆς ἡ ἀπορροή· ταῦτα δὴ ἅπαντά τις ἐννοήσας τὰ ἔργα τῆς ψυχῆς καὶ ὁπόσην ἔχει πρὸς ἄλληλα διαφοράν, εἰκότως ἂν ἀπορήσειεν, πότερον ὅλῃ τῇ ψυχῇ τούτων ἕκαστον ἐνεργοῦμεν,
35καὶ πᾶσα ἡμῖν ὁμοίως αἰσθήσεώς τε αἰτία καὶ ἐπιστήμης καὶ δόξης καὶ ἐπιθυμίας καὶ θυμοῦ καὶ βουλήσεως καὶ τῶν ἄλλων ἃ διηρίθμηται, καὶ δι’
ὅλης ἑαυτῆς ταῦτα ἅπαντα ἀποδίδωσι· καὶ τὸ ζῆν δὲ πότερον ἐξ ἑνὸς36

5,3

37

τούτων ἐστὶν ἢ πλειόνων ἢ καὶ ἐκ πάντων, ἢ τούτων μὲν οὐδενός, ἄλλης δέ τινος αἰτίας συνυπαρχούσης. ὅπερ οὖν εἶπον, ἢ διὰ πάσης ἅπαντα, ἢ τὸ μέν τι μόριον αὐτῆς αἰσθητικόν, τὸ δὲ ἐπιστημονικόν, τὸ δὲ ἐπιθυμη‐ τικόν· ὡς δόξειεν ἂν ποιεῖν καὶ ὁ Τίμαιος ἄλλῳ μὲν ἐννοεῖν ἡμᾶς λέγων,
5ἄλλῳ δὲ ἐπιθυμεῖν, ἄλλῳ δὲ θυμοῦσθαι, καὶ διοικίζων γε ταῦτα τὰ μόρια τῆς ψυχῆς τὸ μὲν ἐν κεφαλῇ, τὸ δὲ ἐν καρδίᾳ, τὸ δὲ ἐν ἥπατι. τί οὖν δήποτε συνέχει τὴν ψυχὴν καὶ μίαν ποιεῖ καὶ μάλιστα, εἴπερ τοσοῦτον ἐξήλλακται αὐτῆς τὰ μόρια, ὅσονπερ καὶ αἱ ἐνέργειαι, ὧν αἱ πλείους οὐδὲ ἀλλήλων ἀντιλαμβάνονται; τί οὖν τὸ συνέχον τὰς τοσοῦτον διεστηκυίας
10δυνάμεις; οὐ γὰρ δὴ τὸ σῶμα συνέχει τὴν ψυχὴν καὶ ἑνοῖ· δοκεῖ γὰρ τοὐναντίον αὐτὸ μᾶλλον συνέχεσθαι ὑπὸ ψυχῆς· ἀπολιπούσης γοῦν αὐτὸ σκίδναται εὐθὺς καὶ διαπνεῖται καὶ διασήπεται. εἰ οὖν ἕτερόν τι μίαν αὐτὴν ποιεῖ, ἐκεῖνο μάλιστα ἂν εἴη ψυχή, δεήσει τε πάλιν κἀκεῖνο ζητεῖν ἆρα ἓν ἢ πολυμερές. εἰ μὲν γὰρ ἕν, διὰ τί οὐκ εὐθὺς καὶ ἡ ψυχὴ ἕν;
15αἰτίαν γὰρ ἀποδοτέον, δι’ ἣν ἐκεῖνο μὲν συνέχον τὰ διεστῶτα μέρη τῆς ψυχῆς ἕν, ψυχὴ δὲ αὐτὴ συνέχουσα τὰ τοῦ σώματος μόρια πολλῷ μᾶλλον διεστηκότα οὐχ ἕν. εἰ δὲ μεριστὸν ἐξ ἀνάγκης ἅπαν ὅπερ ἂν συνεκτικὸν ᾖ τοῦ μεριστοῦ, δηλονότι καὶ τὸ τὴν ψυχὴν συνέχον ὑπ’ ἄλλου τινὸς συσχεθήσεται, κἀκεῖνο ὑπ’ ἄλλου, καὶ οὕτω δὴ πρόεισιν ἐπ’ ἄπειρον, καὶ
20οὐ συστήσεται εἰς τὸ ἓν οὔτε ὁ λόγος οὔτε ἡ ψυχή· ἐπεὶ κἂν τῷ ὑπο‐ κειμένῳ τις μίαν αὐτὴν λέγῃ, πλείοσι δὲ χρῆσθαι δυνάμεσιν, ὥσπερ τὸ μῆλον τῷ μὲν ὑποκειμένῳ ἕν, διαφόρους δὲ ἔχει δυνάμεις, τὴν εὐωδίαν τὴν εὔχροιαν τὸ σχῆμα τὸ χρῶμα, ἀλλ’ οὐδ’ αὕτη γε ἡ ὑπόθεσις ἀναμφι‐ σβήτητος, καὶ μάλιστα κατ’ ἐκείνους, ὅσοι τὴν μέν τινα δύναμιν ἀθάνατον
25αὐτῆς ποιοῦσιν, τὰς δέ τινας θνητάς· ὅ μοι δοκοῦσιν ὑπειδόμενοι Πλάτων καὶ Ἀριστοτέλης, ὁ μὲν εὐθὺς ἐν τῇ συστάσει τὸν νοῦν τῶν ἄλλων διοικί‐ ζειν, ὁ δ’ ἐπεισκρίνεσθαι θύραθεν, ὅπως ἂν ὁ περὶ τῆς ἀφθαρσίας αὐτοῦ λόγος ὑπὸ τῶν φθαρτῶν εἴτε μερῶν εἴτε δυνάμεων μὴ διοχλῆται. τοῦτο γὰρ δὴ καὶ τοῖς ἐκ μερῶν αὐτὴν ποιοῦσιν ὁμοίως ἐμποδών, τὸ διηλλάχθαι
30τοσοῦτον αὐτῆς τὰ μέρη, ὅσον τὰ θνητὰ τῶν ἀθανάτων. χαλεπὸς δὲ ὢν ὁ λόγος κατ’ ἄμφω, καὶ εἰ πολυδύναμος εἴη καὶ εἰ πολυμερὴς ἡ ψυχή, ὅμως χαλεπώτερος, εἰ πολυμερής. εἰ γὰρ ὅλη ἡ ψυχὴ ὅλον τὸ σῶμα συνέχει, προσήκει δὴ καὶ τῶν μερῶν αὐτῆς ἕκαστον συνέχειν τι μέρος τοῦ σώματος· ποῖον δὲ μόριον ἢ πῶς ὁ νοῦς συνέξει, δύσκολον καὶ πλάσαι. καίτοι
35γε ὅτι τοῖς μέρεσι τοῖς τοῦ σώματος οὐ συνδιῴκισται τὰ μέρη τῆς ψυχῆς,
δῆλον μάλιστα ἐπὶ τῶν φυτῶν· οὐ γὰρ ἐν ταῖς ῥίζαις μὲν ἄλλο μόριον τῆς37

5,3

38

φυτικῆς ψυχῆς, ἐν τῷ στελέχει δὲ ἕτερον, καὶ ἕτερον αὖ ἐν τοῖς κλάδοις, ἀλλ’ ἐν ὅλῳ τῷ φυτῷ πᾶσα καὶ ἡ αὐτή. ζῇ γοῦν διατεμνόμενα, καὶ φυτευθέντα ὁμοειδὲς φυτὸν ἀποδίδωσιν. ὁρῶμεν δέ, ὅτι καὶ τῶν ζώων τινὰ τῶν ἐντόμων διακοπτόμενα ὅμως ἐπὶ πολὺ ζῇ καὶ κινεῖται ἑκατέρῳ χωρὶς τῶν μερῶν ὡς
5ἐνυπαρχούσης τῆς ψυχῆς, ἀριθμῷ μὲν οὐκέτι μιᾶς, (πῶς γὰρ ἐν τοῖς μέρεσι τοῖς διῃρημένοις;) εἴδει δὲ μιᾶς. πάσας γὰρ ἑκάτερον τῶν μερῶν τὰς δυνάμεις ἀποδίδωσιν ἐπί τινα χρόνον· καὶ γὰρ αἰσθανόμενα δῆλά ἐστι καὶ κινούμενα κατὰ τόπον. εἶδον δὲ ἐγὼ τοῦτο καὶ ἐπὶ ἰχθύων τινῶν συμ‐ βαῖνον ὡς δυσκάθεκτα εἶναι τὰ μέρη τοῦ ὅλου διακοπέντος· ἑτέρων δὲ
10οὐραὶ δῆλαί εἰσιν ἰλυσπώμεναι ἐπὶ πολύ, ἑτέρων δὲ τὸ ἄλλο σῶμα ἄνευ τῆς κεφαλῆς, ὥσπερ τῆς στρουθοῦ τῆς καταγαίου. ἐξ ὧν ἁπάντων δῆλόν ἐστιν, ὅτι ὁμοειδῆ τὰ μόρια τῆς ψυχῆς καὶ ἀλλήλοις καὶ τῇ ὅλῃ, ἀλλήλοις μὲν τὰ ἐν τοῖς μέρεσι τοῖς διῃρημένοις τοῦ σώματος, ὅλῃ δὲ τῇ πρὸ τῆς διαιρέσεως ἐνυπαρχούσῃ τῷ ζώῳ, καὶ φαίνονται ἐν ταὐτῷ μὲν ἅπασαι εἶναι
15καὶ περὶ ἕν τι ὑποκείμενον καὶ ἀχώριστοι ἀλλήλων, διαιρεῖσθαι δὲ ἡ ψυχὴ μὴ καθ’ ἑαυτήν, μηδὲ κατὰ τὰς ἰδίας δυνάμεις, ἀλλὰ κατὰ τὸν ὄγκον τοῦ σώματος, ἐν ᾧ ὑπάρχει. εἰ δὲ μὴ διατελεῖ τὰ μέρη τῶν ἐντόμων καὶ τῶν ἰχθύων ζῶντα καὶ κινούμενα, οὐδὲν θαυμαστόν· ὄργανα γὰρ αὐτοῖς οὐχ ὑπάρχει, ὥστε σώζειν τὴν φύσιν, ἀλλ’ οὐδὲν ἧττον ἑκατέρῳ τῶν
20μορίων ἅπαντα ὑπάρχει τὰ καὶ ἐν ὅλῳ τῷ σώματι προϋπάρχοντα μόρια τῆς ψυχῆς· τὰ δὲ δὴ φυτὰ καὶ διατελεῖ ζῶντα καὶ ὁλόκληρον ἀποδίδωσι τὴν ζωήν· οὐ γὰρ δὴ ἄξιόν γε ἀμφισβητεῖν περὶ τῆς φυτικῆς δυνάμεως, εἰ παρὰ ψυχῆς καὶ ψυχῆς ἐστὶν ἡ θρεπτικὴ καὶ αὐξητικὴ καὶ γεννητική· ἧς γὰρ μόνης κοινωνεῖ ψυχῆς τὰ ζῶα καὶ τὰ φυτά, αὕτη ἐστίν. πῶς
25οὖν ἡ αὐτὴ ἐν ζώῳ μὲν οὖσα ψυχή, ἐν φυτῷ δὲ οὔ; πόθεν δὲ τὸ ζῆν τοῖς φυτοῖς, εἰ μὴ παρὰ ψυχῆς; διαφέρει γοῦν καὶ ἐπὶ τούτων τὰ ζῶντα τῶν μὴ ζώντων τῷ δύνασθαι τρέφεσθαι καὶ αὔξεσθαι καὶ γεννᾶν. εἰ δὲ χωρίζεται ἐπὶ τῶν φυτῶν καὶ καθ’ ἑαυτὴν ἐνεργεῖ, οὐδὲν θαυμαστόν· καὶ γὰρ ἡ αἰσθητικὴ τῆς κινητικῆς κατὰ τόπον ἐπί τινων ζώων χωρίζεται,
30ἀλλ’ ὅμως ψυχή. μήποτε δὲ καὶ ᾗ ζῶμεν δυνάμει, αὕτη πρώτη ἐστίν, ὡς ὕστερον ἀκριβέστερον ἐπιδειχθήσεται.
31
32tΘΕΜΙΣΤΙΟΥ ΠΕΡΙ ΨΥΧΗΣ.
33tΛΟΓΟΣ ΤΡΙΤΟΣ.
34Ἃ μὲν παρὰ τῶν πρότερον εἴχομεν παραδεδομένα περὶ ψυχῆς,
35εἴρηται ἱκανῶς. νῦν δὲ ἀρχὴν ἄλλην ποιησάμενοι πειραθῶμεν αὐτοὶ διο‐38

5,3

39

ρίσαι τί ἐστι ψυχὴ καὶ τίς ἂν εἴη κοινότατος λόγος αὐτῆς, ὃς ἁπάσῃ τῇ ψυχῇ ἐφαρμόσει καὶ οὐ μόνῃ τῇ τοῦ ἀνθρώπου, εἰς οἵους λόγους οἱ πρὸ ἡμῶν οἱ μὲν ἄκοντες, οἱ δὲ ἑκόντες ὑπεφέροντο. λέγομεν δὴ γένος ἕν τι τῶν ὄντων τὸ πρῶτον καὶ κυριώτατον τὴν οὐσίαν, ταύτης δὲ τὸ μὲν ὡς
5ὕλην φαμέν, τὸ δὲ ὡς εἶδος, καὶ τρίτον τὸ ἐξ ἀμφοῖν. περὶ τούτων δὲ εἴρηται μὲν ἱκανῶς ἐν τοῖς περὶ τῶν ἀρχῶν τῆς ὅλης φύσεως, καὶ νῦν δὲ ὑπομνηστέον, ὅτι ἡ μὲν ὡς ὕλη οὐσία δυνάμει ἐστὶν οὐσία καὶ οὔπω τόδε τι καθ’ αὑτήν, ἀλλ’ οἷον εὐφυία πρὸς τοῦτο καὶ παρασκευὴ πρὸς τὸ γενέσθαι τόδε τι, τὸ δὲ εἶδος ἡ τελειότης καὶ ὥσπερ ἀναπλήρωσις τῆς
10εὐφυίας καὶ τοῦ δυνάμει πρὸς τὸ τέλος προαγωγή, καὶ τοῦτό ἐστι καθὸ λέγεται ἤδη τόδε τι. τρίτον δὲ ἦν τὸ ἐκ τούτων ὥσπερ συγκείμενον, ᾧ πάρεστι μὲν ὕλη, πάρεστι δὲ μορφή, καὶ τοῦτό ἐστι τὸ σύνολον, καὶ οὐκ ἔστι μόνως τῷ λόγῳ, ἀλλὰ καὶ τῇ αἰσθήσει τόδε τι, ἀπολαῦον τοῦ μὲν γίνεσθαι παρὰ τῆς ὕλης, τοῦ δὲ εἶναι παρὰ τοῦ εἴδους. ἀλλ’ οὖν
15λέγεται τηνικαῦτα τέλειον εἶναι καὶ ἐντελῶς ἔχειν, ἡνίκα ἂν ἀπολάβῃ τὴν οἰκείαν μορφήν, ἐφ’ ἣν ἐσπουδάκει. ταύτην οὖν τὴν μορφὴν καὶ τὸ εἶδος εἴ τις ἐντελέχειαν ὀνομάζοι, οὐ δικαίως ἂν συκοφαντοῖτο ὡς πάνυ ξένῳ τῷ ὀνόματι κεχρημένος. εἰ γὰρ τὰ προειρημένα ἀληθῆ, καὶ ἡ τελείωσις ἑκάστῳ παρὰ τοῦ εἴδους καὶ τὸ ἐντελῶς ἔχειν παρὰ τῆς μορφῆς, σημαίνοι
20ἂν οὐδὲν ἄλλο ἡ ἐντελέχεια ἢ τὴν ἕξιν τῆς τελειότητος. ἀλλὰ διχῶς γε ἡ ἐντελέχεια ἐφ’ ἑκάστου, ἡ μὲν ὡς ἐπιστήμη, ἡ δὲ ὡς τὸ θεωρεῖν, καὶ ἔστι τὸ μὲν ὡς ἕξις, τὸ δὲ ὡς ἔργον τῆς ἕξεως. ταῦτ’ οὖν ἀναμνήσαντες τοὺς ἀκροωμένους προαγάγωμεν εἰς τὸ ἐφεξῆς. Οὐσίαι τοίνυν μάλιστα δοκοῦσιν εἶναι τὰ σώματα, καὶ τούτων τὰ
25φυσικά, οἷον γῆ πῦρ ὕδωρ ἀήρ, καὶ ὅσα ἐκ τούτων ἡ φύσις ἀπεργάζεται· ταῦτα γὰρ τῶν ἄλλων ἀρχαί· κλίνη δὲ καὶ πρίων καὶ ἱμάτιον καὶ ὅλως τὰ τεχνικὰ συμβεβηκότος χώραν ἔχει πρὸς τὰ τῆς φύσεως. ἐπισυμβαίνει γὰρ τὸ μὲν ξύλοις, τὸ δὲ σιδήρῳ, τὸ δὲ ἐρίοις, καὶ πᾶν σῶμα τεχνικὸν ἐν ὑποκειμένῳ τῷ φυσικῷ θεωρεῖται. τὰ μὲν οὖν τεχνικὰ ἀφείσθω· τῶν
30δὲ φυσικῶν σωμάτων τὰ μὲν ἔχει ζωήν, τὰ δὲ οὐκ ἔχει. ζωὴν δὲ λέγο‐ μεν τὴν δι’ ἑαυτοῦ τροφήν τε καὶ αὔξησιν. δῆλον τοίνυν, ὅτι πᾶν σῶμα φυσικὸν μετέχον ζωῆς οὐσία, οὐσία δ’ οὕτως ὡς συνθετή, συνθετὴ δὲ ἐξ ὕλης καὶ εἴδους. ἐπεὶ τοίνυν οὐχ ἁπλῶς σῶμα τὸ ζωὴν ἔχον, ἀλλὰ σῶμα τοιονδὶ καὶ ἔστιν ἐν αὐτῷ τὸ μὲν σῶμα ὥσπερ ὑποκείμενόν τι καὶ ὕλη,
35τὸ δὲ τοιονδὶ ἡ μορφὴ καὶ τὸ εἶδος· οὐδεὶς γὰρ ἂν εἴποι τὸ σῶμα εἶδος
τοῦ ζῶντος σώματος· τοῦτο γὰρ ὑποκειμένου χώραν ἔχει καὶ ὕλης, καὶ ἡ39

5,3

40

διαφορὰ αὐτῷ πρὸς τὰ μὴ ζῶντα σώματα οὐχ ᾗ σῶμα, ἀλλ’ ᾗ τοιόνδε, τουτέστιν ᾗ ζῇ καὶ ψυχὴν ἔχει· ἀναγκαῖον ἄρα τὴν ψυχὴν εἶδος εἶναι καὶ ἐντελέχειαν καὶ οὕτως οὐσίαν ὡς εἶδος. Ὅτι γὰρ οὐ σῶμα ἡ ψυχὴ οὐδὲ ὑποκειμένου χώραν ἔχει, δέδεικται
5μὲν ἤδη καὶ πρόσθεν, οὐ χαλεπὸν δὲ καὶ νῦν ὑπομνῆσαι. τὰ γὰρ ἔμψυχα τῶν ἀψύχων διαφέρει μὲν τῷ ζωὴν ἔχειν, οὐ διαφέρει δὲ τῷ σώματα εἶναι, ὥστε οὐ σῶμα ἡ ζωή, οὐδ’ ἄρα ἡ ψυχή, ἡ τῆς ζωῆς ταύτης αἰτία. ἔτι καὶ ὧδε ταὐτὸν τοῦτο γένοιτ’ ἂν φανερόν. ἐπεὶ γὰρ ἐν τῇ συνθέτῳ οὐσίᾳ οὔτε ἄμφω ὑποκείμενα οἷόν τε εἶναι, οὔτε ἄμφω εἴδη, τὸ σῶμα δὲ
10ὑποκείμενον δῆλόν ἐστιν ἐν τῷ ὅλῳ (τὸ γὰρ ἀγόμενον καὶ πλασσόμενον καὶ μορφούμενον καὶ κρατούμενον καὶ ἕτοιμον πρὸς σκέδασιν καὶ φθοράν, εἰ μὴ συνέχοιτο ὑπὸ ψυχῆς, τοῦτό ἐστιν), ἀνάγκη πᾶσα [τὸ] εἶδος εἶναι τὴν ψυχὴν καὶ ἐντελέχειαν. καὶ γὰρ οὐδ’ ἂν ἄλλως ἔχοιμεν εἰπεῖν τὸ ζῶον ἐκ σώματος καὶ ψυχῆς, εἰ μὴ ὡς ἐξ ὕλης καὶ εἴδους. τριχῶς
15γὰρ τὸ ἐκ τῶνδε ὡς ἐνυπαρχόντων, φανερώτατα μὲν ὡς ἐκ τῶν μερῶν, ὅταν τὴν οἰκίαν ἐκ τῶν πλίνθων ἢ τῶν τοίχων λέγωμεν, καὶ τὸ ζῶον ἐξ ὀστέων καὶ σαρκός. εἷς μὲν δὴ τρόπος οὗτος. ἄλλος δέ, ὅταν ἐξ ὕδατος καὶ μέλιτος τὸ μελίκρατον, καὶ ὅλως ἐκ τῶν κερασθέντων τὸ κεκερασμένον. διαφέρει δὲ οὗτος τοῦ προτέρου, ὅτι ἐπ’ ἐκείνου μὲν καὶ τὰ μέρη καὶ τὸ
20ὅλον τόπῳ κεχώρισται, ἐπὶ δὲ τούτου τὰ κεχωρισμένα κατὰ τόπον οὔπω κέκραται· δοκεῖ μὲν γὰρ ἐν τῷ αὐτῷ τόπῳ καὶ τὸ ὅλον εἶναι καὶ τὰ μέρη, τῇ δὲ ἀληθείᾳ τὰ μὲν διέφθαρται, τὸ δὲ ἔστι. τρίτος δέ, ὅταν ἐκ τοῦ χαλκοῦ καὶ τοῦ σχήματος τὸν ἀνδριάντα φῶμεν, καὶ ἐκ τῶν πλίνθων καὶ ἐκ τῆς συνθέσεως τὴν οἰκίαν. ὥστε καὶ τὸ ζῶον ἐπειδή φαμεν ἐκ
25ψυχῆς καὶ σώματος, εἰ μὲν κατὰ τὸν πρῶτον τρόπον, οὐκ ἂν εἴη τὸ σῶμα ἔμψυχον ὅλον δι’ ὅλου, οὐδ’ ἂν αἰσθάνοιτο ὅλον δι’ ὅλου, οὐδ’ ἂν τρέ‐ φοιτο, ἀλλὰ παρακείσεται ἡ ψυχὴ ἢ ὅλη ὅλῳ τῷ σώματι, ἢ τὰ μόρια τοῖς μορίοις, ὅπερ οὐδὲ ἐννοῆσαι δυνατόν· καὶ εἰς τὸ ποσὸν συντελέσει τῷ ζώῳ ἡ ψυχή, οὐκ εἰς τὸ ποιόν, ὥσπερ τὰ μέρη τῷ ὅλῳ. οὐ μὴν
30οὐδὲ κατὰ τὸν δεύτερον τρόπον· οὐ γὰρ φθειρομένης τῆς ψυχῆς οὐδὲ φθειρομένου τοῦ σώματος τὸ ζῶον γίνεται, ἀλλὰ τοὐναντίον σώζοντος ἑκατέρου τὴν ἑαυτοῦ καὶ φύσιν καὶ ἐνέργειαν. λείπεται τοίνυν τὸν τρίτον τρόπον ἐκ ψυχῆς καὶ σώματος εἶναι τὸ ζῶον. ἦν δὲ οὕτω τὸ μὲν ὕλη, τὸ δὲ εἶδος, καὶ οὐ τὸ σῶμα τῆς ψυχῆς εἶδος· αὕτη ἄρα εἶδος τοῦ σώ‐
35ματος. ὥσπερ οὖν ἀνδριὰς ὀνομάζεται κατὰ τὴν μορφήν, οὕτω καὶ τὸ ζῶον· κατὰ γὰρ τὴν ψυχὴν τὸ μὲν ζῶον λέγεται, τὸ δὲ νεκρὸν εἶναι· ἅμα γὰρ ταύτῃ πάρεστι καὶ ἄπεστι τὸ ζῆν αὐτοῖς. εἶδος ἄρα τι καὶ ἐπὶ
τοῦ ζώου καὶ μορφὴ ἡ ψυχή.40

5,3

41

Αὕτη δὲ λέγεται διχῶς, ἡ μὲν ὡς ἐπιστήμη, ἡ δὲ ὡς τὸ θεωρεῖν, καὶ ἡ μὲν ὡς ἕξις, ἡ δὲ ὡς ἐνέργεια τῆς ἕξεως. καὶ ταύτην οὖν ἔστιν εὑρεῖν ἐπὶ τῆς ψυχῆς τὴν διπλόην· ὁ μὲν γὰρ ὕπνος οἷον ἕξις τις τῆς ψυχῆς, ἡ δὲ ἐγρήγορσις οἷον ἐνέργεια, καὶ οὐ τοῦτο λέγω, ὅτι ἐν τοῖς
5ὕπνοις σύμπασα παύεται ἡ ἐνέργεια τῆς ψυχῆς, μένει δὲ μόνη ἡ ἕξις (τὸ γὰρ θρεπτικὸν αὐτῆς καὶ ἡ δύναμις ἡ τοιαύτη ἀκοίμητος καὶ ἐν τοῖς ὕπνοις)· ἀλλὰ πολλαί γε δυνάμεις αὐτῆς καθευδόντων τῶν ζώων οὐκ ἐνερ‐ γοῦσι, λέγω δὲ τὴν αἰσθητικὴν καὶ τὴν κατὰ τόπον κινητικήν. ἐντελέχεια οὖν ἡ ψυχὴ τοῦ ζωὴν ἔχοντος σώματος καὶ ὡς ἡ πρώτη, οὐχ ὡς ἡ
10δευτέρα. προτέρα γὰρ τῇ γενέσει ἐπὶ τοῦ αὐτοῦ ἡ ἐπιστήμη· πρότερον γὰρ λαμβάνει τὴν ἐπιστήμην Σωκράτης, εἶθ’ οὕτω θεωρεῖ. ὁ οὖν λέγων, ὅτι εἴπερ ἐντελέχεια ἡ ψυχή, οὐκ ἂν ὕπνος ἐγένετο, θαυμαστός, εἰ μὴ συνίησι τὰ διαρρήδην ὑπ’ Ἀριστοτέλους λεγόμενα· ἐν γὰρ τῷ ὑπάρχειν, φησί, τὴν ψυχὴν καὶ ὕπνος καὶ ἐγρήγορσις. ἀλλ’ ἐκεῖνό γε ἐπι‐
15σκεπτέον· ὅταν γὰρ προσθῶμεν τῇ ἐντελεχείᾳ τὴν πρώτην, μήποτε τὴν μὲν ἄλλην ψυχὴν ὁ λόγος περιλαμβάνῃ, τὴν θρεπτικὴν δὲ οὐκέτι· ἐπ’ ἐκείνης γὰρ οὐ χωρίζεται ἡ ἕξις τῆς ἐνεργείας. ἢ ὅπου μὲν ἡ ἐνέργεια, πάντως καὶ ἡ ἕξις, καὶ μάλιστα ἐν τοῖς φυσικοῖς, ἃ γίνεται οὐκ ἔξωθέν τινος ἐπιστατοῦντος οὐδὲ διδάσκοντος· ὅπου δὲ ἡ ἕξις, οὐ πάντως καὶ ἡ
20ἐνέργεια, ὥστε ὁ πρώτην ἐντελέχειαν ὁριζόμενος τὴν ψυχὴν ἁπάσας τὰς δυνάμεις περιλαμβάνει. ἐν γὰρ τοῖς ὕπνοις τῶν μὲν ἡ ἕξις ἐστὶ μόνη, τῆς θρεπτικῆς δὲ μετὰ τῆς ἕξεως ἡ ἐνέργεια. Τί μὲν οὖν ἐστὶν ἡ ψυχὴ κατὰ τὸ γένος, εἴρηται· οὐσία γὰρ ἡ κατὰ τὸν λόγον καὶ ἐντελέχεια ἡ πρώτη. τίνος δὲ αὕτη, λοιπὸν ἀποδοῦναι. ὅτι
25μὲν δὴ σώματος, δῆλον· ὁποίου δέ, σαφέστερον ἐφεξῆς διοριστέον. φαίνεται δὴ τῶν σωμάτων τὰ μὲν εἶναι φυσικά, τὰ δ’ οὔ, λέγω δὲ φυσικὰ μὲν ὅσα ἔχει καθ’ ἑαυτὰ κινήσεως ἀρχήν, οἷον γῆ καὶ ὕδωρ καὶ φυτὰ καὶ ζῶα, οὐ φυσικὰ δὲ ὅσα μὴ ἔχει, οἷον κλίνη καὶ ναῦς καὶ ἱμάτιον. καὶ ταῦτα διώρισται σαφῶς καὶ ἡμῖν καὶ πρώτῳ Ἀριστοτέλει ἐν τοῖς περὶ τῶν
30ἀρχῶν τῆς ὅλης φύσεως. τῶν δὲ φυσικῶν τὰ μὲν ἔχει ζωήν, τὰ δὲ οὐκ ἔχει. τίνα δὲ λέγομεν τὴν ζωήν, ἔφθημεν εἰπόντες, ὅτι τὴν δι’ ἑαυτοῦ τροφήν τε καὶ αὔξησιν. ταῦτα δὲ ἦν τὰ ζῶα καὶ τὰ φυτά· τὰ γὰρ λεγό‐ μενα στοιχεῖα φυσικὰ μέν, ὅτι κινήσεως ἀρχὴν ἔχει, οὐ ζῶντα δέ, ὅτι μὴ τρέφεται δι’ ἑαυτῶν· ἡ γὰρ τῶν λίθων αὔξησις ὁμώνυμος, ὅτι προσθήκη,
35ἢ εἴπερ καὶ οἱ λίθοι διόλου αὔξονται, εἴη ἂν καὶ ἐν τούτοις εἶδος ζωῆς, ἀλλὰ λίαν γε ἀμυδρᾶς· ἐπεὶ καὶ γεννᾶν τινὲς λίθοι λέγονται, ὡς Κλέαρχός φησιν. ἀλλὰ καὶ ἐπὶ τούτων ἢ ὁμώνυμος ἡ γένεσις ἢ ἄλλον τρόπον· πολλαχοῦ γὰρ ἡ φύσις δήλη γίνεται κατὰ σμικρὸν μεταβαίνουσα, ὥστε ἀμφισβητεῖσθαι ἐπί τινων, πότερον ζῶον ἢ φυτόν, καὶ πότερον φυτὸν ἢ
40λίθος. ἀλλ’ ἐπεὶ τῶν σωμάτων τὰ μὲν φυσικὰ τὰ δὲ οὐχί, καὶ τῶν41

5,3

42

φυσικῶν τὰ μὲν ἔχει ζωὴν τὰ δὲ οὐχί, οὔτε παντὸς σώματος ἐντελέχεια ἡ ψυχή, ἀλλὰ τοῦ φυσικοῦ, οὔτε παντὸς φυσικοῦ, ἀλλὰ τοῦ καὶ ζῶντος. πᾶν δὲ τὸ ζωῆς μετέχον ὀργανικόν, λέγω δὲ ὅσα θνητὰ καὶ ἐν γενέσει· πάντα γὰρ ταῦτα προσδεῖται τροφῆς καὶ οὐδὲν αὐτῶν γέγονε καὶ ἔστιν
5ἁπλῶς, ἀλλ’ αἰεὶ καὶ συνεχῶς γίνεται τῆς τοιαύτης ψυχῆς οὐ δυναμένης ποτὲ ἠρεμῆσαι· διόπερ ὀργάνων προσδεῖται τῶν πρὸς τοῦτο διακονούντων. καὶ ἐπὶ μὲν τῶν ζώων δῆλον, στόμα γὰρ καὶ γαστὴρ καὶ φλέβες καὶ τὰ λοιπὰ ὄργανα τῆς τροφῆς· ἐπὶ δὲ τῶν φυτῶν τὸ ἀνάλογον θηρευτέον ἐκ τῶν ἔργων· αἱ μὲν γὰρ ῥίζαι τῷ στόματι ἀνάλογον (ἄμφω γὰρ ἕλκει τὴν
10τροφήν), ἶνες δὲ καὶ ἐντεριῶναι φλεψί, καὶ φλοιὸς μὲν καὶ ξύλον ὥσπερ ὀστοῦν καὶ σάρξ, τὸ φύλλον δὲ οἷον σκέπασμα περικαρπίου, τὸ δὲ περι‐ κάρπιον καρποῦ, λέγω δὲ περικάρπιον μέν, ᾧ τὰ σπέρματα ἀμφιέννυσιν ἡ φύσις, εἴτε ἐδώδιμον τοῦτο εἴτε καὶ μὴ, καρπὸν δὲ τὸ σπέρμα. εἰ δή τι κοινὸν ἐπὶ πάσης ψυχῆς δεῖ λέγειν, εἴη ἂν ἡ ψυχὴ ἐντελέχεια ἡ πρώτη
15σώματος φυσικοῦ ὀργανικοῦ. διὸ καὶ οὐ δεῖ ζητεῖν, πῶς ἓν ὁ κηρὸς καὶ τὸ σχῆμα, οὐδ’ ὅλως τὴν ἑκάστου ὕλην καὶ τὸ ἐπικείμενον αὐτῇ πῶς ἕν· ὥσπερ γὰρ τὸ εἶναι παρὰ τοῦ εἴδους, οὕτω καὶ τὸ ἓν παρ’ ἐκείνου. πολλα‐ χῶς δὲ καὶ τὸ εἶναι καὶ τὸ ἓν εἶναι (δεκαχῶς γάρ)· ἀλλ’ ὅμως ἐφ’ ἁπάντων τὸ εἶδος ἀμφοῖν αἴτιον καὶ ἣν λέγομεν ἐντελέχειαν. οἷον εἰ φυσικὸν
20σῶμα ὁ πέλεκυς ἦν καὶ τὸ εἶδος τοῦτο εἶχεν, ὡς δύνασθαι τέμνειν οὐ παρὰ τῆς τέχνης ἀλλὰ παρὰ τῆς φύσεως, ζῶον ἂν ἦν, καὶ τὸ μὲν σῶμα αὐτοῦ ὁ σίδηρος, ἡ ψυχὴ δὲ τὸ τοιόνδε σχῆμα καὶ ἡ ἀκμὴ καὶ τὸ τέμνειν· τοῦτο γὰρ ἦν τὸ πελέκει εἶναι· ἀμβλυνθέντος δὲ καὶ μεταβαλόντος τὸ σχῆμα οὐκέτι πέλεκυς ἀλλ’ ὁμωνύμως, ὥσπερ οὐδὲ Σωκράτης ἄνθρωπος μετὰ τὸ
25κώνειον ἀλλ’ ὁμωνύμως. νῦν δὲ κἂν σώζηται ἡ μορφή, πέλεκυς μέν ἐστι, ζῶον δὲ οὐκ ἔστιν· οὐ γὰρ τεχνικοῦ ὀργάνου τὸ εἶδος καὶ ὁ λόγος ἡ ψυχή, ἀλλὰ φυσικοῦ ζωὴν ἔχοντος, τοῦτο δὲ ἦν τὸ ὀργανικόν. εἰ δὲ ἀντὶ τοῦ ὀργανικοῦ τὸ δυνάμει ζωὴν ἔχοντος ἐθέλοις λαμβάνειν, ληπτέον ἐνταῦθά σοι δυνάμει τῇ παρούσῃ, ᾗ δὴ ὑποβέβληται ἐνέργεια, ὡς λέγεται δυνατὸν
30εἶναι βαδίζειν, ὅ τι βαδίζει, καὶ ὅλως δυνατὸν εἶναι, ὅ τι ἤδη ἐστὶ κατ’ ἐνέργειαν· ἦν γὰρ καὶ οὗτος ὁ τρόπος τοῦ δυνατοῦ, ὥσπερ εἴρηται ἐν τοῖς περὶ προτάσεων. τοῦ ζῶντος οὖν ἤδη καὶ τοῦ οὕτω ζῆν δυναμένου ὡς ἐντελέχεια πρώτη ἡ ψυχή, τοῦτο δὲ ἦν τὸ σύνθετον καὶ τὸ ἐξ ἀμφοῖν, ὅπερ οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ ζῶον· τὰ γὰρ εἴδη γίνεται μὲν ἐν τῇ ὕλῃ, οὐκ ἔστι δὲ
35εἴδη τῆς ὕλης, ἀλλὰ τοῦ συνθέτου· τούτων γὰρ ἕκαστον ἤδη τόδε τι. ἐξήγησιν οὖν τὸ ὀργανικὸν νομιστέον τοῦ δυνάμει ζωὴν ἔχοντος, καὶ οὐχ ὡς ἄλλο μὲν τούτου, ἄλλο δὲ ἐκείνου σημαίνοντος. θεώρει δὲ καὶ ἐπὶ τῶν μερῶν τὸ λεχθέν. εἰ γὰρ ἦν ὁ ὀφθαλμὸς ζῶον, [ἡ] ψυχὴ ἂν αὐτοῦ ἡ ὄψις ἦν·
αὕτη γὰρ οὐσία ὀφθαλμοῦ καὶ εἶδος καὶ μορφή, ὁ δὲ ὀφθαλμὸς τὸ σύνολον,42

5,3

43

τὸ δὲ σῶμα τοῦ ὀφθαλμοῦ ὕλη τῆς ὄψεως, ἧς ἀπολιπούσης οὐκέτ’ ὀφθαλ‐ μὸς πλὴν ὁμωνύμως, καθάπερ ὁ λίθινος καὶ ὁ γεγραμμένος. δεῖ δὴ λαβεῖν τὸ ἐπὶ μέρους λεχθὲν ἐφ’ ὅλου τοῦ ζῶντος σώματος· ἀνάλογον γὰρ ἔχει τὸ μέρος πρὸς τὸ μέρος, τουτέστιν ἡ ὄψις πρὸς τὸν ὀφθαλμόν, καὶ ἡ ὅλη αἴσθησις
5πρὸς τὸ ὅλον σῶμα τὸ αἰσθητικόν, καὶ ἡ ψυχὴ πρὸς τὸ ἔμψυχον σῶμα. δῆλον τοίνυν ἐκ τῶν εἰρημένων, ὡς οὔτε τοῦ νεκροῦ σώματος ἐντελέχεια ἡ ψυχή, οὔτε τοῦ σπέρματος· τὸ μὲν γὰρ οὐκ ἔχει ζωήν, τὸ δὲ οὐδέπω, καὶ τὸ μὲν οὔτε δύναται ζῆν ἔτι, τὸ δὲ δύναται μὲν ἀλλ’ ὕστερον. καὶ τὸ δυνάμει ἐπ’ αὐτοῦ, ὅτι δύναται γενέσθαι ὀργανικὸν καὶ δέξασθαι ζωήν·
10ὥσπερ γὰρ ὁ σίδηρος ὁ ἀμόρφωτος δυνάμει πρίων, ὅτι δέξασθαι δύναται τοιόνδε σχῆμα, ἀλλ’ ὅμως οὐδέπω πρίων, ἀλλ’ ἡνίκα ἂν μορφωθῇ καὶ ἔχῃ τὸ σχῆμα τὸ τμητικόν, οὕτω καὶ τὸ σπέρμα δυνάμει ζῶον, ὅτι δύναται γενέσθαι ὀργανικὸν σῶμα, ἀλλ’ ὅμως οὐδέπω ζῶον, ἀλλ’ ἡνίκα ἂν δι’ αὑτοῦ τρέφεσθαι δύνηται. ὡς μὲν οὖν ἡ πρίσις καὶ ἡ ὅρασις, οὕτω καὶ
15ἡ ἐγρήγορσις ἐντελέχεια· ὡς δὲ ἡ τοιάδε κατασκευὴ καὶ ἡ ἕξις, ἀφ’ ἧς τὸ πρίειν καὶ τὸ ὁρᾶν, οὕτως ὁ ὕπνος. τούτων δὲ τὸ μὲν ἡ πρώτη ἦν ἐντελέχεια, τὸ δὲ ἡ δευτέρα. ψυχὴ μὲν οὖν ἄμφω αἱ ἐντελέχειαι καὶ μᾶλλον ἡ πρώτη, τὸ δὲ σῶμα τὸ ὑποκείμενον. πάλιν δὲ ὥσπερ ἐκεῖ ὁ πρίων, ὅτε σίδηρος ἦν καὶ τὸ τοιονδὶ σχῆμα ὁμοῦ, καὶ ὀφθαλμὸς αὖθις ἥ
20τε κόρη καὶ ἡ ὄψις, οὕτω καὶ τὸ ζῶον ἥ τε ψυχὴ ὁμοῦ καὶ τὸ σῶμα. ὅτι μὲν οὖν οὐκ ἔστιν ἡ ψυχὴ χωριστὴ τοῦ σώματος, ἢ ὅλη, εἴπερ ὅλη εἶδος τοιοῦτον, οἷον ἦν καὶ τὸ σχῆμα τοῦ σιδήρου, ἢ μέρη τινὰ αὐτῆς εἰ μεριστὴ πέφυκεν, οὐκ ἄδηλον· ἐνίων γὰρ μερῶν τοῦ σώματος ἔνια μέρη τῆς ψυχῆς προφανῶς ἐντελέχεια καὶ τελειότης, ὥσπερ ἡ ὄψις τοῦ ὀφθαλμοῦ.
25οὐ μὴν ἀλλ’ ἔνιά γε οὐδὲν κωλύει τῶν μερῶν τῆς ψυχῆς δύνασθαι καὶ χωρίζεσθαι τοῦ σώματος, ὅσα μήτε ὅλου τοῦ σώματος μήτε μερῶν τινῶν τοιαύτη ἐστὶν ἐντελέχεια, ὡς τὸ σχῆμα καὶ ἡ μορφή. οὕτω δὲ καὶ ὁ νοῦς ἔχειν δοκεῖ. οὔπω γὰρ δῆλον, εἰ καὶ οὗτος σώματός τινος ἐντελέχεια ἄρα τοιαύτη ὥστε ἀχώριστος εἶναι, ἢ ὥστε χωρίζεσθαι, ὥσπερ ὁ κυβερνήτης
30τοῦ πλοίου. οὗτος γὰρ ἐντελέχεια μέν, ἀλλὰ χωριστή. τάχα δὲ καὶ περὶ πάσης τῆς ψυχῆς τύπῳ μὲν ἤδη διώρισται, ἀκριβῶς δὲ οὔ· ἀλλ’ ὑπογραφῇ προσέοικε τέως ὁ λόγος, ἕως ἂν ἐπέλθωμεν πάσαις τῆς ψυχῆς ταῖς δυνά‐ μεσιν· οὕτω γὰρ ἂν γένοιτο δῆλον, εἴτε ὅλη χωριστὸν εἶδος τοῦ σώματος, εἴτε τὰ μέν τινα μέρη χωριστὰ αὐτῆς, τὰ δὲ οὔ.
35 Λέγωμεν οὖν, ὃ πολλάκις εἰώθαμεν λέγειν, ὅτι τὸ πρὸς ἡμᾶς σαφὲς καὶ τὸ πρὸς τὴν φύσιν τοὔμπαλιν ἔχει, καὶ τὰ μὲν σύνθετα ἡμῖν σαφῆ, τὰ δὲ ἁπλᾶ τῇ φύσει. καὶ τῷ λόγῳ πρότερον οὖν προϊτέον ἀπὸ τῶν ἡμῖν φανερῶν ἐπὶ τὰ τῇ φύσει τοιαῦτα, ὥστε καὶ περὶ ψυχῆς ὁμοίως
ὑποληπτέον, αὐτὴν μὲν ἁπλῆν, τὸ δὲ ζῶν σῶμα τὸ σύνθετον εἶναι. ἐκ43

5,3

44

τούτου οὖν ἐπ’ ἐκείνην ἡμῖν βαδιστέον. οὕτω γὰρ γένοιτο ἂν ἡμῖν ὁ ὁρισμὸς οὐ τὸ τί μόνον δηλῶν, ὅπερ οἱ πλεῖστοι τῶν ὅρων ποιοῦσιν, ἀλλὰ καὶ τὴν αἰτίαν ἐνσημαινόμενος. νῦν δ’ ὥσπερ συμπεράσματα ἀποδείξεων οἱ πλείους τῶν ὅρων εἰσίν, οἷον τί ἐστι τετραγωνισμός; τὸ ἴσον ἑτερομήκει
5τετράγωνον κατασκευάσασθαι· καὶ οὗτος μὲν ὥσπερ συμπέρασμα, ὁ δὲ λέγων ὅτι ἐστὶ τετραγωνισμὸς μέσης εὕρεσις, τοῦ πράγματος λέγει τὸ αἴτιον. λέγομεν οὖν ἀρχὴν ποιησάμενοι φανερωτέραν ἡμῖν πρὸς τὴν εὕρεσιν τῶν ἀφανεστέρων. Διώρισται δὴ τὸ ἔμψυχον τοῦ ἀψύχου τῷ ζῆν, πολλὰς δὲ ἐχούσης
10δυνάμεις τῆς ψυχῆς, ἃς πολλάκις ἀπηριθμήσαμεν, πρὸς μὲν τὸ ζῆν αὐτὸ ἀποχρῶσαν καὶ μίαν ὁρῶμεν, οἷον τὴν καλουμένην φυτικήν, ἧς ἔργα πρῶ‐ τον μὲν τὸ θρέψαι, δεύτερον δὲ τὸ αὐξῆσαι, τελευταῖον δὲ τὸ γεννῆσαι. διὸ καὶ τὰ φυόμενα πάντα δοκεῖ ζῆν· φαίνεται γὰρ ἐν ἑαυτοῖς ἔχοντα δύναμιν καὶ ἀρχὴν τοιαύτην, δι’ ἧς κινεῖται ἅμα ἐπὶ τοὺς ἐναντίους τόπους·
15τὸ γὰρ αὐξανόμενον ἅμα τοῖς κλάδοις ἐπὶ τὸν ἄνω τόπον αὐξάνεται καὶ ταῖς ῥίζαις ἐπὶ τὸν κάτω, ὅπερ οὐδενὶ τῶν μὴ ζώντων φυσικῶν δὲ σωμά‐ των συμβαίνει, ἀλλὰ μοναχῶς τούτων ἡ κίνησις· τὰ δὲ φυτὰ οὐκ αὔξεται μόνον ἐπὶ τοὺς ἐναντίους τόπους, ἀλλὰ καὶ φθίνει καὶ μειοῦται. ἀλλ’ οὖν πρὸς τὸ ζῆν ἀποχρῶσά ἐστιν ἡ δύναμις αὕτη ἡ καλουμένη φυτική, καὶ
20ταύτης μάλιστα τὸ θρεπτικὸν μέρος· πολλὰ γὰρ μήτε αὐξανόμενα ἔτι μήτε γεννῶντα ὅμως ζῇ καὶ φυτὰ καὶ ζῶα. χωρίζεσθαι δὲ αὕτη μὲν ἡ δύναμις τῶν ἄλλων δύναται, αἱ δὲ ἄλλαι ταύτης οὐχ οἷαί τε, λέγω δὲ ἔν γε τοῖς θνητοῖς, ἐπεὶ ταῖς γε φύσεσι ταῖς θειοτέραις εἰκὸς εἶναι τὸν νοῦν οὐκ ἄνευ φυτικῆς μόνης, ἀλλὰ καὶ τῶν ἄλλων δυνάμεων. ὅτι δὲ ἐπὶ τῶν
25θνητῶν χωρίζεται αὕτη ἡ δύναμις, φανερὸν ἐκ τῶν φυομένων· οὐδεμία γὰρ αὐτοῖς ὑπάρχει δύναμις ἄλλη ψυχῆς. τὸ μὲν οὖν ζῆν διὰ τὴν ἀρχὴν ταύτην ὑπάρχει πᾶσι τοῖς ζῶσι, τὸ δὲ ζῶον διὰ τὴν αἰσθητικὴν πρώτως. καὶ γὰρ τὰ μὴ κινούμενα κατὰ τόπον, ἔχοντα δὲ αἴσθησίν τινα, ὥσπερ τὰ ὄστρεα, ἤτοι ζώφυτα ἢ καὶ ζῶα. αἰσθήσεως δὲ πρώτη πᾶσιν ὑπάρχει
30τοῖς ζῶσιν ἁφή. ὥσπερ δὲ τὸ θρεπτικὸν δύναται χωρίζεσθαι τῆς αἰσθή‐ σεως, οὕτως αὖ πάλιν ἡ ἁφὴ τῶν λοιπῶν αἰσθήσεων χωρίζεται ἐπὶ τῶν ζωφύτων, καὶ ταύτην ἅπαντα φαίνεται τὴν αἴσθησιν ἔχειν, λέγω δὲ τὴν ἁπτικήν· δι’ ἣν δὲ αἰτίαν ἡ μὲν φυτικὴ τῆς αἰσθητικῆς, ἡ δὲ ἁφὴ τῶν ἄλλων αἰσθήσεων χωρίζεσθαι δύναται, ὕστερον ἐροῦμεν.
35 Ὅτι δὲ τῆς αἰσθήσεως προσγενομένης οὐκέτι φυτόν, ἀλλὰ ζῶον ἤδη, φανερὸν ἐκ τῶν ὀνομάτων, οἷς χρώμεθα πρὸς τὴν δήλωσιν τούτων τῶν
πραγμάτων. ζῆν μὲν γὰρ ἄμφω καὶ τὰ φυτὰ καὶ τὰ ζῶά φαμεν, ὅτι44

5,3

45

τρέφεται ἐξ αὑτῶν, ζῶα δὲ οὐκέτ’ ἄμφω καλεῖται, ὅτι οὐκ ἄμφω αἰσθά‐ νεται, ἀλλὰ τὸ μὲν φυτόν, τὸ δὲ ζῶον. τὸ δὲ ζῆν ἐπ’ ἀμφοτέρων οὐχ ὁμώνυμον, ὡς οἴονταί τινες, ὅτι τὸ μέν ἐστι φύσει χρῆσθαι, τὸ δὲ ψυχῇ. εἰ γὰρ τὸ τρέφειν καὶ αὐξάνειν φύσεώς ἐστι καὶ οὐ ψυχῆς, ἤτοι ῥητέον
5μηδὲ ζῆν ἡμᾶς, ὅταν μὴ αἰσθανώμεθα, ἢ δύο ζωὰς ἡμῖν ὑπάρχειν, ὧν ἑκάτερον ἄτοπον. ἔτι δὲ καὶ πολλὰ κινούμενα κατὰ φύσιν, ὥσπερ τὰ ἁπλᾶ, φύσει μὲν χρῆται, οἷον γῆ καὶ ὕδωρ, ζῆν δὲ οὐ λέγεται, ὥστε οὐκ ἂν εἴη τὸ φύσει χρῆσθαι τὸ ζῆν, ἀλλὰ τὸ ψυχῇ καὶ ταύτης τῷ πρώτῳ καὶ θρεπτικῷ. πῶς δὲ ὁμολογούμενον τὸ μὲν γεννητικὸν μέρος αὐτοὺς ποι‐
10εῖν ψυχῆς μέρος, τὴν φυτικὴν δὲ αὐτὴν δύναμιν, ἧς ἔργον καὶ τέλος τὸ γεννῆσαι, μηκέτι λέγειν ψυχήν, ἀλλὰ φύσιν; ῥητέον τοίνυν καὶ τὰ φυτὰ ψυχῆς μόριον ἔχοντα καὶ ζῆν καὶ ἔμψυχα εἶναι, ζῶα δὲ οὐκέτι. καὶ τού‐ του λόγον οὐκ ἀπαιτητέον διὰ τί ζῶντα οὐ ζῶα λέγεται, ἀλλ’ ἐπικλητέον τὴν κοινὴν συνήθειαν μόνον, ὅτι ζῆν μὲν τὰ φυτὰ λέγομεν, ζῶα δὲ μὴ
15εἶναι· οὐδὲ γὰρ τὸν τρέχοντα πάντα δρομέα, οὐδὲ τὸν παλαίοντα παλαιστήν, ἀλλὰ τῆς τελειοτέρας τοῦ πράγματος ἕξεως ταῦτα ὀνόματα. μέσος τοίνυν Πλάτωνος καὶ τῶν ἀπὸ τῆς στοᾶς Ἀριστοτέλης, ἔμψυχα μὲν τὰ φυτὰ λέγων, ζῶα δὲ μή· ἐκείνων δὲ ὁ μὲν ἄμφω, οἱ δὲ οὐδέτερον. Ὅτι μὲν οὖν τὰς πρώτας ταύτας δυνάμεις, καθ’ ἃς ἔμψυχα λέγεται
20καὶ ζῶα, λέγω δὲ τήν τε φυτικὴν καὶ τὴν αἰσθητικήν, ἐντελεχείας εἶναι σώματος φυσικοῦ ὀργανικοῦ ἀναγκαῖον, οὐ πολλοῦ ἂν δεοίμεθα λόγου· ἀλλ’ ἐπειδὴ καὶ ἑτέρων ἐστὶν ἡ ψυχὴ δυνάμεών τε καὶ ἔργων ἀρχή, λέγω δὲ ὀρέξεως διανοίας κινήσεως τῆς κατὰ τόπον, ἐπεξιτέον ἁπάσαις, εἴτε καὶ ταύτας ἐντελεχείας εἶναι παραπλησίως ταῖς εἰρημέναις ἐστὶν ἀναγκαῖον, ἢ
25τὰς μὲν τὰς δ’ οὔ· τοῦτο δὲ γένοιτο ἂν φανερόν, εἰ πρότερον διακρίναιμεν, πότερον ἑκάστη τούτων τῶν προειρημένων δυνάμεών ἐστι ψυχὴ καθ’ ἑαυτήν, ἢ μόριόν τι ψυχῆς, καὶ εἰ μόριον, πότερον οὕτως, ὥστε εἶναι χωριστὸν τῷ λόγῳ μόνον, ἢ καὶ τόπῳ. περὶ μὲν οὖν τινῶν οὐ χαλεπὸν ἰδεῖν, ὅτι λόγῳ μὲν κεχώρισται, τόπῳ δὲ οὔ· τὸ γὰρ θρεπτικὸν καὶ αὐξητι‐
30κὸν καὶ γεννητικὸν οὔτε ἐπὶ τῶν ζώων κεχώρισται, οὔτε μᾶλλον ἐπὶ τῶν φυτῶν, ἀλλὰ διὰ παντὸς τοῦ σώματος τῶν τριῶν ἅμα πεφοίτηκεν ἡ τοι‐ αύτη ἀρχή. δῆλον δέ, ὅτι καὶ διαιρούμενα ζῇ καὶ κεχωρισμένα ἀπ’ ἀλλή‐ λων, ὡς οὔσης τῆς ἐν αὐτοῖς ψυχῆς ἐντελεχείᾳ μὲν μιᾶς ἐν ἑκάστῳ φυτῷ, δυνάμει δὲ πλειόνων. ὁμοίως δὲ καὶ τὸ αἰσθητικὸν τοῦ κινητικοῦ χαλεπὸν
35τόπῳ διαστῆσαι, ἀλλ’ ὅπουπερ ἴχνος αἰσθήσεως, πάντως ἐκεῖ καὶ ἴχνος κινήσεως, ὥσπερ ἔφαμεν ἐπὶ τῶν ἐντόμων. καὶ γὰρ αἴσθησιν ἑκάτερον τῶν μερῶν ἔχει καὶ κίνησιν τὴν κατὰ τόπον· εἰ δὲ αἴσθησιν, καὶ κρίσιν
τινὰ τοῦ οἰκείου καὶ ἀλλοτρίου, καὶ διὰ τοῦτο λύπην καὶ ἡδονήν, καὶ διὰ45

5,3

46

ταῦτα ὄρεξιν, ὥστε ὅπερ εἶπον, ταύτας ἁπάσας τὰς δυνάμεις τῷ λόγῳ μὲν ῥᾴδιον διαστῆσαι (ὧν γὰρ ἕτερα τὰ ἔργα περιφανῶς, οὐκ ἄδηλον ὡς καὶ αὐτὰ ἕτερα), τόπῳ δὲ ἀδύνατον. περὶ μέντοι τοῦ νοῦ καὶ τῆς θεωρητικῆς δυνάμεως οὐδέν πω φανερόν, ἀλλ’ ἔοικε ψυχῆς γένος ἕτερον εἶναι τοῦτο
5μόνον ἐνδέχεσθαι, καθάπερ τὸ ἀίδιον τοῦ φθαρτοῦ. τῇ μὲν οὖν πρώτῃ διαφορᾷ τὰ ζῶα ταύτῃ διήνεγκεν, ὅτι τοῖς μὲν ἅπασαι τῆς ψυχῆς ὑπάρ‐ χουσιν αἱ εἰρημέναι δυνάμεις, τοῖς δὲ πλείους, τοῖς δὲ ἐλάττους, τοῖς δὲ καὶ μία μόνη, ἅπερ οὐ ζῶά φαμεν, ἀλλὰ ζῶντα. δευτέρα δέ, ὅτι τοῖς μὲν μᾶλλον, τοῖς δὲ ἧττον ἀκριβής, ἀλλ’ ὕστερον περὶ τούτων· νῦν δὲ τοσοῦ‐
10τον λάβωμεν ἐν τῶν εἰρημένων. εἴρηται δέ, ὅτι τὸ μὲν ἔμψυχον τοῦ ἀψύχου διώρισται τῷ ζῆν, τὸ δὲ ζῶον τοῦ μὴ ζώου καὶ τῷ αἰσθάνεσθαι. Ὧι τοίνυν ζῶμεν καὶ ᾧ αἰσθανόμεθα, διχῶς λέγεται, ὥσπερ καὶ ᾧ ἐπιστάμεθα· διχῶς γὰρ καὶ ᾧ ἐπιστάμεθα· καὶ γὰρ τῇ ψυχῇ καὶ τῇ ἐπιστήμῃ. διχῶς δὲ καὶ ᾧ ὑγιαίνομεν· καὶ γὰρ τῷ σώματι καὶ τῇ ὑγιείᾳ,
15καὶ ἔστι τούτων τὸ μὲν ᾧ δεδέγμεθα, τὸ δὲ ὃ δεδέγμεθα, καὶ τὸ μὲν οἷον ὕλη, τὸ δὲ οἷον εἶδος. ἐπιστάμεθα δὲ πρῶτον τῇ ἐπιστήμῃ· κατὰ γὰρ ταύτην ἐπίστασθαι καὶ τῇ ψυχῇ λεγόμεθα, καὶ ὑγιαίνομεν πρῶτον τῇ ὑγιείᾳ· διὰ γὰρ ταύτην καὶ τῷ σώματι. καὶ τοίνυν ζῶμεν τῇ ψυχῇ πρώτῃ καὶ αἰσθανόμεθα τῇ ψυχῇ. πρώτη ἄρα αὕτη αἰτία τοῦ ζῆν οὐχ ὡς ὑποκείμενόν τι καὶ ὕλη,
20ἀλλ’ ὡς εἶδος καὶ ἐντελέχεια. ὡς γὰρ ἐπ’ ἐκείνων ἡ ἐπιστήμη καὶ ἡ ὑγίεια μορφή τις καὶ εἶδος καὶ λόγος καὶ ἐντελέχεια τῶν δεκτικῶν, τοῦ τε ἐπίστασθαι δυναμένου καὶ τοῦ ὑγιαίνειν, οὕτως καὶ ἐπὶ τῶν ζώντων ἡ ψυχή. καὶ γὰρ εἰ παρ’ ἄλλων ἐνίοτε ἡ ἐπιστήμη καὶ ἡ ὑγίεια, οἷον παρὰ τοῦ διδάσκοντος καὶ τοῦ ἰατροῦ, ἀλλ’ ἔν γε τῷ πάσχοντι καὶ διατιθεμένῳ
25τὰς τῶν ποιούντων ἐνυπάρχειν ἐνεργείας ἔφθημεν ἐν τοῖς Περὶ φύσεως ἀπο‐ δείξαντες, ὥστε καὶ ἡ ψυχὴ ἐν τῷ σώματι ὡς εἶδος ἐν ὕλῃ. τριχῶς γὰρ λεγομένης τῆς οὐσίας (πολλάκις γὰρ τὰ αὐτὰ ὑπομνηστέον εὐλαβουμένους, μή τι παρίδωμεν) τὸ μὲν ὕλη, τὸ δὲ εἶδος, τὸ δὲ ἐξ ἀμφοῖν. τούτων δὲ ἡ μὲν ὕλη δύναμις, τὸ δὲ εἶδος ἐντελέχεια, τὸ δὲ ἐξ ἀμφοῖν τόδε τι καὶ
30τὸ σύνθετον ἤδη. ἐπεὶ δὲ τὸ ἔμψυχον ἐξ ἀμφοῖν, οὐχ ἡ ψυχὴ δήπουθέν ἐστιν ὑποκείμενον τῷ σώματι, ἀλλὰ τῇ ψυχῇ τοῦτο· καὶ διὰ τοῦτο καλῶς ὑπολαμβάνουσιν, οἷς δοκεῖ μήτε σῶμα εἶναι μήτε ἄνευ σώματος ἡ ψυχή· σῶμα μὲν γὰρ οὐκ ἔστι, σώματος δέ τι, καὶ ἐν σώματι ὑπάρχει καὶ σώματι τοιούτῳ, λέγω δὲ φυσικῷ καὶ ὀργανικῷ, καὶ οὐχ ὥσπερ οἱ πρότεροι τὴν
35τυχοῦσαν εἰς τὸ τυχὸν σῶμα ἐνήρμοζον, καίπερ οὐδαμοῦ φαινομένου τοῦ τυχόντος δέχεσθαι τὸ τυχόν· οὐδὲ γὰρ λίθος φωνὴν δέξαιτο ἂν οὐδὲ φυτὸν ἐπιστήμην. νῦν δὲ γίνεται κατὰ λόγον· οὐ γὰρ πᾶσα ψυχὴ παντὸς σώματος εἶδός ἐστιν, ἀλλὰ τοῦ πρὸς αὐτὴν ὀργανικῶς κατεσκευασμένου καὶ ἔχοντος
πρὸς τὰς ὑπαρχούσας τῇ ψυχῇ δυνάμεις ἐπιτηδείως. ὁρῶμεν γὰρ ταῖς46

5,3

47

ζωαῖς καὶ τοῖς βίοις τὸ σῶμα ἐπιτηδείως πλασσόμενον ἑκάστου ζώου καὶ οἰκείως ἔχον πρὸς τὰς ἐνεργείας τῆς ψυχῆς, καὶ ἔστιν ἁπλῶς οἰκεία ὕλη ἑκάστῳ εἴδει, οἰκεία μὲν ἡδί, κοινὴ δὲ ἡδί, καὶ ζώῳ μὲν ἁπλῶς τὸ φυσικὸν σῶμα ὀργανικόν, τοιῷδε δὲ ζώῳ τὸ τοιόνδε ὄργανον. ὅτι μὲν οὖν ἐντε‐
5λέχειά τίς ἐστι καὶ λόγος τοῦ δύναμιν ἔχοντος εἶναι τοιούτου, φανερὸν ἐκ τῶν εἰρημένων. Τῶν δὲ δυνάμεων τῆς ψυχῆς αἱ λεχθεῖσαι τοῖς μὲν ὑπάρχουσι πᾶσαι, καθάπερ εἴπομεν, τοῖς δὲ τινὲς αὐτῶν, ἐνίοις δὲ μία μόνον. καὶ πάλιν γε αὐτὰς ἐν κεφαλαίῳ 〈πρὸ〉 τοῦ προϊέναι τὸν λόγον ἐφεξῆς ἀνα‐
10ληπτέον. δυνάμεις δὲ εἴπομεν θρεπτικὴν αἰσθητικὴν ὀρεκτικὴν κινητικὴν κατὰ τόπον διανοητικήν. ὑπάρχει δὲ τοῖς μὲν φυτοῖς ἡ θρεπτική, τοῖς δὲ ζώοις καὶ ἡ αἰσθητική, ᾗ ἀκολουθεῖν ἀναγκαῖον τὴν ὀρεκτικήν. ὀρεκτικὴ δέ ἐστιν [ὄρεξις] θυμὸς καὶ ἐπιθυμία καὶ βούλησις, καὶ οὐ τοῦτο λέγω, ὅτι τοῖς αἰσθανομένοις ἅπασιν ἡ ὀρεκτικὴ πᾶσα ὑπάρχει· πολλοῖς γὰρ οὔτε
15θυμὸς οὔτε βούλησις, ἀλλ’ ἐπιθυμία μόνον. ὅσοις γὰρ οὐδὲ ἡ αἴσθησις ὁλόκληρος, τούτοις οὐδὲ ἡ ὄρεξις ὅλη. τοῖς δὲ καλουμένοις ζωφύτοις ἁφὴν μόνην προσοῦσαν ὁρῶμεν· ὥσπερ οὖν τῆς ἐσχάτης αὐτοῖς μέτεστι τῶν αἰσθήσεων, οὕτως καὶ τῆς ἐσχάτης τῶν ὀρέξεων καὶ κοινοτάτης, λέγω δὲ τῆς ἐπιθυμίας· ἅπασα γὰρ αἴσθησις κρίνει τό τε οἰκεῖον καὶ τὸ ἀλλότριον,
20ἀκολουθεῖ δὲ τοῖς μὲν οἰκείοις ἡδονή, τοῖς δὲ ἀλλοτρίοις λύπη καὶ ἀπο‐ στροφή, καὶ ἡδονῇ μὲν ἐπιθυμία, λύπῃ δὲ ἀποστροφή. αἰσθάνεται δὲ τὰ ζώφυτα τῆς γε τροφῆς· τῇ γὰρ ἁφῇ χρῆται καὶ ἀντὶ γεύσεως. ξηροῖς γὰρ καὶ ὑγροῖς καὶ θερμοῖς καὶ ψυχροῖς τρέφεται τὰ ζῶντα πάντα, τούτων δὲ αἴσθησις ἁφή. ἁπτόμενα οὖν τῶν ξηρῶν καὶ τῶν ὑγρῶν καὶ τῶν θερ‐
25μῶν καὶ τῶν ψυχρῶν καὶ οὐχ ὡς ἁπτῶν μόνον, ἀλλὰ καὶ ὡς γευστῶν συναισθανόμενα τὰ μὲν οἰκεῖα προσίεται, τὰ δὲ ἀλλότρια ἀποσκευάζεται, ὥστε καὶ τῶν μὲν ὀρέγεται, τὰ δὲ ἐκκλίνει ὡς οἷόν τε. δῆλον δὲ τοῦτο ἐπὶ τῶν ὀστρεωδῶν ἁπάντων. ὅτι δὲ ἐκ τῶν ἁπτῶν τούτων ἐναντιώσεων προηγουμένως ἐστὶν ἡ τροφή, λέγω δὲ τῶν θερμῶν τε καὶ ψυχρῶν καὶ τῶν
30ὑγρῶν καὶ τῶν ξηρῶν, δῆλον ποιοῦσιν αἱ τῆς τροφῆς ἐπιθυμίαι, πεῖνα καὶ δίψα καὶ οἱ λόγοι αὐτῶν· πεῖνα μὲν γάρ ἐστιν ἐπιθυμία ξηροῦ καὶ θερμοῦ, δίψα δὲ ἐπιθυμία ψυχροῦ καὶ ὑγροῦ. τῶν δὲ ἄλλων αἰσθητῶν κατὰ συμβεβη‐ κὸς ταῖς τροφαῖς ὀρεγόμεθα· οὐδὲν γὰρ εἰς τροφὴν συμβάλλεται ψόφος οὐδὲ χρῶμα οὐδὲ ὀσμή. ὁ δὲ χυμὸς μάλιστα μὲν καὶ ἁπτός, εἴπερ γευστός· γεῦσις
35γὰρ ἅπασα δι’ ἁφῆς· ἀλλ’ οὐδὲ τροφὴ ὁ χυμός, ἀλλ’ ἥδυσμα τροφῆς. δια‐
σαφητέον δὲ περὶ αὐτῶν ὕστερον· νῦν δὲ τοσοῦτον διωρίσθω, ὅτι τῶν47

5,3

48

ζώων τοῖς ἔχουσιν ἁφὴν καὶ ὄρεξις ὑπάρχει· εἰ δὲ καὶ φαντασία, μετὰ ταῦτα ἐπισκεπτέον. τοῖς δὲ τελειοτέροις τῶν ζώων πρὸς ταύταις ὑπάρχει καὶ ἡ κατὰ τόπον κινητική, ἑτέροις δὲ καὶ ἡ διανοητική τε καὶ ὁ νοῦς, οἷον ἀνθρώποις καὶ εἴ τι τοιοῦτόν ἐστιν ἕτερον ἢ καὶ τιμιώτερον. οὔπω
5γὰρ φανερόν, εἰ δύναιντο εἶναι φύσεις ἄλλαι τοιαῦται, αἷς μετὰ τοῦ νοῦ καὶ τῶν ὑποκειμένων τινὲς δυνάμεων ἀκολουθοῦσι. Πέφηνε τοίνυν, ὅτι καθάπερ ἐν τοῖς σχήμασι τάξις ἐστὶ καὶ τὸ ἐφε‐ ξῆς, οὕτω καὶ ἐπὶ τῶν δυνάμεων τῆς ψυχῆς. ὥσπερ οὖν οὐδὲ ἐπὶ τῶν σχημάτων τούτων ἔστι κοινὸν λαβεῖν γένος καὶ μίαν ὁμοίως ἁπάντων διή‐
10κουσαν φύσιν, οὕτως οὐδὲ ἐπὶ τῶν ψυχικῶν τούτων δυνάμεων. ἐν οἷς γὰρ τὸ πρότερον καὶ τὸ ὕστερον, ἐν τούτοις τὸ κοινῇ κατηγορούμενον οὐ γένος οὐδὲ φύσιν μίαν σημαίνει, ἣν δυνατὸν ἐπινοῆσαι χωρίσαντα τῶν ὑπ’ αὐτῆς δηλουμένων. διόπερ καὶ τοὺς ὁρισμοὺς αὐτῶν ἐξαριθμήσει μᾶλλον ἐοικότας ἀποδιδόασιν, ἢ γενικήν τινα φύσιν δηλοῦντας. τοιοῦτος γὰρ καὶ ὁ τοῦ
15σχήματος ὁρισμός, τοιοῦτος καὶ ὁ τῆς προτάσεως. δῆλον δὲ ἐκ τοῦ μηδὲ ὁλοκλή‐ ρως αὐτοὺς ἐφαρμόζειν ἑκάστῳ τῶν εἰδῶν. ὅμως δὲ καίπερ οὕτως ἐχόντων πολλῶν οὐ χρὴ δυσκολαίνειν, ἀλλὰ δέχεσθαι τοὺς ἀποδεδομένους λόγους ἑπομέ‐ νους τῇ φύσει τῇ τῶν πραγμάτων. ὥσπερ οὖν ὁ τοῦ σχήματος νῦν ἀποδεδομένος λόγος περιείληφε μὲν πάντα τὰ σχήματα, ἴδιος δὲ οὐκ ἔστιν οὐδενός, οὕτω καὶ ὁ
20τῆς ψυχῆς λόγος ὁ εἰρημένος περιείληφε μὲν ἁπάσας τὰς δυνάμεις αὐτῆς, ἴδιος δὲ μιᾶς οὐκ ἔστι· τοῦτον δὲ ἀφέντας χαλεπὸν εὑρεῖν ἕτερον παρα‐ πλήσιον. εἴτε γὰρ ἀπὸ τῆς κινήσεως ὁριούμεθα τὴν ψυχήν, μιᾶς οἰκεῖος ἔσται δυνάμεως τῆς κινητικῆς, εἴτε ἀπὸ τῆς αἰσθήσεως, μιᾶς ὁμοίως τῆς αἰσθητικῆς. διὸ γελοῖον ἐπὶ τῶν οὕτω κοινῇ κατηγορουμένων, ὡς μᾶλλον
25ἐοικέναι τοῖς πολλαχῶς λεγομένοις ἢ τοῖς γένεσι, τοιοῦτον ζητεῖν τὸν κοινὸν λόγον, ὃς οὐδενὸς ἴδιος ἔσται τῶν ὑπὸ τῆς κοινῆς φωνῆς δηλουμένων, οὐδὲ οἰκεῖός τινος τῶν ἀτόμων εἰδῶν, ἀλλὰ πᾶσιν ὁμοίως ἐφαρμόσει τοῖς εἴδεσιν (εἴπερ εἴδη χρὴ καλεῖν τὰ τοιαῦτα, ἐφ’ ὧν μία κοινὴ φύσις οὐ θεωρεῖται), 〈μὴ〉 ἀγαπᾶν δὲ τὸν ἐνδεχόμενον τρόπον τῶν κοινῶν λόγων, οἵῳ καὶ νῦν
30ἡμεῖς ἐχρησάμεθα· καὶ γὰρ εἰ μηδὲ οὗτός γε τέλειος ἁπάσης ψυχῆς, ἀλλὰ κοινότατός γε ἁπάντων τῶν νῦν λεγομένων. διὸ καθάπερ ἐπὶ τῶν σχημάτων καὶ τῶν ἀριθμῶν ἀεὶ τῷ ἐφεξῆς ἐνυπάρχει δυνάμει τὸ πρότερον, οἷον τετραγώνῳ τρίγωνον, καὶ δυάδι μονάς, οὕτω καὶ ἐπὶ τῶν ἐμψύχων ἐν αἰσθη‐ τικῷ μὲν τὸ θρεπτικόν, ἐν ὀρεκτικῷ δὲ τὸ αἰσθητικόν. τύπῳ μὲν οὖν
35εἴρηται περὶ ψυχῆς καὶ ὡς οἷόν τε ἦν εἰπεῖν καθόλου περὶ τοῦ μὴ ὄντος καθόλου· τὸν δὲ μέλλοντα ἀκριβέστερον ὁριεῖσθαι ἀποδοτέον ἰδίᾳ, τίς ἐστι
λόγος ἑκάστης ψυχῆς, οἷον τῆς φυτοῦ, ὅτι ἐντελέχεια τοῦ πρὸς τροφὴν48

5,3

49

ὀργανικοῦ, καὶ αὖ πάλιν τῆς θηρίου, ὅτι ἐντελέχεια τοῦ πρὸς τροφήν τε καὶ ὄρεξιν ὀργανικοῦ· καὶ οὕτω δὴ ταῖς τελειοτέραις ἐφεξῆς τὰς ἀτελεστέρας περιληπτέον μέχρι τῆς τελευταίας μὲν τῇ γενέσει, πρώτης δὲ τῇ δυνάμει τῆς λογικῆς, εἰς ἣν προελθοῦσα ἐπὶ τῶν φθαρτῶν ἡ φύσις ἀπεπαύσατο.
5οἷς μὲν γὰρ ἔδωκε λογισμὸν τῶν θνητῶν, τούτοις καὶ τὰς λοιπὰς ἁπάσας δυνάμεις εἰς δορυφορίαν τοῦ λόγου προϋποβάλλεται· οἷς δὲ ἐκείνας, οὐ πᾶσι λογισμόν, ἀλλὰ τοῖς μὲν οὐδὲ φαντασίαν, τὰ δὲ τελειότερα τῶν ἀλόγων ταύτῃ μόνῃ ζῶσι. περὶ δὲ τοῦ θεωρητικοῦ νοῦ ἕτερος λόγος. μήποτε γὰρ οὗτος οὔτε δύναμις οὔτε μέρος τῆς προειρημένης ψυχῆς, οὐσία δὲ ἑτέρα
10βελτίων ἐγγιγνομένη τῇ χείρονι. ὅτι μὲν οὖν οἰκειότερον ἀποδίδωσιν ὁ τὰς δυνάμεις τῆς ψυχῆς χωρὶς ἑκάστην ἀφοριζόμενος, ἢ ὁ φιλονικῶν ἐξευρεῖν τινὰ λόγον ὥσπερ μιᾶς φύσεως ἁπάσης ψυχῆς, φανερὸν ἐκ τῶν εἰρημένων. Ἀναγκαῖον δὲ τὸν μέλλοντα περὶ τούτων σκέψιν ποιήσασθαι λαβεῖν ἑκάστης τῶν δυνάμεων τῆς ψυχῆς πρῶτον τὸ τί ἐστι καὶ τὸν ὁρισμόν, εἶθ’
15οὕτω περὶ τῶν ἐχομένων ἐπιζητεῖν. ἐχόμενα δέ ἐστι τὰ καθ’ αὑτὰ ὑπάρ‐ χοντα ἑκάστῃ δυνάμει. εἰ δὲ χρὴ λέγειν, τί ἕκαστον τούτων, οἷον τί τὸ νοητικόν, ἢ τί τὸ αἰσθητικόν, ἢ τί τὸ θρεπτικόν, πρότερον ἐπισκεπτέον τί τὸ νοεῖν καὶ τί τὸ αἰσθάνεσθαι· πρότεραι γὰρ καὶ σαφέστεραι πρὸς ἡμᾶς τῶν δυνάμεών εἰσιν αἱ ἐνέργειαι· προεντυγχάνομεν γὰρ αὐταῖς καὶ τὰς δυνάμεις ἀπὸ τούτων
20ἐπινοοῦμεν, καὶ τὸ εἶδος δὲ ἑκάστης καὶ ὁ λόγος κατὰ τὸ ἔργον· τοῦτο γὰρ αὐτῶν τὸ τέλος ἐστίν. εἰ δὲ ἡ φύσις προϋποβάλλεται τὰς δυνάμεις καὶ προτέρας ἐκείνας ἐνδίδωσι τῶν ἐνεργειῶν, οὐδὲν θαυμαστόν· ἄλλο γὰρ τὸ τῇ φύσει πρότερον καὶ ἄλλο τὸ πρὸς ἡμᾶς. πάλιν τοίνυν, ἐπειδὴ τὸ ἔργον ἑκάστης δυνάμεως περί τι ὑποκείμενον θεωρεῖται, καὶ οὐ πάσης
25περὶ ἅπασαν ὕλην ἐστὶν ἡ ἐνέργεια, ἀλλὰ τῇ μὲν ὁρατικῇ περὶ τὸ ὁρατόν, τῇ δὲ ἀκουστικῇ περὶ τὸ ἀκουστόν, καὶ ταῦτα ὥσπερ ἀντίκειται ἀλλήλοις κατὰ τὸ πρός τι, τάχα ἴσως ἂν προσήκοι τὰ ὑποκείμενα ταῖς ἐνεργείαις πρὸ τῶν ἐνεργειῶν διορισθῆναι. ταῦτα γὰρ σαφέστερα ἡμῖν τῶν ἐνεργειῶν. πρὸ τοίνυν τοῦ νοεῖν τί τὸ νοητὸν ἐξεταστέον, καὶ πρὸ τοῦ αἰσθάνεσθαι τί
30τὸ αἰσθητόν, καὶ πρὸ τοῦ τρέφειν τίς ἡ τροφή. Ὅτι μὲν οὖν τὸ αἰσθητὸν καὶ ἡ τροφὴ σαφέστερα τῆς θρεπτικῆς δυνά‐ μεως καὶ τῆς αἰσθήσεως καὶ τῶν κατὰ ταύτας ἐνεργειῶν, δῆλον· τὰ μὲν γὰρ τῇ αἰσθήσει πρόκειται εἰς τοὐμφανές, αἱ δὲ ἐνέργειαι καὶ ἔτι μᾶλλον αἱ δυνάμεις τῷ λόγῳ μόνῳ θηρεύονται. εἰ δὲ καὶ τὸ νοητὸν τοῦ νοεῖν
35πρότερον, οὐ ῥᾴδιον ἀποφήνασθαι. ἀλλὰ τοῦτο μὲν ἐπισκέψεται προϊὼν ὁ
λόγος, νῦν δὲ ἀκολουθοῦντες Ἀριστοτέλει τὴν κοινοτάτην καὶ πρώτην τῶν49

5,3

50

τῆς ψυχῆς δυνάμεων προχειρισώμεθα καὶ τοὖργον αὐτῆς καὶ τὴν ὕλην περὶ ἣν πραγματεύεται· ἀπὸ γὰρ ταύτης ἀρκτέον. Κοινοτάτη δὲ ἡ θρεπτικὴ ψυχὴ καὶ πᾶσιν ὑπάρχουσα τοῖς ζῶσι· παρὰ ταύτης γὰρ τὸ ζῆν πρῶτόν ἐστιν, ἧς ἐστὶν ἔργα θρέψαι τε καὶ
5αὐξῆσαι καὶ γεννῆσαι καὶ ἕτερα παραπλήσια· τοῦτο γὰρ ὥσπερ τέλος καὶ τῶν ἄλλων ἔργων τῆς θρεπτικῆς ψυχῆς καὶ φυσικώτατον ἁπάντων τοῖς ζῶσιν, ὅσα τέλεια καὶ μὴ πηρώματα, μηδὲ τὴν γένεσιν αὐτομάτην ἔχει ἢ καὶ ἐκ τέχνης πεπορισμένην, τὸ ποιῆσαι ἕτερον οἷον αὐτό, ζῶον μὲν ζῶον, φυτὸν δὲ φυτόν, ἵνα τοῦ ἀεὶ καὶ τοῦ θείου μετέχωσιν ᾗ δύναται τὰ
10ἐν γενέσει. πάντα γὰρ ἐκείνου ὀρέγεται, καὶ ἐκείνου ἕνεκα πράττει, ὅσα πράττει κατὰ φύσιν. τὸ δ’ οὗ ἕνεκα δισσόν, τὸ μὲν οὗ, τὸ δὲ ᾧ· ὥσπερ γὰρ καὶ ἐν τοῖς Ἠθικοῖς ἐλέγετο, διττὸν τὸ τέλος, ὡς μὲν τὸ οὗ εὐδαιμονία, ὡς δὲ τὸ ᾧ αὐτὸς ἕκαστος αὑτῷ. καὶ γὰρ τὴν εὐδαιμονίαν δι’ αὑτὸν αἱρεῖται, καὶ ὥστε ἑαυτῷ ταύτην περιποιήσασθαι, ὥσπερ καὶ ἐπὶ ἰατρικῆς
15οὗ μὲν ἡ ὑγίεια, ᾧ δὲ τῷ κάμνοντι· οὕτω δὴ καὶ ἐν τῇ φύσει τὴν διπλόην ταύτην θετέον τοῦ τέλους, καὶ οὗ μέν ἐστι, ῥητέον τοῦτο εἶναι τὸ θεῖον καὶ τὸ ἀίδιον, ᾧ δέ, τοῦτο εἶναι τὸ ἔμψυχον καὶ τὸ ἐν γενέσει· τούτῳ γὰρ περιποιῆσαι βούλεται εἰκόνα θειότητος καὶ ἀιδιότητος ἡ φύσις, καθόσον δύναται· δύναται δὲ τῇ συνεχείᾳ μόνῃ διὰ τὸ μηδὲν ἐνδέχεσθαι
20τῶν φθαρτῶν ταὐτὸ καὶ ἓν ἀριθμῷ διαμένειν. ᾗ οὖν δύναται μετέχειν ἕκαστον, ταύτῃ κοινωνεῖ τοῦ θείου τὸ μὲν μᾶλλον, τὸ δὲ ἧττον· μᾶλλον μὲν ὅσων ἡ γένεσις ἐξ ἀλλήλων οὐδεπώποτε διαλείπει, ἧττον δὲ ὡς ἐπί τινων ζώων, ἃ ταῖς ὥραις δοκεῖ ποτὲ μὲν φθείρεσθαι ὁλόκληρα, ποτὲ δὲ γίνεσθαι. διαμένει τοίνυν οὐκ αὐτὸ ἕκαστον, ἀλλ’ οἷον αὐτό, ἀριθμῷ μὲν
25οὐχ ἕν, εἴδει δὲ ἕν. Ἔστι δὲ ἡ ψυχὴ τοῦ ζῶντος σώματος αἰτία καὶ ἀρχή. πλεοναχῶς δὲ λεγομένης τῆς ἀρχῆς καὶ τῆς αἰτίας ὁμοίως ἡ ψυχὴ κατὰ τοὺς διωρισμέ‐ νους ἐν τοῖς περὶ τῶν ἀρχῶν τρόπους τριχῶς ἐστὶν αἰτία τοῦ ζῶντος σώ‐ ματος· καὶ γὰρ ὅθεν ἡ κίνησις αὐτή, καὶ οὗ ἕνεκα, καὶ ὡς εἶδος. ὅτι μὲν
30οὖν ὅθεν ἡ κίνησις αἴτιον ἡ ψυχή, γένοιτ’ ἂν δῆλον, εἰ τὰ εἴδη πρῶτον τῆς κινήσεως ἀριθμήσαιμεν. πάντων γὰρ εὑρεθήσεται τοῖς ζώοις αἰτία, καὶ τῆς κατὰ τόπον, εἰ καὶ μὴ πᾶσι, καὶ τῆς κατὰ ἀλλοίωσιν (ἡ μὲν γὰρ αἴσθησις ἀλλοίωσίς τις εἶναι δοκεῖ, αἰσθάνεται δὲ οὐδέν, ὃ μὴ ψυχὴν ἔχει), ὁμοίως δὲ καὶ αὐξήσεως αὕτη αἰτία· οὐδὲν γὰρ αὔξεται φυσικῶς μὴ
35τρεφόμενον, τρέφεται δὲ οὐδέν, ὃ μὴ κοινωνεῖ ζωῆς. Ἐμπεδοκλῆς δὲ οὐκ50

5,3

51

ὀρθῶς ποιεῖ τὴν αἰτίαν τῆς αὐξήσεως ἀνάπτων ταῖς ῥοπαῖς τῶν στοιχείων, οὐ τῇ ψυχῇ· τὰ γὰρ φυτά φησι κάτω μὲν ῥιζοῦσθαι διὰ τὸ τὴν γῆν φέρεσθαι κάτω καὶ ὅσον ἐν αὐτοῖς μᾶλλον γεῶδες, ἄνω δὲ τοῖς κλάδοις καὶ ὅσον ἐν αὐτοῖς μᾶλλον πυρῶδες. οὔτε γὰρ τὸ ἄνω καὶ κάτω καλῶς
5λαμβάνει· οὐ γὰρ τὸ αὐτὸ πᾶσι τὸ ἄνω καὶ κάτω, ἀλλ’ ἡμῖν μὲν ταὐτὸν τὸ ἄνω, ὅπερ καὶ τῷ παντί, τοῖς φυτοῖς δὲ τοὔμπαλιν ἔχει. τὸ γὰρ κάτω τοῦ παντὸς ἐκείνοις ἄνω ἐστίν· ὃ γὰρ ἡ κεφαλὴ τῷ ζώῳ, τοῦτο ἡ ῥίζα τῷ φυτῷ, εἰ χρὴ τὰ ὄργανα λέγειν ἕτερα καὶ ταὐτὰ τοῖς ἔργοις. ὥσπερ οὖν τοῖς ζώοις ἡ κεφαλὴ ἄνω, ἐν ᾗ τὸ στόμα καὶ τὰ ὄργανα τὰ πρὸς
10τροφήν, οὕτω τοῖς φυτοῖς αἱ ῥίζαι ἄνω, δι’ ὧν ἕλκουσι τὴν τροφήν. ἔτι δὲ καὶ τοῦτο ἄν τις παρὰ Ἐμπεδοκλέους οὕτω λέγοντος ἐπιζητήσειεν, τί τὸ συνέχον εἰς τἀναντία φερόμενα τό τε πῦρ καὶ τὴν γῆν; διασπασθήσεται γὰρ ἐπὶ τὰ ἀντικείμενα γινομένης τῆς φορᾶς τῶν στοιχείων, εἰ μὴ τὸ συνέχον ἄμεινον ἔσται καὶ διακρατήσει τὰς ἀντικειμένας ῥοπάς. τοῦτο δὲ
15οὐ τῶν στοιχείων ἄν τι εἴη, ἀλλὰ ψυχή. εἰ δὲ τοῦτο, αὕτη αἰτία τοῦ αὐξάνεσθαι καὶ τοῦ τρέφεσθαι, οὐ τὰ στοιχεῖα. Ἐμπεδοκλῆς μὲν οὖν τὴν γῆν καὶ τὸ πῦρ τῆς αὐξήσεως αἰτιᾶται, ἄλλοι δὲ οὐ συναριθμοῦσι τὴν γῆν, ἀλλὰ τὴν τοῦ πυρὸς φύσιν καθ’ ἑαυτὴν ἀποχρῆν ὑπολαμβάνουσι πρὸς τὰς αὐξήσεις· φαίνεται γὰρ μόνον τῶν στοιχείων τὸ πῦρ τρεφόμενον καὶ αὐξα‐
20νόμενον, ὥστε καὶ τοῖς ζώοις καὶ τοῖς φυτοῖς ἐν τούτῳ θετέον τὴν αἰτίαν τῆς αὐξήσεως. τὸ δὲ συναίτιον μέν πώς ἐστιν, οὐ μὴν καθ’ αὑτό γε αἴτιον, ἀλλ’ ἡ χρωμένη τούτῳ ψυχή· ἡ μὲν γὰρ τοῦ πυρὸς αὔξησις ἀόριστος, ἕως ἂν ἔχῃ τὴν ὕλην τὴν πρὸς τὸ καίεσθαι ἐπιτηδείαν, τῶν δὲ φύσει συν‐ ισταμένων πάντων ἐστὶ πέρας καὶ λόγος καὶ μεγέθους καὶ αὐξήσεως, λόγος
25δὲ οὐ πυρὸς ἔργον, ἀλλὰ ψυχῆς, καὶ εἴδους μᾶλλον ἢ ὕλης. Ἀλλ’ οὖν ἐπειδὴ ἡ δύναμις αὕτη τῆς ψυχῆς ἄρχεται μὲν ἐκ τοῦ τρέφειν, τελευτᾷ δὲ εἰς τὸ γεννᾶν, περὶ τροφῆς ἀναγκαῖον διορίσασθαι πρῶτον· τούτῳ γὰρ τῷ ἔργῳ πρώτῳ διενήνοχε τῶν λοιπῶν δυνάμεων τῆς ψυχῆς. τοῖς μὲν οὖν ἔδοξεν εἶναι τροφὴ τὸ ἐναντίον τῷ ἐναντίῳ, οὐ πᾶν
30δὲ ἐναντίον παντὶ ἐναντίῳ, ἀλλ’ ὅσα τῶν ἐναντίων μὴ μόνον γίνεται ἐξ ἀλλήλων, ἀλλὰ καὶ τρέφεται ἢ καὶ αὔξεται· ἔστι γάρ τινα ἃ γίνεται μέν, οὐ τρέφεται δέ, οἷον τὸ κάμνον ἐκ τοῦ ὑγιαίνοντος, τὸ λευκὸν ἐκ τοῦ μέλανος· ἔστι δὲ ἃ πρὸς τῷ γίνεσθαι καὶ τρέφεται ἐξ οὗ γίνεται, ὥσπερ τὸ πῦρ· τρέφεται γὰρ ὑπὸ τοῦ ὑγροῦ καὶ τῆς φύσεως τῆς ὑδατώδους·
35καὶ γὰρ τὸ ἔλαιον ὕδατός ἐστι καὶ ἀέρος, ταῦτα δὲ ὑγρά, καὶ πάντα ὅσα λιπαρὰ καὶ τηκτά. οὐκ ἀνακάμπτει μὲν οὖν οὐδὲ ἐπὶ τούτων ἡ τροφή, ἀλλὰ τὸ μὲν ὑγρὸν τροφὴ τοῦ πυρός, τὸ πῦρ δ’ οὐκέτι ὑγροῦ. αἴτιον δὲ
ὅτι εἰδικώτερον μὲν τὸ πῦρ, ὑλικώτερον δὲ τὸ ὕδωρ. εἴδει μὲν οὖν ὕλη51

5,3

52

τροφή, τῇ ὕλῃ δὲ οὐκέτι τὸ εἶδος. ὅσα τοίνυν τῶν ἐναντίων φασὶν οὕτως ἔχει πρὸς ἄλληλα, ὡς ὕδωρ καὶ πῦρ, ἐπὶ τούτων ἡ τροφὴ φαίνεται οὖσα τοῦ ἐναντίου τῷ ἐναντίῳ. τοῖς μὲν οὖν οὕτως ἀρέσκει, τοῖς δὲ ἔμπαλιν· τρέφεσθαι γὰρ τῷ ὁμοίῳ τὸ ὅμοιον, καθάπερ καὶ αὐξάνεσθαι. λόγους δὲ
5ἔχουσιν ἑκάτεροι βοηθοῦντας ὧν ἀκουστέον. Ὁ μὲν δὴ ἐκ τῶν ἐναντίων τρέφεσθαι λέγων ἀπαθὲς εἶναί φησι τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου. τὴν δὲ τροφὴν δεῖ παθεῖν καὶ μεταβαλεῖν· ἡ γὰρ πέψις μεταβολή. ἡ δὲ μεταβολὴ πᾶσιν εἰς τὸ ἀντικείμενον ἢ τὸ μεταξύ, ὥστε ἐκ τῆς ἐναντίας ὁρμηθῆναι προσήκει φύσεως εἰς τὴν ὁμοίαν, ἵνα
10προσκριθῇ, ἀμήχανον δὲ προσκριθῆναι μηδὲν παθοῦσαν τὴν τροφήν, ἀλλὰ μείνασαν ἐν τῇ αὐτῇ φύσει, οἷον τὸν ἄρτον ἢ τὸ κρέας. μεταβάλλει δὲ ἡ τροφὴ ὑπὸ τοῦ σώματος τοῦ τρεφομένου, ἀλλ’ οὐ τὸ σῶμα ὑπὸ τῆς τροφῆς· ἕλκει γὰρ αὐτὴν τὸ σῶμα καὶ ἀλλοιοῖ, λέγω δὲ τὸ ἔμψυχον σῶμα καὶ ζῶον. ὥσπερ οὖν ὁ τέκτων οὐ μεταβάλλεται ὑπὸ τῶν ξύλων,
15ἀλλ’ ὑπ’ ἐκείνου μεταβάλλεται τὰ ξύλα, οὕτω καὶ τὸ σῶμα τὸ ἔμψυχον ἔχει πρὸς τὴν τροφήν. εἰ δὲ καὶ τοῦτο μεταβάλλειν φιλονικοίη τις, συγχωρητέον μὲν τοὔνομα, ἕτερον δὲ εἶδος τοῦτο θετέον εἶναι τῆς μεταβολῆς, καθὸ μεταβάλλει εἰς ἐνέργειαν ἐξ ἀργίας· οὕτω γὰρ καὶ τὸ ἔμψυχον σῶμα περὶ τὴν τροφὴν καὶ ὁ τέκτων μεταβάλλει περὶ τὰ ξύλα.
20οὕτω μὲν οὖν ὁ ἐξ ἐναντίων, ὁ δὲ ἐκ τῶν ὁμοίων ἰσχυρίζεται τῇ προσκρίσει· προσκρίνεσθαι γὰρ οὐ τὸ ἐναντίον τῷ ἐναντίῳ, ἀλλὰ τὸ ὅμοιον τῷ ὁμοίῳ. ἃ μὲν οὖν ἑκάτεροι λέγουσι, ταῦτά ἐστιν· ἡμᾶς δὲ ὥσπερ διαιτῶντας αὐτοῖς ἄξιον προσανέρεσθαι, τί λέγουσι τὴν τροφήν; πότερον τὸ τελευταῖον προσκρινόμενον τῷ σώματι, ἢ τὸ πρῶτον, οἷον πότερον τὸν ἄρτον ἢ τὸ
25αἷμα; ὁ μὲν γὰρ ἄρτος ἡ πρώτη τροφή, τὸ δὲ αἷμα ἡ ἐσχάτη. δῆλον οὖν ὡς οἱ μὲν τὸ οἱ δὲ τὸ ἐροῦσιν· ἡμεῖς δὲ ἀμφότερα κατά τινα τρόπον· τὴν μὲν γὰρ ἄπεπτον τροφὴν τὴν δὲ πεπεμμένην. οὕτω δὲ ἀμφοτέρους ἐνδέχοιτο ἂν λέγειν ὀρθῶς· ᾗ μὲν γὰρ ἄπεπτος, ὡς ἐναντίον ἂν εἴη τροφὴ τῶν ἐναντίων, ᾗ δὲ πεπεμμένη, ὡς τὸ ὅμοιον. ὥσπερ οὖν ἐξ ἡμισείας
30ἑκάτεροι καὶ ψεύδονται καὶ ἀληθεύουσιν, ἀληθεύει δὲ ὁ ἄμφω συνάγων. Εἰ δὲ οὐδὲν τρέφεται μὴ μετέχον ζωῆς, τὸ ἔμψυχον ἂν εἴη σῶμα τὸ τρεφόμενον, ᾗ ἔμψυχον, καὶ οὐχ ᾗ λευκὸν οὐδὲ μέλαν, ὥστε καὶ ἡ τροφὴ πρὸς τὸ ἔμψυχόν ἐστι, καὶ οὐ πρὸς τὰ συμβεβηκότα τῷ τοιούτῳ σώματι. ἔστι δὲ ἕτερον τροφῇ καὶ αὐξητικῷ εἶναι, καὶ τῷ μὲν ὑποκειμένῳ ταὐτόν,
35τῷ λόγῳ δὲ διενήνοχε· τρέφει μὲν γὰρ καθὸ τὴν οὐσίαν διαφυλάττει,
αὔξει δὲ καθὸ τῷ ποσῷ προστίθησιν. οὐκ ἀεὶ δὲ ἄμφω ταῦτα συνάπτεται,52

5,3

53

ἀλλ’ ἐνίοτε τρέφει μὲν αὔξει δ’ οὔ· τοῦ μὲν γὰρ τρέφεσθαι δεῖται, ἕως ἂν ᾖ τὸ ἔμψυχον σῶμα, τοῦ αὔξεσθαι δὲ οὐκ ἀεί. ᾗ μὲν οὖν τόδε τί ἐστιν, οἷον ἵππος ἢ ἄνθρωπος, τοῦ τρέφεσθαι δεῖται, ᾗ δὲ πῶλος καὶ μειράκιον, καὶ τοῦ αὔξεσθαι· ὅταν δὲ ἤδη εἰς ἀκμὴν ἔλθῃ τὸ ἔμψυχον
5σῶμα, τοῦ μὲν αὔξειν παύεται ἡ τροφή, τοῦ τρέφειν δὲ οὐδαμῶς, ἀλλ’ ἤδη ποιεῖ καὶ γεννητικόν [τοῦ ὁμοίου γάρ]· τὸ γὰρ σπέρμα περίττωμα ἦν τῆς ἐσχάτης τροφῆς. γίνεται οὖν τηνικαῦτα καὶ γενέσεως αἰτία τροφή, γενέσεως δὲ οὐ τοῦ τρεφομένου (τοῦτο γὰρ ἔστιν), ἀλλὰ τοῦ ἐξ αὐτοῦ γεννωμένου. τριῶν οὖν ἔργων τῆς τροφῆς ὄντων, τοῦ τρέφειν τοῦ αὔξειν
10τοῦ γεννᾶν, τὸ πρῶτόν ἐστι τὸ ἀναγκαιότατον τῷ ζῶντι σώματι· πρὸς γὰρ τὸ εἶναι αὐτῷ συντελεῖ καὶ πρὸς τὴν οὐσίαν· τὰ δὲ πρὸς τὸ ποσὸν εἶναι ἢ ποιητικὸν ἄλλου ὁμοίου. ὀρέγεται γοῦν ἡ δύναμις αὕτη τοῦ θείου καὶ μιμεῖται ἐκεῖνο, ὡς ἐνδέχεται, σώζουσά γε τὸ ὑποκείμενον καὶ συνείρουσα τὴν γένεσιν. διὸ στερηθὲν τροφῆς τὸ ζῶον οὐ δύναται εἶναι·
15οὐ γὰρ οἵα τε ἐνεργεῖν ἡ σώζουσα αὐτὸ δύναμις χωρὶς τῆς ὕλης. τρία δέ ἐστιν οὐ μόνον ἔργα ταύτης τῆς δυνάμεως, ἀλλὰ καὶ ἁπλῶς τρία, ἃ περὶ αὐτὴν θεωρεῖται· τὸ γὰρ τρεφόμενόν ἐστι καὶ ᾧ τρέφεται καὶ τὸ τρέφον. τὸ μὲν οὖν τρέφον ἐστὶν ἡ πρώτη ψυχή, λέγω δὲ πρώτην τὴν θρεπτικήν, τὸ δὲ τρεφόμενον τὸ ἔμψυχον σῶμα καὶ τὸ ταύτην ἔχον τὴν ψυχήν, ᾧ δὲ
20τρέφεται, τοῦτ’ ἔστιν ἡ τροφή· ὥστε ἀνάγκη τὰ τρία ὑπάρχειν εἰς σύστασιν τοῦ γεννητικοῦ ζώου. εἴτε δὲ γεννητικὸν λέγεις τὸ τοιοῦτον ζῶον, εἴτε θρεπτικόν, οὐ λίαν τῷ λόγῳ διοίσει, πλὴν ὅσον γε ἀπὸ τοῦ τέλους μᾶλλον ἅπαντα προσαγορεύειν δίκαιον, τέλος δὲ τὸ γεννῆσαι οἷον αὐτό, ὥστε καὶ τὴν τοιαύτην ψυχὴν γεννητικὴν ἂν δικαιότερον καλοίημεν τοῦ ὁμοίου ἢ
25φυλακτικὴν τοῦ ὄντος· τέλος γὰρ ἐκεῖνο, καὶ οὗ χάριν καὶ τὸ φυλάττειν. ἔστι δὲ δύο οἷς χρῆται ἡ ψυχὴ πρὸς τὸ τρέφειν τὸ ἔμψυχον σῶμα, τῇ τε δυνάμει τῇ θρεπτικῇ καὶ τῷ θερμῷ τῷ ἐμφύτῳ, ἀλλὰ τῇ μὲν ἑαυτῇ συμφυεῖ, τῷ δὲ ὥσπερ ἔξωθεν ὑποβεβλημένῳ ὀργάνῳ, καθάπερ ἂν καὶ τὸν κυβερνήτην εἴποις χρῆσθαι πρὸς τὸ κινεῖν τὴν ναῦν τῇ τε χειρὶ καὶ
30τῷ πηδαλίῳ, ἀλλὰ τῇ μὲν συμφυεῖ, τῷ δ’ ἔξωθεν κεχωρισμένῳ. ἡ μὲν οὖν δύναμις ἀκίνητος οὖσα κινεῖ μόνον, τὸ θερμὸν δὲ κινεῖται μὲν ὑπὸ τῆς δυνάμεως, κινεῖ δὲ τὴν τροφήν, ἡ τροφὴ δὲ αὖθις κινεῖται μόνον ὥσπερ τὸ πλοῖον. πᾶσαν δὲ ἀναγκαῖον τροφὴν δύνασθαι πέσσεσθαι· ἡ γὰρ μὴ τοῦτο πάσχειν δυναμένη οὐδὲ τροφή. ἐργάζεται δὲ τὴν πέψιν τὸ ἔμφυτον
35θερμόν, διὸ πᾶν ἔμψυχον ἔχει τοιαύτην θερμότητα. τύπῳ μὲν οὖν ἡ τροφὴ τί ἐστιν εἴρηται· διασαφητέον δέ ἐστιν ὕστερον περὶ αὐτῆς ἐν τοῖς οἰκείοις λόγοις. νῦν δὲ τοσοῦτον ἔστω δῆλον, ὅτι ἔστιν ἡ θρεπτικὴ
δύναμις τῆς ψυχῆς σωστικὴ τοῦ ἔχοντος αὐτὴν διὰ τῆς οἰκείας ἐνεργείας53

5,3

54

παρουσίᾳ τροφῆς, ἢ πρώτη δύναμις τῆς ψυχῆς γεννητικὴ τοῦ ὁμοίου τῷ ἔχοντι. Διωρισμένων δὲ τούτων λέγομεν κοινῇ πρῶτον περὶ πάσης αἰσθή‐ σεως, εἶτα οὕτω περὶ ἑκάστης ἰδίᾳ. δοκεῖ δ’ ἅπασα αἴσθησις ἐν τῷ
5κινεῖσθαί πως καὶ πάσχειν συμβαίνειν, χρὴ δὲ ἁπλούστερον τέως ἀκούειν τοῦ πάσχειν τε καὶ τοῦ κινεῖσθαι· ὕστερον γὰρ πῶς ἐπὶ τῆς αἰσθήσεως ταῦτα λέγομεν διορισθήσεται. πᾶν γὰρ τὸ ἀλλοιούμενον διὰ πάθους τινὸς καὶ κινήσεως ἀλλοιοῦται, ἡ δὲ αἴσθησις ἀλλοιουμένη δοκεῖ τὰ εἴδη τῶν αἰσθητῶν ἀναμάττεσθαι, ὥστε καὶ πάσχουσα. δείξει δὲ ὁ λόγος προϊὼν
10καὶ τὴν ἀλλοίωσιν ἐπ’ αὐτῆς ὅπως χρὴ λέγειν, καὶ τὸ πάσχειν ἐπ’ αὐτῆς ὅτι μὴ κυρίως· τέως δὲ ὅπερ ἔφην, ἁπλούστερον ἀκουστέον τούτων ἁπάντων τῶν ὀνομάτων. ἐπεὶ δὲ καὶ πάσχειν τὴν αἴσθησιν οἱ μὲν ὑπὸ τοῦ ὁμοίου φασίν, οἱ δὲ ὑπὸ τοῦ ἀνομοίου, ταῦτα δὲ διωρίσθη τε ἤδη ἐν τοῖς κοινοῖς λόγοις Περὶ γενέσεως καὶ φθορᾶς, ὅτι ἀμφότερά πώς ἐστιν ἀληθῆ οὐκ ἐπὶ
15τῆς αἰσθήσεως μόνης, ἀλλ’ ἐπὶ πάντων ὁμοίως ἃ λέγομεν πάσχειν, καὶ νῦν δὲ διορισθήσεται. ἐπειδὴ γὰρ τὸ πάσχον ὑπό τινος δυνάμει ἐστὶν οἷον τὸ ποιοῦν, πεπονθὸς μὲν ὅμοιόν ἐστι τῷ ποιοῦντι, πάσχον δὲ ἀνόμοιον. ἀλλ’ ὅπερ εἶπον, περιμένειν προϊόντα προσήκει τὸν λόγον· διοριεῖ γὰρ ταῦτα ἅπαντα ἀκριβῶς πῶς ἐπὶ τῆς αἰσθήσεως λέγεται· πρότερον δὲ ὅσα ἄν τις
20ἀπορήσειεν ὑπὲρ αὐτῆς ἐπεξίωμεν. Εἰ τοίνυν ἡ αἴσθησίς ἐστιν ἡ ἀντιληπτικὴ τῶν αἰσθητῶν, ἔστι δὲ καὶ τῶν αἰσθητηρίων ἕκαστον αἰσθητόν (σῶμα γὰρ ἕκαστον καὶ ἐκ τῶν στοιχείων, οἷον ὀφθαλμὸς καὶ γλῶττα καὶ οὖς)· διὰ τί οὐχὶ καὶ τῶν αἰσθητηρίων αὐτῶν ἡ αἴσθησις ἀντιλαμβάνεται, ὡς καὶ μηδενὸς ἔξωθεν παρόντος ὑπὸ
25τῶν αἰσθητηρίων κινεῖσθαι; πῶς οὖν οὐχ ὁρῶμεν τοὺς ὀφθαλμούς, ἢ τὰ χρώματα τῶν ὀφθαλμῶν, ἀλλὰ τοῖς ὀφθαλμοῖς τὰ ἄλλα; καὶ πῶς οὐχ ἁπτόμεθα τῆς σαρκὸς καὶ τῆς περὶ τὴν σάρκα θερμότητος, ἀλλὰ τῇ σαρκὶ τῶν ἄλλων; δῆλον οὖν ὅτι τὸ αἰσθητὸν καὶ ἡ αἴσθησις συνείληπται ἐν τοῖς ὀργάνοις καὶ δυνάμει ἐστὶν ἑκάτερον, οὐκ ἐνεργείᾳ. καθάπερ οὖν τὸ
30καυστὸν οὐ κάεται ὑφ’ ἑαυτοῦ, ἀλλ’ ὑφ’ ἑτέρου τοῦ καυστικοῦ (ἔκαε γὰρ ἂν ἑαυτὰ δήπου τὰ ξύλα, νῦν δὲ δεῖται πυρός), οὕτω καὶ τὸ αἰσθητικὸν οὐχ οἷόν τε, καθ’ ἣν ἔχει δύναμιν, ἐνεργῆσαι μὴ κινοῦντος αὐτὴν τοῦ αἰσθητοῦ, κινεῖ δὲ ὅταν ἔξωθεν ᾖ καὶ μὴ συνειλημμένον καὶ ὥσπερ ἕν· οὐδὲ γὰρ ἡ σφύρα αὐτάρκης κινῆσαι τὴν τέχνην οὐδὲ τὸ τρύπανον οὐδὲ ὁ
35πρίων, ἂν μὴ τὸ μέλλον πρίεσθαι ἢ μέλλον τρυπᾶσθαι ἔξωθεν ᾖ. δοκεῖ δέ μοι ταύτην μὴ ἁπλῶς κινεῖν τὴν ἀπορίαν Ἀριστοτέλης, ἀλλ’ ὡς
καθαπτομένην μάλιστα τῶν καὶ χωρισθεῖσαν τὴν ψυχὴν τοῦ σώματος54

5,3

55

αἰσθητικὴν εἶναι λεγόντων. εἰ γὰρ οἵα τε καὶ χωρὶς τῶν ὀργάνων αἰσθάνεσθαι, διὰ τί οὐχὶ καὶ αὐτῶν αἰσθάνεται τῶν ὀργάνων; Ἐπεὶ οὖν τὸ αἰσθάνεσθαι λέγομεν διχῶς (καὶ γὰρ τὸν καθεύδοντα ἀκούειν καὶ ὁρᾶν λέγομεν ἀλλὰ δυνάμει, καὶ τὸν ἀκούοντα ἤδη καὶ ὁρῶντα ἀλλ’ ἐνερ‐
5γείᾳ), διχῶς ἂν λέγοιτο καὶ ἡ αἴσθησις καὶ τὸ αἰσθάνεσθαι, τὸ μὲν δυνάμει, τὸ δὲ ἐνεργείᾳ. ἔστι δὲ τὸ ἐνεργεῖν καὶ τὸ κινεῖσθαι οὐχὶ τὸ αὐτό, ἀλλ’ οὐδὲ τὸ ἐνεργεῖν ταὐτὸν καὶ τὸ πάσχειν, ἀλλ’ εἴ τι μὲν κινεῖται, πάντως καὶ ἐνεργεῖ, τὸ δὲ ἐνεργοῦν οὐ πάντως κινεῖται, ἀλλ’ ὃ τὰ γένη πέπονθε πρὸς τὰ εἴδη, τοῦτο πάσχει καὶ ἡ ἐνέργεια πρὸς τὴν κίνησιν· τῆς γὰρ ἐνεργείας ἡ μέν
10τις αἰεὶ τελεία καὶ ἐν ὁτῳοῦν μέρει τοῦ χρόνου καθ’ ὃν γίνεται ἡ αὐτή, ἡ δὲ ἀτελὴς καὶ ἀεὶ ἄλλη· ἡ δὲ κίνησις οὐκ ἦν ἡ τέλειος ἐνέργεια, καθάπερ εἴρηται πρότερον, ἀλλ’ ἡ ἀτελής. πάσχει δ’ αἰεὶ τὰ δυνάμει τοιαῦτα ὑπὸ τῶν ἐνεργείᾳ τοιούτων, διὸ ἔστι μὲν ὡς ὑπὸ τοῦ ὁμοίου, ἔστι δὲ ὡς ὑπὸ τοῦ ἀνομοίου. πάσχει μὲν γὰρ τὸ ἀνόμοιον, πεπονθὸς δὲ ὅμοιον γίνεται.
15 Τοῦτό τε οὖν διαιρετέον, ὅτι οὐ ταὐτὸν τὸ ἐνεργεῖν καὶ τὸ κινεῖσθαι, οὐδὲ δὴ τὸ ἐνεργεῖν καὶ τὸ πάσχειν, καὶ ἔτι πρὸς τούτῳ καθόλου περὶ δυνάμεως καὶ ἐντελεχείας, ὅτι οὐχ ἁπλῶς λέγεται. λέγεται μὲν γὰρ καὶ οὕτως ἐπιστήμων ὁ ἄνθρωπος, ὅτι πέφυκε δέχεσθαι ἐπιστήμην, λέγεται δὲ ἐπιστήμων ὁ γεωμέτρης, ὅτι ἔχει ἤδη τὴν ἐπιστήμην· ἑκάτερος δὲ
20τούτων οὐ τὸν αὐτὸν τρόπον δυνατός ἐστιν, ἀλλ’ ὁ μὲν ὅτι τὸ γένος τοιοῦτον καὶ ἡ φύσις ἡ τοῦ ἀνθρώπου, ὡς εἶναι δεκτικὴ ἐπιστήμης, ὁ δὲ ὅτι βουληθεὶς θεωρεῖν εὐθὺς δύναται, εἰ μή τι κωλύει τῶν ἔξωθεν· τρίτος δ’ ἐπὶ τούτοις ἐστὶν ὁ γεωμετρῶν ἤδη καὶ θεωρῶν, ἐντελεχείᾳ τις οὗτος ὢν ἐπιστήμων καὶ τέλειος μόνος, οἱ δὲ πρότεροι ἀμφότεροι μὲν κατὰ δύ‐
25ναμιν ἐπιστήμονες· ἀλλ’ ὁ μὲν δεῖται μαθήσεως καὶ τῆς κατὰ τὴν μάθησιν ἀλλοιώσεως καὶ τοῦ μεταβάλλειν ἐκ τῆς ἕξεως τῆς ἐναντίας (ἐκ γὰρ ἀγνοίας εἰς γνῶσιν καὶ ἐξ ἀνεπιστημοσύνης εἰς ἐπιστήμην κινεῖται)· ὁ δὲ ἔχει μὲν τὴν ἕξιν, οἷον τὴν ἀριθμητικὴν ἢ τὴν γραμματικήν, δεῖται δὲ μόνου τοῦ ἐνεργῆσαι. οὐκ ἔστιν οὖν ὁ αὐτὸς τρόπος ἀμφοῖν τῆς ἐνδείας,
30τοῦ τε μὴ ἔχειν ὅλως ἀλλὰ πεφυκέναι, καὶ τοῦ ἔχοντα μὴ κεχρῆσθαι, καὶ οὐ ταὐτὸν τὸ πάσχειν ἐπ’ ἀμφοτέρων τοῦ τε μανθάνοντος τὴν ἐπιστήμην καὶ τοῦ ἔχοντος ἠρεμοῦσαν, ἀλλ’ ὁ μὲν ἣν ἔχει διάθεσιν, ταύτην ἀπόλλυσι· φθείρεται γὰρ ἡ ἄγνοια καὶ ἐκχωρεῖ ἐπεισιούσης ἐπιστήμης· ὁ δὲ ἡνίκα ἂν ἐνεργῇ κατὰ τὴν ἐπιστήμην, ἣν ἔχει, ταύτῃ χρῆται, ὥστε ἐκεῖ μὲν
35φθορὰ τῆς προϋπούσης ποιότητος, ἐνταῦθα δὲ τελείωσις μᾶλλον· θεωροῦν γὰρ γίνεται τὸ ἔχον τὴν ἐπιστήμην, τοῦτο δὲ οὐκ ἀναιρεῖ τὴν ἐπιστήμην, ἀλλὰ τελειοῖ. διὰ ταῦτα οὖν οὐδὲ ἀλλοίωσιν τοῦτο θετέον, εἴπερ ἀλλοίωσις
πᾶσα ἐξίστησι τοῦ προϋπάρχοντος, ἐνταῦθα δὲ εἰς αὐτὸ ἡ ἐπίδοσις καὶ εἰς55

5,3

56

τὴν τελειότητα τοῦ προϋπάρχοντος. εἰ δέ τις τοὔνομα ἀγαπώῃ τῆς ἀλλοιώσεως καὶ ἐπὶ τούτων, ἀλλὰ διοριστέον γε ἀκριβῶς, ὅτι τὸ μὲν ὄνομα ἴσως ταὐτόν, τὸ δὲ πρᾶγμα οὐχὶ ταὐτόν, ἀλλ’ ἕτερον τοῦτο γένος ἀλλοιώσεως. διὸ οὐ καλῶς ἔχει λέγειν τὸν ἔχοντα τὴν φρόνησιν ὅταν φρονῇ ἀλλοιοῦσθαι·
5οὐδὲ γὰρ τὸν οἰκοδόμον ὅταν οἰκοδομῇ, οὐδὲ τὸν χαλκοτύπον ὅταν χαλκεύῃ, μήποτε δὲ οὐδὲ τὸν μανθάνοντα καὶ λαμβάνοντα τὴν ἐπιστήμην ὑπὸ τοῦ κατ’ ἐνέργειαν ἐπιστήμονος οὐδὲ τοῦτον πάσχειν κυρίως θετέον, ἀλλὰ δύο τρόπους εἶναι τοῦ τε πάσχειν καὶ τοῦ ἀλλοιοῦσθαι, καὶ τὸν μὲν κυρίως, τὸν δὲ οὐ πάνυ· οὐ γὰρ ὁμοίως πάσχειν ῥητέον τὸν μεταβάλλοντα ἐξ ἐπιστήμης
10εἰς ἄγνοιαν καὶ τὸν ἐξ ἀγνοίας εἰς ἐπιστήμην, ἀλλ’ ἐκεῖνον μὲν πάσχειν κυρίως (μεταβάλλει γὰρ ἐπὶ τὴν στέρησιν), τοῦτον δὲ οὐκέτι· πρόεισι γὰρ ἐπὶ τὴν ἕξιν καὶ τὴν τῆς φύσεως τελειότητα, εἰς ἣν ἡ κίνησις. ὥσπερ οὖν ἐπὶ τῆς ἐπιστήμης ὁ μὲν ἄρτι μανθάνων τὴν πρώτην κινεῖται μεταβολήν, ὁ δὲ μεμαθηκὼς ἔχει μὲν ἤδη τὴν ἕξιν, προσδεῖται δὲ τῆς
15ἐνεργείας, οὕτω καὶ ἐπὶ τῆς αἰσθήσεως τὸ μὲν σπέρμα τοῦ ζώου καὶ τὸ ὠὸν τὴν πρώτην μεταβάλλει μεταβολήν, καθ’ ἣν γίνεται αἰσθητικόν· ὅταν δὲ γένηται ζῶον, ἔχει ἤδη τὴν ἕξιν, ἐλλείπει δὲ αὐτῷ ἡ ἐνέργεια. διαφέρει δὲ τοσοῦτον τῆς ἐπιστήμης ἡ αἴσθησις, ὅτι τῇ μὲν ἔξωθεν δεῖ παραγε‐ νέσθαι τὰ προαξόμενα αὐτὴν εἰς ἐνέργειαν, τὸ ὁρατὸν καὶ τὸ ἀκουστὸν καὶ τὸ
20ἁπτόν· ἡ δὲ ἐπιστήμη οἴκοθεν ἔχει τὰ ἐπιστητά· τὰ γὰρ νοήματα ἐπιστητά ἐστι τὰ καθόλου, ἅπερ αὐτὴ συναθροίζει καὶ ἑαυτῇ θησαυρίζεται· καὶ ἐπ’ αὐτῇ προχειρίζεσθαι, ὅταν βούληται, τῇ δὲ αἰσθήσει τὰ καθέκαστα ὑπέκειτο καὶ τὰ ἐν μέρει, ταῦτα δ’ ἔξωθεν καὶ τῆς φύσεως ἔργα, οὐ τῆς ψυχῆς. διὸ νοῆσαι μὲν ἐφ’ ἡμῖν, ὅταν βουλώμεθα, αἰσθέσθαι δὲ οὐκ ἐφ’ ἡμῖν, ἀλλ’
25ἀνάγκη ἔξωθεν ὑπάρχειν τὸ αἰσθητόν. διὰ δὲ τοῦτο καὶ ὅσαι τῶν τεχνῶν ποιητικώτεραι, ἃς τῶν αἰσθητῶν ἐπιστήμας ὠνόμασεν Ἀριστοτέλης, καὶ περὶ τὸ καθ’ ἕκαστον μᾶλλον ἢ περὶ τὸ καθόλου, οὐδὲ αὗται ἐνεργοῦσιν, ὅταν προαιρῶνται. ἡ γὰρ ὕλη καὶ ταύταις ἔξωθεν, ὡς χαλκευτικῇ μὲν ὁ χαλκός, οἰκοδομικῇ δὲ οἱ λίθοι. ἀλλὰ περὶ μὲν τούτων ὕστερον, νῦν δὲ
30λέγομεν ὅτι ἐστὶ τὸ αἰσθητικὸν δυνάμει, οἷον τὸ αἰσθητὸν ἐντελεχείᾳ. τὸ δὲ δυνάμει ὅπως ἀκουστέον, προείρηται, ὅτι οὐχ ὡς τὸν παῖδα λέγομεν δυνάμει στρατηγόν, ἀλλ’ ὡς τὸν ἐν ἡλικίᾳ ὄντα καὶ ἕξιν ἔχοντα. πάσχον μὲν οὖν οὐχ ὅμοιον, πεπονθὸς δὲ ὡμοίωται καὶ ἔστιν οἷον ἐκεῖνο. Πῶς δὲ ἐπ’ αὐτοῦ τὸ πάσχειν ἀκουστέον, καὶ ὅτι μὴ κυρίως, προείρηται.
35τίνα γάρ ἐστι τὰ πάσχοντα κυρίως, καὶ τίνα τὰ ἀλλοιούμενα, διώρισται ἐν τοῖς προτέροις λόγοις ἱκανῶς. ἀλλ’ ἐπειδὴ μήτε τῆς δυνάμεως ἔχομεν ὄνομα ἴδιον ἐπὶ τῶν τὴν ἕξιν ἐχόντων, μήτε τοῦ τὴν ἕξιν μεταβάλλειν εἰς ἐνέργειαν, χρώμεθα μὲν ἐπ’ αὐτῶν τῇ κοινῶς λεγομένῃ δυνάμει καὶ τῷ
κοινῶς λεγομένῳ πάσχειν, διαστελλόμεθα δὲ τὰ σημαινόμενα. ὅτι γὰρ οὐ56

5,3

57

πάσχουσα κυρίως ἡ αἴσθησις ὑπὸ τῶν αἰσθητῶν, ἀλλ’ οὐδὲ ἀλλοιουμένη δέχεται αὐτῶν τὰ εἴδη, δῆλον ἐκεῖθεν· οὐ γὰρ λευκὴ γινομένη τῶν λευκῶν ἀντιλαμβάνεται, οὐδὲ θερμὴ τῶν θερμῶν, οὐδὲ γλυκεῖα τῶν γλυκέων, ἀλλ’ ἐκμάττεται μὲν τὰ εἴδη τῶν αἰσθητῶν καὶ τοὺς λόγους ἄνευ τῆς ὕλης,
5ὥσπερ ὁ κηρὸς τὸ εἶδος τῆς χρυσῆς σφραγῖδος ἄνευ τοῦ χρυσοῦ, οὐ μὴν ὕλη γινομένη τῷ εἴδει, οὐδὲ τρεπομένη σωματικῶς, ἀλλ’ οὐδὲ σχηματι‐ ζομένη ἐπιπολῆς· ὁ γὰρ κηρός, εἰ καὶ μὴ τὴν ὕλην δέχεται τῆς σφραγῖδος, ἀλλ’ ἐπιπολῆς ἐσχηματίζετο, ἡ δὲ αἴσθησις ὅλη δι’ ὅλης τὸ εἶδος ἀναλαμ‐ βάνει τοῦ αἰσθητοῦ καὶ οὐ μεταβάλλουσα ἐκ τῆς ἕξεως, ἧς πρότερον εἶχεν,
10ἀλλὰ τοὐναντίον ἣν ἔχει τελειοῦσα καὶ βεβαιουμένη τῷ ἐνεργεῖν. τοιοῦτον μὲν οὖν ἡ καθόλου αἴσθησις, καθ’ ἑκάστην δὲ ἰδίᾳ ῥητέον· οὐδὲ γὰρ ὁ κοινὸς λόγος αὐτῆς ἀκριβῶς ἂν εἴη κοινός, ἐπειδὴ καὶ ἐν τῇ αἰσθήσει τὸ πρότερον καὶ τὸ ὕστερον. τοῦ δὲ περὶ ἑκάστης αἰσθήσεως λόγου πρότερον τὰ αἰσθητὰ διαιρετέον.
15 Τῶν τοίνυν αἰσθητῶν τὰ μὲν καθ’ αὑτά ἐστιν αἰσθητά, τὰ δὲ κατὰ συμβεβηκός. καὶ τῶν καθ’ αὑτὰ τὰ μὲν κοινά ἐστιν ἁπασῶν 〈τῶν αἰ‐ σθήσεων〉, τὰ δὲ ἴδια καθ’ ἑκάστην· ἴδια μὲν ἑκάστης, ὧν οὐχ οἷόν τε ἄλλην ἀντιλαμβάνεσθαι καὶ περὶ ἃ ἥκιστα ἀπατᾶται, εἰ κατὰ φύσιν τε ἔχοι καὶ μηδὲν ἐμποδίζοι τῶν ἔξωθεν, οἷον ἢ θέσις ἢ διάστημα ἀσύμμετρον·
20ἀνεξαπάτητος γὰρ περὶ τὰ χρώματα ἡ ὄψις, ὅταν αὐτή τε ἔχῃ εἰλικρινῶς καὶ διὰ καθαροῦ τοῦ ἀέρος τὰς ἐνεργείας ποιῆται καὶ ἀπὸ συμμέτρου διαστήματος καὶ τῶν χρωμάτων οὕτως κειμένων. οὕτως δὲ ἔχει καὶ ἡ ἀκοὴ περὶ τοὺς ψόφους· δεῖ γὰρ αὐτήν τε ὑγιαίνειν καὶ τὸ μεταξὺ ἠρεμοῦν εἶναι καὶ τὸ διάστημα σύμμε‐ τρον. οὕτως καὶ περὶ χυμοὺς ἡ γεῦσις. ἡ δὲ ἁφὴ πλείους μὲν ἔχει
25διαφορὰς καὶ οὐχ οἷόν τε ἑνὶ περιλαβεῖν ὀνόματι τὸ ὑποκείμενον ταύτῃ τῇ αἰσθήσει, ὡς τὸ χρῶμά ἐστιν ἐπὶ τῆς ὄψεως καὶ οἱ ψόφοι ἐπὶ τῆς ἀκοῆς· καὶ γὰρ λείων καὶ τραχέων καὶ σκληρῶν καὶ μαλακῶν καὶ βαρέων καὶ κούφων καὶ θερμῶν καὶ ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν ἀντιλαμβάνεται, καὶ ἔστι πεντὰς αὕτη συζυγιῶν ἀνώνυμος ἑνὶ καθάπερ εἶπον ὀνόματι. οὐ μήν, εἰ καὶ
30πλείω ταύτῃ τὰ ὑποκείμενα, ἕτερον τρόπον ἐνεργεῖ περὶ αὐτὰ ἢ ὅνπερ ἑκάστη τῶν λοιπῶν περὶ τὰ ἴδια, ἀλλὰ καὶ αὐτὴ περὶ τὰ αὑτῆς ἥκιστα εὐεξαπάτητος· καὶ ὥσπερ ἡ ὄψις οὐκ ἐξαπατᾶται τί τὸ χρῶμα, ἀλλὰ τί τὸ κεχρωσμένον, οὐδὲ ἡ ἀκοὴ τίς ὁ ψόφος, ἀλλὰ τί τὸ ψοφοῦν ἢ ἐν ποίῳ τόπῳ, πότερον ἐν δεξιᾷ ἢ ἐν ἀριστερᾷ, ἢ ὄπισθεν ἢ ἔμπροσθεν· οὕτως καὶ ἡ ἁφὴ τοῦ σκληροῦ μὲν
35ἀντιλαμβάνεται καθ’ αὑτήν, τί δὲ τὸ σκληρόν, οὐχ οἵα τε εἰπεῖν καθ’ αὑτήν. τὰ μὲν οὖν τοιαῦτα λέγεται ἴδια ἑκάστης εἶναι αἰσθήσεως, κοινὰ δὲ πλειόνων κίνησις ἠρεμία ἀριθμὸς σχῆμα μέγεθος. ἀλλὰ κίνησις μὲν ἁπασῶν κοινόν τι τῶν αἰσθήσεων· ἀντιλαμβάνεται γὰρ αὐτῆς καὶ ὄψις καὶ
ἀκοή· ‘ἵππων μ’ ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει.‘ ἀλλὰ καὶ ὄσφρησις57

5,3

58

προσιόντος καὶ ἀπιόντος τοῦ ὀσφρητοῦ, καὶ γεῦσις ὁμοίως, ἡ δὲ ἁφὴ καὶ σαφέστερον. τάχα δὲ οὐ μόνον κίνησις, ἀλλὰ καὶ ἠρεμία καὶ ἀριθμὸς κοινὰ πασῶν αἰσθητὰ τῶν αἰσθήσεων· ἑκάστη γὰρ οἵα τέ ἐστι τῶν ἰδίων αἰσθητῶν συμπαρατηρεῖν τὸν ἀριθμόν. μέγεθος δὲ καὶ σχῆμα κοινὰ μάλιστα τῇ τε ὁράσει
5καὶ τῇ ἁφῇ. κατὰ συμβεβηκὸς δὲ λέγεται αἰσθητὰ ἃ καθ’ αὑτὰ μὲν οὐκ ἔστιν αἰσθητά, τῷ δὲ συμβεβηκέναι τοῖς ἁπλῶς αἰσθητοῖς· αἰσθητὸς γὰρ ὁ Διάρους υἱὸς ἢ ὁ Διάρης οὐχ ᾗ Διάρης, ἀλλ’ ὅτι συμβέβηκε τῷ Διάρει καὶ λευκῷ εἶναι. Ἀριστοτέλης δὲ τὰ κατὰ συμβεβηκὸς αἰσθητὰ οὕτως ἑρμηνεύει· κατὰ συμβεβηκὸς γὰρ τούτου αἰσθάνεται, διότι τῷ λευκῷ τοῦτο συμβέβηκεν
10οὗ αἰσθάνεται, ὥσπερ ἂν εἰ λέγοι ὅτι κατὰ συμβεβηκὸς τοῦ Διάρους αἰσθάνεται, ὅτι τῷ λευκῷ συμβέβηκε Διάρει εἶναι. ἔθος δὲ αὐτῷ πολλάκις καὶ ἐπὶ τῶν ὑποκειμένων τῷ τοῦ συμβεβηκότος ὀνόματι κεχρῆσθαι, ὥσπερ καὶ ἐν Κατηγορίαις· περιαιρουμένων γάρ φησι τῶν ἄλλων, ὅσα συμβεβηκότα ἐστὶ τῷ δεσπότῃ, οἷον τοῦ ἄνθρωπον εἶναι καὶ τὰ ἑξῆς. διὸ καὶ οὐδὲν
15πάσχει φησὶν ὑπὸ τῶν τοιούτων ἡ αἴσθησις ᾗ τοιαῦτά ἐστιν, οἷον ἡ ὄψις ὑπὸ τοῦ Διάρους ᾗ Διάρης ἐστίν· οὐ γὰρ ὁρατὸν ὁ Διάρης ἐστίν, ἀλλὰ τὸ χρῶμα Διάρους. τῶν δὲ καθ’ αὑτὰ αἰσθητῶν τὰ ἴδια κυρίως αἰσθητά, καὶ πρὸς ἃ ἡ ἑκάστης πέφυκεν οὐσία τε καὶ ἐνέργεια. περὶ ὧν καὶ δὴ λέγομεν τὴν ἀρχὴν ἀπὸ τῆς ὄψεως ποιησάμενοι.
19
20tΘΕΜΙΣΤΙΟΥ ΠΕΡΙ ΨΥΧΗΣ.
21tΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ.
22 Τῆς ὄψεως ἴδιον αἰσθητὸν τὸ ὁρατόν· ἡ γὰρ ὄψις ὅρασις, ἡ δὲ ὅρασις πρὸς τὸ ὁρατόν. ὁρατὸν δὲ λέγω πρώτως τὸ χρῶμα· εἰ δέ τι καὶ ἄλλο ἐστὶν ὁρατόν, προϊὼν ὁ λόγος μηνύσει· δοκεῖ γάρ τινα ἐν φωτὶ μὲν
25οὐχ ὁρᾶσθαι, ὅπερ ἴδιον τῶν χρωμάτων, ἐν σκότει δὲ λάμπειν, ἀνώνυμα δὲ ἑνὶ ὀνόματι. ἀλλὰ ταῦτα μὲν ὥσπερ ἔφην προϊὼν ὁ λόγος διακρινεῖ, νῦν δὲ τοσοῦτον κείσθω τὴν πρώτην, ὅτι τὸ ὁρατόν ἐστι χρῶμα. τοῦτο δὲ εἶναι πέφυκεν αἰεὶ ἐπὶ τῆς τῶν σωμάτων ἐπιφανείας, ἣ καθ’ αὑτὴν ὁρατή, καθ’ αὑτὴν δ’ οὐχ ὅτι ἐνυπάρχει αὐτῆς ἐν τῷ λόγῳ τὸ ὁρατόν, οὐδὲ ὅτι
30αὐτὴ ἐν τῷ λόγῳ τοῦ ὁρατοῦ περιέχεται, οἵπερ ἦσαν δύο τρόποι τῶν καθ’ αὑτὰ ὑπαρχόντων, ἀλλ’ ὅτι πάντως ἐν ἑαυτῇ ἔχει τὸ χρῶμα, καὶ οὐχ οἷόν τε ἄνευ χρώματος ἐπιφάνειαν σώματος οὔτε εὑρεῖν οὔτε νοῆσαι. ἐπεὶ
τοίνυν τὸ αἴτιον τοῦ ὁρατὴν εἶναι τὴν ἐπιφάνειαν ἐν αὐτῇ ἐστὶ τῇ ἐπιφα‐58

5,3

59

νείᾳ, διὰ τοῦτο λέγοιτ’ ἂν ἡ ἐπιφάνεια καθ’ αὑτὴν ὁρατή. τῷ μὲν οὖν ὑποκειμένῳ ταὐτὸν τό τε ὁρατὸν καὶ τὸ χρῶμα, τῷ λόγῳ δὲ ἕτερον· τὸ μὲν γὰρ ὁρατὸν πρὸς τὴν ὅρασιν λέγεται, τὸ χρῶμα δὲ καθ’ αὑτό, καὶ ὁρατὸν μὲν οὐκ ἔστιν ἀπελθούσης τῆς ὁράσεως, εἰ μὴ δυνάμει, χρῶμα δὲ
5οὐ κωλύεται εἶναι, κἂν μὴ ὁρᾶται. πᾶν δὲ χρῶμα κίνησίς ἐστι τοῦ κατ’ ἐνέργειαν διαφανοῦς, καὶ τοῦτό ἐστιν αὐτοῦ ἡ φύσις, καὶ οὐκ ἔστιν ὁρατὸν ἄνευ φωτός, ἀλλὰ πάντως ἕκαστον χρῶμα ἐν φωτὶ ὁρατόν. διὸ περὶ φωτὸς πρῶτον λεκτέον, τί ἐστιν, εἴπερ διὰ τοῦτο γίνεται ὁρατὸν τὸ χρῶμα. πρῶτον δὲ τί τὸ διαφανές· τούτου γὰρ τὸ φῶς οἷον ἐνέργειά τις καὶ τελειότης.
10 Λέγω τοίνυν εἶναι διαφανὲς ὅ ἐστι μὲν ὁρατόν, οὐ καθ’ αὑτὸ δὲ ὁρατὸν ὡς ἁπλῶς εἰπεῖν, ἀλλὰ δι’ ἀλλότριον χρῶμα. τοιοῦτον δέ ἐστιν ἀὴρ καὶ ὕδωρ, εἴποις δ’ ἂν καὶ λίθους τινάς, οἳ καὶ αὐτῷ τούτῳ τῷ ὀνόματι προσαγορεύονται, καὶ τὴν ὕελον καὶ τὰ κέρατα καὶ ἄλλας φύσεις σωμάτων, μάλιστα δὲ τὸ ἀίδιον καὶ θεῖον σῶμα. καὶ τοῦτο μὲν πρώτως διαφανές,
15δευτέρως δὲ ὁ ἀήρ, τρίτον δὲ τὸ ὕδωρ, ἔπειτα ὅσα ἐφεξῆς ἠριθμήσαμεν, καὶ τούτων ἕκαστον διαφανὲς οὐχ ᾗ ὕδωρ οὐδ’ ᾗ ἀήρ, ἀλλ’ ᾗ κοινῆς τινὸς φύσεως ἅπαντα κεκοινώνηκεν, δι’ ἣν ἐνυπάρχουσαν αὐτοῖς καὶ ἔστι διαφανῆ καὶ ὀνομάζεται. γίνεται οὖν ἅπαντα ταῦτα ὁρατὰ οὐ δι’ οἰκεῖον χρῶμα· οὐ γὰρ ἂν εἴη τι διαφανὲς κεχρωματισμένον, ἀλλ’ ὅσα μάλιστα
20ἀχρωμάτιστα, ταῦτα μάλιστα διαφανῆ. ὁρᾶται οὖν, εἴπερ ὁρᾶται, δι’ ἀλλότριον ὡς ἔφην χρῶμα· κινεῖται γὰρ ὑπὸ τῶν ἀλλοτρίων χρωμάτων, κινεῖται δὲ οὐχ ὡς ἀλλοιοῦσθαι, οὐδ’ ὡς μεταβάλλειν εἰς αὐτά, οὐδ’ ὥσπερ ὁ κηρὸς τῶν σφραγίδων δέχεται τὰ γλύμματα. οὗτος μὲν γὰρ ἐπιπολῆς, ὁ δὲ ἀὴρ ὅλος δι’ ὅλου παραπέμπει τῇ ὄψει τὰ χρώματα, καὶ
25ὁ αὐτὸς ἐνίοτε ἅμα τὰ ἐναντία πλείοσιν ὄψεσιν, ὅπερ οὐχ οἷός τ’ ἂν ἦν, εἰ συνετρέπετο τοῖς χρώμασι καὶ συνηλλοιοῦτο. παραπέμπει δὲ οὐκ αἰεὶ τὰ χρώματα πρὸς τὴν ὄψιν οὔτε ὁ ἀὴρ οὔτε τὰ ἄλλα τὰ προειρημένα δια‐ φανῆ, ἀλλ’ ἡνίκα ἂν γένηται ἐνεργείᾳ διαφανῆ· γίνεται δὲ ἐνεργείᾳ διαφανῆ φωτὸς παρουσίᾳ. τὸ μὲν οὖν θεῖον σῶμα ἀεὶ διαφανὲς ἐνεργείᾳ· ἀεὶ γὰρ
30αὐτῷ πάρεστι καὶ τὸ φῶς, ὁ δὲ ἀὴρ καὶ τὰ λοιπὰ ποτὲ μὲν δυνάμει, ποτὲ δὲ ἐνεργείᾳ διαφανῆ. ἐν οἷς οὖν δυνάμει τὸ φῶς, ἐν τούτοις ἐστὶ καὶ τὸ σκότος· οὐδὲν γὰρ ἄλλο ἐστὶ τὸ σκότος ἢ τὸ δυνάμει διαφανές, τὸ δὲ φῶς ἐντελέχειά τις καὶ τελειότης τοῦ διαφανοῦς ᾗ διαφανές. οὐ γὰρ ᾗ ἀήρ, οὐδὲ ᾗ ὕδωρ· ἑτέρα γὰρ ἑκάστου καθ’ ὅ ἐστιν ἕκαστον τελειότης, ᾗ δὲ
35διαφανῆ πάντων τελειότης τὸ φῶς· οἷον γὰρ χρῶμά ἐστι τοῦ διαφανοῦς, τὸ δὲ οἷον εἶπον, ὅτι οὐ χρωματίζει τὸν ἀέρα τὸ φῶς, ὥσπερ ἡ λευκότης τὴν
χιόνα, ἀλλ’ αἴτιόν ἐστι τῷ ἀέρι τοῦ γενέσθαι αὐτὸν ὁρατόν, ὥσπερ τὰ59

5,3

60

χρώματα τοῖς σώμασι τοῦ ὁρᾶσθαι αἴτια γίνεται, καὶ προάγει τὸ δυνάμει διαφανὲς εἰς τὸ γίγνεσθαι ἐντελεχείᾳ. ἔστι δὲ οὔτε τὸ πῦρ αὐτὸ φῶς οὔτε ὁ ἥλιος οὐδὲ τὰ λοιπὰ ἄστρα, ἀλλ’ ἡ ἐν τῷ διαφανεῖ αὐτῶν παρουσία, καὶ τοῦτο κοινὸν ὑπάρχει τοῖς τοιούτοις ἅπασι σώμασι τὸ δύνασθαι τὰ
5δυνάμει διαφανῆ ἐνεργείᾳ ποιεῖν, καὶ μάλιστα τῷ ἡλίῳ καὶ τοῖς λοιποῖς θείοις σώμασι, δεύτερον δὲ τῷ πυρὶ καὶ εἴ τι ἄλλο πυρῶδες. ἔοικεν οὖν οὐχ ᾗ πῦρ ὑπάρχειν αὐτῷ τὸ φωτίζειν, ἀλλ’ ᾗ τινὸς ἄλλης φύσεως κεκοι‐ νώνηκεν. δῆλον δὲ καὶ ἐκ τῶν παρ’ ἡμῖν ζώων, οἷον τῶν καλουμένων πυγολαμπίδων, ἃ πῦρ μὲν οὐκ ἔχει, φωτίζει δὲ ὅμως κατὰ τὸ μέγεθος τοῦ
10σώματος τὸν πέριξ ἀέρα. Τί μὲν οὖν τὸ διαφανὲς εἴρηται, εἴρηται δὲ ὁμοίως καὶ τί τὸ φῶς, ὅτι οὔτε πῦρ οὔθ’ ὅλως σῶμα οὐδὲ ἀπορροὴ σώματος οὐδενός (εἴη γὰρ ἂν καὶ οὕτως σῶμα)· ἀλλὰ πυρὸς ἢ τοιούτου τινὸς ἐν τῷ διαφανεῖ παρουσία, παρουσία δὲ οὐχ ὡς ἡ τῶν κιρναμένων πρὸς ἄλληλα, οὐδ’ ὡς τῶν ἐν τῷ
15αὐτῷ τόπῳ παρακειμένων ἀλλήλοις (ἅπαντα γὰρ ταῦτα σωμάτων τὰ πάθη)· ἀλλ’ ὡς ἡ τοῦ δρῶντος ἐνέργεια ἐν τῷ πάσχοντι, μᾶλλον δὲ τελειουμένῳ. οὔτε γὰρ σῶμα διὰ σώματος χωρεῖν ὅλον δι’ ὅλου δυνατόν, οὔτε δύο σώματα ἅμα κατέχειν τὸν αὐτὸν τόπον, ὡς διὰ πολλῶν ἔμπροσθεν ἀποδέδεικται. ἐχρῆν δὲ παχύτερον εἶναι τὸν ἀέρα, ἡνίκα ἂν ἔχῃ τὸ φῶς ἢ ὁπηνίκα ἂν
20ἔχῃ τὸ σκότος, νῦν δὲ τὸ ἐναντίον δοκεῖ. ἄλλως δέ, εἰ τὸ σκότος στέρησις ἐν τῷ διαφανεῖ τῆς τοῦ πυρὸς παρουσίας, ἡ τούτου παρουσία τὸ φῶς ἐστί. παρουσία δὲ ἅπασα σχέσις τοῦ παρόντος πρὸς ἐκεῖνο, ᾧ πάρεστι, καὶ οὐχὶ σῶμα. ἔτι δὲ εἰ σῶμα τὸ φῶς, κἂν ἐκινεῖτο ὑπὸ τῶν πνευμάτων. ἀλλ’ οὐδ’ ἂν ἡ κίνησις αὐτοῦ κατὰ φύσιν ἦν ἡ εἰς τὸ κάτω, εἴγε καὶ λεπτότερον τοῦ πυρὸς τὸ
25φῶς. ἔτι ἐχρῆν ἐν χρόνῳ κινεῖσθαι τὸ φῶς, εἴπερ σῶμα ἦν, νῦν δὲ ἀθρόως ἅπας ὁ οἶκος πυρὸς εἰσκομισθέντος φωτίζεται, μᾶλλον δὲ ἅπας ὁ ἀὴρ ἀνατείλαντος τοῦ ἡλίου. Ἐμπεδοκλῆς δ’ οὐκ ὀρθῶς λέγει, οὐδ’ εἴ τις ἄλλος οὕτω λέγει, ὡς κινουμένου τοῦ φωτὸς καὶ γινομένου πρῶτον μεταξὺ τῆς γῆς 〈καὶ τοῦ περιέχοντοσ〉, εἶθ’ οὕτω πρὸς τὴν γῆν, ἡμᾶς δὲ λαν‐
30θάνοντος διὰ τὴν ταχυτῆτα τῆς κινήσεως· τοῦτο γάρ ἐστι καὶ παρὰ τὴν ἐν τῷ λόγῳ ἀλήθειαν καὶ παρὰ τὰ φαινόμενα. ἐν μικρῷ μὲν γὰρ δια‐ στήματι καὶ μικροῦ φωτὸς κίνησις λάθοι ἄν, ἀπ’ ἀνατολῆς δὲ εἰς δυσμὰς λανθάνειν τηλικούτου σώματος κίνησιν μέγα λίαν τὸ αἴτημα. Ἔστι δὲ χρώματος μὲν δεκτικὸν τὸ ἄχρουν, ψόφου δὲ τὸ ἄψοφον,
35ὥσπερ σχήματος τὸ μὴ ἔχον οἰκεῖον σχῆμα, καὶ χυμοῦ τὸ μὴ ἔχον οἰκεῖον χυμόν. ἄχρουν δέ ἐστι τὸ διαφανὲς οἰκείου χρώματος· διὰ τοῦτο γὰρ διαφανὲς καὶ κινεῖται ὑπὸ τῶν ἀλλοτρίων χρωμάτων· ὡς εἴπερ οἰκεῖον
εἶχεν, ἐκεῖνο ἂν ἀντιφράττον ἐκώλυε τὴν αἴσθησιν τῶν ἀλλοτρίων. ἀλλ’60

5,3

61

ὅταν μὲν ἐνεργείᾳ γένηται διαφανὲς ὑπὸ τοῦ φωτός, τότε γίνεται αὐτοῦ οἷον χρῶμα τὸ φῶς, καὶ τηνικαῦτα γίνεται καὶ αὐτό πως ὁρατὸν καὶ αἴτιον τοῖς σώμασι τοῦ ὁρᾶσθαι· ὅταν δὲ δυνάμει, οἷον δοκεῖ τὸ σκότος εἶναι, τότε καὶ αὐτὸ ἀόρατον καὶ ἀφαιρεῖται τῶν ἄλλων χρωμάτων τὴν θέαν.
5ἀόρατον δ’ ἔφαμεν τὸ σκότος οὐχ ὅτι παντελῶς οὐχ ὁρᾶται, ἀλλ’ ὅτι μόλις· διακρίνει γὰρ καὶ τὸ σκότος ἡ ὄψις, ὥσπερ καὶ ἅπασα αἴσθησις τὴν στέρησιν τοῦ αὑτῆς αἰσθητοῦ, ἡ δὲ αὐτὴ φύσις καὶ τὸ αὐτὸ ὑπο‐ κείμενον ὁτὲ μὲν σκότος, ὁτὲ δὲ φῶς ἐστίν, ὥσπερ τὸ αὐτὸ ὑποκείμενον ὁτὲ μὲν ὁρᾷ, ὁτὲ δὲ τυφλοῦται. οὐ πάντα δὲ τὰ ὁρατὰ ἐν φωτὶ ὁρατά,
10ἀλλὰ τὸ μὲν οἰκεῖον ἑκάστου χρῶμα ἐν φωτὶ μόνον, ἔνια δὲ ἐν μὲν τῷ φωτὶ οὐχ ὁρᾶται, ἐν δὲ τῷ σκότῳ κινεῖ τὴν αἴσθησιν, ἅπερ ἢ οὐ χρώματα ῥητέον, εἴπερ ὀρθῶς ἀφώρισται ἴδιον χρώματος εἶναι τὸ κινητικὸν τοῦ κατ’ ἐνέργειαν διαφανοῦς, ἢ ἄλλον τρόπον, οἷον τὰ πυρώδη φαινόμενα καὶ ἐν νυκτὶ λάμποντα, ὧν ἓν μὲν γένος οὐκ ἔστι, διόπερ οὐδὲ ὀνομάζεται ἑνὶ
15ὀνόματι, πολλοῖς δὲ οὖσι καὶ διαφέρουσι κατ’ εἶδος ἀλλήλων ἓν κοινὸν ὑπάρχει τὸ πυρώδη εἶναι δοκεῖν καὶ λάμπειν ἐν σκότει· τοιοῦτοι δὲ καὶ οἱ μύκητες καὶ κέρατά τινων ζώων καὶ ἰχθύων κεφαλαὶ καὶ λεπίδες καὶ ὀφθαλμοί, καὶ ξύλα δέ τινα σεσηπότα· καὶ τούτων δὲ ἑκάστου τὸ μὲν οἰκεῖον χρῶμα ἐν φωτὶ ὁρᾶται, τὸ δὲ πυρῶδες τοῦτο καὶ ἐκλάμπον ἐν τῇ
20νυκτὶ ἴσως οὐδὲ χρῶμα, ἀλλὰ τῶν ἡμετέρων πάθος ὀφθαλμῶν. Δι’ ἣν μὲν οὖν αἰτίαν ταῦτα ὁρᾶται, ἄλλον εἶναί φησι λόγον καὶ προσήκοντα μᾶλλον τοῖς περὶ αἰσθήσεως καὶ αἰσθητῶν· λέγει δὲ αὐτὸν Σωσιγένης ὁ Ἀλεξάνδρου διδάσκαλος ἐν τῷ τρίτῳ Περὶ ὄψεως, εἴ τῳ πιθανὸς ὁ Σωσιγένης, μετέχειν καὶ ταῦτα φάσκων φύσεώς τινος ἐπ’ ὀλίγον
25τοιαύτης, οἵας καὶ τὸ πέμπτον σῶμα καὶ τὸ πῦρ· αὕτη δέ ἐστι τὸ δύνασθαι λάμπειν τε καὶ φωτίζειν τὸν παρακείμενον ἀέρα ἢ τὸ σῶμα τὸ διαφανές. φωτίζεσθαι οὖν πως καὶ ὑπὸ τούτων τὸν ἀέρα νύκτωρ, ὅταν μὴ ὑπὸ τοῦ μᾶλλον φωτίζοντος καταλάμπηται καὶ ἀφανὲς τὸ παρὰ τούτων γίνηται φῶς ἀμαυρούμενον τῷ λαμπροτέρῳ. ἐν μέντοι τῇ νυκτὶ μέχρι τινὸς οἷά
30τε φωτίζειν τὸν πλησίον αὐτῶν ἀέρα, οὐχ ὥστε καὶ ἄλλα ποιεῖν ὁρατά, ἀλλ’ ὡς αὐτὰ ἀγαπητῶς διαφαίνεσθαι διὰ τὸ τὴν οὐσίαν ἐκείνην ὀλίγην αὐτοῖς ὑπάρχειν, παρ’ ἧς τὸ φῶς. καὶ τὸ πῦρ δὲ αὐτὸ τὸν μὲν πλησίον ἀέρα οὕτω φωτίζει, ὥστε καὶ τὰ τῶν ἄλλων χρώματα ποιεῖν ὁρατά, τὸν πόρρω δὲ οὕτως, ὥστε ἑαυτὸ μόνον ποιεῖν ὁρατόν. νῦν δὲ ἐπὶ τοσοῦτον
35ἔστω δῆλον, ὅτι τὸ μὲν ἐν φωτὶ ὁρώμενον τοῦτο κυρίως χρῶμά ἐστι· τοῦτο γὰρ ἦν αὐτῷ χρώματι εἶναι τὸ κινητικῷ εἶναι τοῦ κατ’ ἐνέργειαν διαφανοῦς, τὸ δὲ ἐν σκότει ἢ οὐ χρῶμα, ἢ ἕτερον τρόπον· ὥστε δύο εἶναι διαφορὰς ταύτας τῶν ὁρατῶν τε καὶ χρωμάτων, ὅτι τὰ μὲν ἐν φωτὶ ὁρᾶται ἐν σκότει δ’
οὔ, τὰ δὲ ἐν σκότει μὲν ἐν φωτὶ δὲ οὔ. τὸ πῦρ δὲ ἐν ἀμφοῖν ὁρᾶται, καὶ61

5,3

62

εἰκότως· τὸ γὰρ διαφανὲς ὑπὸ τούτου γίνεται διαφανές, καὶ τὸ φῶς τοῦ πυρὸς ἦν τις δύναμις καὶ παρουσία, ὥστε ἀναγκαίως καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ τὸ πῦρ ὁρατόν· φῶς γὰρ πάντως περὶ αὐτό. καὶ τοῦτο μόνῳ τῷ τοῦ πυρὸς χρώματι ὑπάρχει τὸ φωτίζειν δύνασθαι τὸν πλησίον ἀέρα, τοῖς
5λοιποῖς δὲ χρώμασιν οὐκέτι, τάχα δὲ οὐδὲ τῷ τοῦ πυρὸς χρώματι ᾗ πῦρ, ἀλλ’ ᾗ τινὸς ἄλλης φύσεως κεκοινώνηκεν· διὸ ἐκεῖνο μὲν ὁρᾶται καὶ ἐν τῷ σκότει, τὰ λοιπὰ δ’ οὔ. ὅτι δὲ τὸ χρῶμα κινητικόν ἐστι τοῦ κατ’ ἐνέργειαν διαφανοῦς, σημεῖον· ἐὰν γάρ τις θῇ τὸ ἔχον χρῶμα ἐπ’ αὐτὴν τὴν ὄψιν, οὐκ ὄψεται, ἀλλὰ τὸ μὲν χρῶμα κινεῖ τὸ διαφανές, οἷον τὸν
10ἀέρα, ὑπὸ τούτου δὲ ἤδη συνεχοῦς ὄντος κινεῖται τὸ αἰσθητήριον. εἰ δὲ μὴ χρεία τοῦ διαφανοῦς ἦν, ὥστε διαπορθμεύειν τὸ χρῶμα τῇ ὄψει, καὶ ἐπ’ αὐτὴν ἂν τὴν ὄψιν τιθέμενον ἑωρᾶτο. οὐ καλῶς οὖν λέγει Δημόκριτος οἰόμενος, εἰ γένοιτο κενὸν τὸ μεταξύ, ὁρᾶσθαι ἂν ἀκριβέστερον· τοῦτο γὰρ ἀδύνατον· ἀλλοιουμένης γὰρ τῆς αἰσθήσεως καὶ οἷον πασχούσης γίνεται
15τὸ ὁρᾶν. ὑπ’ αὐτοῦ μὲν οὖν τοῦ ὁρωμένου χρώματος οὐ πάσχει· ἦ γὰρ ἂν μᾶλλον ἔπασχεν ἐπιτιθεμένου τῇ κόρῃ· λείπεται δὲ ὑπὸ τοῦ μεταξύ· τοῦτο δέ ἐστι τὸ διαφανές. ὥστε οὐχ ὅπως ἂν ἀκριβέστερον ἑωρῶμεν διὰ τοῦ κενοῦ, ἀλλ’ οὐδὲ ἂν ἑωρῶμεν ὅλως μηδενὸς ὄντος, ὃ πρῶτον αὐτὸ ἀλλοιούμενον οὕτω τὴν αἴσθησιν ἀλλοιοῖ.
20 Ὁ δὲ αὐτὸς λόγος καὶ περὶ ψόφου καὶ περὶ ὀσμῆς ἐστίν· οὐδὲ γὰρ οὐδὲ τούτων οὐδὲν ἁπτόμενον τῶν ὀργάνων κινεῖ τὴν αἴσθησιν, ἀλλ’ ὑπὸ μὲν ὀσμῆς καὶ ψόφου τὸ μεταξὺ κινεῖται, ὑπὸ δὲ τούτων τὰ αἰσθητήρια. ἐὰν δὲ αὐτοῖς τις τοῖς ὀργάνοις ἢ ψόφον ἢ ὀσμὴν προσαγάγῃ, οἷον τῷ πόρῳ τῶν ὤτων ἢ τῷ πόρῳ τῶν μυκτήρων, ἢ οὐδ’ ὅλως ἂν κινήσειε
25ταύτας τὰς αἰσθήσεις ἢ οὐχ ὁμοίως. περὶ δὲ ἀφῆς καὶ γεύσεως ἔχει μὲν ὁμοίως, οὐ δοκεῖ δέ· δι’ ἣν δὲ αἰτίαν, ὕστερον λεχθήσεται. τὸ δὲ μεταξὺ ψόφου καὶ ὀσμῆς ἀὴρ καὶ ὕδωρ, οὐχ ᾗ ἀὴρ καὶ ὕδωρ, ἀλλ’ ὥσπερ τὸ διαφανὲς κοινὸν ἦν πάθος τῶν δύο μάλιστα τούτων στοιχείων, δι’ οὗ παραπέμπει τὰ χρώματα, οὕτως ἄλλο τι ὑποληπτέον κοινὸν εἶναι πάθος
30τῶν αὐτῶν τούτων στοιχείων, ὃ παραπέμπει τοὺς ψόφους, καὶ αὖ ἄλλο, ὃ παραπέμπει τὰς ὀσμάς· ὀνομάζουσι δὲ οἱ ἐξηγηταὶ τὸ μὲν διηχές, τὸ δὲ δίοσμον· οὐ γὰρ αὐτός γε Ἀριστοτέλης. φαίνεται γὰρ καὶ τὰ ἔνυδρα τῶν ζώων ἔχειν αἴσθησιν ὀσμῆς, ἀλλ’ ὁ μὲν ἄνθρωπος καὶ τῶν ζώων ὅσα ἀναπνεῖ ἀδυνατεῖ ὀσμᾶσθαι μὴ ἀναπνέοντα, τὰ δὲ ἔνυδρα καὶ μὴ ἀναπνέοντα
35ὅμως ὀσμᾶται. ἡ δὲ αἰτία καὶ περὶ τούτων ὕστερον λεχθήσεται, νῦν δὲ ἐκ τῶν ὁρατῶν δῆλόν ἐστι, τί ποτέ ἐστιν καὶ ἡ ὄψις· ἡ γὰρ δύναμις ἡ δεχομένη τοὺς τῶν χρωμάτων λόγους ἄνευ τῆς ὕλης διὰ τοῦ μεταξὺ δια‐
φανοῦς ὄψις ἂν εἴη.62

5,3

63

Μετὰ δὲ τὴν ὄψιν περὶ ἀκοῆς ῥητέον καὶ πρό γε τῆς ἀκοῆς περὶ ψόφου. ἔστι δὲ διττὸς ὁ ψόφος ὁ μὲν ἐνεργείᾳ τις, ὁ δὲ δυνάμει· τὰ μὲν γὰρ οὐδ’ ὅλως φαμὲν ἔχειν ψόφον οὔτε δυνάμει οὔτε ἐνεργείᾳ, οἷον σπόγγους καὶ ἔρια, τὰ δὲ ἔχειν, ἀλλὰ ποτὲ μὲν δυνάμει ποτὲ δὲ καὶ ἐνεργείᾳ, οἷον
5χαλκὸν καὶ λίθους καὶ ὅσα στερεά τε καὶ λεῖα, ἅπερ ὅταν μὲν ἠρεμῇ, δυ‐ νάμει τὸν ψόφον ἔχει, ὅταν δὲ πλήττηται ὑπ’ ἀλλήλων, τότε δὴ καὶ ἐνεργείᾳ ψοφεῖ. ψοφεῖ δέ, ὅταν δύνηται ἑαυτοῦ μεταξὺ καὶ τῆς ἀκοῆς ἐμποιῆσαι τὸν κατ’ ἐνέργειαν ψόφον. γίνεται δὲ ὁ κατ’ ἐνέργειαν ψόφος αἰεί τινος πρός τι καὶ ἔν τινι· σώματος γὰρ στερεοῦ πρὸς σῶμα στερεὸν
10καὶ ἐν ἀέρι· οὐ γὰρ οἷόν τε ἄνευ φορᾶς πληγὴν γενέσθαι, αὕτη δὲ πάντως ἐν ἀέρι, πληγὴ δὲ οὐχ ἡ τυχοῦσα ποιεῖ τὸν ψόφον οὐδὲ τῶν τυχόντων σωμάτων, οἷον καὶ ἐρίου καὶ σπόγγου, ἀλλὰ δεῖ εἶναι στερεὰ καὶ λεῖα ἢ κοῖλα ἢ πλατέα τὰ μέλλοντα ποιήσειν τὸν ψόφον. ἡ μὲν γὰρ λειότης αἰτία τοῦ μὴ θρύπτεσθαι τὸν ἀέρα· δεῖ γὰρ ἀθρόον καὶ μὴ διῃρημένον
15προσπεσεῖν, ὥστε κινῆσαι τὴν ἀκοήν· ἡ πλατύτης δὲ τοῦ πλείω τὸν ἀέρα καταλαμβάνεσθαι ὑπὸ τῶν ψοφούντων· τὰ κοῖλα δὲ ὅτι πολλὰς ἤδη πληγὰς ποιεῖ μετὰ τὴν πρώτην ἀδυνατοῦντος ἐξελθεῖν τοῦ κινηθέντος ἀέρος, ἀλλ’ ἐνειλουμένου καὶ ἐπὶ πολὺ σειομένου, ὃ μάλιστα ἐπὶ τῶν χαλκῶν ἀγγείων συμβαίνει καὶ τῶν ὁμοίων, ἐφ’ ὧν καὶ ἡ λειότης συντρέχει. ψόφος δὲ καὶ
20ἐν ἀέρι καὶ ἐν ὕδατι, ἀλλ’ ἧσσον ἐν ὕδατι. ὅμως δὲ εἰ καὶ μᾶλλον τοῦ ὕδατος ὁ ἀὴρ συντελεῖ πρὸς ψόφον, ἀλλὰ οὐκ αὐτάρκης ὁ ἀήρ, οὐδὲ κύριος τοῦ ψόφου, ἀλλὰ δεῖ καὶ ποιῶν σωμάτων καὶ ποιᾶς πληγῆς, ποιῶν μὲν στερεῶν τε καὶ λείων καὶ πλατέων καὶ κοίλων, ὡς προειρήκαμεν, ποιὰν δὲ τὴν πληγὴν ὅτι σφοδρὰν καὶ ταχεῖαν, ἵνα μὴ φθάσῃ διαιρεθεὶς ὁ ἀὴρ καὶ
25διαφύγῃ τὴν κίνησιν τοῦ ῥαπίζοντος· εὔθρυπτος γὰρ καὶ εὐόλισθος, διὸ καὶ ταχείας δεῖ τῆς πληγῆς, ἐπεὶ εἰ καὶ τύμπανον τυμπάνῳ ἠρέμα προσάγοις, οὐ ποιήσεις ψόφον, αἱ δὲ μάστιγες ποιοῦσι τὸν ψόφον καὶ αἱ ῥάβδοι παρα‐ πλησίως αὐτὸν τύπτουσαι τὸν ἀέρα, κἂν τῇ ταχυτῆτι προλαμβάνουσαι αὐτοῦ τὴν θρύψιν, ὥσπερ καὶ εἰ ἄμμου σωρὸν φερόμενον παίσοι τις προλαμβάνων
30τῇ πληγῇ τὴν φοράν· τηνικαῦτα δὲ τοὺς δύο ἀναδέχεται λόγους ὁ ἀὴρ τόν τε τοῦ τυπτομένου σώματος καὶ τὸν τοῦ ἐν ᾧ τύπτεται. Ἠχὼ δὲ γίνεται, ὅταν ὁ πληγεὶς ἀὴρ ὑπὸ τοῦ ψοφήσαντος ἢ φωνήσαντος προσπεσὼν στερεῷ τε καὶ λείῳ καὶ ἑνὶ ὄντι διὰ τὸν τόπον τὸν ὁρίζοντα αὐτὸν καὶ κωλύοντα θρύπτεσθαι εἰς τοὐπίσω πάλιν ἀποπάλληται,
35ὥσπερ σφαῖρα. ἔοικε δὲ ἀεὶ μὲν γίγνεσθαι ἠχώ, ἀλλ’ οὐκ ἀεὶ σαφής. ἀνακλᾶται μὲν γὰρ ἀεὶ ὁ πληγεὶς εἷς ἀήρ· οὐδὲ γὰρ οἷόν τε ἂν ἦν αὐτόν τινα ἀκούειν ἑαυτοῦ φωνοῦντος· ἀλλὰ τὰ πολλὰ συμβαίνει τὴν ἀνάκλασιν
διαλανθάνειν, καθάπερ καὶ ἐπὶ τοῦ φωτός· καὶ γὰρ τὸ φῶς ἀεὶ μὲν ἀνα‐63

5,3

64

κλᾶται· οὐ γὰρ ἂν ἐγένετο φῶς καὶ ἐν ταῖς σκιαῖς, ἀλλὰ σκότος παντελὲς ἔξω τοῦ ἡλιουμένου ἀέρος. ἀλλ’ οὐχ οὕτως ἀνακλᾶται ἁπανταχόθεν, ὥσπερ ἀπὸ τῶν λείων οἷον ὕδατος ἢ ἀργύρου· διὰ τοῦτο δὲ οὐδὲ ἀνακλᾶσθαι δοκεῖ· ἐκ γὰρ τῶν λείων καὶ στιλπνῶν ἡ ἀνάκλασις ἐκδηλοτέρα διὰ τὸ καὶ
5σκιὰν δύνασθαι ποιεῖν τὸ ἀποπαλλόμενον φῶς, ὅπερ ἐπὶ τῶν ἄλλων ἀνα‐ κλάσεων οὐ συμβαίνει. οὕτως οὖν καὶ ἠχὼ πανταχόθεν μὲν γίνεται τοῦ ἀέρος ἀνακλωμένου, οὐ πανταχόθεν δὲ γεγωνεῖ, ἐὰν μὴ ὁ πληγεὶς ἀὴρ λείῳ καὶ κοίλῳ προσπέσῃ καὶ ἓν ἐπίπεδον ἔχοντι· ἓν γὰρ τὸ τοῦ λείου ἐπίπεδον· τότε δὲ καὶ αὐτὸς εἷς γίνεται ἅμα καὶ συνεχὴς καὶ ἀποπάλλεται
10ὡς εἷς καὶ ἅμα. ἡ δὲ τραχύτης διαιρεῖ καὶ ὥσπερ πλείω ποιεῖ τὰ ἐπίπεδα τοῦ ἀέρος ψαθυροῦ κατὰ φύσιν ὄντος καὶ εὐδιαιρέτου. κύριος μὲν οὖν οὐκ ἔστιν ὁ ἀὴρ τοῦ ψόφου, κυριώτατος δὲ τῶν ἄλλων στοιχείων· διὸ καὶ ὅσοι τὸ κενὸν κύριον ὑπολαμβάνουσι τοῦ ἀκούειν, κενὸν ἡγούμενοι τὸν ἀέρα, οὐ πάντη διαμαρτάνουσι.
15 Ψοφητικὸν μὲν οὖν ἐστὶ τὸ κινητικὸν ἑνὸς ἀέρος συνεχοῦς μέχρις ἀκοῆς, ἀκοὴ δὲ συμφυὴς ἀέρι· ἐγκατῳκοδόμηται γὰρ ἐν τοῖς ὠσὶν ἀὴρ ὑπὸ τῆς φύσεως τῇ μήνιγγι συμφυὴς καὶ τῷ ἐν αὐτῇ πνεύματι ἐν ᾧ πρώτῳ ἡ αἴσθησις. κινουμένου τοίνυν τοῦ ἔξω ἀέρος γίνεται διάδοσις εἰς τὸν εἴσω συνεχῆ αὐτῷ γινόμενον· συνεχὴς γὰρ ἀὴρ ἀέρι, καὶ οὐχ ἅπτεται, ὥσπερ οὐδὲ
20ὕδωρ ὕδατος, ἀλλ’ ἓν γίγνεται. παραπέμπει οὖν ὁ ἔξω διὰ τοῦ εἴσω τὴν φωνήν, διόπερ οὐκ ἐκ παντὸς μορίου τὸ ζῶον ἀκούει, ἀλλ’ ἐν ᾧ μόνῳ ὑπὸ τῆς φύσεως ὁ ἀὴρ ἐγκατῳκοδόμηται. αὐτὸς μὲν δὴ ἄψοφον ὁ ἀήρ· οἰκείαν γὰρ ἀρχὴν ψόφου οὐκ ἔχει, ἀλλ’ εὔθρυπτος καὶ εὐδιαίρετος καὶ εὔεικτος ἅπαντι σώματι. ὅταν δὲ κωλυθῇ θρύπτεσθαι καὶ διαχεῖσθαι, ἡ
25τούτου κίνησις ψόφος. ὁ δὲ ἐν τοῖς ὠσὶν ἀὴρ γίνεται μὲν συνεχὴς καθάπερ ἔφην τῷ ἔξω, ἄψοφος δὲ μᾶλλον αὐτὸς τῇ οἰκείᾳ φύσει· ὥστε ἀκριβῶς αἰσθάνεται πάσας τὰς διαφορὰς τῶν ἔξωθεν ψόφων μὴ ταραττόμενος ὑπὸ οἰκείου σάλου· γίνεται γὰρ ὥσπερ μεθόριον ὁ τῇ μήνιγγι συμφυὴς ἀὴρ τοῦ τε εἴσω πνεύματος τοῦ αἰσθητικοῦ καὶ τοῦ ἔξωθεν ἀέρος, καὶ οὐκ ἐᾷ τὸν
30ἀέρα τὸν ἔξωθεν πλήττειν τὴν μήνιγγα, ἀλλὰ αὐτὸς ὑποδεχόμενος τὰ εἴδη τῶν ψόφων διὰ τὸ εἷς καὶ ἤρεμος καὶ ἄθρυπτος εἶναι τῇ αἰσθητικῇ ἀρχῇ διαπέμπει. ὅτι δὲ οὐκ εἰσιόντος τοῦ ἔξωθεν ἀέρος οὐδὲ τὴν μήνιγγα αὐτοῦ πλήττοντος, ἀλλὰ τὸν ἐν τοῖς ὠσὶν ἀέρα τὸ ἀκούειν συμβαίνει, δῆλον μάλιστα, ὅταν ἀκούωμεν καὶ ἐν ὕδατι. οὐ γὰρ εἴσεισι τὸ ὕδωρ ἄχρι τῆς
35μήνιγγος, ἀλλ’ ἅπτεται τοῦ ἐν τοῖς ὠσὶν ἀέρος. ἀλλὰ ἐνταῦθα μὲν ἡ διαφορὰ τῶν στοιχείων τὴν ἁφὴν ἔνδηλον ποιεῖ· ἀέρος δὲ πρὸς ἀέρα ἁφὴ οὐκ ἔστιν, ἀλλ’ εὐθὺς συνεχὴς γίνεται ὁ ἁπτόμενος. ἀλλ’ ὥσπερ τὸ ὕδωρ
εἴπερ εἰς τὸ οὖς παραρρυείη, κωλυόμεθα ἀκούειν, οὕτω καὶ ὁ ἔξωθεν ἀὴρ64

5,3

65

ὅταν διὰ σφοδρότητα πληγεὶς αὐτῆς ἅψηται τῆς μήνιγγος. καὶ τοῦτο ἡ φύσις εὐλαβουμένη ἐν τῷ διὰ τῶν ὤτων πόρῳ τὰς ἕλικας ἐμηχανήσατο, ὥστε μὴ ῥᾳδίαν εἶναι τὴν εἴσδυσιν μήτε τοῦ ὕδατος μήτε τοῦ ἔξωθεν ἀέρος εἰς τὴν ἀκοήν. ὥσπερ οὖν τὸ ὕδωρ τὸ ἐπὶ τῆς κόρης καὶ αὐτὸ διαφανὲς ὑπάρχον δέχεται
5παρὰ τοῦ ἔξω διαφανοῦς τοὺς τύπους τῶν χρωμάτων καὶ παραπέμπει τῇ ὄψει, οὕτως ὁ ἐν τοῖς ὠσὶν ἀὴρ δέχεται παρὰ τοῦ ἔξωθεν τοὺς ψόφους καὶ τῇ ἀκοῇ παραπέμπει. ἀλλὰ τοῦ μὲν ὑγροῦ τοῦ ἐπὶ τῆς κόρης προε‐ βάλλετο ὑμένας ἡ φύσις τὴν σκέδασιν αὐτοῦ φυλαττομένη (οὐ γὰρ οἷόν τε ἦν τὸ ὑγρὸν συμμένειν μὴ ὥσπερ ἀγγείῳ τινὶ συνειλημμένον)· ἡ μῆνιγξ
10δὲ αὐτὴν περιέχει μᾶλλον 〈τὴν ἀκοὴν ἢ〉 τὸν ἐν τοῖς ὠσὶν ἀέρα (ἔδει γὰρ αὐτὸν συνεχῆ εἶναι τῷ ἔξω), ἀντὶ σκεπάσματος δὲ αἱ ἕλικες οὐκ ἐῶσαι θρύπτεσθαι αὐτὸν καὶ διαχεῖσθαι. κάματος δὲ μήνιγγος βλάβη τῆς ἀκοῆς, ὥσπερ καὶ κάματος τοῦ ἐπὶ τῇ κόρῃ ὑμένος βλάβη τῆς ὄψεως. οὐ μήν, ἐπεί γε ἀκίνητον ἔφην τὸν ἐν τοῖς ὠσὶν ἀέρα, παντελῶς αὐτὸν ὑποληπτέον
15ἀκίνητον εἶναι, ἀλλὰ ἀκίνητος οὕτως, ὅτι οὐ μεθίσταται ὅλος οὐδὲ ἄλλος καὶ ἄλλος ὑπάρχει, ἀλλ’ ὁ αὐτὸς ἀεὶ διαμένει συμφυὴς ὢν τῇ μήνιγγι καὶ τῇ ἀκοῇ, ἐπεὶ τοῖς γε μορίοις οἰκείαν τινὰ κίνησιν ἀεὶ κινεῖται ἤρεμον καὶ ἀτάραχον· διὸ καὶ ἠχεῖ τὸ οὖς ἀεὶ ὑπὸ τῆς τοιαύτης κινήσεως. ὁ δὲ ψόφος οὐχ ἡ τοιαύτη κίνησις ἦν, ἀλλ’ [ὁ] ἀλλότριος καὶ μὴ ἴδιος. κατὰ
20φύσιν δὲ ἀέρι παντὶ τὸ κινεῖσθαι, διὸ καὶ ἐν ταῖς μάλιστα νηνεμίαις κινεῖται ὁ ἀήρ· καὶ τοῦτο γίνεται ἔκδηλον διὰ τῶν ξυσμάτων, οὐδεπώποτε γὰρ ἠρεμεῖ. διὰ τοῦτο δὲ κἂν προσθῶμεν κέρας τοῖς ὠσίν, ἀκούομεν ψόφου, κινεῖται γὰρ ὁ ἐν τῷ κέρατι τὴν οἰκείαν κίνησιν. σημεῖον δὲ τοῦ ὑγιαίνειν τὴν ἀκοὴν τὸ ἠχεῖν τὸ οὖς· δῆλος γὰρ ὁ ἀὴρ ὁ συμφυὴς τῇ μήνιγγι κατὰ
25φύσιν ἔχων καὶ οἷον ζῶν. πότερον δὲ ψοφεῖ τὸ τυπτόμενον ἢ τὸ τύπτον; ἢ δῆλον ὡς ἄμφω· ἀλλὰ τὸ μὲν ὡς πάσχον, τὸ δὲ ὡς ποιοῦν, πεῖσις δὲ ποιήσει τῷ μὲν ὑποκειμένῳ ταὐτόν, τῷ λόγῳ δὲ διενήνοχεν. ἔστι δὲ ὁ ψόφος ὡς ἁπλῶς εἰπεῖν πάθος ἀέρος, διττὸς δὲ οὗτος· ὁ μὲν γὰρ τοῦ μεταξὺ τῶν συναραττόντων σωμάτων, ὁ δὲ κατὰ τὴν ἐκείνου κίνησιν ἐκ
30διαδοχῆς ἀποπαλλόμενος· ὅπερ ἐστὶ τὸ ἀκουόμενον, ὅταν ἀκοῆς ἐπιλάβηται. οὐδὲ τὸ παράδειγμα ᾧ κέχρηται Ἀριστοτέλης πάντη ἔοικε· φησὶ γὰρ τὸν ψόφον εἶναι κίνησιν τοῦ δυναμένου κινεῖσθαι τὸν τρόπον τοῦτον, ὃν τὰ ἀφαλλόμενα ἀπὸ τῶν λείων, ὅταν τις κρούσῃ. τὰ μὲν γὰρ ἀφαλλόμενα χωρίζεται ὧν ἀφάλλεται, ὁ δὲ πρώτως ψοφήσας ἀὴρ οὐκ αὐτὸς ἀφάλλεται
35ἐπὶ τὴν ἀκοήν, ἀλλὰ τὸν συνεχῆ ἀέρα κινεῖ, καὶ ἔοικε μᾶλλον τοῖς κύμασιν, ὧν ἄλλο ὑπ’ ἄλλου προωθεῖται. Αἱ δὲ διαφοραὶ τῶν ψόφων ἐν τοῖς κατ’ ἐνέργειαν ψόφοις δηλοῦνται,
ἐπεὶ μέχρις ἂν ᾖ ψοφητικὰ τῇ δυνάμει, ἄδηλος ἡ τῶν ψόφων τῶν παρ’65

5,3

66

αὐτῶν γινομένων διαφορά. ὥσπερ γὰρ ἐπὶ τῶν ἄλλων αἰσθήσεων, ὅταν αἰσθητὰ γένηται ἐνεργείᾳ, τότε καὶ τὰς διαφορὰς παρα‐ δείκνυσιν, οὕτως ἔχει καὶ ἐπὶ τοῦ ψόφου. ψόφου δὲ πρῶται διαφοραὶ τὸ ὀξὺ καὶ τὸ βαρύ, ταῦτα δὲ λέγεται κατὰ μεταφορὰν ἀπὸ τῶν ἁπτῶν· τὸ
5μὲν γὰρ ὀξὺ τῷ σχήματι κινεῖ τὴν σάρκα ἢ τὸ σῶμα ἐν ὀλίγῳ χρόνῳ ἐπὶ πολύ, τὸ δὲ ἀμβλὺ ἐπ’ ὀλίγον ἐν πολλῷ χρόνῳ. οὕτω δὲ ἔχει καὶ ἐπὶ τῆς ἀκοῆς τὸ ὀξὺ καὶ τὸ βαρύ· τὸ μὲν γὰρ ὀξὺ οἷον κεντεῖ, τὸ δὲ βαρὺ οἷον ὠθεῖ, ὥσπερ καὶ τὸ ἀμβλύ, διὰ τὸ κινεῖν τὸ μὲν ἐν ὀλίγῳ χρόνῳ ἐπὶ πολύ, τὸ δὲ ἐν πολλῷ χρόνῳ ἐπ’ ὀλίγον. οὐ ταὐτὸν οὖν τὸ
10ὀξὺ τῷ ταχεῖ, οὐδὲ τὸ βραδὺ τῷ βαρεῖ ὡς οἴονταί τινες, ἀλλ’ ὅτι συμβαίνει τοῦ μὲν ὀξέος ταχεῖαν εἶναι τὴν κίνησιν, τοῦ δὲ ἀμβλέος ἢ τοῦ βαρέος βραδεῖαν, διὰ τοῦτο ἀπὸ τῶν λειοτέρων καὶ λεπτοτέρων καὶ μᾶλλον τεταμένων ὀξύτερος ἦχος ἀποτελεῖται, ὅτι θᾶττον τὴν κίνησιν ἐνδίδωσι τῷ ἀέρι καὶ διὰ τοῦ ἀέρος τῇ ἀκοῇ.
15 Φωνὴ δέ ἐστι ψόφος ἐμψύχου· τῶν γὰρ ἀψύχων οὐδὲν φωνεῖ, ἀλλ’ ὅταν λέγηται εὔφωνος ὁ αὐλὸς καὶ ἡ λύρα, καθ’ ὁμοιότητα λέγεται τῷ ὑπὸ τοιούτων ὀργάνων ἐνίοτε καὶ τὰς λέξεις ἀποσαφεῖσθαι. πολλὰ δὲ τῶν ζώων οὐκ ἔχει φωνήν, οἷον τά τε ἄναιμα πάντα, ταῦτα δέ ἐστι τὰ ἔντομα καὶ τὰ ὀστρακόδερμα καὶ τὰ μαλακόστρακα· ὁ γὰρ ἀπὸ τῶν τεττίγων
20ἀποτελούμενος ἦχος ὑμένος τινός ἐστι ψόφος. ἀλλ’ οὐδὲ οἱ ἰχθύες φωνοῦσι, καὶ τοῦτο εὐλόγως· ἀέρος γὰρ κίνησίς ἐστιν ἡ φωνή, οἱ δὲ οὐ δέχονται τὸν ἀέρα ἅτε ἐν ὕδατι διαιτώμενοι. τοὺς δὲ ἐν τῷ Ἀχελώῳ ψοφεῖν τοῖς βραγχίοις μᾶλλον ἢ φωνεῖν ἄν τις νομίσειεν. ζώου μὲν οὖν ψόφος ἡ φωνή, οὐ παντὸς δὲ ὥσπερ ἔφην, ἀλλ’ οὐδὲ παντὶ μορίῳ· οὐ γὰρ τῷ τυχόντι·
25ψοφοῦμεν γὰρ καὶ τὰς χεῖρας συμπαταγοῦντες· τινὶ οὖν καὶ πώς. ἐπειδὴ οὖν τρία ταῦτά ἐστι, δι’ ὧν ἅπας ψόφος, τὸ τύπτον τὸ τυπτόμενον ἐν ᾧ τύπτεται, τὸ μὲν ἐν ᾧ τύπτεται οὐκ ἐπὶ τῆς φωνῆς μόνον ἀλλὰ καὶ ἐφ’ ἅπαντος ψόφου ἐστὶν ὁ ἀήρ, οὐχ ἁπλῶς δὲ ἐπὶ τῆς φωνῆς ὁ ἀήρ, ἀλλ’ ὃν ἐκπνέομεν καὶ ὃν εἰσπνέομεν. τούτῳ γὰρ χρῆται ἐπὶ δύο ἔργα, καθάπερ
30τῇ γλώττῃ ἐπί τε τὴν γεῦσιν καὶ τὴν διάλεκτον· ὧν ἡ μὲν γεῦσις ἀναγκαία· πρὸς γὰρ τὸ εἶναι συμβάλλεται, διὸ καὶ πλείοσιν ὑπάρχει· ἡ δὲ ἑρμηνεία χάριν τοῦ εὖ· διὸ καὶ τοῖς τελειοτέροις ὑπάρχει τῶν ζώων. οὕτω δὴ καὶ τῷ ἀναπνεῖν χρῆται ἡ φύσις πρός τε τὴν θερμότητα τὴν ἐντὸς ὡς ἀναγκαίῳ καὶ πρὸς τὴν φωνήν, τοῦτο δὲ τοῦ βελτίονος ἕνεκεν. ὄργανον δὲ
35τῆς ἀναπνοῆς ὁ φάρυγξ. ἀναπνέομεν δὲ εἰσπνέοντες καὶ ἐκπνέοντες. φάρυγξ δὲ ἕνεκεν πνεύμονος, τούτῳ δὲ τῷ μορίῳ, φημὶ δὲ τῷ πνεύμονι, πλεῖον ἔχει τὸ θερμὸν τὰ πεζὰ καὶ τὰ ἔναιμα ζῶα· παράκειται γὰρ τῇ
καρδίᾳ πηγῇ οὔσῃ τῆς θερμότητος. αὐτός τε οὖν δεῖται τῆς καταψύξεως66

5,3

67

καὶ πολλῷ μᾶλλον ἡ καρδία· διόπερ ἀναγκαία ἡ ἀναπνοή· εἴσεισι γὰρ διὰ τοῦ φάρυγγος ἑλκόμενος ὁ ἔξωθεν ἀὴρ καταψύχων τὴν θερμότητα. τούτου δὲ τοῦ ἀέρος ὃν ἀναπνέομεν ἡ κατὰ τὴν ὁρμὴν τῆς ψυχῆς ὑπὸ τῶν ἀναπνευστικῶν ὀργάνων γινομένη πληγὴ πρὸς τὴν καλουμένην ἀρτηρίαν
5φωνή ἐστιν· ἀναπνευστικὰ δὲ ὄργανα γλῶττα καὶ ὑπερῴα καὶ φάρυγξ. ἡ βῆξις δὲ οὐκ ἔστι φωνή, εἰ καὶ διὰ τούτων γίνεται τῶν ὀργάνων· οὐ γὰρ καθ’ ὁρμήν· ἀλλ’ οὐδὲ τὸ χρέμπτεσθαι οὐδὲ τὸ ποππύζειν φωνεῖν ἐστίν· οὐ γὰρ γίνεται μετὰ φαντασίας τινός· δεῖ γὰρ καὶ τοῦτο προσεῖναι τῷ ὅρῳ τῆς φωνῆς· σημαντικὸς γάρ τις ψόφος ἐστὶν ἡ φωνή, ἀλλὰ τῶν μὲν φύσει,
10οἷον ὁ τῶν ἀλόγων ζώων (σημαίνει γὰρ καὶ τὰ ἄλογα τὰ πρῶτα πάθη, τὸ ἥδεσθαι ἢ τὸ λυπεῖσθαι), τῶν δὲ καὶ συνθήκῃ οἷον ἡ τῶν ἀνθρώπων. καὶ ἄλλως δὲ ἡ βῆξις οὐκ ἔστι φωνή· τοῦ γὰρ ἀναπνεομένου ἀέρος ἐστὶ πληγή, ἡ φωνὴ δὲ οὐχὶ τούτου πληγή, ἀλλὰ τούτῳ· τούτῳ γὰρ τύπτει τὸν ἀπειλημμένον τῇ ἀρτηρίᾳ. ὧδε γὰρ χρὴ νοῆσαι τὸ συμβαῖνον· ὁ μὲν
15ἀναπνεόμενος ἀὴρ τὸν ἐν τῇ ἀρτηρίᾳ πλήττει, οὗτος δὲ αὐτὴν τὴν ἀρτηρίαν, ὥσπερ ἐν ταῖς ἀκοαῖς ὁ ἐν τοῖς ὠσὶν ἐγκατῳκοδομημένος ἀὴρ ὑπὸ τοῦ ἔξωθεν πληττόμενος αὐτὸς ἔπληττε τὴν μήνιγγα. σημεῖον δὲ τοῦ τὸν ἀναπνεόμενον ἀέρα χρησιμώτατον εἶναι τῇ φωνῇ τὸ μήτε εἰσπνέοντα μήτε ἐκπνέοντα δύνασθαι φωνεῖν· δεῖ γὰρ κατασχεῖν τὸν εἰσπνεύσαντα ἀέρα καὶ
20οὕτω πλῆξαι τὸν εἴσω· ὁ γὰρ ἐπὶ πολὺ τοῦτο δυνάμενος μακροφωνότατος. οὐ γὰρ συγχωρεῖ ἡ ἔνδον θερμότης δεομένη συνεχοῦς καταψύξεως. συνε‐ λόντι δ’ οὖν εἰπεῖν ἡ φωνή ἐστι ψόφος ὑπ’ ἐμψύχου γινόμενος διὰ τῶν ἀναπνευστικῶν μορίων τοῦ ἀναπνεομένου ἀέρος πρὸς τὸν ἐν τῇ ἀρτηρίᾳ περιειλημμένον ἢ πρὸς αὐτὴν τὴν ἀρτηρίαν κατά τινα ὁρμὴν τῆς ψυχῆς
25μετὰ φαντασίας σημαντικῆς. Ἡ δὲ ὀσμὴ καὶ τὸ ὀσφραντὸν τί ποτέ ἐστιν, οὐχ οὕτω ῥᾴδιον ἀποδοῦναι, ὥσπερ καὶ τὸ χρῶμα καὶ τὸ διαφανὲς καὶ τὸν ψόφον. διὰ τοῦτο γὰρ οὐδὲ ὀνόματι δηλῶσαι τὸ ὀσφραντόν ἐστι, καθάπερ τὸ ἀκουστὸν ὅτι 〈ψόφος ἢ〉 φωνή, καὶ τὸ ὁρατὸν ὅτι φῶς ἢ χρῶμα. αἴτιον δέ, ὅτι
30τὴν αἴσθησιν ταύτην ἀσθενεστάτην κεκτήμεθα καὶ πολλὰ τῶν ζώων ἀκρι‐ βεστέραν ἡμῶν τὴν ὄσφρησιν ἔχει, ὥσπερ τῶν πεζῶν κύνες καὶ τῶν πτη‐ νῶν γύπες. οὔκουν οὐδὲ τοσαύτας διαφορὰς καταλαμβάνομεν τῶν ὀσφραντῶν, ὅσας τῶν ψόφων ἢ τῶν χρωμάτων, καὶ οὐδενὸς αἰσθανόμεθα τῶν ὀσφραν‐ τῶν ἄνευ τοῦ λυπεῖσθαι ἢ ἥδεσθαι, οὐχ ὡς ἡ ὄψις οὐδ’ ὡς ἡ ἀκοὴ πολλῶν
35αἰσθάνονται χρωμάτων καὶ ψόφων ἄνευ τῶν τοιούτων παθῶν. τοῦτο δὲ σημεῖον τοῦ πρὸς τὴν χρείαν μόνην ἡμῖν μεμηχανῆσθαί τινές φασι ταύτην,
τὴν δὲ ἔξω τῆς χρείας ἀκρίβειαν μὴ προσειληφέναι· καὶ διὰ τοῦτο πῶς ἔχει67

5,3

68

πρὸς ἡμᾶς, οὐ πῶς ἔστι τὰ ὀσφραντὰ διαγινώσκομεν. εὔλογον δὲ οὕτω καὶ τὰ σκληρόφθαλμα τῶν χρωμάτων αἰσθάνεσθαι. καὶ μὴ δήλας αὐτοῖς εἶναι τὰς διαφορὰς τῶν χρωμάτων πλὴν τοῦ φοβεροῦ διὰ τὴν παχύτητα τοῦ ὀργάνου. ὅμως δέ, ἐπειδὴ μήτε τὰ ὀνόματα τῶν διαφορῶν τῆς ὀσμῆς
5μήτε τὴν φύσιν αὐτῶν καταλαμβάνομεν, ἐκ τῶν γευστῶν μεταφέρομεν τὰς ἐπικλήσεις καὶ ταῖς τῶν χυμῶν προσηγορίαις ἀνάλογον χρώμεθα ἐπὶ τῶν ὀσφραντῶν· οὐδεμία γὰρ λανθάνει χυμοῦ διαφορὰ τὴν γεῦσιν τὴν ἀνθρωπί‐ νην, ἀλλ’ ἀκριβῆ ταύτην ἔχομεν τὴν αἴσθησιν· ἔστι γὰρ οἷον ἁφή τις ἡ γεῦσις, τῇ δὲ τῆς ἁφῆς ἀκριβείᾳ σύμπαντα πλεονεκτοῦμεν τὰ ζῶα. διὸ
10καὶ φρονιμώτατόν ἐστι τῶν ζώων ὁ ἄνθρωπος· μαλακωτέρα γὰρ ἡμῶν ἡ σὰρξ παρὰ τὰ λοιπὰ ζῶα, αὕτη δὲ ἡ κρᾶσις πρὸς φρόνησιν μᾶλλον ἐπιτηδεία. σημεῖον δέ, ὅτι καὶ ἐν αὐτῷ τῷ γένει τῶν ἀνθρώπων οἱ μαλακόσαρκοι τῶν σκληροσάρκων ὡς ἐπίπαν εὐφυέστεροι, λέγω δὲ τὴν κατὰ φύσιν κρᾶσιν καὶ μή, εἴ τῳ δι’ ἄσκησιν ἢ γυμνασίαν. αἴτιον δὲ ἴσως τὸ τὴν μαλακότητα
15τῆς σαρκὸς εὔλυτον καὶ εὐδίοδον εἶναι τῷ πρώτῳ πνεύματι τῆς ψυχῆς, τὴν σκληρὰν δὲ οἷον δεσμὸν μᾶλλον καὶ ἔμφραξιν. καὶ τὰ μὲν ἄλλα αἰσθητήρια μορίῳ τινὶ τοῦ πνεύματος ὑπηρετεῖται· οὐκ ἔστιν οὖν γνωρίσματα τῆς ὅλης ψυχῆς· ἡ σὰρξ δὲ τῷ δι’ ὅλης διήκοντι. πλὴν ὅπερ εἶπον, οὐκ εὐποροῦντες τῶν οἰκείων ὀνομάτων ἐπὶ τῆς ὀσμῆς ἀπὸ τῆς γεύσεως αὐτὰ
20μεταφέρομεν, καὶ ὥσπερ τῶν χυμῶν τοὺς μὲν γλυκεῖς, τοὺς δὲ πικροὺς ὀνομάζομεν, οὕτω καὶ τῶν ὀσμῶν τὰς μὲν γλυκείας, τὰς δὲ πικράς. ἐνίοτε μὲν οὖν ἐπὶ τῶν αἰσθήσεων ἀμφοτέρων συντρέχει καὶ τὰ ὀνόματα καὶ τὰ πράγματα, καὶ ὁ γλυκὺς τῇ γεύσει χυμὸς καὶ τῇ ὀσμῇ γλυκύς, ὥσπερ τοῦ μέλιτος· πολλὰ δὲ ἡδέα μὲν τῇ ὀσμῇ, πικρὰ δὲ τῇ γεύσει, ὥσπερ τὰ
25πολλὰ τῶν μύρων. ὁμοίως δὲ καὶ αὐστηρὰ ὀσμὴ καὶ λιπαρὰ λέγεται καὶ ὀξεῖα καὶ πάντα ταῦτα ἀπὸ τῶν γευστῶν μετελήλυθεν. πῶς δέ ποτε καὶ τοῖς γευστοῖς παρακολουθούσης ἡδονῆς καὶ λύπης ὅμως ἀκριβεστέρα ἡ γεῦσις τῆς ὀσφρήσεως, οὐδὲ ὁ φιλόσοφος αὐτὸς οὐδὲ τῶν ἐξηγουμένων τις ἐπεζήτησεν.
30 Ἔστι δὲ ὥσπερ ἡ ἀκοὴ καὶ ἡ ὄψις ἡ μὲν τοῦ ἀκουστοῦ καὶ ἀνη‐ κούστου, ἡ δὲ τοῦ ὁρατοῦ καὶ ἀοράτου, οὕτω καὶ ἡ ὄσφρησις τοῦ ὀσφραντοῦ καὶ ἀνοσφράντου· τῆς γὰρ αὐτῆς κρῖναι καὶ τὴν παρουσίαν τοῦ οἰκείου αἰσθητοῦ καὶ τὴν στέρησιν, ἀλλὰ τὴν μὲν καθ’ αὑτό, τὴν δὲ κατὰ συμβεβηκός. ἀνόσφραντον δὲ ὥσπερ καὶ ἀόρατον πολλαχῶς· καὶ γὰρ
35τὸ ἀόρατον τὸ μὲν διὰ τὸ μηδ’ ὅλως τῆς φύσεως εἶναι τῶν ὁρατῶν, ὥσπερ ἡ φωνὴ καὶ ὁ ψόφος, τὸ δὲ διὰ τὸ μόλις ὁρᾶσθαι ὥσπερ τὸ σκότος, τὸ δὲ καὶ διὰ τὸ βλάπτειν τὴν ὄψιν ὡς τὰ λίαν στιλπνὰ καὶ ἀνταυγοῦντα τοῖς
ὄμμασιν. οὕτω δὴ καὶ τὸ ἀνόσφραντον καὶ τὸ μηδ’ ὅλως πεφυκὸς ἔχειν68

5,3

69

ὀσμὴν καὶ τὸ μικρὰν ἔχον καὶ τὸ φαύλην λίαν καὶ οὗ ἡ ὄσφρησις οὐκ ἀνέχεται. τὰ αὐτὰ δὲ καὶ ἐπὶ γευστοῦ καὶ ἀγεύστου διαιρετέον. Δεῖται δὲ καὶ ἡ ὄσφρησις ὥσπερ καὶ ἡ γεῦσις καὶ ἡ ἀκοὴ μεταξύ τινος ἑτέρου σώματος τοῦ διαπέμποντος πρὸς αὐτὴν τὰς τῶν ὀσφραντῶν
5διαφοράς, καὶ ἔοικε καὶ πρὸς ταύτην ὑπηρετεῖσθαι ταὐτὰ στοιχεῖα ἅπερ καὶ πρὸς τὴν ἀκοὴν καὶ πρὸς τὴν ὄψιν, λέγω δὲ ἀέρα καὶ ὕδωρ· καὶ γὰρ τὰ ἔνυδρα τῶν ζώων ὀσμῆς αἰσθάνεσθαι φαίνεται, καὶ ὥσπερ ἐπὶ τῆς ὄψεως ἦν τὸ διαφανὲς κοινόν τι πάθος ἀέρος καὶ ὕδατος, οὕτως ἐπὶ τῆς ὀσφρήσεως ἄλλο ἂν εἴη τι πάθος κοινόν, ὃ καθάπερ ἔφην δίοσμόν τινες
10ὀνομάζουσιν. ἀλλὰ τοῦτο μὲν οὐδὲν θαυμαστόν, εἰ ἐοίκασιν ἀλλήλαις αἱ αἰσθήσεις, ἐκεῖνο δὲ ἄξιον ἀπορίας· ἐπειδὴ γὰρ ὁρῶμεν καὶ τὰ ἔντομα τῶν ζώων αἰσθανόμενα τῆς ὀσμῆς ὥσπερ τὰς μελίσσας (πόρρωθεν γοῦν ἀπαντῶσιν ἐπὶ τὴν τροφὴν καὶ φεύγουσιν αὖθις καπνοῦ θυμιωμένου), ἕπεται ζητεῖν, τί δήποτε ἄνθρωπος μὲν καὶ τὰ ἔναιμα σύμπαντα ὀσφραίνεται ἀναπνέοντα,
15μὴ ἀναπνέοντα δὲ ἢ κατέχοντα τὸ πνεῦμα οὐδαμῶς οὔτε πόρρωθεν οὔτε ἐγγύθεν, οὐδ’ ἂν ἐπὶ τοῦ μυκτῆρός τις ἐπιθῇ. καὶ τοῦτο μὲν οὐκ ἄτοπον· κοινὸν γὰρ ἦν καὶ πρὸς τὰς εἰρημένας αἰσθήσεις· οὐδὲ γὰρ ἐκεῖναι τοῖς ὀργάνοις αὐτοῖς ἐπιτιθεμένων τῶν αἰσθητῶν ἀντελαμβάνοντο. ἀλλὰ τοῦτο ἄξιον ἀπορίας, πῶς ὀσμᾶται τὰ ἔντομα μὴ ἀναπνέοντα· εἷς γὰρ ὁ τρόπος
20ἐφ’ ἁπάσης αἰσθήσεως τοῖς ἔχουσιν αὐτήν. ἢ οὖν ἑτέραν τινὰ αἴσθησιν ἂν ἔχοι τὰ τοιαῦτα ζῶα παρὰ τὴν τοιαύτην ὄσφρησιν, ἢ ῥητέον τὴν αἰτίαν τῆς διαφορᾶς. ἀλλ’ ἑτέραν μὲν οὐκ ἂν ἔχοι· τῶν γὰρ ὀσφραντῶν ἡ ἀντίληψις ὄσφρησις ἦν, ὥσπερ τῶν ὁρατῶν ὄψις καὶ τῶν ἀκουστῶν ἀκοή· ἀδύνατον οὖν ἀντιλαμβάνεσθαι μὲν ταῦτα τὰ ζῶα τῶν ὀσφραντῶν καὶ τὸ
25εὐῶδες ἑαυτοῖς καὶ τὸ δυσῶδες διαγινώσκειν, ἑτέρᾳ δὲ αἰσθήσει χρώμενα καὶ μὴ ὀσφρήσει. ἔτι δὲ φθειρόμενα φαίνεται ὑπὸ τῶν ἰσχυρῶν καὶ ταῦτα τὰ ζῶα, ὑφ’ ὧνπερ καὶ τὰ ἀναπνέοντα, οἷον ἀσφάλτου καὶ θείου καὶ τῶν τοιούτων. ὥστε ὅτι μὲν ὀσφραίνεται δῆλον, πῶς δὲ μὴ ἀναπνέοντα, τοῦτο ῥητέον. ἔοικεν οὖν τοῖς ἐναίμοις διαφέρειν τὸ αἰσθητήριον τοῦτο τῶν
30ἐντόμων, καὶ ὥσπερ ἐπὶ τῆς ὄψεως τὰ μὲν χρῆται βλεφάροις ὥσπερ περι‐ φράγμασι καὶ ἐλύτροις, ἃ μὴ κινήσαντα μηδὲ ἀνασπάσαντα οὐχ ὁρᾷ, τὰ δὲ οὐδὲν ἔχει προκάλυμμα ἐπικείμενον, ὡς τὰ σκληρόφθαλμα, ἀλλ’ εὐθὺς ὁρᾷ ὡς οἷόν τέ ἐστιν ὁρᾶν τὸ γινόμενον ἐν τῷ διαφανεῖ χρῶμα· οὕτω δὲ ἄρα ἔχει καὶ ἐπὶ τῆς ὀσφρήσεως, τοῖς μὲν ἐντόμοις ἀκαλυφὲς εἶναι
35τὸ ὀσφραντικὸν ὄργανον, ὥσπερ τὸ ὄμμα τοῖς σκληροφθάλμοις, τοῖς δὲ
ἀναπνέουσιν ἔχειν τι ἐπικάλυμμα, ὃ ἀναπνεόντων ἀναπετάννυται διευρυ‐69

5,3

70

νομένων τῶν φλεβῶν καὶ τῶν πόρων. διὰ τοῦτο οὖν τὰ ἀναπνέοντα οὐκ ὀσμᾶται ἐν τῷ ὕδατι· οὐδὲ γὰρ ἀναπνεῦσαι αὐτοῖς δυνατόν, ὥστε μὴ δυ‐ ναμένων ἀναπετασθῆναι τῶν πόρων εἰκότως οὐ δύναται τηνικαῦτα χρῆσθαι τῇ ὀσφρήσει. τὸ τοίνυν ἀναπνεῖν οὐ τοῦ ὀσμᾶσθαι αἴτιον θετέον, ὥσπερ
5οὐδὲ τὰ βλέφαρα τοῦ ὁρᾶν, ἀλλὰ τῆς τοῦ πόρου τοῦ ὀσφραντικοῦ ἀνα‐ καλύψεως. ἔστι δὲ ἡ ὀσμὴ τοῦ ξηροῦ, ὥσπερ ὁ χυμὸς τοῦ ὑγροῦ· δοκεῖ γὰρ τὰ θυμιώμενα καὶ θερμαινόμενα μᾶλλον ὀδωδέναι. δείξει δὲ ταῦτα τὰ ἐν τοῖς Περὶ τῆς αἰσθήσεως ἀκριβῶς, καὶ ἐκεῖνα περιμενετέον. τὸ δὲ αἰσθητήριον τὸ ὀσφραντικὸν τὸ δυνάμει τοιοῦτόν ἐστιν οἷον τὸ ὀσφραντόν,
10ὅταν δὲ ὀσφραίνηται ἤδη, οὐκέτι ὀσφραντικὸν ἀλλ’ ὀσφραινόμενον γίνεται. Τὸ δὲ γευστόν ἐστιν ἁπτόν τι, ὥστε καὶ ἡ γεῦσις ἁφή τις. ὅτι γὰρ τὸ γευστὸν ἁπτὸν, οὕτως ἂν λάβοις. ἐπεὶ γὰρ τὸ γευστὸν οὐδὲν ἄλλο ἐστὶν ἢ χυμός, πᾶς δὲ χυμὸς ἐν ὑγρῷ, τὸ δὲ ὑγρὸν ἁφῇ κρίνεται, ἀνάγκη
15τὸ γευστὸν καὶ ἁπτὸν εἶναι. διὰ τοῦτο ἄρα, ἐπειδὴ ἁφή τις καὶ ἡ γεῦσίς ἐστιν, οὐ δεῖταί τινος μεταξὺ ὄντος ἀλλοτρίου σώματος τοῦ μέλλοντος αὐτῇ παραπέμψειν τὰς διαφορὰς τῶν χυμῶν, ὥσπερ ἡ ὅρασις τοῦ διαφανοῦς ἐδεῖτο, καὶ ἡ ἀκοὴ τοῦ διηχοῦς, καὶ ἡ ὄσφρησις τοῦ διόσμου· πᾶσαι γὰρ αὗται δέονται μεταξύ τινος ἀλλοτρίου, δι’ οὗ ποιοῦνται τὰς ἀντιλήψεις τῶν
20αἰσθητῶν, καὶ οὐκ ἔστιν αὐτῶν τι τὸ μεταξὺ τοῦτο, ἀλλ’ ἀπολέλυται τῆς αἰσθήσεως. ἡ δὲ γεῦσις οὐχ οὕτως· οὐδὲ γὰρ ἡ ἁφή. ἀλλ’ εἰ καὶ δέ‐ οιντό τινος καὶ αὗται μεταξὺ ὄντος, ὡς ἐπιδείξομεν, ἀλλὰ τοῦτο τὸ μεταξὺ ὁ λόγος εὑρήσει αὐτῶν τι ὂν τῶν αἰσθήσεων· τοιοῦτον γὰρ ἡ σὰρξ ἢ τὸ τῇ σαρκὶ ἀνάλογον. διὰ τοῦτο κἂν ἐν ὕδατι ὦμεν, αἰσθάνεσθαι δυνάμεθα
25τοῦ χυμοῦ, ὅντινα ἂν ἔχῃ τὸ ὕδωρ, καθάπερ καὶ οἱ ἐν τῇ θαλάττῃ κατα‐ δυόμενοι· αἰσθάνονται γὰρ καὶ οὗτοι τῆς ἁλμυρότητος, ἀλλ’ οὐ τῇ ἁφῇ ἀλλὰ τῇ γεύσει, καὶ οὐ διὰ τοῦ ὕδατος μεταξὺ ὄντος, ἀλλὰ τῷ μεμῖχθαι τῷ ὕδατι τὸν χυμόν· καὶ γὰρ τῶν πομάτων γευόμεθα ἐν ὑγρῷ ὄντων, ἀλλ’ οὐ τοῦ ὑγροῦ μεταξὺ ὄντος ἀλλ’ αὐτοῦ δεξαμένου τὸν χυμόν, δεξα‐
30μένου δὲ οὐχ ὡς τὸ διαφανὲς τὰ χρώματα· οὐ γὰρ οὕτως ὁρᾶται τὰ χρώματα τῷ ἀναμίγνυσθαι πρὸς τὸν ἀέρα ἢ ἀπορρεῖν τι αὐτῶν καὶ ἀνα‐ κίρνασθαι πρὸς τὸ διαφανές. τὸν χυμὸν δὲ κερασθῆναι δεῖ τῇ ὑγρότητι καὶ μιχθῆναι καὶ ὥσπερ ἐν ὕλῃ εἶδος γενέσθαι· ποιότης γὰρ ὑγροῦ ὁ χυμός, ἀλλ’ οὐχ ᾗ ὑγρόν· ἄλλαι γὰρ ποιότητες ὑγροῦ ᾗ ὑγρόν, οἷον τὸ
35εὔεικτον καὶ εὐόλισθον καὶ εὐδιαίρετον, ὁ χυμὸς δὲ ποιότης ὑγροῦ, ὅτι πάντως ἐν ὑγρῷ. καὶ οὕτω καθ’ αὑτὸ ὑπάρχει τῷ ὑγρῷ ὁ χυμός, ὅτι τῷ εἶναι
αὐτοῦ ἐμπεριέχεται ἡ ὑγρότης, ἐμπεριέχεται δὲ ἢ δυνάμει ἢ ἐνεργείᾳ· οἱ70

5,3

71

γὰρ ἅλες δυνάμει ὑγροί· ἅμα γὰρ τῷ πελάσαι τῇ γλώττῃ συντήκονται καὶ ἐξυγραίνουσι τὴν γλῶτταν. Τὸ μὲν οὖν μεταξύ, λέγω δὲ τὸ τοιοῦτο μεταξὺ τὸ ἀλλότριον, ἐπὶ τῶν αἰσθήσεων τούτων ἐλλείπει, τὰ μέντοι γε λοιπὰ ἀνάλογόν ἐστιν· ὡς
5γὰρ τὸ χρῶμα ἦν ὁρατόν, οὕτω γευστόν ἐστιν ὁ χυμός· καὶ ὥσπερ ἡ ὄψις τοῦ τε ὁρατοῦ καὶ τοῦ ἀοράτου (τὸ γὰρ σκότος ἀόρατον, κρίνει δὲ καὶ τοῦτο ἡ ὄψις), οὕτω καὶ ἡ γεῦσις τοῦ τε γευστοῦ καὶ τοῦ ἀγεύστου· τῆς γὰρ οἰκείας στερήσεως ἑκάστη τῶν αἰσθήσεων ἀντιληπτική, καὶ οὐ μόνον γε τῆς στερήσεως, ἀλλὰ καὶ τῆς ὑπερβολῆς, ἀλλὰ ταύτης γε σὺν βλάβῃ·
10οὐ γὰρ ὁμοίως αἰσθάνεται σιγῆς ἡ ἀκοὴ καὶ τῶν μεγάλων καὶ βιαίων ψόφων, ἀλλ’ ἐκείνης μὲν τῷ μὴ κινεῖσθαι, τούτων δὲ τῷ φθείρεσθαι· γίνονται γάρ πως καὶ αἱ ὑπερβολαὶ τῶν αἰσθητῶν ἀναίσθητοι διὰ τὸ τὴν δύναμιν ὑπερτείνειν τῆς αἰσθήσεως, καὶ διὰ τοῦτο οὐ μόνον ὁ μικρὸς ψόφος ἀνήκουστος, ἀλλὰ τρόπον τινὰ καὶ ὁ μέγιστος καὶ ὁ βίαιος. οὕτως οὖν
15διττὸν καὶ τὸ ἄγευστον, τὸ μὲν τῷ λίαν ἐλλείπειν, ὥσπερ οἱ λίθοι, τὸ δὲ τῷ λίαν ὑπερβάλλειν καὶ φθείρειν τὴν γεῦσιν, ὥσπερ καὶ τὰ ἄγαν δριμέα καὶ ὀξέα καὶ αὐστηρά. τρίτος δέ ἐστι τρόπος ἀγεύστου τοῦ παντάπασι χυμὸν δέχεσθαι μὴ πεφυκότος, οἷον φωνῆς ἢ ἀέρος. οὕτω δὲ εἶχε καὶ
20ἐπὶ τοῦ ἀοράτου καὶ ἀνηκούστου· ἦν γὰρ ἐπ’ αὐτῶν καὶ οὗτος ὁ τρόπος τοῦ ἀδυνάτου. Τῶν γευστῶν τοίνυν ἀρχὴ τὸ ὑγρόν· ὕλη γὰρ τοῦτο γίνεται τοῖς χυμοῖς, ἀρχὴ δέ τις ἦν καὶ ἡ ὕλη, τῶν γευστῶν δὲ καὶ τὸ ποτόν· ὑγρὸν γὰρ καὶ τοῦτο καθὸ χυμὸν ἔχει ἢ πλείονα ἢ ἐλάττονα,
25ἀλλ’ ἤδη τὸ μὲν κατὰ φύσιν τοῖς ζώοις, ὅπερ καὶ κυρίως ποτόν, τὸ δὲ λυμαντικὸν μᾶλλον καὶ φθαρτικόν, ὅπερ καὶ ἄποτον μᾶλλον ἂν εἴποις· φθείρει γὰρ τὴν γεῦσιν. καὶ χρὴ πρῶτον αὐτὸ γευστόν, εἶθ’ οὕτω καὶ ποτὸν γενέσθαι. κοινὸν δὲ ἁφῆς καὶ γεύσεως τὸ ποτόν· καὶ γὰρ ὑγρὸν καὶ ἔγχυμον, ὧν τοῦ μὲν ἡ ἁφή, τοῦ δὲ ἡ γεῦσις ἀντιλαμβάνεται. εἰ οὖν
30ὑπερβάλλοι τὴν συμμετρίαν, ὡς μὲν γευστὸν φθείρει τὴν γεῦσιν, ὡς δὲ ἁπτὸν ὅλον τὸ ζῶον. ἐπεὶ οὖν ἐν ὑγρῷ τὸ γευστόν, ἀνάγκη τὸ αἰσθητήριον αὐτοῦ, λέγω δὲ τὸ ὄργανον ᾧ κέχρηται ἡ ψυχὴ πρὸς τὴν γεῦσιν, μήτε ὑγρὸν εἶναι ἐντελεχείᾳ μήτε ἀδύνατον ὑγραίνεσθαι· πάσχει γὰρ ἡ γεῦσις ὑπὸ τοῦ γευστοῦ ᾗ γευστόν· δεῖ οὖν αὐτὸ δυνάμει μὲν εἶναι ὑγρόν, ὑγραί‐
35νεσθαι δὲ ἐνεργείᾳ, ὑγραίνεσθαι δὲ οὕτως, ὥστε σώζεσθαι αὐτοῦ τὴν οἰκείαν κατασκευὴν καὶ ὁπηνίκα ὑγραίνεται. σημεῖον δὲ τὸ μήτε κατάξηρον οὖσαν τὴν γλῶτταν αἰσθάνεσθαι, μήτε λίαν ὑγράν, ὥσπερ ἐπὶ τῶν καμνόντων· τότε γὰρ διὰ τὴν περικεχυμένην ὑγρότητα τῆς πρώτης ἀντιλαμβάνεται, τοὺς
δὲ ἄλλους χυμοὺς μόλις διακρίνει, καὶ φαίνεται τοῖς κάμνουσι πάντα πικρά,71

5,3

72

διότι τῇ γλώσσῃ περικέχυται τοιοῦτος χυμός, ὥσπερ καὶ ὅταν προγευσάμενοι χυμοῦ ἰσχυροῦ γευσώμεθα εὐθὺς ἑτέρου, οὐχ ὁμοίως δ’ αἰσθανόμεθα τῆς διαφορᾶς τῷ προκατέχεσθαι τῷ σφοδροτέρῳ. ἔστι δὲ καὶ τὰ εἴδη τῶν χυμῶν ἀνάλογον τοῖς τῶν χρωμάτων, ἁπλᾶ μὲν τὰ ἐναντία, τὸ γλυκὺ καὶ
5τὸ πικρόν, ἐχόμενα δὲ τοῦ μὲν γλυκέος τὸ λιπαρόν, τοῦ πικροῦ δὲ τὸ ἁλμυρόν, μεταξὺ δὲ τούτων τὸ δριμὺ καὶ αὐστηρὸν καὶ στρυφνὸν καὶ ὀξύ· σχεδὸν γὰρ αὗται δοκοῦσιν εἶναι διαφοραὶ χυμῶν. συγκεφαλαιοῦται δὴ καὶ ἐπὶ ταύτης ὁμοίως ὁ λόγος, καθάπερ ἐπὶ τῶν ἄλλων αἰσθήσεων, ὅτι τὸ μὲν γευστικὸν ὄργανόν ἐστι τὸ δυνάμει τοιοῦτον, γευστὸν δὲ τὸ ποιοῦν
10ἐντελεχείᾳ τὸ ὄργανον οἷον αὐτό. Περὶ δὲ ἁφῆς δύο ταῦτα ἄν τις ἀπορήσειεν· ἓν μὲν πότερον μία αἴσθησίς ἐστιν ἢ πλείους, ἕτερον δὲ τί ταύτης τὸ ὄργανον τῆς αἰσθήσεως, ἆρα ἡ σὰρξ καὶ τὸ ἀνάλογον ἐπὶ τῶν μὴ σάρκας ἐχόντων, ἢ οὔ, ἀλλὰ τοῦτο μέν ἐστι μεταξὺ, τὸ δὲ ὄργανον ἄλλο τι καὶ εἴσω; ὅτι μὲν οὖν οὐκ
15ἔστι μία αἴσθησις ἡ ἁφή, σημεῖον ἄν τις νομίζοι τὸ μὴ μιᾶς ἐναντιώσεως εἶναι κριτικὴν ταύτην τὴν αἴσθησιν, ὥσπερ τὴν ὄψιν λευκοῦ καὶ μέλανος μόνον καὶ τῶν μεταξύ, καὶ τὴν ἀκοὴν ὀξέος καὶ βαρέος καὶ τῶν μεταξύ, καὶ τὴν γεῦσιν πικροῦ καὶ γλυκέος· ἐν δὲ τοῖς ἁπτοῖς πολλαί εἰσιν ἐναντιώσεις καὶ πᾶσαι ἔμμεσοι μεσότητος καθ’ ἑκάστην οἰκείας θεωρουμένης, οἷον
20θερμὸν ψυχρόν, ξηρὸν ὑγρόν, σκληρὸν μαλακόν, βαρὺ κοῦφον, λεῖον τραχύ. τοῦτο μὲν οὖν ἴσως ἄν τις οὐκ ἀποχρώντως μὲν ἀλλὰ πιθανῶς διαλύσει, ὅτι καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων πλείους μιᾶς φαίνονται ἐναντιώσεις, οἷον ἐν φωνῇ οὐ μόνον ὀξύτης καὶ βαρύτης, ἀλλὰ καὶ μέγεθος καὶ σμικρότης καὶ λειότης καὶ τραχύτης φωνῆς, εὕροι δ’ ἄν τις καὶ περὶ τὸ χρῶμα
25διαφορὰς ἴσως τοιαύτας. ἀλλ’ οὐχ ἱκανὴ καθάπερ εἶπον ἡ παραμυθία· μέγεθος μὲν γὰρ καὶ σμικρότης κοινὰ πασῶν ἐστὶ τῶν αἰσθήσεων καὶ τοῦ καθ’ ἑαυτὴν ἑκάστη μεγάλου καὶ μικροῦ αἰσθάνεται, λειότης δὲ καὶ τραχύτης ἤτοι λέγονται ἐκ μεταφορᾶς τῶν ἁπτῶν, ἢ τοῦ σχήματος καὶ αὗται ἂν εἶεν, εἴπερ καὶ φωνῆς σχῆμα θετέον διὰ τὸν πληττόμενον ὑπ’ αὐτῆς ἀέρα· τὸ
30δὲ σχῆμα κοινὸν ἦν καὶ αὐτὸ αἰσθητόν. οὐχ οὕτω δὲ ἔχει τὸ θερμὸν καὶ τὸ ψυχρόν, καὶ τὸ σκληρὸν καὶ τὸ μαλακόν, καὶ τὸ βαρὺ καὶ τὸ κοῦφον, ἀλλὰ καὶ πάντα ταῦτα ἴδια τῆς ἁφῆς αἰσθητὰ καὶ οὐδὲν αὐτῶν ἑτέρᾳ αἰσθήσει προσήκει. τί οὖν τὸ γένος ἢ τίς ἡ φύσις ἡ ὑποκειμένη ταύτῃ τῇ αἰσθήσει; καὶ πότερον μία ἢ πλείους; οὐδὲ γὰρ τοὔνομα αὐτῆς πρόχειρον
35ὥσπερ ἐπὶ τῆς ἀκοῆς ὁ ψόφος, καὶ ἐπὶ τῆς ὄψεως τὸ χρῶμα, καὶ ἐπὶ τῆς γεύσεως ὁ χυμός. αὕτη μὲν οὖν τοιαύτη τίς ἐστιν ἀπορία. Πότερον δέ ἐστι τὸ αἰσθητήριον τῆς ἁφῆς εἴσω τῆς σαρκός, ἢ
οὐδαμῶς, ἀλλ’ εὐθὺς ἡ σάρξ, οὐκ ἀκριβεῖ ἄν τις χρῷτο σημείῳ ἐκ τοῦ72

5,3

73

γίνεσθαι τὴν αἴσθησιν ἅμα θιγγάνοντι· καὶ γὰρ νῦν εἴ τις περὶ τὴν σάρκα περιτείνειεν οἷον ὑμένα ποιήσας ἢ λεπτὴν ὀθόνην, ὅμως εὐθὺς ἁψαμένοις γίνεται ἔνδηλος ἡ θερμότης ἢ ἡ ψυχρότης ἢ ἡ σκληρότης ἢ ἡ μαλακότης ἢ ἑκάστη τῶν λοιπῶν ἐναντιώσεων· καίτοι δῆλον ὡς οὐκ ἔστιν ὁ ὑμὴν
5αἰσθητήριον· οὐδὲ γὰρ εἰ συμφυὲς γένοιτο, ὥσπερ οἱ μῦθοί φασι τὸν χιτῶνα τῷ Ἡρακλεῖ, οὐδὲν ἧττον ἀλλὰ καὶ μᾶλλον ἡ αἴσθησις ἂν διικνοῖτο. τάχα οὖν καὶ νῦν τὸ τοιοῦτο μόριον τοῦ σώματος, οἷόν ἐστιν ἡ σάρξ, ἔνδον οὖσι τοῖς ὀργάνοις τοῖς πρὸς ἑκάστην τῶν ἐναντιώσεων πεφυκόσι καὶ τοσούτοις γε, ὅσαιπερ καὶ αἱ ἐναντιώσεις εἰσί, περιπέπλασται ἓν καὶ ὅμοιον ἅπασιν
10ὥσπερ ἔλυτρον, καθάπερ εἰ καὶ ἀὴρ ἐν κύκλῳ ἡμῖν περιεπεφύκει καὶ συμφυὴς ἦν καὶ ἀχώριστος ἄχρι τινὸς ἐν τῷ σχήματι τοῦ στερεοῦ τούτου σώματος περικεχυμένος, ἐν ᾧ τὸ ζῶον· ἐδοκοῦμεν γὰρ ἂν τηνικαῦτα δι’ ἑνὸς ἀντιλαμβάνεσθαι αἰσθητηρίου καὶ ψόφων καὶ χρωμάτων καὶ ὀσμῶν, καὶ μίαν τινὰ αἴσθησιν εἶναι ὄψιν ἀκοὴν ὄσφρησιν μὴ διακρινομένων τῶν
15ὀργάνων ἐν τῷ περικεχυμένῳ ἀέρι, ἀλλὰ διὰ παντὸς ὁμοίως καὶ τὰ χρώματα ὁρώντων ἡμῶν, καὶ τοὺς ψόφους ἀκουόντων, καὶ τὰς ὀσμὰς ὀσμωμένων. νῦν δὲ ὅτι διώρισται τὰ ὄργανα πρὸς τὴν ἐκτὸς ἐπιφάνειαν τοῦ σώματος, δι’ ὧν γίνονται αἱ αἰσθήσεις, φανερὰ τὰ εἰρημένα αἰσθητήρια ἕτερα ὄντα· ἐπὶ δὲ τῆς ἁφῆς ἄδηλον εἰ πλείω ἢ ἕν. τί γὰρ κωλύει πλείω μὲν εἶναι,
20τὴν σάρκα δὲ ἅπασιν ἔξωθεν ὁμοίαν οὖσαν ὥσπερ ἔλυτρον περιπεπλάσθαι; τὸ δὲ ὥσπερ ἔλυτρον εἶπον, ὅτι ἐξ ἀέρος ἢ ὕδατος ἀδύνατον ἦν συστῆναι τὸ ἔμψυχον σῶμα· δεῖ γὰρ στερεὸν εἶναι ᾧ χρῆται τὸ γενητὸν καὶ φθαρτὸν ζῶον. λείπεται δὴ μικτὸν εἶναι ἐκ γῆς καὶ τῶν ἄλλων στοιχείων, οἷον βούλεται εἶναι ἡ σὰρξ καὶ τὸ ἀνάλογον. εἰ δέ τις ὑπόθοιτο ζῶα εἶναι
25πύρινα ἢ ἀέρινα, ἐπὶ τούτων χαλεπὸν διακρῖναι ὥσπερ ἔφην τὰς πέντε αἰσθήσεις καὶ τὰ ὄργανα, οἷς χρῆται ἑκάστη. θέα δὲ καὶ τὸν λόγον, εἰ μὴ προσάγεται. εἰ γὰρ πᾶσα αἴσθησις διὰ τοῦ μεταξύ, καὶ ἡ ἁφή· τοῦ δὲ ἁπτοῦ καὶ τοῦ ἁπτικοῦ οὐδέν ἐστιν ἕτερον μεταξὺ ἢ τὸ σῶμα, τὸ σῶμα ἄρα τὸ μεταξύ, δι’ οὗ γίνεται ἡ ἀντίληψις. διοίσει δὲ τοῦ ἀέρος τε καὶ τοῦ ὕδατος,
30ἅπερ ἐπὶ τῶν ἄλλων αἰσθήσεων ἦν μεταξύ, ὅτι μὴ κεχώρισται ὥσπερ ἐκεῖνα, ἀλλ’ ἔστι συμφυὲς τῷ ζώῳ. ὅτι δ’ οὐχ ἱκανὸν τεκμήριον τοῦ μίαν εἶναι αἴσθησιν τὴν ἁφὴν τὸ τὴν σάρκα εἶναι μίαν, δι’ ἧς τῶν ἁπτῶν λεγομένων ποιούμεθα τὰς ἀντιλήψεις, δηλοῖ ἡ ἐπὶ τῆς γλώττης ἁφή· ἁπάντων
γὰρ τῶν ἁπτῶν αἰσθάνεται κατὰ τὸ αὐτὸ μόριον καὶ χυμοῦ. εἰ μὲν οὖν73

5,3

74

καὶ ἡ ἄλλη σὰρξ ᾐσθάνετο τῶν τε ἄλλων ἐναντιώσεων καὶ τοῦ χυμοῦ, ἐδόκει ἂν ἡ αὐτὴ καὶ μία αἴσθησις γεῦσις καὶ ἁφή· νῦν δὲ δύο φαίνονται διὰ τὸ μὴ ἀντιστρέφειν τὰ ὄργανα, ἀλλὰ δι’ οὗ μὲν μορίου τῶν χυμῶν αἰσθανόμεθα, διὰ τοῦ αὐτοῦ καὶ τῶν ἁπτῶν· δι’ οὗ δὲ τῶν ἁπτῶν, οὐ διὰ
5παντὸς καὶ τῶν χυμῶν. ἔτι καὶ τοῦτο ἄν τις περὶ τῆς ἁφῆς ἀπορήσειεν· εἰ γὰρ πᾶν σῶμα βάθος ἔχει, τοῦτο δέ ἐστι τὸ τρίτον μέγεθος, ὧν δέ ἐστι σωμάτων μεταξὺ ἕτερον σῶμα, οὐκ ἐνδέχεται ταῦτα ἀλλήλων ἅπτεσθαι, εἴπερ ἅπτεται ἀλλήλων, ὧν τὰ πέρατά ἐστιν ἅμα, τοῖς δὲ ὑγροῖς περίκειται πάντως ὑγρότης καὶ τοῖς διεροῖς, πῶς ἂν ἅπτοιτο ἐν τῷ ὕδατι στερεὰ
10σώματα ἀλλήλων; ἢ γὰρ ἀνάγκη ξηρὰ εἶναι τὰ ἄκρα καὶ ταῦτα ἐν ὕδατι ὄντα, ἢ ὕδωρ γίγνεσθαι αὐτῶν μεταξύ, οὗ ἀνάπλεα τὰ ἔσχατα. εἰ δὲ τοῦτο ἀληθές, ἀδύνατον ἅψασθαι ἄλλο ἄλλου ἐν ὕδατι, ὥστε οὐδὲ τὰ ἄγκιστρα ἅπτεται τῶν ἰχθύων, οὐδὲ οἱ ἰχθύες ἀλλήλων. εἰ δὲ ὅτι ὀλίγον τὸ μεταξύ, οὐδὲν πρὸς τὸν λόγον. εἴποι δ’ ἄν τις ταὐτὸν καὶ ἐπὶ τῶν ἐν τῷ ἀέρι
15δοκούντων ἅπτεσθαι, ὅτι πάντως μὲν ὁ ἀὴρ μεταξὺ παρεμπίπτει τῶν τε ἁπτικῶν καὶ τῶν ἁπτῶν, λανθάνει δὲ μᾶλλον ἡμᾶς· ἧττον γὰρ αἰσθητὸς ὁ ἀὴρ πρὸς τὴν ἁφήν, ἢ τὸ ὕδωρ. αὕτη δὲ ἡ ἀπορία τὸ μέν τι πιθανῶς ἂν λέγοι, τὸ δέ τι καὶ σφόδρα ἂν παρορῴη. αὐτοῦ γὰρ τοῦ ὕδατος πῶς ἅπτεται τὰ ἐν ὕδατι, καὶ αὐτοῦ τοῦ ἀέρος πῶς ἅπτεται τὰ ἐν ἀέρι; οὐ
20γὰρ δήπου δι’ ἑτέρου καὶ τούτων εἴτε πλείονος εἴτε ἐλάττονος, ἀλλ’ εὐθὺς ἡ σὰρξ τοῖς στοιχείοις τούτοις προσπίπτει. ἀλλ’ ὅ γε ἐξ ἀρχῆς προὐθέμεθα ζητεῖν, οὐ τοῦτο ἦν, ἀλλ’ εἰ ἡ σὰρξ αὐτὴ αἰσθητήριον τῶν ἁπτῶν, ὥσπερ ἡ κόρη τῶν ὁρατῶν, ἢ τὸ μὲν αἰσθητήριον εἴσω, ἡ σὰρξ δὲ μεταξὺ τοῦ τε ὀργάνου τοῦ πρώτου καὶ τῶν ἁπτῶν. δοκεῖ γὰρ δυσωπεῖν ἡμᾶς ὁ
25λόγος τὸ ὅμοιον ἀπαιτῶν ἐπὶ τῆς ἁφῆς, ὅπερ καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων, καὶ ἀξιῶν καὶ τὴν γεῦσιν καὶ τὴν ἁφὴν μὴ τῷ ἅπτεσθαι καὶ θιγγάνειν αὐτὰς τῶν αἰσθητῶν, ἀλλὰ διά τινος μέσου τὰς ἀντιλήψεις ποιεῖσθαι, τὴν διαφορὰν δὲ εἴπερ ἄρα ὑπάρχειν ἐν μόνῳ τῷ πόρρωθεν καὶ ἐγγύθεν· ἐκείνας μὲν γὰρ διὰ πλείονος τοῦ μεταξύ, ταύτας δὲ δι’ ἐλάττονος ἐνεργεῖν·
30διὸ καὶ λανθάνειν τὸ μέσον οὐ μόνον, ὅτι ὀλίγον, ἀλλ’ ὅτι καὶ συμφυὲς ταῖς αἰσθήσεσι. πῶς δὲ ἅμα ἁφήν τε ῥητέον τὴν αἴσθησιν ταύτην καὶ διὰ μέσου τινός, οὐ χρὴ θαυμάζειν. πλεοναχῶς γὰρ ἡ ἁφή, καὶ ἄλλον μὲν τρόπον κοινῶς ἐφ’ ἁπάντων τῶν μεγεθῶν ἐάν τε σώματα, ἐάν τε ἀσώματα ᾖ (λέγονται γὰρ καὶ γραμμαὶ ἅπτεσθαι κύκλων, καὶ κύκλοι
35ἀλλήλων), ἑτέρως δ’ ἐπὶ τῶν αἰσθητῶν καὶ τῶν αἰσθήσεων· ἐπ’ ἐκείνων μὲν γὰρ κατὰ παράθεσιν μόνον λέγομεν τὴν ἁφήν, ὅταν ὁμοῦ τὰ πέρατα ᾖ, ἐπὶ δὲ τῆς ὡς αἰσθήσεως ἁφῆς κατὰ ἀντίληψιν· ὥστε ἐπ’ ἐκείνων μὲν οὐχ οἷόν τε εἶναί 〈τι〉 μεταξύ, τὴν δὲ ὡς αἴσθησιν ἁφὴν ἅτε οὐ ψιλὴν παράθεσιν οὖσαν ἀλλ’ ἀντίληψιν τοῦ προκειμένου οὐδὲν κωλύει καὶ διά
40τινος μέσου ἀντιλαμβάνεσθαι, τὸ δὲ μέσον λανθάνειν ἡμᾶς, ὥσπερ καὶ νῦν,74

5,3

75

ἡνίκα ἂν ἐν ὕδατι ἁπτώμεθα, λανθάνει ἡμᾶς ἡ ὑγρότης ἡ περικεχυμένη τοῖς ἐσχάτοις τῶν ἁπτομένων σωμάτων, καὶ ἐν ἀέρι παραπλήσιον μὲν τὸ συμβαῖνον, ἡμᾶς δὲ μᾶλλον ἐκφεύγει τὸ μέσον. ταὐτὸν δ’ ἂν συνέβαινεν ἡμῖν, καθάπερ καὶ τὸ πρότερον εἶπον, εἰ καὶ δι’ ὑμένος αἰσθανοίμεθα τῶν
5ἁπτῶν λανθάνοντος ᾗ διείργει. ἀλλ’ ὥσπερ ἐν τῷ ὕδατι θιγγάνειν μὲν δοκοῦμεν τῶν ἁπτῶν, λανθάνει δὲ τὸ μεταξύ, οὕτως ἴσως καὶ ἐπὶ τῆς πρώτης ἁφῆς, λέγω δὲ πρώτην τὸ ἐντὸς αἰσθητήριον. ἅπτεσθαι μὲν γὰρ αὐτῷ δοκοῦμεν ἐκείνων, λανθάνει δὲ τὸ μέσον καὶ τοσούτῳ μᾶλλον, ὅσῳ καὶ συμφυέστερον τῷ ὀργάνῳ.
10 Μέσον μὲν οὖν τι εἶναι θετέον καὶ ταύτης τῆς αἰσθήσεως, καὶ μὴ κατὰ τοῦτο εἶναι τὴν διαφορὰν τῆς ἁφῆς καὶ τῆς γεύσεως πρὸς τὰς ἄλλας, ἀλλὰ κατ’ ἐκεῖνο μᾶλλον, ὅτι ἐπ’ ἐκείνων μὲν οὐ τὸ μέσον αὐτὸ ἀλλοιοῦται, ἀλλὰ διὰ τοῦ μέσου τὸ αἰσθητήριον (τὸ δὲ ὅπως ἀκουστέον τοῦ ἀλλοιοῦ‐ σθαι, προείρηται)· ἐνταῦθα δὲ ἅμα πάσχει τό τε αἰσθητικὸν καὶ τὸ μέσον·
15ψύχεται γὰρ αὐτὴ ἡ σὰρξ καὶ θερμαίνεται. ὥσπερ οὖν ὁ τὴν ἀσπίδα πλήξας ἅμα πλήττει καὶ τὸν ὁπλίτην, οὕτω τὸ αὐτὸ ἅμα τὴν σάρκα καὶ τὴν ἁφήν. τὸ διαφανὲς δὲ οὐκ ἠλλοιοῦτο λευκὸν αὐτὸ ἢ μέλαν γιγνόμενον, οὐδὲ ὁ ἐν τοῖς ὠσὶν ἐγκατῳκοδομημένος ἀὴρ αὐτὸς ὀξὺς ἢ βαρὺς γινόμενος ἀπὸ τοῦ ψόφου. οὐχ ὅτι οὖν αἱ μὲν χρῶνται μέσῳ, ἡ δὲ οὐ χρῆται,
20διενηνόχασιν, ἀλλ’ ὅτι τοῖς μὲν ἄλλο ἴσως, τοῖς δὲ ἄλλο ὑπηρετεῖται τὸ μέσον, ἐπεὶ ταὐτόν γε ἡ σὰρξ πρὸς τὴν ἁφήν, ὅπερ ἀὴρ καὶ ὕδωρ πρὸς τὴν ὄψιν καὶ τὴν ἀκοήν. σκόπει δὲ καὶ τοῦτο· τῇ μὲν κόρῃ εἴ τις ἐπιθείη τι λευκὸν ἢ τῷ ἐν τοῖς ὠσὶν ἀέρι τὸν ψόφον ἢ τῷ πόρῳ τῷ διὰ τῶν μυκτήρων τὴν ὀσμήν, οὐ γίνεται ταῖς αἰσθήσεσι ταύταις ἀντίληψις, τῇ
25σαρκὶ δὲ αὐτῇ ἐπιτιθεμένων τῶν ἁπτῶν αἰσθανόμεθα. δῆλον ἄρα, ὡς οὐδὲ αὕτη τὸ πρῶτον αἰσθητήριον τῶν ἁπτῶν (ταὐτὸν γὰρ ἂν ἔπασχε τοῖς λοιποῖς)· ἀλλ’ ἐκεῖνο μὲν εἴσω, αὕτη δὲ μεταξύ. Οἱ λόγοι δὲ οἱ περὶ τῆς ἁφῆς οἱ σύμπαντες ὧδε ἔχουσιν, ἐπειδὴ καὶ φιλοτιμότερον ἀνέστραπται περὶ τὸν τόπον Ἀριστοτέλης. πᾶσα αἴσθησις
30διὰ τοῦ μεταξύ, ὥστε καὶ ἡ ἁφή, καὶ οὐδὲν ἄλλο μεταξὺ τῆς ἁφῆς εὑρίσκεται καὶ τῶν ἁπτῶν, ἢ 〈ἡ〉 σάρξ, ὥστε αὕτη μεταξύ. εἰ δι’ ὑμένος ἁπτοίμεθα ἢ δι’ ὕδατος, λανθάνει τὸ μέσον· οὐδὲν οὖν θαυμαστόν, εἰ καὶ νῦν λανθάνει τὸ μέσον, ὅσῳ καὶ συμφυέστερον. οὐδενὶ τῶν αἰσθητηρίων προστιθεμένου τοῦ αἰσθητοῦ γίνεται ἀντίληψις, τῇ σαρκὶ δὲ
35προστιθεμένων τῶν αἰσθητῶν· οὐκ ἄρα ἡ σὰρξ αἰσθητήριον. τοῦ κούφου καὶ τοῦ βαρέος οὐ θιγγάνοντες αἰσθανόμεθα, ἀλλὰ τῇ εἴσω δυνάμει· οὐδὲν
οὖν θαυμαστόν, εἰ καὶ ἐπὶ τῶν ἄλλων ἐναντιώσεων ταὐτὸ συμβαίνει, εἴσω75

5,3

76

μέν τισι δυνάμεσιν ἑκάστης αἰσθανόμεθα, δοκοῦμεν δὲ τῇ σαρκί. οὗτος δὲ οὐκ εἴρηται ὑπ’ Ἀριστοτέλους ὁ λόγος. Ὅτι μὲν οὖν διὰ τοῦ μεταξύ, τοσοίδε· ὅτι δὲ πλείους αἰσθήσεις ἡ ἁφή, τοσοίδε. μία αἴσθησις περὶ μίαν ἐστὶν ἐναντίωσιν, ἡ δὲ δοκοῦσα
5ἁφὴ περὶ πλείους, οὐκ ἄρα μία αἴσθησις ἡ ἁφή. ὥσπερ πλείους αἰσθήσεις ὄψις καὶ ἀκοή, δι’ ἑνὸς δὲ τοῦ μεταξὺ ἐνεργοῦσιν, οὕτως οὐδὲν κωλύει πλείους μὲν εἶναι αἰσθήσεις καθ’ ἑκάστην τῶν λεγομένων ἁπτῶν ἐναντιώ‐ σεων, ἑνὶ δὲ χρῆσθαι τῷ μεταξύ, λέγω δὲ τῇ σαρκί. περὶ τὸ αὐτὸ μόριον οἷον τὴν γλῶτταν καὶ γεῦσίς ἐστι καὶ ἁφή, καὶ ὅμως πλείους εἰσὶν αἱ
10αἰσθήσεις· οὐδὲν οὖν κωλύει καὶ περὶ πᾶσαν τὴν σάρκα ταὐτὸν συμβαίνειν, αἰσθάνεσθαι μὲν διὰ τοῦ αὐτοῦ μορίου τῶν ἁπτῶν ἁπάντων, εἶναι δὲ πλείους τὰς αἰσθήσεις. εἰ ἦν τι ζῶον ἀέρινον, οὐκ ἂν ἐδόκει διαφέρειν ὄψις τῆς ἀκοῆς· δι’ ὅλου γὰρ ἂν ἑαυτοῦ καὶ ἤκουε καὶ ἑώρα· ἀλλ’ ὅμως ἦσαν ἂν δύο τῇ διαφορᾷ τῶν κρινομένων· καὶ νῦν τοίνυν, ἐπειδὴ σάρκινόν ἐστι τὸ
15ζῶον καὶ δι’ ὅλης αἰσθάνεται τῆς σαρκὸς ἁπάντων τῶν ἁπτῶν, δοκεῖ μὲν εἶναι μία αἴσθησις ἡ ἁφή, οὐκ ἔστι δὲ ἀλλ’ ὅσαι ἐναντιώσεις. ὃ δὲ ἐπιζητεῖ πρὸς τὸν περὶ τῆς σαρκὸς λόγον Ἀλέξανδρος, οὐχ ἱκανόν· εἰ γὰρ μὴ ἡ σὰρξ αἰσθητήριον τῶν ἁπτῶν, τί, φησιν, ἕτερον; δεῖ γὰρ εἶναί τι ἀφωρι‐ σμένον, ὡς ὀφθαλμοὶ ὄψεως καὶ ὦτα ἀκοῆς καὶ τῶν ὀσφραντῶν οἱ μυκτῆρες
20καὶ τῶν ὑπὸ τὴν γεῦσιν ἡ γλῶττα. ἀκουέτω γὰρ Ἀριστοτέλους τῶν ἁπτῶν εἶναι τὸ αἰσθητήριον πρὸς τῇ καρδίᾳ. πάλιν εἰ δεῖ τὸ ἀνάλογον ἐπὶ τῶν αἰσθήσεων ζητεῖν, ἔδει, φησίν, ὥσπερ τῶν ἄλλων αἰσθήσεων τὰ μεταξὺ οὐκ αἰσθάνεται, οὕτω μηδὲ τὴν σάρκα αἰσθάνεσθαι, εἴπερ δι’ αὐτῆς μέσης ἡ ἁφή. ἀκουέτω δὲ πρὸς τοῦτο Ἀριστοτέλους, ὅτι οὐκ αἰσθάνεται τῇ σαρκὶ
25τὸ ζῶον, ἀλλ’ ἅμα τῇ σαρκί. καὶ τὸ ἀνάλογον οὖν οὐ πάντη ληπτέον, ἐπεὶ καὶ συμφυὲς τὸ μεταξὺ τῆς ἁφῆς καὶ τῆς γεύσεως, τῶν λοιπῶν δὲ οὔ· καὶ οὐχ οἶόν τε τοῦ αὐτοῦ σώματος τῷ ἀριθμῷ κατὰ ταὐτὸ μέρος πλείονας ἅψασθαι ἅμα, ὥσπερ οὐδὲ γεύσασθαι τοῦ αὐτοῦ χυμοῦ πλείονας ἅμα, ἰδεῖν μέντοι τὸ αὐτὸ χρῶμα πλείονας ἅμα καὶ ἀκοῦσαι τοῦ αὐτοῦ
30ψόφου μυρίους δυνατόν, καθάπερ ἐν τοῖς θεάτροις. ταῦτα μὲν οὖν τοῦτον τὸν τρόπον καὶ ἠπορήσθω καὶ διακεκρίσθω. Σωματικωτάτη μέντοι τῶν αἰσθήσεών ἐστιν ἡ ἁφή· καὶ γὰρ τὰ ὑπο‐ κείμενα ταύτῃ σωματικώτατα καὶ σώματος καθὸ σῶμα διαφοραί, οὐ καθὸ ἔμψυχον σῶμα. εἰδοποιοὶ γὰρ τῶν πρώτων στοιχείων θερμότης ψυχρότης,
35ὑγρότης ξηρότης, περὶ ὧν εἴρηται ἐπ’ ἀκριβὲς ἐν τοῖς Περὶ γενέσεως καὶ φθορᾶς. τὸ δὲ αἰσθητήριον τῶν ἁπτῶν καὶ ἐν ᾧ ἡ καλουμένη ἁφὴ πρώτῳ ὑπάρχει, καλεῖν μὲν ἁπτικὸν προσήκει, ὥσπερ ἀκουστικὸν καὶ ὁρατικὸν καὶ
ὀσφραντικόν, εἰδέναι δέ, ὅτι τὸ μόριον ἐν ᾧ πρώτῳ ἡ δύναμις αὕτη τῆς76

5,3

77

ψυχῆς, δυνάμει τοιοῦτόν ἐστιν οἷα τὰ ἁπτὰ ἐνεργείᾳ. δυνάμει οὖν [τὸ] θερμὸν καὶ δυνάμει ψυχρὸν καὶ τὰ λοιπά· διόπερ εἶπον αὐτὸ καὶ σωματι‐ κώτατον εἶναι· τὸ γὰρ αἰσθάνεσθαι καθόλου εἴρηται, ὅτι πάσχειν πως ἦν, εἴρηται δ’ ὅτι καὶ τὸ πάσχον πῇ μὲν ταὐτόν ἐστι τῷ ποιοῦντι, πῇ δὲ
5οὐ ταὐτόν· πάσχον μὲν γὰρ οὐ ταὐτόν, πεπονθὸς δὲ ταὐτόν. διὸ τοῦ ὁμοίως θερμοῦ ἢ ψυχροῦ ἢ σκληροῦ ἢ μαλακοῦ τὸ αἰσθητήριον τῆς ἁφῆς οὐκ αἰσθάνεται (καὶ οὐ μόνον γε τὸ εἴσω, ἀλλ’ οὐδὲ τὸ μεταξύ, οἷον ἡ σάρξ), ἀλλὰ τῶν ὑπερβολῶν καὶ τῶν ἐλλείψεων, ὡς τῆς αἰσθήσεως οἷον μεσότητός τινος οὔσης τῶν ἐν τοῖς αἰσθητοῖς ἄκρων, μεσότητος δὲ οὐχ ὡς
10τὰς ἀρετὰς λέγομεν τῶν κακιῶν εἶναι μεσότητας· αὗται γὰρ τῷ ἴσον αὐτῶν ἀφεστάναι μεσότητες καὶ εἰσὶ καὶ λέγονται· ἐνταῦθα δὲ ὅτι δυνάμει τὸ μέσον ἄμφω τὰ ἄκρα. καὶ ταύτῃ δὲ οὐχ ὁμοία ταῖς ἄλλαις αἰσθήσεσιν ἡ ἁφή, ὅτι μηδὲ ὁμοίως μεσότης. ἐκεῖ μὲν γὰρ ἄχρουν παντά‐ πασιν ἦν, ἐν ᾧ πρώτῳ ἡ δύναμις ἡ ὁρατική, καὶ ἄψοφον παντελῶς, ἐν
15ᾧ πρώτῳ ἡ δύναμις ἡ ἀκουστική· ἐνταῦθα δὲ οὐχ οἷόν τε ἁπάσης αὐτὸ ἁπτῆς ποιότητος ἀμοιρεῖν· σῶμα γάρ ἐστι τὸ ἁπτικόν, εἴρηται δέ, ὅτι σώματος ᾗ σῶμα ποιότητές εἰσιν αἱ ἁπταί. ἄλλως οὖν μεσότης ἡ ἁφὴ καὶ ἄλλως αἱ ἄλλαι, ἐκεῖναι μὲν τῷ μηδὲν ἔχειν ὧν δέχονται, αὕτη δὲ τῷ ἔχειν ἤδη τὸ μεταξὺ τοῦ θερμοῦ καὶ ψυχροῦ καὶ τοῦ σκληροῦ καὶ τοῦ μα‐
20λακοῦ· τὸ γὰρ μέσον κριτικὸν τῶν ἄκρων· γίνεται γὰρ πρὸς ἑκάτερον αὐτῶν θάτερον τῶν ἄκρων ἤδη καὶ πάσχει ὑφ’ ἑκατέρου τῶν ἄκρων, οὐχ ᾗ ὅμοιον, ἀλλ’ ᾗ ἀνόμοιον. ἔτι δὲ ὥσπερ τοῦ ὁρατοῦ καὶ τοῦ ἀοράτου ἦν πως ἡ ὄψις, ὁμοίως δὲ καὶ αἱ λοιπαὶ τῶν οἰκείων στερήσεων, οὕτω καὶ ἡ ἁφὴ τοῦ ἁπτοῦ καὶ τοῦ ἀνάπτου, ἄναπτον δὲ τό τε μικρὰν παντάπασιν
25ἔχον καὶ ἀμυδρὰν τῶν ἁπτῶν διαφοράν, καὶ τὸ ὑπερβάλλον αὖθις καὶ φθαρτικόν, ὡς τὸ λίαν θερμὸν καὶ ψυχρόν. καθ’ ἑκάστην μὲν οὖν περὶ τῶν αἰσθήσεων εἴρηται τύπῳ· τεύξονται γὰρ ἰδίου λόγου. Καθόλου δὲ ἔστω περὶ πάσης αἰσθήσεως δῆλον, ὅτι ἡ μὲν αἴσθησίς ἐστι τὸ δεκτικὸν τῶν εἰδῶν ἄνευ τῆς ὕλης, οἷον ὁ κηρὸς τοῦ
30δακτυλίου ἄνευ τοῦ σιδήρου καὶ τοῦ χρυσοῦ, καὶ λαμβάνει μὲν τὸν χρυ‐ σοῦν ἢ χαλκοῦν τύπον, οὐχ ᾗ δὲ χρυσοῦς ἢ χαλκοῦς. οὕτω δὲ καὶ ἡ ὄψις τὸ χρῶμα τοῦ ἔχοντος, καὶ τὸν ψόφον ἡ ἀκοή, οὐδὲν δὲ ἧττον καὶ ἡ γεῦσις καὶ ἡ ὄσφρησις, εἰ καὶ μὴ δοκοῦσι· καὶ γὰρ εἰς ταύτας αἱ ποιότητες μὲν διικνοῦνται, ἡ δὲ ὕλη καὶ τὸ ὑποκείμενον ἔξω. πάσχειν
35μὲν οὖν λέγονται αἱ αἰσθήσεις ὑπὸ τῶν αἰσθητῶν, πολὺ δὲ τὸ πάθος διάφορον ἢ ὡς πάσχει τὰ ἄψυχα, μᾶλλον δὲ ἀναίσθητα σώματα· αἱ μὲν γὰρ αἰσθήσεις λέγονται πάσχειν ὑπὸ τῶν αἰσθητῶν ἔξω μενούσης αὐτῆς
τῆς ὕλης, τοῦ δὲ εἴδους μόνου κινοῦντος τὸ αἰσθητήριον, τὰ δὲ τεμνόμενα77

5,3

78

ἢ θλώμενα ἢ καόμενα συνεισιούσης πάσχει τῆς ὕλης τῆς τοῦ ποιοῦντος· τέμνει γὰρ οὐχ ἡ ὀξύτης, ἀλλ’ ἡ μάχαιρα τουτέστιν ὀξύτης ἡ μετὰ σιδήρου, καὶ κάει τὸ πῦρ, οὐχ ἡ τοῦ πυρὸς μορφὴ καὶ ὁ λόγος. διόπερ ἐπὶ τούτων μὲν τὸ πάθος κυρίως· εἰς γὰρ τροπήν τινα καὶ εἰς μεταβολὴν τελευτᾷ,
5μᾶλλον δὲ ἡ ὕλη γίνεται τοῦ ποιοῦντος τὸ πάσχον [καὶ] κυρίως, ὥσπερ τὸ καόμενον τοῦ κάοντος, καὶ τὸ θλώμενον τοῦ θλῶντος, καὶ τοῦ τέμνοντος τὸ τεμνόμενον· αἱ δὲ αἰσθήσεις οὐχ ὗλαι γίνονται τῶν αἰσθητῶν· οὐ γὰρ λευκαίνεται ἡ αἴσθησις οὐδὲ μελαίνεται οὐδὲ βαρύνεται ἢ ὀξύνεται, ἀλλ’ ὃ πολλάκις καὶ εἰρήκαμεν καὶ ἐροῦμεν, τὸ εἶδος ὑποδέχεται μόνον καὶ τὸν
10λόγον. διὸ καὶ εἰς κρίσιν καὶ εἰς ἀντίληψιν τελευτῶσιν· ὕλη γὰρ οὐδεμία δύναται κρίνειν τὸ ἐγγινόμενον εἶδος· ἀσύνετον γάρ τι καὶ ἄκριτον καὶ ἀναντίληπτον ἥ γε ὕλη. ὁ λόγος μέντοι καὶ τὰ ἄλλα καὶ λόγον κρίνει καὶ εἶδος εἴδους ἀντιλαμβάνεται, εἶδος δὲ ἡ αἴσθησις καὶ λόγος τοῦ πρώτου αἰσθητηρίου· δύναμις γὰρ αὐτοῦ ἐστὶ καὶ μορφή. καὶ τῷ μὲν ὑποκειμένῳ
15ταὐτὸν ἥ τε αἴσθησις καὶ τὸ αἰσθητήριον, ὥσπερ καὶ ἅπασα μορφὴ τῷ δεδεγμένῳ, τὸ δὲ εἶναι ἕτερον τοῦ τε ὀργάνου καὶ τῆς δυνάμεως· τὸ μὲν γὰρ ὄργανον μέγεθός τι καὶ σῶμά ἐστιν, ἡ δύναμις δὲ λόγος καὶ εἶδος ἐκείνου. φανερὸν δὲ ἐκ τῶν εἰρημένων καὶ διὰ τί ποτε τῶν αἰσθητῶν αἱ ὑπερβολαὶ φθείρουσι τὰ αἰσθητήρια· ἐὰν γὰρ ὑπὲρ τὴν δύναμιν ᾖ τοῦ
20αἰσθητηρίου ἡ κίνησις, φθείρεται ἀναγκαίως ἡ δύναμις· λύεται γὰρ ὁ λόγος, τοῦτο δὲ ἦν ἡ αἴσθησις· πᾶς μὲν γὰρ λόγος συμμετρία τις καὶ ἁρμονία καὶ οἷον μεσότης, πᾶν δὲ ἡρμοσμένον φθείρεται ὑπὸ τοῦ καθ’ ὑπερβολὴν ἀναρμόστου, ὥσπερ καὶ ἡ συμφωνία καὶ οἱ τόνοι τῶν χορδῶν, ὅταν σφο‐ δρότερον πλήττωνται ὑπὸ τῆς δυνάμεως, καθ’ ἣν ἡρμόσθησαν.
25 Τοῦτό τε οὖν ἐκ τῶν εἰρημένων φανερὸν ὅπως συμβαίνει, καὶ διὰ τί ποτε τὰ φυτὰ οὐκ αἰσθάνεται ἔχοντά τι μόριον ψυχικὸν καὶ πάσχοντα ὑπὸ τῶν ἁπτῶν· καὶ γὰρ ψύχεται καὶ θερμαίνεται καὶ ὑγραίνεται καὶ ξηραίνε‐ ται. περὶ μὲν οὖν τῶν ἄλλων αἰσθήσεων οὐδ’ ἂν ἀπορήσειέ τις εὐλόγως. εἰ ἀκούει τὰ φυτὰ ἢ ὀσφραίνεται· περὶ τῆς ἁφῆς δὲ οὐκ ἀπεικότως·
30πάσχει γὰρ ὑπὸ τῶν ἁπτῶν. ἢ πάσχει μέν, οὐχ οὕτω δὲ πάσχει, ὡς τὸν λόγον τοῦ πάθους ἀναμάττεσθαι χωρὶς τῆς ὕλης· οὐδὲ γὰρ ὅλως ἔχει τοιαύτην ἀρχὴν οἵαν ψιλὰ τὰ εἴδη δέχεσθαι τῶν ἁπτῶν, οὔτε μήν τι μόριον τοῦ σώματος ἢ ὅλον τὸ σῶμα ἐν μεσότητι κεκραμένον τῶν ἁπτῶν ἐναντιώσεων, ὥσπερ ἐπὶ τῶν ζώων ἡ σὰρξ καὶ τὸ ἀνάλογον, ἀλλ’ ἐπὶ
35θάτερα τῶν ἐναντίων τὸ σῶμα αὐτῶν νένευκεν· ἀναισθητότερα δὲ καὶ αὐτῶν τῶν ζώων ἐστὶ τὰ τοιαῦτα. πάσχει οὖν συνεισιούσης τῆς ὕλης τῆς τοῦ ποιοῦντος· ὑγραίνεται γὰρ εἴσω τοῦ ὑγροῦ εἰσιόντος, καὶ ψύχεται εἴσω
τοῦ ψυχροῦ εἰσιόντος μετὰ τῆς ὕλης. τῶν μὲν οὖν τρεφομένων ἔνδον χρὴ78

5,3

79

γενέσθαι τὴν ὕλην· καὶ γὰρ τὴν τροφήν· τῶν αἰσθανομένων δὲ ᾗ αἰσθάνεται οὐδαμῶς, ἀλλ’ ἔξω μένειν τὸ τῷ αἰσθητῷ ὑποκείμενον. ἄλλως τε καὶ μάτην εἶχεν εἴπερ εἶχεν αἴσθησιν τὰ φυτά· οὐ γὰρ ἐπ’ αὐτοῖς τὸ φεύγειν τὰ ἀλλότρια καὶ τὰ οἰκεῖα διώκειν, ὅπερ ἐπὶ τῶν ζώων ὁρῶμεν, ἀλλ’ ἐν
5αὐτῷ μένει τῷ τόπῳ κατερριζωμένα· οὐδὲν δὲ ἡ φύσις μάτην ποιεῖ. ἕλκει μὲν οὖν ἕκαστον οἰκεῖον χυμόν, οὐ μὴν αὐτὰ κρίνοντα ὡς οἰκεῖον, ἀλλὰ τῆς φύσεως τὰ οἰκεῖα προσαγομένης ἄνευ τινὸς ἀντιλήψεως τῶν φυτῶν, ὥσπερ καὶ ἐπὶ τῶν ζώων ἡ φύσις ἐποίει· τῆς γὰρ τροφῆς τὸ μὲν οἰκεῖον προσάγεται, τὸ δὲ ἀλλότριον ἀπωθεῖται, αἴσθησις δὲ ἡμῖν οὐδεμία τοῦ
10γινομένου. οὔτε οὖν ὄργανον ἐν τοῖς φυτοῖς ἀφωρισμένον πρὸς αἴσθησιν, οὔτε τὸ κοινὸν πάσης αἰσθήσεως, οἷον τὸ πνεῦμα κεκραμένον ἐν συμμετρίᾳ τοιαύτῃ. Καθόλου δ’ ἄν τις καὶ τοῦτο ἐπιζητήσειεν, εἰ πάθοι ἄν τι ὑπὸ τῆς ὀσμῆς τὸ ἀδύνατον ὀσφρανθῆναι, ἢ ὑπὸ χρώματος τὸ μὴ δυνάμενον ἰδεῖν,
15ἢ ὑπὸ ψόφου τὸ μὴ δυνάμενον ἀκοῦσαι. ἢ ὑπὸ τοῦ ἀκουστοῦ μὲν ὡς ἀκουστοῦ τὸ μὴ ἀκοῦον παθεῖν ἀδύνατον, οἱ δὲ ῥηγνύμενοι λίθοι καὶ τὰ διιστάμενα φυτὰ ὑπὸ τῶν βροντῶν οὐ πάσχουσιν ὑπὸ τοῦ ψόφου ὡς ἀκουστοῦ, ἀλλ’ ὅτι ἐν ἀέρι ὁ ψόφος, οὗτος δὲ πληττόμενος ἄγαν ὁμοίως πλήττει, ᾧ ἂν προσπέσῃ· ἐπεὶ καὶ ὅταν ὑπὸ τῆς ἅλμης διατήκηται τὰ χιτώνια, οὐχ ὑπὸ
20τοῦ χυμοῦ πάσχει τῆς ἅλμης ᾗ γευστὸς ὁ χυμός, ἀλλ’ ᾗ τοιαδὶ ποιότης. πάσχει δὲ ὁ ἀὴρ καὶ ὑπὸ ψόφου καὶ ὑπὸ ὀσμῆς, ἀλλ’ ὅμως ὄζειν μὲν τὸν ἀέρα λέγομεν, ὀσμᾶσθαι δ’ οὔ. πάσχει δὲ καὶ τὸ ὕδωρ καὶ ὑπὸ ψόφου καὶ ὑπὸ ὀσμῆς, ἀλλ’ οὐ διὰ τοῦτο αἰσθάνεται, ἀλλ’ εἰ καὶ εὐπαθέστερα τῶν σωμάτων τὰ ἀόριστα, ὅμως τὸ αἰσθάνεσθαι οὐ τὸ ῥᾳδίως πάσχειν
25ἐστίν, ἀλλὰ τὸ γίνεσθαι ἐν τῷ αἰσθανομένῳ τὸ εἶδος ἄνευ τῆς ὕλης καὶ μένειν χρόνον τινὰ καὶ τοῦ ποιήσαντος ἀπελθόντος. ὅλως γὰρ ὃ καὶ πρότε‐ ρον εἴρηται, τὸ πάσχον κυρίως ὕλη γίνεται τῶν ποιούντων· θερμαίνεται γὰρ καὶ ψύχεται καὶ ξηραίνεται καὶ ὑγραίνεται οὐ τελευτῶντος τοῦ πάθους εἰς κρίσιν, ἀλλ’ εἰς αὐτὴν τὴν τροπὴν καὶ τὴν μεταβολὴν ἱσταμένου. διὸ
30μήποτε καὶ ἡ σὰρξ διὰ τοῦτο οὐκ ἦν αἰσθητήριον, ὅτι καὶ αὐτή πως ἀπολαύει τῶν ἁπτῶν ἐναντιώσεων τοῦτον τὸν τρόπον ὥσπερ τὰ ἄψυχα, θερμαινομένη καὶ ψυχομένη καὶ ὥσπερ ὕλη γιγνομένη ταῖς ἁπταῖς ἐναντιώσεσι. τοῦτο δὲ ἐπὶ τῶν ἄλλων αἰσθητηρίων οὐχ ὁρῶμεν· ἡ γὰρ κόρη οὐ λευκαί‐ νεται οὐδὲ ὁ ἐν τοῖς ὠσὶν ἐγκατῳκοδομημένος ἀὴρ βαρύτερος γίνεται ἢ
35ὀξύτερος. ὥστε καὶ διὰ τοῦτο οὐκ ἂν εἴη ἡ σὰρξ αἰσθητήριον· οὐ γὰρ οἵα τε ἀναμάττεσθαι τὸ εἶδος ψιλὸν καὶ τὸν λόγον, ἀλλ’ ἡ ὕλη γίνεται τῶν
ποιούντων, τὸ δὲ κρῖνον ἀπαθὲς εἶναι ὑπὸ τοῦ κρινομένου προσήκει.79

5,3

80

(1t)

ΘΕΜΙΣΤΙΟΥ ΠΕΡΙ ΨΥΧΗΣ.
2tΛΟΓΟΣ ΠΕΜΠΤΟΣ.
3 Ὅτι δὲ οὐκ ἔστιν αἴσθησις ἑτέρα παρὰ τὰς πέντε, ἐκ τῶνδε πιστεύσειεν ἄν τις. οὐ γὰρ ἐπειδὴ διηπορήσαμεν ἐν τοῖς προτέροις, μήποτε
5ἄρα πλείους ὦσιν αἱ τῆς ἁφῆς δυνάμεις, διότι πλείω τὰ ὑποκείμενα, διὰ τοῦτο ἄλλην τινὰ περιβλεπτέον αἴσθησιν ὡς ἐκλιμπάνουσαν· καὶ γὰρ εἰ πλείω τὰ ἁπτά, καὶ πλείους αὐτῶν αἱ ἐναντιώσεις, ἀλλ’ οὐδέν γε ὅμως αὐ‐ τῶν ἐκφεύγει τὴν κρίσιν τῆς αἰσθήσεως· καὶ γὰρ τὸ βαρὺ καὶ τὸ κοῦφον, εἰ καὶ μὴ θιγοῦσιν εὐθὺς ἔνδηλον ὥσπερ τὸ θερμὸν καὶ τὸ ψυχρόν, ἀλλ’
10ὅμως οὐ διαλανθάνει τὴν αἴσθησιν· ἔχομεν γάρ τινα δύναμιν κριτικὴν τῆς ῥοπῆς. ζητοῦμεν δὲ νῦν οὐκ, εἴπερ ὀρθῶς αὐτὴν συντάττομεν ταῖς δυνά‐ μεσι ταῖς ἁπτικαῖς, ἀλλ’ εἴ τις ὅλως ἀντίληψις ἡμῖν ἐλλείπει τῶν ὑπαρ‐ χόντων παθῶν τοῖς σώμασιν. οὐ φαίνεται δέ· πάντα γὰρ κρίνομεν καὶ πάντων αἰσθανόμεθα. ἔτι εἴ τις αἴσθησις ἡμῖν ἐλλείπει, καὶ τὸ ὄργανον
15αὐτῆς ἀνάγκη ἡμῖν ἐλλείπειν. πᾶν δὲ ὄργανον αἰσθητικὸν σῶμα, σῶμα δὲ ἅπαν ἐξ ἑνός τινος τῶν ἁπλῶν στοιχείων ἢ ἐκ πλειόνων. ἔχομεν δὲ καὶ ἐκ τῶν ἁπλῶν καὶ ἐκ τῶν συνθέτων τὰ αἰσθητήρια· ἡ μὲν γὰρ κόρη ἐξ ὕδατος ἦν, ἡ δὲ ἀκοὴ ἐξ ἀέρος ἢ τοῖς γε ἐνύδροις ἐξ ὕδατος, ἡ δὲ ὄσφρησις θατέρου τούτων· ἐκ πυρὸς γὰρ ἢ γῆς ἡ φύσις οὐδὲν ἐποίησεν αἰσθητήριον,
20πυρὸς μὲν ὅτι κοινὸν αὐτὸ ἅπασιν τοῖς ἄλλοις ἐνεκεράσατο· ἡ γὰρ θερμότης ἐν ἅπασι καὶ οὐδὲν ἄνευ τῆς ἐμφύτου θερμότητος αἰσθητικόν· γῆ δὲ αὐτὴ μὲν καθ’ ἑαυτὴν οὐχ οἵα τε ἦν ὄργανον εἶναι· παχύτατον γὰρ τὸ στοιχεῖον καὶ πρὸς κρίσιν ἀνεπιτήδειον, ὅθεν καὶ τὰ πλείονος αὐτῆς μετέχοντα μόρια τῶν ζώων ἀναισθητότατα, ὀστᾶ καὶ τρίχες καὶ ὄνυχες, μέμικται δὲ μάλιστα
25τῇ ἁφῇ τῶν λοιπῶν αἰσθητηρίων. ὅπερ οὖν ἔφην, τῶν μὲν ἁπλῶν αἰσθητηρίων οὐδὲν ἂν ἡμῖν ἐλλείποι· ἔχομεν δὲ καὶ τὸ σύνθετον ἐκ πλειόνων· τοιοῦτον γὰρ ἡ σὰρξ καὶ τὸ ἀνάλογον, εἴπερ ἄρα καὶ ταύτην ἐν τοῖς αἰσθητηρίοις θετέον. ὥστε εἰ μηδὲν τῶν ὀργάνων ἐλλείπει, οὐδὲ δύναμίς τις τῶν τοῖς ὀργάνοις χρωμένων. πάλιν ἐπειδὴ πέφηνεν ἅπαν
30ἡμῖν αἰσθητήριον διά τινος μεταξὺ ὄντος ἀντιλαμβάνεσθαι, ἀνάγκη τὸ μεταξὺ τοῦτο ἢ ἀλλότριον εἶναι ἢ συμφυές. ἔχομεν δὲ καὶ τὸ συμφυὲς (τοιούτῳ γὰρ κέχρηται ἡ γεῦσις καὶ ἡ ἁφή) [ἔχομεν] καὶ τὰ ἀλλότρια· τοιοῦτον γὰρ ὁ ἀὴρ καὶ τὸ ὕδωρ, οἷς κέχρηνται αἱ λοιπαὶ μέσοις πρὸς τὸ εἰσαγγέλλειν τὰ αἰσθητά· τοῖς μὲν γὰρ πεζοῖς καὶ πρὸς τὰ χρώματα καὶ
35πρὸς τοὺς ψόφους ὁ ἀὴρ ἐξαρκεῖ, τοῖς δὲ ἐνύδροις τὸ ὕδωρ, ἱκανὸν δὲ καὶ80

5,3

81

θάτερον αὐτῶν πρὸς ἄμφω, καὶ ἄμφω πρὸς θάτερον αὖθις οἷον πρὸς χρώματα ἀὴρ καὶ ὕδωρ. οὐδὲν ἄρα ἂν τῶν μεταξὺ ἡμῖν ἐλλείποι. εἰ δὲ τὰ ἀπαγγέλλοντα ἅπαντα ἔχομεν, δηλονότι καὶ τὰ δεχόμενα τὰς εἰσαγγελίας· οὐδεμία ἄρα αἴσθησις τοῖς ζώοις ἐλλείπει, λέγω δὲ οὐ πᾶσιν, ἀλλὰ τοῖς
5τελείοις καὶ μὴ κολοβοῖς μηδὲ οἷον πεπηρωμένοις· τὰ γὰρ καλούμενα ζώφυτα μίαν ἔχει τὴν ἁφήν, τὰ δὲ ἴσως καὶ τὴν γεῦσιν, τὰ δὲ ἴσως καὶ τὴν ὄσφρησιν, ὅσα δὲ πορευτικὰ καὶ τέλεια, ταῦτα ἔχει τὰς πέντε πάσας· φαίνεται γὰρ καὶ ἡ ἀσπάλαξ ὑπὸ τὸ δέρμα ἔχουσα ὀφθαλμούς, ἀλλ’ ἐπειδήπερ πρὸς τὸν βίον οὐκ ἦν αὐτῇ ἀναγκαία ἡ ὄψις, ἐξεπλήρωσε μὲν
10καὶ ἐπὶ ταύτης ἡ φύσις τὸν ἀριθμὸν τῶν αἰσθήσεων, τῷ δέρματι δὲ ἐπεκάλυψεν ὡς μὴ δεομένου τοῦ ζώου ταύτης τῆς κρίσεως. ὥστε εἰ μὴ ἕτερον σῶμα παρὰ τὰ τέσσαρα στοιχεῖα καὶ τὰ συγκείμενα ἐξ αὐτῶν, οἷα τὰ ἐνταῦθα σύμπαντα σώματα, μήτε πάθος ἕτερον τούτων ἐστὶ τῶν σωμάτων παρὰ τὰ νῦν ὑπάρχειν δοκοῦντα, οὐδεμία ἂν ἐκλείποι τοῖς ζώοις
15αἴσθησις. δήλη δέ ἐστιν ἡ φύσις, ὅτι πανταχοῦ τὰς ἀτελεστέρας δυνάμεις ὁλοκλήρους ταῖς τελειοτέραις προϋποβάλλεται, ὥστε εἴπερ ἐν ἀνθρώπῳ λόγος καὶ νοῦς, πᾶσαι ἂν αὐτῷ προϋπάρχοιεν αἱ αἰσθήσεις. Ἀλλὰ μὴν οὐδὲ ἐκεῖνο ἔστιν εἰπεῖν, ὅτι τῶν κοινῶν αἰσθητῶν, ὧν νῦν ἁπάσαις ἀντιλαμβανόμεθα ταῖς αἰσθήσεσιν, εἶναι μὲν αἴσθησιν ἰδίαν
20ἐστὶν ἀναγκαῖον, ἐκλείπει δὲ νῦν, διὸ νῦν μὲν αὐτῶν σχεδὸν κατὰ συμβεβηκὸς αἰσθανόμεθα τῷ μὴ ἔχειν τὴν ἐπ’ αὐτοῖς τεταγμένην οἷον κινήσεως στάσεως σχήματος μεγέθους ἀριθμοῦ, χρὴ δὲ εἶναι πάντως ᾗ τὰ κοινὰ ταῦτα οὐχ ὡς νῦν κοινὰ ὑπόκεινται ἀλλ’ ὡς ἴδια, ἐπεὶ νῦν γε ἡ ὄψις μεγέθους οὐκ αἰσθάνεται προηγουμένως, ἀλλ’ οὐδὲ σχήματος οὐδὲ στάσεως
25οὐδὲ τῶν λοιπῶν, ἀλλὰ αἰσθανομένη τοῦ χρώματος καὶ τοῦ μεγέθους αὐτοῦ συναισθάνεται καὶ τοῦ σχήματος καὶ τοῦ κινεῖσθαι αὐτὸ ἢ ἠρεμεῖν καὶ τοῦ ἓν εἶναι· τὸ γὰρ ἓν ἢ πολλὰ πᾶσαι γνωρίζουσι, τοῦτο δὲ ἀριθμός. εἴπερ οὖν κατὰ συμβεβηκὸς αὐτῶν αἰσθανόμεθα, εἶναί τινα αἴσθησιν αὐτῶν προηγουμένην προσήκει. ἀλλ’ ἀδύνατον· οὐ γὰρ κατὰ συμβεβηκὸς αἰσθα‐
30νόμεθα τῶν κοινῶν· οὐδὲν γὰρ τῶν κατὰ συμβεβηκὸς αἰσθητῶν κινεῖ τὸ αἰσθητήριον καὶ ἀλλοιοῖ καὶ ἐνδίδωσι τὴν ἰδίαν μορφήν· καὶ γὰρ εἰ μὴ κυρίως ταῦτα ἐπὶ τῶν αἰσθήσεων λέγεται, ἀλλὰ γίνεταί γέ τις καὶ τῇ ὄψει ἀλλοίωσις ὑπὸ τοῦ χρώματος, καὶ τῇ ἀκοῇ ὑπὸ τοῦ ψόφου, καὶ μάλιστα τοῦτον τὸν χρόνον καθ’ ὃν ἂν τὸ αἰσθητὸν εἰς αὐτὰς ἐνεργῇ.
35τὰ κατὰ συμβεβηκὸς δὲ οὐ τοιαῦτα ἦν· διττὸς γὰρ ὁ τρόπος τῶν κατὰ συμβεβηκὸς αἰσθητῶν· ἢ γὰρ ὅταν τῇ ὄψει κρίνωμεν τὸ γλυκύ· πολλάκις γὰρ θεασάμενοί τι τῶν ὑγρῶν ξανθόν, μέλι τοῦτο εἶναι ἀποφαινόμεθα, οὐκ‐ έτι τὴν τοῦ γλυκέος αἴσθησιν ἀναμείναντες. τοῦτο δὲ ὧδε συμβαίνει·
ἐπειδὴ γὰρ τοῦ ξανθοῦ καὶ τοῦ γλυκέος ᾐσθόμεθα ἅμα ὄντων ἐπὶ τοῦ81

5,3

82

μέλιτος ἀμφοτέραις περὶ αὐτὸ ταῖς αἰσθήσεσιν ἐνεργήσαντες τῇ ὄψει καὶ τῇ γεύσει, καὶ ἐτελεύτησαν αἱ δύο ἀντιλήψεις εἰς τὴν πρώτην δύναμιν τὴν αἰσθητικήν, εἰς ἣν ἁπάντων τῶν αἰσθητῶν αἱ εἰσαγγελίαι μίαν οὖσαν ἀποστηρίζονται, ταύτην τηνικαῦτα συμβαίνει τὴν δύναμιν ἀπατᾶσθαι καὶ
5τὸ ξανθὸν εὐθὺς ἀποφαίνεσθαι καὶ γλυκύ, συνδραμεῖν αὐτὰ καὶ νῦν οἰηθεῖσαν, ὥσπερ ἡνίκα ἀπ’ ἀμφοτέρων ἅμα τῶν αἰσθήσεων ἐκινήθη. εἷς μὲν οὖν ὁ τρόπος οὗτος τῆς κατὰ συμβεβηκὸς ἀντιλήψεως, ἕτερος δὲ ὅταν προσιόντα τὸν Κλέωνος υἱὸν θεασάμενοι μὴ τοῦτο ἀποφαινώμεθα μόνον ὅτι λευκός, ἀλλ’ ὅτι καὶ Κλέωνος υἱός. ὁ γὰρ Κλέωνος υἱὸς ᾗ Κλέωνος υἱὸς οὐκ ἦν
10αἰσθητός, ἀλλ’ ἐπειδὴ συμβαίνει τῷ λευκῷ καὶ υἱῷ Κλέωνος εἶναι, οὐχ ἵσταται ἡ ὄψις ἄχρι τοῦ χρώματος ὃ προσήκει μόνον αὐτῇ, ἀλλὰ κἀκεῖνο προσαποφαίνεται, ὃ μήτε αὐτῆς ἴδιον μήτε ἄλλης τινός· μᾶλλον δὲ οὐχ ἡ ὄψις, ἀλλ’ ἐκείνη αὖθις ἡ μία, εἰς ἣν τελευτῶσι καὶ αἱ λοιπαί. οἱ μὲν οὖν τρόποι τοῦ κατὰ συμβεβηκὸς οὗτοι, κατ’ ἀμφοτέρους δὲ οὐδὲν ἡ
15αἴσθησις τρεπομένη οὔτε πάσχουσα ὑπὸ τοῦ κατὰ συμβεβηκὸς αἰσθητοῦ κρίνει περὶ αὐτοῦ καὶ γνωματεύει, οἷον ἡ ὄψις οὔτε ὑπὸ τοῦ Κλέωνος υἱοῦ τι πάσχουσα οὔτε ὑπὸ τοῦ γλυκέος τὸ μὲν ξανθὸν εἶναι μέλι τὸ δὲ λευκὸν Κλέωνος υἱὸν ἀποφαίνεται. ἐπὶ μέντοι τῶν κοινῶν αἰσθητῶν, ὅταν αἰσθάνηται μεγέθους ἡ ὄψις, ἐγγίνεται τοῦ μεγέθους αὐτῇ χαρακτήρ, καὶ τῆς κινήσεως
20δὲ ὁμοίως καὶ τοῦ ἑνὸς καὶ τοῦ σχήματος. πῶς ἂν οὖν κατὰ συμβεβηκὸς αἰσθάνοιτο τούτων ὧν ἀπομάττεται τὸ εἶδος οὐχ ἧττον ἢ τὸ τοῦ χρώματος; οὐκ ἄρα αἴσθησίς ἐστιν ἰδία τῶν κοινῶν οὐδαμῶς, κρίνουσι δὲ τὰ ἀλλήλων ἴδια κατὰ συμβεβηκὸς αἱ αἰσθήσεις, ὅτι εἰς μίαν ἅπασαι τελευτῶσιν. ὅταν οὖν τῇ μιᾷ ἐκείνῃ τὸ αὐτὸ ὑγρὸν ἡ μὲν γεῦσις πικρόν, ἡ δὲ ὄψις ξανθὸν
25εἰσαγγείλῃ, συμβῇ δὲ ἐν ἄλλῳ χρόνῳ τοῦ ξανθοῦ μόνον αὐτὴν λαβέσθαι διὰ τῆς ὄψεως, προστίθησιν εὐθέως καὶ τὸ πικρὸν τὴν γεῦσιν μὴ περι‐ μείνασα, καὶ τότε οὐχ ἡ ὄψις ἐστὶν ἡ ἀπατωμένη, ἀλλ’ ἡ μία ἐκείνη εἰς ἣν καὶ ἡ ὄψις καὶ ἡ γεῦσις ἅμα τελευτῶσιν· αὕτη γὰρ ἡ τὸ ἀμφοῖν ἔργον μιᾶς ποιοῦσα, καὶ ταύτης ἐστὶ τὸ εἰπεῖν ἄμφω περὶ τῆς χολῆς καὶ τὸ
30πικρὸν καὶ τὸ ξανθόν, καὶ ὅτι τὰ δύο ταῦτα ἑνὶ σώματι ὑπάρχει· διὸ 〈περὶ〉 τοῦτο καὶ ἀπατᾶται. ἀπατᾶται δὲ καὶ περὶ τὸν Κλέωνος υἱόν, ὅταν ἐκ μόνου τοῦ χρώματος Κλέωνος υἱὸν αὐτὸν ἀποφαίνηται· οὐ γὰρ ἐκ τοῦ χρώματος γνωστὸς ὁ τοῦ Κλέωνος υἱός, ἀλλὰ καὶ ἐξ ἑτέρων πολλῶν ἃ συνθεῖναι καὶ ἐξετάσαι οὐ τῆς μιᾶς αἰσθήσεως ἦν, ἀλλ’ ἑτέρας ἴσως ἤδη
35τιμιωτέρας δυνάμεως, ἧς οὐ κοινωνεῖ τὰ ἄλογα ζῶα. ἀπατᾶται δὲ καὶ περὶ τὰ κοινά, ὅταν ἐπιτρέψῃ μιᾷ οἷον ἡ ὄψις περὶ τὸ σχῆμα· κοινὸν γὰρ τὸ σχῆμα ὄψεως καὶ ἁφῆς. Ὅτι μὲν οὖν οὐκ εἰσὶ τῶν πέντε πλείους αἰσθήσεις, φανερὸν ἐκ τῶν
εἰρημένων· διὰ τί δὲ οὐ μία ζητήσειεν ἄν τις, ᾗ καὶ τῶν ψόφων καὶ τῶν82

5,3

83

χυμῶν καὶ τῶν λοιπῶν αἰσθητῶν οἷόν τε ἦν ἀντιλαμβάνεσθαι. ἢ τὰ κοινὰ ἂν οὐχ ὡς κοινὰ ἐγνωρίζετο μιᾶς οὔσης ἁπάντων αἰσθήσεως· νῦν δὲ τῷ πλείοσιν αἰσθήσεσιν ἀκολουθεῖν ἐλέγχεται μιᾷ μὴ προσήκοντα. αὕτη τε οὖν ἀποχρῶσα αἰτία καὶ ὅτι δύσκριτά ἐστι τὰ κοινά· πλείους οὖν κρίσεις δεῖ
5συμφωνῆσαι· καὶ τό γε τοῖς εἰρημένοις ἀκόλουθον· εἰ γὰρ αἴσθησις μία, ἓν ἄν που καὶ αἰσθητήριον ἦν, τοῦτο δὲ ἀμήχανον· δυνάμει γὰρ τὸ αἰσθητήριον ὅπερ τὸ αἰσθητόν, δυνάμει δὲ οὐχ ἅπαντα πρὸς ἅπαν, ἀλλὰ πρὸς μὲν χρῶμα τὸ ἄχρουν, πρὸς δὲ ψόφους τὸ ἄψοφον· οὔτε γὰρ ποιεῖν τὸ τυχὸν εἰς τὸ τυχὸν πέφυκεν οὔτε πάσχειν τὸ τυχὸν παρὰ τοῦ τυχόντος.
10καὶ ταῦτα ἐν ἄλλοις ἱκανῶς ἀποδέδεικται. Ἐπειδὴ δὲ αἰσθανόμεθα ὅτι ὁρῶμεν, καὶ αἰσθανόμεθα ὅτι ἀκούομεν, ἀνάγκη ἢ τῇ ὄψει αὐτῇ αἰσθάνεσθαι ὅτι ὁρῶμεν ἢ ἑτέρᾳ αἰσθήσει κρινούσῃ τὴν ὄψιν. εἰ μὲν δὴ ἑτέρᾳ καὶ οὐ τῇ ὄψει, δύο ἔσονται αἰσθήσεις τοῦ αὐτοῦ, οἷον χρώματος ἥ τε ὄψις ἡ προηγουμένως ὁρῶσα τὸ χρῶμα καὶ
15ἡ τῆς ὄψεως αἰσθανομένη· οὐ γὰρ οἷόν τε ἀποφήνασθαι περὶ τῆς ὄψεως ὅτι ὁρᾷ μὴ γινώσκουσαν τὸ ὁρώμενον. καὶ εἰ τῇ ὄψει χρεία κρινούσης αὐτὴν ἑτέρας, διὰ τί οὐ καὶ τῇ κρινούσῃ αὖθις ἑτέρας, κἀκείνῃ ἄλλης, καὶ τοῦτο εἰς ἄπειρον πρόεισιν; εἰ δὲ ταῦτά τις τὰ ἄτοπα προορώμενος συγχωροίη, ὅτι ἡ τὴν ὄψιν κρίνουσα αἴσθησις δύναιτ’ ἂν κρίνειν καὶ ἑαυτήν,
20τί δήποτε τοῦτο οὐχὶ καὶ τῇ ὄψει αὐτῇ συγχωρεῖ; κρινέτω τοίνυν αὐτὴ ἑαυτὴν ἡ ὄψις. ἀλλ’ ὄψεως αἰσθητὸν ἴδιον τὸ χρῶμα, χρῶμα ἄρα ἕξει ἡ ὄψις. φανερὸν τοίνυν ὅτι οὐχ ἁπλῶς λέγεται τὸ αἰσθάνεσθαι· καὶ γὰρ ὅταν μὴ ὁρῶμεν, τῇ ὄψει κρίνομεν καὶ οὐ μόνον φωτὸς ἀλλὰ καὶ σκότους συναισθανόμεθα, ἀλλ’ οὐχ ὡσαύτως. ᾗ τοίνυν αἰσθήσει αἰσθανόμεθα ὅτι
25οὐχ ὁρῶμεν, τῇ αὐτῇ ταύτῃ αἰσθήσει αἰσθανόμεθα καὶ ὅτι ὁρῶμεν, αὕτη δὲ ἔσται ἡ ὄψις. οὐδὲν δὲ ἄτοπον τὸ καὶ τὴν ὄψιν πως κεχρωματίσθαι· τὸ γὰρ αἰσθητήριον δεκτικὸν τοῦ αἰσθητοῦ ἄνευ τῆς ὕλης, διὸ καὶ ἀπελθόν‐ των τῶν αἰσθητῶν ἔνεισιν αἰσθήσεις καὶ φαντασίαι· οἱ γὰρ λόγοι τῶν αἰσθητῶν, οὓς ἡ αἴσθησις ἀνελέξατο, ἐμμένουσί τινα χρόνον καὶ μὴ παρόν‐
30των τῶν ἔξωθεν. ἄτοπον δὲ ὅτι μὲν ξανθὸν τὸ χρῶμα ὁρῶμεν γιγνώ‐ σκειν ἡμᾶς τῇ ὄψει, ὅτι δὲ ὁρῶμεν ὅλως μὴ γιγνώσκειν ἡμᾶς τῇ αὐτῇ αἰσθήσει· ἀλλ’ ἄμφω μὲν τῇ αὐτῇ ὄψει οὐχ ὡσαύτως δέ. λέγομεν γὰρ ξανθὸν τῷ πάσχειν ὑπ’ αὐτοῦ, τὸ δὲ ὅτι ὁρῶμεν τῷ πάθους ἀντιλαμ‐ βάνεσθαι.
35 Ἡ δὲ τοῦ αἰσθητοῦ ἐνέργεια καὶ τῆς αἰσθήσεως ἡ αὐτὴ μέν ἐστι καὶ μία, τὸ δὲ εἶναι αὐταῖς οὐ τὸ αὐτό. λέγω δὲ ταὐτόν ἐστι τὸ κατ’ ἐνέρ‐ γειαν ἀκουστὸν καὶ ἡ ἀκοή, καὶ τὸ κατ’ ἐνέργειαν ὁρατὸν καὶ ἡ ὅρασις· οὐδὲ γὰρ οἷόν τε ἀκουστὸν γενέσθαι κατ’ ἐνέργειαν χωρὶς ἀκοῆς, οὐδὲ
ὁρατὸν κατ’ ἐνέργειαν χωρὶς ὄψεως. ἀλλὰ τὸ μὲν δυνάμει ἀκουστὸν καὶ83

5,3

84

ἡ δυνάμει ἀκοὴ δύναται χωρίζεσθαι ἀπ’ ἀλλήλων· ἔστι γὰρ ἀκοὴν ἔχοντα μὴ ἀκούειν, καὶ ἀκουστὸν ὄντα μὴ ἀκούεσθαι οἷον τὸν ψόφον· ὅταν δὲ ἀκούῃ τὸ δυνάμενον ἀκούειν, καὶ ἀκούηται τὸ δυνάμενον ἀκούεσθαι, τότε ἅμα ἡ κατ’ ἐνέργειαν ἀκοὴ γίνεται καὶ τὸ κατ’ ἐνέργειαν ἀκουστόν. ἄμφω
5δὲ ἐν τῇ ἀκοῇ, διότι καθόλου πᾶσα ποιητικοῦ καὶ κινητικοῦ ἐνέργεια ἐν τῷ πάσχοντι· δέδεικται γὰρ τοῦτο ἐν τοῖς Φυσικοῖς. οὕτω τοίνυν καὶ ἡ τοῦ αἰσθητοῦ ἐνέργεια ἐν τῷ αἰσθητικῷ, καὶ ἐντεῦθέν ἐστι δῆλον ὅτι μὴ πᾶν τὸ κινοῦν ἀνάγκη καὶ κινεῖσθαι, εἴ γε τὰ αἰσθητὰ κινεῖ μὲν τὰς αἰσθήσεις, αὐτὰ δὲ πολλάκις ἀκίνητα μένει. καὶ μάλιστα ἐπὶ τῆς ὄψεως
10τοῦτο δῆλον· κινεῖ γὰρ τὸ χρῶμα τὴν ὄψιν, αὐτὸ δὲ ἀκίνητον μένει. καὶ ἐπὶ τῆς ἁφῆς δὲ εἴποι ἄν τις παραπλησίως· τὸ γὰρ ψυχρὸν ἀλλοιοῖ μὲν τὴν σάρκα ἢ τὸ πρὸ τῆς σαρκὸς αἰσθητήριον, αὐτὸ μέντοι γε οὐδὲν ἀλλοιοῦται, λέγω δὲ οὐδὲν τηνικαῦτα, ὅτε ἀλλοιοῖ. ἐπ’ ἐνίων μὲν οὖν ἐστὶ ταῖς δύο ἐνεργείαις ὀνόματα, λέγω δὲ δύο ἐνεργείας τήν τε τοῦ αἰσθητοῦ καὶ τὴν τοῦ αἰσθητικοῦ·
15τοῦ μὲν γὰρ ψοφοῦντος ψόφησίν ἐστιν εἰπεῖν τὴν ἐνέργειαν, τοῦ δὲ ἀκουστικοῦ ἄκουσιν, ἐπ’ ἐνίων δὲ ἀνώνυμον θάτερον· ἡ μὲν γὰρ τῆς ὄψεως ἐνέργεια ὅρασις λέγεται, ἡ δὲ τοῦ χρώματος ἀνώνυμος, καὶ ἡ μὲν τοῦ γευστικοῦ ἐνέργεια γεῦσις, ἡ δὲ τοῦ χυμοῦ ἀνώνυμος. οὐκ ὀρθῶς οὖν οἱ πρότερον φυσιολόγοι οὔτε χρῶμα ἄνευ ὄψεως ὑπολαμβάνοντες εἶναι οὔτε χυμὸν ἄνευ
20γεύσεως· διχῶς γὰρ λεγομένων τῶν ὁρατῶν καὶ γευστῶν τὰ μὲν κατ’ ἐνέργειαν ὁρατὰ οὐχ οἷόν τε χωρὶς ὁράσεως εἶναι, τὰ δὲ κατὰ δύναμιν δυνατόν· λευκὸν γὰρ εἶναι καὶ χωρὶς ὄψεως δυνατόν. ὥστε διὰ τοῦτο αὐτοὺς μεμπτέον, ὅτι ἁπλῶς ἔλεγον περὶ τῶν λεγομένων οὐχ ἁπλῶς. Εἰ δὲ ταὐτὸ τὸ κατ’ ἐνέργειαν ἀκουστὸν καὶ ἡ κατ’ ἐνέργειαν ἀκοή,
25ὀρθῶς ἐλέγοντο λόγοι αἱ αἰσθήσεις. δῆλον δὲ ἐντεῦθεν· ἡδίω γὰρ ἡμῖν ἀεὶ τὰ κεκραμένα τῶν αἰσθητῶν ἤπερ τὰ ἄκρατα, οἷον ἐν ψόφοις μὲν αἱ συμφωνίαι, ἐν χυμοῖς δὲ οἱ μεμιγμένοι, καὶ τῶν χρωμάτων δὲ τὰ κεκραμένα, διὸ παὶ τέχναι μουσική τε καὶ γραφικὴ καὶ μυρεψικὴ καὶ ὀψοποιία περὶ τὰς μίξεις καὶ κράσεις τῶν ἄκρων. πᾶσα δὲ μῖξις καὶ
30κρᾶσις λόγος, ὃς ὅταν γένηται κατ’ ἐνέργειαν αἰσθητός, ὁ αὐτὸς γίνεται τῇ αἰσθήσει. εἰκότως ἄρα ἡ αἴσθησις λόγος· λόγῳ γὰρ ἡ αὐτή. οἱ δὲ ἄκρατοι ψόφοι καὶ ἄμικτοι χυμοὶ εἴτε ὑπερβάλλοντες εἴτε ἐνδέοντες ἢ οὐ κινοῦσι τὴν αἴσθησιν ἢ φθείρουσιν ἢ λυποῦσιν· οὐκέτι γὰρ λόγοι οὐδὲ κράσεις οὐδὲ συμφωνίαι.
35 Ἀλλ’ ἐπειδὴ πολλάκις εἰρήκαμεν ἑκάστην αἴσθησιν ὑπάρχειν ἐν τῷ οἰκείῳ αἰσθητηρίῳ καὶ κρίνειν οὕτως τὸ ὑποκείμενον ἑαυτῇ καὶ τὰς ἐν αὐτῷ διαφοράς, τοῦτο ἄνωθεν ἀναλαβόντες ἀκριβέστερον ἐπισκεψόμεθα.
αἰσθανόμεθα τοίνυν οὐ μόνον τὸ λευκὸν τοῦ μέλανος διαφέρον, ἀλλὰ καὶ84

5,3

85

τὸ λευκὸν τοῦ γλυκέος. ταύτην οὖν τὴν διαφορὰν καθ’ ἣν τὸ λευκὸν τοῦ γλυκέος διενήνοχεν τίς ἐστιν ἡ κρίνουσα δύναμις; οὔτε γὰρ ἡ ὄψις, γλυκέος γὰρ οὐκ αἰσθάνεται· οὔτε ἡ γεῦσις, λευκὸν γὰρ οὐκ οἶδεν. ἀνάγκη δὲ αἰσθήσει καὶ τοῦτο κρίνεσθαι· τῶν γὰρ αἰσθητῶν αἰσθηταὶ καὶ αἱ διαφοραί.
5οὐδὲν οὖν θαυμαστόν, εἰ ἔμπροσθεν ἡμῖν ἐδόκει μὴ εἶναι τὴν ἁφὴν ἐν σαρκί, ἀλλὰ τὴν σάρκα μὲν εἶναι μεταξὺ τοῦ τε ἁπτοῦ καὶ τοῦ ἁπτικοῦ, ἢ εἴ τις καὶ βούλοιτο καλεῖν αὐτὴν αἰσθητήριον, ἀλλ’ οὔτι γε πρῶτον οὐδὲ ἐν ᾧ ἡ δύναμις ἐγκαθίδρυται ἡ ἁπτική· προϊὼν γὰρ ὁ λόγος εὑρήσει μὴ περὶ τὴν σάρκα τοῦτο μόνον συμβεβηκέναι, ἀλλὰ καὶ περὶ τὰ λοιπὰ
10αἰσθητήρια, οἷον λέγω τὴν κόρην καὶ τοὺς διὰ τῶν ὤτων πόρους. μικρὸν δὲ ἀναληπτέον. ὥσπερ ᾗ κρίνομεν δυνάμει τὸ λευκὸν τοῦ μέλανος διαφέρειν, αὕτη μία ἐστίν, οὕτω καὶ ᾗ κρίνομεν τὸ γλυκὺ τοῦ θερμοῦ διαφέρειν, καὶ ταύτην ἀνάγκη μίαν εἶναι· οὐ γὰρ οἷόν τε κεχωρισμέναις εἶναι δυνάμεσιν ἢ διεστηκυίαις ἀλλήλων, καὶ τὴν μὲν τοῦ δεῖνος αἰσθανομένην τὴν δὲ τοῦ
15δεῖνος, κρίνειν ὅτι μὴ ταὐτὸν τοδὶ καὶ τοδί. οὕτω μὲν γὰρ κἂν εἰ τοῦ μὲν ἐγὼ τοῦ δὲ σὺ αἴσθοιο, δῆλον ἂν εἴη ὅτι ἕτερα ταῦτα ἀλλήλων. ἀλλ’ οὐχ οἷόν τε, ἀλλ’ ἓν δεῖ ὑπάρχειν ὃ ἀμφοῖν αἰσθανόμενον οὐ λέγει ἓν ἄμφω καὶ ταὐτὸν δεῖν εἶναι ὃ μὴ ταὐτόν φησι τῷ γλυκεῖ τὸ λευκόν. ὡς οὖν λέγει περὶ τοῖν δυοῖν, οὕτω τοῖν δυοῖν καὶ αἰσθάνεται· λέγει δὲ ὡς
20ἓν ἀμφότερα ἐπεσκεμμένον, οὕτως ἄρα αὐτῶν καὶ αἰσθάνεται. οὐ μόνον δὲ ὡς αὐτὸ ἓν ἀλλὰ καὶ ὡς ἐν χρόνῳ ἑνί· ὅταν γὰρ αἰσθάνηται τοῦ μέλιτος ξανθοῦ καὶ γλυκέος, ἢ τῆς χιόνος ψυχρᾶς τε καὶ λευκῆς, οὐκ ἐν ἄλλῳ μὲν τῆς λευκότητος αἰσθάνεται χρόνῳ ἐν ἄλλῳ δὲ τῆς ψυχρότητος, ἀλλ’ ἐν τῷ αὐτῷ καὶ ἑνί· καὶ ὅτε λέγει θάτερον ὅτι ἕτερον, τότε καὶ θάτερον· λέγω
25δὲ οὐ κατὰ συμβεβηκὸς τὸ ὅτε. εἴποιμ’ ἂν γὰρ ἐγὼ νῦν ὅτι Πλάτων ὁ φιλόσοφος εἰς Σικελίαν ἀφῖκται, ἀλλὰ νῦν μὲν λέγω, οὐ μέντοι γε ὅτι καὶ νῦν. ἡ δὲ κρίνουσα τὴν τοῦ λευκοῦ πρὸς τὸ ψυχρὸν διαφορὰν καὶ νῦν λέγει, καὶ νῦν ὅτι καὶ νῦν λέγει. ἅμα ἄρα, ὥστε οὐκ αὐτὴ μόνον μία ἀλλὰ καὶ ἐν χρόνῳ ἑνί. μία τοίνυν ἐστὶν ἡ δύναμις ἡ αἰσθητική, εἰς ἣν
30αἱ τῶν πλειόνων αἰσθητηρίων τελευτῶσι διαφέρουσαι ἀγγελίαι. ἀλλὰ μὴν τοῦτο ἀδύνατον· συμβήσεται γὰρ ταὐτόν τι καὶ ἀδιαίρετον πλείους ἅμα κινήσεις κινεῖσθαι καὶ μάλιστα ἐν χρόνῳ ἀδιαιρέτῳ. καὶ τί λέγω πλείους; μήποτε καὶ ἐναντίας· δῆλον γὰρ ὅτι τῇ μιᾷ ταύτῃ ἥτις ποτ’ ἂν ᾖ, οὐχ ἡ κόρη μόνον καὶ ἡ γλῶττα εἰσήγγειλε τὸ ξανθὸν καὶ τὸ γλυκύ, ἀλλὰ καὶ
35ἡ κόρη μόνη καθ’ ἑαυτὴν τὸ λευκὸν καὶ μέλαν, ὥσπερ ὅταν βιβλίοις ἐντυγχάνωμεν γεγραμμένοις· αἰσθανόμεθα γὰρ ἅμα ἀμφοῖν καὶ τοῦ μέλανος καὶ τοῦ λευκοῦ, ταῦτα δὲ οὐχ ἕτερα μόνον ἀλλὰ πρὸς τῷ ἕτερα καὶ ἐναντία.
πῶς οὖν μία οὖσα κινήσεται ἅμα τὰς ἐναντίας κινήσεις; οὐκ ἦν οὖν τὸ85

5,3

86

ἄτοπον τηλικοῦτον ἐπὶ τῶν διαφόρων αἰσθήσεων· ἐπ’ ἐκείνων γὰρ τὰ ἀγγελλόμενα ἕτερα μὲν ἦν, οὐ μὴν ἐναντία, ὡς εἶχε τὸ γλυκὺ καὶ τὸ ξανθόν, ἀλλ’ ἔοικεν ἐπὶ τῆς μιᾶς αἰσθήσεως καὶ τοῦ ἑνὸς αἰσθητηρίου τὸ συμβαῖνον εἶναι ἀτοπώτερον, πῶς τῶν ἐναντίων ἅμα αἰσθάνεται. ἆρ’ οὖν
5ἱκανὸν καταφυγεῖν εἰς ἐκεῖνον αὖθις τὸν λόγον τὸν λέγοντα τὴν δύναμιν τὴν αἰσθητικὴν εἰς ἣν πᾶσαι αἱ τῶν αἰσθητηρίων εἰσαγγελίαι διαπέμπονται, μίαν μὲν εἶναι τῷ ἀριθμῷ καὶ τῷ ὑποκειμένῳ, τῷ λόγῳ δὲ πλείους; ἐπὶ πολλῶν γὰρ οὗτος ὁ λόγος πολλὰς διέλυσεν ἡμῖν ἀπορίας. πὼς μὲν οὖν διῃρημένη αὕτη ἡ δύναμις τῶν διῃρημένων αἰσθάνεται, πὼς δὲ ἀδιαίρετος
10[τῶν διῃρημένων]· τῷ εἶναι μὲν γὰρ διῃρημένη, τουτέστι τῷ λόγω, τόπῳ δὲ καὶ ἀριθμῷ ἀδιαίρετος. ἢ ἐπὶ ταύτης γε τῆς ἀπορίας οὐδὲ τοῦθ’ ἱκανόν· δυνάμει μὲν γὰρ ταὐτὸν καὶ διαιρετὸν εἶναι καὶ ἀδιαίρετον ἴσως οὐδὲν θαυμαστόν, ὥσπερ δυνάμει ταὐτὸν ψυχρὸν καὶ θερμὸν καὶ λευκὸν καὶ μέλαν, ἀλλ’ ἐνεργεῖν γε ἅμα κατ’ ἄμφω τὰ ἐναντία ἀδύνατον, ἀλλ’
15ἀνάγκη τὰς διαφερούσας ἐνεργείας ἢ τῷ χρόνῳ διῃρημένας ἢ τοῖς ἐνεργοῦσιν ὑπάρχειν. οὕτως οὖν οὐδὲ τὰ εἴδη παραδέχεσθαι ἅμα τὰ ἐναντία δυνατόν, εἰ τοιοῦτον ἡ αἴσθησις καὶ ἡ νόησις, ὡς δέχεσθαι τὰ εἴδη τῶν αἰσθητῶν ἢ τῶν νοητῶν. ἀλλ’ ἐκεῖνο ἄν τις μᾶλλον εὐλογώτερον ὑπολαμβάνοι ἐοικέναι τὴν δύναμιν τὴν αἰσθητικὴν τῇ στιγμῇ, μᾶλλον δὲ τῷ κέντρῳ
20τοῦ κύκλου, εἰς ὃ πᾶσαι αἱ ἐκ τῆς περιφερείας γραμμαὶ τελευτῶσιν. αὕτη γὰρ ἡ στιγμὴ ἅμα καὶ μία καὶ πλείους· μία μέν, ἓν γὰρ τὸ κέντρον τοῦ κύκλου· πλείους δὲ ὅτι πλειόνων εὐθειῶν καὶ διαφερουσῶν ἐστὶ πέρας· ὥστε καὶ ἀδιαίρετος ἡ στιγμὴ καὶ διαιρετή, καὶ ταῦτα ἅμα. τοῦτον τοίνυν τὸν λόγον ἐχέτω καὶ ἡ δύναμις ἣν πρώτως αἰσθητικὴν δεῖ καλεῖν καὶ
25πρώτως αἴσθησιν· μία γὰρ οὖσα πλειόνων ἐστὶ πέρας ὀργάνων. ᾗ μὲν οὖν μία καὶ ἀδιαίρετος, ἓν τὸ κρῖνόν ἐστι καὶ ἅμα, ᾗ δὲ πολλῶν διῃρημένων πέρας ἐστί, πολλαὶ γίνονται ἡ μία, ὥστε καὶ πολλὰ κρίνειν οὐ κεκώλυται κεχωρισμένα καὶ μία εἶναι· ἔστι γὰρ ἅμα καὶ μία καὶ πολλαί. ἔτι ὃ πολλάκις εἰρήκαμεν, οὐκ αὐτὴ λευκαίνεται καὶ μελαίνεται ἅμα, ἢ ψύχεται
30καὶ θερμαίνεται· τοῦτο γὰρ τὸ ἄτοπον ἦν· ἀλλ’ εἰσαγγέλλει μὲν ἕκαστον αἰσθητήριον τὰς οἰκείας διαφοράς, ἡ δὲ ἀσώματος οὖσα τῷ λόγῳ καὶ ἐπὶ τοῦ πνεύματος βεβηκυῖα τοῦ πρώτως αἰσθητικοῦ, ἐξ οὗ τὰ αἰσθητήρια σύμπαντα ὥσπερ ἐκ πηγῆς ἐκπνεῖται, καὶ εἰς ὃ πᾶσαι συμφοιτῶσιν αἱ παρὰ τῶν αἰσθητῶν ἀγγελίαι, οὐκ αὐτὴ πάσχουσα τὰ ἐναντία ἀλλὰ θεωροῦσα
35τὰ ἐναντία κρίνει καὶ ἀποφαίνεται τὸ λευκὸν τοῦ μέλανος ἕτερον εἶναι καὶ τὸ λευκὸν τοῦ γλυκέος. οὐ τὸ κρίνειν δὲ ἅμα τὰ ἐναντία ἄτοπον ἦν, ὥσπερ οὐδὲ δικάζειν ἅμα τοῖς ἀντιλέγουσι πρὸς ἀλλήλους, ἀλλὰ τὸ πάσχειν ἅμα
τὰ ἐναντία.86

5,3

87

Δῆλον τοίνυν ἐξ ἁπάντων ἐστὶν ὅτι μήτε ἡ ὄψις ἡ πρώτη ἐστὶν ἐν τῇ κόρῃ, μήτε ἡ ἀκοὴ ἡ πρώτη ἐν τοῖς ὠσί, μήτε ἡ γεῦσις ἐν τῇ γλώττῃ, ἀλλὰ καὶ ἡ ὄψις ἡ πρώτη καὶ ἡ γεῦσις καὶ ἡ ἀκοὴ καὶ ἡ ὄσφρησις καὶ ἡ ἁφὴ ἐν τῷ πνεύματι τῷ πρώτῳ ὑπάρχουσι τῷ αἰσθητικῷ, καὶ ὅταν
5λέγωμεν πέντε εἶναι τὰς πάσας αἰσθήσεις, πέντε εἶναι λέγομεν τὰ αἰσθητήρια καὶ πέντε εἶναι τοῦ πνεύματος τοῦ αἰσθητικοῦ ὥσπερ ἐκ πηγῆς μιᾶς ὀχετοὺς διὰ τῶν ὀργάνων ἀποχετευομένους, τὴν δὲ κυρίως αἴσθησιν καὶ πρώτως οὖσαν [ἐν] τούτοις χρωμένην, καὶ χώραν μὲν εἰσαγγελέων ἔχειν τὰς πέντε, ἄρχοντος δὲ ἢ βασιλέως τὴν μίαν. ὡς γὰρ ἐκεῖ πολλοὶ μὲν οἱ ἀγγέλλοντες,
10εἷς δὲ ὁ κρίνων, οὕτως καὶ ἐνταῦθα πολλὰ μὲν τὰ μηνύοντα ὄργανα, ἓν δὲ τὸ περὶ πάντων ἀποφαινόμενον. ταύτῃ τοίνυν αἰσθανόμεθα καὶ ὅτι ὁρῶμεν τῇ ὄψει, καὶ ὅτι ἀκούομεν τῇ ἀκοῇ· ᾗ γὰρ τῆς διαφορᾶς τῶν ἐνεργειῶν, ταύτῃ καὶ τῶν ἐνεργειῶν αὐτῶν αἰσθανόμεθα. οὐ τῇ ὄψει οὖν κρίνομεν τὴν ὄψιν, ὡς μικρῷ πρόσθεν ἐδόκει, ἀλλὰ τῇ μιᾷ τῇ πρὸς ἕκαστον
15τῶν αἰσθητηρίων τεταγμένῃ. περὶ μὲν οὖν αἰσθήσεως ἔστω ταῦτα διωρισμένα. Ἐπειδὴ δέ φαμεν οὐκ αἰσθήσει μόνον γνωρίζειν καὶ κρίνειν ἀλλὰ καὶ λόγῳ καὶ διανοίᾳ, τί ἂν διαφέροι τὰ κριτήρια ταῦτα ἀλλήλων, σκεπτέον ἐφεξῆς. ὅτι δὲ οὐ παρέλκουσα ἡ ζήτησίς ἐστιν, δῆλον ἐκ τῶν ἀρχαιοτέρων
20φυσικῶν· σχεδὸν γὰρ ταὐτὸ ποιοῦσι τὴν αἴσθησιν οὗτοι τῷ λόγῳ, Ἐμπε‐ δοκλῆς μὲν λέγων
πρὸς παρεὸν γὰρ μῆτις ἀέξεται ἀνθρώποισι· τοῦτο γὰρ αἰσθήσεως ἴδιον ὑπὸ τῶν αἰσθητῶν παρόντων κινεῖσθαι. καὶ Ὅμηρος δὲ συντρέπεσθαι τὸν νοῦν ὑπολαμβάνων καὶ συναλλοιοῦσθαι τῷ
25περιέχοντι σωματικὴν οἴεται τὴν φύσιν τοῦ λόγου, καὶ σχεδὸν αἴσθησιν ποιεῖ τὸν νοῦν·
τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων
οἷον ἐπῆμαρ ἄγῃσι πατὴρ ἀνδρῶν τε θεῶν τε. ὅλως δὲ ὅταν ἐκ τῶν τοῦ παντὸς ἀρχῶν συνιστάντες καὶ τὴν ψυχὴν εἶτα
30ποιῶσιν αὐτὴν τὰ ὄντα γνωρίζειν τῇ θίξει τοῦ ὁμοίου, οὐδὲν ἄλλο ἢ σῶμα μὲν ποιοῦσι τὸν νοῦν, συντρέπεσθαι δὲ τοῦτον τοῖς σώμασιν ἃ γινώσκει. καίτοι γε ἐχρῆν αὐτοὺς οὐ μόνον ὅπως γινώσκει διδάσκειν ἡμᾶς, ὅτι θιγγάνουσα τοῦ ὁμοίου, ἀλλὰ καὶ ὅπως ἐξαπατᾶται· συνηθέστερον γὰρ τὸ
πάθος τοῦτο τοῖς ζώοις καὶ πλείω παραμένει χρόνον· οἱ δὲ ὅπως μὲν87

5,3

88

γινώσκομεν, ὅτι τῇ θίξει τοῦ ὁμοίου φασίν· ὅπως δὲ ἀγνοοῦμεν, οὐ προσ‐ διδάσκουσιν, οὐκ ἐννοοῦντες ὅτι πολλοστὸν μέρος ἐστὶν ἃ γιγνώσκομεν ὧν ἀγνοοῦμεν· ἄλλως τε ὅτι καὶ τῶν ἐναντίων μία ἐστὶν ἐπιστήμη καὶ μία ἄγνοια· ὁ γὰρ τὸ ἀγαθὸν ὡς ὠφέλιμον γινώσκων καὶ τὸ κακὸν ὅτι βλαβερὸν
5συνεπίσταται, καὶ ὁ περὶ θάτερον ἐξαπατώμενος ἐξαπατᾶται καὶ περὶ θάτερον. χρὴ οὖν ἢ τοῖς ἐναντίοις ἡμᾶς ὁμοιοῦσθαι ἅμα, ὅταν τἀναντία γινώσκωμεν, ἢ τοῖς ἐναντίοις ἀνομοιοῦσθαι, ὅταν περὶ τὰ ἐναντία ἐξαπατώ‐ μεθα· ἄμφω δὲ ὁμοίως ἀδύνατα. Ἀλλὰ ταῦτα μὲν ἔξω τοῦ παρόντος λόγου· ὅτι δὲ ἡ αἴσθησις
10οὐ ταὐτὸν τῇ λογικῇ δυνάμει τῆς ψυχῆς, προχειρότατον εἰπεῖν, ὅτι τῆς μὲν μετέχει πάντα τὰ ζῶα, τῆς δὲ ἄνθρωπος μόνος, καὶ τῆς μὲν λογικῆς δυνάμεως ἄλλαι διαφοραί, τῆς αἰσθήσεως δὲ αἱ πέντε, καὶ τὰ κατορθώματα ἕτερα μὲν τῆς αἰσθήσεως, ἕτερα δὲ τοῦ νοῦ. ταράττεσθαι δὲ οὐ χρή, εἰ ποτὲ μὲν νοῦν, ποτὲ δὲ δύναμιν λογικήν,
15ποτὲ δὲ νόησιν, ποτὲ δὲ διάνοιαν τὸ αὐτὸ πρᾶγμα τοῦτο καλοῦμεν· προϊ‐ όντες γὰρ τὰ ὀνόματα ἀκριβέστερον διακρινοῦμεν, νῦν δὲ ὅσον τὰς πρὸς τὴν αἴσθησιν διαφορὰς εἰπεῖν ὡς ταὐτὸ σημαίνουσι πᾶσι τούτοις κεχρήμεθα τοῖς ὀνόμασι. καὶ νοῦ μὲν ἀρετὰς δόξαν ὀρθήν φαμεν καὶ ἐπιστήμην καὶ φρόνησιν, αἰσθήσεως δὲ οὐδαμῶς, καὶ αὖθις λόγου μὲν κακίας ψευδοδοξίαν
20καὶ ἀνεπιστημοσύνην καὶ ἀφροσύνην, αἰσθήσεως δὲ οὐδεὶς ἂν εἴποι ταύτας κακίας. καὶ αἴσθησις ἡ μὲν τῶν ἰδίων ἡ δὲ τῶν κοινῶν, καὶ ἥ γε τῶν ἰδίων ὡς τὰ πολλά ἐστιν ἀληθής, νοῦς δὲ εἰ καὶ ἄλλως τῷ νῷ τὰ μὲν ἴδια τὰ δὲ κοινά, ὅμως περὶ τὰ ἴδια μᾶλλον ἢ περὶ τὰ κοινὰ ἐξαπατᾶται· λαμβάνει γοῦν τὰ κοινὰ πρῶτα ὡς γνωριμώτερα. εἰ δὲ ὅτι πολλὰ καὶ
25τῶν ἀλόγων ζώων μετέχειν φαμὲν διανοίας, οὐδὲν πρὸς τὸν λόγον· κα‐ ταχρώμεθα γὰρ ἐπ’ αὐτῶν τῷ τῆς διανοίας ὀνόματι. τὰ δὲ διανοίας μὲν οὐδαμῶς κοινωνεῖ, φαντασίας δὲ ἴσως ἔνια, ἥπερ ἀμείνων μὲν δύναμις τῆς αἰσθήσεως, πολὺ δὲ ὑποβεβηκυῖα τῆς διανοίας, καὶ ὥσπερ ἀμφοῖν ἐν μεθορίῳ κειμένη καὶ ἐπακολουθοῦσα μὲν τῇ αἰσθήσει, προλαμβάνουσα δὲ
30τὴν ὑπόληψιν. ὑπόληψιν γὰρ ὀνομάζω πᾶσαν τὴν κριτικὴν ἕξιν τῆς λογικῆς δυνάμεως συλλαβών, ἧς καθάπερ γένους ὑπάρχοντος εἴδη ἂν νομίζοιτο δόξα καὶ ἐπιστήμη καὶ φρόνησις. δέονται μὲν οὖν ἅπασαι αἱ δυνάμεις αὗται φαντασίας προηγουμένης, οὐ μὴν αἱ αὐταί εἰσι τῇ φαντασίᾳ. ὅλως γὰρ τὸ ὑπολαβεῖν εἴτε δοξαστικῶς, εἴτε ἐπιστημονικῶς, εἴτε δὴ κατὰ φρόνησιν
35ἑτέρας ἐστὶ δυνάμεως καὶ οὐ φαντασίας. τοῦτο μὲν γὰρ τὸ πάθος, λέγω δὲ τὴν φαντασίαν, ἐφ’ ἡμῖν ἐστὶν ὅταν βουλώμεθα ὑποβαλέσθαι· πρὸ ὀμμάτων γὰρ ἔστι ποιήσασθαι προελομένους νῦν μὲν ἵππον, νῦν δὲ κύνα, νῦν δὲ ὅ τι δήποτε, ὑπολαβεῖν δὲ καὶ κρῖναι περί τινος οὐχ ὅ τι ἂν ἡμεῖς προελώμεθα δυνατόν, ἀλλ’ ὅ τι ἂν τὸ δοκοῦν ἐναργὲς ἐπαναγκάσῃ. οὐ
40γὰρ οἷόν τε πρὸς τὸ φανὲν ψεῦδος μὴ ἀνανεῦσαι, ἀλλ’ ὅτι μὲν τὰ δὶς88

5,3

89

δύο τέσσαρα ἀναγκαῖον συγκαταθέσθαι, ἄν τε βουλώμεθα ἄν τε καὶ μή· ὅτι δὲ τὰ δὶς δύο πέντε, οὐκ ἄν τις γινώσκων ἀριθμὸν συγχωρήσειεν, ἢ ὅτι ἄνθρωπος οὐκ ἔστι δίπουν, ἢ ὅτι τὸ πῦρ οὐκ ἔστι θερμόν. κἂν γὰρ λέγῃς τὸν ἄνθρωπον εἶναι τετράπουν, κἂν λέγῃς ψυχρὸν εἶναι τὸ πῦρ,
5λέγεις μέν, οὐχ ὑπολαμβάνεις δὲ οὕτως. τῇ γλώττῃ μὲν οὖν ἀληθεύειν ἢ ψεύδεσθαι ἐφ’ ἡμῖν, τοῦ δὲ δοξάζειν ἢ ὑπολαμβάνειν, καὶ συγκατατίθε‐ σθαι ἔνδον ἢ ἀνανεύειν οὐχ ἡμεῖς κύριοι, ἀλλ’ ἔστιν ἀκούσια τὰ πάθη ταῦτα τῆς ψυχῆς· ἕλκει γὰρ αὐτὴν τὰ μὲν ἐναργῶς εἶναι δοκοῦντα εἰς συγκατάθεσιν, τὰ δὲ ἐναργῶς μὴ εἶναι δοκοῦντα εἰς ἄρνησιν, τὰ δὲ ἄδηλα
10ὅπως ἔχει εἰς ἐποχήν. τὸ μέντοι φαντάζεσθαι ἐφ’ ἡμῖν κεῖται, καὶ οὐ τὰ δυνατὰ μόνον, ἀλλὰ καὶ τὰ ἀδύνατα παντελῶς, οἷον πολυκεφάλους ἀνθρώ‐ πους ὡς τὸν Γηρυόνην, καὶ πτερωτοὺς ὡς τοὺς Βορεάδας, καὶ Ἱππο‐ κενταύρους καὶ Σκύλλας. ὡς γὰρ τοῖς ζωγράφοις ἐπ’ ἐξουσίας γράφειν ἃ βούλονται, οὕτω καὶ τῇ ψυχῇ. πρὸς δὲ τούτοις ὅταν μὲν ὑπολάβωμεν
15δεινόν τι εἶναι καὶ φοβερόν, εὐθὺς συμπάσχομεν καὶ τῷ σώματι τρέμοντες ἢ ὠχριῶντες, ὁμοίως δὲ κἂν θαρραλέον τι φαντασθῶμεν, ἐναντίως διατιθέ‐ μεθα· φαντασίας δὲ προβάλλοντες ἑαυτοῖς πολλάκις μὲν σεισμῶν, πολλά‐ κις δὲ ἐπιόντων θηρίων οὐ συμπάσχομεν οὐδ’ ὁτιοῦν, ἀλλ’ ὥσπερ ἐν τοῖς πίναξι τὰ γεγραμμένα θεώμενοι πάσχομεν οὐδέν, οὕτω καὶ ἐν τῇ ψυχῇ
20τὰ φαντάσματα. Ὅτι μὲν οὖν ὑπολήψεως ἁπάσης καὶ συγκαταθέσεως διενήνοχεν ἡ φαντα‐ σία, δῆλον ἐκ τῶν εἰρημένων ἐστίν· ἐπειδὴ δὲ πολλὰ νοοῦμεν ἄνευ τοῦ συγκατατίθεσθαι καὶ ὑπολαμβάνειν τι περὶ αὐτῶν, ἕποιτ’ ἂν διδάσκειν, καθ’ ὅ τι ἡ φαντασία νοήσεως διενήνοχεν. οὐ γὰρ εἰ πάντως δεῖται φαντασίας προϋ‐
25πούσης ὁ νοῦς, διὰ τοῦτο ταὐτὸν φαντασία καὶ νοῦς. ἵνα δὲ ἀκριβέστερον τοῦτο καταμάθωμεν, ἄνωθεν πρῶτον περὶ φαντασίας διοριστέον. ἀποσκευαζόμενοι τοίνυν τὰ λοιπὰ σημαινόμενα τοῦ ὀνόματος, ἐφ’ ὧν αὐτὸ μεταφέροντες λέγομεν (πολλάκις μὲν γὰρ καὶ τὴν αἴσθησιν φαντασίαν καλοῦμεν, πολλάκις δὲ καὶ τὴν νόησιν), περὶ ἐκείνης λέγομεν τῆς φαντασίας, καθ’ ἥν φαμεν φάντασμά
30τι ἡμῖν ἐγγίγνεσθαι, οἷον τύπον τινὰ καὶ μορφὴν τοῦ αἰσθήματος ἐν τῇ ψυχῇ· αὕτη τοίνυν, ἣν κυρίως φαντασίαν καλοῦμεν, μία τις ἂν εἴη τῶν δυνάμεων καὶ τῶν ἕξεων τῶν κριτικῶν αἷς ἀληθεύομεν ἢ ψευδόμεθα. τοιαῦται δέ εἰσιν αἴσθησις δόξα ἐπιστήμη νοῦς· νοῦν δὲ λέγομεν ὃν ἄν τις ἀκριβῶς ὀνομάσειε, τὸν μὴ διαμαρτάνοντα τῆς ἀληθείας· νοῦς γὰρ ὁ
35τοιοῦτος κυρίως, ὥσπερ καὶ ἐπιστήμη κυρίως ἡ μὴ ψευδομένη. ὅτι μὲν οὖν οὐκ ἔστιν αἴσθησις ἡ φαντασία, ἐκ τῶνδε δῆλον· ἐν γὰρ τοῖς ὕπνοις φανταζόμεθα μέν, οὐκ αἰσθανόμεθα δέ· διχῶς γὰρ λεγομένης τῆς αἰσθήσεως
τῆς μὲν δυνάμει, τῆς δὲ ἐνεργείᾳ, οὔτε τὴν δυνάμει λέγειν οἷόν τε αἴσθησιν89

5,3

90

ἔχειν ἡμᾶς ἐν τοῖς ὀνείρασι· κίνησις γάρ τίς ἐστι τὰ ὀνείρατα τῶν αἰσθη‐ τῶν ἐγκαταλειμμάτων· οὔτε δὴ πολλῷ μᾶλλον τὴν ἐνεργείᾳ· οὐ γὰρ ἂν οἷόν τε ἦν ὑπνώττειν τὸ ζῶον ἐνεργούσης τῆς αἰσθήσεως. ἔπειτα οἱ πηρωθέντες τὰς ὄψεις φαντάζεσθαι μὲν χρώματα οὐ κωλύονται, αἰσθήσεως
5δὲ ἀπεστέρηνται καὶ τῆς δυνάμει καὶ τῆς ἐνεργείᾳ. ἔπειτα αἴσθησις μὲν πᾶσιν ὑπάρχει τοῖς ζώοις, φαντασία δὲ τοῖς μὲν τοῖς δὲ οὔ, μύρμηκι μὲν ἴσως καὶ μελίττῃ καὶ πολλῷ μᾶλλον κυνὶ καὶ ἵππῳ καὶ ὅσα μετέχει αἰσθήσεως, σκώληκι δὲ οὔ. εἶτα αἰσθήσεις μὲν τῶν ἰδίων ἀληθεῖς αἱ πλείους, φαντασίαι δὲ αἱ πλείους ψευδεῖς καὶ τῆς αἰσθήσεως ἐκλυομένης.
10δῆλον δέ· οὐ γὰρ λέγομεν, ὅταν ἐνεργῶμεν ἀκριβῶς περὶ τὰ αἰσθητά, τότε φαντάζεσθαι, ἀλλὰ μᾶλλον ὅταν μὴ ἐναργῶς αἰσθανώμεθα· οὐδεὶς γὰρ πλησίον ὁρῶν Σωκράτη λέγει, τοῦτον φαντάζομαι εἶναι Σωκράτη, ἀλλ’ ὅταν πόρρωθεν, καὶ ὅταν ἡ αἴσθησις ἐξατονῇ. ἔπειτα καὶ μύσαντες τοὺς ὀφθαλ‐ μοὺς ὁρᾶν μὲν οὐχ οἷοί τ’ ἐσμὲν τὰ χρώματα, φαντάζεσθαι δὲ οὐ κωλυόμεθα.
15αἰσθήσεως μὲν οὖν καὶ τούτοις καὶ ἄλλοις πολλοῖς φαντασία διενήνοχε, νοῦ δὲ καὶ ἐπιστήμης, ὅτι ταύταις μὲν αἰεὶ ταῖς ἕξεσιν ἀληθεύομεν, ἐν ταῖς φαντα‐ σίαις δὲ ὀλιγάκις. λείπεται ἄρα ζητεῖν, εἰ δόξα ταὐτὸν καὶ φαντασία. ἀλλ’ ἔφθημεν καὶ τῆς δόξης αὐτὴν διακρίναντες· ὅτε γὰρ ἁπάσης ὑπολήψεως ἐχωρίζομεν φαντασίαν, τότε δήπου καὶ τῆς δόξης ἑτέραν αὐτὴν ἀπεδείκνυ‐
20μεν· ἦν γὰρ εἶδός τι τῆς ὑπολήψεως ἡ δόξα. τὸ μὲν οὖν ἀληθεύειν καὶ ψεύδεσθαι τὴν φαντασίαν ὥσπερ τὴν δόξαν κοινὸν ἀμφοῖν, ἀλλὰ δόξῃ μὲν ἕπεται πίστις (οὐκ ἐνδέχεται γὰρ τὸν δοξάζοντα τοῖς δοκοῦσιν αὐτῷ μὴ πιστεύειν), πίστει δ’ ἕπεται τὸ πεπεῖσθαι, πειθοῖ δὲ λόγος· λογικὴ γάρ τίς ἐστι συγκατάθεσις ἡ δόξα. τῶν δὲ ἀλόγων ζώων ἐνίοις φαντασία μὲν
25ὑπάρχει, λόγου δέ ἐστι παντάπασιν ἀκοινώνητα· καὶ δοξάζειν μέν, ὅπερ καὶ πρότερον εἴπομεν, οὐκ ἐφ’ ἡμῖν τὰ ἀδύνατα, οἷον πτερωτοὺς ἀνθρώπους, φαντάζεσθαι δ’ ἐφ’ ἡμῖν. Φανερὸν οὖν ὅτι οὔτε δόξα μετ’ αἰσθήσεως, οὔτε συμπλοκὴ δόξης καὶ αἰσθήσεως ἡ φαντασία· λέγει γὰρ Πλάτων, ὅταν αἰσθανώμεθά τι καὶ
30προσδοξάζωμεν, ὅτι τοῦθ’ οὕτως ἔχει, τοῦτ’ εἶναι τὴν φαντασίαν. ἐδείχθη δὲ οὐ πάντως ἡ φαντασία συνεφελκομένη τὴν δόξαν, ὥσπερ ἐν ταῖς ἀναζωγραφήσεσι τῶν ἀδυνάτων καὶ ἀμηχάνων. καὶ χωρίς γε τῶν εἰρημένων δῆλόν ἐστιν ὅτι, εἴπερ συμπλοκὴ δόξης ἐστὶ καὶ αἰσθήσεως φαντασία, οὐκ ἄλλου μὲν τὴν αἴσθησιν εἶναι προσήκει, ἄλλου δὲ τὴν δόξαν,
35οἷον λευκοῦ μὲν τὴν αἴσθησιν, δόξαν δὲ ἀγαθοῦ, οὐδὲ τοῦ αὐτοῦ μὲν ὑποκειμένου κατ’ ἄλλο δὲ καὶ ἄλλο, οἷον εἰ τὸ ὑποκείμενον εἴη λευκὸν καὶ ἀγαθόν, τὴν μὲν δόξαν εἶναι περὶ αὐτοῦ καθὸ ἀγαθόν, τὴν δὲ αἴσθησιν καθὸ λευκόν· κατὰ συμβεβηκὸς γὰρ τοῦ αὐτοῦ ἡ δόξα τε καὶ ἡ αἴσθησις.
δεῖ οὖν καὶ τοῦ αὐτοῦ καὶ κατὰ τὸ αὐτὸ γενέσθαι τὴν συμπλοκὴν τῆς τε90

5,3

91

δόξης καὶ τῆς αἰσθήσεως, καὶ ἔτι συνοδεύειν αὐτὰς καὶ μὴ μάχεσθαι. ὅταν τοίνυν περὶ τοῦ αὐτοῦ καὶ κατὰ τὸ αὐτὸ γενομένης τῆς δόξης καὶ τῆς αἰσθήσεως ὑπάρχῃ διαφωνία, καὶ ἡ μὲν δόξα ἀληθεύῃ, ἡ αἴσθησις δὲ δια‐ ψεύδηται, πῶς ἐροῦμεν τὴν τούτων συμπλοκὴν φαντασίαν; ὅταν γὰρ ἡ μὲν
5αἴσθησις λέγῃ ποδιαῖον εἶναι τὸν ἥλιον, ἡ δὲ δόξα πολλῷ μείζω τῆς οἰκουμένης, πῶς ταύτας οἷόν τε συμπλακῆναι, ἢ πῶς οἷόν τε μίαν ἐξ αὐτῶν γενέσθαι κρᾶσιν τῆς μὲν ἀληθευούσης τῆς δὲ ψευδομένης; ἀνάγκη γὰρ ἔσται τηνικαῦτα ἢ τὴν ἀληθινὴν περὶ τοῦ ἡλίου δόξαν ἀποβαλεῖν, ἵνα μεταλάβωμεν τὴν ψευδῆ καὶ σύμφωνον τῇ αἰσθήσει, ἢ τὴν αὐτὴν φυλάττοντας ἔτι δόξαν ἀμελεῖν τῆς
10αἰσθήσεως καθ’ ἣν μάλιστα ἐκτυποῦται ἡ φαντασία. ἑκάτερον δὲ τούτων ἀδύνατον· οὔτε γὰρ ἀποβαλεῖν οἷόν τε τὴν ἀληθῆ δόξαν μὴ καὶ τοῦ πράγ‐ ματος μεταπεσόντος, ἀλλ’ ὁμοίως ἔχοντος καὶ σωζομένου καὶ αὐτὸν σωζό‐ μενον τὸν δοξάζοντα, οὔτε τὴν ἀληθῆ κατέχοντα δόξαν, ὅτι πολλῷ μείζων ὁ ἥλιος τῆς οἰκουμένης, πιστεύειν τῇ φαντασίᾳ ὅτι ποδιαῖος. οὐκ ἄρα
15κίρναται τηνικαῦτα πρὸς τὴν αἴσθησιν ἡ δόξα, ἀλλ’ ἐκκρούει μᾶλλον τὴν αἴσθησιν καὶ συνεκκρούει καὶ τὴν φαντασίαν· τύπος γὰρ τῆς αἰσθήσεως καὶ ἴχνος ἐστὶν ἡ φαντασία καὶ οὐ κρᾶσις δόξης καὶ αἰσθήσεως· οὐδὲ γὰρ ἐπὶ τῆς κώπης ἐν τῷ ὕδατι κρᾶσις δύναιτ’ ἂν γενέσθαι δόξης καὶ αἰσθή‐ σεως ἡ φαντασία, ἀλλ’ ἡ φαντασία μὲν ἀκολουθεῖ τῇ αἰσθήσει, ἡ δόξα
20δὲ διαμάχεται. εἰ οὖν μήτε αἴσθησις ἡ φαντασία, μήτε ὑπόληψις (οὔτε γὰρ δόξα οὔτε φρόνησις οὔτε ἐπιστήμη οὔτε νοῦς), [οὔτε] κυρίως ἄρα οὐδεμία λείποιτ’ ἂν δύναμις τῆς ψυχῆς πρὸς ἣν ἀμφισβητήσιμός ἐστιν ἡ φαντασία. εἰ μὲν οὖν ἅπας νοῦς ἐστὶν ἀναμάρτητος, οὐδεμία λείπεται δύναμις· εἰ δέ τις νοῦς ἐστὶν οἷός τε καὶ ἁμαρτάνειν, καὶ μὴ μόνον
25ἀληθεύειν ἀλλὰ καὶ ψεύδεσθαι, τούτου διακρῖναι τὴν φαντασίαν οὐ ῥᾴδιον· πολλὴν γὰρ ἔχει τὴν ὁμοιότητα. πρῶτον μὲν αὐτὸ τοῦτο ὅπερ ἔφην, τὸ δύνασθαι καὶ ἁμαρτάνειν, εἶτα ὅτι καθάπερ φαντάζεσθαι ἐφ’ ἡμῖν, οὕτω καὶ νοεῖν ἃ βουλόμεθα. τίς οὖν ἡ τῆς φαντασίας πρὸς τὸν τοιοῦτον νοῦν διαφορά, ζητῶμεν ἐφεξῆς. πρῶτον δὲ τὴν ἑκατέρου φύσιν χωρὶς ἂν εἴη
30διοριστέον· οὕτω γὰρ καὶ πῇ διενηνόχατον ἀλλήλοιν καταφανὲς ἡμῖν γενήσε‐ ται, καὶ πρῶτόν γε τί ἐστιν ἡ φαντασία· τέως γὰρ οὐ τί ἐστιν, ἀλλ’ ὅσα οὐκ ἔστι, προείρηται. Ἐπεὶ τοίνυν πολλὰ κινηθέντα ὑπ’ ἄλλου κινεῖν ἕτερον πέφυκεν, ὥσπερ ὁ μοχλὸς κινηθεὶς ὑπὸ τῆς χειρὸς κινεῖ τὸν λίθον, καὶ ἡ θάλαττα ὑπὸ τοῦ
35πνεύματος κινηθεῖσα κινεῖ τὴν ναῦν, οὐδὲν θαυμαστὸν οὐδὲ ἐπὶ τῆς αἰσθήσεως τοῦτο συμβαίνειν. αὕτη γὰρ κινηθεῖσα ὑπὸ τῶν ἔξωθεν αἰσθη‐ τῶν καὶ τὸ εἶδος ἀναλαβοῦσα τοῦ κινήσαντος κινεῖ δύναμιν ἑτέραν τῆς ψυ‐ χῆς ἐπὶ τῶν τελειοτέρων ζώων ταύτην ἣν φαντασίαν καλοῦμεν, ἧς φύσις ἐστὶ τοὺς τύπους, οὓς ἡ αἴσθησις αὐτῇ παραδίδωσιν ἀπὸ τῶν αἰσθητῶν
40ἀναμαξαμένη, κατέχειν ἐν ἑαυτῇ καὶ ἐνσφραγίζεσθαι καὶ δύνασθαι καὶ91

5,3

92

ἀπελθόντων τῶν αἰσθητῶν διατηρεῖν ἐπί τινα χρόνον τὰ ἴχνη. ἀπελθόντων μὲν οὖν τῶν αἰσθητῶν ἐκφανῶς ἡ δύναμις ἡ φανταστικὴ τῆς αἰσθητικῆς διενήνοχεν· ἡ μὲν γὰρ παύεται ἐνεργοῦσα, ἡ δὲ οὓς παρείληφε τύπους ἔτι κατέχει. παρόντος δὲ τοῦ αἰσθητοῦ καὶ ἅμα ἄμφω ἐκκαλουμένου, λέγω
5δ’ ἄμφω τήν τε αἴσθησιν ἅμα καὶ τὴν φαντασίαν, τηνικαῦτα χαλεπὸν ἐξευρεῖν τῶν δυνάμεων τούτων τὴν διαφοράν. δοκοῦσι γὰρ αἱ δύο τηνικαῦτα καὶ περὶ ταὐτὸν ὑποκείμενον ἐνεργεῖν καὶ ἐν ταὐτῷ χρόνῳ. ἢ μήποτε καὶ τηνικαῦτα περὶ ταὐτὸν μὲν καὶ ἐν ταὐτῷ χρόνῳ, οὐχ ὡσαύτως δὲ ἐνεργοῦ‐ σιν, ἀλλ’ ἡ μὲν αἴσθησις πρὸς τὸ ἔξωθεν αἰσθητὸν ἀπερείδεται καὶ ὑπ’
10ἐκείνου κινεῖται, ἡ φαντασία δὲ περὶ τὸ εἶδος ὃ ἡ αἴσθησις ἀνεμάξατο, καὶ γίνεται ὅπερ τὸ αἰσθητὸν τῇ αἰσθήσει, τοῦτο ἡ κατ’ ἐνέργειαν αἴσθησις τῇ φαντασίᾳ. τῷ δὲ ἀμφοτέρας τὰς κινήσεις ἅμα συμβαίνειν μάλιστα ἐντεῦθεν αὐτῶν δυσθήρατος ἡ διαφορά· ἐπεὶ ὅτι γε ἕτεραι, δῆλον ἐκ τοῦ τὴν μὲν αἴσθησιν τῆς ἐνεργείας παύεσθαι προτέραν ἐπὶ πολλῶν, τὴν φαντασίαν δὲ
15παραμένειν· τηνικαῦτα γὰρ τὸ ἴχνος ὃ κατέχουσα ἡ αἴσθησις εἰς τὸ ἔξωθεν αἰσθητὸν ἀπετείνετο γίνεται ὑποκείμενον τῇ φαντασίᾳ, ὥσπερ εἰ δι’ ὅλου μὲν ὁ κηρὸς ἀνεμάττετο τὴν σφραγῖδα, ἀναμαξάμενος δὲ καὶ περιπτυγεὶς αὐτῇ πάλιν τὸν αὐτὸν τύπον ἐνεσημαίνετο τῷ ἀέρι, ὥστε καὶ ἀπελθόντος τοῦ κηροῦ καὶ τοῦ δακτυλίου μεμορφῶσθαι τὸν ἀέρα τὸν περικείμενον. ἀλλ’
20αὗται μὲν ἀψύχων σωμάτων αἱ πείσεις, ἐπὶ δὲ τῶν ἐμψύχων ἕτερος τρόπος· τὸ γὰρ πάσχειν ἐπὶ τούτων ἐνεργεῖν ἐστὶ μᾶλλον καὶ τελειοῦσθαι, τελειοῦται δὲ ἡ φαντασία ὑπὸ τῆς αἰσθήσεως εἰς ἐνέργειαν προϊοῦσα, ὥσπερ ἡ αἴσθη‐ σις ὑπὸ τῶν αἰσθητῶν. μάλιστα δὲ ἐπὶ τῶν ζώων ἐστὶ λαβεῖν τὴν δια‐ φοράν, ἐν οἷς φαμὲν αἴσθησιν μὲν εἶναι, φαντασίαν δὲ μή, οἷον μυιῶν τε
25καὶ σκωλήκων καὶ πολλῶν τοιουτοτρόπων ἑτέρων. κινεῖται μὲν γὰρ ὑπὸ τῶν αἰσθητῶν, οὐ μὴν ὥστε κατέχειν δύνασθαι τὰ αἰσθητά· φέρεται οὖν ὅπῃ καὶ τύχοι ἀποροῦντα δυνάμεως καθεκτικῆς τῶν αἰσθητῶν. πλήξει τοίνυν ἔοικεν ἡ αἴσθησις ἐπ’ αὐτῶν μηδὲ ἀκαρεὶ παραμένουσα. ἐφ’ ὧν δὲ τὸ ἐκμαγεῖον τῶν αἰσθητῶν στερεώτερον, ἐπὶ τούτων ἡ φύσις προσ‐
30έθηκε τῇ αἰσθήσει δύναμιν ἑτέραν ὥσπερ ταμιεῖον ἐσόμενον τῶν αἰ‐ σθημάτων. Διὰ τοῦτο οὖν οὔτε ἄνευ αἰσθήσεως ἡ φαντασία οὔτε ἄλλων πραγμάτων, ἀλλ’ ὧνπερ ἡ αἴσθησις· καὶ γὰρ εἰ νοητῶν ποτὲ γίνεται φαντασία, ἀλλὰ καὶ ὣς ἐξάπτεται τῆς αἰσθήσεως. ὥσπερ οὖν ὁ αὐτὸς κηρὸς καὶ δέχεσθαι
35τὴν σφραγῖδα πέφυκε καὶ τηρεῖν, καὶ καθὸ μὲν δέχεται, ἑτέραν ἄν τις φαίη περὶ αὐτὸν δύναμιν θεωρεῖσθαι καθ’ ἣν εἰκτικὸς καὶ εὐτύπωτος ὑπὸ τοῦ γλύμματος, καθὸ δὲ τηρεῖ, ἑτέραν αὖθις κεκτῆσθαι καθ’ ἣν στερεωτέ‐ ρας φύσεως καὶ μονιμωτέρας τετύχηκεν· τοῦτο αὐτό ἐστι καὶ περὶ ψυχῆς ἀπο‐ φήνασθαι, ὅτι καθὸ μὲν κινεῖται ὑπὸ τῶν αἰσθητῶν αἰσθητικὴν ἔχει τὴν δύνα‐
40μιν, καθὸ δὲ τηρεῖν οἵα τε τὰ αἰσθήματα, φανταστικήν. δῆλον τοίνυν ὅτι,92

5,3

93

ἡνίκα καὶ ἡ αἴσθησις περὶ τὸ αἰσθητὸν ἐνεργεῖ, τηνικαῦτα καὶ ἡ φαντασία· οὐ γὰρ δὴ ἀσύνετος οὐδὲ ἀναντίληπτος γινομένη τηρεῖν οἵα τε ἦν τὸ ἴχνος καὶ ἀπελθόντος τοῦ αἰσθητοῦ καὶ προβάλλεσθαι ὡς ἐγνωκυῖα. ὅσα τοίνυν τῶν ζώων ταύτης μετείληφε τῆς δυνάμεως, πολλὰ κατ’ αὐτὴν καὶ ποιεῖ
5καὶ πάσχει ποτὲ μὲν ὀρθῶς ἐνεργούσης ποτὲ δὲ ἡμαρτημένως, τὸ δὲ ὀρθῶς καὶ μὴ ὀρθῶς παρὰ τῆς αἰσθήσεως αὐτῇ προσγίνεται· συναπολαύειν γὰρ ἀνάγκη τοῖς ἐκείνης κατορθώμασι καὶ ἁμαρτήμασι τὴν φαντασίαν, καὶ συναληθεύειν μὲν ἀληθευούσῃ, συμψεύδεσθαι δὲ ψευδομένῃ. ὥσπερ τοί‐ νυν ἡ αἴσθησις τῶν μὲν ἰδίων ἀληθής ἐστιν ἢ ὅτι ὀλίγιστον ἔχουσα τὸ
10ψεῦδος, δεύτερον δὲ τῶν ὑποκειμένων τοῖς ἰδίοις καὶ οἷς ἐκεῖνα συμβέβηκε, καὶ ἐνταῦθα ἤδη ἐνδέχεται διαψεύδεσθαι (ὅτι μὲν γὰρ λευκὸν τὸ προσιόν, ὀρθῶς καὶ κρίνει καὶ ἀποφαίνεται, ὅτι δὲ Σωκράτης ὁ προσιών, διαμαρ‐ τάνει), τρίτον δὲ τῶν κοινῶν καὶ τοῖς ἰδίοις συναπτομένων, λέγω δὲ οἷον κινήσεως καὶ μεγέθους καὶ ἀριθμοῦ καὶ σχήματος περὶ ἃ μάλιστά ἐστιν
15ἀπατηθῆναι κατὰ τὴν αἴσθησιν, ὅταν τὸ πλειόνων ἔργον μιᾷ τινὶ αὐτῶν ἐπιτρέπωμεν· οὕτω δὴ καὶ ἡ φαντασία περὶ μὲν τὰ ἴδια αἰσθητὰ τῆς αἰσθήσεως ἐνεργούσης ἀληθὴς καὶ αὕτη, περὶ δέ γε τὰ ὑποκείμενα καὶ τὰ κοινὰ 〈καὶ〉 παρούσης τῆς αἰσθήσεως καὶ ἀπούσης διαψεύδεται· παρούσης μὲν ἐξ ἀνάγκης, συνεξαμαρτάνειν γὰρ αὐτὴν ἀναγκαῖόν ἐστι τῇ αἰσθήσει·
20ἀπούσης δὲ ὅταν ἐγκαταλείμματα μὴ οἷάπερ εἴληφε διαφυλάττῃ· καὶ μάλιστα ὅταν πόρρω ὄντος τοῦ αἰσθητοῦ ἡ αἴσθησις ἀντιλάβηται. εἰ τοίνυν ὅτι μὲν ἔστιν ἡ φανταστικὴ δύναμις τῆς ψυχῆς, ἅπασι φανερόν, οὐδεμίαν δὲ ἄλλην τῶν διηριθμημένων οὖσαν τοιαύτην ὁ λόγος ἐξεῦρεν, λείπεται ταύτην εἶναι ἣν ἡμεῖς φαμὲν κίνησιν τῆς ψυχῆς ὑπὸ τῆς αἰσθήσεως τῆς
25κατ’ ἐνέργειαν γινομένην. ἐπειδὴ δὲ ἡ ὄψις μάλιστα τιμιωτάτη πασῶν τῶν αἰσθήσεων, καὶ τὸ ὄνομα ἐντεῦθεν ἐκληρονόμησεν ἀπὸ τοῦ φάους, ὅτι ἄνευ φωτὸς οὐκ ἔστιν ἰδεῖν. καὶ ὅπερ εἶπον, διὰ τὸ παραμένειν καὶ ὁμοίας εἶναι ταῖς αἰσθήσεσι τὰς φαντασίας πολλὰ κατ’ αὐτὰς πράττει τὰ ζῶα, τὰ μὲν διὰ τὸ μὴ ἔχειν ἑτέραν δύναμιν κυριωτέραν οἷον τὰ θηρία, τὰ δὲ διὰ τὸ
30πολλάκις ἐπικαλύπτεσθαι τὴν κυριωτέραν τῆς φαντασίας ἢ νόσοις ἢ ὕπνῳ οἷον οἱ ἄνθρωποι. Περὶ δὲ τοῦ μορίου τοῦ τῆς ψυχῆς, ᾧ χρώμεθα εἰς θεωρίαν καὶ
πρᾶξιν, εἴτε χωριστοῦ ὄντος κατὰ τόπον, ὡς ᾤετο Πλάτων τὸν λόγον μὲν93

5,3

94

ἐν τῇ κεφαλῇ καθιδρύων, τὸν θυμὸν δὲ ἐν τῇ καρδίᾳ, τὴν ἐπιθυμίαν δὲ ἐν τῷ ἥπατι, εἴτε τόπῳ μὲν οὐ διεστῶτος τῶν ἄλλων δυνάμεων τῆς ψυχῆς, λόγῳ δὲ μόνῳ χωριζομένου, σκεπτέον τίνα ἔχει διαφορὰν πρὸς τὰς προ‐ ειρημένας δυνάμεις καὶ μάλιστα πρὸς τὴν φαντασίαν, καὶ πῶς ποτὲ γίνεται
5τὸ νοεῖν. εἰ δὴ τὸ νοεῖν ἀνάλογόν ἐστι τῷ αἰσθάνεσθαι (δι’ ἀμφοῖν γὰρ κρίνει τε καὶ γνωρίζει καθάπερ καὶ πρότερον ἔφαμεν ἡ ψυχή), πάσχοι ἄν τι καὶ ὁ νοῦς ὑπὸ τῶν νοητῶν, ὥσπερ ὑπὸ τῶν αἰσθητῶν ἡ αἴσθησις, τὸ πάσχοι δ’ ἂν καὶ ἐνταῦθα ἀκουστέον παραπλησίως· κυριώτερον γὰρ εἰπεῖν, ὅτι μᾶλλον τελειοῖτο ἂν εἰς ἐνέργειαν ἐκ δυνάμεως προαγόμενος. ὅτι δὲ ἐκ δυνά‐
10μεως, δῆλον· διὰ γὰρ τοῦτο οὔτε αἰεὶ νοοῦμεν, ἀλλ’ οὐδὲ τὰ αὐτὰ αἰεί, ἀλλὰ ἄλλοτε ἄλλα· τοῦτο γὰρ σημεῖον τοῦ δυνάμει εἶναι τοῦτον τὸν νοῦν· οὐ γὰρ οἷόν τε μεταβαίνειν ἐξ ἄλλης εἰς ἄλλην ἐνέργειαν μὴ δυνάμεως ὑπο‐ μενούσης, ἣ τὰς διαφόρους ἐνεργείας ἀποδίδωσιν. δεῖ τοίνυν αὐτὸν ἀπαθῆ εἶναι τοῦ κυρίως λεγομένου πάθους καὶ μὴ ἔχειν οἰκείαν μὲν μορφήν,
15δεκτικὸν δὲ εἶναι παντὸς εἴδους καὶ δυνάμει τοιοῦτον ἀλλὰ μὴ τοῦτο, καὶ ὁμοίως ἔχειν πρὸς τὰ νοητὰ ὥσπερ ἡ αἴσθησις πρὸς τὰ αἰσθητά, καὶ ὥσπερ ἐκείνη κατ’ ἐνέργειαν οὐδ’ ὁτιοῦν ἦν ὧν ᾐσθάνετο, οὕτω μηδὲ τὸν τοιοῦτον νοῦν κατ’ ἐνέργειαν εἶναί τι τῶν νοουμένων. ἀνάγκη ἄρα, ἐπειδὴ πάντα νοεῖ, πάντα εἶναι δυνάμει, τουτέστι μὴ ἔχειν εἶδος οἰκεῖον μηδὲ
20μορφήν. οὐ φαύλως ἄρα Ἀναξαγόρας ὠνειροπόλει τὸν νοῦν ἀμιγῆ ποιῶν καὶ φύσεως διαφερούσης ἁπάντων τῶν ὑπ’ αὐτοῦ γινωσκομένων· οὕτω γὰρ ἂν ῥᾷστα γνωρίζοι μηδενὸς οἰκείου παρεμφαινομένου καὶ συνυπάρχοντος· κωλύσει γὰρ καὶ ἀντιφράξει τὸ ἐνυπάρχον εἶδος τὰ ἄλλα ὥσπερ ἀλλό‐ τρια. ἀναγκαῖον ἄρα τοῦ τοιούτου νοῦ μὴ εἶναι φύσιν οἰκείαν μηδεμίαν
25μηδὲ μορφὴν ἀλλ’ ἢ ταύτην, ὅτι δυνατὸς περιλαβεῖν τὰς ἀλλοτρίας φύσεις τε καὶ μορφάς, καὶ μηδὲν ἔχειν εἶδος ἀφωρισμένον, ἐπειδὴ καταλαμβάνειν ἅπαντα πέφυκεν. ὁ ἄρα καλούμενος τῆς ψυχῆς νοῦς (λέγω δὲ νοῦν ᾧ διανοεῖται καὶ ὑπολαμβάνει ἡ ψυχή, οὐχ ὃν πολλάκις καταχρώμενοι φέρομεν καὶ ἐπὶ τῆς φαντασίας) οὐδέν ἐστιν ἐνεργείᾳ τῶν ὄντων πρίν τι νοεῖν. διὸ
30οὐδὲ μεμῖχθαι αὐτὸν εὔλογον τῷ σώματι· σώματος γὰρ πρὸς σῶμα μῖξίς ἐστιν. ἀνάγκη δὲ σῶμα ὑπάρχοντα ἐνεργείᾳ εἶναι καὶ μορφὴν ἔχειν οἰκείαν. ἀλλ’ οὐδὲ ὀργάνῳ ἂν χρῷτο τῷ σώματι, ὥσπερ ἡ αἴσθησις· καὶ γὰρ οὕτως ἀπολαύσεται τῆς τοῦ ὀργάνου ποιότητος, ἣ συνυπάρχουσα ἀεὶ ταῖς ἐνεργείαις αὐτοῦ τὰ ἄλλα εἴδη κωλύσει. δῆλον δὲ μάλιστα ἐκ τῆς αἰσθητι‐
35κῆς τοῦτο δυνάμεως· αὕτη γὰρ σῶμα μὲν οὐκ ἔστιν, ἀλλ’ ἐπειδὴ χρῆται ὅλως ὀργάνοις σωματικοῖς, συναπολαύει τούτοις τοῦ πάθους. καὶ τοῦτο φανερὸν ἐπὶ τῶν αἰσθητηρίων· ἡνίκα γὰρ ἂν ὑπὸ τῶν σφόδρα αἰσθητῶν σφοδρότερον κινηθῇ τὰ αἰσθητήρια, οἷον ὑπὸ ψόφου μεγάλου ἡ ἀκοή, καὶ
λαμπροῦ χρώματος ἡ ὄψις, ἢ βαρείας ὀσμῆς ἡ ὄσφρησις, οὐ δύναται ἔτι94

5,3

95

τῶν ἐκλελυμένων αἰσθητῶν καὶ ἀμυδροτέρων ἀντιλαμβάνεσθαι ῥᾳδίως, ἀλλ’ ἐμμένει τὸ ἴχνος τῆς βιαιοτέρας πληγῆς ἐκκροῦον τὴν ἀμυδροτέραν καὶ ἀσθενεστέραν. ὁ μέντοι γε νοῦς ὅταν νοήσῃ σφόδρα νοητόν, οὐχ ἧττον νοεῖ τὰ ὑποδεέστερα, ἀλλὰ καὶ μᾶλλον. οὕτως ἄρα ἡ μὲν αἴσθησις οὐκ
5ἄνευ σώματος, ὁ δὲ χωριστὸς ἅπαντος σώματος, καὶ εὖ δὴ οἱ λέγοντες τὴν ψυχὴν τόπον εἶναι εἰδῶν, εἰ καὶ τῷ ὀνόματι καταχρῶνται τοῦ τόπου· πλὴν ὅτι οὔτε ὅλη ἡ ψυχή, ἀλλὰ αἱ δύο μόναι δυνάμεις καθ’ ἥν τε νοοῦμεν καθ’ ἥν τε αἰσθανόμεθα, οὔθ’ οὕτω τόπος ὡς περιέχειν, ἀλλ’ ὡς γίνεσθαί πως ἃ νοεῖ καὶ ὧν αἰσθάνεται. οὗτος τοίνυν ὁ δυνάμει νοῦς γίνεται μὲν καὶ ἐν
10τοῖς νηπίοις· ὅταν δὲ ἀπὸ τῶν αἰσθητῶν καὶ τῶν ἀπὸ τούτων φαντασιῶν καὶ τῆς περὶ ταῦτα γυμνασίας τὸ καθόλου δύνηται θηρεύειν καὶ συνάγειν τὸ ὅμοιον ἐν τοῖς ἀνομοίοις καὶ τὸ ταὐτὸν ἐν τοῖς διαφόροις, τηνικαῦτα τελεώτερος γίνεται νοῦς ἀνάλογον ἔχων τῷ ἐπιστήμονι, ὅστις τὰ θεωρήματα τῆς ἐπιστήμης συνειληχὼς οἷός τε καθ’ ἑαυτὸν ἐνεργεῖν ἕκαστον αὐτῶν
15ἰδίᾳ προχειριζόμενος, καὶ οὔτε διδασκαλίας ἔξωθέν τινος οὔτε γυμνασίας δεόμενος. ἔστι μὲν οὖν καὶ τηνικαῦτα δυνάμει, οὐ μὴν ὁμοίως καὶ πρὶν μαθεῖν ἢ εὑρεῖν· ἐγγίνεται γὰρ οἷον ὄψις αὐτῷ πρότερον οὐκ ἐνοῦσα ὁρατικὴ τῶν ὁμοίων καὶ τῶν ἀνομοίων καὶ ταὐτοῦ καὶ ἑτέρου καὶ ἀκολούθου καὶ μαχομένου, καὶ αὐτὸς δὲ ἑαυτὸν τηνικαῦτα δύναται νοεῖν· οὐδὲν γὰρ
20ἄλλο ὁ νοῦς ἐστὶν ἢ τὰ νοήματα. γινόμενος οὖν ὁ αὐτὸς τοῖς νοουμένοις νοεῖ τηνικαῦτα καὶ ἑαυτόν. ὅταν μὲν οὖν τὴν ἕξιν ἔχῃ μόνον, τὰ νοήματά ἐστιν ὥσπερ ἀποκείμενα· ὅταν δὲ ἐνεργῇ, τότε σύνδρομος γίνεται τῷ νοουμένῳ καὶ εἰκότως ἑαυτὸν νοεῖ τηνικαῦτα· αὐτὸς γάρ ἐστιν ἃ νοεῖ. ὥσπερ γὰρ ἡ ἐπιστήμη τὰ ἐπιστητά ἐστι θεωρήματα (οὐδὲν γὰρ ἄλλο ἐστὶ γεωμετρία
25ἢ τὰ γεωμετρικὰ θεωρήματα), οὕτω καὶ ὁ νοῦς τὰ νοήματα, καὶ μέχρι μὲν ἂν ἡ ἕξις αὐτὴ ἠρεμῇ, ἠρεμεῖ καὶ τὰ θεωρήματα, κινηθεῖσα δὲ ἡ ἕξις καὶ ἐνερ‐ γοῦσα ἐνεργεῖ μὲν πάντως περὶ ἓν τῶν θεωρημάτων τῶν ἑαυτῆς, γίνεται δὲ ταὐτὸν ἐκείνῳ ὃ θεωρεῖ· ἡ γὰρ ἐπιστήμη τοῦ δύο ὀρθὰς ἔχειν τὸ τρίγωνον, τὸ θεώρημά ἐστι καὶ ὁ λόγος καθ’ ὃν δύο ὀρθὰς ἔχειν ἀποδείκνυται τὸ τρίγωνον.
30οὕτω τοίνυν καὶ ὁ νοῦς ὅταν μὲν ἠρεμῇ, τὴν ἕξιν λέγεται ἔχειν τῶν νοη‐ μάτων, ὅταν δὲ ἐνεργῇ περὶ ἓν τῶν νοημάτων, τότε ὁ αὐτός ἐστι τῷ νοουμένῳ, καὶ νοῶν ἐκεῖνο καὶ αὑτὸν νοεῖ. τίς οὖν ἡ διαφορὰ τοῦ τοιοῦδε νοῦ καὶ τῆς δυνάμεως τῆς αἰσθητικῆς φαντασίας μετὰ τὸ διαστήσασθαι τὴν ἑκάστου τῶν εἰρημένων φύσιν ῥητέον ἐφεξῆς.
35 Ἐπειδὴ τοίνυν ἄλλο μέν ἐστιν ὕδωρ, ἄλλο δὲ ὕδατι εἶναι· ὕδωρ μὲν γὰρ τὸ ἐξ εἴδους καὶ ὕλης, τὸ δὲ ὕδατι εἶναι τὸ εἶδός ἐστι τοῦ ὕδατος καὶ
καθ’ ὅ ἐστιν ὕδωρ· ἕκαστον γὰρ οὐ κατὰ τὴν ὕλην, ἀλλὰ κατὰ τὴν μορφὴν95

5,3

96

χαρακτηρίζεται· οὕτω δὲ καὶ ἐπὶ τῶν τεχνικῶν· ἄλλο γὰρ οἰκία καὶ οἰκίᾳ εἶναι, καὶ ἄλλο ἀνδριὰς καὶ ἀνδριάντι εἶναι, καὶ οἰκία μὲν τὸ σχῆμα σὺν τοῖς λίθοις καὶ τοῖς ξύλοις καὶ τῷ κεράμῳ, οἰκίᾳ δὲ εἶναι ἡ μορφὴ καὶ ἡ σύνθεσις ἡ τοιάδε. ὁμοίως δὲ καὶ ἀνδριὰς μὲν τὸ σχῆμα σὺν τῷ λίθῳ
5ἢ τῷ χαλκῷ, ἀνδριάντι δὲ εἶναι τὸ εἶδος τοῦ ἀνδριάντος. ἀλλ’ οὐκ ἐπὶ πάντων ὁμοίως· ἐπ’ ἐνίων γὰρ ταὐτόν ἐστιν οἷον στιγμὴ καὶ στιγμῇ εἶναι, ἢ εἴ τι ἄυλον παντελῶς καὶ ἁπλοῦν, ἐφ’ ὧν ὁ λόγος τοῦ τί ἦν εἶναι καὶ τὸ εἶδος καθ’ ὅ ἐστι ταὐτόν ἐστιν ὅλῃ τῇ φύσει τοῦ πράγματος. οὕτω δὴ τούτων ἐχόντων ὅταν μὲν τὴν μορφὴν κρίνωμεν ὡς συνειλημμένην τῇ
10ὕλῃ, οἷον τὸ ψυχρὸν καὶ ὑγρὸν σὺν τῇ ὕλῃ, τουτέστιν ὅταν κρίνωμεν ὅλον τὸ ὕδωρ· ὁ γὰρ λόγος τούτων καὶ ἡ σύνθεσις ἡ μετὰ τῆς ὕλης τὸ ὕδωρ ἦν· ὅταν οὖν κρίνωμεν τὸ ὕδωρ ὅλον ἢ τὴν σάρκα ὅλην, ἀποχρῶσα ἡμῖν ἐστὶν ἡ αἰσθητικὴ δύναμις, μᾶλλον δὲ καὶ ἡ σύζυγος αὐτῇ φαντασία· ὅταν δὲ ἐξετάζωμεν τί τὸ ὕδατι εἶναι καὶ τί τὸ σαρκὶ εἶναι, ἄλλο τι ἤδη τὸ κρῖνόν ἐστιν ἢ ἄλλως ἔχον.
15μήποτε γὰρ ὥσπερ μίαν ἀνάγκη δύναμιν εἶναι τὴν κρίνουσαν, ὅτι τὸ γλυκὺ τοῦ ξανθοῦ διενήνοχεν, οὕτως αὖ πάλιν μίαν καὶ ταύτην εἶναι ἀνάγκη τὴν κρί‐ νουσαν, ὅτι ἄλλο μὲν ὕδωρ, ἄλλο δὲ ὕδατι εἶναι, καὶ ταύτην ἀντιλαμβάνεσθαι μὲν ἀμφοτέρων, ἄλλως δὲ ἔχουσαν καὶ ἄλλως ὅταν τε τὴν ὕλην σὺν τῷ εἴδει παρασκοπῇ καὶ ὅταν τὸ εἶδος ἐκλαμβάνῃ χωρίς. πρὸς μὲν γὰρ τὸ
20ὕδωρ δεῖται τῆς φαντασίας ἀπαγγελλούσης, πρὸς δὲ τὸ ὕδατι εἶναι ἀπόχρη ἑαυτῇ. ὥσπερ οὖν τὴν αὐτὴν γραμμὴν ἐκτεινομένην τε καὶ κλωμένην τὴν αὐτὴν μὲν εἶναι φαίης ἄν, ἄλλως δὲ ἔχειν καὶ ἄλλως, οὕτω δὲ καὶ τὸν νοῦν, ὅταν τε ὡς σύνθετον τὸ σῶμα καταλαμβάνῃ καὶ ὅταν τὸ εἶδος αὐτὸ μόνον καὶ τὴν μορφήν· συνεξομοιοῦται γὰρ τοῖς πράγμασιν ἃ θεωρεῖ, καὶ
25ποτὲ μὲν ὥσπερ σύνθετος γίνεται, ὁπόταν τὸ σύνθετον νοῇ, ποτὲ δὲ ὡς ἁπλοῦς, ὅταν τὸ εἶδος ἐκλαμβάνῃ μόνον, καὶ ποτὲ μὲν ἐοικὼς τῇ εὐθείᾳ γραμμῇ, ποτὲ δὲ τῇ κεκλασμένῃ. Πλάτων μὲν γὰρ κύκλοις ἀφομοιοῖ τὰς ἐνεργείας τοῦ νοῦ τῷ τε εὐτρόχῳ καὶ τῷ ὀρθῷ, Ἀριστοτέλης δὲ γραμμῇ ἐκτεινομένῃ τε καὶ κλωμένῃ· γίνεται γὰρ ἀνθ’ ἑνὸς ὥσπερ διπλοῦς τηνικαῦτα,
30ὅταν τὴν ὕλην συμπαρασκοπῇ τῇ μορφῇ. ἔστι δὲ καὶ ἐπὶ τῶν ἐξ ἀφαιρέ‐ σεως λεγομένων τὰ μὲν ἐοικότα τῷ ὕδατι, τὰ δὲ ἐοικότα τῷ ὕδατι εἶναι· ἄλλο γὰρ καὶ ἐν τούτοις τὸ εὐθὺ καὶ τὸ εὐθεῖ εἶναι, καὶ τὸ μὲν εὐθὺ μετὰ τοῦ συνεχοῦς, ὥσπερ τὸ σιμόν (ὑπόκειται γὰρ τὸ συνεχὲς τῇ εὐθείᾳ), τὸ δὲ εὐθεῖ εἶναι ὁ λόγος ὁ τοῦ εὐθέος. ἐπὶ τούτων δὴ τῶν ἐξ ἀφαιρέσεως
35ἄμφω ὁ νοῦς ἔοικε κρίνειν, λέγω δὲ ἄμφω τό τε σύνθετον ἐκ τοῦ ὑπο‐ κειμένου καὶ τῆς μορφῆς καὶ αὐτὴν τὴν μορφήν, ἀλλ’ οὐχ ὁμοίως ἔχων καὶ τηνικαῦτα, ἀλλὰ καὶ ἐπὶ τούτων ποτὲ μὲν ὡς ἁπλοῦς, ποτὲ δὲ ὥσπερ σύνθετος γινόμενος. καὶ γὰρ εἰ ἄλλη μὲν ὕλη τοῖς αἰσθητοῖς ὑπόκειται σώμασιν, ἄλλη δὲ τοῖς ἐξ ἀφαιρέσεως λεγομένοις, ἀλλὰ καὶ ἐπὶ τούτων
40ὅμως ποτὲ μὲν ἁπλουστέρας εἴποιμεν ἂν τὰς τοῦ νοῦ θεωρίας, ποτὲ δὲ96

5,3

97

μᾶλλον συνθέτους. τὰ μὲν οὖν σώματα ἐπισκοπῶν δεῖται τῆς δυνάμεως τῆς αἰσθητικῆς· οὐ γὰρ οἷόν τε αὐτῷ καθ’ αὑτὸν κρῖναι, τί ὕδωρ ἢ σάρξ, ἀφεμένῳ παντάπασι τῆς αἰσθήσεως· πρὸς δὲ τὸ τρίγωνον καὶ πρὸς τὸ εὐθὺ μᾶλλον ἑαυτῷ αὐτάρκης ὁ νοῦς, ὡς γὰρ τὰ πράγματα χωριστὰ τῆς ὕλης,
5οὕτω καὶ ἡ τοῦ νοῦ θεωρία. ὡς οὖν ταῦτα τῷ λόγῳ χωρίζεσθαι μόνῳ δύναται, καθ’ αὑτὰ δὲ οὐκ ἂν ὑποσταίη, οὕτω καὶ ὁ νοῦς χωρίζειν αὐτὰ τῷ λόγῳ μόνῳ ἐπιχειρεῖ. Ἀναξαγόρας δὲ πῇ μὲν ὀρθῶς ἔλεγε περὶ τοῦ νοῦ, πῇ δὲ οὐκ ὀρθῶς· ἄμικτον μὲν γὰρ αὐτὸν πάσης ὕλης ποιῶν ὀρθῶς ὑπενόει, πῶς δὲ
10τοιοῦτος ὢν πάντα νοήσει, εἴπερ τὸ νοεῖν πάσχειν ἐστίν, οὐκ ὀρθῶς διδά‐ σκειν ἡμᾶς παρεώρα· πάσχει γὰρ οὐδὲν ὃ μὴ κεκοινώνηκεν ὕλης, ἀλλὰ ταύτην δεῖ κοινὴν ὑποκεῖσθαι καὶ τῷ πάσχοντι καὶ τῷ ποιοῦντι. διόπερ οὐδὲ πάσχει τὸ τυχὸν ὑπὸ τοῦ τυχόντος, οἷον ὑπὸ ψόφου γραμμή, ἀλλ’ ὧν ἡ αὐτὴ καὶ κοινὴ ὕλη. ἀλλὰ τοῦτο Ἀναξαγόρας μὲν οὐ διέκρινεν,
15ἡμῖν δὲ αὖθις ὑπομνηστέον τῶν ἤδη πολλάκις διωρισμένων. εἰ γὰρ τὸ πάσχειν μηδὲ ἐπὶ τῆς αἰσθήσεως λέγεται κυρίως, πόσῳ δὴ μᾶλλον ἐπὶ τοῦ νοῦ; ἡ μέν γε αἴσθησις προσχρῆται γοῦν τοῖς σωματικοῖς καὶ ἔχοι ἄν τι κοινὸν ὑποκείμενον πρὸς τὰ ποιοῦντα, λέγω δὲ τὰ αἰσθητά· σώματι γὰρ χρωμένη κινεῖται ὑπὸ σωμάτων· ὁ δὲ νοῦς, ὥσπερ εἴρηται, δυνάμει μὲν
20ἅπαντά ἐστι τὰ νοητά, ἐντελεχείᾳ δὲ οὐδὲν πρὶν ἂν νοῇ. πορρωτέρω τοίνυν τοῦ πάσχειν ἐστίν, ὅς γε οὐδὲ φύσεως τετύχηκεν ἀφωρισμένης, ἀλλ’ ὥσπερ ἐν γραμματείῳ μηδὲν ἔχοντι γεγραμμένον ἐντελεχείᾳ ὅταν γραφῇ τὰ γράμματα, τελείωσιν ἂν εἴποις τοῦ γραμματείου τὰ γεγραμμένα, οὐ πάθος, ἐπειδὴ πρὸς ἃ γέγονε ταῦτα ἀπείληφεν· οὕτω συμβαίνει καὶ ἐπὶ
25τοῦ νοῦ. οὐ γὰρ πάσχει 〈περὶ〉 τὰ νοητὰ ἐνεργῶν ἀλλὰ τελειοῦται, ὥστε κατὰ τοῦτο ἀμιγὴς καὶ ἁπλοῦς· ὅλως γὰρ ὁ δυνάμει νοῦς, ὥς φησιν Ἀριστοτέλης, οὐδέν ἐστιν ἐνεργείᾳ τῶν ὄντων, μηδὲν δὲ ὢν ἐνεργείᾳ οὐδ’ ἂν πάσχοι, οὐδ’ ἂν μιγνύοιτο· τοῦ γὰρ ὄντος τι ἐνεργείᾳ καὶ τὸ πάσχειν καὶ τὸ μίγνυσθαι. γίνεται δὲ ἐκ τοῦ δυνάμει νοῦς ἐνεργείᾳ, ἡνίκα ἂν αὐτῷ
30γένηται καὶ νοήματα, καὶ τότε ἅμα νοῦς τε καὶ νοητός. οὐ πάσχει τοίνυν ὑπὸ τῶν νοητῶν, ἀλλ’ αὐτὸς ἐκεῖνα γίνεται. καὶ ἔοικεν ἐν μόνῃ γίνεσθαι τῇ ψυχῇ τῇ ἀνθρωπίνῃ ὁ δυνάμει νοῦς· ταύτης γὰρ μόνης καὶ τὰ πάθη ἐπήκοα λόγου καὶ πρὸς λόγον εὐφυῶς ἔχει, τῶν δ’ ἄλλων ζώων οὐκέτι. ἀλλὰ πῶς ἅμα νοῦς τε καὶ νοητός; καὶ ἆρα κατὰ ταὐτό, ἢ κατ’ ἄλλο μὲν
35γίνεται νοῦς, κατ’ ἄλλο δὲ νοητός; ἢ ἐπὶ μὲν τῶν ἄνευ ὕλης ταὐτόν ἐστι τὸ νοοῦν καὶ τὸ νοούμενον, ἡ γὰρ ἐπιστήμη ἡ θεωρητικὴ ταὐτὸν καὶ τὸ οὕτως ἐπι‐
στητόν· ἐπὶ δὲ τῶν ἐνύλων εἰδῶν ἄλλο μὲν τὸ νοητὸν ἄλλο δὲ ὁ νοῦς. οὐδὲ γὰρ97

5,3

98

ἦν φύσει ταῦτα [τὰ] νοητά, λέγω δὲ τὰ ἔνυλα εἴδη, ἀλλ’ ὁ νοῦς αὐτὰ νοητὰ ποιεῖ τῆς ὕλης ἀποτεμνόμενος, καὶ δυνάμει ἐστὶ νοητά, οὐκ ἐνεργείᾳ· ὅτι γὰρ ἐπιτηδείως ἔχει πρὸς τὸ νοεῖσθαι, οὐχ ὅτι ἡ φύσις αὐτῶν καθ’ αὑτὴν νοητή, ὥστε εἰκότως νοεῖται μὲν τὰ τοιαῦτα, νοεῖ δὲ οὔ. ὁ δὲ
5νοῦς οὗτος, ὁ δυνάμει λέγω, ὥσπερ δυνάμει νοῦς, οὕτω καὶ δυνάμει νοητός· διόπερ οὐκ αἰεὶ νοεῖ καὶ νοῶν συνεχῶς κάμνει· ὕπεστι γὰρ αὐτῷ τὸ δυ‐ νάμει, ὥστε οὐδὲ ἀεὶ νοητός, ἀλλ’ ὅταν συλλέξηται τὰ νοήματα. εἰ δέ τις νοῦς παντάπασιν ἄνευ τοῦ δυνάμει, οὗτος ἀεὶ καὶ νοῦς ἅμα καὶ νοητός, περὶ οὗ καὶ δὴ λέγομεν ἀρχὴν ἄλλην ποιησάμενοι.
9
10tΘΕΜΙΣΤΙΟΥ ΠΕΡΙ ΨΥΧΗΣ
11tΛΟΓΟΣ ΕΚΤΟΣ.
12 Ἐπειδὴ τῶν ὑπὸ τῆς φύσεως γινομένων ἕκαστον προλαμβάνουσαν ἔχει τὴν δύναμιν, ἑπομένην δὲ τὴν τελειότητα, καὶ οὐχ ἵσταται ἄχρι τῆς εὐφυίας καὶ τοῦ δυνάμει (μάτην γὰρ ἂν ἔχοι ταῦτα παρὰ τῆς φύσεως),
15δῆλον ὅτι καὶ ἡ ἀνθρωπίνη ψυχὴ οὐκ ἄχρι τοῦ τὸν δυνάμει νοῦν ἔχειν προελήλυθεν οὐδὲ ἄχρι τοῦ πεφυκέναι πρὸς τὸ νοεῖν ἐπιτηδείως, ἀλλὰ ἀκολουθεῖν ἀναγκαῖον τῇ εὐφυίᾳ τὸ τέλος, οὗ ἕνεκα οὕτως ὑπὸ τῆς φύσεως παρεσκευάσθη. δεῖ τοίνυν τὸν δυνάμει νοῦν τελειοῦσθαι, τελειοῦται δὲ οὐδὲν ὑφ’ αὑτοῦ, ἀλλ’ ὑφ’ ἑτέρου. ἀνάγκη ἄρα καὶ ἐν τῇ ψυχῇ ὑπάρχειν
20ταύτας τὰς διαφοράς, καὶ εἶναι τὸν μέν τινα δυνάμει νοῦν, τὸν δέ τινα ἐνεργείᾳ νοῦν τέλειόν τε καὶ μηκέτι δυνάμει καὶ τῷ πεφυκέναι, ἀλλὰ νοῦν ὄντα ἐνεργείᾳ, ὃς ἐκείνῳ συμπλακεὶς τῷ δυνάμει καὶ προαγαγὼν αὐτὸν εἰς ἐνέργειαν τὸν καθ’ ἕξιν νοῦν ἀπεργάζεται, ἐν ᾧ τὰ καθόλου νοήματα καὶ αἱ ἐπιστῆμαι. ὡς γὰρ τὴν οἰκίαν τὴν δυνάμει καὶ τὸν ἀνδριάντα τὸν
25δυνάμει, τουτέστι τοὺς λίθους καὶ τὸν χαλκόν, οὐχ οἷόν τε ἀπολαβεῖν τὴν τῆς οἰκίας ἢ τὴν τοῦ ἀνδριάντος μορφήν, εἰ μὴ τέχνη ταῖς ὕλαις ταῖς ἐπιτηδείως πρὸς τοῦτο ἐχούσαις τὴν οἰκείαν ἐνδοῦσα δύναμιν καὶ τὸ τεχνικὸν εἶδος ἐνθεῖσα τὴν σύνθετον οἰκίαν ἀπεργάσαιτο καὶ τὸν ἀνδριάντα, οὕτω καὶ τὸν δυνάμει νοῦν ἀναγκαῖον ὑπ’ ἄλλου τινὸς νοῦ τελειοῦσθαι τελείου
30ὄντος ἤδη καὶ ἐνεργείᾳ οὐχὶ δυνάμει, ὃς ἀνάλογον ἔχων τῇ τέχνῃ κινεῖ τὸν δυνάμει νοῦν, καὶ τὴν εὐφυίαν τὴν πρὸς τὸ νοεῖν τῆς ψυχῆς τελειοῖ καὶ ἕξιν κατασκευάζει. καὶ ἔστιν οὗτος ὁ νοῦς χωριστός τε καὶ ἀπαθὴς καὶ ἀμιγής. ὃν δὲ λέγομεν δυνάμει νοῦν, εἰ καὶ τὰ μάλιστα αὐτῷ τὰ αὐτὰ ἐπιφημίζομεν, ἀλλὰ μᾶλλόν γε ἔστι τῇ ψυχῇ συμφυής, λέγω δὲ οὐ
35πάσῃ ψυχῇ ἀλλὰ μόνον τῇ ἀνθρωπίνῃ. καὶ ὥσπερ τὸ φῶς τῇ δυνάμει
ὄψει καὶ τοῖς δυνάμει χρώμασιν ἐπιγινόμενον τὴν μὲν ἐνεργείᾳ ὄψιν ἐποίησεν,98

5,3

99

τὰ δὲ ἐνεργείᾳ χρώματα, οὕτω καὶ ὁ νοῦς οὗτος ὁ ἐνεργείᾳ προαγαγὼν τὸν δυνάμει νοῦν οὐ μόνον αὐτὸν ἐνεργείᾳ νοῦν ἐποίησεν, ἀλλὰ καὶ τὰ δυνάμει νοητὰ ἐνεργείᾳ νοητὰ αὐτῷ κατεσκεύασεν, ταῦτα δὴ τὰ ἔνυλα εἴδη καὶ τὰ ἐκ τῶν καθ’ ἕκαστον αἰσθητῶν συλλεγόμενα κοινὰ νοήματα, ἃ τέως
5μὲν οὐχ οἷός τέ ἐστι διακρῖναι, οὐδὲ ἐξ ἑτέρων εἰς ἕτερα μετιέναι, οὐδὲ συντιθέναι καὶ διαιρεῖν· ἀλλ’ ὥσπερ θησαυρὸς νοημάτων ἢ μᾶλλόν γε ὥσπερ ὕλη τοὺς παρὰ τῆς αἰσθήσεως καὶ τῆς φαντασίας τύπους τίθησιν διὰ τῆς μνήμης. ἐπελθόντος δὲ αὐτῷ τοῦ ποιητικοῦ νοῦ καὶ τὴν ὕλην ταύτην τῶν νοημάτων καταλαβόντος γενόμενος εἷς μετ’ ἐκείνου καὶ μεταβαίνειν
10οἷός τε γίνεται καὶ συντιθέναι καὶ διαιρεῖν καὶ περισκοπεῖν ἄλλα ἐξ ἄλλων. ὅνπερ οὖν ἡ τέχνη πρὸς τὴν ὕλην λόγον ἔχει, τοῦτον καὶ ὁ νοῦς ὁ ποιητι‐ κὸς πρὸς τὸν δυνάμει, καὶ οὕτως ὁ μὲν πάντα γίνεται, ὁ δὲ πάντα ποιεῖ. διὸ καὶ ἐφ’ ἡμῖν νοεῖν ὅταν βουλώμεθα· οὐ γὰρ ἔξωθεν τῆς ὕλης ἡ τέχνη, ὥσπερ χαλκευτικὴ τοῦ χαλκοῦ καὶ τεκτονικὴ τοῦ ξύλου, ἀλλ’
15ἐνδύεται ὅλῳ τῷ δυνάμει νῷ ὁ ποιητικός, ὥσπερ ἂν εἰ ὁ τέκτων τοῖς ξύλοις καὶ ὁ χαλκοτύπος τῷ χαλκῷ μὴ ἔξωθεν ἐπεστάτει, δι’ ὅλου δὲ αὐτοῦ φοιτᾶν οἷός τε ἦν. οὕτω γὰρ καὶ ὁ κατ’ ἐνέργειαν νοῦς τῷ δυνάμει νῷ προσγενόμενος εἷς τε γίνεται μετ’ αὐτοῦ· ἓν γὰρ τὸ ἐξ ὕλης καὶ εἴδους· καὶ αὖ ἔχει τοὺς δύο λόγους τόν τε τῆς ὕλης καὶ τὸν τῆς δημιουργίας πῇ μὲν
20ἅπαντα γινόμενος, πῇ δὲ ἅπαντα ποιῶν· γίνεται γάρ πως αὐτὰ τὰ πράγματα ἐνεργῶν κατὰ τὴν νόησιν, καὶ φαίνεται αὐτοῦ τὸ μέν τι ὡς ὕλη, ὅπου τὸ πλῆθος τῶν νοημάτων, τὸ δὲ ὡς τεχνίτης· ἐπ’ αὐτῷ γὰρ ὅτε βούλεται νοήματα περι‐ λαβεῖν καὶ μορφῶσαι· ποιητικὸς γὰρ αὐτὸς καὶ ἀρχηγὸς τῶν νοημάτων. διὸ καὶ θεῷ μάλιστα ἔοικε· καὶ γὰρ ὁ θεὸς πὼς μὲν αὐτὰ τὰ ὄντα ἐστί, πὼς δὲ
25ὁ τούτων χορηγός. τιμιώτερος δὲ ὁ νοῦς καθὸ δημιουργεῖ μᾶλλον ἢ καθὸ πάσχει· πανταχοῦ γὰρ ἡ ποιητικὴ ἀρχὴ τῆς ὕλης τιμιωτέρα, καὶ γίνεται μέν, ὥσπερ ἔφην πολλάκις, ὁ αὐτὸς νοῦς καὶ νοητός, ὥσπερ ἡ ἐπι‐ στήμη ἡ κατ’ ἐνέργειαν αὐτό ἐστι τὸ ἐπιστητόν, οὐ μὴν κατὰ ταὐτόν, ἀλλ’ ᾗ μὲν συνείληφε τὸν δυνάμει νοῦν, νοητός· ᾗ δέ ἐστιν αὐτὸς κατ’ ἐνέργειαν,
30νοῦς. ἐν μὲν οὖν ἀνθρώπῳ πρότερος ὁ δυνάμει νοῦς τοῦ ἐνεργείᾳ, προτέρα γὰρ τῷ χρόνῳ πᾶσα εὐφυία τῆς ἐνεργείας· ἁπλῶς δὲ οὐ πρότερος, οὐδέ‐ ποτε γὰρ πρότερον τὸ ἀτελὲς τοῦ τελείου, οὐδὲ δύναμις ἐνεργείας. ἡ δὲ οὐσία τοῦ ποιητικοῦ νοῦ ταὐτόν ἐστι τῇ ἐνεργείᾳ, καὶ οὐκ ἐκ δυνάμεως πρόεισιν, ἀλλ’ ἡ αὐτοῦ φύσις ὁμογενὴς τῇ ἐνεργείᾳ, καὶ οὕτως ὁ νοῦς,
35ὅπερ ἤδη καὶ πρότερον εἴρηται, χωριστὸς καὶ ἀπαθὴς καὶ ἀμιγὴς ὄντως, οὐχ ὁτὲ μὲν νοῶν ὁτὲ δὲ οὐ νοῶν. τοῦτο μὲν γὰρ ὑπομένει, ὅταν ὑποβάληται τὸν δυνάμει, ὅταν δὲ αὐτὸς καθ’ ἑαυτὸν ᾖ, τοῦτ’ ἔστι μόνον ὅπερ ἐστίν. ἔστι
δὲ ἐνέργεια ἄπαυστος καὶ ἀκάματος καὶ ἀθάνατος καὶ ἀίδιος, νοῦς τε καὶ99

5,3

100

νοητὸς ὁ αὐτὸς ἀκριβῶς, οὐκέτι κατ’ ἄλλο καὶ ἄλλο, οὐδὲ δι’ ἄλλο ὥσπερ τὰ λοιπὰ νοητά, ὅσα ἂν ὁ νοῦς ὁ καθ’ ἕξιν νοητὰ ποιῇ χωρίζων τῆς ὕλης, ἀλλὰ δι’ αὑτὸν νοητὸς καὶ τῇ φύσει τῇ παρ’ ἑαυτοῦ καὶ τὸ νοεῖσθαι καὶ τὸ νοεῖν ἔχων. ἐν μὲν οὖν τῷ δυνάμει νῷ διῃρημένα τὰ νοήματα, ἐν
5ᾧ καὶ αἱ τέχναι καὶ αἱ ἐπιστῆμαι, ἐν δὲ τῷ κατ’ ἐνέργειαν, μᾶλλον δὲ ἐν τῇ ἐνεργείᾳ, εἴπερ ταὐτὸν ἐπ’ αὐτοῦ ἡ οὐσία τῇ ἐνεργείᾳ, ἄλλον τρόπον ἂν εἴη δυσφραστότερον καὶ θειότερον οὐ μεταβάλλοντος ἐκ τοῦδε εἰς τόδε, οὐδὲ συντιθέντος, οὐδὲ διαιροῦντος, οὐδὲ διεξόδῳ προσχρωμένου πρὸς τὰς νοήσεις, ἀλλὰ πάντα ἔχοντος ἀθρόως τὰ εἴδη καὶ ἅπαντα ἅμα προβεβλη‐
10μένου. οὕτω γὰρ μόνως ἂν εἴη, καθά φησιν Ἀριστοτέλης, ταὐτὸν ἥ τε οὐσία αὐτοῦ καὶ ἡ ἐνέργεια· εἰ γὰρ μεταβαίνοι καθάπερ οἱ ἐπιστήμονες, ἀνάγκη ὑπομένειν μὲν τὴν οὐσίαν, ἐξαλλάττεσθαι δὲ τὴν ἐνέργειαν, τοῦτο δ’ ἐστὶ διαφέρειν ἐπ’ αὐτοῦ τὴν οὐσίαν τῆς ἐνεργείας, ὃ διαρρήδην Ἀριστοτέλης οὐ συγχωρεῖ. ταύτῃ τοι καὶ ἐν τοῖς πρώτοις φησίν· τὸ δὲ διανοεῖσθαι
15καὶ φιλεῖν καὶ μισεῖν οὐκ ἔστιν ἐκείνου πάθη. Ἡμεῖς οὖν ἢ ὁ δυνάμει νοῦς ἢ ὁ ἐνεργείᾳ. εἴπερ οὖν ἄλλο ἐπὶ τῶν συγκειμένων ἁπάντων ἔκ τε τοῦ δυνάμει καὶ τοῦ ἐνεργείᾳ τὸ τόδε καὶ τὸ τῷδε 〈εἶναι〉, ἄλλο ἂν εἴη καὶ τὸ ἐγὼ καὶ τὸ ἐμοὶ εἶναι, καὶ ἐγὼ μὲν ὁ συγκείμενος νοῦς ἐκ τοῦ δυνάμει καὶ τοῦ ἐνεργείᾳ, τὸ δὲ ἐμοὶ εἶναι ἐκ
20τοῦ ἐνεργείᾳ ἐστίν, ὥστε καὶ ἃ διανοοῦμαι ταῦτα, καὶ ἃ συγγράφω, γράφει μὲν ὁ σύνθετος νοῦς ἐκ τοῦ δυνάμει καὶ τοῦ ἐνεργείᾳ, γράφει δὲ οὐχ ᾗ δυνάμει, ἀλλ’ ᾗ ἐνεργείᾳ· τὸ γὰρ ἐνεργεῖν ἐκεῖθεν αὐτῷ ἐποχετεύεται. εἰ δὲ οὐχ οἷός τε δέξασθαι ἀμερῶς, ἃ ἐκεῖνος δίδωσιν ἀμερῶς, οὐδὲν θαυ‐ μαστόν· οὐδὲ γὰρ ἐπὶ τῶν σωμάτων τὰς ποιότητας αἱ ὗλαι δέχονται
25ἀμερῶς, καίτοι κατὰ τὸν ἴδιον λόγον ἀμερεῖς οὔσας, ἀλλὰ τὴν λευκότητα ἀμέριστον οὖσαν δέχεται μεμερισμένως ἡ ὕλη. ὥσπερ οὖν ἄλλο τὸ ζῶον καὶ ἄλλο τὸ ζώῳ εἶναι, καὶ τὸ ζώῳ εἶναι παρὰ τῆς ψυχῆς ἐστὶ τοῦ ζώου, οὕτω καὶ ἄλλο μὲν τὸ ἐγώ, ἄλλο δὲ τὸ ἐμοὶ εἶναι. τὸ οὖν ἐμοὶ εἶναι παρὰ τῆς ψυχῆς, καὶ ταύτης γε οὐ πάσης· οὐ γὰρ τῆς αἰσθητικῆς, ὕλη γὰρ ἦν
30τῆς φαντασίας· οὐδὲ αὖ τῆς φανταστικῆς, ὕλη γὰρ ἦν τοῦ δυνάμει νοῦ· οὐδὲ τοῦ δυνάμει νοῦ, ὕλη γὰρ ἦν τοῦ ποιητικοῦ. παρὰ μόνου τοίνυν τοῦ ποιητικοῦ τὸ ἐμοὶ εἶναι· μόνος γὰρ οὗτος εἶδος ἦν ἀκριβῶς, μᾶλλον δὲ οὗτος εἶδος εἰδῶν, τὰ δὲ ἄλλα καὶ ὑποκείμενα ἅμα καὶ εἴδη, καὶ προῄει δὴ [αὐτῶν] ἡ φύσις εἴδεσι μὲν πρὸς τὰ ἀτιμότερα αὐτοῖς χρωμένη, ὕλαις
35δὲ πρὸς τὰ ἐντιμότερα. ἔσχατον δὲ καὶ ἀκρότατον τῶν εἰδῶν ὁ ποιητικὸς οὗτος νοῦς, καὶ ἄχρι τούτου προελθοῦσα ἡ φύσις ἀπεπαύσατο ὡς μηδὲν
ἔχουσα ἕτερον τιμιώτερον, ὅτῳ ἂν αὐτὸν ἐποίησεν ὑποκείμενον. ἡμεῖς οὖν100

5,3

101

ὁ ποιητικὸς νοῦς, καὶ εἰκότως Ἀριστοτέλης ἀπορεῖ πρὸς ἑαυτόν, πῶς οὖν μετὰ τὸν θάνατον οὐ μνημονεύομεν ὧν ἂν ἐνταῦθα νοήσωμεν; καὶ ἡ λύσις ἀκόλουθος καὶ τοῖς ἀρτίως περὶ τοῦ νοῦ καὶ τοῖς πρότερον εἰρημένοις, ὅτι ὁ μὲν ποιητικὸς ἀπαθής, ὁ δὲ παθητικὸς νοῦς φθαρτός.
5 Τίνα μὲν οὖν λέγει τὸν παθητικὸν νοῦν καὶ φθαρτόν, προϊόντες ἐπι‐ σκεψόμεθα καὶ ὅτι μὴ τὸν δυνάμει τοῦτον παραλαμβάνει, ἀλλ’ ἕτερόν τινα νοῦν, ὃν κοινὸν ὠνόμασεν ἐν τοῖς πρώτοις, μεθ’ οὗ τὰ ἐνταῦθα νοεῖ, καὶ σὺν ᾧ περὶ τῶν ἐνταῦθα διανοεῖται, οὗ καὶ τὸ φιλεῖν φησὶ καὶ τὸ μισεῖν καὶ τὸ μεμνῆσθαι. νῦν δὲ τοῦτο ἡμῖν βεβαιότερον, ὅτι ἡμᾶς οἴεται τὸν
10ποιητικὸν εἶναι νοῦν, ὁπόταν καὶ ἀπορῇ καὶ ἐπιλύηται λέγων· οὐ μνημονεύομεν δὲ ὅτι τοῦτο μὲν ἀπαθές, ὁ δὲ παθητικὸς νοῦς φθαρτός. τοῦτο γὰρ ἀκόλουθον τὸ ἀπόρημα καὶ πρὸς ἅπαντας κοινὸν τοὺς ἀθάνατον τὸν νοῦν τιθεμένους, τί δήποτε οὐ μνημονεύομεν τῶν ἐν τῷ βίῳ μετὰ τὸν θάνατον οὐδὲ ἔχθρας ἀμειβόμεθα οὐδὲ φιλίας οὐδὲ φαινόμεθα
15τοῖς οἰκείοις ὧν μάλιστα ἑαλώκαμεν. διὸ καὶ ἐν τοῖς πρώτοις αὐτὸ διορθώ‐ σεως καὶ νῦν ἀξιοῖ, καὶ τὰς αὐτὰς αἰτίας ἀπολογίζεται τοῦ τὸν νοῦν ἡμῶν μὴ μεμνῆσθαι ἐν οἷς τε ἀρχόμενος εἶπε περὶ αὐτοῦ καὶ οἷς νῦν ἐπέξεισιν ἐμφανέστερον. σχεδὸν γὰρ ἄντικρυς καὶ τοῖς ῥήμασιν αὐτοῖς χρῆται ἐκεῖ μὲν εἰπών· τὸ δὲ διανοεῖσθαι καὶ φιλεῖν ἢ μισεῖν οὐκ ἔστιν
20ἐκείνου πάθημα ἀλλὰ τουδὶ τοῦ ἔχοντος ἐκεῖνο ᾗ ἐκεῖνο ἔχει. διὸ καὶ τούτου φθειρομένου οὔτε μνημονεύει οὔτε φιλε· οὐ γὰρ ἐκείνου ἦν, ἀλλὰ τοῦ κοινοῦ ὃ ἀπόλωλεν, ὁ δὲ νοῦς ἴσως θειότερόν τι καὶ ἀπαθές ἐστιν. ἐνταῦθα δέ· ὅλως δὲ οὐδὲ ἐν χρόν, ἀλλ’ οὐχ ὁτὲ μὲν νοεῖ ὁτὲ δὲ οὐ νοε. χωρισθεὶς δέ
25ἐστι μόνον τοῦθ’ ὅπερ ἐστ, καὶ τοῦτο μόνον ἀθάνατον καὶ ἀίδιον, οὐ μνημονεύομεν δὲ ὅτι τοῦτο μὲν ἀπαθὲς ὁ δὲ παθη‐ τικὸς νοῦς φθαρτός, καὶ ἄνευ τούτου οὐδὲν νοεῖ. τὸ μὲν γὰρ οὐδ’ ἐν χρόνῳ νοεῖ καὶ οὐχ ὁτὲ μὲν νοεῖ ὁτὲ δὲ οὐ νοεῖ, ταὐτὸν ἄντικρυς τῷ ‘οὐ διανοεῖται, ἀλλ’ ἑτέρου τὸ διανοεῖσθαι οὗ καὶ τὸ μὴ
30ἀεὶ νοεῖν ἀλλ’ ἐν χρόνῳ‘· τὸ δὲ χωρισθεὶς δέ ἐστι μόνον τοῦθ’ ὅπερ ἐστὶ καὶ τοῦτο μόνον ἀθάνατον καὶ ἀίδιον, τῷ ὁ δὲ νοῦς ἴσως θειότερόν τι καὶ ἀπαθές ἐστι· τὸ δὲ, οὐ μνημονεύομεν δὲ ὅτι τοῦτο μὲν ἀπαθὲς ὁ δὲ παθητικὸς νοῦς φθαρτὸς καὶ ἄνευ τούτου οὐδὲν νοεῖ, τῷ διὸ καὶ τούτου φθειρομένου οὔτε
35μνημονεύει οὔτε φιλε· οὐ γὰρ ἐκείνου ἦν ἀλλὰ τοῦ κοινοῦ ὃ ἀπόλωλεν. ὥστε παρηνέχθησαν ἅπαντες τῶν δοκούντων ἐγκαλεῖν τῷ
φιλοσόφῳ, ὅσοι καὶ ἀπορεῖν αὐτὸν καὶ διαλύειν ᾠήθησαν.101

5,3

102

Διὰ τί ποτε οὖν οὐ μεμνήμεθα ὧν ὁ ποιητικὸς νοῦς ἐνεργεῖ καθ’ ἑαυτὸν καὶ πρὶν εἰς τὴν σύστασιν συντελέσαι τὴν ἡμετέραν; φθειρομένου γάρ φησι τοῦ κοινοῦ οὐχ οἷός τέ ἐστιν ὁ ποιητικὸς οὔτε διανοεῖσθαι οὔτε μνημονεύειν· οὐ γὰρ ἐκείνου ἦν τὸ διανοεῖσθαι, ἀλλὰ τοῦ κοινοῦ ὃ ἀπόλωλεν,
5ὥστε καὶ ὅταν λέγῃ πάλιν οὐ μνημονεύομεν δὲ ὅτι τοῦτο μὲν ἀπαθὲς ὁ δὲ παθητικὸς νοῦς φθαρτός, ἡμᾶς μὲν ποιεῖ τὸν ποιητικὸν νοῦν, φθείρεσθαι δέ φησι τὸν κοινόν, καὶ διὰ τοῦτο μὴ δύνασθαι μνημο‐ νεύειν ἡμᾶς ἀθανάτους ὄντας, ὧν σὺν τῷ θνητῷ νῷ ἐνηργήσαμεν. παρα‐ βάλλειν οὖν χρὴ τὰς ῥήσεις ἀμφοτέρας καὶ συμφώνους γε εὑρήσομεν ἀλ‐
10λήλαις καὶ τὸ δοκοῦν ἀκριβῶς διδασκούσας τῷ φιλοσόφῳ, ἐπεὶ κἀκεῖνο τοῖς ἐνταῦθα σύμφωνον ἀκριβῶς· περὶ δὲ τοῦ θεωρητικοῦ νοῦ οὐδέν πω φανερόν, ἀλλ’ ἔοικε τῆς ψυχῆς ἕτερον γένος εἶναι τοῦτο, καθάπερ τὸ ἀίδιον τοῦ φθαρτοῦ. ἀκόλουθον γὰρ περὶ ὧν ἐν τοῖς πρώτοις ἠπόρησεν καὶ μετρίως ἐπελύσατο, ἐνταῦθα αὐτὸν ἐπι‐
15λύεσθαι ἀκριβέστερον· ἠπόρησε δὲ ἐν τοῖς πρώτοις οὐ, διὰ τί ποτε ὁ φθαρτὸς καὶ παθητικὸς νοῦς οὗτος οὐ μνημονεύει τῶν ἐνεργειῶν ἃς ὁ ἀπαθὴς ἐνεργεῖ καὶ ἀίδιος· οὐδὲ γὰρ ἦν ἄξιον ἀπορίας, κομιδῆ γὰρ ἀνοήτου τὸ διαπορεῖν πῶς ὁ φθειρόμενος τῶν τοῦ ἀφθάρτου ἐνεργειῶν οὐ μνημονεύει· τοὐναντίον δὲ ἄξιον ἀπορίας, διὰ τί ὁ μὴ πάσχων μηδὲ φθειρόμενος οὐ μέμνηται τῶν
20σὺν τῷ φθειρομένῳ ἐνεργειῶν. ἐπιλύεται δὲ ἐκεῖ μὲν εἰπών· διὸ καὶ τούτου φθειρομένου οὔτε μνημονεύει οὔτε φιλε· οὐ γὰρ ἐκείνου ἦν ἀλλὰ τοῦ κοινοῦ ὃ ἀπόλωλεν, ἐνταῦθα δέ· οὐ μνημο‐ νεύομεν δὲ ὅτι τοῦτο μὲν ἀπαθές, ὁ δὲ παθητικὸς νοῦς φθαρτός, καὶ ἄνευ τούτου οὐδὲν νοεῖ οὐδὲ μνημονεύει. οὕτω δὲ
25καὶ Θεόφραστος, ἐν οἷς ἐξετάζει τὰ Ἀριστοτέλους περὶ τοῦ ποιητικοῦ νοῦ, ἀπορεῖ· ‘εἰ μὲν γὰρ ὡς ἕξισ‘ φησὶν ‘ἡ δύναμις, ἐκείνῳ εἰ μὲν σύμφυτος, αἰεὶ καὶ εὐθὺς ἐχρῆν· εἰ δ’ ὕστερον, μετὰ τίνος καὶ πῶς ἡ γένεσις; ἔοικε δ’ οὖν ὡς ἀγένητος εἴπερ ἄφθαρτος. ἐνυπάρχων δ’ οὖν διὰ τί οὐκ ἀεί; ἢ διὰ τί λήθη καὶ ἀπάτη; ἢ διὰ τὴν μῖξιν.‘
30Ἐκ δὲ τῶν αὐτῶν ῥήσεων θαυμάσαι κἀκείνων ἄξιον, ὅσοι τὸν ποιητικὸν τοῦτον νοῦν ἢ τὸν πρῶτον θεὸν ᾠήθησαν εἶναι κατὰ Ἀριστοτέλην, ἢ τὰς προτάσεις καὶ τὰς ἐξ αὐτῶν ἐπιστήμας αἳ ὕστερον ἡμῖν παραγίνονται. οἱ μὲν γὰρ τὰς προτάσεις ὑπολαμβάνοντες ἐκκεκώφηνται παντελῶς καὶ οὐδὲ ἐμβοῶντος ἀκούουσι τοῦ φιλοσόφου, ὅτι ὁ νοῦς οὗτος θεῖος καὶ
35ἀπαθὴς καὶ ταὐτὸν ἔχων τῇ οὐσίᾳ τὴν ἐνέργειαν καὶ οὗτος μόνος ἀθάνατος καὶ ἀίδιος καὶ χωριστός· οἱ δὲ τὸν πρῶτον θεὸν λέγεσθαι παρ’ αὐτοῦ
τὸν ποιητικὸν νοῦν ὑπολαμβάνοντες, τί δήποτε ἐν αὐτῇ ταύτῃ τῇ ῥήσει102

5,3

103

ταῦτα παρορῶσι· προειπὼν γὰρ ἐν ἁπάσῃ τῇ φύσει τὸ μὲν ὕλην εἶναι, τὸ δὲ ὃ τὴν ὕλην κινεῖ καὶ τελειοῖ, ἀνάγκη φησὶ καὶ ἐν ψυχῇ ὑπάρχειν ταύτας τὰς διαφοράς, καὶ εἶναί τινα τὸν μὲν τοιοῦτον νοῦν τῷ πάντα γίνεσθαι, τὸν δὲ τοιοῦτον τῷ πάντα ποιεῖν. ἐν τῇ ψυχῇ γὰρ εἶναί φησι
5τὸν τοιοῦτον νοῦν καὶ τῆς ψυχῆς τῆς ἀνθρωπίνης οἷόν τινα μοῖραν τὴν τιμιωτάτην. τοῦτο δὲ καὶ ἐξ ἐκείνης τῆς ῥήσεως δῆλον ἧς μικρῷ πρόσθεν ἐμνημονεύσαμεν, περὶ δὲ τοῦ θεωρητικοῦ νοῦ οὐδέν πω φανερόν, ἀλλ’ ἔοικε ψυχῆς γένος ἕτερον εἶναι τοῦτο, καθάπερ τὸ ἀίδιον τοῦ φθαρτοῦ. ἐπεὶ καὶ ὅταν λέγῃ, τοῦτ’ ἐστὶ μόνον ἀθάνατον καὶ
10ἀίδιον, οὐκ ἂν λέγοι ἐπὶ τὸν πρῶτον θεὸν ἐπαναφέρων. οὐ γὰρ τοῦτον τίθεται μόνον ἀθάνατον καὶ ἀίδιον, ἀλλὰ καὶ σχεδὸν ἁπάσας τὰς κινητικὰς τῶν θείων σωμάτων δυνάμεις, ἃς καὶ ὑπ’ ἀριθμὸν ἄγειν ἐν τῇ συντάξει τῇ μετὰ τὰ Φυσικὰ προαιρεῖται· ἐπὶ μέντοι τῆς ψυχῆς τῆς ἀνθρωπίνης καὶ τῶν περὶ ταύτην δυνάμεων μόνην εἶναι αὐτὴν ἀθάνατον διοριζόμενος
15ὀρθῶς ἂν λέγοι καὶ τοῦτ’ ἔστι μόνον ἀθάνατον. ἐκ δὴ τῆς αὐτῆς ταύτης ῥήσεως καὶ τοῦτ’ ἔστι βεβαιώσασθαι, ὅτι ἢ ἡμῶν τι εἶναι οἴεται τὸν ποιητι‐ κὸν νοῦν ἢ ἡμᾶς· ἡμῶν μὲν γὰρ τοῦτο μόνον ἀθάνατον λέγων σύμφωνα ἂν ἑαυτῷ λέγοι, ἁπλῶς δὲ τοῦτο μόνον ἀθάνατον λέγων οὐκ ἂν ἑαυτῷ συμφωνοίη πολλὰ καὶ ἄλλα οἰομένῳ εἶναι ἀθάνατα.
20 Ἀλλὰ ταῦτα μὲν οὐχ οὕτω χαλεπὸν ἀπολύσασθαι, ἐκεῖνο δὲ ἄξιον καὶ πάνυ πολλῆς ἐξετάσεως, ἆρα εἷς ὁ ποιητικὸς οὗτος νοῦς ἢ πολλοί; ἐκ μὲν γὰρ τοῦ φωτὸς ᾧ παραβέβληται, εἷς ἂν εἴη· ἓν γάρ που καὶ τὸ φῶς, μᾶλλον δὲ καὶ ὁ τοῦ φωτὸς χορηγός, ὑφ’ οὗ πᾶσαι αἱ τῶν ζώων ὄψεις προάγονται ἐκ δυνάμεως εἰς ἐνέργειαν. ὥσπερ οὖν οὐδὲν πρὸς ἑκάστην
25τῶν ὄψεων ἡ τοῦ κοινοῦ φωτὸς ἀφθαρσία, οὕτως οὐδὲν πρὸς ἕκαστον ἡμῶν ἡ τοῦ ποιητικοῦ νοῦ ἀιδιότης. εἰ δὲ πολλοὶ καὶ καθ’ ἕκαστον τῶν δυνάμει εἷς ποιητικός, πόθεν ἀλλήλων διοίσουσιν; ἐπὶ γὰρ τῶν αὐτῶν τῷ εἴδει κατὰ τὴν ὕλην ὁ μερισμός, ἀνάγκη δὲ τοὺς αὐτοὺς εἶναι τῷ εἴδει τοὺς ποιητι‐ κούς, εἴ γε ἅπαντες τὴν αὐτὴν ἔχουσιν οὐσίαν τῇ ἐνεργείᾳ καὶ τὰ αὐτὰ πάντες
30νοοῦσιν. εἰ γὰρ μὴ τὰ αὐτὰ ἀλλ’ ἕτερα, τίς ἔσται ἡ ἀποκλήρωσις; πόθεν δὲ καὶ ὁ δυνάμει νοῦς πάντα νοήσει, εἰ μὴ πρῶτος πάντα νοεῖ ὁ προάγων αὐτὸν εἰς ἐνέργειαν; ἢ ὁ μὲν πρώτως ἐλλάμπων εἷς, οἱ δὲ ἐλλαμπόμενοι καὶ ἐλλάμποντες πλείους ὥσπερ τὸ φῶς. ὁ μὲν γὰρ ἥλιος εἷς, τὸ δὲ φῶς εἴποις ἂν τρόπον τινὰ μερίζεσθαι εἰς τὰς ὄψεις. διὰ τοῦτο γὰρ οὐ τὸν
35ἥλιον παραβέβληκεν ἀλλὰ τὸ φῶς, Πλάτων δὲ τὸν ἥλιον· τῷ γὰρ ἀγαθῷ ἀνάλογον αὐτὸν ποιεῖ. εἰ δὲ εἰς ἕνα ποιητικὸν νοῦν ἅπαντες ἀναγόμεθα οἱ συγκείμενοι ἐκ τοῦ δυνάμει καὶ ἐνεργείᾳ, καὶ ἑκάστῳ ἡμῶν τὸ εἶναι παρὰ
τοῦ ἑνὸς ἐκείνου ἐστίν, οὐ χρὴ θαυμάζειν. πόθεν γὰρ αἱ κοιναὶ ἔννοιαι;103

5,3

104

πόθεν δὲ ἡ ἀδίδακτος καὶ ὁμοία τῶν πρώτων ὅρων σύνεσις καὶ τῶν πρώ‐ των ἀξιωμάτων; μήποτε γὰρ οὐδὲ τὸ συνιέναι ἀλλήλων ὑπῆρχεν ἄν, εἰ μή τις ἦν εἷς νοῦς, οὗ πάντες ἐκοινωνοῦμεν, καὶ τὸ Πλάτωνος ἀληθές, ὡς εἰ μή τι ἦν τοῖς ἀνθρώποις 〈πάθοσ〉 τοῖς μὲν ἄλλο τι τοῖς δὲ ἄλλο τι
5ταὐτόν, ἀλλά τις ἡμῶν ἴδιόν τι ἔπασχε πάθος ἢ οἱ ἄλλοι, οὐκ ἂν ἦν ῥᾴδιον ἐνδείξασθαι τῷ ἑτέρῳ τὸ ἑαυτοῦ πάθημα. οὕτω δὲ καὶ ἐν ταῖς ἐπιστήμαις ὁ διδάσκων τῷ μανθάνοντι τὰ αὐτὰ νοεῖ· οὐδὲ γὰρ ἂν ἦν τὸ διδάσκειν καὶ τὸ μανθάνειν, εἰ μὴ ταὐτὸ ἦν τὸ νόημα τοῦ διδάσκοντος καὶ τοῦ μανθάνοντος. εἰ δὲ ταὐτὸν ὥσπερ ἀνάγκη, δηλονότι καὶ ὁ αὐτὸς
10γίνεται νοῦς ὁ τοῦ διδάσκοντος τῷ τοῦ μανθάνοντος, εἴπερ ταὐτὸν ἐπὶ τοῦ νοῦ ἡ οὐσία τῇ ἐνεργείᾳ, καὶ διὰ τοῦτο ἴσως ἐπ’ ἀνθρώπων μόνων τὸ διδάσκειν καὶ τὸ μανθάνειν καὶ τὸ συνιέναι ὅλως ἀλλήλων, ἐπὶ δὲ τῶν ἄλλων ζώων οὐκέτι, διότι μηδὲ ἡ κατασκευὴ τῶν ἄλλων ψυχῶν τοιαύτη, ὥστε δέχεσθαι τὸν δυνάμει νοῦν καὶ ὑπὸ τοῦ ἐνεργείᾳ νοῦ τελειοῦσθαι. καὶ
15τὸ παρά τινων ζητούμενον καὶ νεωτέρων καὶ πρεσβυτέρων, εἰ πᾶσαι αἱ ψυχαὶ μία, κάλλιον ἂν ἐζητεῖτο, εἰ πάντες οἱ νοῖ εἷς. ψυχὴ μὲν γὰρ ἴσως εἰ καὶ μία κατ’ αὐτούς ἐστι καὶ χωριστή, ἀλλ’ αἵ γε δυνάμεις αὐτῆς πολλαὶ καὶ φανερῶς ἀλλήλων διενηνόχασιν· ἄλλη γὰρ ἡ θρεπτικὴ τῆς αἰσθητικῆς, καὶ αὕτη τῆς ὀρεκτικῆς· ἐπὶ δὲ τοῦ νοῦ καὶ μάλιστα τοῦ
20θεωρητικοῦ τὸ ζήτημα καὶ ἀκόλουθον καὶ ἀναγκαῖον τοῖς γε παραδεχομένοις ἐπ’ αὐτοῦ τὴν οὐσίαν τὴν αὐτὴν εἶναι τῇ ἐνεργείᾳ. ἢ γὰρ οὐ τὰ αὐτὰ νοοῦσιν, ὅταν ὁ μὲν διδάσκῃ ὁ δὲ μανθάνῃ, ἢ εἴπερ τὰ αὐτὰ νοοῦσιν, ἡ αὐτὴ αὐτῶν ἐνέργεια, καὶ διὰ τοῦτο καὶ ἡ οὐσία. ἀλλ’ εἰ τῆς τοῦ φωτὸς ἀφθαρσίας οὐ συναπολαύει ἡ δύναμις ἡ αἰσθητική, οὐδὲ τῆς τοῦ νοῦ τοῦ
25ποιητικοῦ ὁ νοῦς ὁ δυνάμει· ἢ ἡ μὲν αἴσθησις εἰ καὶ ἀπαθεστέρα πολὺ τῶν ὀργάνων ἐστὶ καὶ πάσχουσιν αὐτοῖς οὐ συμπάσχει (εἰ γὰρ λάβοι, φησίν, ὄμμα ὁ πρεσβύτης τοιονδί, βλέποι ἂν ὥσπερ καὶ ὁ νέος), ἀλλ’ ὅμως οὐ παντάπασιν ἀπαθής, ἀλλὰ συναπολαύει πως τοῖς αἰσθητηρίοις τοῦ πάθους, ὁ δὲ νοῦς παντάπασιν ἀπαθὴς καὶ χωριστός. καὶ τοῦτο δῆλον ἐξ ὧν ἔμ‐
30προσθεν εἴρηκεν ἔτι περὶ τοῦ δυνάμει νοῦ διαλεγόμενος καὶ οὔπω τοῦ ποιητικοῦ μνησθείς· ὅτι δὲ οὐχ ὁμοία, φησίν, ἡ ἀπάθεια τοῦ αἰσθη‐ τικοῦ καὶ νοητικο, φανερὸν ἐπὶ τῶν αἰσθητηρίων καὶ τῆς αἰσθήσεως· ἡ μὲν γὰρ αἴσθησις οὐ δύναται αἰσθάνεσθαι ἐκ τοῦ σφόδρα αἰσθητοῦ οἷον ἐκ τοῦ ψόφου τοῦ μεγάλου [ἢ] τῶν
35μικρῶν ψόφων οὐδ’ ἐκ τῶν ἰσχυρῶν χρωμάτων καὶ ὀσμῶν104

5,3

105

[οὐδ’ α] τῶν ἀμυδροτέρων ὀσμῶν καὶ χρωμάτων, ὁ δὲ νοῦς ὅταν 〈τι〉 νοήσῃ σφόδρα νοητόν, οὐχ ἧττον νοεῖ τὰ ὑποδεέστερα, ἀλλὰ καὶ μᾶλλον· τὸ μὲν γὰρ αἰσθητικὸν οὐκ ἄνευ σώματος, ὁ δὲ χωριστός. ταῦτα γὰρ ἄντικρυς περὶ τοῦ δυνάμει νοῦ διορίζεται·
5ἡ μὲν γὰρ μετάβασις τούτου. καὶ ἀνωτέρω μικρόν· διὸ οὐδὲ μεμῖχθαι εὔλογον αὐτὸν τῷ σώματι, οὐδὲ ὄργανόν τι αὐτῷ εἶναι, ὥσπερ τῷ αἰσθητικῷ· καὶ ἔτι μικρὸν ἀνωτέρω· ἀπαθὲς ἄρα δεῖ εἶναι τὸ νοητικόν, δεκτικὸν δὲ τοῦ εἴδους. ὥστε τὴν μὲν αἴσθησιν δῆλός ἐστι δυσπαθεστέραν μὲν τῶν ὀργάνων τουτέστι τῶν αἰσθητηρίων νενομικώς,
10οὐ παντάπασι δὲ ἀπαθῆ οὐδὲ χωριστήν, τὸν νοῦν δὲ ἅτε μὴ χρώμενον ὀργάνῳ σωματικῷ πρὸς τὴν ἐνέργειαν καὶ ἄμικτον τῷ σώματι παντάπασι καὶ ἀπαθῆ καὶ χωριστόν. Ἀλλ’ εἰ τοιοῦτος ὁ δυνάμει, τίνα ἂν λοιπὸν λέγοι τὸν παθητικὸν νοῦν καὶ φθαρτόν; τοῦτο γὰρ ἀνεθέμεθα ἐπισκέψασθαι. οὕτω δ’ ἂν ῥᾷστα
15ἐπισκεψαίμεθα, εἰ αὐτὸν παραλάβοιμεν κοινωνὸν Ἀριστοτέλην. φέρε οὖν ἴδωμεν αὖθις, ἃ λέγει διαπορῶν περὶ τοῦ νοῦ καὶ φροιμιαζόμενος ἐν τῷ πρώτῳ· τάχα γὰρ οἷον ἐκ πυρείων τριβομένων πολλάκις τῶν ῥήσεων τοῦ φιλοσόφου ἐκλάμψειεν ἂν ἡ διάνοια· τὸ δὲ διανοεῖσθαι καὶ φιλεῖν ἢ μισεῖν οὐκ ἐκείνου πάθη ἀλλὰ τουδὶ τοῦ ἔχοντος ἐκεῖνο ᾗ
20ἐκεῖνο ἔχει· διὸ καὶ τούτου φθειρομένου οὔτε μνημονεύει οὔτε φιλε· οὐ γὰρ ἐκείνου ἦν, ἀλλὰ τοῦ κοινοῦ ὃ ἀπόλωλεν· ὥστε τὸν κοινὸν ἂν λέγοι τὸν παθητικὸν καὶ φθαρτόν. ἀλλὰ μὴν περί γε τοῦ δυνάμει νοῦ διαρρήδην φησὶν ἀπαθῆ δεῖν αὐτὸν εἶναι καὶ χωριστὸν καὶ δεκτικὸν τοῦ εἴδους καὶ δυνάμει τοιοῦτον, ἀλλὰ μὴ τοῦτο, καὶ μηδὲ
25μεμῖχθαι αὐτὸν τῷ σώματι, μηδὲ ὄργανον ἔχειν σωματικόν, μηδὲ ὁμοίαν τὴν ἀπάθειαν εἶναι τούτου τε καὶ τῆς αἰσθήσεως. εἰ οὖν μὴ μαχόμενα λέγει περὶ τούτου, ἄλλος ἂν εἴη κατ’ αὐτὸν ὁ κοινός, ἄλλος δ’ ὁ δυνάμει, καὶ ὁ μὲν κοινὸς [καὶ] φθαρτὸς καὶ παθητικὸς καὶ ἀχώριστος καὶ τῷ σώματι μεμιγμένος, ὁ δυνάμει δὲ ἀπαθὴς καὶ ἄμικτος τῷ σώματι καὶ
30χωριστός (ταῦτα γὰρ περὶ αὐτοῦ διαρρήδην φησίν), οἷον πρόδρομος τοῦ ποιητικοῦ, ὥσπερ ἡ αὐγὴ τοῦ φωτός, ἢ ὥσπερ ἄνθος πρόδρομον τοῦ καρποῦ· οὐδὲ γὰρ ἐπὶ τῶν ἄλλων ἡ φύσις ἀφροιμίαστον τὸ τέλος εὐθὺς παραδίδωσιν, ἀλλὰ τὰ καταδεέστερα μὲν συγγενῆ δὲ τῶν τελειοτέρων προ‐ τρέχει. χωριστὸς μὲν οὖν καὶ αὐτὸς καὶ ἀμιγὴς καὶ ἀπαθής (ῥητῶς γὰρ
35περὶ αὐτοῦ ταῦτά φησιν), οὐ μὴν ὁμοίως χωριστὸς τῷ ποιητικῷ· πάλιν γὰρ105

5,3

106

ὅρα, τί λέγει περὶ τοῦ ποιητικοῦ παραβάλλων αὐτὸν τῷ δυνάμει· καὶ ἔστιν ὁ μὲν τοιοῦτος νοῦς τῷ πάντα γίνεσθαι, ὁ δὲ τῷ πάντα ποιεῖν ὡς ἕξις τις, οἷον τὸ φῶς· τρόπον γάρ τινα καὶ τὸ φῶς ποιεῖ τὰ δυνάμει χρώματα ἐνεργεί· καὶ οὗτος ὁ νοῦς χωριστὸς
5καὶ ἀπαθὴς καὶ ἀμιγής, τῇ οὐσίᾳ ὢν ἐνέργεια· ἀεὶ γὰρ τιμιώτερον τὸ ποιοῦν τοῦ πάσχοντος καὶ ἡ ἀρχὴ τῆς ὕλης· ὥσπερ ἂν εἰ καὶ τὸν ἥλιον λέγοιμεν μᾶλλον χωριστὸν τῆς αὐγῆς. ὥστε δῆλός ἐστι χωριστοὺς μὲν ἀμφοτέρους ὑπολαμβάνων, μᾶλλον δὲ χωριστὸν τὸν ποιητικὸν καὶ μᾶλλον ἀπαθῆ καὶ μᾶλλον ἀμιγῆ, καὶ χρόνῳ μὲν πρό‐
10τερον ἐγγίνεσθαι ἡμῖν τὸν δυνάμει, φύσει δὲ εἶναι πρότερον καὶ τῇ τελειότητι τὸν ἐνεργείᾳ, μᾶλλον δὲ μηδὲ τῷ χρόνῳ τὸ πρότερον ἔχειν τὸν δυνάμει, ἀλλ’ ἐμοὶ μὲν ἢ σοὶ πρότερον παραγίνεσθαι, ἁπλῶς δὲ μὴ πρότερον εἶναι, ὥσπερ οὐδὲ τὸν πρόδρομον τοῦ βασιλέως οὐδὲ τὴν αὐγὴν τοῦ φωτὸς οὐδὲ τὸ ἄνθος τοῦ καρποῦ. φθαρτὸν δὲ λέγει τὸν κοινόν, καθ’ ὃν ὁ ἄνθρωπος
15ὁ συγκείμενος ἐκ ψυχῆς καὶ σώματος, ἐν ᾧ θυμοὶ καὶ ἐπιθυμίαι· ἃ καὶ Πλάτων φθαρτὰ ὑπολαμβάνει, ὡς δῆλον ἐκ τῶν λεγομένων ἐν τῷ Τιμαίῳ· ‘οἱ δὲ λαβόντες ἀρχὴν ψυχῆς ἀθάνατον τὸ μετὰ τοῦτο θνητὸν σῶμα αὐτῇ περιετόρνευσαν ἄλλο τι εἶδος αὐτῇ ψυχῆς προσοικοδομοῦντες θνητὸν δεινὰ καὶ ἀναγκαῖα παθήματα ἔχον ἐν ἑαυτῷ, πρῶτον μὲν ἡδονὴν μέγιστον
20κακοῦ δέλεαρ, ἔπειτα λύπας ἀγαθῶν φυγάς, ἔτι αὖ θάρσος καὶ φόβον ἄφρονε ξυμβούλω, θυμὸν δὲ δυσπαραμύθητον, ἐλπίδα δὲ εὐπαράγωγον, αἰσθήσει δὲ ἀλόγῳ καὶ ἐπιχειρητῇ παντὸς ἔρωτι συγκερασάμενοι τὸ θνητὸν τῆς ψυχῆς γένος συνέθεσαν. καὶ διὰ ταῦτα πάντα σεβόμενοι μιαίνειν τὸ θεῖον, ὅ τι μὴ πᾶσα ἀνάγκη, χωρὶς ἐκείνου κατοικίζουσι τὸ θνητόν, ἰσθμὸν
25καὶ ὅρον τῆς κεφαλῆς καὶ τοῦ στήθους αὐχένα μεταξὺ θέντες, ἵνα εἴη χωρίς. ἐν δὴ τοῖς στήθεσι καὶ ἐν τῷ καλουμένῳ θώρακι τὸ τῆς ψυχῆς θνητὸν γένος ἐνέδουν.‘ καὶ ἐπὶ πᾶσι τὰ περὶ ψυχῆς εἰρημένα συγκεφαλαιού‐ μενος γράφει· ‘τὰ μὲν οὖν περὶ ψυχῆς ὅσον θνητὸν ἔχει καὶ ὅσον θεῖον.‘ καὶ οἱ λόγοι δὲ οὓς ἠρώτησε περὶ ψυχῆς ἀθανασίας εἰς τὸν νοῦν
30ἀνάγονται σχεδόν τι οἱ πλεῖστοι καὶ ἐμβριθέστατοι· ὅ τε ἐκ τῆς αὐτοκινησίας
(ἐδείχθη γὰρ ὡς αὐτοκίνητος μόνος ὁ νοῦς, εἰ τὴν κίνησιν ἀντὶ τῆς ἐνεργείας106

5,3

107

νοοίημεν), καὶ ὁ τὰς μαθήσεις ἀναμνήσεις εἶναι λαμβάνων, καὶ ὁ τὴν πρὸς τὸν θεὸν ὁμοιότητα· καὶ τῶν ἄλλων δὲ τοὺς ἀξιοπιστοτέρους δοκοῦντας οὐ χαλεπῶς ἄν τις τῷ νῷ προσβιβάσειεν, ὥσπερ γε καὶ τῶν ὑπ’ αὐτοῦ Ἀριστοτέλους ἐξειργασμένων ἐν τῷ Εὐδήμῳ, ἐξ ὧν δῆλον ὅτι καὶ Πλάτων
5τὸν νοῦν ἀθάνατον μόνον ὑπολαμβάνει, τῆς ψυχῆς τι καὶ αὐτὸν ὄντα, φθαρτὰ δὲ τὰ πάθη καὶ τὸν τούτοις ἐνόντα λόγον, ὃν Ἀριστοτέλης παθητι‐ κὸν νοῦν ὀνομάζει. οὐ γὰρ παντάπασιν ἄλογα τὰ πάθη τῆς ψυχῆς τῆς ἀνθρωπίνης, ἅ γε καὶ ὑπακούει τῷ λόγῳ καὶ παιδεύεται καὶ νουθετεῖται, ἀλλὰ τὰ μὲν τῶν ἀλόγων ἀσύνετα λόγου παντάπασιν, ἢ μόλις γέ τινα καὶ
10ἀμυδρῶς ἴχνος ἐμφαίνοντα λόγου, τὰ δὲ ἐν τῇ ἀνθρωπίνῃ ψυχῇ συμπέ‐ πλεκται λόγῳ· θάρσος γὰρ καὶ φόβος καὶ ἐλπὶς εὐθὺς ἐμφαίνει τὸ λογικῆς εἶναι ψυχῆς· εἰς γὰρ τὸν μέλλοντα ἀποτείνεται χρόνον. διόπερ οὐ γίνεται ἐν τοῖς ἀλόγοις ζώοις, ἀλλ’ ἡδονὴ μόνη καὶ λύπη ἐπὶ παροῦσι τοῖς ἡδέσιν ἢ λυπηροῖς, καὶ ταῦτα παντάπασιν ἀνεπαίσθητα λόγου καὶ νοῦ· ἐν ἀνθρώ‐
15ποις δὲ οὕτως ἄρα καὶ τὰ πάθη μέτοχα λόγου, ὥστε μετρηθέντα γίνονται ἀρεταί. τοῦτο δὲ σημεῖον τοῦ μὴ τὴν φύσιν αὐτῶν ἄλογον εἶναι, ἀλλὰ τὸ ἄμετρον, καὶ οὐ κακῶς οἱ ἀπὸ Ζήνωνος τὰ πάθη τῆς ἀνθρωπίνης ψυχῆς τοῦ λόγου διαστροφὰς εἶναι τιθέμενοι καὶ λόγου κρίσεις ἡμαρτημένας· καὶ εἴη ἂν ταὐτὸν εἰπεῖν παθητικόν τε νοῦν καὶ πάθος λογικόν, τουτέστι πάθος
20ψυχῆς ἀνθρωπίνης, ἃ διὰ τὴν εἰς σῶμα τοῦ νοῦ κατοίκισιν λόγου μέτοχα γίνεται καὶ ἐπήκοα· οὐδὲ γὰρ ἄλλως οἷόν τε ἦν τὸν νοῦν ἐγκατοικίζεσθαι τῷ σώματι μὴ διὰ μέσων τῶν παθῶν συνδούμενον καὶ συναπτόμενον· μὴ καθαρῷ γὰρ καθαροῦ ἐφάπτεσθαι οὐ θεμιτόν, ᾗ φησὶν ὁ θεῖος Πλάτων. λαβόντες οὖν, φησί, τὴν ἀρχὴν τῆς ψυχῆς τὴν ἀθάνατον τὸ μετὰ τοῦτο
25θνητὸν σῶμα αὐτῇ περιετόρνευσαν. ἵνα δὲ τοῦτο δυνατὸν γένηται καὶ ἀρχὴ ἀθάνατος ἐγκατοικισθείη τῷ σώματι, ἄλλο, φησίν, εἶδος προσύφηναν αὐτῇ ψυχῆς θνητὸν καὶ ἐπίκηρον· ἀνάγκη γὰρ ἦν τὸν σύνδεσμον τοῦ ἀθανάτου πρὸς τὸ θνητὸν καὶ αὐτὸν θνητὸν εἶναι· φθειρομένου γὰρ τοῦ θνητοῦ συμφθείρεται ὁ πρὸς αὐτὸ δεσμὸς τοῦ ἀθανάτου.
30 Ἄμεινον δὲ καὶ τὰ Θεοφράστου παραθέσθαι περί τε τοῦ δυνάμει νοῦ καὶ τοῦ ἐνεργείᾳ. περὶ μὲν οὖν τοῦ δυνάμει τάδε φησίν· ‘ὁ δὲ νοῦς πῶς ποτε ἔξωθεν ὢν καὶ ὥσπερ ἐπίθετος ὅμως συμφυής; καὶ τίς ἡ φύσις αὐτοῦ; τὸ μὲν γὰρ μηδὲν εἶναι κατ’ ἐνέργειαν, δυνάμει δὲ πάντα, καλῶς, ὥσπερ καὶ ἡ αἴσθησις. οὐ γὰρ οὕτως ληπτέον ὡς οὐδὲ αὐτός (ἐριστικὸν γάρ)·
35ἀλλ’ ὡς ὑποκειμένην τινὰ δύναμιν καθάπερ καὶ ἐπὶ τῶν ὑλικῶν. ἀλλὰ τὸ
ἔξωθεν ἄρα οὐχ ὡς ἐπίθετον, ἀλλ’ ὡς ἐν τῇ πρώτῃ γενέσει συμπεριλαμβανό‐107

5,3

108

μενον θετέον. πῶς δέ ποτε γίνεται τὰ νοητὰ καὶ τί τὸ πάσχειν 〈ὑπ’〉 αὐτῶν; δεῖ γάρ, εἴπερ εἰς ἐνέργειαν ἥξει καθάπερ ἡ αἴσθησις. ἀσωμάτῳ δὲ ὑπὸ σώματος τί τὸ πάθος ἢ ποία μεταβολή; καὶ πότερον ἀπ’ ἐκείνου ἡ ἀρχὴ ἢ ἀπ’ αὐτοῦ; τῷ μὲν γὰρ πάσχειν ἀπ’ ἐκείνου δόξειεν ἄν (οὐδὲν γὰρ
5ἀφ’ ἑαυτοῦ τῶν ἐν πάθει)· τῷ δὲ ἀρχὴν πάντων εἶναι καὶ ἐπ’ αὐτῷ τὸ νοεῖν καὶ μή, ὥσπερ ταῖς αἰσθήσεσιν, ἀπ’ αὐτοῦ. τάχα δ’ ἂν φανείη καὶ τοῦτο ἄτοπον, εἰ ὁ νοῦς ὕλης ἔχει φύσιν μηδὲν ὢν ἅπαντα δὲ δυνατός· καὶ τὰ ἐφεξῆς μακρὸν ἂν εἴη παρατίθεσθαι καίτοι μὴ μακρῶς εἰρημένα, ἀλλὰ λίαν συντόμως τε καὶ βραχέως τῇ γε λέξει· τοῖς γὰρ πράγμασι
10μεστά ἐστι πολλῶν μὲν ἀποριῶν, πολλῶν δὲ ἐπιστάσεων, πολλῶν δὲ λύσεων. ἔστι δὲ ἐν τῷ πέμπτῳ τῶν Φυσικῶν, δευτέρῳ δὲ τῶν Περὶ ψυχῆς, ἐξ ὧν ἁπάντων δῆλόν ἐστιν, ὅτι καὶ περὶ τοῦ δυνάμει νοῦ σχεδὸν τὰ αὐτὰ δια‐ ποροῦσιν, εἴτε ἔξωθέν ἐστιν εἴτε συμφυής, καὶ διορίζειν πειρῶνται, πῶς μὲν ἔξωθεν πῶς δὲ συμφυής. λέγουσι δὲ καὶ αὐτὸν ἀπαθῆ καὶ χωριστόν,
15ὥσπερ τὸν ποιητικὸν καὶ τὸν ἐνεργείᾳ· ‘ἀπαθὴς γάρ‘ φησιν ‘ὁ νοῦς, εἰ μὴ ἄρα ἄλλως παθητικόσ‘, καὶ ὅτι τὸ παθητικὸν ἐπ’ αὐτοῦ οὐχ ὡς τὸ κινη‐ τὸν ληπτέον (ἀτελὴς γὰρ ἡ κίνησις), ἀλλ’ ὡς ἐνέργειαν. καὶ προϊών φησι τὰς μὲν αἰσθήσεις οὐκ ἄνευ σώματος, τὸν δὲ νοῦν χωριστόν. ἁψάμενος δὲ καὶ τῶν περὶ τοῦ ποιητικοῦ νοῦ διωρισμένων Ἀριστοτέλει ‘ἐκεῖνο‘ φησὶν
20‘ἐπισκεπτέον, ὃ δή φαμεν ἐν πάσῃ φύσει τὸ μὲν ὡς ὕλην καὶ δυνάμει, τὸ δὲ αἴτιον καὶ ποιητικόν‘, καὶ ὅτι ἀεὶ τιμιώτερον τὸ ποιοῦν τοῦ πάσχοντος, καὶ ἡ ἀρχὴ τῆς ὕλης. ταῦτα μὲν ἀποδέχεται, διαπορεῖ δέ· ‘τίνε οὖν αὗται αἱ δύο φύσεις; καὶ τί πάλιν τὸ ὑποκείμενον ἢ συνηρτημένον τῷ ποιητικῷ; μικτὸν γάρ πως ὁ νοῦς ἔκ τε τοῦ ποιητικοῦ καὶ τοῦ δυνάμει.
25εἰ μὲν οὖν σύμφυτος ὁ κινῶν, καὶ εὐθὺς ἐχρῆν καὶ ἀεί· εἰ δὲ ὕστερον, μετὰ τίνος καὶ πῶς ἡ γένεσις; ἔοικε δ’ οὖν ὡς ἀγένητος, εἴπερ καὶ ἄφθαρ‐ τος. ἐνυπάρχων δ’ οὖν διὰ τί οὐκ ἀεί; ἢ διὰ τί λήθη καὶ ἀπάτη καὶ ψεῦδος; ἢ διὰ τὴν μῖξιν·‘ ἐξ ὧν ἁπάντων δῆλόν ἐστιν, ὅτι οὐ φαύλως ὑπονοοῦμεν ἄλλον μέν τινα παρ’ αὐτοῖς εἶναι τὸν παθητικὸν νοῦν καὶ φθαρ‐
30τόν, ὃν καὶ κοινὸν ὀνομάζουσι καὶ ἀχώριστον τοῦ σώματος, καὶ διὰ τὴν πρὸς τοῦτον μῖξιν τὴν λήθην καὶ τὴν ἀπάτην γίνεσθαί φησιν ὁ Θεόφραστος· ἄλλον δὲ τὸν ὥσπερ συγκείμενον ἐκ τοῦ δυνάμει καὶ ἐνεργείᾳ, ὃν καὶ χωρι‐ στὸν τοῦ σώματος εἶναι τιθέασι καὶ ἄφθαρτον καὶ ἀγένητον, καὶ πὼς μὲν δύο φύσεις τούτους τοὺς νοῦς, πὼς δὲ μίαν· ἓν γὰρ τὸ ἐξ ὕλη καὶ εἴδους.
35ἀλλ’ ὅπερ εἶπον, τὸ μὲν ἀποφαίνεσθαι περὶ τοῦ δοκοῦντος τοῖς φιλοσόφοις
ἰδίας καὶ σχολῆς ἐστὶ καὶ φροντίδος, ὅτι δὲ μάλιστα ἄν τις ἐξ ὧν συνηγά‐108

5,3

109

γομεν ῥήσεων λάβοι τὴν περὶ τούτων γνῶσιν Ἀριστοτέλους καὶ Θεοφράστου, μᾶλλον δὲ ἴσως καὶ αὐτοῦ Πλάτωνος, τοῦτο γοῦν πρόχειρον ἴσως διισχυρί‐ ζεσθαι. Οὗτος τοίνυν ὁ δυνάμει νοῦς ὅταν ἀπολάβῃ τὴν οἰκείαν μορφὴν
5ἐλλάμψαντος αὐτῷ τοῦ ποιητικοῦ, πρῶτον μὲν νοεῖ τὰ ἁπλᾶ καὶ ἀδιαίρετα σημαινόμενα, ὅσα ἐν ταῖς κατηγορίαις διώρισται, ἐν οἷς οὔπω τὸ ἀληθὲς ἢ τὸ ψεῦδός ἐστι· προϊὼν δὲ καὶ συντίθησιν αὐτὰ πρὸς ἄλληλα, οἷον τὸ Σωκράτης καὶ τὸ βαδίζει, ἐν οἷς ἤδη τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. συντίθησι δὲ οὐχ ὥσπερ σωρόν, ἀλλ’ ὥστε ἓν αὖθις τὰ πολλὰ ποιῆσαι καὶ περι‐
10αγαγεῖν εἰς μίαν νόησιν τὸ πλῆθος τῶν ἁπλῶν σημαινομένων· τοιοῦτον γὰρ τὸ ὁ Σωκράτης φιλοσοφεῖ, καὶ ἔοικεν ἡ σύνθεσις αὕτη τῶν ἐννοημάτων τῇ παρ’ Ἐμπεδοκλεῖ τῶν μελῶν, ἣν ἐκείνῳ συντίθησιν ἡ φιλία τὰ μέλη τῶν ζώων διεσπαρμένα, καὶ ὥσπερ ἐκείνῳ οὐ πᾶσα σύνθεσις τῶν μελῶν ποιεῖ τὸ ζῶον, οὕτως οὐδ’ ἐνταῦθα πᾶσα σύνθεσις τὸ ἀληθές, ἀλλὰ τὶς
15μὲν τὸ ἀληθὲς ποιεῖ σύνθεσις, τὶς δὲ τὸ ψεῦδος, οἷον τὸ ἀσύμμετρον μὲν συντεθὲν τῇ διαμέτρῳ τὸ ἀληθές, τὸ σύμμετρον δὲ τὸ ψεῦδος. καὶ ὥσπερ ἐκεῖ ἐξ ἁπλῶν τῶν μελῶν ἁπλοῦν γίνεται αὖθις τὸ ζῶον, οὕτως ἐξ ἁπλῶν σημαινομένων ἁπλοῦς αὖθις γίνεται ὁ λόγος. πολλοῖς δὲ προσνοεῖ καὶ τὸν χρόνον ὅταν ὡς περὶ γενομένων ἢ ἐσομένων διανοῆται, καὶ τοῦτο ἴδιον
20ἤδη τοῦ νοῦ ἢ τῆς ὑπὲρ τὴν φαντασίαν δυνάμεως τὸ συναντιλαμβάνεσθαι καὶ χρόνου ἤτοι παρελθόντος ἢ μέλλοντος· ἡ γὰρ αἴσθησις καὶ ἡ φαντασία ἀναντίληπτοι παντάπασι χρόνου καὶ μάλιστα παρεληλυθότος ἢ μέλλοντος· οὐδὲν γὰρ ἐγγίγνεται φάντασμα τῇ ψυχῇ οὐδὲ αἴσθησις τοῦ πεφιλοσοφηκότος ἢ δεδραμηκότος, ὥσπερ οὐδὲ εἰκών, ἀλλ’ ἕκαστον ὡς παρὸν ἄρτι κινεῖ τὴν
25αἴσθησιν ἢ τὴν φαντασίαν, τὸν χρόνον δὲ προσεννοῆσαι τοῦ νοῦ, καὶ ἔστι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος καὶ περὶ τὸν χρόνον. τὸ μὲν γὰρ ‘ἦν Κροῖσος ὁ Λυδὸσ‘ ἀληθές, τὸ δὲ ‘ἔστι Κροῖσος ὁ Λυδὸσ‘ ψεῦδος. πολλάκις μὲν οὖν συντίθησι τὸ ὑπάρχον τῷ πράγματι ὡς ὑπάρχον, ὅταν λέγῃ ‘ἡ χιὼν λευκή ἐστι‘, πολλάκις δὲ τὸ ὑπάρχον ὡς μὴ ὑπάρχον, ὅταν λέγῃ ‘ἡ χιὼν
30οὐκ ἔστι λευκή‘· συντίθησι γὰρ τηνικαῦτα τῷ τοιούτῳ τὸ τοιοῦτον μὴ ὑπάρχειν. εἰ δέ τις μὴ σύνθεσιν τὰ τοιαῦτα ἀλλὰ διαίρεσιν λέγοι, οὐδ’ οὗτος ἂν λέγοι κακῶς· διαιρέσει γὰρ ἔοικεν ἡ ἀπόφασις, συνθέσει δὲ ἡ κατάφασις. τάχα δὲ καὶ πάντα διαίρεσις· ἃ γὰρ ἡ φαντασία συγκεχυμένως παρὰ τῆς αἰσθήσεως ὑπεδέξατο, ὁ νοῦς διαιρεῖ· ἡ μὲν γὰρ ὡς ἓν φαντά‐
35ζεται τὸν βαδίζοντα Σωκράτην, ὁ νοῦς δὲ διαιρεῖ χωρὶς μὲν τὸ Σωκράτης, χωρὶς δὲ τὸ βαδίζει, καὶ ἐξαγγέλλει χωρὶς τὰ μὴ χωρίς· χωρίσας μέντοι
γε αὖθις ἓν ποιεῖ· εἷς γὰρ λόγος καὶ ἓν αὖθις νόημα τὸ Σωκράτης φιλο‐109

5,3

110

σοφεῖ, καὶ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ὡς ἑνὸς λόγου. δύο τοίνυν ἴδια ταῦτα τοῦ νοῦ, τό τε πολλὰ δύνασθαι νοήματα εἰς ἓν συνάγειν ὥσπερ ἕν, καὶ τὸ προσεννοεῖν τὸν χρόνον, τούτων δὲ οὐδέτερον οὔτε τῆς φαντασίας οὔτε τῆς αἰσθήσεως ἔργον ἐστί.
5 Τὸ δὲ ἁπλοῦν καὶ ἀδιαίρετον λέγεται διχῶς· ἢ γὰρ ὅτι μήτε δυνάμει μήτε ἐνεργείᾳ τοῦτό ἐστι διαιρετόν, ὥσπερ εἶχε τὰ ἄυλα εἴδη καὶ ἡ στιγμή, ἢ ὅτι δυνάμει μὲν διαιρετὸν ἐνεργείᾳ δὲ ἀδιαίρετον, ὥσπερ ἡ γραμμὴ καὶ πᾶν μέγεθος. καὶ ὁ νοῦς τοίνυν καὶ ὁ χρόνος, ᾧ προσχρῆται εἰς τὴν νόησιν, τοῖς πράγμασιν ὁμοίως καὶ διαιρετὸς καὶ ἀδιαίρετος· ἐπὶ μὲν τῶν
10ἀύλων εἰδῶν παντάπασιν ἀδιαίρετος ὅ τε χρόνος καὶ αὐτὸς ὁ νοῦς, ὅταν δὲ τὰ δυνάμει μὲν διαιρετὰ ἐνεργείᾳ δὲ ἀδιαίρετα νοῇ, νοεῖ καὶ αὐτὸς ὢν ἐνεργείᾳ ἀδιαίρετος καὶ ἐν χρόνῳ ἀδιαιρέτῳ· νοεῖ γὰρ ὡς ἓν τὸ μῆκος καὶ οὐκ ἐν τῷ ἡμίσει μὲν χρόνῳ τόδε, ἐν τῷ ἡμίσει δὲ τοδί· οὕτω γὰρ ἂν μήκη δύο καὶ οὐχὶ μῆκος νοοίη, διαιρῶν δὲ τὸ μῆκος εἰς μήκη διαιροίη
15ἂν καὶ τὸν χρόνον. τὸ δὲ μὴ κατὰ ποσὸν ἀδιαίρετον ἀλλὰ τῷ εἴδει οἷον τὸ ἄνθρωπος ἢ τὸ Σωκράτης (ἄμφω γὰρ ἀδιαίρετα τῷ εἴδει· οὔτε γὰρ τὸ τοῦ ἀνθρώπου νόημα διαιρετὸν τῷ εἴδει, ἀλλ’ εἴπερ ἄρα τοῖς καθ’ ἕκαστον, οὔτε δὴ μᾶλλον τὸ Σωκράτους), ταῦτα τοίνυν τὰ ἀδιαίρετα τῷ εἴδει καὶ ἐν χρόνῳ ἀδιαιρέτῳ νοεῖ καὶ νοήσει ἀδιαιρέτῳ· οὐ γὰρ τὸ μὲν ἥμισυ τοῦ Σω‐
20κράτους ἐν τῷ ἡμίσει, τὸ δὲ ἥμισυ αὖθις ἐν τῷ ἡμίσει, οὐδὲ παρατείνεται τῇ διεξόδῳ τῆς λέξεως δι’ ἧς προφερόμεθα τὸ ἄνθρωπος ἡ σύνθεσις τοῦ νοήματος· καὶ γὰρ τοῦτο ἤδη τῶν τοῦ νοῦ θαυμάτων· ἀκούει μὲν γὰρ ἐν χρόνῳ, νοεῖ δὲ οὐκ ἐν χρόνῳ, ἀλλ’ ἐν τῷ νῦν ὅπερ ἢ οὐδὲ ὅλως χρόνος ἐστὶν ἢ ἀμερὴς χρόνος. καὶ αὐτὸς δὲ ἀμερεῖ τῇ νοήσει νοεῖ, οὐ συμ‐
25παρατεινόμενος ὥσπερ ἔφην τῷ ὀνόματι οὐδὲ κατὰ μόριον τοῦ ὀνόματος καὶ καθ’ ἑκάστην συλλαβὴν προσλαμβάνων τι μόριον τοῦ νοήματος, ἀλλὰ τὸ μὲν ὄνομα διαιρετόν, ἀδιαίρετον δὲ τὸ νόημα. εἰ δὲ καὶ τὸ νόημα διαι‐ ρετὸν φιλονικοίη τις λέγειν, κατὰ [τὸ] συμβεβηκὸς ἂν αὐτὸ λέγοι διαιρετόν, καὶ οὐχ ᾗ αὐτὸ διαιρετόν, ἀλλ’ ᾗ τοὔνομα καὶ ἡ φωνή, δι’ ἧς καὶ προφέρεται
30αὐτὸ καὶ νοεῖ, καὶ ᾗ ἀμερὲς ὂν μεριστῇ οὔσῃ τρόπον τινὰ δύσφραστον ἐναρμόζεται. πολλὰ δὲ κατὰ συμβεβηκὸς διαιρετὰ καὶ οὐχ ᾗ αὐτὰ διαιρετά, ἀλλ’ ᾗ ἐκεῖνα δι’ ὧν γνωρίζεται, οὕτω γὰρ καὶ τὸ πέρας τοῦ χρόνου, ἐν ᾧ νοεῖ, κατὰ συμβεβηκὸς διαιρετὸν εἴποιμεν ἂν ὅτι συμβέβηκε τῷ χρόνῳ οὗ ἐστὶ πέρας καὶ δι’ ἐκείνου γνωρίζεται· εἰ μὴ γὰρ τὸ ἐν
35πλάτει νῦν ἤνυεν ὁ ἐνιαυτὸς ὁ νῦν καὶ ὁ μὴν καὶ ἡ ἡμέρα καὶ ἡ ὥρα, οὐδ’ ἂν τὸ ἀμερὲς νῦν ἐνοήσαμεν. αἴτιον δὲ ὅτι ἐν πᾶσι τοῖς διαιρουμένοις ἔνεστί τι καὶ ἀδιαίρετον καὶ ἐν πᾶσι τοῖς συνθέτοις ἁπλοῦν, καὶ τοῦτο μὲν
ἴσως οὐ χωριστὸν ἐκείνων οὐδὲ καθ’ ἑαυτὸ δυνάμενον ὑποστῆναι, ἔνεστι110

5,3

111

δ’ ὅμως· οὔτε γὰρ τῆς σημαινούσης φωνῆς τὸ σημαινόμενόν ἐστι διαστῆσαι, ἀλλ’ οὐδὲ ἐξειπεῖν οἷόν τε ἄνευ φωνῆς, τάχα δὲ οὐ συνεῖναι παρ’ ἑαυτῷ μή τινι λέξει καὶ πρὸς αὑτὸν ἐναρμόσαντα· ἀλλ’ ὅμως τοῦτό ἐστιν ὃ μεριστὴν οὖσαν τὴν λέξιν ἀμερῆ ποιεῖ καὶ διαιρετὴν ἀδιαίρετον. ὁμοίως
5δὲ καὶ ἐν τῷ χρόνῳ τὸ ἀδιαίρετον καὶ ἐν μήκει ἐστὶ καὶ ἁπλῶς ἐν ἅπαντι τῷ συνεχεῖ, ὃ ποιεῖ καὶ τὸ μῆκος ἓν καὶ τὸν χρόνον ἕνα· τὸ γὰρ συνεχὲς καὶ τὸ ἕν· διὸ λέγομεν εἶναι τὸ στάδιον ἕν, καὶ τὴν ἡμέραν μίαν καὶ τὸν μῆνα ἕνα. τουτέστιν ὅ φημι εἶναι ἐν τῷ μήκει καὶ ἐν τῷ χρόνῳ καίτοι διαιρετοῖς οὖσιν ἀδιαίρετον καὶ συνθέτοις οὖσιν ἀσύνθετον· ἐπεὶ πάντα ἂν
10ἦν τὰ ποσὰ διωρισμένα καὶ πάντα πλῆθος, νῦν δὲ καὶ τὸ πλῆθος ὑπὸ τοῦ ἑνὸς περιλαμβάνεται, καὶ οὐ μόνον τὸ συνεχὲς ποσόν, ἀλλ’ ἤδη καὶ τὸ διωρισμένον· δυὰς γὰρ καὶ τριὰς καὶ δεκὰς πλῆθος ὑφ’ ἑνός ἐστι περι‐ ειλημμένον. ὅταν δὲ λέγω τὴν στιγμὴν ἀδιαίρετον καὶ τὸ νῦν, ἕτερον τρόπον χρὴ ταῦτα ἀκούειν ἀδιαίρετα καὶ ἀσύνθετα, καὶ ὥσπερ ἐστὶ φύσει
15καὶ καθ’ ἑαυτὸ τὸ ἀδιαίρετον· ταῦτα γὰρ τῇ στερήσει τοῦ συνεχοῦς ἀδιαίρετα. οὕτω γοῦν αὐτὰ ὁ νοῦς καὶ νοεῖ καὶ ὁρίζεται· οὐ γὰρ αὐτοῖς ἐπιβάλλων· οὐδὲ γὰρ ἔχει μορφὴν οἰκείαν· ἀλλὰ ἀφαιρούμενος τὸ διάστημα καὶ τὸ μέγεθος οὗ πέρατα ἦν. ἔστι γὰρ καὶ τῷ νῷ καθάπερ καὶ τῇ αἰσθήσει τὰ μὲν κατ’ ἐπιβολὴν νοητὰ καὶ τῆς φύσεως αὐτῶν δραττόμενα,
20τὰ δὲ κατὰ στέρησιν καὶ ἀφαίρεσιν. ὥσπερ γὰρ καὶ τῇ αἰσθήσει τὸ μὲν λευκὸν καὶ τὸ φῶς κατ’ ἐπιβολήν, τὸ δὲ μέλαν καὶ τὸ σκότος κατὰ στέρησιν, καὶ τῇ ἀκοῇ ὁ μὲν ψόφος κατ’ ἐπιβολήν, ἡ σιωπὴ δὲ κατὰ στέρησιν, οὕτω καὶ τῷ νῷ τὸ μὲν ἀγαθὸν κατ’ ἐπιβολήν, τὸ δὲ κακὸν κατὰ στέρησιν, καὶ τὸ Πλατωνικὸν τοῦτο ἂν εἴη περὶ τῆς ὕλης, ὅτι νόθῳ λογισμῷ ληπτή·
25νόθος γὰρ ἀκριβῶς ἐνέργεια καὶ τοῦ νοῦ καὶ τῆς αἰσθήσεως ἡ μὴ κατ’ ἐπέρεισιν εἴδους ἀλλὰ κατὰ ἀναχώρησιν γινομένη. καθάπερ τοίνυν ἡ αἴσθησις, εἰ μὴ δύναμιν εἶχε καὶ πρὸς τὸ ἐνεργεῖν καὶ πρὸς τὸ μή, ἀλλὰ ἀεὶ ἐνήργει, οὐκ ἄν ποτε ᾐσθάνετο τοῦ σκότους, οὐδὲ ἡ ἀκοὴ τῆς σιωπῆς, οὕτως, εἰ μὴ καὶ νοῦς τις ἦν πρὸς ἀμφότερα πεφυκὼς καὶ πρὸς νόησιν
30καὶ πρὸς ἠρεμίαν, ἢ μᾶλλόν γε καὶ πρὸς νόησιν καὶ πρὸς ἄνοιαν, οὐκ ἂν ἐνόησε τὰ κακά, οὐδὲ τὸ ἄμορφον καὶ ἀνείδεον. τοιοῦτος τοίνυν ἐστὶν ὁ δυνάμει· τρόπον γάρ τινα τοῖς ἐναντίοις τὰ ἐναντία γνωρίζει, τῷ μὲν ἐνερ‐ γεῖν τὰ εἴδη, τῇ δυνάμει δὲ τὰ κατὰ στέρησιν· ἐναντία γάρ πως δύναμις καὶ ἐνέργεια. εἴ τις οὖν νοῦς μὴ κοινωνεῖ τοῦ δυνάμει, οὐδὲ τὰς στερή‐
35σεις νοεῖ· οὐδὲ ἄρα τὰ κακά. τοιοῦτος δὲ ὅ τε ἔξωθεν καὶ πολλῷ μᾶλλον111

5,3

112

τὸ πρῶτον αἴτιον ὅσῳ καὶ μᾶλλον ἀπήλλακται τοῦ δυνάμει· διὰ τοῦτο γὰρ οὗτος καὶ τὸ μάλιστα ὂν καὶ τὸ μάλιστα εἶδος νοεῖ καὶ πορρωτάτω στερήσεως καὶ ἀμορφίας· τοιοῦτος δὲ αὐτός, ἑαυτὸν ἄρα νοεῖ, καὶ οὗτός ἐστιν οὗ τὴν οὐσίαν ἐνέργειαν λέγειν προσήκει καὶ ὃν ἀκριβῶς χωριστόν, οὐδὲ ἀκαρεὶ προσαρμοζό‐
5μενον τῷ δυνάμει. οὐ διὰ τοῦτο δὲ ὁ τοιοῦτος νοῦς οὐ τιμιώτερος τοῦ νοοῦντος τὰ ἐναντία· τιμιώτερος γὰρ νοῦς οὐχ ὁ τὰ πλείω νοῶν ἀλλ’ ὁ τὰ ἀμείνω. οὐ διῄρηται δὲ ἐπ’ αὐτοῦ τὸ νοητὸν καὶ ὁ νοῦς, ὥσπερ ἐπὶ τοῦ δυνάμει, ἀλλ’ ἔστι καθὸ νοῦς νοητός, καὶ καθὸ νοητὸς αὖθις καὶ νοῦς, καὶ τὸ ἀληθὲς ἁπλῶς ἐπ’ αὐτοῦ, μᾶλλον δὲ αὐτὸς ἡ ἀλήθεια. οὐ γὰρ ἄλλο νοῶν ἀληθεύει
10ἀλλ’ ἑαυτόν, ὁ δὲ ἡμέτερος ἅτε σμικρὸν ἴνδαλμα ἐκείνου φέρων καὶ τὸ ἀληθὲς οὐχ ἁπλοῦν ἐπιδείκνυται, ἀλλ’ ὃ τῷ ψεύδει ἀντίκειται. ἀνάγκη γὰρ εἰ ἐν τῇ καταφάσει τὸ ἀληθές, ἐν τῇ ἀποφάσει γίνεσθαι τὸ ψεῦδος, ὥστε αἰεὶ συμπεφυρμένον ἔχει τῷ ἀληθεῖ τὸ ψεῦδος καὶ συμπαραθεωρού‐ μενον. ὅταν μέντοι γε τῶν ἁπλῶν τι σημαινομένων ἐπισκοπῇ καὶ τὸ εἶδος
15αὐτοῦ θεωρῇ καὶ τὸν λόγον τοῦ τί ἦν εἶναι, ἥκιστα μὲν διαψεύδεται, οὐ μὴν ἀεὶ τυγχάνει τοῦ ὄντος, ἀλλ’ ὥσπερ ἡ ὄψις μόνον μὲν κρίνουσα τὸ λευκὸν ἐλάχιστα ἂν διαμαρτάνοι, Κλέωνα δὲ εἶναι τὸ λευκὸν ἀποφαινομένη πολλάκις διαμαρτάνει, οὕτω καὶ ὁ νοῦς, ἔστ’ ἂν μὲν ἵστηται ἐπ’ αὐτῆς τῆς ἐννοίας τοῦ τί ἦν εἶναι, οἷον τοῦ ἀγαθοῦ ἢ τοῦ καλοῦ, ὡς τὰ πολλὰ
20ἀναμάρτητος καὶ ἀψευδής· ὅταν δὲ ἀγαθὸν τοῦτο λέγῃ καὶ τοῦτο καλόν, ἀλλοτριονομεῖ πολλάκις καὶ ἐπαλλάττει τὰ τοιαῦτα τοῖς μὴ τοιούτοις, καὶ ἐνταῦθα ἤδη πολὺ τὸ ψεῦδος καὶ ἡ ἀπάτη. δεῖ οὖν ἵστασθαι ἐπὶ τῶν εἰδῶν καὶ μάλιστα ζητεῖν τὸ ἄνευ ὕλης· περὶ ταῦτα γὰρ τὸ ἴδιον ἔργον τοῦ νοῦ.
25 Ὅμως δὲ εἰ καὶ πολὺ βέλτιον ὁ νοῦς τῆς αἰσθητικῆς δυνάμεως, τὰ πολλὰ αὐτῷ ὑπάρχει ἀνάλογον καὶ τῇ αἰσθήσει. ὡς γὰρ ἡ ἐκείνης ἐνέργεια οὐ πάθος ἐστὶν οὐδὲ ἀλλοίωσις, ἀλλ’ οὐδὲ κίνησις ὅλως (ἀτελοῦς γὰρ ἥ γε κίνησις καὶ αἰεὶ προσλαμβάνοντος τὸ ἄλλο καὶ ἄλλο, ἡ δὲ τῆς αἰσθήσεως ἐνέργεια ἀεὶ τελεία· διόπερ οὐδὲ κίνησις ἢ ἕτερον εἶδος κινή‐
30σεως), οὕτως καὶ ἡ τοῦ νοῦ πρὸς τὰ νοητὰ ἐπιβολή [οὐδὲ] ἡ τοῦ τὴν ἕξιν ἔχοντος ἤδη, ὥσπερ τοῦ ἐπιστήμονος ἡ περὶ τὰ ἐπιστητὰ ἐνέργεια καὶ ἐπι‐ βολὴ οὐ κίνησις ἀλλ’ ἐνέργεια, διότι τελείου καὶ αὐτὴ τελεία. ἡ γὰρ τοῦ δυνάμει γενέσει μᾶλλον προσέοικεν ἢ τελειώσει. τοῦτό τε οὖν αὐτοῖς ἀνά‐ λογον καὶ ἔτι ἡ ὄρεξις καὶ ἡ φυγή. μικρὸν δὲ ἄνωθεν.
35Ἡ γὰρ αἴσθησις ποτὲ μὲν τοῦτο ἀποφαίνεται μόνον ὅτι ξανθόν, ποτὲ
δὲ καὶ ὅτι ἡδὺ τὸ ξανθόν. ὅταν μὲν οὖν τοῦτο μόνον ἀποφαίνηται ὅτι112

5,3

113

ξανθόν, οὔτε φεύγει οὔτε διώκει· ὅταν δὲ προσαποφαίνηται ὅτι ἡδὺ ὥσπερ τὸ μέλι, τότε διώκει, καὶ ὅταν γε ὅτι λυπηρὸν ὥσπερ τὴν χολήν, τηνικαῦτα φεύγει. θέα τοίνυν ταὐτὸ τοῦτο καὶ ἐπὶ τοῦ νοῦ. ὅταν μὲν γὰρ νοῇ μόνον τί τὸ τί ἦν εἶναι τῆς ὑγιείας, οὔτε φεύγει οὔτε διώκει· ὅταν δὲ προσνοῇ
5καὶ προσδοξάζῃ ὅτι ἀγαθὸν ἡ ὑγίεια, τότε διώκει. ὅπερ τοίνυν τῇ αἰσθή‐ σει τὸ ἡδύ, τοῦτο τῷ νῷ δύναται τὸ ἀγαθόν, καὶ ὅπερ τῇ αἰσθήσει τὸ λυπηρόν, τοῦτο τῷ νῷ δύναται τὸ κακόν· ἀγαθοῦ γὰρ ἡ αἴσθησις ἀντι‐ λαμβάνεσθαι οὐχ οἵα τε οὐδὲ κακοῦ, ἀλλὰ μόνον τοῦ τέρποντος ἢ ἀνιῶντος, τὸ δὲ ἀγαθὸν καὶ τὸ κακὸν τοῦ νοῦ μόνου κρίνειν ἐστί, νοῦ δὲ οὗ πολλά‐
10κις εἰρήκαμεν, τοῦ καὶ τὸν χρόνον ἐφεξῆς προσεννοοῦντος. ἀλλ’ ὅμως ἓν οἴεται τὸ ἡδὺ καὶ τὸ ἀγαθὸν εἶναι ἡ αἴσθησις καὶ τὸ λυπηρὸν καὶ τὸ κακόν· ἕλκει γοῦν ἐπὶ τὰ ἡδέα καὶ ἀπὸ τῶν λυπηρῶν ἀποστρέφει· ὁ νοῦς δὲ ἀντιβαίνει πολλά‐ κις ταῖς ἐκείνης ὁρμαῖς ἄλλο τι λέγων τὸ ἡδὺ τοῦ ἀγαθοῦ καὶ τὸ λυπηρὸν τοῦ κακοῦ. τῇ δὲ διανοητικῇ ψυχῇ τὰ μὲν φαντάσματα πρόκειται ὥσπερ
15καὶ τὰ αἰσθήματα τῇ αἰσθήσει, τὸ δὲ ἀγαθὸν καὶ τὸ κακὸν ὥσπερ ἐκείνῃ τὸ ἡδὺ καὶ τὸ λυπηρόν. ὅταν οὖν αὐτὰ συμπλέξῃ οἷον τὸ φάντασμα καὶ τὸ ἀγαθόν, ἢ τὸ φάντασμα καὶ τὸ κακόν, τότε φεύγει ἢ διώκει καὶ ἔοικε καταφάσει ἡ δίωξις, ἀποφάσει δὲ ἡ φυγή. ἀλλ’ ὥσπερ οὐχ οἷόν τε ἦν τὴν αἴσθησιν ἄνευ τῶν αἰσθητῶν ἐνεργῆσαι, οὕτως οὐδὲ τὸν νοῦν τὸν
20συμφυῆ τῇ ψυχῇ τῇ ἡμετέρᾳ ἄνευ τῶν ἐκ τῆς αἰσθήσεως φαντασμάτων· καὶ γὰρ ὅταν ὀρέγηται καὶ ὅταν φεύγῃ, προτρέχει πάντως ἡ φαντασία. εἰ δέ τις νοῦς μήτε ἐνδεὴς ὥστε ἐφίεσθαι, μήτε ἀσθενὴς ὥστε φεύγειν, οὗτος οὐκ ἂν δέοιτο φαντασίας. ὄρεξις δὲ αἰσθητικὴ μὲν ἐπιθυμία, διανοητικὴ δὲ βούλησις, καὶ ἡ μὲν τοῦ ἡδέος, ἡ δὲ τοῦ ἀγαθοῦ, καὶ τῷ μὲν ὑπο‐
25κειμένῳ ταὐτὸν αἴσθησίς τε καὶ ὄρεξις αἰσθητική, τῷ λόγῳ δὲ ἄλλο, ὥσπερ καὶ νοῦς καὶ βούλησις τῷ μὲν ὑποκειμένῳ ταὐτόν, διαφέρει δὲ τῷ τί ἦν εἶναι. οὐχ ἕτερον δὲ τὸ ὀρεκτικὸν καὶ τὸ φευκτικὸν οὔτε ἀλλήλων οὔτε τῆς δυνάμεως τῆς αἰσθητικῆς, ὥσπερ οὐδὲ τὸ βουλόμενον καὶ μὴ βουλό‐ μενον οὔτε ἀλλήλων οὔτε αὐτῆς τῆς δυνάμεως τῆς νοητικῆς, ἀλλ’ ἡ αὐτὴ
30δύναμις καὶ φεύγειν πέφυκε καὶ διώκειν, ἡ αὐτὴ καὶ βούλεσθαι καὶ μὴ βούλεσθαι, ὀρέξεις δὲ ἅπαντα ταῦτα· ὀρέγεται γὰρ καὶ ὅταν φεύγῃ τοῦ φυγεῖν, καὶ ὅταν μὴ βούληται τοῦ μὴ περιπεσεῖν ᾧ μὴ βούλεται. ὃ τοί‐ νυν πολλάκις εἰρήκαμεν, τοῦτο πάλιν ἀναληπτέον, ὅτι τῷ νῷ τὰ εἴδη ἐν τοῖς φαντάσμασίν ἐστιν, ὥσπερ τῇ αἰσθήσει τὰ εἴδη ἐν τοῖς αἰσθήμασι,
35καὶ ἐν ἐκείνοις αὐτὰ νοεῖ. συμβαίνει οὖν αὐτῷ καὶ παρούσης τῆς αἰσθή‐ σεως καὶ ἀπούσης κινεῖν τὴν ὄρεξιν παραπλησίως. ἡ γὰρ δόξα τοῦ ἀγαθὸν
ἢ κακὸν εἶναι ὃ νοεῖ, διωκτὸν αὐτὸ ἢ φευκτὸν ποιεῖ. ὁρῶν μὲν γὰρ113

5,3

114

τὸν φευκτὸν καὶ συνείς, ὅτι πολέμιος, φεύγει, καὶ μὴ ὁρῶν δὲ ἀλλ’ ἑαυτῷ προβάλλων τὰ φαντάσματα καὶ προστιθεὶς τὴν δόξαν ταὐτὸν ποιεῖ. ταῦτα δέ ἐστι τὰ ἔργα τοῦ πρακτικοῦ νοῦ· τούτου γὰρ τὸ κινεῖν τὴν ὄρεξιν, ἐπεὶ ὅ γε θεωρητικὸς νοῦς γιγνώσκει μόνον. ἔστι μέντοι καθάπερ τῇ αἰσθήσει
5τὸ ἡδὺ καὶ τὸ λυπηρόν, οὕτως αὖ πάλιν τῷ θεωρητικῷ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, τὸ ἀληθὲς μὲν ἀντὶ τοῦ ἀγαθοῦ, τὸ ψεῦδος δὲ ἀντὶ τοῦ κακοῦ, διαφέρει δὲ ὅτι τὸ μὲν ἀληθὲς ἁπλῶς ἀληθές, καὶ τὸ ψεῦδος παραπλησίως, τὸ δὲ ἀγαθὸν τινὶ καὶ τὸ ἡδὺ τινί, ὥστε ὁ μὲν θεωρητικὸς τὸ ἁπλῶς κρίνει, ὁ δὲ πρακτικὸς τὸ τινί. νοεῖ δὲ ἄλλως μὲν τὰ καθ’ αὑτὰ νοητά,
10ἄλλως δὲ τὰ ἀφαιρέσει λεγόμενα, τὴν γραμμὴν λέγω καὶ τὴν ἐπιφάνειαν καὶ ὅση ὕλη γεωμετρίας· ταῦτα γάρ ἐστι μὲν πέρατα τῶν σωμάτων τῶν φυσικῶν, νοεῖ δὲ αὐτὰ οὐ συλλαμβάνων τὸ φυσικὸν σῶμα, ὥσπερ εἰ τὸ σιμὸν οἷός τε ἦν χωρίζειν τῆς ῥινὸς ἢ τῆς σαρκὸς ᾗ συμβέβηκεν· ἐνόει γὰρ ἂν τὸ μὴ δυνάμενον ἄνευ τῆς ῥινὸς ὑποστῆναι χωρὶς τῆς ῥινός. νῦν
15δὲ ἐπὶ τοῦ σιμοῦ μὲν τοῦτο ποιεῖν ἀδυνατεῖ· ὁ γὰρ λόγος τοῦ σιμοῦ τὴν ῥῖνα περιλαμβάνει· ῥινὸς γὰρ πάντως καὶ σαρκὸς κοιλότης ἐστὶν ἡ σιμότης, αὐτὸ δὲ τὸ κοῖλον καὶ τὸ κυρτὸν καὶ τὴν εὐθεῖαν καὶ τὴν κεκλασμένην καὶ τὸ τρίγωνον καὶ τὸ τετράγωνον οἷός τέ ἐστι καθ’ ἑαυτὰ θεωρεῖν, καίτοι μὴ καθ’ αὑτὰ ὑφεστῶτα. αἴτιον δὲ ὅτι εἰ καὶ μὴ κεχώρισται τὰ τοιαῦτα
20τῶν σωμάτων τῶν φυσικῶν, ἀλλ’ ὁ λόγος αὐτῶν καὶ τὸ τί ἦν εἶναι τὴν ὕλην οὐ συνεφέλκεται. διὰ τοῦτο οὖν τὰ καθ’ ὑπόστασιν μὴ κεχωρισμένα ὁ νοῦς ἑαυτῷ δύναται ποιεῖν κεχωρισμένα πρὸς τὴν τοῦ ποσοῦ θεωρίαν, ἡ θεωρία δὲ τοῦ ποσοῦ οὐ δεῖται τοῦ φυσικοῦ σώματος οὐδὲ τῶν ὑπαρχόν‐ των αὐτῷ παθῶν ᾗ φυσικόν, οἷον θερμότητος ἢ ψυχρότητος ἢ ξηρότητος
25ἢ ὑγρότητος, ἀλλὰ τῶν διαστημάτων αὐτοῦ μόνον καὶ τῶν περάτων. καὶ διὰ τοῦτο γεωμετρία καὶ ἀριθμητικὴ μάλιστα τῶν ἐπιστημῶν ἀφεστήκασι τῆς φυσικῆς ὕλης, ὅτι δίχα τοῦ παρασυνθεωρεῖν αὐτὴν προΐασιν αὐταῖς αἱ ἀποδείξεις· διὸ καὶ τῆς αἰσθήσεως ἥκιστα προσδέονται, ὅτι καὶ ὕλης· ἀστρονομία δὲ καὶ μουσικὴ πειρῶνται μὲν καὶ αὐταί, οὐχ ὁμοίως δὲ
30ἐξευποροῦσιν, ἀλλ’ ἡ αἴσθησις αὐταῖς καὶ ἀρχὴ καὶ τέλος τῆς θεωρίας. Τὰ μὲν οὖν ἐξ ἀφαιρέσεως οὕτω νοεῖ· εἰ δὲ καὶ τὰ φύσει κεχωρι‐ σμένα καὶ τὰ ἁπλῶς ἄυλα εἴδη οἷός τέ ἐστι νοεῖν ἐν τῷ σώματι ὢν καὶ μὴ κεχωρισμένος μεγέθους, σκεπτέον μὲν καὶ ὕστερον, ῥητέον δὲ καὶ νῦν· δόξειε γὰρ ἂν εὔλογον εἶναι, καθάπερ ἐκεῖνος ὁ θεῖος νοῦς χωριστὸς ὢν
35καὶ ἐνεργείᾳ οὐδὲν νοεῖ τῶν ἐνύλων, μηδὲ τὸν ἔνυλον νοεῖν τι τῶν κεχωρι‐
σμένων. ὁ δὲ θεῖος νοῦς οὐδὲν νοεῖ τῶν ἐνύλων εἰκότως· οὐ γὰρ ἔχει δύ‐114

5,3

115

ναμιν ᾗ τῶν στερήσεων ἀντιλήψεται, καὶ τοῦτο οὐκ ἦν ἐλάττωμα αὐτοῦ ἀλλ’ ὑπεροχή· οὐδὲ γὰρ τὴν τοῦ φθείρεσθαι δύναμιν ἔχει καὶ οὐ διὰ τοῦτο τῶν ἐχόντων αὐτὴν ἐλαττοῦται. ὅπερ οὖν ἔφην, εἰ οὗτος μηδὲν τῶν ἐνύλων νοεῖ, δόξειεν ἂν ἀκόλουθον εἶναι μηδὲ τὸν ἔνυλον νοεῖν τι τῶν ἔξω
5τῆς ὕλης. οὐ μὴν ἀληθὲς τοῦτο· ἔχει γὰρ οὗτος δύναμιν τοῦ νοεῖν καὶ τὰ ἄυλα παντελῶς. ὃς γὰρ καὶ τὰ ἔνυλα εἴδη χωρίζων τῆς ὕλης νοεῖ, δηλονότι πέφυκε μᾶλλον τὰ κεχωρισμένα νοεῖν· ἡ γὰρ ἐλάττωσις αὐτῷ πρὸς τὸν θεῖον νοῦν οὐχ ὅτι μηδέποτε δύναται νοεῖν τὰ ἄυλα εἴδη, ἀλλ’ ὅτι μὴ συνεχῶς καὶ ἀεί.
10 Ταῦτα μὲν οὖν πολλάκις ἐπισκεπτέον· νῦν δὲ περὶ ψυχῆς τὰ λεχθέντα συγκεφαλαιώσαντες εἴπωμεν πάλιν, ὅτι ἡ ψυχὴ τὰ ὄντα πώς ἐστιν ἅπαντα. ἢ γὰρ αἰσθητὰ τὰ ὄντα ἢ νοητά. ἔστι δὲ ἡ μὲν κατ’ ἐνέργειαν ἐπιστήμη τὰ ἐπιστητά, ἡ δὲ κατ’ ἐνέργειαν αἴσθησις τὰ αἰσθητά. πῶς δὲ τοῦτο, εἴρηται μὲν καὶ πρότερον ἱκανῶς, νῦν δὲ καὶ ἕτερόν τι προσλη‐
15πτέον. τὰ ὄντα τοίνυν τὰ μὲν δυνάμει τὰ δὲ ἐνεργείᾳ, οὕτω δὲ καὶ ἡ ψυχὴ τὰ μὲν δυνάμει εἴδη ἐστί, τὰ δὲ ἐνεργείᾳ· ὅταν μὲν γὰρ ἔχῃ τὴν ἕξιν τῆς αἰσθήσεως καὶ τοῦ νοῦ, μὴ ἐνεργῇ δέ, δυνάμει ἐστὶ τὰ ὄντα, ὅταν δὲ ἐνεργῇ ταῖς ἕξεσιν ἀμφοτέραις, ἐνεργείᾳ ἐστὶ τὰ ὄντα. καλῶς δὲ λέγομεν τὰ ὄντα εἶναι ἅπαντα τὴν ψυχήν· τὰ γὰρ εἴδη ἐστὶ τὰ ὄντα καὶ κατὰ τὸ
20εἶδος ἕκαστόν ἐστιν ὅ ἐστιν, ἡ δὲ ὕλη γενέσεως ἦν μᾶλλον αἰτία καὶ τοῦ γίνεσθαι, οὐ τοῦ εἶναι· ἡ μὲν γὰρ ἄπαυστος ῥοὴ τῶν σωμάτων διὰ τὴν ὕλην, ἀτρεμίζει δὲ ἕκαστον καὶ ταὐτόν ἐστιν ἐπί τινα χρόνον διὰ τὸ εἶδος. καλῶς οὖν λέγεται τὰ ὄντα πάντα εἶναι τὴν ψυχήν, ἐπειδὴ τὰ εἴδη τῶν ὄντων πάντων λαμβάνει τῷ τε νῷ καὶ τῇ αἰσθήσει, καὶ γίνεται αὐτοῖς ἡ
25αὐτή. γίνεται δὲ οὐχ ὅλοις τοῖς πράγμασιν ἡ αὐτή· οὐ γὰρ λίθος ἐν τῇ ψυχῇ οὐδὲ πῦρ οὐδὲ γῆ. λείπεται τοίνυν τὰ εἴδη γίγνεσθαι τὴν ψυχήν, καὶ οὐδὲν κωλύει λόγον λόγῳ συναρμόζεσθαι καὶ μορφὴν μορφῇ, ὥστε ἡ ψυχὴ ὥσπερ ἡ χείρ. καὶ γὰρ ἡ χεὶρ ὄργανον ὀργάνων, δι’ οὗ χρώμεθα τοῖς ἄλλοις ὀργάνοις, καὶ ἡ ψυχὴ εἶδος εἰδῶν ᾧ ἀντιλαμβανόμεθα τῶν
30ἄλλων εἰδῶν. μήποτε δὲ οὐ τῷ λαμβάνειν μόνον τὰ εἴδη πάντα λέγεται καλῶς εἶναι τὰ ὄντα ἡ ψυχή, ἀλλὰ καὶ τῷ ἐντιθέναι τὰ εἴδη τῇ ὕλῃ. αὕτη γάρ ἐστιν ἡ τὴν ὕλην μορφοῦσα ποικίλαις μορφαῖς· ἡ γὰρ ζωὴ παρὰ ταύτης ἡ πολὺ [τῆς ὕλης] τρανεστέρα μὲν ἐπὶ τῶν ζώων, ἀμυδροτέρα δὲ ἐπὶ τῶν φυτῶν καὶ τῶν στοιχείων.
35Οἷς δὲ οὐδὲν εἶναι πρᾶγμα δοκεῖ παρὰ τὰ μεγέθη τὰ αἰσθητὰ
κεχωρισμένον, τούτοις ἀκολουθεῖ τὰ νοητὰ εἴδη τίθεσθαι ἐν τοῖς εἴδεσι τοῖς115

5,3

116

αἰσθητοῖς, τοιαῦτα δὲ τὰ τῇ ἀφαιρέσει λεγόμενα καὶ ὅσα τῶν αἰσθητῶν ἕξεις καὶ πάθη *** τὰ δὲ ὥσπερ συμπεφυρμένα τῇ ὕλῃ, ἅπαντα δ’ οὖν ὅμως αὐτῆς ἐξημμένα. σημεῖον δέ· ὁ γὰρ ἐκ γενετῆς τυφλὸς καὶ κωφὸς οὐκ ἂν μάθοι γεωμετρίαν, μήποτε δὲ οὐδ’ ἂν φαντασθείη κύκλον ἢ τρίγω‐
5νον, εἰ μὴ θερμὸν ἴσως καὶ ψυχρὸν καὶ γλυκὺ καὶ πικρὸν καὶ 〈ὡσ〉 τὸ εὐῶδες καὶ τὸ δυσῶδες, ἃ καὶ αἰσθάνεται. καὶ τὸ ἓν δὲ καὶ τὰ δύο καὶ τὸν ἀριθμὸν ἐκ τῶν αἰσθητῶν ὁ νοῦς ἐξ ἀρχῆς ἐρανίζεται. διὰ τοῦτο οὖν καὶ νῦν ὅταν θεωρῇ τὰ τοιαῦτα ἀνάγκη αὐτῷ ἅμα φαντάσματι θεωρεῖν· τὰ γὰρ φαντάσματα ὥσπερ αἰσθήματά ἐστι πλὴν ἄνευ ὕλης.
10 Ἔστι δὲ τὰ μὲν κατὰ συμπλοκὴν λεγόμενα καὶ νοούμενα φανερῶς ἕτερα τῶν φαντασμάτων· ἡμέρας μὲν γὰρ καὶ φωτὸς τὰ αὐτὰ φαντάσματα μένει ἐν τῇ ψυχῇ, συμπλέκει δὲ αὐτὰ ὁ νοῦς ποικίλως ἐν τῷ ‘εἰ ἡμέρα ἐστί, φῶς ἐστι‘ καὶ ἐν τῷ ‘ἡμέρα ἐστὶ καὶ φῶς ἐστι‘ καὶ ἐν τῷ ‘ἡμέρα μέν ἐστι, φῶς δὲ οὐκ ἔστι‘ καὶ ἐν τῷ ‘ἔστω ἡμέραν εἶναι καὶ φῶς εἶναι‘·
15καὶ αὗται πᾶσαι αἱ συμπλοκαὶ διαφέρουσιν ἀλλήλων τε καὶ τῶν φαντασμά‐ των, καὶ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος κατὰ τὴν συμπλοκήν, ἐν ταῖς φαντασίαις δὲ οὔ. τὰ δὲ ἁπλᾶ καὶ πρῶτα νοήματα τί διοίσει τοῦ μὴ φαντάσματα εἶναι; ἢ οὐδὲ τἆλλα φαντάσματα, ἀλλ’ οὐκ ἄνευ φαντασμάτων· οὐ γὰρ ταὐτὸν τό τε νόημα τὸ ἀπὸ τοῦ Σωκράτους καὶ ἡ φαντασία, ἀλλὰ τὰ μὲν
20φαντάσματα τύπος τις καὶ ἴχνος αἰσθήσεως καὶ ὥσπερ πεῖσις, εἴ μοι τὴν πεῖσιν νοοίης ὡς πολλάκις προειρήκαμεν, τὸ νόημα δὲ ἐνέργεια τοῦ νοῦ περὶ τὸ φάντασμα ὑποκείμενον. ταύτῃ τοι καὶ ποικίλως αὐτῷ χρῆται καὶ ταῖς πτώσεσιν ἐξαλλάττων καὶ τοῖς ἄρθροις.
23
24tΘΕΜΙΣΤΙΟΥ ΤΩΝ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΠΑΡΑΦΡΑΣΕΩΝ ΠΕΡΙ ΨΥΧΗΣ
25tΛΟΓΟΣ ΕΒΔΟΜΟΣ.
26 Ἐπεὶ δ’ ἡ ψυχὴ τῶν ζώων κατὰ δύο ὥρισται μάλιστα δυνάμεις, τήν τε κριτικήν, αὕτη δέ ἐστι διανοίας ἔργον καὶ αἰσθήσεως, καὶ τὴν κινητικὴν τῆς κατὰ τόπον κινήσεως, περὶ μὲν αἰσθήσεως καὶ νοῦ διωρίσθω τέως τοσαῦτα· περὶ δὲ τοῦ κινοῦντος τί ποτέ ἐστιν, ἑξῆς σκεπτέον, πότερον ἕν τι μόριον τῆς
30ψυχῆς καὶ τοῦτο χωριστὸν κατὰ μέγεθος ἢ κατὰ λόγον, ἢ πᾶσα ἡ ψυχή·
καὶ εἰ μόριον, πότερον ἕτερον παρὰ τὰ λέγεσθαι εἰωθότα οἷον τὸ λογιστικὸν116

5,3

117

καὶ θυμικὸν καὶ ἐπιθυμητικόν, ἢ τούτων ἕν τι. καίτοι γε αὐτὸ τοῦτο ἀπορίαν ἔχει πολλήν, πότερον δεῖ μόρια λέγειν ψυχῆς μεγέθει καὶ τόπῳ διεστηκότα, ἢ δυνάμεις πλείους ἐν ταὐτῷ ὑποκειμένῳ διαφερούσας, ὥσπερ εἶχεν ἐπὶ τοῦ μήλου τὸ γλυκὺ καὶ τὸ εὐῶδες καὶ τὸ λευκόν. εἰ δὲ
5μόρια, πόσα ἄρα τὸν ἀριθμόν, καὶ εἰ μόνα τὰ τρία, ὡς τίθενταί τινες, ἢ καὶ πλείω. σχεδὸν γὰρ οὐκ εὐαρίθμητα φαίνεται τὰ μέρη τῆς ψυχῆς, εἰ τοιαύτας λαμβάνοι τις τὰς διαφοράς, αἷς τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν καὶ τὸν λογισμὸν χωρίζουσι· φαίνεται γὰρ ἄλλα μόρια μείζω διάστασιν ἔχοντα τούτων· τὸ γὰρ θρεπτικὸν ὃ καὶ τοῖς φυτοῖς ὑπάρχει καὶ πᾶσι τοῖς ζώοις, μακρῷ
10μᾶλλον τῶν τριῶν διενήνοχεν ἢ τὰ τρία ταῦτα ἀλλήλων, καὶ τὸ αἰσθητικὸν δὲ παραπλησίως· οὔτε γὰρ ὡς λόγον ἔχον αὐτό, οὔτε ὡς ἄλογον παντελῶς θετέον. καθὸ μὲν γὰρ κρίνει τὰς ἐν τοῖς αἰσθητοῖς διαφορὰς καὶ ἀφορμὴ καὶ ἐπιβάθρα γίνεται τῷ λόγῳ, κατὰ τοῦτο ἂν δόξειε νοῦ κοινωνεῖν· καθὸ δέ ἐστιν οὐδὲν ἔλαττον ἐν τοῖς ἀλόγοις ζώοις, ταύτῃ δὲ αὖ πάλιν ἄλογον ἂν νομισθείη.
15ἔτι δὲ τὸ φανταστικὸν τῷ μὲν εἶναι 〈καὶ〉 κατὰ τὸν λόγον ἕτερον τῶν εἰρημένων· εἴπερ δὲ τὰ τρία μέρη μόνα τουτέστι τὰ λεγόμενα τῆς ψυχῆς, ἢ τῷ λόγῳ συντακτέον αὐτὴν ἢ τῇ ἐπιθυμίᾳ ἢ τῷ θυμῷ. πρὸς ἅπασι δὲ τοῖς εἰρη‐ μένοις τὸ ὀρεκτικόν, ὃ καὶ τῷ λόγῳ πάμπολυ διαφέρει καὶ τῇ δυνάμει καὶ τῇ ἐνεργείᾳ τῶν προειρημένων ἁπάντων, ἓν τιθείη τις ἂν τῶν τριῶν· καὶ
20γὰρ ἄτοπον ἴσως τὸ διασπᾶν ταύτην τὴν δύναμιν καὶ τιθέναι αὐτὴν καὶ ἐν τῷ λόγον ἔχοντι καὶ ἐν τῷ ἀλόγῳ, καὶ μὴ ποιεῖν καὶ ταύτην χωρὶς ὥσπερ ἐκείνων ἕκαστον. ἀλλ’ ὅθεν ἐξετραπόμεθα, τί τὸ κινοῦν κατὰ τόπον τὸ ζῶόν ἐστι; τὴν μὲν γὰρ κατὰ αὔξησιν κίνησιν καὶ φθίσιν τὸ πᾶσιν ὑπάρχον δόξειεν ἂν κινεῖν, λέγω δὲ τὸ γεννητικὸν καὶ θρεπτικόν, σκεπτέον δὲ ὕστερον
25καὶ περὶ ἀναπνοῆς καὶ ἐκπνοῆς, ὑπὸ τίνος γίνονται δυνάμεως, καὶ περὶ ὕπνου καὶ ἐγρηγόρσεως· κινήσεις γὰρ καὶ αὗται καὶ ἀλλοιώσεις τοῦ ζώου. ἀλλ’ ὅ γε προυθέμεθα ἐξ ἀρχῆς περὶ τῆς κατὰ τόπον κινήσεως, τί τὸ κινοῦν τὸ ζῶον τὴν πορευτικὴν κίνησιν ἐπισκεπτέον. Ὅτι μὲν οὖν ἡ θρεπτικὴ δύναμις οὐ κινεῖ τὸ ζῶον ταύτην τὴν κίνη‐
30σιν, δῆλον· αἰεὶ γὰρ ἕνεκά τινος ἡ κίνησις ἡ κατὰ τόπον καὶ μετὰ φαντα‐ σίας καὶ διώξεως ἢ φυγῆς τοῖς μὴ βίᾳ κινουμένοις ἀλλ’ ἑκουσίως· ἡ θρεπτικὴ δὲ φαντασίας ἄμοιρος παντελῶς, διὰ τοῦτο δὲ καὶ ὀρέξεως· πᾶσα γὰρ ὄρεξις ἐπ’ αἰσθήσει καὶ φαντασίᾳ. ὀρεγόμενα μὲν οὖν τῆς τροφῆς ἐπ’ αὐτὴν κινεῖται τὰ ζῶα· οὐ μὴν διὰ τοῦτο ταὐτὸν ἡ θρεπτικὴ δύναμις
35τῇ ὀρεκτικῇ· σημεῖον δέ· ἐν γὰρ τοῖς φυτοῖς ἡ θρεπτικὴ μέν ἐστιν, ἡ ὀρεκτικὴ δὲ οὐδαμῶς, διότι μηδὲ αἴσθησις μηδὲ φαντασία. εἰ δ’ ἦν ἐν τῷ θρεπτικῷ τὸ κατὰ τόπον κινητικόν, εἶχεν ἄν τι μόριον ὀργανικὸν πρὸς
τὴν κίνησιν τὴν πορευτικὴν τὰ φυτά· οὐδὲν γὰρ μάτην ἡ φύσις δίδωσιν.117

5,3

118

ἀλλ’ οὐδὲ τὸ αἰσθητικὸν ταὐτὸν τῷ κατὰ τόπον κινητικῷ· πολλὰ γὰρ τῶν ζώων αἴσθησιν μὲν ἔχει, μόνιμα δ’ ἐστὶ καὶ ἀκίνητα διὰ τέλους οὐδὲ δύ‐ ναμιν ἔχοντα τοῦ κατὰ τόπον κινεῖσθαι· μάτην γὰρ ἂν εἶχεν, ἡ δὲ φύσις ἄμφω κατ’ ἴσον φυλάσσεται καὶ τὸ μάτην τι προστιθέναι καὶ τὸ ἐλλείπειν
5τι τῶν ἀναγκαίων, πλὴν ἐν τοῖς πηρώμασι καὶ ἀτελέσι. τὰ δὲ τοιαῦτα τῶν ζώων τέλεια καὶ οὐ πηρώματά ἐστι. σημεῖον δέ, ὅτι γεννητικὰ ἑτέρων τοιούτων καὶ ἀκμὴν ἔχει καὶ φθίσιν. ἀλλὰ μὴν οὐδὲ τὸ λογιστικὸν καὶ ὁ καλούμενος νοῦς ἐστιν ὁ κινῶν· ἐπεὶ γὰρ διττὸς ὁ νοῦς, ὁ μὲν θεωρητικὸς οὐδὲν θεωρεῖ τῶν πρακτῶν οὐδὲ περὶ φευκτοῦ καὶ ὀρεκτοῦ διανοεῖται, ἡ
10κίνησις δὲ ἡ κατὰ τόπον ἢ φεύγοντος ἢ διώκοντος· ὁ δὲ πρακτικὸς νοεῖ μέν τι περὶ τούτων, κύριος δὲ οὐκ ἔστι τῆς κινήσεως. πολλάκις γοῦν τι διανοεῖται φυγῆς ἄξιον καὶ οὐ φεύγει, οἷον σεισμὸν ἢ θηρίον, ἀλλὰ πάλλει μὲν ἡ καρδία καὶ φρίττουσιν αἱ τρίχες, μένει δὲ ἐν τῷ τόπῳ τὸ ζῶον· πολλάκις δὲ καὶ ἡδύ τι λογιζομένου μόριον μέν τι τοῦ σώματος συναι‐
15σθάνεται, ἠρεμεῖ δὲ ὅλον τὸ ζῶον. αἴτιον δέ, ὅτι τὰ φοβερὰ καὶ τὰ ἡδέα οὐ μόνον παρόντα καὶ μέλλοντα διανοεῖται, ἀλλὰ καὶ παρεληλυθότα ἐνίοτε καὶ μάλιστά γε ὁ ἄνθρωπος, κινεῖσθαι δὲ ἐπὶ τὰ παρελθόντα οὐχ οἷόν τε. οὐκ ἔστιν οὖν ἡ νόησις κυρία τοῦ μεταβαίνειν, πολλάκις δὲ καὶ φανερῶς ἐπιτάττοντος τοῦ νοῦ καὶ κελευούσης τῆς διανοίας φεύγειν ἢ διώκειν οὐ
20κινεῖται τὸ ζῶον κατὰ τὸν νοῦν, ἀλλὰ κατὰ τὴν ἐπιθυμίαν, ὥσπερ ὁ ἀκρα‐ τής. οὐκ ἄρα ὁ νοῦς οὐδὲ ἡ ἐπιστήμη κινεῖ τὸ ζῶον ταύτην τὴν κίνησιν. καὶ γὰρ ἄλλως ὁρῶμεν, ὅτι συμβαίνει τὸν ἔχοντα τὴν ἰατρικὴν μὴ ἰατρεύειν, καὶ τὸν ἔχοντα τὴν ἱππικὴν μὴ ἱππεύειν, ὡς ἑτέρου τινὸς ὄντος κυρίου τοῦ κινεῖ‐ σθαι, ἀλλ’ οὐ τῆς τέχνης ἢ τῆς ἐπιστήμης. ἀλλὰ μὴν οὔτε ἡ ἐπιθυμία
25καθ’ ἑαυτὴν ταύτης κυρία τῆς κινήσεως, οὔτε ὁ θυμός· οἱ γὰρ ἐγκρατεῖς θυμούμενοι καὶ ἐπιθυμοῦντες ἡσυχάζουσιν ὑπὸ τοῦ λογισμοῦ κατεχόμενοι. Φαίνεται δὴ τὰ δύο ταῦτα κινοῦντα, νοῦς καὶ ὄρεξις, [ἢ] εἴ τις καὶ τὴν φαντασίαν ὡς νόησιν τιθείη· πολλὰ γὰρ καὶ ἄνθρωποι ταῖς φαντα‐ σίαις ἀκολουθοῦσι μᾶλλον ἢ ταῖς ἐπιστήμαις, καὶ τὰ ἄλογα ζῶα ταύταις
30οἰακίζεται μόναις ἀποροῦντα φρονήσεως, οἷς ἡ φαντασία γίνεται ἀντὶ νοή‐ σεως. ὅταν δὲ λέγω τὸν νοῦν κινεῖν κατὰ τόπον, τὸν πρακτικὸν λέγω νοῦν καὶ ἕνεκά του λογιζόμενον ἢ βουλευόμενον. διαφέρει δὲ τοῦ θεωρητι‐ κοῦ τῇ πολλάκις εἰρημένῃ διαφορᾷ, ὅτι τῷ μὲν αὐτὴ τέλος ἡ ἐνέργεια, τῷ πρακτικῷ δὲ ἡ ὄρεξις ἄλλου τινὸς ἕνεκεν παρ’ αὐτὴν τὴν ἐνέργειαν· ὁ γὰρ
35σκοπὸς ἐφ’ ὃν ἡ θεωρία καὶ ἡ ὄρεξις, οὗτός ἐστιν ἀρχὴ τοῦ πρακτικοῦ νοῦ· πρὸς τοῦτον γὰρ ὁρῶν λογίζεται καὶ βουλεύεται περὶ τῶν πρακτέων·
καὶ τὸ ἔσχατον αὐτῷ τῆς νοήσεως, εἰς ὃ ἵσταται βουλευόμενος, ὅπως ἂν118

5,3

119

τὸ τέλος περιποιήσαιτο, ἀρχὴ τῆς πράξεως καὶ αὖ πάλιν τὸ πέρας τῆς πράξεως ἡ τῆς νοήσεώς ἐστιν ἀρχή. εὐλόγως οὖν ἐν τοῖς δύο τούτοις ζητητέον τὴν κινητικὴν αἰτίαν τῆς πορείας τοῖς ζώοις, λέγω δὲ ἐν ὀρέξει καὶ διανοίᾳ πρακτικῇ, διότι καὶ ἄμφω τέλους ἕνεκέν του ὀρεκτοῦ· καὶ γὰρ
5ἡ διάνοια ὅταν κινῇ ὀρεκτοῦ τινος χάριν κινεῖ, ὥστε οὐδὲ ἄνευ ὀρέξεως, εἴπερ τὰ πρός τι πρὸς ἄλληλα. ἓν δή τι τὸ κινοῦν πρώτως τὸ ὀρεκτόν, καὶ μία ἡ τούτου ὄρεξις, καὶ οὐχ ὡς ἄλλο τι θετέον τὸν νοῦν καὶ τὴν ὄρεξιν· οὐδὲ γὰρ ἄλλο τὸ εἶδος τοῦ γένους, ἦν δὲ καὶ ἐν τῷ νῷ ὄρεξις· ἡ γὰρ βούλησις ὄρεξις ἦν. εἰ δὲ ἦν δύο καὶ ἕτερα ἀλλήλων νοῦς καὶ
10ὄρεξις, ἐκίνει δὲ ἄμφω, ἄλλη ἄν τις δύναμις ὑπῆρχεν ἀμφοτέροις κοινή, ἧς ἀμφότερα κοινωνοῦντα ἐκίνει τὸ ζῶον, ὡς τῷ δίποδι καὶ τῷ τετράποδι τὸ πόδας ἔχειν. νῦν δὲ ὁ μὲν νοῦς οὐ φαίνεται κινῶν ἄνευ ὀρέξεως (εἴρηται γὰρ ὅτι καὶ ἡ βούλησις ὄρεξις), ἡ δὲ ὄρεξις καὶ ἄνευ νοῦ· ὄρεξις γάρ ἐστι καὶ θυμὸς καὶ ἐπιθυμία, καὶ παρὰ τὸν λογισμὸν κινεῖ πολλάκις.
15δῆλον δὲ ἐπὶ τῶν ἀκρατῶν, ὅτι τοῦ νοῦ πρὸς τὰ ἀμείνω κινοῦντος ὀρέγον‐ ται τῶν φαυλοτέρων. Νοῦς μὲν οὖν ἅπας ὀρθὸς ὅ γε κυρίως, ὄρεξις δὲ οὐ πᾶσα ὀρθή, ἀλλ’ οὐδὲ φαντασία ἡ χωρὶς νοῦ, εἰ καὶ τῷ νῷ πολλάκις αὐτὴν συνετάξαμεν. διὰ ταῦτα τοίνυν κινεῖ μὲν αἰεὶ τὸ ὀρεκτόν, τοῦτο δέ ἐστιν ἢ τὸ ἀγαθὸν
20ἢ τὸ φαινόμενον ἀγαθόν· ἀλλὰ τὸν μὲν νοῦν τὸ ἀληθινὸν ἀγαθόν, τὸ φαινόμενον δὲ τὴν ἐπιθυμίαν καὶ τὸν θυμόν· καὶ γὰρ τὸ ἡδὺ τηνικαῦτα φαίνεται ἀγαθόν, ὅταν κινῇ τὴν ἐπιθυμίαν ἢ τὸν θυμόν. οὐ πᾶν δὲ ἀγαθὸν κινητικὸν τῆς ὀρέξεως· οὐ γὰρ τὸ πρῶτον οὐδὲ εἴ τι ἁπλῶς ἀγαθὸν καὶ ἀίδιον· τοῦτο μὲν γὰρ ἴσως κοινὸν ἅπασι τὸ ὀρεκτὸν καὶ ἄλλον τρόπον ὃν
25ὕστερον ἐπισκεπτέον. νῦν δὲ τὸ ἑκάστῳ τῶν ζώων αἴτιον τῆς κινήσεως ἐπιζητοῦμεν, ὅπερ ἤδη τὸ ἐν μέρει ἐστὶν ἀγαθὸν καὶ τὸ ἐνδεχόμενον καὶ γενέσθαι καὶ μὴ γενέσθαι, καὶ τὸ μὴ ἁπλῶς ἀλλὰ τινὶ καὶ ποτὲ καὶ πρὸς τόδε. Ὅτι μὲν οὖν ἡ τοιαύτη δύναμις τῆς ψυχῆς κινεῖ τὴν κατὰ τόπον
30κίνησιν τὰ ζῶα ἣν καλοῦμεν ὄρεξιν, φανερόν, καὶ ὅτι τοῖς διαιροῦσι τὰ μέρη τῆς ψυχῆς, ἐὰν κατὰ τὰς δυνάμεις διαιρῶσι καὶ χωρίζωσι, προσα‐ ριθμητέον καὶ ταύτην, ὥσπερ τὸ θρεπτικὸν καὶ τὸ αἰσθητικὸν καὶ τὸ θεωρητικὸν καὶ τὸ βουλευτικόν, μεθ’ ὧν δὴ καὶ τὸ ὀρεκτικὸν τοῦτο
περὶ οὗ ὁ λόγος διώρισε· ταῦτα γὰρ πλείω διενήνοχεν ἀλλήλων ἢ θυμὸς119

5,3

120

καὶ ἐπιθυμία καὶ αἱ ταῦτα φέρουσαι τὰ πάθη δυνάμεις· οὕτω δ’ ἂν οὐ τρία μέρη τῆς ψυχῆς εἴη καθάπερ λέγουσιν, ἀλλὰ πολλῷ πλείω. πάλιν δὲ ἐπὶ τὰ προκείμενα ἐπανιτέον. Μία οὖν δύναμις ἡ κινοῦσα κατὰ τόπον τὰ ζῶα, ἣν πολλάκις ὠνομάσα‐
5μεν ὄρεξιν εἴτε λογισμοῦ προηγουμένου εἴτε ἐπιθυμίας εἴτε θυμοῦ· ὥσπερ γὰρ οὐδὲν ἐκώλυε μίαν εἶναι τὴν αἰσθητικὴν ἀρχὴν πέντε οὐσῶν τῶν αἰσθήσεων, οὕτως οὐδὲν κωλύει μίαν εἶναι τὴν ὀρεκτικὴν δύναμιν, τρεῖς δὲ ἐνεργείας, ἐφ’ αἷς ἡ ὄρεξις. διὰ τοῦτο δὲ συμβαίνει πολλάκις καὶ ἐναντίας ἀλλήλαις γίνεσθαι τὰς ὀρέξεις, ὅταν ὁ λογισμὸς διαμάχηται πρὸς τὴν ἐπι‐
10θυμίαν ἢ τὸν θυμόν. γίνεται δὲ αὕτη ἡ μάχη τῶν ὀρέξεων ἐν τοῖς χρόνου αἴσθησιν ἔχουσιν καὶ μάλιστά γε ἐν ἀνθρώπῳ· οὗτος γὰρ αἰσθάνεται χρόνου καθ’ αὑτό, τὰ δὲ ἄλλα κατὰ συμβεβηκός, οὐ γὰρ τοῦ χρόνου ἀλλὰ τοῦ πάθους οὗ ἔπαθε πάλαι· ἀμέλει τοῦ μέλλοντος οὐδὲν αὐτῶν αἴσθησιν ἔχει, ὅτι μηδὲ πάσχει τι ἐν τῷ μέλλοντι· εἰ μὴ ἄρα ἐν μύρμηξι καὶ μελίτταις καὶ
15τοῖς ἀποθησαυρίζουσι τὴν τροφὴν ἔστι πως καὶ τοῦ μέλλοντος αἴσθησις χρόνου. ἄνθρωπος δὲ μόνος ‘ἅμα πρόσσω καὶ ὀπίσσω‘· μόνος γὰρ νοῦν ἔχει ᾧ τὸ πρότερον ἀριθμεῖ καὶ τὸ ὕστερον, ὁ δὲ ἀριθμὸς οὗτος χρόνος ἐστίν, ὥστε καὶ ποιητὴν εἰπὼν τοῦ χρόνου τὸν ἄνθρωπον ὁ ἐξηγητὴς Ἀλέξανδρος οὐκ οἴεται φαύλως εἰρηκέναι, ἄντικρυς ἐπίνοιαν ἡμετέραν ποιῶν τὸν χρόνον, ὑπόστασιν
20δὲ οἰκείαν αὐτῷ μὴ διδούς· οὐκ ὀρθῶς οὐδὲ ἑπομένως Ἀριστοτέλει, εἴπερ τι δεῖ προσέχειν τοῖς ἐν τῇ Φυσικῇ ἀκροάσει. ἀλλ’ ὅταν γε ὁ νοῦς δια‐ μάχηται πρὸς τὴν ἐπιθυμίαν, [ὧν] ὁ μὲν διὰ τὸ μέλλον ἀνθέλκει, ἡ δὲ ἐπιθυμία τὸ παρὸν ἡδὺ διώκει· φαίνεται γὰρ τὸ νῦν ἡδὺ καὶ ἁπλῶς ἡδὺ καὶ ἁπλῶς ἀγαθὸν διὰ τὸ μὴ ὁρᾶν τὸ μέλλον. ἓν μὲν οὖν εἴδει τὸ ὀρεκ‐
25τικόν, ἓν δὲ καὶ τὸ πρὸ τούτου τὸ ὀρεκτόν, ὅπερ ἤδη κινεῖ οὐ κινούμενον τῷ νοηθῆναι ἢ φαντασθῆναι· ἀριθμῷ δὲ εἶναι πλείω τὰ κινοῦντα καὶ ὡς ὀρεκτικὰ οὐδὲν κωλύει. τρία τοίνυν ἐστὶν ὧν χωρὶς οὐκ ἂν γένοιτο ἡ κίνησις αὕτη τοῖς ζώοις, μᾶλλον δὲ τέτταρα, τὸ κινοῦν καὶ ᾧ κινεῖ καὶ τὸ κινούμενον. τέτταρα δὲ εἶπον, ὅτι τὸ κινοῦν διττόν, τὸ μὲν ἀκίνητον ὥσπερ
30τὸ πρακτὸν ἀγαθόν, τὸ δὲ κινούμενον καὶ κινοῦν ὥσπερ ὄρεξις· αὕτη γὰρ κινεῖ τὰ ζῶα κινηθεῖσα ὑπὸ τοῦ ἀγαθοῦ· ἡ γὰρ κίνησις ἡ κατὰ τόπον οὐδὲν ἄλλο ἐστὶν ἢ τῆς ὀρέξεως εἰς τοὐμφανὲς πρόοδος καὶ ἐνέργεια· ἀλλ’ ἐπειδὴ μὴ παρ’ ἑαυτῆς ἔχει τὴν ἀρχήν, ἀλλὰ παρὰ τοῦ πρακτοῦ ἀγαθοῦ, διὰ
τοῦτό φαμεν καὶ κινεῖν αὐτὴν καὶ κινεῖσθαι. τὸ κινούμενον δέ ἐστι τὸ120

5,3

121

ζῶον. τρία μὲν οὖν ταῦτα· τέταρτον δὲ ἐπεισέρχεται πρὸς τούτοις, ᾧ κινεῖ ὀργάνῳ ἡ ὄρεξις, τοῦτο δὲ ἤδη σωματικόν, καὶ ἐν τοῖς κοινοῖς σώμα‐ τος καὶ ψυχῆς ἔργοις θεωρητέον [δὲ] περὶ αὐτοῦ δι’ ἀκριβείας, νῦν δὲ ὅσον ἐν κεφαλαίῳ τοσοῦτον ῥητέον, ὅτι τὸ ὄργανον ᾧ χρῆται πρὸς τὴν
5κίνησιν τὴν κατὰ τόπον ἡ ὄρεξις, ἐν τοιούτῳ θετέον μέρει τοῦ σώματος, ἐν οἵῳ δύναιτο ἂν καὶ ἀρχὴ καὶ τελευτὴ τὸ αὐτὸ εἶναι, λόγῳ μὲν ἕτερα ὄντα μεγέθει δὲ ἀχώριστα. τοιοῦτος δὲ ὁ περὶ τὴν καρδίαν τόπος ἐστίν· αὕτη γὰρ ἀρχὴ καὶ τελευτὴ τῶν τε δεξιῶν καὶ τῶν εὐωνύμων καὶ τῶν ἄνω καὶ κάτω, καθ’ ἃ τοῖς ζώοις ἡ κίνησις· δεῖται γὰρ τὸ ζῶον πρὸς
10τὴν κίνησιν δύο τινῶν ἑστώτων καὶ ἠρεμούντων, τοῦ μὲν ἐκτὸς πρὸς ὃ ἀντιβαῖνον κινεῖται, τοῦ δὲ εἴσω περὶ ὃ τὰ δεξιὰ καὶ ἀριστερὰ παρὰ μέρος προβάλλον κινεῖται, ὥσπερ ἐπὶ τῶν γιγγλυμῶν. περὶ γὰρ τὴν περόνην μένουσαν οἱ γιγγλυμοὶ παραλλὰξ κινοῦνται· πάντα γὰρ ὤσει κινεῖται καὶ ἕλξει τὰ ζῶα· ἐκτείνοντα γὰρ καὶ συστέλλοντα παρὰ μέρος τὰ δεξιὰ καὶ
15εὐώνυμα οὕτω πορεύεται, ταῦτα δὲ ὦσις καὶ ἕλξις. ὥσπερ οὖν ἐν κύκλῳ μένειν δεῖ τὸ σημεῖον καὶ ἐντεῦθεν ἄρχεσθαι τῆς κινήσεως τὴν περιφέρειαν, οὕτω καὶ ἐν τῷ ζώῳ μένειν ἀνάγκη τι ἐν τῷ μέσῳ καὶ παρὰ τούτου καὶ ἀπὸ τούτου τὴν κίνησιν γίνεσθαι τῶν μερῶν. Ὅλως μὲν οὖν ὥσπερ εἴρηται, ᾗ ὀρεκτικὸν τὸ ζῶον, ταύτῃ ἑαυτοῦ
20κινητικόν, ὀρεκτικὸν δὲ οὐκ ἄνευ φαντασίας, φαντασία δὲ πᾶσα ἢ λογικὴ ἢ αἰσθητική. ἡ μὲν οὖν αἰσθητικὴ καὶ τοῖς ἀλόγοις ζώοις ὑπάρχει, ἡ δὲ λογικὴ ἀνθρώποις μόνοις· ἐν τούτοις γὰρ πλειόνων φαντασμάτων ἀντεξέτασις, καὶ πότερον τόδε αἱρετώτερον ἢ τόδε· τοῦτο δὲ λογιστικοῦ ἔργον ἐστί, καὶ ἀνάγκη ἑνὶ μετρεῖν· τὸ μεῖζον γὰρ διώκει. ὥσπερ οὖν ἐν τοῖς ποσοῖς
25εὑρίσκει τῶν ἀνίσων τὸ μεῖζον ἑνὶ μέτρῳ χρώμενος, οἷον τῷ πήχει ἢ τῷ παλαιστῇ, οὕτω καὶ ἐν τοῖς φαντάσμασιν εὑρίσκει τὸ αἱρετώτερον ἓν μέτρον προσάγων, οἷον τὸ ἡδὺ ἢ τὸ συμφέρον, καὶ οὐκ ἄγεται ὑπὸ τοῦ φανέντος εὐθὺς ὥσπερ τὰ ἄλογα ζῶα, ἀλλὰ καὶ συντίθησι πολλάκις, εἰ τόδε τόδε, καὶ εἰ τόδε αὖθις τόδε, καὶ συμπεραίνεται ἐκ πλειόνων ἕν. διόπερ ἡ μὲν
30τῶν ἀλόγων ζώων ὄρεξις ἅτε κινουμένη ὑπὸ ἁπλῆς ἀεὶ φαντασίας δόξαν οὐκ ἔχει· συλλογισμὸν γὰρ οὐκ ἔχει· ἡ δὲ τῶν λογικῶν ὄρεξις καὶ ἄνευ δόξης καὶ μετὰ δόξης, καὶ ἐντεῦθεν ὄρεξις μὲν οὐχ ἅπασα καὶ βούλησις, βούλη‐ σις δὲ πάντως καὶ ὄρεξις. νικᾷ δὲ ἐν ἀνθρώποις ποτὲ μὲν ἡ ἄλογος τὴν λογικήν, ποτὲ δὲ τοὔμπαλιν, κινεῖ δὲ ἡ κρατοῦσα τὴν κρατουμένην οὐ παύουσα τῆς
35ὁρμῆς ἀλλὰ συμπεριάγουσα ἑαυτῇ, ὥσπερ ἐπὶ τῆς σφαίρας τῆς οὐρανίας ἡ τῶν ἀπλανῶν τὴν τῶν πλανήτων οὐχ ἵστησιν, ἀλλὰ κινουμένη ἰδίαν κίνησιν
ὅμως ἑαυτῇ συμπεριάγει. ἐπὶ μὲν οὖν τοῦ παντὸς ἡ φύσει κρείττων αἰεὶ121

5,3

122

κρατεῖ (ἡ γὰρ ἀνωτάτω φύσει ἀρχικωτέρα)· ἐπὶ δὲ τῶν ἀνθρώπων ἔσθ’ ὅτε ἡ φύσει κρείττων ἡττᾶται ὥσπερ ἐν ταῖς ἀκρασίαις. καὶ τρεῖς ἤδη τη‐ νικαῦτα κινήσεις εἴποις ἂν εἶναι ἐν τῷ ἀνθρώπῳ, δύο μὲν τὰς τῶν ὀρέξεων, μίαν δὲ τὴν τοῦ ἀνθρώπου ὑπ’ ἀμφοῖν ἀντισπωμένην.
5 Ἀλλ’ ἐπεὶ κινεῖται κατὰ τόπον καὶ τὰ ἀτελέστερα ζῶα οἷον μυῖαι καὶ εὐλαὶ καὶ ὅσα τοιαῦτα, πῶς κινεῖται ἄνευ ὀρέξεως; ἢ πῶς ὀρέγεται ἄνευ φαντασίας, ἣν ἔφαμεν αὐτὰ μὴ ἔχειν; φαίνεται δὲ καὶ λύπη ἐνοῦσα τοῖς τοιούτοις καὶ ἡδονή, ὅπου δὲ ἡδονή, πάντως καὶ ἐπιθυμία· ὅπου δὲ ἐπιθυμία, πάντως καὶ ὄρεξις· ὅπου δὲ ὄρεξις, καὶ φαντασία, ταύτην δὲ
10αὐτὰ ὁ πρότερος ἀφῃρεῖτο λόγος. ἢ ὥσπερ κινεῖται ἀορίστως, οὕτω καὶ φαντάζεται ἀορίστως, ὥστε ἔχει μὲν φαντασίαν, ἀδιάρθρωτον δὲ καὶ συγκε‐ χυμένην, καθάπερ δὴ καὶ τὴν αἴσθησιν· καὶ γὰρ ταύτην ἔχει ἀτελῆ καὶ ἀόριστον. Τοῦτο μὲν οὖν ταύτῃ καὶ ἐπιζητείσθω καὶ ἐπιλελύσθω. ἐπειδὴ δὲ
15ἡ μὲν τοῦ καθόλου ὑπόληψις, ἡ δὲ τοῦ καθ’ ἕκαστον· ἡ μὲν γὰρ λέγει ὅτι παντὶ τῷ φιλοσοφοῦντι εὖ ποιητέον, ἡ δὲ ὅτι ἐγὼ δὲ φιλοσοφῶ· τίς ἄρα τοῦ κινεῖσθαι κυρία; ἆρα ἡ ἐν μέρει, ἢ ἡ καθόλου, ἢ ἄμφω; ἄμφω μὲν οὖν, ἀλλ’ ἡ μὲν ἠρεμοῦσα μᾶλλον, ἡ δὲ τῇ κινήσει συνάπτουσα· τὸ γὰρ συμπέρασμα κατ’ ἐκείνην ‘ἐμοὶ τοίνυν τοδὶ πρακτέον‘, καὶ 〈τὸ〉 εὐθὺς
20κινεῖσθαι, ἂν μή τι κωλύῃ. Τὴν μὲν οὖν θρεπτικὴν ψυχὴν ἀνάγκη πᾶν ἔχειν ζῶον, ὅτιπερ ἂν ᾖ γενητὸν καὶ φθαρτόν, καὶ συμπαρατείνειν αὐτῷ τὴν δύναμιν ταύτην ἀπὸ γενέσεως ἄχρι φθορᾶς· πᾶν γὰρ τὸ γεννώμενον αὔξησιν ἔχει καὶ ἀκμὴν καὶ φθίσιν, ταῦτα δὲ ἄνευ τροφῆς ὑπάρχειν ἀδύνατον. τὴν μὲν οὖν
25θρεπτικὴν διὰ τοῦτο ἀναγκαῖόν ἐστιν ἐν πᾶσι τοῖς αὐξανομένοις εἶναι καὶ φθίνουσι, τὴν αἰσθητικὴν δὲ οὐκ ἀναγκαῖον ἐν ἅπασι τοῖς τρεφομένοις· οὐ γὰρ καὶ τοῖς φυτοῖς. ἄνωθεν δὲ καὶ περὶ τοῦδε διαληπτέον. Τῶν αἰσθήσεων ἁπασῶν προϋπάρχειν δεῖ πρώτην ἁφήν· πᾶσαι γὰρ αἱ λοιπαὶ ταύτῃ προσχρῶνται, αὕτη δὲ οὐδεμιᾷ τῶν ἐφεξῆς. ὅσα τοίνυν
30τῶν ζώντων ἢ ἐξ ἁπλοῦ παντάπασι σώματος ἢ ἐγγὺς ἁπλοῦ, οὐχ οἷά τε ἔχειν ἁφήν· ἐν μεσότητι γὰρ τῶν ἁπτῶν ἐναντιώσεων ἡ ἁφή· ἁφῆς δὲ ἀμοιροῦντα καὶ τῶν ἄλλων αἰσθήσεων ἀμοιρεῖ. διὰ τοῦτο γὰρ οὐδὲ τοῖς φυτοῖς αἰσθήσεως ἡ φύσις μετέδωκεν, ὅτι τὸ σῶμα αὐτῶν ἐγγὺς ἁπλοῦ καὶ οὐχ οἷόν τε δέχεσθαι τὸ εἶδος ἄνευ τῆς ὕλης, τῆς τοιαύτης μεσότητος
35ἅτε ἐστερημένον καὶ πλείονος μετέχον τῆς γῆς, ἣ μάλιστα ἀναίσθητος τῶν
στοιχείων. δῆλον δὲ καὶ ἐκ τῶν ἡμετέρων μερῶν, ὅσα γῆς ἐστι πλείονος.122

5,3

123

εἰ δέ τι ἄλλο τῶν ζωῆς μετεχόντων ἐστὶν ἐξ ἁπλοῦ σώματος, διὰ τὴν αὐτὴν ταύτην αἰτίαν οὐχ οἷόν τε οὐδὲ ἐκεῖνο αἴσθησιν ἔχειν. ἀλλ’ ἔστιν ἡ αἴσθησις ἀναγκαία τοῖς οὐ μόνον ζῶσιν ἀλλ’ ἤδη καὶ ζώοις, καὶ οὐχ ἁπλῶς ἀλλὰ ζώοις πορευτικοῖς, καὶ οὐδὲ τοῦτο ἀποχρῶν, ἀλλὰ καὶ γενη‐
5τοῖς καὶ φθαρτοῖς. οὐ γὰρ ἐγγύθεν ἔχει τὴν τροφὴν ἐπιρρέουσαν, οὐδὲ ἐκ τῶν στοιχείων, ἐν οἷς ἐσπάρη καὶ ἐφυτεύθη, ἀλλὰ δεῖ πορίζεσθαι αὐτὰ καὶ μετιέναι. τοῦτο δὲ πῶς ἂν ὑπῆρχεν αὐτοῖς ἄνευ αἰσθήσεως, εἰ μὴ καὶ πόρρωθεν προεώρα τὰ οἰκεῖα καὶ τὰ ἀλλότρια, ὥστε ἐπὶ μὲν τὰ κινεῖσθαι, ἀπὸ δὲ τῶν ἀποτρέπεσθαι; καὶ οὐδ’ ἂν ἀκαρῆ χρόνον διεσώζετο μὴ προσ‐
10αγγελλουσῶν αὐτοῖς τῶν αἰσθήσεων ἐφ’ ἃ κινητέον καὶ ἐφ’ ἃ μή· ὥστε μάτην ἂν ἡ φύσις τοσαῦτα ζῶα παρήγαγε μὴ μέλλουσα αὐτὰ προάξειν εἰς τὸ οἰκεῖον τέλος, τέλος δὲ οἰκεῖον ἑκάστῳ τῶν γενητῶν ζώων τὸ γεννῆσαι οἷον αὐτό. τοῖς μὲν οὖν φυτοῖς καὶ μονίμοις οὖσιν ὑπάρχει τὸ τέλος· τρέφεται γὰρ καὶ γεννᾶται ἐξ αὐτῶν οὐ μεταβαίνοντα διὰ τὴν τροφήν, ἀλλ’
15ἔχοντα παρακειμένην διὰ τῆς δυνάμεως τῆς θρεπτικῆς· τοῖς πορευτικοῖς δὲ καὶ γεννητικοῖς καὶ τὴν τροφὴν ἔξωθεν ποριζομένοις ἀδύνατον μὴ προτέ‐ ραν ἐγγίνεσθαι τὴν αἴσθησιν τῆς τε ἄλλης ψυχῆς καὶ τοῦ νοῦ. καὶ γὰρ εἰ τιμιωτάτη δύναμις τῆς ψυχῆς ὁ νοῦς, ἀλλ’ οὐ διὰ νοῦ τρέφεται τὸ ζῶον, ἀλλὰ διὰ γεύσεως καὶ ἁφῆς. τούτοις μὲν οὖν διὰ ταῦτα ἀναγκαῖον ὑπάρ‐
20χειν αἴσθησιν· ὅσα δὲ ἀγένητα μὲν καὶ ἀίδια, κινητικὰ δὲ κατὰ τόπον, τούτοις οὐδαμῶς ἡ αἴσθησις ἀναγκαία. αἰτία δὲ ἡ αὐτὴ καὶ ἐπὶ τούτων, ὅτι μηδὲν μάτην ἡ φύσις ποιεῖ τῶν τηλικούτων, ἀλλὰ πάντα ἢ ἕνεκά του ἢ ὡς συμπτώματα τῶν ἕνεκά του, ὡς εἴποις ἂν τρίχας ἔν τισι μέρεσι τοῦ σώματος καὶ ἀκροχορδόνας· τοῖς δὲ ἀιδίοις ζώοις καὶ ἀγενήτοις οὔτε προ‐
25ηγουμένως χρεία τῆς αἰσθήσεως, οὔτε ὡς συμπτώματος· οὐ γὰρ δεῖται τροφῆς. καὶ ἄλλως, εἴπερ ἔχοι τὴν αἴσθησιν, διὰ θάτερον ἕξει τοῖν δυοῖν ἢ ὡς τῇ ψυχῇ βέλτιον ἢ ὡς τῷ σώματι. νῦν δὲ οὐδέτερον· οὔτε γὰρ ἡ ψυχὴ μᾶλλον νοήσει, ἀλλὰ καὶ ἧττον ὑπὸ τῆς αἰσθήσεως ἐνοχλουμένη, οὔτε τὸ σῶμα μᾶλλον διὰ τὴν αἴσθησιν. ὥστε ἄμοιρα αἰσθήσεως μᾶλλον
30τὰ ἄκρα τῶν ζώντων, τὰ φυτὰ λέγω καὶ τὰ ἄστρα, τὰ μὲν ὅτι χείρω τῆς τοιαύτης δυνάμεως, τὰ δὲ ὅτι βελτίω, ἄμφω δὲ διὰ τὸ μὴ δεῖσθαι πορισμοῦ τροφῆς, ἀλλὰ τὰ μὲν ἐγγύθεν ἔχειν, τὰ δὲ ὅλως μὴ δεῖσθαι. τὰ μέντοι γε μεταξὺ σύμπαντα ζῶα, καὶ ὅσα ἀτελέστερα αὐτῶν καὶ ὅσα τελειότερα, ταῦτα δὲ ἅτε ὄντα φθαρτὰ καὶ κινητικὰ κατὰ τόπον δεῖται πρὸς διαμονὴν
35καὶ σωτηρίαν τῆς αἰσθητικῆς δυνάμεως. Ταύτῃ τοι καὶ τὸ σῶμα οὐδενὸς τῶν τοιούτων ἁπλοῦν, ἀλλ’ ἐν με‐
σότητι κεκραμένον τῶν πρώτων ἐναντιώσεων, ὥστε δύνασθαι ἁπτικὸν εἶναι.123

5,3

124

ἁφὴ δὲ καὶ διὰ τάδε ἀναγκαιοτάτη τοῖς γενητοῖς ζώοις· ἐπεὶ γὰρ τὸ ζῶον σῶμα ἔμψυχόν ἐστι, σώματι δὲ ὄντι αὐτῷ ἀνάγκη ἅπτεσθαι τῶν πελαζόντων σωμάτων, ἀνάγκη διὰ τοῦτο τῷ ζώῳ καὶ ἁπτικῷ εἶναι καὶ κρίνειν τό τε οἰκεῖον καὶ τὸ ἀλλότριον, εἰ μέλλοι σώζεσθαι. οὐ γὰρ ὥσπερ τὰ ἄψυχα λέγεται
5ἅπτεσθαι ἀλλήλων τῷ μηδὲν εἶναι τὸ μεταξύ, τοῦτο καὶ τοῖς ζώοις ἀπόχρη, ἀλλ’ ἡ τῶν ζώων ἁφὴ κρίσις ἐστὶ καὶ ἀντίληψις τοῦ θιγγάνοντος. αἱ μὲν οὖν ἄλλαι αἰσθήσεις δι’ ἑτέρων αἰσθάνονται, ἡ δὲ ἁφὴ διὰ τῆς σαρκὸς ἢ τοῦ ἀνάλογον, ὥστε εἰ μὴ κρίνει τὰ βλάπτοντα καὶ τὰ ὠφελοῦντα, οὐ δυνή‐ σεται τὰ μὲν φεύγειν τὰ δὲ λαμβάνειν, τοῦτο δὲ ἀδυνατοῦντα ἀδυνατήσει
10καὶ σώζεσθαι. ἅπτεται μὲν οὖν καὶ τὰ φυτὰ τῆς τροφῆς, ἀλλ’ ἔστι τῶν ἀψύχων ἐγγὺς ἡ τούτων ἁφή· μόνιμα γάρ ἐστι κατὰ τόπον· διόπερ οὐδὲ γεύσει προσχρῆται, ὅτι μάτην ἂν ἐχρῆτο, φεύγειν γὰρ οὐχ οἷά τε τοὺς λυποῦντας χυμούς. οὕτω δὲ καὶ φθείρεται ῥᾳδίως ὑπὸ τῶν ἁπτῶν ὅσα ἀλλότρια. τὰ δὲ ζῶα προτέρᾳ χρῆται τῇ γεύσει τῆς τροφῆς, καὶ διὰ τοῦτο
15οὖν ἡ ἁφὴ αὐτοῖς ἀναγκαία· καὶ γὰρ ἡ γεῦσις ὥσπερ ἁφή· τροφῆς γὰρ ἡ γεῦσις, ἡ δὲ τροφὴ σῶμα ἁπτόν· σώματι γὰρ τρέφεται σῶμα, ψόφος δὲ καὶ χρῶμα καὶ ὀσμὴ οὐ τρέφει οὐδὲ ποιεῖ αὔξησιν οὐδὲ φθίσιν. αὗται μὲν οὖν ἀναγκαῖαι τῷ ζώῳ, καὶ φανερὸν ὅτι οὐχ οἷόν τε ἄνευ ἁφῆς εἶναι ζῶον, κἂν τέλειον κἂν ἀτελὲς ᾖ· τὰ γὰρ καλούμενα ζώφυτα διὰ ταῦτα
20κεκοινώνηκε τοῦ ζῶά πως εἶναι, αἱ δὲ ἄλλαι τοῦ εὖ ἕνεκα καὶ γένει ζώων ἤδη οὐ τῷ τυχόντι, ἀλλὰ τοῖς τελειοτέροις καὶ πορευτικοῖς. ταῦτα γὰρ εἰ μέλλοι σώζεσθαι δεῖ πόρρωθεν προαισθάνεσθαι, ἅ τε φευκτέον αὐτοῖς καὶ ἃ διωκτέον· διόπερ ἀκοὴ καὶ ὄψις καὶ ὄσφρησις πρὸς τοῦτο αὐτοῖς ὑπηρε‐ τοῦσι· διὰ γὰρ τοῦ μεταξύ, ὑπὸ τοῦ μεταξὺ δὲ τὸ ζῶον. ὥσπερ γὰρ ἐν
25τοῖς κατὰ τόπον ὠθοῦσί τε καὶ ὠθουμένοις, ὅταν διὰ πολλῶν ἡ κίνησις ᾖ, τὸ μὲν πρῶτον ὠθεῖ μὴ ὠθούμενον, τὸ δὲ ἔσχατον μόνον ὠθεῖται, τὰ μέσα δὲ καὶ ὠθεῖ καὶ ὠθεῖται, καὶ ἔστιν ἐνίοτε μὲν ἐλάττω ἐνίοτε δὲ πλείω τὰ μέσα, οὕτω καὶ ἐπὶ τῆς ἀλλοιώσεως· πλὴν ὅτι μένοντος ἐν τῷ αὐτῷ τόπῳ τοῦ ἀλλοιοῦντος ἡ ἀλλοίωσις ἐπὶ πολὺ διικνεῖται τῶν γε πεφυκότων δια‐
30διδόναι τὸ πάθος, οἷον εἰ μέν τις εἰς κηρὸν βάψειε τὸ γλύμμα μέχρι του κινεῖται, καὶ δέχεται τὸ σημεῖον μέχρι τοῦ βάθους τοῦ ἑαυτοῦ, λίθος δὲ οὐδὲ ὅλως κινεῖται ὑπὸ τῆς σφραγῖδος προσενεχθείσης, ἀλλ’ ὕδωρ μέχρι πόρρω, ὥστε καὶ ὁρᾶσθαι δι’ αὐτοῦ τὸ γλύμμα τοῦ δακτυλίου· ὁ δὲ ἀὴρ ἐπὶ πλεῖστον κινεῖται καὶ πάσχει, ἐὰν ἄθρυπτος μείνῃ καὶ εἷς. διὸ καὶ περὶ
35ἀνακλάσεως βέλτιον οὕτω νομίζειν, ἢ τὴν ὄψιν ἐξιοῦσαν ἀνακλᾶσθαι· πιθα‐ νώτερον γὰρ τὸν ἀέρα πάσχειν ὑπὸ τοῦ σχήματος καὶ τοῦ χρώματος μέχριπερ ἂν δύνηται εἷς μένειν, ὥσπερ ἐπὶ τῶν λείων καὶ λαμπρῶν· διὸ πάλιν οὗτος τὴν ὄψιν κινεῖ, ὥσπερ ἂν εἰ ἐν κηρῷ σημεῖον διεδίδοτο μέχρι
τοῦ πέρατος.124

5,3

125

Ἀλλ’ ὅ γε λόγος καὶ τοῦτο ὥρμηται προσαποδεῖξαι, ὅτι οὐχ οἷόν τε ἁπλοῦν εἶναι τὸ τοῦ γενητοῦ ζώου σῶμα, λέγω δὲ ἁπλοῦν ἐκ τῶν τριῶν τούτων τινός, οἷον πύρινον ἢ ὑδάτινον ἢ ἀέρινον (τὸ γὰρ θεῖον σῶμα χωρὶς ἔστω ἐν εὐφημίᾳ)· ἁφὴν γὰρ οὐχ οἷόν τε εἶναι ἐξ ἁπλοῦ σώματος,
5ἀλλ’ ἐν μεσότητι κεκραμένου, καὶ ὅσα ἐκ τῶν ἁπλῶν στοιχείων ἐδείκνυτο αἰσθητήρια, τῶν ἄλλων αἰσθήσεων ἐδείκνυτο πλὴν τῆς ἁφῆς, οἷον ὄψεως καὶ ἀκοῆς καὶ ὀσφρήσεως ὕδωρ καὶ ἀήρ. καὶ ταῦτα ἐδεῖτο μὲν τοῦ θιγγάνειν, οὐκ αὐτῶν δὲ ὅμως θιγγάνοντα τὴν κρίσιν ἐποιεῖτο τῶν αἰσθητῶν, ἀλλ’ ἑτέρου σώματος μεταξὺ διακονοῦντος, τὴν δὲ ἁφὴν αὐτῶν ἅπτεσθαι
10τῶν αἰσθητῶν ἀναγκαῖον. καὶ γὰρ τοὔνομα αὐτῆς ἐκ τοῦ ἅπτεσθαι καὶ θιγγάνειν. τὸ τοίνυν συμβαῖνον ἐκ τοῦ λόγου συγχωρητέον· εἰ γὰρ ἀναγ‐ καῖον μὲν τὴν ἁφὴν τοῖς ζώοις ὑπάρχειν, ταύτην δὲ οὐχ οἷόν τε ἔκ τινος εἶναι τῶν τριῶν τούτων στοιχείων, οὐδ’ ἂν τὸ τοῦ ζώου σῶμα ἔκ τινος εἴη τῶν εἰρημένων. ἀλλὰ ἆρα γῆς; ἀλλὰ καὶ ἐπὶ ταύτης ὁ αὐτὸς λόγος,
15ὅτι ἔστιν ἡ ἁφὴ μεσότης ἁπασῶν τῶν ἁπτῶν ἐναντιώσεων οὐ μόνον ψυχρότητος καὶ θερμότητος, ἀλλὰ καὶ ξηρότητος καὶ ὑγρότητος τῶν ἐν τοῖς ἁπλοῖς στοιχείοις. κέκραται γὰρ ἐξ ἁπάντων ὑπὸ τῆς φύσεως ἡ μέλλουσά γε ἁπάντων αὐτῶν ἀντιλήψεσθαι, γῆ δὲ καθ’ ἑαυτὴν ἀναισθητότατον τῶν στοιχείων. τεκμήριον δέ· καὶ γὰρ τὰ ἡμέτερα μέρη ὅσα γῆς πλείονος καὶ
20τὰ φυτὰ διὰ τοῦτο οὐκ αἰσθάνεται, ὅτι γῆς πλείονος. οὐκ ἄρα ἁπλοῦν τὸ τοῦ ζώου σῶμα. πάλιν δὲ ὅταν λέγω τοῦ ζώου, τοῦ γενητοῦ λέγω· τούτῳ γὰρ καὶ τὴν ἁφὴν ἀναγκαίαν ὁ λόγος ἐξεῦρε, τῷ θείῳ δὲ μάτην ἂν ὑπῆρχεν ἁφή· κινεῖται γὰρ δι’ ὁμοειδοῦς τὸν ἀεὶ χρόνον. ἀλλ’ οὐδὲ γεῦσις οὐδὲ ὄσφρησις οὐδὲ ἀκοὴ οὐδὲ ὄψις· οὔτε γὰρ χυμὸς ἐκεῖ οὔτε ἀήρ, ἀλλ’ οὐδὲ
25χρῶμα· τοῦ γὰρ χάριν ἀντιλήψεται τῶν χρωμάτων; ἀλλ’ ἕτερον εἶδος ζώου τὸ θεῖον σῶμα πολλῷ ἄμεινον καὶ θειότερον καὶ ἄλλον ἴσως τρόπον ἀντι‐ λαμβανόμενον τῶν αἰσθητῶν, ὅνπερ τὰ γεννῶντα τῶν γεννωμένων. ἡμεῖς μὲν οὖν καὶ ζῶον λέγομεν καὶ ἄμεινον αἰσθήσεως τὸ θεῖον σῶμα· οἱ δὲ ζῶον μὲν αὐτὸ εἶναι τιθέμενοι, ἐκ πυρὸς δὲ εἶναι λέγοντες καὶ τροφῇ
30χρῆσθαι, λεγέτωσαν ἢ πῶς οἷόν τε ζῶον τρέφεσθαι χωρὶς γεύσεως, ἢ πῶς γεύεσθαι χωρὶς ἁφῆς ἢ καὶ τὰς ἄλλας ἔχειν αἰσθήσεις χωρὶς ἁφῆς ἢ τὴν ἁφὴν δύνασθαι εἶναι δι’ ἁπλοῦ σώματος. Πέφηνε τοίνυν ἡμῖν ἡ ἀνάγκη δι’ ἣν ταύτης μόνης στερισκόμενα τῆς αἰσθήσεως εὐθὺς ἀποθνήσκει τὰ ζῶα· οὔτε γὰρ τὴν ἁφὴν ἔχειν δυνατόν,
35ὅταν μὴ ζῶον ὑπάρχῃ, οὔτε ζῶον εἶναι, ὅταν μὴ ἔχῃ τὴν ἁφήν, ἀλλ’ ἔστιν αὕτη πρώτη τῶν αἰσθήσεων τῷ ζώῳ ὑπάρχουσα καθὸ ζῶον· καὶ
διὰ τοῦτο τῶν μὲν ἄλλων αἰσθητῶν αἱ ὑπερβολαὶ οὐ τὸ ζῶον φθείρουσιν125

5,3

126

ἀλλὰ τὴν αἴσθησιν, οἷον χρώματος ὑπερβολὴ τὴν ὄψιν, ψόφου δὲ ὑπερβολὴ τὴν ἀκοήν, καὶ ὀσμῆς ὁμοίως τὴν ὄσφρησιν. ὅταν δὲ λέγηται ὑπὸ τῆς βροντῆς ἐφθάρθαι τὸ ζῶον, οὐκ ἄδηλον ὅπως λέγεται· οὐδὲ γὰρ ἡ βροντὴ οὐδὲ ὁ ψόφος ἔπληξεν, ἀλλὰ τὸ πνεῦμα καὶ ὁ ἀήρ, οὐδὲ τὸ χρῶμα
5ἐξέπληξε τὸ ζῶον ἀλλ’ ὁ φόβος ὁ τοῦ χρώματος τῷ σώματι τροπὴν ἐμποιήσας, οὐδὲ ἡ ὀσμὴ ἀλλὰ τὸ κινηθὲν ὑπὸ τῆς ὀσμῆς, καὶ ὁ χυμὸς δὲ οὐχ ᾗ χυμὸς ἀλλ’ ᾗ ἥψατο τῶν κυρίων μερῶν. αἱ δὲ τῶν ἁπτῶν ὑπερβολαὶ τὸ ζῶον οὐ κατὰ συμβεβηκὸς ἀναιροῦσιν, ἀλλ’ ὅταν ὑπερβάλῃ τὸ θερμὸν ἢ τὸ ψυχρὸν ἢ τὸ σκληρόν, ταῦτα διαφθείρει τὸ ζῶον, καὶ λίαν
10εἰκότως· παντὸς μὲν γὰρ ἐν ὑπερβολῇ αἰσθητοῦ φθείρεται τὸ αἰσθητήριον, τῆς δὲ ἁφῆς αἰσθητήριον ὅλη ἡ σὰρξ καὶ ὅλον τὸ σῶμα τοῦ ζώου καὶ οὐ μέρος τι ἀφωρισμένον. ὅταν οὖν φθείρηται τὸ σῶμα, φθείρεται τὸ ζῶον. ἔφην δὲ καὶ πρότερον ἤδη, ὅτι τῶν πέντε αἰσθήσεων αὕτη μόνη πρὸς τὸ ζῶον εἶναι ἀπόχρη, αἱ δὲ τέσσαρες πρὸς τὸ εὖ εἶναι, ὥστε ἡ μὲν ἐκείνων
15φθορὰ τοῦ εὖ εἶναι φθορά, ἡ δὲ τῆς ἁφῆς τοῦ ζῶον εἶναι. ἐπεὶ τήν γε ὄψιν ἔχει τὸ ζῶον οὐ διότι ζῶον, ἀλλ’ ὅτι ἐν ἀέρι διαιτώμενον ἢ ὕδατι καὶ ὅλως ἐν τῷ διαφανεῖ· τὴν δὲ γεῦσιν ἵνα τὸ ἡδὺ καὶ τὸ λυπηρὸν δια‐ γιγνώσκῃ τὸ ἐν τροφῇ, καὶ τὸ μὲν φεύγῃ τὸ δὲ διώκῃ· πρὸς γὰρ τὸ τρέφεσθαι μόνον ἡ θρεπτικὴ δύναμις ἤρκεσεν ἄν, ὥσπερ καὶ τοῖς φυτοῖς·
20ἀκοὴν δὲ πρὸς τὸ σημαίνεσθαί τι αὐτῷ· γλῶτταν δὲ δυοῖν ἕνεκεν καὶ πρὸς τὴν γεῦσιν καὶ πρὸς τὸ σημαίνειν ἑτέρῳ.
21
Τέλος τῆς Θεμιστίου παραφράσεως τῶν Περὶ ψυχῆς Ἀριστοτέλους.126