TLG 2001 039 :: THEMISTIUS :: In Aristotelis physica paraphrasis THEMISTIUS Phil.
Rhet. In Aristotelis physica paraphrasis Citation: Volume — page — (line) | ||
5,2t1-34 | ΘΕΜΙΣΤΙΟΥ ΠΑΡΑΦΡΑΣΙΣ ΕΙΣ ΤΟ Α ΦΥΣΙΚΗΣ ΑΚΡΟΑΣΕΩΣ. | |
5,21(2) | Πρόκειται τῇδε τῇ συγγραφῇ ἐπιστήμην τινὰ πορίσασθαι τῆς τε φύσεως καὶ τῶν ὑπ’ αὐτῆς γινομένων. τὸ μὲν γὰρ ἄνευ λόγου ταῦτα γινώσκειν ῥᾴδιον καὶ πᾶσιν ἀνθρώποις· ἅπαντες γὰρ ἂν εἰπεῖν ἔχοιμεν οἵ | |
5 | γε τὴν αἴσθησιν ὑγιαίνοντες, ὅτι τοῦτο μέν ἐστιν γῆ, τοῦτο δὲ ὕδωρ, τοῦτο δὲ φυτόν, τοῦτο δὲ ζῷον· ἀλλὰ τῷ μετ’ ἐπιστήμης γνωσομένῳ καὶ τὰς ἀρχὰς αὐτῆς πρότερον ἀνάγκη γινώσκειν. δηλοῦσι δὲ τοῦτο καὶ αἱ λογικώτεραι τῶν τεχνῶν· γραμματικοὺς γὰρ λέγομεν οὐ τοὺς ἐπακούοντας τῶν ὀνομάτων, ἀλλὰ τοὺς εἰπεῖν ἔχοντας, ἐξ ὅσων ἕκαστον ὄνομα σύγκειται στοιχείων, μουσι‐ | |
---|---|---|
10 | κούς τε αὖ οὐ τοὺς αἰσθανομένους τῶν μελῶν διὰ τῆς ἀκοῆς, ἀλλὰ τοὺς διαλύειν αὐτὰ δυναμένους εἰς τόνους καὶ ἡμιτόνια. πῶς ἂν οὖν τι περὶ ἀρχῶν μετὰ ἀποδείξεως ἔχοιμεν λέγειν, εἴ γε ἡ μὲν ἀπόδειξις ἐκ προτέρων, εἰ δὲ τὰ πρότερα ἐπιζητοίημεν, ἀρχὰς τῶν ἀρχῶν εὑρεῖν βου‐ λησόμεθα; τὸ πρότερον οὖν διχῶς· καὶ πρὸς ἡμᾶς καὶ πρὸς τὴν φύσιν. | |
15 | πρὸς ἡμᾶς μὲν οὖν πρότερον τὸ γνωριμώτερον ἡμῖν καὶ ὃ ῥᾷον ἂν κατα‐ λάβοιμεν, οἷον τὰ ὀνόματα καὶ αἱ συλλαβαὶ τῶν γραμμάτων· πρὸς δὲ τὴν φύσιν πρότερα τὰ κατὰ τὴν οὐσίαν ἁπλούστερα, οἷον τὰ γράμματα τῶν ὀνομάτων, ἀνάπαλιν δὲ ἡ πορεία· ἡμεῖς μὲν γὰρ ἀπὸ τῶν συνθέτων ἐπὶ τὰ ἁπλούστερα πρὸς δὲ τὴν φύσιν πρότερα ἀναλύομεν, ἡ φύσις δὲ ἐκ τῶν | |
20 | ἁπλῶν τὰ σύνθετα μηχανᾶται. ὅταν μὲν οὖν περὶ τῶν συγκειμένων ποιώ‐ | 1 |
5,22 | μεθα λόγον, ἐκ τῶν φύσει προτέρων αὐτὸ ἀποδείξομεν· ὅταν δὲ περὶ τῶν ἀρχῶν, ἐκ τῶν πρὸς ἡμᾶς προτέρων. καὶ ἔστιν ἐκείνη μὲν ἡ κυρίως ἀπό‐ δειξις, αὕτη δὲ εἰ καὶ μὴ κυρίως, ἀλλὰ ἡμῖν ἱκανῶς. ἐὰν οὖν ἀρχώμεθα τοῦ περὶ τῶν ἀρχῶν λόγου ἀπὸ κοινῶν τινων καὶ πλείοσιν ὑπαρχόντων, οὐ | |
5 | † ταρακτέον· ἀπὸ γὰρ τούτων ἐπὶ τὰ ἴδια βαδιούμεθα. γνωριμώτερα δ’ ἡμῖν τὰ κοινὰ τῶν ἰδίων ἐστίν· οἷον γὰρ σύγκειται μᾶλλον καὶ ὥσπερ ἐν τοῖς αἰσθη‐ τοῖς, εἰ προσίῃ τι ζῷον, ὅλου τοῦ σώματος ἡ ὄψις θᾶττον ἀντιλαμβάνεται ἢ κεφαλῆς τε καὶ χειρῶν καὶ ποδῶν (οὕτω γοῦν εἴποι τάχιον ἂν ὅτι ζῷον τὸ προσιὸν ἢ ἄνθρωπος), οὕτως ἐν τοῖς ὑπὸ λόγου θεωρουμένοις τὰ | |
10 | καθόλου τε καὶ κοινὰ σαφέστερα ἡμῖν τῶν προσεχῶν καὶ ἰδίων ἐστίν, καί‐ τοι μᾶλλον ἐκείνων συγκεχυμένα· ἔστι γὰρ καὶ τῷ νῷ οἷον ὅλον μέν τι τὸ καθόλου, οἷον δὲ μέρη ὅσα ἐκεῖνο περιλαμβάνει. οὕτω δὲ καὶ οἱ ῥήτορες ποιοῦσι καὶ περὶ τῶν κοινῶν κεφαλαίων πρῶτον, εἶθ’ οὕτως περὶ τῶν ἰδίων εἴδους ἑκάστου διδάσκοντες. οὕτω δὲ καὶ ἐν τοῖς ἀναλυτικοῖς ὁ περὶ | |
15 | τοῦ συλλογισμοῦ λόγος προτάττεται τοῦ τε ἀποδεικτικοῦ καὶ διαλεκτικοῦ καὶ σοφιστικοῦ (ἀπὸ γὰρ τῶν κοινῶν ὁρμώμενοι ῥᾷον ἑκάστου τὰ ἴδια καὶ τὰ προσεχῆ διακρίνομεν) καὶ αἱ πρῶται δὲ ἡμῖν φαντασίαι γίνονται ἀδι‐ άρθρωτοι καὶ ἀπὸ τῶν κοινῶν· τὰ γοῦν παιδία προσαγορεύει πάντας τοὺς ἄνδρας πατέρας καὶ μητέρας τὰς γυναῖκας τὸ ἄρρεν ἢ θῆλυ καταλαμβά‐ | |
20 | νοντα ὡς κοινὰ ῥᾷον, πρὶν διορίζειν τοῖν γονέοιν τὰ ἴδια. εἴποις δ’ ἂν κατά τινα τρόπον ὁμοίως ἔχειν καὶ τοὔνομα πρὸς τὸν ὁρισμόν, λέγω δὲ ὄνομα μὲν οἷον ἄνθρωπον, ζῷον δὲ πεζὸν δίπουν τὸν ὁρισμόν· τὸ μὲν γὰρ ὁλοσχερῶς καὶ συγκεχυμένως σημαίνει καὶ οἷόν τέ ἐστι κεῖσθαι καὶ καθ’ ἑτέρων πλειόνων κατὰ τοῦ γεγραμμένου καὶ πεπλασμένου, ὁ δὲ ὁρισμὸς | |
25 | ἔοικεν εἰς τὰ μέρη διαιροῦντι τὴν ὑποκειμένην οὐσίαν. ἀναλαβόντι οὖν ἀρκτέον ἐντεῦθεν. Ἀνάγκη τὴν ἀρχὴν ἢ μίαν ἢ πλείους εἶναι· ἀλλ’ εἴτε μίαν, ἢ κινου‐ μένην ἢ ἀκίνητον, ἢ πεπερασμένην ἢ ἄπειρον· εἴτε πλείους, καὶ ταύτας γε αὖ ἢ κινουμένας γε ἢ ἀκινήτους, ἢ πεπερασμένας κατ’ ἀριθμὸν ἢ πάλιν | |
30 | ἀπείρους. εἰσὶ γάρ τινες καὶ οἱ ἀπείρους θέμενοι τὰς ἀρχὰς ὥσπερ Ἀνα‐ | |
ξαγόρας τε καὶ Δημόκριτος· ἀλλὰ Δημόκριτος μὲν μίαν οὐσίαν ταῖς ἀτόμοις | 2 | |
5,23 | ὑποτιθεὶς τοῖς σχήμασιν αὐτοῖς ἐξαλλάττει μόνοις, Ἀναξαγόρας δὲ ἐν ταῖς ὁμοιομερείαις ἐναντιότητας, θερμότητας ψυχρότητας, λευκότητας μελανίας. διῃρέθησαν δὲ καὶ εἰς τὰς ἄλλας δόξας οἱ περὶ τῶν ὄντων πάλαι φιλοσο‐ φήσαντες· ὄντα γὰρ ἐνόμιζον τὰς ἀρχὰς ἐκεῖνοι καὶ ζητοῦντες, πόσα τὰ | |
5 | ὄντα, τὰς ἀρχὰς ἐζήτουν ὁπόσας θετέον ἐστίν, εἰ μὴ τάχα Παρμενίδης καὶ Μέλισσος ἓν τὸ ὂν καὶ ἀκίνητον λέγοντες οὐ μίαν τὴν ἀρχὴν ἔλεγον καὶ ἀκίνητον· ἡ γὰρ ἀρχὴ πλείω δήπουθεν ἑαυτῇ συνεισάγει, καὶ τοσαῦτά γε ὅσων ἔστιν ἀρχή· πρός τι γὰρ ἡ ἀρχὴ καὶ τινῶν. ἀλλὰ καὶ τὸ ἀκίνητον λέγειν τὸ ὂν φανεροὺς ποιεῖ μὴ λαμβάνοντας τὸ ὂν ἀντὶ τῆς ἀρχῆς· πῶς | |
10 | γὰρ ἂν ἕτερόν τι γένοιτο ἐξ ἀρχῆς μὴ κινουμένης; ἔστι μὲν οὖν ὁ πρὸς τούτους λόγος οὐ τῷ φυσικῷ προσήκων· τί δήποτε; ἀναιροῦσι γὰρ τὰς φυσικὰς ἀρχάς, ὥσπερ ἔφην, μᾶλλον δὲ τὴν φύσιν αὐτήν, κίνησιν μὴ τιθέ‐ μενοι. συστῆσαι δὲ τὰς οἰκείας ἀρχὰς οὐδεμιᾶς ἐστιν ἐπιστήμης, ὥσπερ οὐδὲ γεωμετρίας γραμμὰς καὶ σημεῖα, οὐδὲ ἀριθμητικῆς μονάδας, ἀλλ’ ἐπὶ | |
15 | ταύταις ὑποκειμέναις περαίνουσι τὰ ἐφεξῆς, ἐπεὶ ὅτι γέ ἐστι φύσις πόθεν ἂν ὁ φυσικὸς ἀποδείξειεν; πότερον ἔκ τινων φυσικῶν; ἀλλ’ αἰτήσεται τὸ ζητούμενον. ἀλλ’ ἐξ ἑτέρων; ἀλλ’ οὐχ ᾗ φυσικὸς ἀποδείξει. εἰ μὲν οὖν ἔχει τινὰ προτέραν ἑαυτῆς ἐπιστήμην ἡ φυσική, παρ’ ἐκείνης λήψεται τὰς ἀρχὰς ὥσπερ καὶ παρὰ ταύτης ἡ ἰατρικὴ καὶ παρὰ γεωμετρίας ἡ ὀπτική· | |
20 | εἰ δὲ μή, χρήσεται τῇ κοινῇ πασῶν τῶν τεχνῶν μεθόδῳ τῇ δι’ ἐνδόξων· ἀλλ’ εἴτε οὕτως εἴτ’ ἐκείνως, οὐχ ᾗ φυσικὸς δώσει λόγον ἀλλ’ ᾗ διαλε‐ κτικὸς ἢ φιλόσοφος. τὸ μὲν οὖν πόσαι καὶ τίνες αἱ τῆς φύσεώς εἰσιν ἀρχαὶ διδάσκειν ἀναγκαῖον τῷ φυσικῷ, τὸ δὲ ὡς ἔστιν ὅλως ἡ φύσις, οὐκ ἔστι φυσικοῦ. ἀλλ’ οὐδὲ φανερῶς ἀναιροῦσι τὴν φύσιν, ἀλλὰ καὶ εἰ μὴ | |
25 | λέγουσι φανερῶς, ἀλλ’ ἐξ ὧν λέγουσι τοῦτο συμβαίνει. ὁ γὰρ κίνησιν μὴ διδοὺς οὐ δώσει δήπου καὶ τὴν ἀρχὴν τῆς κινήσεως, αὕτη δέ ἐστιν ἡ φύσις. εἰ μὲν οὖν τηροῦντες τὰς ἀρχὰς ἐν τοῖς ἑξῆς τι παρελογίζοντο, ἀκόλουθον ἦν ἐπιδεικνύναι τῷ φυσικῷ, πῇ φενακίζουσιν· εἰ δὲ δι’ ὧν παρακρούονται, τὰς ἀρχὰς αὐτὰς ἀναιροῦσιν, οὐκ οἰκεῖον τὸ λύειν τοὺς | |
30 | λόγους αὐτῶν τοῦ μετιόντος τὴν ἐπιστήμην, ἐπεὶ καὶ τὰ ψευδογραφήματα ὅσα μὲν σῴζει τὰς γεωμετρικὰς ὑποθέσεις λυτέον τῷ γεωμέτρῃ, ὅσα δὲ μάχεται πρὸς ἐκείνας, παραιτητέον, οἷον δύο τινὲς κύκλον ἐπιχειρήσαντες τετραγωνίζειν Ἱπποκράτης τε ὁ Χῖος καὶ ὁ Ἀντιφῶν. τὸν μὲν οὖν Ἱππο‐ | |
κράτους λυτέον· τὰς γὰρ ἀρχὰς φυλάττων παραλογίζεται τῷ μόνον μὲν | 3 | |
5,24 | ἐκεῖνον τὸν μηνίσκον τετραγωνίσαι ὃς γράφεται περὶ τὴν τοῦ τετραγώνου πλευρὰν τοῦ εἰς τὸν κύκλον ἐγγραφομένου, *** ἀπόδειξιν πρὸς Ἀντι‐ φῶντα δὲ οὐκέτ’ ἂν ἔχοι λέγειν ὁ γεωμέτρης, ὃς ἐγγράφων τρίγωνον ἰσό‐ πλευρον εἰς τὸν κύκλον καὶ ἐφ’ ἑκάστης τῶν πλευρῶν ἕτερον ἰσοσκελὲς | |
5 | συνιστὰς πρὸς τῇ περιφερείᾳ τοῦ κύκλου καὶ τοῦτο ἐφεξῆς ποιῶν ᾤετό ποτε ἐφαρμόσειν τοῦ τελευταίου τριγώνου τὴν πλευρὰν εὐθεῖαν οὖσαν τῇ περιφερείᾳ. τοῦτο δὲ τὴν ἐπ’ ἄπειρον τομὴν ἀναιροῦντος ἣν ὑπόθεσιν ὁ γεωμέτρης λαμβάνει. πρῶτον μὲν οὖν διὰ τοῦτο ἄξιον ἦν παραιτήσασθαι τὸν Παρμενίδου καὶ Μελίσσου λόγον, ἔπειτα ὅτι καὶ ἀπίθανος καὶ παρά‐ | |
10 | δοξος τῶν ἀνδρῶν ἡ δόξα. τί γὰρ διαφέρει τὸ λέγειν ἓν τὸ ὂν τοῦ λέγειν Δίωνα τὸ ὂν εἶναι, ἢ πρὸς ἄλλην θέσιν τινὰ διαλέγεσθαι τῶν λόγου ἕνεκα λεγομένων, ὡς Ἡράκλειτος ἔλεγε ταὐτὸν εἶναι τὰ ἐναντία; καὶ οἱ λόγοι δὲ ἀμφοτέρων οἷς κέχρηνται, ἄντικρύς εἰσιν ἐριστικοί· καὶ γὰρ τὰς προτάσεις ψευδεῖς καὶ τὸ σχῆμα φέρουσιν ἀσυλλόγιστον, φορτικώτερος δὲ ὁ Μελίσσου· | |
15 | ποιεῖ γὰρ οὐδ’ ἡντιναοῦν ἀπορίαν. οὐ μὴν ἀλλ’ ἐπειδὴ περὶ φύσεως μὲν οὐδὲν λέγουσιν (πῶς γὰρ οἵ γε ἀναιροῦντες τὴν φύσιν;), φυσικὰς δὲ ἀπορίας συμβαίνει λέγειν αὐτοῖς, τὰς ἐκ τοῦ κενοῦ καὶ τοῦ ἀπείρου καὶ τῆς κινή‐ σεως, ἴσως ἔχει καλῶς ἐπὶ μικρὸν διαλεχθῆναι περὶ αὐτῶν· εἰ γὰρ καὶ φυσικῷ μὴ προσήκων ὁ λόγος, ἀλλὰ φιλοσόφῳ γε οὐκ ἀλλότριος. ἐροῦμεν | |
20 | δὲ πρὸς τοὺς ἄνδρας οὐχ ἵνα κινήσαντες αὐτῶν τὴν δόξαν θώμεθα οὕτως φύσιν καὶ κίνησιν· ταῦτα γὰρ ἡμῖν διὰ τὸ ἐναργὲς ὑποκείσθω, ἄλλως δὲ ἐκ περιόντος ἃ λέγουσιν ἐξεταστέον καὶ πρῶτόν γε αὐτὴν τὴν δόξαν καθ’ ἑαυτὴν χωρὶς τῶν λόγων οἷς ἐπιχειροῦσιν αὐτὴν κατασκευάζειν. Ἀρχὴ δὲ οἰκειοτάτη πασῶν τί σημαίνει τὸ ὂν αὐτοῖς ἐρωτῆσαι, πότε‐ | |
25 | ρον οἴονται πολλαχῶς αὐτὸ λέγεσθαι ἢ μοναχῶς· εἰ μὲν γὰρ πολλαχῶς, ὥσπερ ἡμεῖς ἐν ταῖς Κατηγορίαις ἐδείξαμεν, κατὰ τὸ ὄνομα ἂν λέγοιεν τὸ ὂν ἕν, πολλὰ δὲ κατὰ τὴν ὑπόστασιν καὶ τὰ πράγματα· εἰ γὰρ ἔσται καὶ οὐσία καὶ ποιὸν καὶ ποσόν, εἴτε καὶ ἀπολελυμένα ταῦτα ἀπ’ ἀλλήλων εἴτε σὺν ἀλλήλοις τὸ εἶναι ἔχοντα, πολλὰ τὰ ὄντα γενήσεται, κἂν μία | |
30 | φωνὴ πάντων κατηγορῆται. εἰ δὲ μοναχῶς, οὕτω δὲ τῷ πράγματι λέγοιεν ἂν καὶ τῷ σημαινομένῳ, ἀλλ’ εἰ ἓν πρᾶγμα σημαίνει, ἢ ὡς γένος ἂν ἓν σημαίνοι ἢ ὡς εἶδος ἢ ὡς ἄτομον. ἀλλ’ εἴτε ὡς | |
γένος, πολλὰ τὰ ὄντα· εἴτε ὡς εἶδος, ὁμοίως· κατὰ γὰρ πλειόνων καὶ | 4 | |
5,25 | διαφερόντων ταῦτα κατηγορεῖται. λείπεται τοίνυν ὡς ἄτομον ἓν εἶναι τὸ ὄν, ὡς ὁ Καλλίας, ὡς ὁ Βουκέφαλος ἵππος, ὡς τοδὶ τὸ μέλαν. πότερον οὖν οὐσίαν τοῦτο ἐροῦσιν ἢ συμβεβηκός; οἴονται μὲν γὰρ συμβεβηκός, ὅταν ὁ μὲν ἄπειρον ὁ δὲ πεπερασμένον λέγῃ τὸ ὄν· τὸ γὰρ ἄπειρον | |
5 | καὶ πεπερασμένον ἐν γένει τῷ ποσῷ· τὸ μὲν γὰρ ποσὸν ἀδιεξίτητον, τὸ δὲ ποσὸν ὡρισμένον. εἰ μὲν οὖν ὑποκειμένου τινὸς ταῦτα κατη‐ γοροῦσι, δύο ἂν λέγοιεν τὰ ὄντα, οὐσίαν καὶ ποσόν· εἰ δὲ κατὰ μηδενὸς ὑποκειμένου φέρουσι τὸ ποσόν, τοῦτο ἤδη καὶ ἀδύνατον εἶναι συμβε‐ βηκὸς ἄνευ ὑποκειμένης οὐσίας. ἔτι τὸ ἓν κατ’ ἀριθμὸν ὥσπερ τὸ ὄν, | |
10 | λέγεται καὶ αὐτὸ πολλαχῶς. λέγεται γὰρ ἓν κατὰ ἀριθμὸν ἢ ὡς συνεχές, ὡς μίαν εἶναι εἴποιμι ἂν τὴν γραμμήν, ἢ ὡς τὸ ἀδιαίρετον φύσει ὡς τὸ σημεῖον καὶ ἡ στιγμή, ἢ ὡς ἕνα καὶ τὸν αὐτὸν ἔχον λόγον, ὡς ἓν λέγεται λώπιον καὶ ἱμάτιον. κατὰ τίνα οὖν τῶν τριῶν τρόπων ἓν λέγουσιν κατὰ ἀριθμὸν εἶναι τὸ ὄν; οὔτε γὰρ ὡς συνεχές (διαιρετὸν γὰρ ἐκεῖνό γε εἰς | |
15 | πολλά), μᾶλλον δὲ εἰς ἄπειρα. εἰ γὰρ διότι ἥνωται, ἓν αὐτὸ λέγουσιν, ὅτι ἐστὶ διαιρετὸν ἐροῦσιν αὐτὸ κατὰ τοῦτο πολλὰ εἶναι. ἀλλ’ ὡς ἀδιαίρετον δεῖ λαμβάνειν τὸ μέρος τοῦ ὅλου· ταύτῃ γὰρ λέγεται καὶ συνεχὲς ᾗ κατ’ ἐνέργειάν ἐστιν ἕν. ἀλλὰ πρῶτον μὲν οὐδαμῶς διαστέλλονται τὸ κατ’ ἐνέργειαν τοῦ δυνάμει· ἔπειτα (συγκεχωρήσθω γὰρ αὐτοῖς τοῦτο) ἐκεῖνό γε | |
20 | πάντως ὁμολογήσουσιν ὅτι συνεχῆ τε καὶ ἡνωμένα οὐχ ὁμοιομερῆ μόνον ἐστίν, πλεῖστα δὲ καὶ ἀνομοιομερῆ, τὰ σώματα λέγω τῶν ζῴων καὶ τῶν φυτῶν· ἥνωται γὰρ καὶ τούτων τὰ μέρη, καὶ οὐ σύγκειται ὥσπερ σωρός. διὰ τί οὖν, εἰ τῆς γραμμῆς τὸ μέρος ἕν τε καὶ ταὐτὸν τῇ γραμμῇ, ὅτι μὴ διῄρηται τῆς ὅλης, οὐκ ἔσται καὶ ἡ χεὶρ ταὐτὸν Σωκράτει καὶ ὁ ποὺς δὲ | |
25 | ὁμοίως; ὁ γὰρ αὐτὸς λόγος. εἰ δ’ ἄμφω τὰ αὐτὰ τῷ αὐτῷ, καὶ ἀλλήλοις δήπου τὰ αὐτά. ἔσται οὖν ταὐτὸν ποὺς χεὶρ ὀφθαλμὸς κοιλία. τοῦτο τὸ ζήτημα κατ’ ἰδίαν ἐτύγχανε λόγου παρὰ τοῖς παλαιοῖς, πότερον ταὐτὸν τῷ ὅλῳ τὸ μέρος ἢ ἕτερον· ἀπήντα γὰρ ἄπορον ἐξ ἑκατέρου· εἰ μὲν ταὐτόν, ὃ προείρηται· εἰ δ’ ἕτερον, ὅτι καὶ τὸ ὅλον ἑαυτοῦ· οὐ γὰρ δὴ τοδὶ μὲν τὸ μέρος ἕτερον, τοδὶ | |
30 | δὲ οὔ, ἀλλὰ πάντα ὁμοίως ἕτερα τοῦ ὅλου, πάντα δὲ ἦν τὸ ὅλον. κἂν ἐπὶ τῶν ἐκ διωρισμένων δὲ μερῶν ἐρωτήσῃς τὸν λόγον, τὰ αὐτὰ ἄπορα ἀπαντήσεται οἷον οἰκίας ἢ χοροῦ. λέγεται δὲ ἡ λύσις ἐν ἄλλοις· οὐ γὰρ ἀληθές, εἰ κατ’ ἰδίαν ἕκαστον τῶν μερῶν λαμβανόμενον ἄλλο τοῦ ὅλου, διὰ τοῦτο καὶ | |
πάντα ἅμα ληφθέντα ἕτερα γίνεσθαι τοῦ ὅλου· τὰ γὰρ πάντα ἑκάστου τῶν | 5 | |
5,26 | ἐν αὐτοῖς ἕτερα, τὰ πάντα δὲ ἦν τὸ ὅλον. εἶεν. ἀλλ’ ὡς μὲν συνεχὲς διὰ ταῦτα οὐκ ἐροῦσιν ἓν εἶναι τὸ ὄν, ὡς δὲ ἀδιαίρετον ἴσως. μονὰς οὖν ἢ σημεῖον ἔσται πάντα τὰ ὄντα γῆ θάλαττα οὐρανός, οὗ τί γένοιτ’ ἂν ἀπο‐ πληκτότερον; πῶς δὲ ἐν σημείῳ ποιότητα ἀπολείψουσιν; οὔτε γὰρ σχῆμα | |
5 | οὔτε πάθος ἐν τῷ ἀμερεῖ. φροῦδον δὲ αὐτοῖς ἔσται καὶ τὸ ποσόν· οὐ γὰρ ποσὸν τὸ σημεῖον, ἀλλὰ πέρας ποσοῦ καὶ οὔτε ἄπειρον οὔτε πεπερασμένον τὸ ὄν. ἀλλὰ ταῦτά γε αὐτοὶ κατηγοροῦσι τοῦ ὄντος. ἔτι τὸ πέρας ἀδιαί‐ ρετον, οὐ τὸ πεπερασμένον ἐστίν· εἰ δὲ ὡς πέρας ἀδιαίρετον τὸ ὄν, δηλονότι καὶ οὗ πέρας ἐστί, καὶ ἐκεῖνο συνεισαχθήσεται· πρός τι γὰρ τὸ πέρας | |
10 | καὶ ἀεὶ σὺν ἄλλῳ. ἀλλὰ μὴν εἰ ὡς μέθυ καὶ οἶνος ἓν τὰ πάντα ἐστί, τὸν Ἡρακλείτου λόγον συμβαίνει λέγειν αὐτοῖς· ταὐτὸν γὰρ ἔσται παρ’ αὐτοῖς κατὰ τὸν λόγον τῆς οὐσίας φυτὸν ἄνθρωπος πτηνὸν τὸ ἀγαθὸν τὸ κακόν, ἁπλῶς τἀναντία. συναληθεύει δὲ οὕτως καὶ ἡ ἀντίφασις· εἰ γὰρ ταὐτόν ἐστι τὸ λευκὸν εἶναι καὶ μέλαν εἶναι, ταὐτὸν ἔσται λευκόν τε καὶ οὐ λευκόν· τὸ | |
15 | γὰρ μέλαν ἦν οὐ λευκόν. εἰ δὲ ταὐτόν ἐστιν ἡ κατάφασις καὶ ἡ ἀπόφασις, διὰ τί καὶ τὸ ὂν οὐκ ἐροῦσι μὴ ὂν καὶ τὸ ἓν οὐχ ἕν, καὶ οὕτως ἀτοπώτερόν τι νεανιεύσονται, οὐχ ἓν εἶναι τὸ ἓν ἀλλὰ μηδὲν ὅλως τιθέμενοι; ἐὰν δὲ δὴ λέγωμεν οὕτως, ‘Σωκράτης φιλόσοφός ἐστιν‘, ‘Σωκράτης δίπηχύς ἐστιν‘, ἆρα ταὐτὸν ἐν ἀμφοτέροιν τοῖν λόγοιν σημαίνομεν; ἦ πολὺς ὁ γέλως ταὐτὸν τῷ | |
20 | ποσῷ τὸ ποιὸν ὑπολαμβάνειν κατὰ τὸν λόγον. εἰ οὖν τις ἔροιτο ἡμᾶς ‘καθ’ ὑμᾶς δὲ πῶς ἔσται ἓν ὁ Σωκράτης, ὅταν λέγητε αὐτὸν καὶ σιμὸν καὶ δίπηχυν καὶ φιλόσοφον; οὐ γὰρ δὴ πλῆθος ἔσται ὑμῖν ὁ Σωκράτης ἁπλῶς, τὸ δὲ ἓν αὐτοῦ παντελῶς ἀφαιρήσεσθε, ἀλλὰ δώσετε καὶ ἓν τὸν Σωκράτην καὶ πολλὰ εἶναι‘, πῶς οὐκ ἀντιστρέψει καὶ καθ’ ἡμῶν ὁ ἐκ τῆς ἀντιφάσεως | |
25 | ἔλεγχος; ταὐτὸν γὰρ καὶ οὕτως ἕν τε καὶ οὐχ ἓν ἅμα γενήσεται. οὗτος ὁ λόγος Λυκόφρονα μὲν καὶ τοὺς ὕστερον τῶν ἀρχαίων οὕτως διεθορύβησεν, ὥστε Λυκόφρων μὲν ὑπολαμβάνων ὧν τὸ ἔστι κατηγορεῖται, ταῦτα εἶναι μόνα, τῆς μὲν οὐσίας τὸ ἔστι κατηγόρει οἷον ‘Σωκράτης ἐστίν‘. εἰ δέ τι τῶν συμβεβηκότων κατ’ αὐτοῦ λέγοιτο, ἵνα μὴ πολλὰ γένοιτο ὁ Σωκράτης, | |
30 | 〈οὐκέτι τὸ ἔστι τῶν συμβεβηκότων προσκατηγόρει· οὐ γὰρ ἔλεγε ‘Σωκράτης | 6 |
5,27 | λευκός ἐστιν‘ ἢ ‘Σωκράτης δίπηχύς ἐστιν‘, ἀλλ’ ἁπλῶς ‘Σωκράτησ〉 λευκός τε καὶ δίπηχυσ‘, κακῷ τὸ κακὸν ἰώμενος· πρότασιν γὰρ ἀνῄρει καὶ ἀπο‐ φαντικὸν λόγον. Πλάτων δὲ μετερρύθμιζε τὸν λόγον ἀντὶ τοῦ ‘λευκός ἐστιν‘ λέγων ‘λελεύκωται‘. ἡμεῖς δέ φαμεν ταὐτὸν εἶναι δύνασθαι ἕν τε καὶ οὐχ | |
5 | ἕν, ἀλλ’ οὐ κατὰ ταὐτὸν οὐδὲ ἅμα. τοῦτο μὲν γὰρ ἀμήχανόν πως, ἐκεῖνο δὲ ἀληθές τε καὶ δυνατόν, τὸν αὐτὸν τοῦτον Σωκράτην ἓν μὲν εἶναι κατὰ τὸ ὑποκείμενον, πλείω δὲ κατὰ τὸν λόγον· ἄλλος γὰρ λόγος μουσικὸν αὐτὸν εἶναι καὶ ἄλλος δίπηχυν. οὐκ ἀντιφάσεις οὖν ταῦτα, ὥστε μάτην ἐθορυ‐ βοῦντο, καὶ ἐπὶ τῆς τοῦ συνεχοῦς διαιρέσεως ταύτῃ· εἰ μὲν γὰρ δὴ καὶ | |
10 | ἐνεδίδοσαν καὶ ταὐτὸν ὡμολόγουν ἕν τε καὶ πολλὰ εἶναι, ἀλλ’ ἓν μὲν ἔστω καὶ πολλά, οὐχ ἅμα δέ, οὐδὲ κατὰ ταὐτὸν τὰ ἀντικείμενα, ἀλλ’ ἐνεργείᾳ μὲν ἓν δυνάμει δὲ πολλά, ὥσπερ εἰ λέγοιμι τὸν πυρὸν δυνάμει μὲν εἶναι στάχυν ἐνεργείᾳ δὲ μή· ταῦτα γὰρ οὐκ ἔστιν ἀντίφασις, εἰ μεμνήμεθα τῶν διορισμῶν οἷς χρώμεθα πρὸς τὰς σοφιστικὰς ἐνοχλήσεις. | |
15 | Τόνδε δὴ τρόπον ἐπιοῦσιν ἀδύνατον φαίνεται ἓν εἶναι τὰ ὄντα καὶ τοὺς λόγους αὐτῶν λύειν οὐ χαλεπόν· εὐθὺς γὰρ ἀσυλλόγιστος ὁ λόγος Μελίσσου· φησὶ γὰρ ‘εἰ γέγονε τὸ ὄν, ἀρχὴν ἔχει· οὐ γέγονε δέ, οὐκ ἄρα ἀρχὴν ἔχει· διὸ καὶ ἄπειρον καὶ ἕν‘. δέον γὰρ τὸ τοῦ λήγοντος ἀντικεί‐ μενον προσλαβεῖν καὶ ἐπαγαγεῖν τοῦ ἡγουμένου τὸ ἀντικείμενον (οὕτως γὰρ | |
20 | συνίσταται καὶ συλλογισμὸς κατὰ τὸν δεύτερον τῶν ὑποθετικῶν), ὁ δὲ τοῦτο μὲν οὐκ ἐποίησε· συνήγαγε γὰρ ἂν ὃ μὴ προὔθετο, ὅτι τὸ ὂν οὐ γεγένηται, τὸ δὲ ἀντικείμενον τοῦ ἡγουμένου προσλαβὼν ἐπήνεγκε τὸ τοῦ λήγοντος ἀντικείμενον. τοιούτων δὲ συλλογισμῶν πολλή τις ἀφθονία· ‘εἰ ἄνθρωπός ἐστι, καὶ ζῷόν ἐστιν· οὐκ ἔστι δὲ ἄνθρωπος, οὐδ’ ἄρα ζῷον‘. ‘εἰ περιπατεῖ, | |
25 | κινεῖται· οὐ περιπατεῖ δέ, οὐδ’ ἄρα κινεῖται‘. εἶτα καὶ ὁμωνυμίᾳ χρώμενος τῆς ἀρχῆς ἀπατᾶν οἴεται· ἀρχὴ γάρ τίς ἐστι κατὰ χρόνον, ὡς λέγομεν ἀρχὴν ἔχειν τῆς γενέσεως τὸ ζῷον τὴν χθὲς ἡμέραν· ἡ δέ τις ἡ κατὰ τὸ πρᾶγμα αὐτὸ καὶ τὸ μέγεθος, ὥς φαμεν ὁδοῦ καὶ διαστήματος ἀρχὴν εἶναι. καὶ τοίνυν ὅταν λέγῃ Μέλισσος ‘ἅπαν τὸ γενόμενον ἀρχὴν ἔχει‘, ‘ποίαν | |
30 | ἀρχὴν;‘ ἐρησόμεθα αὐτόν· ἅπαν μὲν γὰρ ἀρχὴν ἔχει τὴν κατὰ χρόνον ὃ γίνεται κατ’ οὐσίαν ἁπλῶς, ὡς ἄνθρωπος ἵππος ἐλαία πλάτανος, οὐχ ἅπαν | |
δὲ τὴν κατὰ τὸ μέγεθος, οἷον ὃ γίνεται κατ’ ἀλλοίωσιν καὶ ἀθρόαν μετα‐ | 7 | |
5,28 | βολήν· γίνεται γὰρ καὶ κρύσταλλος καὶ τυρός, οὐ μὴν ἔστι λαβεῖν ἀρχὴν τοῦ μεγέθους ὅθεν ἤρξατο πρῶτον τῆς πήξεως. πάλιν δὲ ὅταν ἐπάγῃ ‘τὸ μὴ γενόμενον ἀρχὴν οὐκ ἔχει‘, παραπλησίως ἐξεταστέον τίνα λέγει τὴν ἀρχήν· τὴν μὲν γὰρ κατὰ χρόνον οὐκ ἔχει τὸ μὴ γενόμενον, τὴν κατὰ | |
5 | μέγεθος δὲ οὐδὲν κωλύεται ἔχειν, ὡς ἥλιος σελήνη καὶ τὰ λοιπὰ ἄστρα, ὥστε εἰ μὲν ἐν ταῖς προτάσεσι περὶ τῆς κατὰ μέγεθος ἀρχῆς διαλέγεται, τῆς μὲν ἀκολουθίας φροντίζει τοῦ συμπεράσματος, ψευδεῖς δὲ ἄμφω λαμ‐ βάνει· εἰ δὲ τὴν κατὰ χρόνον ἀρχὴν αὐτῷ σημαίνει τὰ ἀξιώματα, ἀλη‐ θεύει μὲν ἐν οἷς τίθησι, συμπεραίνει δὲ οὐχ ὃ βούλεται· βούλεται μὲν γὰρ | |
10 | ἂν τὸ μέγεθος ἄπειρον δεῖξαι τοῦ ὄντος, δείκνυσι δὲ οὐ τὸ μέγεθος, ἀλλὰ τὸν χρόνον. ἔπειτα καὶ ἀκίνητόν φησι τὸ ὄν· οὐδὲ γὰρ ἔχειν ὅπου κινη‐ θήσεται ἕν τε ὂν καὶ ἄπειρον πανταχῇ. διὰ τί ὦ γενναῖε; ὅλον μὲν γὰρ οὐκ ἂν μεταβαίνοι, κινεῖσθαι δὲ αὐτὸ κατὰ μόρια πῶς οὐκ ἐνδέχεται; εἰ μὴ καὶ τὴν θάλατταν ἀκίνητον εἶναι φῄς, ὅτι μὴ πᾶσα μεταβαίνει τόπον | |
15 | ἐκ τόπου, καίτοι κινουμένην κατὰ μόρια φανερῶς. ἀλλοίωσιν δὲ ἤτοι κίνη‐ σιν οὐ νενόμικας; ἢ διὰ τί καὶ ταύτην προσαφῄρησαι τοῦ ἀπείρου· οὐ γὰρ δὴ καὶ τὸ θερμαίνεσθαι καὶ τὸ ψύχεσθαι τόπου προσδεῖται. φορτικὸς οὖν ὅπερ ἔφην ὁ λόγος, καὶ ἐφ’ ἑνὶ σαλεύων ἀτόπῳ τῷ μοναχῶς λέγεσθαι τὴν ἀρχήν, ὅπερ εἰ μὴ συγχωροῖτο, εὐφώρατος ἡ κακουργία. ἀλλὰ γὰρ ἴσως | |
20 | κατὰ τὸν λόγον [τὸν λογισμὸν] ἓν ἂν φαίη τὸ ὄν. ἀλλ’ εἰ μὲν ἀντὶ τῆς ἀρχῆς τὸ ὂν ἐλάμβανε Μέλισσος μίαν τὴν ἀρχὴν λέγων κατὰ τὸν λόγον, ταὐτὸν ἄν τισι φυσικοῖς ἔλεγε. τὸ πάντα δὲ ἓν εἶναι κατὰ τὸν λόγον ἀμή‐ χανον, ἄνθρωπον ἵππον τὰ ἐναντία. πρὸς μὲν οὖν τοῦτον καὶ ταῦτα πλείω τῶν ἱκανῶν. | |
25 | Πρὸς Παρμενίδην δὲ ἑξῆς ῥητέον. ὅσα μὲν τοίνυν εἴρηται πρὸς τὴν δόξαν, κοινὰ καὶ πρὸς τοῦτον· ἴδια δὲ ὅσα πρὸς τὸν λόγον ὃν ἐρωτᾷ, ὅς ἐστι τοιόσδε κατὰ τὴν δύναμιν· ‘τὸ παρὰ τὸ ὂν οὐκ ὄν, τὸ οὐκ ὂν οὐδέν, ἓν ἄρα τὸ ὄν‘. ψεύδεται μὲν οὖν ὅτι μοναχῶς λαμβάνει λέγεσθαι τὸ ὂν λεγόμενον πολλαχῶς, καθ’ ὅσους ἐπεδείξαμεν τρόπους· ὅμοιον γάρ τι λέγειν, | |
30 | τὸ παρὰ τὸν καρκῖνον οὐ καρκῖνός ἐστιν, τὸ παρὰ τὸν κύνα οὐ κύων ἐστί· δύναται δὲ καὶ τὸ παρὰ τὸν κύνα κύων εἶναι καὶ τὸ παρὰ τὸν καρκῖνον | |
καρκῖνος· τὸ γὰρ παρὰ τὸν θαλάττιον κύνα οὐκ ἔστι μὲν κύων θαλάττιος, | 8 | |
5,29 | οὐράνιος δὲ ἢ χερσαῖος. καὶ εἴ τι παρὰ τὸ ὄν ἐστιν, οἷον εἰ τὸ παρὰ τὴν οὐσίαν, ἐκεῖνο οὐκ οὐσία, ποιότης μέντοι γε ἢ ποσότης εἶναι δυνήσεται· καὶ εἴ τι παρὰ τὴν ποιότητα, οὐ ποιότης, οὐσία μέντοι γε ἢ ποσότης εἶναι δυνήσεται, καὶ οὐδὲν κωλύει πολλὰ οὕτως εἶναι τὰ ὄντα. οὕτω μὲν οὖν | |
5 | ψεύδεται Παρμενίδης· ὅτι δὲ μὴ συλλογίζεται, δῆλον ἂν γένοιτο ἐξ ὑποθέ‐ σεως, εἰ τῷ αὐτῷ σχήματι τοῦ λόγου ἕτερα λήμματα ἐναρμόσαιμεν. ὑπο‐ κείσθω γὰρ ὑπὸ τοῦ ὄντος μόνον σημαίνεσθαι τὸ λευκόν, τὸ δὲ παρὰ τὸ λευκὸν μηδὲν εἶναι, καὶ πλεκέσθω παραπλησίως ὁ λόγος· εἴ τι παρὰ τὸ λευκόν ἐστιν, ἐκεῖνο οὐκ ἔστιν λευκόν, τὸ δὲ μὴ λευκὸν οὐδέν ἐστιν. τί | |
10 | δὴ συνάγεται; τὸ παρὰ τὸ λευκὸν μηδὲν εἶναι. εἰ γέγονας ἐν τοῖς ἀναλυ‐ τικοῖς, οἶδας ὅτι τοῦτο συνάγεται· ὁ δὲ ἐπάγει ‘μόνον ἄρα τὸ λευκόν ἐστιν‘. διὰ τί οὖν ἔφη φορτικώτερον εἶναι τὸν Μελίσσου λόγον; ὅτι τούτῳ μὲν αἱ προτάσεις συνετέθησαν τεχνικῶς· οὐ γὰρ ἀπόφασις τὸ οὐκ ὄν· οὐ γὰρ ἂν ἔλαβεν ὑποκείμενον τὸ οὐκ ὂν ἐν τῇ δευτέρᾳ προτάσει, ἀλλὰ κατάφασιν ἐκ | |
15 | μεταθέσεως· Μελίσσῳ δὲ καὶ τὰ λήμματα τὴν ἀντιστροφὴν εἶχεν οὐχ ὑγιῆ. ἀλλὰ δῆτα αὐτῷ συγχωρείσθω συμπεραίνεσθαι, μόνον ἄρα ἐστὶν τὸ λευκόν. τί οὖν κωλύει πολλὰ εἶναι τὰ λευκά, κύκνον χιόνα ψιμμύθιον γάλα; καίτοι τί λέγω; ταῦτα μὲν διέστηκεν ἀπ’ ἀλλήλων καὶ τὸ πλῆθος εὐφώρατον ἅπαντι, ἀλλ’ ἓν ἔστω μόνον τὸ λευκὸν συνεχὲς καὶ ἡνωμένον. | |
20 | ἀλλ’ οὐδὲ τοῦτο ἕν ἐστιν εἰ σκοποίης κατὰ τὸν λόγον, ἀλλὰ δύο τοὐλάχι‐ στον ἐν αὐτῷ τό τε ὑποκείμενον σῶμα καὶ ἡ λευκότης, δύο δὲ οὐχ ὡς δυνάμενα χωρὶς ἀλλήλων ὑποστῆναί ποτε· τοῦτο μὲν γὰρ ἀμήχανον ὅλως λευκὸν εἶναί τι καθ’ ἑαυτὸ χωρὶς ὑποκειμένου τινός. ἀλλ’ ὅτι πάμπολυ διαφέρουσαν ὁ λόγος αὐτῶν εὑρίσκει τὴν φύσιν· τὸ μὲν γάρ ἐστι σῶμα | |
25 | λελευκωμένον, τὸ δὲ χρῶμα διακριτικὸν ὄψεως. ταῦτα δὲ οὔπω διέκρινε Παρμενίδης. ἀλλὰ νὴ Δία συκοφαντοῦμεν τὸν ἄνδρα· τὸ γὰρ ὂν ἐκεῖνος ἓν λέγων οὐ συμβεβηκὸς ἔλεγεν οὐδὲ τῶν ἐν ἄλλῳ τὸ εἶναι ἐχόντων, ἀλλὰ τὸ κυρίως ὂν καὶ μάλιστα ὂν καὶ ὡς ἂν ἡμεῖς εἴποιμεν, τὸ ὅπερ ὄν· τοῦτο γὰρ ἡμῖν σημαίνει τὸ μάλιστα ὄν, ὥσπερ Πλάτωνι τὸ αὐτοόν· οὐ γὰρ | |
30 | οὕτως ἀπόπληκτος ἦν Παρμενίδης ὥστε ἀγνοεῖν, ὅτι τὸ συμβεβηκὸς ὑπο‐ κειμένου τινὸς ἀεὶ δεῖται πρὸς τὴν ὑπόστασιν, ὅπερ εἰ μόνον εἴη τὸ συμ‐ | |
βεβηκὸς ὄν, αὐτὸ δήπουθεν οὐκ ὂν ἔσται· ἕτερον γὰρ τοῦ ὄντος, μᾶλλον | 9 | |
5,210 | δὲ συμβήσεται ἅμα τε εἶναι αὐτὸ καὶ μὴ εἶναι, εἶναι μὲν εἰ τῷ ὄντι ὑπό‐ κειται, μὴ εἶναι δὲ εἰ μόνον τέθειται εἶναι τὸ συμβεβηκός· ἐπεὶ καὶ τοῦτο οὐκ ἠγνόει πάντως, ὡς εἰ διὰ ταύτην τὴν ἀτοπίαν καὶ τὴν οὐσίαν εἶναι ὂν συγχωρήσειεν, ἐπειδὴ οὐχ οἷόν τε τὸ συμβεβηκὸς δίχα αὐτῆς ὑποστῆναι, | |
5 | ὃ μόνον εἶναι νομίζει, πολλὰ αὐτῷ πάλιν σημαίνει τὸ ὄν, πολλὰ δὲ ὡς ἕκαστον εἶναί τε καὶ ὑφεστάναι κατ’ ἴδιον λόγον, εἰ καὶ μὴ χωρίζοιτο ἀπ’ ἀλλήλων. ἀλλ’ οὐκ ἔχει καλῶς ἀνδρὶ παλαιῷ τοσαύτην ἐναντιολογίαν προσάπτειν, ἀλλ’ ἔστω, δεδόσθω αὐτὸ τὸ ὂν σημαίνειν τὸ μάλιστα ὂν καὶ ὅπερ ὂν καὶ τὴν οὐσίαν καὶ τὸ αὐτοὸν καὶ ὃ μηδενὶ συμβέβηκεν ἄλλῳ, | |
10 | μᾶλλον δὲ ᾧ τὰ ἄλλα συμβέβηκεν. ἀλλὰ καὶ οὕτως αὐτὸ τὸ ὅπερ ὂν ἔσται μὴ ὄν. ἆρα δὲ εἴποις ἂν τὸ ὅπερ ὂν τοῦτο καὶ λευκὸν ἢ μέλαν ἢ ὅ τι δήποτε; ὑπάρχειν γάρ τι τῇ οὐσίᾳ δηλονότι συγχωρήσεις, εἴπερ ὑπόκειται πᾶσιν. ἔστω δὴ τὸ ὅπερ ὂν τοῦτο καὶ λευκόν. ἀλλὰ τὸ λευκὸν οὐκ ἦν ὅπερ ὄν· ἐκεῖνο μὲν γὰρ ἐσήμαινε τὴν οὐσίαν, τοῦτο δέ ἐστι συμβεβηκός· | |
15 | εἰ δὲ μὴ ὅπερ ὂν τὸ λευκόν, οὐδὲ ὂν ὅλως· μόνον γὰρ ὑπόκειται εἶναι τὸ ὅπερ ὄν. οὐχ οὕτως οὖν μὴ ὂν τὸ λευκὸν ὡς πῇ μὲν εἶναι πῇ δὲ μή, ἀλλ’ ὡς παντελῶς μὴ εἶναι διὰ τὴν ὑπόθεσιν· οὐδὲ γὰρ συμβεβηκέναι τῷ λευκῷ τούτῳ τὸ ὂν εἴποι τις ἄν· αὐτὸ γὰρ ὑπόκειται ἄλλῳ ὑπάρχον. τού‐ του δὴ οὕτως ἔχοντος καὶ τοῦ λευκοῦ παντελῶς μὴ ὄντος, εἰ λέγοιμεν | |
20 | ὑπάρχειν αὐτὸ τῷ ὅπερ ὄντι, τῷ μάλιστα ὄντι τὸ μάλιστα μὴ ὂν ὑπάρχειν ἐροῦμεν. ἄτοπον μὲν δή, καὶ τοῦτο προσέτι δέ, εἰ τὸ ὅπερ ὂν ἔσται λευκόν, τὸ λευκὸν δὲ οὐκ ὄν, τὸ ὅπερ ὂν ἔσται οὐκ ὄν. καὶ μηδεὶς ὑπο‐ λάβῃ παραλογίζεσθαι ἡμᾶς· οὐ γὰρ ἐπειδὴ συμβεβηκός ἐστι τὸ λευκόν, ᾧ τὸ λευκὸν ὑπάρχει, ἐκεῖνο ἔσται συμβεβηκός· οὐδὲν γὰρ ὅμοιον παραβάλλε‐ | |
25 | ται. ὁ μὲν γὰρ λέγων συμβεβηκὸς τὸ λευκὸν εἶναί τι καὶ αὐτὸ δίδωσι παρὰ τὴν οὐσίαν· ὂν γὰρ αὐτὸ πάντως ὑπολαμβάνων οὕτως ἑτέρῳ συμ‐ βαίνειν λέγει. εἰ δὲ ἄλλο ὂν τὸ ὑποκείμενον ἄλλου ὄντος μετέχει τοῦ λευκοῦ, οὐκ ἔσται ταὐτὸν ὅπερ ἐκεῖνο. ἐνταῦθα δὲ ἁπλῶς μὴ ὂν καὶ πάντῃ μὴ ὄν φησι τὸ λευκόν, οὐκοῦν οὐδ’ ὡς συμβεβηκὸς αὐτὸ κατηγο‐ | |
30 | ρήσει τοῦ ὄντος, ἐπεὶ θήσεται εἶναι πάλιν αὐτό. εἰ δὲ εἶναι, καὶ ὅπερ ὂν εἶναι· καὶ πάλιν ὡσαύτως τὸ ὅπερ ὂν πλείω σημαίνει. ἀλλ’ εἰ μὴ ὡς συμβεβηκὸς ἢ γένος ἢ εἶδος, ἁπλῶς οὖν οὐκ ὂν τὸ ὅπερ ὄν. εἶεν· ἀλλ’ οὐδὲ σῶμα ἴσως τὸ ἄπειρον οὐδὲ † μεγέθους θέσιν ἐροῦσιν, ἵνα μήτε εἰς μόρια πολλὰ διαιρεῖν ἀναγκάζωνται μήτε | |
35 | συμβεβηκότα προσάπτωσι. πότερον οὖν ὁριοῦνται τὸ ὅπερ ὂν καὶ λόγον | 10 |
5,211 | τινὰ αὐτοῦ τῆς οὐσίας ἀποδώσουσιν ἢ καὶ τοῦτο ἀφαιρήσονται; εἰ μὲν γὰρ ἀφαιρήσονται τὸν ὁρισμόν, οὐκ οἶδα τί λοιπὸν ὑπὲρ αὐτοῦ δυνή‐ σονται λέγειν ἢ γράφειν, εἰ μήτε ὡς συμβεβηκὸς μήτε ὡς γένος μήτε ὡς εἶδος μήτε ὡς διαφορὰν μήτε ὡς ὁρισμόν, ὅλως μηδὲ ὡς ὑπογραφὴν | |
5 | ἕξουσιν αὐτοῦ κατηγορίαν· εἰ δὲ ποιήσονταί τινα λόγον, τοῦτον ἀνάγκη διαιρεῖσθαι εἰς ὅπερ ὄντα· οἷον (ὑποκείσθω γὰρ ἄνθρωπος εἶναι τὸ ὅπερ ὄν) φημὶ ὅτι καὶ τὸν ὁρισμὸν τοῦ ἀνθρώπου ἀνάγκη ἐξ ὅπερ ὄντων συγκεῖσθαι καὶ εἶναι ὅπερ ὄντα καὶ τὸ ζῷον καὶ τὸ πεζὸν καὶ τὸ δίπουν· εἰ γὰρ μὴ ὅπερ ὄντα, συμβεβηκότα πάλιν γενήσεται, ἀλλ’ οὐκ ἐνδέχεταί | |
10 | τινι συμβεβηκέναι τὰ τὸν ὁρισμὸν αὐτοῦ συμπληροῦντα. ὅτι δὲ τοῦτο ἀληθές, ῥᾳδίως οἶμαι διδάξειν. τὰ συμβεβηκότα τοίνυν ἢ τοιαῦτά ἐστιν ὡς οἷά τε ὑπάρχειν καὶ μὴ ὑπάρχειν, ὡς τὸ καθῆσθαι καὶ διαλέγεσθαι, ἢ τοιαῦτα ὡς ἐν τῷ λόγῳ τοῦ συμβεβηκότος τὸ ὑποκείμενον περιέχεσθαι, ὡς σιμότης ἐν ῥινί, τὸ περιττὸν ἐν τῷ ἀριθμῷ καὶ τὸ ἄρτιον· σιμότης | |
15 | τε γάρ ἐστι κοιλότης ἐν ῥινί, περιττός τε ἀριθμὸς εἰς ἄνισα διαιρούμενος. κατὰ τίνα οὖν τῶν τρόπων τούτων συμβεβηκὸς ἔσται τὸ ζῷον; πότερον κατὰ τὸν πρότερον; οὐκοῦν ἔσται ποτὲ οὔτε ζῷον ὁ ἄνθρωπος οὔτε πεζὸν οὔτε δίπουν, οὔτε διαλέξεταί ποτε οὔτε καθεδεῖται. ἀλλὰ κατὰ τὸν δεύτερον; ἀλλ’ ἀδύνατον, οὐ γὰρ ὁ ἄνθρωπος ἐνυπάρχει τῷ λόγῳ | |
20 | τοῦ ζῴου καὶ τῷ λόγῳ τοῦ πεζοῦ καὶ τῷ λόγῳ τοῦ δίποδος, ἀλλ’ ἐκεῖνα ἐν τῷ τοῦδε ὁρισμῷ περιέχεται· καθόλου γὰρ ὅσα τινὸς ἐν τῷ ὁριστικῷ λόγῳ παραλαμβάνεται, ἐν τῷ τούτων ὁρισμῷ τὸ ὁριστὸν ὑπάρχειν ἀδύνατον· ἔσται γὰρ οὕτως τὸ ὅλον τοῦ μέρους μέρος, μέρος μὲν γὰρ ἀν‐ θρώπου τὸ ζῷον· μετὰ γὰρ ἄλλων συντεθὲν ποιεῖ τὸν ἄνθρωπον· εἰ δὲ ὁ | |
25 | ἄνθρωπος ἐνυπάρχει τῷ λόγῳ τοῦ ζῴου, τὸ ὅλον ἐνυπάρξει τῷ μέρει καὶ ἔσται τοῦ μέρους μέρος· οὔτε γὰρ εἴ τι σύγκειται ἐκ πλειόνων οἷον τὸ λελευκωμένον ἐκ τοῦ λευκοῦ καὶ τοῦ σώματος, τοῦτο οὐκ ἐνυπάρξει τῷ τοῦ λευκοῦ χρώματος ὁρισμῷ. ἀλλ’ ἴσως οὐκ ἀνθρώπῳ τὸ ζῷον καὶ τὸ δίπουν συμβέβηκεν, ἀλλ’ ἑτέρῳ τινί. ἐγὼ δὲ τοῦτο ἐμπαραλιμπάνω, ὡς | |
30 | ὁ τοῦτο λέγων δύο ἤδη τὰ ὅπερ ὄντα ποιεῖ· ἀλλ’ ἐκεῖνο ἀπορῶ, μᾶλλον δὲ οἶδα, ὡς εἰ ταῦτα ἔσται συμβεβηκότα, καὶ τὸ ἐκ τούτων ἔσται συμβε‐ βηκὸς ὁ ἄνθρωπος ἢ ὅ τι δήποτέ ἐστι τὸ ὅπερ ὄν. διὸ τοῦτο μὲν καὶ λέγειν πολλῆς μανίας, εἰ δὲ μὴ συμβέβηκε ταῦτα ὡς ἐπέδειξα τῷ ἀνθρώ‐ πῳ, δηλονότι ὁ λόγος τοῦ ἀνθρώπου εἰς ὅπερ ὄντα διαιρεθήσεται. ὅταν | |
35 | δὲ εἴπω τὸν λόγον, τὴν οὐσίαν λέγω καὶ τὴν φύσιν ἥτις ἂν ᾖ τοῦ ὅπερ ὄντος. πολλὰ οὖν καὶ οὕτω τὰ ὅπερ ὄντα, εἰ καὶ ἀχώριστα καὶ ἀδιαίρετα | |
τοῦ ὅπερ ὄντος, καὶ τὸ ὅπερ ὂν ἐξ ἀχωρίστων μὲν καὶ ἀδιαιρέτων ὑπάρξει, | 11 | |
5,212 | ἐξ ὅπερ δὲ ὄντων. ὅμως τούτῳ μέντοι τῷ λόγῳ καὶ προσέτι γε τῷ Ζή‐ νωνος, ὃς ἐκ τοῦ συνεχές τε εἶναι καὶ ἀδιαίρετον ἓν εἶναι τὸ ὂν κατεσκεύ‐ αζε, λέγων ὡς εἰ διαιρεῖται, οὐδὲ ἔσται ἀκριβῶς ἕν, διὰ τὴν ἐπ’ ἄπειρον τομὴν τῶν σωμάτων μάτην ἐνέδοσάν τινες ἤδη καὶ ὑπεχώρησαν· λύειν γὰρ | |
5 | αὐτοὺς ἐπεχείρουν οὐκ αὐτοὺς ἐκείνους κινοῦντες, ἀλλὰ ἕτερα εἰσάγοντες ἀπορώτερα. Ξενοκράτης μὲν πρὸς τὴν ἐπ’ ἄπειρον τομὴν τὰς ἀτόμους γραμμάς, ἵνα φύγῃ ταὐτὸν ἕν τε καὶ πολλὰ λέγειν, ἣν ἀντίφασιν κακῶς ὑπελάμβανεν, ἑτέρᾳ περιέπιπτεν ἀντιφάσει χαλεπωτέρᾳ ταὐτὸν ἅμα ποιῶν μέγεθός τε καὶ οὐ μέγεθος. καίτοι ταὐτὸν μὲν ἕν τε καὶ πολλὰ λέγειν | |
10 | οὐκ ἔστιν ἀντικείμενα, εἰ διαιροῖτό τις τὸ δυνάμει καὶ ἐνεργείᾳ· ταὐτὸν δὲ ποιεῖν γραμμήν τε καὶ ἀδιαίρετον, ἄντικρύς ἐστιν ποιοῦντος τὴν γραμμὴν οὐ γραμμήν. Πλάτων δὲ τὸ παρὰ τὸ ὂν οὐκ ὂν εἶναι διδοὺς τὸ πρότερον λῆμμα τοῦ Παρμενιδείου λόγου, ἀλλὰ καὶ τὸ ὂν ἓν εἶναι συγχωρῶν, ὅπερ † ᾤετο ὁ λόγος συνάγειν, οὐκέτι τὰ πάντα ἓν εἶναι συνωμολόγει· εἶναι γὰρ | |
15 | ἔφασκέ πως καὶ τὸ μὴ ὄν· τὸ μὲν γὰρ ὄντως ὂν ἀπέφαινε τὴν ἰδέαν, τὴν δὲ ἄμορφον καὶ πρώτην ὕλην εἶναι μέν, μηδὲν δὲ τοῦ ὄντος εἶναι· συγκεῖσθαι γὰρ τὸ ὂν πάλιν ἔκ τε τοῦ ὄντος ὃ καὶ ἓν εἶναι ἐδίδου, κἀκ τοῦ μὴ ὄντος ὃ τὴν ὕλην ὑπελάμβανεν. ἐγὼ δὲ οὐκ οἶδα ὅπως καὶ οὗτος φυγὼν τὴν ἀντίφασιν παραδέχεται· εἰ γὰρ ἓν μὲν σημαί‐ | |
20 | νειν τὸ ὂν συγχωρεῖ, φησὶ δὲ παρὰ τὸ ὂν τοῦτο καὶ ἕτερον εἶναι, ἅμα τε ἓν λέγει τὸ ὂν καὶ πλείω ποιεῖ τὰ ὄντα, τοῦτο δὲ τί διαφέρει τοῦ τὸ ὂν ἕν τε καὶ οὐχ ἓν λέγειν; οὐδὲ γὰρ διότι τὸ μὲν κυρίως εἶναί φησι, τὸ δὲ οὐ κυρίως, ἀποφυγγάνει τὸ ἄτοπον, εἰ μὴ καὶ μᾶλλον ἁλίσκεται· διαφορὰν γὰρ τῶν ὄντων ποιῶν πλείω φανερῶς ἀριθμὸν αὐτοῖς ἀποδίδωσιν. ἡμεῖς | |
25 | δέ φαμεν εἰ καὶ ἓν σημαίνει τὸ ὄν, ὅμως ἐνδέχεσθαι καὶ τὸ μὴ ὂν εἶναι λέγοντας μὴ τὰ ἀντικείμενα λέγειν· οὐ γὰρ τὸ ἁπλῶς μὴ ὂν καὶ ἔξω τοῦ ὄντος εἶναί φαμεν. τοῦτο γὰρ ἄντικρυς τὴν ἀντίφασιν ὑπομένειν ἐστὶν καὶ συγχωρήσαντα μίαν εἶναι φύσιν τοῦ ὄντος πάλιν ἑτέραν εἰσάγειν, ἀλλὰ τὸ τὶ μὴ ὂν τοῦτο καὶ τὶ ὂν οὐκ ὀκνοῦμεν λέγειν. τὸ γὰρ μίαν φύσιν σημαί‐ | |
30 | νειν τὸ ὂν οὐ πάντως τὴν κατ’ ἀριθμὸν μίαν σημαίνειν ἐστίν, ἀλλὰ καὶ | 12 |
5,213 | τὴν κατὰ γένος καὶ τὴν κατ’ εἶδος. τί οὖν κωλύει τὸ ὂν τοῦτο ὡς γένος ἓν εἶναι; ἔστω δὴ ζῷον τὸ ὄν· ὁ τοίνυν λέγων τὸν κύνα μὴ ὂν εἶναι, οὐκ ἔξω τοῦ ὄντος τὸ μὴ ὂν λαμβάνει, ἀλλ’ ὅτι φησὶν ὁ κύων οὐκ ὢν ἵππος κύων ἐστίν. οὐκ ἔστιν οὖν χρεία παρ’ αὐτὸ τὸ ὂν ἄλλης φύσεως εἰσαγο‐ | |
5 | μένης, ἵνα μὴ πάντα γένηται ἕν, ἀλλ’ ἐκεῖνο μόνον σημαινέτω τὸ ὂν τὸ αὐτοὸν καὶ ὅπερ ὄν. ἀλλ’ ὅμως οὐκ ἀποκεκλείσμεθα τοῦ πολλὰ λέγειν τὰ ὄντα κατ’ ἀριθμὸν ἢ κατ’ εἶδος ὡς εἴρηται. πρὸς μὲν οὖν Παρμενί‐ δην καὶ Μέλισσον ἀρκείτω τὰ εἰρημένα. Οἱ δὲ τὸ ὂν ἀντὶ τῆς ἀρχῆς λαμβάνοντες οὓς καὶ φυσικοὺς εἰπεῖν | |
10 | οὐκ ὀκνήσειεν ἄν τις, οὕτως λέγοντες τὸ ὂν ὡς μίαν ἀρχήν, εἰς δύο διῃρέ‐ θησαν τρόπους· οἱ μὲν γὰρ ἕν τι τῶν στοιχείων τὴν ἀρχὴν ὑποτίθενται κἄπειτα ἐκ τούτου τὰ λοιπὰ δημιουργοῦσι πυκνότητι καὶ μανότητι χρώμε‐ νοι, ὧν ἐναντία καθολικώτερα ἄν τις εἴποι τὴν ὑπεροχὴν καὶ τὴν ἔλλειψιν, ὑφ’ ἃ καὶ τὸ μέγα καὶ τὸ μικρὸν αἱ Πλάτωνος ἀρχαί. ἀλλὰ Πλάτωνι | |
15 | μὲν τὸ μέγα καὶ τὸ μικρὸν τὴν ὕλην σημαίνει, τὸ δὲ ἓν τὴν ποιητικὴν αἰτίαν, λέγω δὲ τὸ εἶδος· οἱ φυσικοὶ δὲ τὸ μὲν ἓν ποιοῦσιν ὑποκείμενον καὶ ὕλην, τὰ ἐναντία δὲ διαφοράς τε καὶ εἴδη. ἕτεροι δὲ τῶν στοιχείων μὲν οὐδέν, ἄλλο δὲ ὃ πυρὸς μὲν πυκνότερον ἀέρος δὲ λεπτότερον, ὡς Ἀνα‐ ξίμανδρος. οὗτος δὲ οὐκέτι ἀλλοιώσει χρῆται πρὸς τὴν γένεσιν τῶν ἐφεξῆς, | |
20 | ἀλλ’ ἐκκρίνεσθαί φησιν ἐξ ἀπείρου τοῦ στοιχείου τὰς ἐναντιότητας ἐνυ‐ παρχούσας, ὥσπερ γε καὶ οἱ πολλὰς ὑποθέμενοι τὰς ἀρχάς, ἓν δ’ αἴτιον τὸ ποιητικόν, Ἀναξαγόρας τε καὶ Ἐμπεδοκλῆς, ὁ μὲν τάς τε ὁμοιομερείας καὶ τὸν νοῦν, ὁ δὲ τὰ στοιχεῖα τὰ τέσσαρα καὶ τὸν σφαῖρον· καὶ γὰρ οὗτοι παραπλησίως Ἀναξιμάνδρῳ οὐ κέχρηνται πρὸς τὴν γένεσιν ἀλλοιώσει, ἄλλ’ | |
25 | ἐκ τοῦ μίγματος ἐκκρίνουσιν ὡς ἐνυπάρχοντα ἤδη τὰ ἡμῖν γίνεσθαι δο‐ κοῦντα· ἀλλ’ ὁ μὲν καὶ παύει τὴν ἔκκρισιν ταύτην καὶ πάλιν ἄρχεται κατὰ περιόδους, Ἀναξαγόρᾳ δὲ ἅπαξ ἀρχὴν λαβοῦσα οὐκέτι τελευτᾷ· καὶ τούτῳ μὲν ἄπειρα τὰ στοιχεῖα, τῷ δὲ τὰ τέτταρα. δύο δὲ Ἀναξαγόραν ἔοικεν εἰς ταύτην τὴν δόξαν ὑπάγεσθαι ὧν μὲν ἕν ἐστιν τὸ ὁρᾶν ἐκ τῶν | |
30 | ἐναντίων γιγνόμενα τὰ ἐναντία· οὐ γὰρ ἡγούμενος δύνασθαι τὸ ἐναντίον εἰς τὸ ἐναντίον μεταβάλλειν (φθείρεσθαι γὰρ ἂν οὕτως τὰς ἀρχάς) ἐνυπάρχειν ἡγεῖται τοῖς ἐναντίοις τὰ ἐναντία· δεύτερον δὲ καὶ μάλιστα ἡ κοινὴ δόξα τῶν φυσικῶν καθ’ ἣν ἅπαντες ὁμοίως οὐδὲν ἐκ τοῦ μὴ ὄντος γίνεσθαι ὑπελάμβανον· διὰ τοῦτο γὰρ λέγουσιν ‘ἦν ὁμοῦ πάντα‘ καὶ ‘τὸ γίνε‐ | |
35 | σθαι συγκρίνεσθαί ἐστι καὶ τὸ φθείρεσθαι διακρίνεσθαι‘. καίτοι γε | 13 |
5,214 | Ἀναξαγόρας ἀλλοιοῦσθαι τὸ γίνεσθαι λέγει, ἀλλ’ ἐκ τῶν πραγμάτων δῆλός ἐστιν οὐ γινώσκων τὴν οἰκείαν φωνήν· τὴν γὰρ σύγκρισιν ἀλλοίωσιν ὀνο‐ μάζει, ἀλλὰ μήπω ταῦτα. ἀλλὰ καὶ συλλογισμῷ κέχρηται πρὸς ταύτην τὴν δόξαν· ἐπειδὴ πᾶν τὸ γινόμενον ἐξ ὄντων ἢ ἐκ μὴ ὄντων, οὐκ ἐκ μὴ | |
5 | ὄντων δέ, ἐξ ὄντων ἄρα· οὕτω δὲ ἀκολουθεῖν τὸ πάντα ἐνυπάρχειν ἑκάστῳ ἐξ οὗ γίνεσθαί τί φαμεν, οἷον ἐν τῳδὶ τῷ ὕδατι τρίχας ὀστᾶ νεῦρα σάρ‐ κας, ἀναίσθητα δὲ ἡμῖν εἶναι διὰ μικρότητα. καὶ τοῦτο προσέλαβεν ἐφε‐ ξῆς πᾶν ἐν παντὶ μεμῖχθαι λέγων, ἐπειδὴ καὶ γίνεσθαι πᾶν ἐκ παντός. τί ποτε οὖν αἴτιον τοῦ μὴ πάντα ὅμοια φαίνεσθαι, εἴ γε πάντα ὁμοίως ἐκ | |
10 | πάντων; ὅτι μὴ πάντα, φησίν, ἐξ ἴσης ἐν ἑκάστῳ κατὰ τὸ πλῆθος, ἀλλὰ καθ’ ἕκαστον ἕν τι πάντως ὑπερέχει καὶ πλεονάζει, οἷον ἐν τῳδὶ μὲν ὑδάτια, ἐν τῳδὶ δὲ σάρκια· καὶ τοίνυν τὸ φαινόμενον ὕδωρ ἀπὸ τοῦ πλεο‐ νάζοντος οὕτως δοκεῖν, ἐπεὶ μήτε ὕδωρ εἰλικρινῶς τι μήτε σάρκα μήτε γῆν εἶναι. | |
15 | Τάχα οὖν ἀκόλουθον μετὰ τοὺς ἀναιροῦντας παντελῶς τὰς ἀρχὰς τοὺς ἀπείρους τὰς ἀρχὰς λέγοντας ἐπισκέψασθαι· εἰ γὰρ καὶ αὐτοὶ διελεγχθεῖεν, ὡμολόγητ’ ἂν ἤδη τὸ τὰς ἀρχὰς εἶναι τῶν φυσικῶν πεπερασμένας. πρῶ‐ τον μὲν οὖν ἐκεῖνο θαυμάζω, πῶς ἐπιστήμην τινὰ περὶ φύσεως παραδώσειν ἡμῖν ὑπισχνούμενοι λανθάνουσιν ἀδύνατον τὴν κατάληψιν αὐτῶν ἐπιδεικνύν‐ | |
20 | τες· εἰ γὰρ ἐπίστασθαι μὲν τότε ἕκαστον ὑπολαμβάνομεν, ὅταν εἰδῶμεν αὐτοῦ τὰς ἀρχὰς καὶ τὰ αἴτια, τῶν ἀπείρων δὲ ἔχειν γνῶσιν οὐκ ἐγχωρεῖ, ὁ τὰς ἀρχὰς γοῦν λέγων ἀπείρους ἀναιρεῖ τὴν ἐπιστήμην τοῦ πράγματος. καὶ εἰ μὲν τὸ πλῆθος αὐτῶν ἄπειρον λέγων Ἀναξαγόρας τὰς ποιότητας ἀριθμῷ περιώριζεν, ἐξ ὁπόσων μὲν ἕκαστον, οὐκ ἂν εἴχομεν ἀποδιδόναι, | |
25 | ἐξ ὁποίων δὲ εὐπορήσομεν ἄν· νῦν δὲ οὐδὲ τοῖς εἴδεσιν οὔτε τῷ πλήθει τὰς ὁμοιομερείας ἄγων εἰς ἀριθμὸν φενακίζει διδάξειν ἐπαγγελλό‐ μενος, ἃ πρῶτος αὐτὸς ἀγνοεῖν οὐκ ἀρνεῖται. τοῦτο μὲν οὖν ἔξω τοῦ πράγματος, ἐκεῖνο δὲ αὐτῷ πῶς οὐκ ἄτοπον ἀπαντήσεται διὰ τοῦτο πᾶν ἐν παντὶ μεμῖχθαι λέγοντι, ὅτι τῶν ὁμοιομερῶν ἕκαστον δυνατὸν ἐπ’ | |
30 | ἄπειρον καὶ αὔξειν καὶ καθαιρεῖν, καὶ οὔτε τοὐλάχιστον οὔτε τὸ μέγιστον λαβεῖν; ὅτι δὴ τοῦτο ἀδύνατον, ἐντεῦθεν φανερόν. ὁμολογεῖται μὲν γὰρ ἅπαν τὸ σύνθετον ἐκ μερῶν· ἐκ μερῶν δὲ λέγω τοιούτων ἃ καὶ χωρισθῆ‐ ναι δύναται κατ’ ἐνέργειαν ἀλλήλων τε καὶ τοῦ ὅλου, καὶ τὸ ὅλον τοῖς | |
μέρεσιν ἀκολουθεῖν κατὰ τὸ μέγεθος, οἷον εἰ μικρὰ τὰ μέρη, μικρὸν | 14 | |
5,215 | τὸ ὅλον· εἰ μεγάλα ἐκεῖνα, μέγα καὶ τοῦτο, καὶ εἴ γε εἰς ἄπειρον ἐπ’ ἐκείνων ἡ πρόοδος ἐπ’ ἀμφότερα, ἐπ’ ἄπειρον εἶναι καὶ τοῦ συνθέτου· καὶ 〈εἰ〉 σάρκα καὶ νεῦρα καὶ ὀστᾶ ὁπηλικαοῦν γίνεσθαι δυνατόν, ἐνδέχεται δήπου καὶ ζῷον· καὶ εἰ τὰ μέρη τοῦ φυτοῦ, καὶ αὐτὸ τὸ φυτόν· καὶ τὸ ἀντιστρέ‐ | |
5 | φον τοίνυν ὁμοίως ἀληθές, εἰ μὴ δυνατὸν τὸ ὅλον, οὐδὲ τὰ μέρη. ὥρισται δὲ τὰ μεγέθη τῶν τε ζῴων καὶ τῶν φυτῶν καὶ κατ’ αὐτὸν Ἀναξαγόραν· ὥρισται ἄρα καὶ τῶν μορίων καὶ οὐκ ἐνδέχεται ὁπηλικηνοῦν εἶναι σάρκα ἀνθρώπου, ὡς δύνασθαι καὶ τὴν ἐν κέγχρῳ μετὰ παμμυρίων ἄλλων ὑπάρ‐ χουσαν ἔτι καθαιρεῖν ἐπὶ τὸ ἔλαττον οὖσαν ἔτι σάρκα· τοῦτο γὰρ θαυμαστόν. | |
10 | ἀλλ’ ἴσως φαίη ἂν πρὸς αὐτοὺς οὕτως αὐτῷ μαχομένους Ἀναξαγόρας, ὡς οὐκ ἂν ἐγὼ συγχωρήσαιμι τῇ τῶν ὁμοιομερῶν αὐξήσει τε καὶ μειώσει καὶ τὰς διαφορὰς ἀκολουθεῖν τὰς κατὰ μέγεθος τῶν τε ζῴων καὶ τῶν φυτῶν· τοῦτο γὰρ ὑπῆρχεν ἄν, εἰ τὰ ζῷα καὶ τὰ φυτὰ ἐξ ἑκάστου τῶν ὁμοιομε‐ ρῶν εἴδους μίαν ὁμοιομέρειαν εἶχε, μίαν ὀστοῦ καὶ μίαν αἵματος καὶ πρὸς | |
15 | μίαν ἐφ’ ἑκάστου τῶν ἄλλων. νῦν δὲ πλῆθος ἐφ’ ἑκάστου τῶν ὁμοιο‐ μερῶν εἴδους καθ’ ἕκαστον εἶδος τῶν ζῴων. οὐδὲν οὖν ἄτοπον σάρκα μὲν ἐπ’ ἄπειρον καθαιρεῖν, ζῷον δὲ μηκέτι· τὴν γὰρ ἐν τῷ ζῴῳ σάρκα ἐκ πλειόνων σαρκῶν εἶναι τῶν ὡς ἀρχῶν καὶ στοιχείων. ἀλλ’ εἰ καὶ τοῦτο οὕτως ἔχει, ἀλλ’ ὁρίσαι γε χρὴ τῶν στοιχείων τούτων τὸ μέγεθος· ὅρους | |
20 | γὰρ δώσει δήπου τινὰ ἀριθμὸν ἀφ’ οὗ συντεθέντα τὰ στοιχεῖα ταῦτα τὴν ἐν ζῴῳ σάρκα ποιοῦσιν. ἔστω δὲ καθ’ ὑπόθεσιν οὗτος ὁ ἀριθμὸς τεττά‐ ρων ἢ πέντε σαρκίων. εἰ δὴ δύναιτο τῶν σαρκῶν τούτων ἕκαστον ἐπ’ ἄπειρον καθαιρεῖσθαι, ἔσται ἐκ τεσσάρων τηλικαύτη σὰρξ οὕτως μικρά, ὁπηλίκην εἶναι τὴν ἐν ζῴῳ σάρκα ἀμήχανον, μᾶλλον δὲ τί ποτε ἔστι τὸ | |
25 | λέγειν τὴν ἀνθρώπου σάρκα ἐκ πλειόνων εἶναι σαρκίων; διὰ τί γὰρ καὶ τῶν σαρκίων τούτων ἕκαστον οὐκ ἔσται ἐκ πλειόνων σαρκίων, εἴγε ἐπ’ ἄπειρον τῶν ὁμοιομερειῶν ἡ διαίρεσις; ἀλλὰ κἀκεῖνο παγγέλοιον τὴν μὲν τοῦ ἐλέφαντος σάρκα ἐξ ἐλαττόνων εἶναι σαρκίων, τὴν δὲ τοῦ κώνωπος ἐκ πλειόνων. οὐδὲν γὰρ ἔτι διοίσει τὸ ἐκ πλειόνων ἢ ἐλαττόνων λέγειν | |
30 | ἀορίστου τὴν ἀρχὴν ὑπάρχοντος τοῦ μεγέθους καὶ ἐπὶ τὸ μεῖζον καὶ ἐπὶ τὸ ἔλαττον. ὅλως δὲ τὸ καθαιρεῖν ἐπ’ ἄπειρον σάρκα οὐδὲ σάρκα | |
ἔτι φυλάττειν ἐστίν· ὡς μὲν γὰρ σώματος οὐκ ἀδύνατον ἐπ’ ἄπειρον | 15 | |
5,216 | νοεῖσθαι τὴν τομήν, ὡς δὲ σαρκὸς ἀμήχανον παντελῶς· διαφθείρεται γὰρ οὐκ εἰς μακρὸν τὸ σαρκίον. τοῦτο δὲ οὐκ οἶδα προσομολογούμενον Ἀνα‐ ξαγόρᾳ· ἄφθαρτοι γὰρ κατ’ αὐτὸν αἱ ἀρχαί. εἰ δὴ ταῦτα ἀληθῆ λέγομεν, καὶ τὸ μέγεθος ὥρισται τῆς ἐλαχίστης σαρκός, ἀναγκαίως ἀδύνατον ἐν | |
5 | ἑκάστῳ πάντα μεμῖχθαι. τί δήποτε; ὅτι πᾶν σῶμα πεπερασμένον, εἰ καὶ σμικρότατα ἀπ’ αὐτοῦ πεπερασμένα ἀφαιροῖτο, ὅμως ἐπιλείψει ποτε, γι‐ γνέσθω δὲ ὁ λόγος μὴ κατὰ τὸ λόγῳ θεωρητόν. καὶ 〈εἰ〉 τοίνυν ἐκ τοῦδε τοῦ ὕδατος ἡ σὰρξ ἀποκρίνοιτο συνεχῶς, ἀναλώσει δήπου πᾶσαν τὴν ἐνυ‐ πάρχουσαν· οὐ γὰρ οἷόν τε εἰς ἄπειρον προϊέναι τὴν ἔκκρισιν τῆς ἐλαχίστης | |
10 | σαρκὸς ὡρισμένης. δυοῖν τοίνυν ἀναγκαῖον θάτερον, ἢ τὴν ἔκκρισιν ἐπι‐ λείπειν καὶ μηκέτι τὸ λοιπὸν ὕδωρ σάρκα ἔχειν ἐν τῷ συγκρίματι, ἢ ταύ‐ της μὴ παυομένης ἐμπεριειλῆφθαι πεπερασμένῳ μεγέθει (λέγω δὲ τὸ τοῦ ὕδατος) ἄπειρα σαρκία τὸν ἀριθμὸν τὰ ἤδη καὶ ἐνυπάρχοντα· τοῦτο γὰρ ὑπεραίρει πᾶσαν θαυματουργίαν. πρὸς δὲ τούτοις εἰ πᾶν μὲν σῶμα ἀφαι‐ | |
15 | ρεθέντος τινὸς ἔλαττον ἀνάγκη γίγνεσθαι, τῆς δὲ σαρκὸς ὥρισται τὸ ποσὸν καὶ μεγέθει καὶ σμικρότητι, φανερὸν ὡς ἐκ τῆς ἐλαχίστης σαρκὸς οὐδὲν ἐκκριθήσεται σῶμα· ἔσται γὰρ ἔλαττόν τι τῆς ἐλαχίστης. πῶς οὖν ἅπαν ἐν ἅπαντι; ἢ σμικρολογούμεθα ταῦτα λέγοντες; εἰ γὰρ ἅπαν ἐν ἅπαντι, οὐ σὰρξ ἔσται μόνον ἐν τῇ ἐλαχίστῃ σαρκί, ἀλλὰ καὶ αἷμα καὶ ὀστοῦν καὶ | |
20 | ἐγκέφαλος καὶ πάλιν ἐν ἑκάστῳ τούτων οἷον ἐν τῷ αἵματι σὰρξ ἑτέρα καὶ αἷμα ἕτερον καὶ ὀστοῦν ἄλλο καὶ πρός γε αὖθις ἐν ἑκάστῳ τούτων ὁμοίως τὰ ἄλλα πάντα· καὶ τοῦτο ἔσται ἀπέραντον. καὶ πῶς οὐ πλατὺς ὁ λῆρος ἐν τῷ σμικροτάτῳ σαρκίῳ σάρκα ἄπειρον ὑπάρχειν καὶ ὕδωρ ἄπειρον καὶ γῆν καὶ ἀέρα; καὶ ταῦτα, ὅπερ δὴ καὶ πρόσθεν ἔφην, ὄντα ἤδη καὶ ὑφε‐ | |
25 | στῶτα καθ’ ἑαυτὰ καὶ ἀλλήλων κεχωρισμένα ὃ καὶ μάλιστα ἄτοπον· ἐν ᾧ γὰρ κεχώρισται, πεπεράτωται. ὅρους γὰρ τὰ χωριζόμενα ἀπ’ ἀλλήλων καὶ μεγέθει καὶ τόπῳ λαμβάνει· ἔσονται οὖν κατ’ αὐτὸν αἱ ἀρχαὶ καὶ κατὰ πλῆθος ἄπειροι καὶ κατὰ μέγεθος· τοῦτο δέ ἐστιν ἀπειράκις ἀπείρους εἶναι. εἰ δέ τις βοηθῶν Ἀναξαγόρᾳ τὰς μὲν ἀρχὰς οἴοιτο ἀμίκτους εἶναι, ἐπειδὴ | |
30 | καὶ ἀρχάς, ἐν δὲ τοῖς αἰσθητοῖς καὶ συγκρίμασι πάντα ἐν πᾶσι μεμῖχθαι, μετενεγκάτω τὸν λόγον καὶ ἐπὶ τῶν συγκριμάτων οἷον ὕδατος αἰσθητοῦ· | |
τούτῳ γὰρ δήπουθεν ὁμοίως ἐνυπάρξει σάρξ τε καὶ ὀστᾶ ἄπειρα κεχωρι‐ | 16 | |
5,217 | σμένα, συγκεκριμένα ὄντα καὶ ταῦτα ἐκ πάντων· αἰσθητὰ γὰρ καὶ ἐκκρίνεσθαι δυνάμενα, ὥστε καὶ τούτων 〈ἐν〉 ἑκάστῳ πάλιν ἕτερα ὑπάρξαι. οὐ γὰρ δὴ διακριθήσεταί ποτε εἰς τὰς εἰλικρινεῖς καὶ πρώτας ἀρχάς· τοῦτο γὰρ ἡμῖν αὐτὸς ἀμήχανον εἶναι διαμαρτύρεται. πῶς οὖν τοῦτο αὐτὸ πράττειν ὁ νοῦς | |
5 | προθυμεῖται; πῶς δὲ οὐκ ἀνόητος τοῖς ἀδυνάτοις ἐπιχειρῶν; καίτοι τὸ μη‐ δέποτε τὰ ὄντα διακριθήσεσθαι κατὰ τύχην ὀρθῶς φησιν Ἀναξαγόρας· ἀχώριστα γὰρ τὰ συμβεβηκότα τῆς οὐσίας ἐστίν. τί οὖν ἕξει πέρας ὁ φρονιμώτατος νοῦς ἢ ἀνήνυτα μοχθῶν; εἴγε μήτε κατὰ ποσὸν διακρίνει ποτὲ τὰς ἀρχὰς (εἰς ἄπειρον γὰρ αὗται διαιροῦνται) μήτε κατὰ τὸ ποιόν | |
10 | (ἀχώριστα γὰρ τῆς οὐσίας τὰ πάθη, οἷον χρώματα λέγω καὶ ἕξεις καὶ τὰ λοιπὰ συμβεβηκότα), ὥστε τὸ μὲν οὐδὲ ἐκεῖνος τῷ νῷ συγχωρεῖ, τὸ δὲ ἡμεῖς διὰ τὸ ἀληθὲς ἀφαιρούμεθα, ἐπεὶ καὶ τοῦτο οὐκ ὀρθῶς Ἀναξαγόρας τὸ διὰ τοῦτο οἴεσθαι τὴν σάρκα ἐκ σαρκίων συντίθεσθαι καὶ τὸν χρυσὸν ἐκ χρυσίων, ἐπειδὴ καὶ διαιρεῖσθαι πᾶν ὁμοιομερὲς εἰς ὁμοιομερῆ σμικρό‐ | |
15 | τερα ὑπελάμβανεν· εἰ δέ τι φθειρόμενον διαλύεται, ἐξ ἐκείνων γίνεσθαι συντιθέμενον. τοῦτο τοίνυν οὐχ ἱκανὸν πρὸς ἀπόδειξιν· ὁ γὰρ πηλὸς καὶ εἰς πηλοὺς διαιρεῖται καὶ εἰς ὕδωρ καὶ γῆν. πόθεν οὖν ἂν μᾶλλον εἴποις γίγνεσθαι τὸν πηλόν; ἐκ πηλαρίων μικρῶν ἢ μᾶλλον ἐκ γῆς καὶ ὕδατος; ἢ τοῦτο μέν ἐστιν ὄντως γίνεσθαι πηλόν, ἐκεῖνο δὲ μείζω γίνεσθαι; οὐ γὰρ | |
20 | ὡς αἱ πλίνθοι συντιθέμεναι τὸν οἶκον ποιοῦσιν, οὕτως ὅταν ἐξ ἀέρος ὕδωρ γένηται, ὑδάτια μικρὰ συνιόντα τὸ πᾶν ὕδωρ ἐποίει· τοῦτο γὰρ αὐτοῖς ἡ καλὴ σύγκρισις βούλεται. ἀλλ’ αὐτὸν μὲν ὁρῶμεν εἰς ὕδωρ μεταβαλλόμε‐ νον τὸν ἀέρα καὶ ἀλλοιούμενον καὶ τοῦτό ἐστιν ἐξ ἀέρος ὕδωρ γενέσθαι. οὕτω δὲ καὶ Ἐμπεδοκλῆς τὴν γένεσιν κατασκευάζει (κατὰ γὰρ σύγκρισιν | |
25 | καὶ διάκρισιν), ἀλλ’ ὅμως κουφότερα ἁμαρτάνει· πεπερασμένας γὰρ τίθεται τὰς ἀρχάς. ἀλλ’ οὔπω καιρὸς περὶ τούτων. Ἀλλ’ ἐκεῖσε ἐπάνειμι, ὅτι τἀναντία ἅπαντες ἀρχὰς ποιοῦσιν οἵ τε λέγοντες ἓν τὸ πᾶν καὶ ἀκίνητον, οἵ τε πλείω, μᾶλλον δὲ ἄπειρα· καὶ γὰρ ὁ Παρμενίδης ἐν τοῖς πρὸς δόξαν τὸ θερμὸν ποιεῖ καὶ τὸ ψυχρὸν ἀρχάς, | |
30 | ὧν τὸ μὲν πῦρ τὸ δὲ γῆν προσαγορεύει, καὶ Ἀναξαγόρας ἐν ταῖς ὁμοιο‐ | |
μερείαις τὴν ἐναντίωσιν καὶ Ἀναξίμανδρος ἐκκρίσει τὴν γένεσιν κατὰ σύγ‐ | 17 | |
5,218 | κρισιν, ὥστε καὶ διάκρισιν, καὶ Δημόκριτος πλῆρές τε καὶ κενόν, ἀλλὰ καὶ θέσει καὶ σχήματι καὶ τάξει τὰς γενέσεις ποιῶν ἐναντιώσει ποιεῖ· γένη γὰρ ἅπαντα ταῦτά ἐστιν ἐναντίων, ἡ θέσις τοῦ ἄνω κάτω, πρόσθεν ὄπισθεν, ἀριστεροῦ δεξιοῦ, τὸ σχῆμα εὐθυγράμμου περιφεροῦς, ἃ κατ’ | |
5 | ἐκεῖνόν ἐστιν ἐναντία· περὶ δὲ Ἐμπεδοκλέους καὶ Πλάτωνος καὶ τῶν ἄλλων φυσικῶν ὅσοι μάνωσιν καὶ πύκνωσιν ἐτίθεντο τὰ ἐναντία, καὶ πρότερόν γε προειρήκαμεν. καὶ νὴ Δία εὐλόγως ἔμοιγε δοκοῦσιν ἐπὶ τοῦτο ἅπαντες ἐληλυθέναι· δεῖ γὰρ τὰς ἀρχὰς πρῶτον μὲν ἐξ ἀλλήλων μὴ εἶναι (ἔσται γὰρ οὕτως ἑκάστη ἅμα ἀρχή τε καὶ οὐκ ἀρχή), δεύτερον δὲ μηδὲ ἐξ ἄλλων | |
10 | (εἰ γὰρ μὴ πρῶται εἶεν, πῶς ἂν εἶεν ἀρχαί;) καὶ τρίτον ἐκ τούτων εἶναι τὰ πάντα· τοῦτο γὰρ μάλιστα ἴδιον τῶν ἀρχῶν. ταῦτα δὴ ἅπαντα τοῖς πρώ‐ τοις ἐναντίοις ὑπάρχει. πρῶτα δὲ ἐναντία λέγω τὰ γενικώτατα· οὐκ ἐξ ἄλλων μὲν γάρ, ὅτι δὴ καὶ πρῶτα· οὐκ ἐξ ἀλλήλων δέ, ὅτι δὴ καὶ ἐναν‐ τία. καὶ μηδὲν ταραχθῇς· λέγομεν γὰρ ἐκ λευκοῦ τὸ μέλαν γίνεσθαι, οὕτως | |
15 | μὲν γὰρ γίνεται ἐξ ἀλλήλων τὰ ἐναντία, ὅπερ κυριώτερον εἴποις ἂν οὐκ ἐξ ἀλλήλων, ἀλλὰ μετ’ ἄλληλα. ἀλλὰ πῶς εἶπον μὴ γίνεσθαι ἐξ ἀλλήλων τὰ ἐναντία; ὡς λέγομεν ἐκ χαλκοῦ γίγνεσθαι τὸν ἀνδριάντα· οὐ γὰρ ὡς ὑπομένοντος θατέρου θάτερον μετὰ τοῦ φυλάττειν τὴν οἰκείαν φύσιν γεννῶν‐ τος τὸ ἐναντίον· δεῖ μὲν γὰρ αὐτὰ σῴζεσθαι ὡς ἀρχάς, εἰ δὲ σῳζόμενα | |
20 | εἰς ἄλληλα μεταβάλλει, συνυπάρχοι ἂν τὰ ἐναντία, ὅπερ ἀμήχανον. πῶς δὲ καὶ ἐκ τούτων τὰ ἄλλα; ὅτι κατὰ μεταβολὴν ἡ γένεσις, ὡς δειχθήσεται, εἰς δὲ τὰ ἐναντία πᾶσα μεταβολή. ἀλλ’ ἐπειδὴ μὴ σφόδρα αὐτόθεν γνώ‐ ριμον τὸ λεγόμενον, ἐπισκεψώμεθα αὐτὸ μικρὸν ἄνωθεν ἀρξάμενοι. ληπτέον δὴ πρῶτον ὅτι τῶν ὄντων οὐδὲν οὔτε ποιεῖν πέφυκεν οὔτε πάσχειν | |
25 | τὸ τυχὸν ὑπὸ τοῦ τυχόντος· οὐ γὰρ ποιεῖν πέφυκεν ἄνθρωπος ἵππον, οὔτε πέφυκε πάσχειν ἀδάμας ὑπὸ σιδήρου· καὶ τοίνυν οὔτε γίγνεσθαι πέφυκε τὸ τυχὸν ἐκ τοῦ τυχόντος· οὐ γὰρ ἂν γένοιτο λευκὸν ἐκ μουσικοῦ, ἀλλὰ πάντως ἐκ μέλανος ἢ ξανθοῦ ἤ τινος ἑτέρου τῶν μέσων χρωμάτων. καίτοι φαίη τις ἂν ὅτι τοῦτο οὐκ ἀληθές· εἴποι γὰρ ἄν τις τὴν ἀηδόνα λευκὴν | |
30 | ἐκ μουσικῆς γεγονέναι. ἀλλ’ οὐχ ᾗ μουσικὴ πρότερον ἦν, ἀλλ’ ᾗ μέλαινα· ἐπειδὴ γὰρ συμβαίη ποτ’ ἂν τῷ μέλανι καὶ μουσικῷ εἶναι, τότε οὐκ | |
ἂν ἐκ μέλανος οἴει γίγνεσθαι τὸ λευκὸν ἀλλ’ ἐκ μουσικοῦ; ἀλλὰ διαίρει | 18 | |
5,219 | τοῦ καθ’ αὑτὸ τὸ κατὰ συμβεβηκὸς καὶ πάντως εὑρήσεις ἐκ μέλανος ἢ ξανθοῦ ἢ φαιοῦ καθ’ αὑτὸ γιγνόμενον τὸ λευκόν, οὐδὲν δὲ κωλύει τὸ μέλαν τοῦτο ἢ μουσικὸν εἶναι ἢ πολιτικὸν ἢ στρατηγικὸν ἢ χαλκευτικόν· ὥστε οὐκ ἂν φθάνοις καὶ ἐκ πολιτικοῦ τὸ μέλαν γίγνεσθαι λέγων καὶ ἐξ ἀριθμη‐ | |
5 | τικοῦ πάλιν καὶ ἐκ πτηνοῦ καὶ ἐκ δίποδος, ἀλλὰ πᾶσαι αὗται κατὰ συμ‐ βεβηκὸς αἱ γενέσεις, καθ’ αὑτὸ δὲ γίγνεται τὸ λευκὸν ἐκ μέλανος ἢ τὸ σύνολον εἰπεῖν ἐκ μὴ λευκοῦ καὶ ἐκ τούτου γε οὐχ ἅπαντος (καὶ γὰρ ἱπποκένταυρος οὐ λευκὸν καὶ σκύλλα οὐ λευκόν), ἀλλὰ ἐφ’ οὗ τὸ φαιὸν ἢ τὸ ξανθὸν ἢ τὸ ἐρυθρὸν ἁρμόζει λέγειν. οὕτως καὶ τὸ μουσικὸν ἐκ μὴ | |
10 | μουσικοῦ, ἀλλ’ οὐκ ἐκ τοῦ κίονος οὐδὲ τῆς νεώς· ἀλλὰ καὶ ἄμουσον ἄν τις ὀρθῶς προσαγορεύσειε καὶ εἴ τι μεταξὺ μουσικοῦ τέ ἐστι καὶ ἀμούσου. οὐδὲ δὴ φθείρεταί τι εἰς τὸ τυχόν· οὐ γὰρ φθείρεται καθ’ αὑτὸ τὸ λευκὸν εἰς μουσικὸν πλὴν εἰ μὴ κατὰ συμβεβηκός, οἷον φθαρείη ποτ’ ἂν λευκότης ἐπικαυθέντος ἀνθρώπου, φθαρείη δ’ ἂν εἰς μελανίαν. εἰ δὲ καὶ συμβαίη | |
15 | καὶ μουσικὸν εἶναι τὸν ἄνθρωπον κατὰ συμβεβηκός, καὶ εἰς μουσικὸν φθα‐ ρήσεται ἡ λευκότης· ὁμοίως δὲ καὶ τὸ μουσικὸν εἰ φθείροιτο, εἰς τὸ ἄμουσον οὐκ εἰς τὸ μέλαν φθαρήσεται. οὐ μόνον δὲ ἐφ’ ὧν κατ’ ἀλλοίωσιν ἡ γένεσις, ὡς ἐπὶ τῶν εἰρημένων, ἀλλὰ καὶ ἐφ’ ὧν κατὰ σύγκρισιν καὶ διάκρισιν ὡς ἐπὶ τῶν συντιθεμένων· ὁ γὰρ αὐτὸς λόγος, λανθάνει δὲ ἐπὶ τούτων ἐνίοτε, ὅτι μὴ | |
20 | κεῖται ἐπὶ πολλῶν ταῖς ἀντικειμέναις διαθέσεσι σύνηθες ὄνομα ὥσπερ τῷ λευκῷ καὶ τῷ μέλανι· ἀλλ’ ἐπ’ ἐνίων μὲν αἱ στερήσεις τούτων ὀνομάζονται, ἐπ’ ἐνίων δὲ οὐδὲ αὗται, ἀλλὰ αἱ τῶν ἑτέρων ἀντιφάσεις μόναι. τὰ μὲν γὰρ κοινὰ ὀνό‐ ματα εἴποιμεν ἂν ἐπὶ τῶν συνθέτων ἁπάντων ἁρμονίαν τε καὶ ἀναρμοστίαν, ἐξ ὧν αἱ γενέσεις καὶ εἰς ἃ αἱ φθοραί, τὰ δὲ ἴδια καθ’ ἕκαστον οὐκ ἔχομεν ἐκ τῆς | |
25 | συνηθείας, ἀλλ’ ὅμως ἅπαν γίνεται τὸ ἡρμοσμένον ἐξ ἀναρμόστου καὶ φθείρε‐ ται εἰς ἀνάρμοστον οὐκ εἰς τὸ τυχόν, ἀλλ’ εἰς τὸ ἀντικείμενον· οὐ γὰρ ἡ ἀν‐ θρώπου ἁρμονία φθείρεται εἰς τὴν ἵππου ἀναρμοστίαν οὐδὲ ἡ τοῦ κυνὸς εἰς τὴν τοῦ φυτοῦ οὐδὲ γίνεται ἐξ ἐκείνων, ἀλλὰ φθείρεται μὲν ἄνθρωπος εἰς ἀνθρώπου ἀναρμοστίαν, φθείρεται δὲ ἵππος εἰς ἵππου, κἂν ἀντὶ τοῦ ἡρμοσ‐ | |
30 | μένου καὶ ἀναρμόστου τὸ τεταγμένον καὶ ἄτακτον ὀνομάζῃς κἂν τὸ σύν‐ θετον καὶ τὸ ἀσύνθετον καὶ τὸ ἐσχηματισμένον καὶ τὸ ἀσχημάτιστον, ὅμως | |
ταὐτὸν ἐν πᾶσιν εὑρήσεις. λάβε γὰρ καθ’ ἕκαστον παράδειγμα· ἡ τῆς | 19 | |
5,220 | οἰκίας τάξις ἐξ ἀταξίας γίνεται οὐ τῆς τυχούσης οὐδὲ οἵα γένοιτο ἂν νεώς, ἀλλ’ οἵα γένοιτο ἂν οἰκίας ἀταξία ἐκ τοῦ μὴ συγκεῖσθαι τοὺς λίθους ὡς δεῖ καὶ τὰς πλίνθους, καὶ φθείρεται τοίνυν εἰς ταύτην τὴν ἀταξίαν. πάλιν ὁ σωρὸς γίνεται τῶν πυρῶν ἐκ τοῦ μὴ συγκεῖσθαι τοὺς πυροὺς, οὐκ | |
5 | ἐκ τοῦ μὴ συγκεῖσθαι τὰ ξύλα, καὶ φθείρεται τοίνυν οὐκ εἰς ξύλων διαί‐ ρεσιν, ἀλλ’ εἰς πυρῶν. ὁ ἀνδριὰς ὁμοίως ἐκ τῆς ἀνδριάντος ἀσχημοσύνης· καὶ ἵνα μὴ καθ’ ἕκαστον λέγω, δῆλόν ἐστιν ὡς ἅπαν γίγνεται τὸ γιγνό‐ μενον καὶ φθείρεται τὸ φθειρόμενον ἢ ἐξ ἐναντίων ἢ εἰς ἐναντία καὶ τὰ τούτων μεταξύ, οἷς καὶ αὐτοῖς ἐξ ἐναντίων ἡ γένεσις ὡς ἐπὶ τῶν χρωμά‐ | |
10 | των· ὥστε καθόλου διορίσασθαι ἀληθές, ὅτι πάντα τὰ φύσει γιγνόμενα ἢ ἐναντία ἐστὶν ἢ ἐξ ἐναντίων, ἐναντία μὲν τὰ ἄκρα, ἐξ ἐναντίων δὲ τὰ μεταξύ. χρὴ δὲ μνημονεύειν, ὅταν λέγωμεν ἐξ ἐναντίων καὶ εἰς τὰ ἐναντία εἶναι τὰς γενέσεις καὶ τὰς φθοράς, ὡς οὐκ ἐξ ὑπομενόντων οὐδὲ εἰς ὑπο‐ μένοντα λέγοιμεν (οὕτω γὰρ ἂν ἡμῖν αὐτοῖς μαχοίμεθα), ἀλλ’ ὥς φαμεν | |
15 | τόδε ἀπὸ τοῦδε καὶ τόδε γίγνεσθαι μετὰ τόδε. μέχρι μὲν οὖν ἐπὶ τοσοῦ‐ τον σχεδὸν συνηκολουθήκασιν καὶ τῶν ἄλλων οἱ πλεῖστοι· πάντες γὰρ οἱ τὰ στοιχεῖα καὶ τὰς ὑπ’ αὐτῶν καλουμένας ἀρχάς, καίπερ ἄνευ τοῦ πείθειν ἐκ τῆς ἐπαγωγῆς, ὅμως τὰ ἐναντία ποιοῦσιν ὥσπερ ὑπ’ αὐτῆς τῆς ἀλη‐ θείας ἀναγκασθέντες· διαφέρουσι δὲ ἀλλήλων τῷ τοὺς μὲν πρότερα καὶ | |
20 | γενικώτερα, τοὺς δὲ ὕστερα καὶ εἰδικώτερα λαμβάνειν, καὶ τοὺς μὲν λόγῳ, τοὺς δὲ αἰσθήσει γνωριμώτερα· οἱ μὲν γὰρ θερμὸν καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρόν, ὕστερα δὲ καὶ εἰδικώτερα καὶ γνωριμώτερα τῇ αἰσθήσει· οἱ δὲ τὸ μέγα καὶ τὸ μικρὸν καὶ τὸ ἄρτιον καὶ τὸ περιττὸν καὶ νεῖκος καὶ φιλίαν πρότερά τε καὶ γενικώτερα καὶ γνωριμώτερα τῷ λόγῳ. πὼς μὲν ἕτερα | |
25 | λαμβάνουσιν (ἄλλοι γὰρ ἄλλα), πὼς δὲ ταὐτὰ μόνα· πάντα ταῦτα γὰρ ἀνά‐ λογον ἔχει πρὸς ἄλληλα. ὡς γὰρ ἔχει τὸ νεῖκος πρὸς τὴν φιλίαν καὶ τὸ περιττὸν πρὸς τὸ ἄρτιον, οὕτως τὸ ψυχρὸν πρὸς τὸ θερμὸν καὶ τὸ ξηρὸν πρὸς τὸ ὑγρὸν ἔχει· τὰ μὲν γὰρ ἐκ τῆς συστοιχίας ἐστὶ τῆς ὑπὸ τὴν σύγκρισιν καὶ τὴν ὑπεροχήν, τὰ δὲ ἐκ τῆς ὑπὸ τὴν διάκρισιν καὶ τὴν ἔλλει‐ | |
30 | ψιν. ἀλλ’ ὅτι μὲν ἐναντίας δεῖ τὰς ἀρχὰς εἶναι, φανερὸν ἐκ τούτων. Ἐχόμενον δὲ εἰπεῖν, πόσαι τὸν ἀριθμὸν εἶεν ἄν. δέδεικται γὰρ ὡς | |
οὔτε μίαν εἶναι δυνατὸν οὔτε ἀπείρους· μίαν μὲν ὅτι δύο τὰ ἐναντία, ἀπεί‐ | 20 | |
5,221 | ρους δὲ ὅτι τὰ ἐναντία ἀμήχανον ἄπειρα εἶναι· δίχα γὰρ ἂν διαιρεθείη καὶ προσέτι τὴν ἐπιστήμην τῶν ὄντων ἀφαιρεθησόμεθα. ἔτι δὲ περὶ μίαν φύσιν καὶ περὶ ἓν γένος μία ἐστὶν ἐναντίωσις, γένος δὲ ἓν λέγεται ἀκριβῶς οὗ τὴν διαίρεσιν εἰς εἴδη ποιούμεθα, οὐκ εἰς γένη· οὕτω περὶ χρῶμα τὸ | |
5 | μέλαν καὶ τὸ λευκὸν ἢ περὶ τοὺς χυμοὺς τὸ γλυκὺ καὶ τὸ πικρόν· ἐναν‐ τίωσιν γὰρ λέγω τὴν σχέσιν τῶν δυεῖν ἐναντίων. καὶ τοίνυν περὶ τὴν ἔνυλον καὶ γενητὴν οὐσίαν, ἧς τὰς ἀρχὰς ἐπιζητοῦμεν, μία ἡ ἐναντίωσις, ἄλλως τε τί κωλύει λέγειν πεπερασμένας; Ἐμπεδοκλῆς γοῦν πεπερασμένας ὑπο‐ θέμενος βέλτιον ποιεῖ τὰ γιγνόμενα Ἀναξαγόρου. | |
10 | Εἰ δὲ δὴ ταῦτα ἀληθῆ λέγομεν καὶ μία ἐστὶν ἐναντίωσις περὶ μίαν φύσιν, ἆρα μόνας τὰς ἀρχὰς ὑποθετέον τὰ δύο πρῶτα ἐναντία ἢ δεῖ συζεῦξαί τινα ὕλην αὐτοῖς καὶ ὑποκείμενον; ἐμοὶ μὲν τοῦτο καὶ ἀναγ‐ καῖον δοκεῖ· σκέψαι δὲ καὶ σὺ κατὰ σαυτόν, εἰ δύναται πυκνότης μανότητα ποιεῖν καθ’ ἑαυτὴν ἢ θερμότης ψυχρότητα ἢ τὴν φιλίαν τὸ νεῖκος ἢ | |
15 | τοὔμπαλιν ἑκάστη τὴν ἄλλην, μᾶλλον δέ—τί λέγω ποιεῖν; —εἶναι καθ’ ἑαυ‐ τὴν ἑκάστη καὶ ὑφεστάναι ἢ θερμότης καθ’ ἑαυτὴν ἢ ψυχρότης [ἢ σύγκρι‐ σιν ἢ διάκρισιν]· ἢ μᾶλλον τρίτον τι τούτοις ἕτερον ὑποθετέον, περὶ ὃ καὶ αὐτὰ ὑποστήσεται καὶ γεννήσει τὰ ἐφεξῆς διατιθέν πως ἀνὰ μέρος τὸ ὑπο‐ κείμενον. αὐτὰ μὲν γὰρ οὐδ’ ἂν ὑπομένοιεν ἄλληλα οὐδ’ ἂν ὑποδέξαιτο | |
20 | σῳζομένη τὴν σύγκρισιν ἡ διάκρισις ἢ τὴν μανότητα ἡ πυκνότης, ὑπο‐ χωρεῖ δὲ ἀλλήλοις τὸ ἕτερον ὑφ’ ἑτέρου τινὸς ἀεὶ τὸ εἰσιὸν δεχομένου. διὰ τοῦτο καὶ οἱ παλαιοὶ τοῖς ἐναντίοις ἢ μίαν τινὰ φύσιν ἢ πλείους ὑπε‐ τίθεσαν. πρὸς τούτοις δὲ ὅρα καὶ ἐκ τοῦ λόγου τὸ ἀναγκαῖον. τὰς ἀρχὰς οὐκ ἐν ὑποκειμένῳ θετέον· εἴη γὰρ ἂν οὕτως τῆς ἀρχῆς ἀρχή· τὸ γὰρ | |
25 | ὑποκείμενον πρότερον καὶ ἡ οὐσία τῶν ἐν αὐτῇ, τὰ ἐναντία δὲ ἐν ὑποκει‐ μένῳ πάντως· οὐκ ἄρα ἀρχαὶ τὰ ἐναντία. πάλιν οὐδενὶ τῶν ὄντων ὁρῶμεν ὑποκείμενα τὰ ἐναντία, τὰς δὲ ἀρχὰς ὑποκεῖσθαι δεῖ πᾶσιν· οὐκ ἄρα ἀρχαὶ τὰ ἐναντία. πάλιν οὐκ εἶναί φαμεν οὐσίαν ἐναντίαν οὐσίᾳ, οὔκουν οὐσίαι τὰ ἐναντία, εἰ δὲ μὴ οὐσίαι, δῆλον ὡς οὐδὲ ἀρχαί· οὐ γὰρ δήπου τὰς | |
30 | ἀρχὰς τῶν οὐσιῶν οὐκ οὐσίας ποιήσομεν. εἰ τοίνυν ὁ μὲν πρότερος λόγος | |
ἐναντίωσιν εἶναι δεῖν ἐν ταῖς ἀρχαῖς ἀναγκάζει, ὁ δεύτερος δὲ οὔ φησιν | 21 | |
5,222 | ἀρχὰς εἶναι τὰ ἐναντία, συνακτέον αὐτοὺς τὸ τρίτον προσθέντας, λέγω δὲ τὴν ὕλην, ὃ καὶ μᾶλλον ἀρχή (πρότερον γάρ), ἀλλ’ ὅμως δεῖται κἀκείνων· καθ’ ἑαυτὴν γὰρ οὐδενὸς αὐτὴ ποιητική. ἥπτοντο οὖν τῆς ἀληθείας καὶ οἱ ἀρχαῖοι· καὶ γὰρ ἐκεῖνοι μίαν τινὰ φύσιν ὑπετίθεσαν τοῖς ἐναντίοις, δι’ | |
5 | ἣν καὶ ἓν τὸ πᾶν ἐκάλουν οἷον ὕδωρ ἢ πῦρ ἢ τὸ μεταξύ. βέλτιον δὲ οἱ τὸ μεταξύ· τὸ γὰρ πῦρ ἤδη φανερῶς συμπλέκεται τοῖς ἐναντίοις· θερμὸν γὰρ καὶ ξηρὸν κατὰ τὴν οἰκείαν φύσιν τὸ πῦρ, δεῖ δὲ μηδὲν ἔχειν τῶν ἐναντίων ἐν τῷ οἰκείῳ λόγῳ τὸ ὑποκείμενον· ἀνάγκη γὰρ ἢ μὴ δέχεσθαι θάτερον τῶν ἐναντίων ἢ φθείρεσθαι· ἄμφω δὲ τῇ περὶ τῆς ἀρχῆς ἐννοίᾳ | |
10 | διαμάχεται. διὸ οὐκ ἀλόγως ποιοῦσιν οἱ τὸ ὑποκείμενον ἕτερον τῶν στοιχείων τούτων ποιοῦντες. τῶν δὲ ἄλλων οἱ ἀέρα· καὶ γὰρ ὁ ἀὴρ ἥκιστα ἔχει τῶν ἄλλων αἰσθητὰς διαφοράς. τρίτοι δὲ οἱ τὸ ὕδωρ ὑποτιθέντες· θερμαίνεται γὰρ καὶ ψύχεται καὶ χεῖται καὶ πήγνυται ὑπο‐ μένον. ἀλλὰ πάντες γε τὸ ἓν τοῖς ἐναντίοις σχηματίζουσιν οἷον πυκνότητι | |
15 | μανότητι καὶ τῷ μᾶλλον καὶ τῷ ἧττον, ταῦτα δέ ἐστιν ὅλως ὑπεροχὴ καὶ ἔλ‐ λειψις δηλονότι· καὶ ἔοικε παλαιά τις εἶναι καὶ αὕτη ἡ δόξα, ὅτι δεῖ τρεῖς εἶναι τὰς ἀρχὰς τὸ ἓν καὶ τὴν ὑπεροχὴν καὶ τὴν ἔλλειψιν, πλὴν τὸν μὲν ἀριθμὸν τῶν ἀρχῶν τὸν αὐτὸν ἅπαντες λέγουσιν, οὐχ ὡσαύτως δὲ ἅπαντες. οἱ μὲν γὰρ παλαιοὶ τὰ μὲν δύο ποιεῖν, τὸ δὲ ἓν πάσχειν· Πλάτων δὲ | |
20 | ἀνάπαλιν, ὥσπερ καὶ τὸ πρότερον εἴρηται. τὸ μὲν οὖν φάναι τρία [τὰς ἀρχὰς] τὰ στοιχεῖα (περὶ γὰρ στοιχείων τῶν ἐνυπαρχόντων τοῖς γινομένοις ἡμῖν ὁ λόγος) δόξειεν ἂν καὶ σφόδρα εὔλογον εἶναι, τὸ δὲ πλείω τριῶν οὐκέτι· πρὸς μὲν γὰρ τὸ παθεῖν αὔταρκες τὸ ὑποκείμενον, πρὸς δὲ τὸ ποιῆσαι τὰ ἐναντία. εἰ δὲ προσθείη τις ἢ ἐναντίωσιν ἄλλην ἢ ὑποκείμενον, | |
25 | καθ’ ἕκαστον ἀναγκασθήσεται διπλασιάζειν· εἴτε γὰρ ἐναντίωσιν ἄλλην, καὶ ὑποκείμενον ἕτερον· εἴτε ὑποκείμενον ἕτερον, ἑτέραν καὶ ἐναντίωσιν. εἰ μὲν οὖν ταὐτὰ ἐξ ἑκατέρας τριάδος γενήσεται, περιττὴ παντελῶς ἡ ἑτέρα· εἰ δ’ ἄλλα ἐξ ἑκατέρας, πρῶτον μὲν οὐκ ἔσονται πάντων τῶν γενητῶν αἱ αὐταὶ ἀρχαί (οὐδὲ εἰς ἄλληλα μεταβάλλει τὰ στοιχεῖα γῆ πῦρ ὕδωρ ἀήρ), ἔπειτα | |
30 | τί δήποτε δύο μόνον ἔσονται τριάδες καὶ οὐχὶ πλείους καὶ οὐχὶ ἄπειροι; οὐδένα γὰρ εὑρίσκω λόγον, ὃς δύο μὲν εἶναι κατασκευάζει, πλείους δὲ μή· εἰ γὰρ ὅτι χρὴ διαφέρειν τὰς τῶν ζῴων καὶ τὰς τῶν φυτῶν, διὰ τί δὲ καὶ τὸ καθ’ ἕκαστον εἶδος τῶν ζῴων καὶ καθ’ ἕκαστον εἶδος τῶν φυτῶν | |
οὐ διοίσουσιν; ἔπειτα ὁρῶμεν τρεφόμενα τὰ μὲν ζῷα ἐκ τῶν φυτῶν, τὰ | 22 | |
5,223 | φυτὰ δὲ γενόμενα ἐκ τῶν στοιχείων, ὡς εἶναι φανερὰν τὴν εἰς ἄλληλα πάντων μεταβολήν· εἰ δὲ δύο μὲν ποιήσαιμεν ἐναντιώσεις, ἓν δὲ τὸ ὑπο‐ κείμενον, εἰ μὲν μεταβάλλοιεν εἰς ἀλλήλας, τὰ αὐτὰ πάλιν ἄτοπα ἀκολου‐ θήσει· εἰ δὲ καὶ γίγνονται ἐξ ἀλλήλων, περιττὴ πάλιν εὐθὺς ἡ ἑτέρα· αἱ | |
5 | αὐταὶ γὰρ ἀλλήλαις οὕτω γενήσονται. ἐπεὶ γὰρ τῶν ἐναντίων ἡ μεταβολὴ εἰς ἐναντία, ἔστω μία μὲν ἐναντίωσις ἡ α β, ἑτέρα δὲ ἡ γ δ. εἰ δὴ τὸ α ὡς εἰς τὸ β, οὕτως καὶ εἰς τὸ δ, ταὐτὸν ἂν εἴη τὸ β καὶ τὸ δ. καὶ εἰ τὸ β ὡς εἰς τὸ α, οὕτως καὶ εἰς τὸ γ, ταὐτὸν ἂν εἴη τὸ α καὶ τὸ γ· καὶ γὰρ εἰς ἐναντίον ἡ μεταβολὴ καὶ ἓν ἑνὶ ἐναντίον. ἀλλὰ δὴ καὶ ἔφαμεν | |
10 | πρότερον περὶ μίαν φύσιν μίαν εἶναι καὶ ἐναντίωσιν, μία δὲ ἡ φύσις καὶ ἡ οὐσία ἡ γενητή τε καὶ ἔνυλος· εἰ γὰρ καὶ πλείω εὑρίσκοιντο, ὑπαχθήσονται ὑπὸ τὰς πρώτας τὰς ἐν τῷ γένει καὶ προσεχεῖς τῆς οὐσίας οἷον ὡς ἐπὶ τῆς ποιότη‐ τος εὕροις ἄν· τὸ γὰρ μέλαν καὶ τὸ λευκὸν χρώματός ἐστι προσεχὴς ἐναντίωσις, οὐ ποιότητος. ἢ εἴ τις αὐτῆς τῆς ποιότητος προσεχὴς ἐναντίωσις εὑρεθείη, εἰς | |
15 | ἐκείνην ἀναχθήσονται καὶ αἱ ἄλλαι. ὅτι μὲν οὖν οὔτε ἓν τὸ στοιχεῖον οὔτε πλείω δυεῖν ἢ τριῶν, φανερὸν ἐκ τούτων· πότερον δὲ δύο ἢ τρία, πολλὴν ἀπορίαν ἔχει. Ὧδε οὖν ἡμεῖς λέγομεν πρῶτον περὶ πάσης καθόλου γενέσεως ἐπελθόντες, οὐ τῆς κατ’ οὐσίαν μόνον ἀλλὰ καὶ τῆς κατ’ ἀλλοίωσιν, οἷον οὐ μόνον πῶς ἄνθρωπος γίνεται καὶ φυτόν, ἀλλὰ καὶ πῶς ἄνθρωπος μου‐ | |
20 | σικὸς καὶ πῶς Καλλίας γραμματικός· ῥᾷον γὰρ ἐκ τῶν κοινῶν τὰ περὶ ἕκαστον ἴδια θεωρήσομεν, ὡς καὶ προὐθέμεθα ἐξ ἀρχῆς. ὅταν τοίνυν λέ‐ γωμεν ἕτερον ἐξ ἑτέρου γίγνεσθαι, ἢ ἐξ ἁπλοῦ τινος λέγωμεν ἢ ἐκ συν‐ θέτου· ἐξ ἁπλοῦ μὲν ὅταν λέγωμεν ἐξ ἀμούσου μουσικὸν γίγνεσθαι καὶ ἐξ ἀγραμμάτου γραμματικὸν ἢ νὴ Δία γε ὅτι τὸ ἄμουσον μουσικὸν γίγνεται | |
25 | καὶ τὸ ἀγράμματον γραμματικόν· ταὐτὸν γὰρ σημαίνει κἂν οὕτω τὴν λέξιν | |
μεταρρυθμίζωμεν, ἐπειδὴ καὶ ὅταν λέγωμεν τὸν ἄνθρωπον γίγνεσθαι μου‐ | 23 | |
5,224 | σικόν, ἁπλοῦν καὶ τότε λαμβάνομεν οὐ μόνον τὸ μεταβάλλον οἷον τὸν ἄνθρωπον, ἀλλὰ καὶ εἰς ὃ μεταβάλλει, τὸ μουσικόν. ἐὰν μέντοι συμπλέ‐ ξαντες τὸν ἄμουσον ἄνθρωπον γίγνεσθαι μουσικόν, συντίθεμεν ἐν τῇ λέξει ταύτῃ τό τε μεταβάλλον, τὸν ἄνθρωπον, καὶ ἐξ οὗ μεταβάλλει, τὸ ἄμουσον. | |
5 | τούτων τοίνυν τῶν δυεῖν τὸ σύνθετον ἡμῖν ποιούντων, λέγω δὲ τοῦ ἀνθρώ‐ που καὶ τοῦ ἀμούσου, διαφορά τις εὑρίσκεται καὶ κατὰ τὴν λέξιν καὶ κατὰ τὰ πράγματα, εἰ ἁπλᾶ καὶ χωρὶς λέγοιντο. κατὰ μὲν τὴν λέξιν, ὅτι τὸ μὲν διχῶς ἂν σχηματισθείη· λέγομεν γὰρ καὶ ἐξ ἀμούσου γίγνεσθαι μουσικὸν καὶ τὸ ἄμουσον γίγνεσθαι μουσικόν, θάτερον δὲ οὐκέτι παραπλησίως, ἀλλ’ | |
10 | ἐπὶ μὲν τῶν πλείστων τόδε μόνον· φαμὲν γὰρ τὸν ἄνθρωπον γίνεσθαι μου‐ σικόν, οὐκ ἐξ ἀνθρώπου γίνεσθαι μουσικόν, καὶ Καλλίαν γραμματικόν, οὐκ ἐκ Καλλίου γραμματικόν· ἐπ’ ὀλίγων δὲ τὸ ‘ἐκ τοῦδε‘ δόξειεν ἂν εὐλογώ‐ τερον λέγεσθαι ἢ τὸ ‘τόδε‘, οἷον ἐκ χαλκοῦ ἀνδριάντα γίνεσθαί φαμεν, οὐ τὸν χαλκὸν ἀνδριάντα καὶ ἐκ πλίνθων γίνεσθαι οἰκίαν, οὐ τὰς πλίνθους | |
15 | γίνεσθαι οἰκίαν. καὶ αὕτη μὲν κατὰ τὴν λέξιν ἡ διαφορά, ἐκείνη δὲ κατὰ τὴν φύσιν καὶ πολλῷ φανερωτέρα· τὸ μὲν γὰρ ἐν ταῖς μεταβολαῖς ὑπομένει, τὸ δὲ οὐχ ὑπομένει· ὁ μὲν γὰρ ἄνθρωπος μουσικὸς γενόμενος ἄνθρωπός ἐστι καὶ ὑπομένει, τὸ δὲ ἄμουσον οὐχ ὑπομένει· οὔτ’ ἂν καθ’ αὑτὸ λέγῃς τὸ ἄμουσον γίνεσθαι μουσικόν, τὸ ἄμουσον ὑπομένει, οὔτ’ ἂν τῷ ἀνθρώπῳ συμπλέκῃς | |
20 | τὸν ἄμουσον ἄνθρωπον γίνεσθαι μουσικόν, ὁ ἄμουσος ἄνθρωπος ὑπομένει· λέγω δὲ τὸ ὅλον τοῦτο καὶ σύνθετον ἐκ τῶν δυεῖν. οὕτω δὴ τούτων διω‐ ρισμένων τὸ μὲν ὑπομένον ὕλην καλῶ, τὸ δὲ μὴ ὑπομένον στέρησιν, τὸ ἄμουσον τὸ ἀγράμματον. ταῦτα δὲ φαντασθείημεν ἂν τὰ αὐτὰ εἶναι τῇ ὕλῃ κατ’ ἀριθμόν· οὐδὲ γὰρ δύναται καθ’ αὑτὰ ὑποστῆναί ποτε, ἀλλὰ περὶ τὸν | |
25 | ἄνθρωπον τὸ ἄμουσον καὶ τὸ ἀγράμματον θεωρεῖται· ὁ λόγος δέ σοι αὐτὰ διακρίνει. οὐ γὰρ ταὐτὸν ἀνθρώπῳ τε καὶ ἀμούσῳ εἶναι ἀνθρώπῳ. μεμνῆσθαι δὲ χρὴ καὶ τῶν προτέρων διαφορῶν ὅτι τὸ μὲν ὑπομένειν ἔφην, τὸ δὲ οὐχ ὑπομένειν· τὸν μὲν γὰρ ἄνθρωπον σῴζεσθαι, τὸ δὲ ἄμουσον μή. καὶ τοῦτο εἰκότως· γινομένης γὰρ εἰς τὸ μουσικὸν τῆς | |
30 | μεταβολῆς ὑπεξίσταται μὲν τὸ ἐναντίον τῷ εἰσιόντι, μένει δὲ ὃ οὐκ ἀντίκειται. ἱκανὴ δὲ καὶ ἡ κατὰ τὴν λέξιν διαφορά, ἔφην δὲ ἐπὶ μὲν τῆς στερήσεως καὶ τὸ ‘ἐκ τοῦδε‘ λέγεσθαι καὶ τὸ ‘τόδε‘ (καὶ γὰρ ἐξ ἀμούσου μουσικὸν καὶ τὸ ἄμουσον γίνεσθαι μουσικόν), ὁμοίως δὲ καὶ ἐπὶ | |
τοῦ συνθέτου· ἐπὶ δὲ τῆς ὕλης οὐκέτι ὁμοίως καθ’ ἑαυτὴν λεγομένης, ἀλλ’ | 24 | |
5,225 | ἐφ’ ὧν μὲν θάτερον ἐφ’ ὧν δὲ θάτερον μᾶλλον ἁρμόζει· τὸν μὲν ἄνθρω‐ πον γίνεσθαι γραμματικὸν οὐκ ἐξ ἀνθρώπου γραμματικόν, ἐκ δὲ ξύλων τὴν ναῦν, οὐ τὰ ξύλα γίνεσθαι ναῦν. καίτοι φαίης ἂν οἰκειότερον εἶναι τὸ μὲν ἐκ τοῦδε‘ τῇ στερήσει, θάτερον δὲ τῷ ὑπομένοντι καὶ τῇ ὕλῃ· σημαίνει | |
5 | μὲν γὰρ μᾶλλον ἐκείνη ἡ πτῶσις τὸ ἐκχωροῦν, ἡ δὲ δὴ καὶ ὑφιστάμενον· ἀλλ’ ὅμως λέγεται τὸ ‘ἐκ τοῦδε‘ καὶ ἐπὶ τῆς ὕλης ὡς προειρήκαμεν, λέγεται δὲ ἐπ’ ἐκείνων ἐφ’ ὧν οὐκ ἔστιν ὠνομασμένον τὸ ἀντικείμενον, ἀλλ’ ἐνυπ‐ άρχει μὲν τῇ ὕλῃ, δῆλον δὲ οὐκ ἔστιν. τότε γὰρ τὸ ‘ἐκ τοῦδε‘ κατὰ τῆς ὕλης κατηγοροῦμεν ὡς ἐχούσης ἐν αὑτῇ καὶ τὸ ἐναντίον τῇ μελλούσῃ | |
10 | μορφῇ· τὴν γὰρ ἀντικειμένην ἀμορφίαν τῷ σχήματι τοῦ ἀνδριάντος οὐκ ἔχοντες ὀνομάσαι ἐκ τοῦ χαλκοῦ λέγομεν γίγνεσθαι τὸν ἀνδριάντα ὡς ἐνυ‐ παρχούσης αὐτῷ καὶ τῆς ἀμορφίας. σχεδὸν οὖν τοῦτο λέγομεν, ὡς ἐκ τοῦ ἀμορφώτου χαλκοῦ κατὰ τὴν ἀνδριάντος ἀμορφίαν γίγνεται ὁ ἀνδριάς, καὶ ἐκ τῶν ἀσχηματίστων ξύλων κατὰ τοδὶ τὸ σχῆμα γίγνεται ἡ ναῦς· εἰ γὰρ | |
15 | καὶ τῇ λέξει μὴ φανερῶς, τῇ δυνάμει γε τοῦτο σημαίνομεν· διόπερ ἐξ ἀρχῆς διαιρούμενος ἔφην τὸ ‘ἐκ τοῦδε‘ καὶ ἐπὶ τοῦ συνθέτου λέγεσθαι ὡς ἐκ τοῦ ἀγραμμάτου ἀνθρώπου τὸν γραμματικόν, ἀλλ’ ἐπί τινων μὲν καὶ διαρρήδην ὡς ἐπὶ τούτου, ἐπ’ ἐνίων δὲ τῇ δυνάμει ὡς ἐκ τοῦ χαλκοῦ τὸν ἀνδριάντα. καὶ τοίνυν ὅταν λέγωμεν ‘ἐξ ὕδατος ἀὴρ γίγνεται‘, καὶ τότε λέγο‐ | |
20 | μεν τὸ ‘ἐκ τοῦδε‘ ὡς ἐκ τοῦ συνθέτου· σύνθετον γάρ ἐστι τὸ ὕδωρ ἔκ τε τοῦ ὑπομένοντος καὶ τοῦ ἀντικειμένου τῷ εἴδει τῷ ἐνυπάρχοντι μέλλοντος ἀέρος γενήσεσθαι· διὰ τοῦτο γὰρ οὐδὲ ὑπομενόντων αὐτῶν, ἅπερ ἦν, γίγνεται τὰ ἐξ αὐτῶν· οὐδὲ γὰρ τὰ σύνθετα ἐλέγομεν ὑπομένειν ὅλα, οἷον τὸν ἄμουσον ἄνθρωπον ὅταν γίγνηται μουσικός. ἀλλὰ ταῦτα μὲν ἴσως πέρα τῶν ἱκανῶν. | |
25 | Δεῖται δὲ πάντως τῆς στερήσεως ἡ ὕλη πρὸς τὰς γενέσεις· μὴ γὰρ οὔσης ταύτης περὶ αὐτὴν πῶς ἄν τι γένοιτο; ἐξ αὐτοῦ; ἤδη γὰρ ἂν φθάνοι ἢ γίγνεται· δεῖται μέντοι ὡς συμβεβηκυίας ἄλλης φύσεως ἄλλῃ φύσει, εἰ καὶ μὴ καθ’ ὑπόστασιν, κατὰ γοῦν τὸν λόγον· πάλιν γὰρ εἴπερ ἐν τῇ οἰκείᾳ οὐσίᾳ τὴν στέρησιν ἔχει συνειλημμένην, φθείροιτο ἂν ταῖς | |
30 | εἰς τὸ εἶδος μεταβολαῖς, εἴγε τὸ εἶναι αὐτῆς ἐν τῷ ἐστερῆσθαι. καίτοι λέγομεν τῆς ὕλης τὸ εἶναι ἐν τῷ δυνάμει, ἡ δὲ δύναμις δηλονότι μετὰ τῆς στερήσεως· οὐδὲ γὰρ ἔτι δύναμις 〈ἂν〉 εἴη μὴ σὺν αὐτῇ πάντως καὶ τῆς στερήσεως νοουμένης. ἵνα οὖν μὴ τοῦτο διαταράττῃ, καλῶς ἔχει μικρὸν ἄνωθεν ἀναλαβεῖν. ἑκάστῳ τοίνυν τῶν ὁπωσδήποτε | |
35 | ὑφεστώτων τὰ μὲν ὑπάρχει καθ’ αὑτὸ κρινομένῳ, τὰ δὲ παραβαλλομένῳ πρὸς ἕτερον, οἷον τῷ ξύλῳ τὸ μὲν εἶναι διπήχει καθ’ αὑτό, τὸ δὲ διπλα‐ | |
σίῳ πρὸς ἕτερον. καὶ τοίνυν τῇ ὕλῃ τὸ μὲν εἶναί τι καὶ ὑπάρχειν ὅλως | 25 | |
5,226 | καθ’ αὑτό, τὸ δὲ δυνάμει εἶναι πρὸς ἕτερον· οὐ γὰρ δὴ καὶ πρὸς τὸ ὕλῃ εἶναι τὸ δυνάμει ἔχει· εἴη γὰρ ἂν οὕτως † ὕλη τὸ ὕλῃ εἶναι, ἀλλὰ δῆλον, ὡς οὖσά τι πρῶτον αὐτὴ καὶ ὑπάρχουσα ἐνεργείᾳ οὕτως ὕλη τινῶν ἐστὶ καὶ τὸ δυνάμει πρὸς ταῦτα ἔχει. τὸ μὲν οὖν ὄνομα τῆς ὕλης πάντως τὸ | |
5 | δυνάμει συνεφέλκεται καὶ πρὸς ἃ λέγεται ὕλη, πρὸς ταῦτά ἐστι καὶ δυνάμει, οὐ μὴν τό γε εἶναι αὐτῆς τοιοῦτόν ἐστιν ὡς μόνον πρὸς ἕτερα εἶναι. ἀλλὰ χαλεπὸν μὲν ὡς ἀληθῶς καταληφθῆναι τῆς σχέσεως ταύ‐ της ἀπογυμνουμένην· φανείη δ’ ἂν προσκαρτεροῦντι. πάλιν οὖν ἀναλη‐ πτέον. δυεῖν γὰρ ὀνομάτων περὶ αὐτῆς λεγομένων ὑποκειμένου τε καὶ | |
10 | ὕλης τὸ μὲν ἔοικεν ἅπτεσθαι μᾶλλον αὐτῆς ἐκείνου τοῦ εἶναι ὃ κέκτηται καθ’ ἑαυτήν, τὸ δὲ ᾗ πρὸς ἕτερα ἔχει· ἀμφότερα μὲν γὰρ τῶν πρὸς ἄλληλα· καὶ γὰρ ἡ ὕλη τινὸς καὶ τὸ ὑποκείμενον τινί. ἀλλ’ ὅταν μὲν ὡς ὕλη τινὸς λαμβάνηται, τότε ἔσται μετὰ στερήσεως καὶ τοῦ δυνάμει· λέγεται γὰρ ἡ ὕλη τοῦ μήπω γεγενημένου· ὅταν δὲ ὡς ὑποκείμενον, οὐ πάντως | |
15 | μετὰ στερήσεως· ὑποκεῖσθαι μὲν γὰρ οὐ κωλύεται καὶ τῷ ἐνυπάρχοντι εἴδει, ὕλη δὲ πῶς ἂν εἴη τούτου λοιπὸν πρὸς ὃ μηκέτι ἔχει τὸ δυνάμει; ὥστε καὶ τὸν χαλκόν, μέχρι μὲν ἀσχημάτιστός ἐστιν, εἴποις ἂν ὕλην εἶναι τοῦ ἀνδριάντος· ὅταν δὲ διορισθῇ τῇ μορφῇ, οὐκέθ’ ὕλη ἀλλ’ ὑποκείμενον. σημεῖον δέ, ὅτι κατὰ τὸ ὑποκείμενον μένων ὁ χαλκὸς αὐτὸς οὑτοσὶ ἄλλοτε | |
20 | ἄλλως γίγνεται ὕλη· ὅπερ γάρ φησιν ὁ Βοηθός, ἡ ὕλη ἐν τοῖς ποιοῖς οὐκέτι ὕλη διαμένει· ἄμορφος γὰρ καθ’ αὑτὴν καὶ ἀνείδεος εἴγε ὕλη, ἀλλ’ εἰς ὑποκείμενον ἤδη περιίσταται· μετ’ εἴδους γὰρ τοῦτο καὶ πέρατος καὶ ὑπο‐ κείμενον εἴδει καὶ πέρατι. ἡ μὲν γὰρ ὕλη πρὸς τὸ ἐσόμενον ὠνομάσθαι φαίνεται, τὸ δὲ ὑποκείμενον πρὸς τὸ ἤδη ἐνόν· καὶ εἴη ἂν τὸ πρᾶγμα | |
25 | τοῦτο, ὃ λέγομεν ὕλην, ὑποκείμενόν τι ᾧ συμβέβηκεν ἐν τῇ φύσει τὸ δεκτι‐ κὴν εἶναι τῶν ἐναντίων· ὥσπερ γὰρ τοῦ εἴδους, οὕτως καὶ τῆς στερήσεώς ἐστι δεκτική. πῶς οὖν ἄποιος καθ’ ἑαυτήν; ὅτι νὴ Δία μὴ στέρησιν ἐν‐ ταῦθα ποιότητος σημαίνει τὸ ἄποιον, ἀλλ’ ἀπόφασιν ὡς τὸ ἀγράμματον, | |
ὡς τὸ ἄμουσον ἀντὶ τοῦ μὴ γραμματικοῦ καὶ μὴ μουσικοῦ. εἰ δὲ ἐσή‐ | 26 | |
5,227 | μαινε στέρησιν, ποιότητα ἂν αὐτῇ προσετίθει τὸ ἄποιον· καὶ γὰρ ἡ στέ‐ ρησις οἱονεὶ ποιότης. ἐφ’ ὧν γοῦν ἀληθὴς ἀπόφασις, ἡ στέρησις οὐ συνέπεται· οὐ γὰρ ἐφ’ ὧν τὸ μὴ δίκαιον, καὶ τὸ ἄδικον. οὐδὲ ἐφ’ ὧν τὸ μὴ κομῶν, καὶ τὸ φαλακρόν. οὐδαμῶς οὖν τὸ εἶναι τῆς ὕλης ἐν τῷ | |
5 | ἐστερῆσθαι, ἀλλ’ ὥσπερ ὁ κηρὸς δυνάμενος λέων γενέσθαι (οὐδὲ γὰρ ἂν ἦν ἔτι κηρὸς ἡνίκα λέων ἐγένετο), οὕτω καὶ τὸ πρῶτον ὑποκείμενον δυνάμενον ἁπάσας δέχεσθαι τὰς μορφὰς ἐν στερήσει μέν ἐστιν ἁπασῶν, οὐ μὴν καθὸ ὑποκείμενόν ἐστι, κατὰ τοῦτο ἔστιν ἐν στερήσει· οὐδὲ γὰρ ἂν ἦν ὑποκεί‐ μενον ἔτι, εἰ στερήσει τινὰ μορφὴν ἀφωρίζετο, ἀλλὰ καθὸ συμβέβηκεν | |
10 | αὐτῷ ὄντι τινὶ καθ’ αὑτὸ καὶ πρὸς ἄλλα εὐφυῶς ἔχειν. διὰ τοῦτο καὶ ὁρισθεῖσα ὑπό τινος εἴδους ὑποκείμενον μὲν οὐδὲν κωλύεται εἶναι, ὕλη δὲ οὐκ ἔστιν ἔτι τούτου. τοῦτο μὲν οὖν καὶ εἰς ὕστερον ἐπισκεψόμεθα, ἐπανιτέον δὲ ὅθενπερ ἐξέβημεν. πολλαχῶς τοίνυν τοῦ γίγνεσθαι λεγομένου καὶ τῶν μὲν οὐ γίγνεσθαι ἁπλῶς λεγομένων ἀλλὰ τόδε τι γίγνεσθαι, ἁπλῶς δὲ γίγνεσθαι | |
15 | λεγομένων τῶν οὐσιῶν (τὸ μὲν γὰρ λευκὸν οὐχ ἁπλῶς γίγνεσθαι ἀλλὰ τόδε τι πάντως· σῶμα γὰρ γίγνεται λευκὸν καὶ διπηχυαῖον γίγνεται οὐχ ἁπλῶς ἀλλὰ τουτὶ τὸ δένδρον· φυτὸν μέντοι γίγνεται ἁπλῶς καὶ ἄνθρωπος γίγνεται ἁπλῶς), κατὰ τοσούτους οὖν τρόπους τοῦ γίγνεσθαι λεγομένου ἐπὶ μὲν τῶν συμβεβηκότων φανερὸν τὸ ὑποκείμενον· ἢ γὰρ ζῷον ἢ φυτὸν ἢ | |
20 | σῶμα ὅλως ἐφ’ οὗ τὸ ποιὸν ἢ τὸ ποσὸν ἢ τὸ πρὸς ἕτερον γίγνεται, ἐπὶ δὲ τῶν οὐσιῶν τῶν γίγνεσθαι ἁπλῶς λεγομένων οἰήσεταί τις ἴσως μηδενὸς δεῖσθαι ὑποκειμένου· μὴ γὰρ γίγνεσθαι τὴν γιγνομένην οὐσίαν· αὐτὴ δέ ἐστιν ἡ πρώτη καὶ αἰσθητὴ ἡ μήτε ἐν ὑποκειμένῳ μήτε καθ’ ὑποκειμέ‐ νου. ὡς οὖν καὶ αὐταὶ δέονταί τινος ὑποκειμένου πρὸς τὰς γενέσεις, εἰ | |
25 | καθολικώτερον περὶ πάντων τῶν γιγνομένων ἐπισκεψώμεθα, γένοιτο ἂν φανερόν· εὑρήσομεν γὰρ καὶ ἑκάστην τῶν λοιπῶν οὐσιῶν ἔκ τινος γιγνο‐ μένην ὑποκειμένου, ὥσπερ τὰ ζῷα καὶ τὰ φυτὰ ἐκ τοῦ σπέρματος. καθό‐ λου τοίνυν ἅπαντα τὰ γιγνόμενα ἢ μετασχηματίσει γίγνεται μόνῃ ὡς ἀνδριάς (οὐδὲν γὰρ ἕτερον ἐξαλλάττεται ἐν τῷ χαλκῷ πλὴν τοῦ σχήματος | |
30 | καὶ τῆς θέσεως τῶν μερῶν), ἢ προσθέσει ὡς τὰ αὐξανόμενα, ἢ ἀφαιρέσει ὡς ἐκ λίθου Ἑρμῆς, ἢ συνθέσει ὡς οἰκία, ἢ ἀλλοιώσει τῇ τε κατά τινα ποιότητα παθητικήν, ἥτις ἰδίως ἀλλοίωσις, καὶ τῇ κατ’ οὐσίαν, ἥτις | |
κυρίως μεταβολή· αὕτη δέ ἐστιν ἡ κατὰ τὸ εἶδος καὶ τὸ τί ἦν εἶναι | 27 | |
5,228 | ἀπαλλαγή. ταῦτα δὲ ἅπαντα ἐφ’ ὑποκειμένου τινός, οὐ μόνον τὰ ἄλλα, ἀλλὰ καὶ ἐφ’ ὧν ἡ κυρίως μεταβολή· εἶναι γὰρ δεῖ πάντως καὶ ὑπο‐ κεῖσθαι περὶ ὃ γίγνεται σῳζόμενον ἡ μεταβολή, ὡς περὶ ὃ γίγνεται ἡ πρόσ‐ θεσις, περὶ ὃ γίγνεται ἡ ἀφαίρεσις, περὶ ὃ γίγνεται ἡ σύνθεσις· ὥστε | |
5 | δῆλον ἐκ τῶν εἰρημένων, ὅτι τὸ γιγνόμενον ἅπαν ἀεὶ σύνθετόν ἐστιν ἔκ τε τοῦ ὑποκειμένου καὶ τῆς μορφῆς, ὥσπερ καὶ ἐξ οὗ ἐγίγνετο καὶ τοῦτο σύνθετον ἦν ἔκ τε τοῦ ὑποκειμένου καὶ τοῦ ἀντικειμένου τῷ ἐσομένῳ· λέγω δὲ ἀντικεῖσθαι μὲν τὴν ἀμουσίαν, ὑποκεῖσθαι δὲ τὸν ἄνθρωπον καὶ τὴν μὲν ἀσχημοσύνην καὶ τὴν ἀμορφίαν καὶ τὴν ἀταξίαν ἀντικείμενον, ὑποκεί‐ | |
10 | μενον δὲ τὸν χαλκὸν ἢ τὸν λίθον ἢ τὸν χρυσόν. φανερὸν οὖν ὡς εἴπερ τῶν φύσει ὄντων ταῦτά εἰσιν ἀρχαὶ καὶ αἴτια, ἐξ ὧν ὡς ἐνυπαρχόντων ἕκαστον γίγνεται καὶ ἃ συμπληροῖ ἑκάστου τὸ εἶναι, ὅτι ταῦτά ἐστιν ἐξ ὧν σύγκειται ἕκαστον, τό τε ὑποκείμενον καὶ ἡ μορφή· σύγκειται δὲ οὐχ ὡς ἐκ πλίνθων ἡ οἰκία ἀλλὰ τῷ λόγῳ· ἄλλος γὰρ ἀνθρώπου λόγος καὶ | |
15 | ἄλλος μουσικοῦ. ἔστι δὲ τὸ ὑποκείμενον, ὅταν αὐτὸ νοῆται καθ’ αὑτό, ἀριθμῷ μὲν ἕν, λόγῳ δὲ δύο· λέγω δὲ τοῦτο διὰ τὴν στέρησιν, ἣ συμβέ‐ βηκεν τῇ ὕλῃ. ἄκουε δὲ καὶ νῦν. διαφέρουσι τῷ λόγῳ, εἰ καὶ ἕν εἰσιν ἀριθμῷ καθάπερ Σωκράτης σιμός, ὁ μὲν ἄνθρωπος καὶ ὁ χρυσός· κἂν ἐπὶ τὴν πρώτην ὕλην ἐκ τούτων ἀνέλθῃς, ἀριθμητὰ καὶ τόδε τι, χρυσὸς μὲν | |
20 | καὶ ἄνθρωπος φανερῶς. ἡ δὲ πρώτη ὕλη μᾶλλον ἀριθμητὴ ἢ ἡ στέρησις· οὐ γὰρ οὖσα καθ’ ἑαυτὴν ἀριθμητή, ὅμως μᾶλλόν ἐστιν ἀριθμητὴ ἢ ἡ στέρησις· ἡ γὰρ σύγκρισις αὕτη πρὸς τὴν στέρησιν· καθ’ ὅσον γὰρ τῷ συναμφοτέρῳ ὅ ἐστιν ἀκριβῶς τόδε τι, ταύτην μᾶλλον συμβαίνει συνεργεῖν ἢ τὴν στέρησιν ὑπομένουσάν πως καὶ ἀναφαινομένην ἐκείνης ὑπεξιούσης, | |
25 | κατὰ τοσοῦτον ἔχει μᾶλλον αὐτὴ τὸ τόδε τι, ἡ δὲ στέρησις οὐδαμῶς ἔχει τὸ τόδε τι· πῶς γὰρ ἡ μηδὲ μένουσα; ἀλλὰ κἀκ τῆς ὕλης μὲν οὐ κατὰ συμβεβηκὸς γίγνεται τὸ γινόμενον (ἐνυπάρχει γὰρ αὐτῷ), ἐκ δὲ τῆς στερή‐ | |
σεως κατὰ συμβεβηκός· τὸ γὰρ τῇ ὕλῃ συμβεβηκέναι ἡ κυρίως ἐστὶν | 28 | |
5,229 | ἀρχή. διόπερ κυρίως μὲν λέγων δύο ἐρεῖς εἶναι τὰ αἴτια προηγουμένως τήν τε ὕλην καὶ τὴν μορφήν, εἴποις δ’ ἂν αὐτὰ καὶ τρία διὰ τὴν στέρη‐ σιν καὶ ἔστι μὲν ὡς τἀναντία εἰσὶν ἀρχαί (λέγω δὲ ἁπλούστερον νῦν ἐναντία τὴν στέρησιν καὶ τὸ εἶδος· μετὰ ταῦτα γὰρ ὅπως ἀλλήλοις ἀντί‐ | |
5 | κειται ἐπιδείξω), ἔστι δὲ ὡς οὐ τὰ ἐναντία· πάσχειν γὰρ αὐτὰ ὑπ’ ἀλλή‐ λων ἀδύνατον. ἀλλὰ καὶ τοῦτο διεσωσάμεθα ὑποτιθέντες τὴν ὕλην αὐτοῖς. πόσαι μὲν οὖν εἰσὶν ἀρχαὶ τῶν περὶ γένεσιν φυσικῶν καὶ ὅπως πόσαι, προείρηται καὶ δῆλον ὅτι δεῖ τοῖς ἐναντίοις ὑποκεῖσθαί τι καὶ τὰ ἐναντία δύο εἶναι, τρόπον δέ τινα ἄλλον οὐκ ἀναγκαῖον· ἱκανὸν γάρ ἐστιν τὸ ἕτερον | |
10 | τῶν ἐναντίων ποιεῖν τῇ ἀπουσίᾳ καὶ παρουσίᾳ τὴν μεταβολήν, ὥστε τὸ εἶδος τὴν χώραν ἀποπληροῖ καὶ τῆς στερήσεως· ἡ γὰρ στέρησις οὐ φύσις τις καὶ εἶδός ἐστιν, ἀλλ’ ἀπουσία τοῦ εἴδους. Ἡ δὲ ὑποκειμένη φύσις ἐπιστητὴ κατὰ ἀναλογίαν· ὡς γὰρ πρὸς ἀν‐ δριάντα χαλκὸς ἢ πρὸς κλίνην ξύλον, οὕτως αὕτη πρὸς τὴν οὐσίαν τὴν | |
15 | σύνθετον ἔχει καὶ ἁπλῶς πρὸς ἅπαν τὸ ὄν· ὑποκειμένη γὰρ τῇ οὐσίᾳ δη‐ λονότι καὶ τοῖς ταύτῃ συμβεβηκόσιν ὑπόκειται. πότερον δὲ οὐσία τὸ εἶδος ἢ τὸ ὑποκείμενον, οὔπω δῆλον· οὔπω δὲ δῆλον καὶ ὅπως τὸ εἶδος ἀρχή· καὶ πότερον ἄφθαρτον ἅπαν ἤ τι καὶ φθαρτόν· καὶ εἰ μὲν ἅπαν ἄφθαρτον, πῶς οὐκ ἀίδιον ἅπαν, εἰ δὲ οὐχ ἅπαν ἄφθαρτον, πῶς ἅπαν ἀρχή. ταῦτα | |
20 | δὲ ἅπαντα ἀνακείσθω νῦν· ἴσως γὰρ οὐδὲ φυσικῷ πρέπων ὁ λόγος, ἀλλὰ ἡ περὶ τῶν ἀιδίων θεωρία τοῦ ὑπὲρ τοῦτον. Ὅτι δὲ μόνως οὕτω λύεται καὶ ἡ τῶν ἀρχαίων ἀπορία, λέγομεν μετὰ ταῦτα· ζητήσαντες γὰρ οἱ κατὰ φιλοσοφίαν πρεσβύτατοι τὴν ἀλήθειαν καὶ τὴν φύσιν τῶν ὄντων ἐξετράπησαν τῆς ἀληθείας οἷον ὁδόν τινα ἄλλην | |
25 | ἀπωσθέντες ὑπὸ ἀπειρίας τοῦ διαλέγεσθαι, ὥστε φασὶν οὔτε γίγνεσθαι τῶν ὄντων οὐδὲν οὔτε φθείρεσθαι διὰ τὸ ἀναγκαῖον μὲν ἀεὶ γίγνεσθαι τὸ γινό‐ μενον ἢ ἐξ ὄντος ἢ ἐκ μὴ ὄντος, ἀλλ’ οὔτε ἐξ ὄντος (εἶναι γὰρ ἤδη) οὔτε ἐκ μὴ ὄντος (ἀμήχανον γάρ· δεῖ γὰρ ὑποκεῖσθαί τι πάντως). ὅθεν ἀναι‐ ροῦντες τὴν γένεσιν ἐποίουν ἐκ προϋπαρχόντων τὰ ὄντα συγκρίσει καὶ θέσει | |
30 | καὶ ἐκκρίσει καὶ τοιαύταις τισὶ μηχαναῖς προσχρώμενοι, τὸ δὲ ἐφεξῆς τούτῳ | 29 |
5,230 | συντιθέντες οὐδὲ εἶναι πολλὰ ἔφασαν, ἀλλὰ ἕν· εἰ γὰρ πολλά, διαφέροντα ἔσται, τὰ δὲ τοῦ ὄντος διαφέροντα μὴ εἶναι. ἐκεῖνοι μὲν οὖν ταύτην ἔλαβον τὴν δόξαν διὰ τὰ εἰρημένα, ἡμεῖς δὲ λύομεν τὴν ἀπορίαν κατὰ δύο τρό‐ πους. ὧν ὁ μὲν πρότερος οὗτος· τὸ ἐξ ὄντος ἢ μὴ ὄντος γίγνεσθαι ἢ τὸ | |
5 | μὴ ὂν ἢ τὸ ὂν γίγνεσθαι ἢ πάσχειν τι ἢ ποιεῖν, ἵνα καθολικώτερον εἴπω (λάμβανε δή μοι τὸ λεγόμενον οὐκ ἐπὶ τῆς κυρίως γενέσεως μόνον, ὡς ὅταν λέγωμεν ἄνθρωπον γίγνεσθαι, ἀλλὰ καὶ ἐπὶ πάσης ἁπλῶς, ὡς καὶ ὅταν λευκὸν γίγνεσθαι λέγωμεν ἢ μουσικόν), ταῦτα δὴ πάντα λέγεται διχῶς καὶ δύο σημαίνει. καὶ ἵνα σοι γένηται σαφέστερον τοῦτο, ἐπὶ παραδείγματος | |
10 | πρῶτον κατάμαθε· λέγομεν τὸν ἰατρὸν ποιεῖν τι ἢ πάσχειν, τοῦτο δὲ διχῶς λέγομεν, ἢ καθ’ αὑτό, τουτέστι καθό ἐστιν ἰατρός, ἢ κατὰ συμβεβηκός, ὅταν μὲν θεραπεύῃ, καθ’ αὑτὸ ποιεῖ καθὸ ἰατρός, ὅταν δὲ οἰκοδομῇ, οὐ καθὸ ἰα‐ τρός, ἀλλ’ ὅτι τῷ ἰατρῷ συμβέβηκεν οἰκοδομικῷ εἶναι· πάλιν ἂν μὲν γένη‐ ται ἀπὸ ἀμελείας ἀνίατρος, πάσχειν αὐτόν φαμεν καθὸ ἰατρός, ἂν | |
15 | δὲ γίγνηται λευκός, οὐ καθὸ ἰατρός, ἀλλὰ κατὰ συμβεβηκός, ὅτι ἐκ μέλανος, ὃ συμβεβήκει αὐτῷ. καὶ τοίνυν τὸ ἐκ μὴ ὄντος γίγνεσθαι ἢ τὸ μὴ ὂν γίγνεσθαι δύο σημαίνει· ἓν μὲν ὡς ἐνυπάρχοντος τοῦ μὴ ὄντος καὶ δεχομένου τὸ εἶναι, ὅπερ ἐστὶν ἀδύνατον· καὶ τοῦτό ἐστιν ὃ σημαίνει τὸ ἐκ μὴ ὄντος γίγνεσθαι ᾗ μὴ ὄν. τοῦτο δὲ ᾤοντο δηλοῦσθαι μόνον ἐκ τῆς | |
20 | φωνῆς ταύτης οἱ παλαιοὶ καὶ διὰ τοῦτο ἀνῄρουν γένεσιν. ἕτερον δέ, ὡς ἐξισταμένου τοῦ μὴ ὄντος καὶ ἐκχωροῦντος τῷ ἐσομένῳ, ὡς ἐκ τοῦ ἀμού‐ σου τὸ μουσικόν· καὶ τοῦτό ἐστι κατὰ συμβεβηκὸς ἐκ τοῦ μὴ ὄντος· τὸ γὰρ οὕτως λεγόμενον ἔκ τινος γίγνεσθαι ὡς μὴ ὑπομένοντος κατὰ συμβε‐ βηκὸς ἐκ μὴ ὄντος γίγνεται. οὕτω φαμὲν ἐκ μὴ ὄντος ἡμεῖς γίγνεσθαι τὰ | |
25 | γιγνόμενα, ἐπειδὴ ἐκ τῆς στερήσεως, ἥ ἐστι καθ’ αὑτὴν μὴ ὄν, ἐκχωρού‐ σης καὶ ἐξισταμένης γίγνεται· ἢ καὶ οὕτως κατὰ συμβεβηκὸς ἐκ μὴ ὄντος, ἐπειδὴ ἐκ τῆς ὕλης ᾗ συμβέβηκε τὸ μὴ ὂν ἡ στέρησις· οὕτω δὲ δύναται καὶ ἐνυπάρχειν τὸ μὴ ὄν, ἀλλ’ οὐ τὸ καθ’ αὑτὸ μὴ ὄν, ἀλλ’ ᾧ τοῦτο συμ‐ βέβηκε, τοῦτο δέ ἐστιν ἡ ὕλη. ὡσαύτως δὲ καὶ τὸ ἐξ ὄντος γίγνεσθαι καὶ τὸ ὂν | |
30 | γίγνεσθαι ἁπλῶς μὲν ἀμήχανον καὶ καθὸ ὄν (ἤδη γὰρ ἔστιν), κατὰ συμβεβηκὸς δὲ ἐξ ὄντος οὐδὲν ἀδύνατον. ἵνα γὰρ μᾶλλον μάθῃς ὃ λέγω, μεταβῶμεν εἴς τι παράδειγμα. ὑποκείσθω τοίνυν κύων εἰς ἵππον μεταβάλλειν ἢ ἄλλο ὁτιοῦν ζῷον εἰς ὁτιοῦν ζῷον, ὃ δὴ καὶ γίγνεται ἐπ’ ἐνίων. ὡς οὖν ἐπὶ τούτων ὁ | |
λέγων, ὅτι ζῷον ἐκ ζῴου γίγνεται, οὐ τοῦτο λέγει, ὅτι ᾗ ζῷον (οὐ γὰρ τὸ | 30 | |
5,231 | ζῷον καθὸ ζῷον μεταβάλλει εἰς ἄλλο ζῷον, ἂν μεταβάλλῃ εἰς ἄλλο, οὐδὲ τὸ γιγνόμενον ζῷον ἂν γίγνοιτο, καθὸ ζῷον ἐκ ζῴου ἂν γίγνοιτο), ἀλλὰ τὸ λεγόμενόν ἐστιν ὅτι ἔκ τινος, ᾧ συμβέβηκε ζῴῳ εἶναι, ἄλλο γίγνεται ᾧ καὶ τῷ ζῴῳ εἶναι ὑπάρχει· οὕτως καὶ εἰ γίγνοιτο ὕδωρ ἐξ ἀέρος, τὸ ὂν | |
5 | ἐξ ὄντος γίγνεσθαι λέγεται, οὐχ ὅτι τὸ ὂν ἤδη γίγνεται οὐδὲ τὸ γιγνόμε‐ νον ἔστιν ἤδη, ἀλλ’ ὅτι ἔκ τινος, οὗ τὸ ὂν κατηγορεῖται, ἕτερον γίγνεται ᾧ καὶ αὐτὸ τὸ ὂν ὑπάρχει. ὥσπερ δὲ εἰ γίγνοιτο ζῷον, καθὸ ζῷόν ἐστιν, οὐκ ἐκ ζῴου ἂν γίγνοιτο, ἀλλὰ ἐκ μὴ ζῴου οἷον σπέρματος, οὕτως εἰ γίγνοιτο ἁπλῶς ὄν, ἐξ οὐδενὸς ἂν τῶν ὄντων γίγνοιτο, ἀλλ’ ἐκ τοῦ πάντῃ | |
10 | μὴ ὄντος, ὅπερ δὴ παντελῶς ἀμήχανον· οὐδ’ ἂν γίγνοιτο τὸ ἁπλῶς ὄν. καὶ ἐξ ὄντος οὖν καὶ μὴ ὄντος ἡ γένεσις καὶ τοῦτο οὐκ ἔστιν ἀντίφασις· οὐ γὰρ κατὰ ταὐτό. ἀλλ’ ἐξ ὄντος μέν, ἐπειδὴ ἕτερόν τί ἐστιν, ἐκ μὴ ὄντος δέ, ἐπειδὴ τοῦτο οὐκ ἔστιν ὃ γίγνεται, καὶ ἁπλῶς εἰπεῖν ἐκ τὶ μὲν ὄντος ὃ οὐ γίγνεται, τὶ δὲ μὴ ὄντος ὃ γίγνεται, ὥστε ἡ στέρησις καὶ ἡ | |
15 | τοιαύτη φύσις αὐτῆς τηρεῖ τὴν γένεσιν, οὔτε τοῦ ὄντος ᾗ ὂν γιγνομένου, διότι συνυπάρχει τῇ ὕλῃ, 〈οὔτε τοῦ μὴ ὄντος ᾗ μὴ ὄν, διότι οὐκ ἐνυπάρ‐ χει τῇ ὕλῃ〉. εἷς μὲν δὴ τρόπος οὗτος τῆς λύσεως, ἄλλος δὲ ἐκ τοῦ δυνάμει καὶ ἐνεργείᾳ. ἐκ γὰρ τῆς ὕλης γίνεται τὰ γιγνόμενα ἐκ τοῦ δυ‐ νάμει μὲν ὄντος, ἐνεργείᾳ δὲ μὴ ὄντος, καὶ ταύτης δὲ τῆς λύσεως ἡ τῆς | |
20 | στερήσεως φύσις αἰτία· αὕτη γάρ ἐστιν ἡ ποιοῦσα τὴν ὕλην δυνάμει μὲν εἶναι, ἐνεργείᾳ δὲ μή. οὔκουν πάντῃ ἀπόβλητος ἡ στέρησις πρὸς τὰς γενέσεις οὐδὲ ἐν ἴσῃ χώρᾳ τοῖς ἄλλοις αἰτίοις τοῖς κατὰ συμβεβηκὸς λεγομένοις, ὡς τὸ λευκὸν ἢ μέλαν, τὰ τῷ ἀνθρώπῳ συμβεβηκότα τῷ γιγνομένῳ μουσικῷ· τὰ μὲν γὰρ οὐδὲ ὅλως συντελεῖ τι πρὸς τὰ γιγνόμενα, | |
25 | ἡ δὲ στέρησις τὸ ὅλον τοῦτο κατὰ συμβεβηκὸς αἰτία καὶ ἀρχή· ἀδύνατον γὰρ γενέσθαι μὴ ὑπάρξαντος ἐν τῷ ὑποκειμένῳ ἐναντίου. Ὥστε μεμπτέον οὐκ ἀπεικότως τοὺς ταύτην παριδόντας τὴν φύσιν. | |
ὅσοι μὲν ** τοίνυν ἐνεργείᾳ ποιοῦσιν τὸ ὑποκείμενον καὶ τὴν ὕλην, εἴτε | 31 | |
5,232 | πῦρ εἴτε ἀέρα εἴτε ἄλλο τι τῶν σωμάτων, οὐχ ἥπτοντο οὗτοι τῆς στερή‐ σεως· Πλάτων δὲ τὴν ὕλην μηδὲν τῶν ὄντων εἶναι εἰπὼν ἐπέβαλέ πως καὶ τῇ στερήσει, οὐχ ἱκανῶς. συμβαίνει γὰρ αὐτῷ ποιεῖν τὰς γενέσεις ἐκ τοῦ μὴ ὄντος ᾗ μὴ ὄν· καθὸ γὰρ ἐπαινεῖ Παρμενίδην ἓν εἶναι τὸ ὂν λέ‐ | |
5 | γοντα καὶ τὸ παρὰ τὸ ὂν οὐκ ὄν, κατὰ τοῦτο αὖ ἐκ τοῦ ἁπλῶς μὴ ὄντος ποιεῖται τὰς γενέσεις· οὐ γὰρ οἷόν τε ἑνὸς ὄντος τοῦ ὄντος καὶ τοῦ παρὰ τοῦτο μὴ ὄντος οὐ πῇ μὴ ὄντος, οὐδὲ κατὰ συμβεβηκὸς μὴ ὄντος, ἀλλ’ ἁπλῶς μὴ ὄντος, ὡς ᾤετο Παρμενίδης, σῴζεσθαι τὴν τῆς ὕλης φύσιν, ἣ πῇ μὲν ἔστιν πῇ δὲ οὔ, καὶ δυνάμει μὲν ἔστιν, ἐνεργείᾳ δὲ | |
10 | οὔ. εἰ δὲ ἐκ μὲν τοῦ ὄντος τοῦ ἑνὸς ὃ μόνον ἔστιν, οὐδὲν ἂν γένοιτο (ἀμετάβλητον γὰρ ἐκεῖνο), δεῖ δὲ εἴ τι γίγνεται ἐξ ἑτέρου τινὸς γίγνεσθαι, πᾶν δὲ τὸ παρ’ ἐκεῖνο τὸ ὂν οὐκ ὄν, παντελῶς ὁ τὴν μὲν δόξαν ταύτην ἀποδεχόμενος, γένεσιν δὲ εἶναι διδοὺς ἐκ τοῦ μὴ ὄντος αὐτὴν παράγει, κἂν διαρρήδην τοῦτο μὴ λέγῃ. ἀλλ’ οὐδ’ ἐκεῖνο ὀρθῶς, | |
15 | ὅτι μὴ κατὰ τὸν λόγον χωρίζει κατὰ τὸν λόγον τὴν ὕλην τῆς στερήσεως, ἀλλ’ ἐπειδὴ τῷ ἀριθμῷ ταὐτόν εἰσιν, οἴεται ὁμοίως ἔχειν αὐτὰς καὶ τῷ λόγῳ καὶ τῇ δυ‐ νάμει τῆς φύσεως. ἡμεῖς μὲν γὰρ τὴν ὕλην καὶ στέρησιν ἕτερον εἶναί φαμεν καὶ τούτων τὴν ὕλην κατὰ συμβεβηκὸς μὴ ὄν, ὅτι αὐτῇ συμβέβηκεν ἡ στέρησις τῇ οὔσῃ πως τὸ πάντῃ μὴ ὄν· καὶ αὖ τὴν μὲν ἐγγὺς τοῦ ὄντος εἶναι (ἐγγὺς γάρ | |
20 | ἐστι τοῦ συνθέτου καί πως ἤδη καὶ μέρος αὐτοῦ), τὴν δὲ ἀπουσίαν ἐκείνου· καὶ οὕτως οὐκ ἐκ τοῦ ἁπλῶς μὴ ὄντος ἡμῖν αἱ γενέσεις, ἀλλ’ ἐκ τοῦ κατὰ συμβεβηκὸς μὴ ὄντος καὶ δυνάμει ὄντος· οἱ δὲ τὸ μέγα καὶ τὸ μικρὸν λέγοντες, εἴτε ἓν σημαίνουσι τοῖς ὀνόμασιν εἴτε δύο, τῆς ὕλης ὅμως ἀμφότερα κατηγοροῦσιν. ἐκεῖνοι μὲν οὖν οὐ πράγματα τρία λέγουσι | |
25 | τὰς ἀρχὰς ἀλλ’ ὀνόματα· τὸ γὰρ μέγα καὶ τὸ μικρὸν οὐ τὸ μὲν αὐτοῖς τὴν ὕλην σημαίνει, τὸ δὲ τὴν στέρησιν, ἀλλ’ ἄμφω τὴν ὕλην, τὴν δὲ στέ‐ ρησιν παρεώρων καὶ οὐ χωρίζουσι τῷ λόγῳ· ἡμεῖς δὲ πάμπολυ διαφέ‐ ρειν ταῦτά φαμεν· ἡ μὲν γὰρ ὕλη μένουσα συναιτία τῇ μορφῇ τῶν γινο‐ μένων ἐστὶν ὥσπερ μήτηρ, ἡ δὲ ἑτέρα μοῖρα τῆς ἐναντιώσεως, λέγω δὲ | |
30 | τὴν στέρησιν, πολλάκις ἂν φαντασθείη τῷ πρὸς τὸ φθοροποιὸν αὐτῆς | 32 |
5,233 | ἀτενίζοντι τὴν διάνοιαν οὐδὲ εἶναι τὸ παράπαν· φθαρτικὴ γὰρ τοῦ εἶναί ἐστι καὶ τοῦ εἴδους, ὅ ἐστιν ἑκάστῳ τὸ εὖ καὶ τὸ ἀγαθόν. καίτοι θαυμαστὸν μέν, εἰ ἔστι φθείρουσα τὸ εἶναι, θαυμαστὸν δέ, εἰ μή ἐστι ποιοῦσα τὸ γίγνεσθαι· οὐ γὰρ ἂν γίγνοιτό τι μὴ φθειρομένου τινός, ἀλλ’ ἦν ἅπαντα | |
5 | ἀίδια. Τὰ κακὰ οὖν ἐκ ταύτης καὶ διὰ ταύτην· ἡ γὰρ ὕλη τῷ στερήσεως εἶναι δεκτικὴ καὶ τὸ δυνάμει ἔχειν ἀσθενεστέρα ἐστὶν ἢ ὥστε κατέχειν ἀεὶ τὰς μορφὰς ὧν μεταλαμβάνει. πόθεν οὖν μεταλαμβάνει; ὅτι ὀρέγεται τοῦ θείου καὶ ἐφίεται τοῦ ἀγαθοῦ, λέγω δὲ ἀγαθόν τε καὶ θεῖον τὸ | |
10 | πρῶτον εἶδος, τὸ πρῶτον αἴτιον, πρὸς ὃ πάντα νένευκεν, ᾧ σπεύδει πάντα ὁμοιωθῆναι καθ’ ὅσον ἕκαστον δύναται· δύναται δὲ ὡς πέφυκεν ἕκαστον. ἡ δὲ ἔφεσις αὕτη πῶς ἐν τῇ ὕλῃ; ἢ τοῦτό ἐστιν ἀληθινὴ ἡ πρόνοια ὄρεξιν ἐνυπάρχειν τοῦ καλοῦ τῷ αἰσχρῷ καὶ τῷ ἐνδεεῖ τοῦ αὐτάρκους, τούτῳ δὲ τῷ εἴδει τῷ πρώτῳ καὶ ἀύλῳ καὶ χωριστῷ καὶ τοῖς παρὰ τού‐ | |
15 | του χορηγουμένοις τοῖς ἐνύλοις ἐναντίον μέν ἐστιν ἡ στέρησις, ἡ δὲ ὕλη νένευκεν ἐπ’ αὐτὸ καὶ ὀρέγεται; εἰ δὲ ἔχει τὴν στέρησιν ἐν τῇ φύσει, τῆς ἑαυτῆς φθορᾶς ἂν ἐφίοιτο· φθορὰ γὰρ τοῦ ἐναντίου ἡ παρουσία τοῦ ἐναντίου· εἰ γὰρ δὴ οὐκ ἄλλο τι ἡ στέρησις, ἀλλὰ ταὐτὸν ἀκριβῶς τῇ ὕλῃ, πῶς σῴζοιτο ἂν ἐν τῷ τινος εἴδους μεταλαμβάνειν; ὅτι | |
20 | φησί, καὶ τότε ἐνυπάρχει περὶ αὐτήν· ἄλλου γὰρ ἐστέρηται πάντως ἡ ὕλη, καὶ εἰ τοῦδέ τινος μεταλαμβάνει, εἴπερ ἐν τῷ λόγῳ τῆς ὕλης ἡ στέρησις οὐχὶ τοῦδέ τινος ἀλλὰ πάντων ὁμοίως ἂν εἴη. φθείροιτ’ ἂν οὖν κἂν 〈εἴ〉 τι μὲν ἔχοι τῶν εἰδῶν, τὶ δὲ μή. εἰ οὖν μηδὲ τὸ εἶδος ἐφίεται ἑαυ‐ τοῦ (οὐδὲ γὰρ ἐπιδεὲς ἑαυτοῦ) μήτε τὸ ἐναντίον (φθαρτικὰ γὰρ ἀλλήλων | |
25 | τὰ ἐναντία), λείπεται τὴν ὕλην εἶναι τὴν ὀρεγομένην τοῦ εἴδους, ὥσπερ ἂν εἰ θῆλυ ἄρρενος ἢ αἰσχρὸν καλοῦ· αἰσχρὸν δὲ οὐχ ὡς αἰσχρότης· οὐ γὰρ καθ’ αὑτὴν αἰσχρόν, ἀλλὰ κατὰ συμβεβηκὸς ᾗ μετέχει τῆς στερήσεως. Φθείρεται δὲ καὶ γίγνεται ἡ ὕλη ἔστι μὲν ὡς, ἔστι δὲ οὔ· κατὰ συμ‐ βεβηκὸς μὲν γὰρ φθείρεται, ἐπειδὴ τὸ συμβεβηκὸς αὐτὸ φθείρεται καθ’ | |
30 | αὑτό, τοῦτο δέ ἐστιν ἡ στέρησις· φθείρεται οὖν ἐπειδὴ τὸ ἐν αὐτῇ φθεί‐ ρεται, ὡς τὸν ἀμφορέα φθείρεσθαί φαμεν, ὅταν ὁ ἐν αὐτῷ οἶνος φθαρῇ, | |
κατὰ δὲ τὴν οἰκείαν φύσιν οὐ φθείρεται· οὐδέποτε γὰρ ἀπόλλυσι τὸ δυνά‐ | 33 | |
5,234 | μει, ἀλλ’ ἄφθαρτος καὶ ἀγένητος. εἴτε γὰρ γίγνεται, ὑποκεῖσθαί τι δεῖ πρῶτον ἐξ οὗ ἐνυπάρχοντος γίνεται, τοῦτο δέ ἐστιν αὐτή, ὥστε πρὶν γενέ‐ σθαι ἔστιν· εἴτε φθείρεται, εἰς τοῦτο ἀφίξεται ἔσχατον, ὥστε ἐφθαρμένη ἐστὶ πρὶν φθαρῆναι. καὶ περὶ μὲν ὕλης ἀρκείτω ταῦτα, ὅτι ἄφθαρτος, ὅτι | |
5 | ἀγένητος, ὅτι ἕτερον τῆς στερήσεως, ὅτι πρῶτον ὑποκείμενον, ἐξ οὗ πρῶτον γίγνεται ἕκαστον ἐνυπάρχοντος μὴ κατὰ συμβεβηκός, τοῦτο δὲ ὃ προστε‐ θείκαμεν πρὸς ἀντιδιαστολὴν τῆς στερήσεως· γίγνεται γὰρ καὶ ἐκ τῆς στε‐ ρήσεώς τι, ἀλλὰ κατὰ συμβεβηκός. περὶ δὲ τῆς κατὰ τὸ εἶδος ἀρχῆς, πότερον μία ἢ πολλαὶ καὶ τίνες εἰσίν, οὐκέτι φυσικοῦ διορίσαι, ἀλλὰ τῆς | |
10 | πρώτης φιλοσοφίας· περὶ δὲ τῶν φυσικῶν καὶ φθαρτῶν εἰδῶν, ἃ μηδὲ κυρίως ἀρχαί, ἀλλὰ τῶν ἐν γενέσει καὶ ὡς στοιχείων ἐν τοῖς ὕστερον | |
δεικνυμένοις ἐροῦμεν. | 34 | |
5,2t35-66 | ΘΕΜΙΣΤΙΟΥ ΠΑΡΑΦΡΑΣΙΣ ΕΙΣ ΤΟ Β ΦΥΣΙΚΗΣ ΑΚΡΟΑΣΕΩΣ. | |
5,235(2) | Ἄλλην τοίνυν ἀρχὴν ποιησάμενοι τῆς παρούσης θεωρίας οἰκειο‐ τέραν πειραθῶμεν ἀποδοῦναι, τί ποτέ ἐστι τοῦτο ὃ καλοῦμεν φύσιν. ἔστι δὴ τῶν ὄντων τὰ μὲν διὰ φύσιν, τὰ δὲ δι’ ἄλλας αἰτίας· δι’ ἄλλας μὲν | |
5 | αἰτίας οἷον κλίνη βάθρον στρατηγία θησαυροῦ εὕρεσις (τούτων γὰρ τὰ μὲν διὰ τέχνην ἐστί, τὰ δὲ διὰ τύχην, τὰ δὲ διὰ προαίρεσιν), διὰ φύσιν δέ ἐστι τά τε ζῷα καὶ τὰ μέρη τούτων· τῶν γὰρ φύσει καὶ τὰ μέρη φύσει καὶ οὐχ ὥσπερ ἐπὶ τῶν τεχνητῶν, οἰκία μὲν διὰ τέχνην, λίθοι δὲ οὐκέτι. καὶ τὰ φυτὰ διὰ φύσιν, ἔτι δὲ καὶ τὰ ἁπλᾶ τῶν σωμάτων, γῆ, | |
10 | πῦρ, ὕδωρ, ἀήρ. εἰ δὲ λάβοιμεν, τίνι διαφέρει τὰ φύσει τῶν μὴ φύσει, τοῦτ’ ἂν εἴη φύσις. διαφέρει δὲ τῷ τὰ μὲν φαίνεσθαι ἐν αὐτοῖς ἀρχὴν ἔχοντα καὶ αἰτίαν κινήσεώς τε καὶ στάσεως· φανερώτατα μὲν τὰ ζῷα· καὶ γὰρ κινεῖται τόπον ἐκ τόπου καὶ αὔξεται καὶ φθίνει καὶ ἀλλοιοῦται ἐκ τῆς ἐν αὐτοῖς αἰτίας· τὰ φυτὰ δὲ τὰς μὲν ἄλλας ἔχει κινήσεις, τῆς δὲ | |
15 | μεταβατικῆς κατὰ τόπον ἀφῄρηται, ὥσπερ γε καὶ τὰ ἁπλᾶ τῶν σωμάτων μόνην ἐξ αὐτῶν ἔχει τὴν κατὰ τόπον. οὐ μόνον δὲ κινεῖται, ἀλλὰ καὶ ἵσταται διὰ τῆς ἐν αὐτοῖς αἰτίας τὰ φυσικὰ σύμπαντα σώματα ἐκτὸς τοῦ θείου· τοῦτο γὰρ κινήσεως ἀρχὴν ἔχει μόνον ἐν ἑαυτῷ, κλίνη δὲ καὶ ἱμάτιον καὶ εἴ τι τοιοῦτον ἄλλο γένος ἐστίν, καθ’ ὅσον μὲν κλίνη λέγεται | |
20 | καὶ ἱμάτιον, οὐδεμίαν ἀρχὴν ἔχει μεταβολῆς ἔμφυτον· ἠρεμεῖ γὰρ ἀεὶ τὸ εἶδος τὸ ἐκ τῆς τέχνης ἐπιτεθέν, καθ’ ὅσον δὲ συμβέβηκεν αὐτοῖς λιθίνοις | |
ἢ γηΐνοις εἶναι ἢ μικτοῖς ἐκ πλειόνων στοιχείων, κατὰ τοῦτο ἂν καὶ κάτω | 35 | |
5,236 | φέροιτο ἀφεθέντα καὶ εἰς σηπεδόνα ἂν μεταβάλλοι, ὥστε εἴη ἂν ἡ φύσις ἀρχὴ καὶ αἰτία τοῦ κινεῖσθαι καὶ ἠρεμεῖν ἐν οἷς ἐστίν. ἆρα οὖν φυσικὸν σῶμα ὁ ἀνδριὰς (φέροιτο γὰρ ἂν κάτω) καὶ ἔχει τὴν αἰτίαν ἐν ἑαυτῷ τῆς κινήσεως; ἢ οὐκ ἐν ἑαυτῷ πρώτῳ καθὸ λέγεται ἀνδριάς, ἀλλ’ ἐν τῷ | |
5 | χαλκῷ; ἀλλ’ ἡ ναῦς ἣν ὁ κυβερνήτης κινεῖ, πῶς οὐ ταύτην τὴν κίνησιν φύσει ἕξει, ὅσον γε ἐπὶ τῷ λόγῳ; ἐν αὐτῇ γάρ ἐστιν ὁ κυβερνήτης καὶ ἐν αὐτῇ πρώτῃ· οὐ γὰρ ἐν ἄλλῳ τινὶ καὶ πρὸ τῆς νεώς· οὐ γὰρ τὴν κυβερνητικὴν λέγω· αὕτη μὲν γὰρ ἐν πρώτῃ ἂν εἴη τῇ ψυχῇ, ἀλλὰ τὸν κυβερνήτην τὸν κατέχοντα τὸ πηδάλιον. ἀλλὰ ῥητέον ὡς οὐ καθ’ αὑτὴν | |
10 | ἡ ναῦς ὑπὸ τοῦ κυβερνήτου κινεῖται· οὔτε γὰρ ἐν τῷ λόγῳ τῆς νεὼς ὁ κυβερνήτης οὔτε ἡ ναῦς ἐν τῷ λόγῳ τοῦ κυβερνήτου, οἵπερ ἦσαν δύο τρόποι τοῦ καθ’ αὑτό. διὸ καὶ χωρίζεται κυβερνήτης νεώς, ἐπεὶ μὴ καθ’ αὑτὸ ὑπάρχει τῇ νηΐ, ἐπεὶ καὶ ὁ νοσῶν ἰατρὸς καὶ ἑαυτὸν ὑγιάζων ἐν ἑαυτῷ μὲν ἔχει πρώτῳ τὴν κινοῦσαν ἀρχήν, τουτέστι τὴν τέχνην, ὑγιά‐ | |
15 | ζεται δὲ καὶ κινεῖται οὕτως οὐ καθ’ αὑτό· οὐ γὰρ ᾗ νοσεῖ (πᾶς γὰρ ὁ νοσῶν ὑγιάζετο ἂν ὑφ’ ἑαυτοῦ), ἀλλ’ ᾗ συμβέβηκε τῷ νοσοῦντι καὶ ἰατρῷ εἶναι. διὸ καὶ χωρίζεται ταῦτα ἀπ’ ἀλλήλων, ὁμοίως δὲ καὶ τῶν ἄλλων ἕκαστον τῶν ποιουμένων· ποιούμενα γὰρ ὀνομάζω τὰ τεχνικά· οὐδὲν γὰρ αὐτῶν ἔχει ἐν ἑαυτῷ τὰς ἀρχὰς τῆς ποιήσεως, ἀλλὰ τὰ μὲν ἐν ἄλλοις | |
20 | καὶ ἔξωθεν ἔχει, οἷον οἰκία καὶ τῶν ἄλλων τῶν χειροκμήτων ἕκαστον, τὰ δὲ ἐν αὑτοῖς μέν, ἀλλ’ οὐκ ἐν πρώτοις οὐδὲ καθ’ αὑτό, ὥσπερ εἰρήκαμεν. διὰ δὴ ταῦτα γνωριμώτερον ποιητέον τὸν ὁρισμόν, ὅτι φύσις ἐστὶν ἀρχὴ καὶ αἰτία τοῦ κινεῖσθαι καὶ ἠρεμεῖν ἐν ᾧ πρώτως ὑπάρχει καθ’ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός. φύσις μὲν οὖν τοῦτό ἐστιν, φύσιν δὲ ἔχει ὅσα τὴν | |
25 | τοιαύτην ἔχει ἀρχήν· καί εἰσι ταῦτα πάντα οὐσία· σύνθετα γὰρ ἤδη ἐξ | |
ὕλης καὶ εἴδους ἐστίν· ἡ γὰρ φύσις ἀεί τι ὑποκείμενον ἔχει καὶ ἐν ὑπο‐ | 36 | |
5,237 | κειμένῳ ἐστίν, ἐν ὑποκειμένῳ δὲ οὐχ ὡς τὰ συμβεβηκότα, ἀλλ’ ὅτι ἀρχὴ ἔνυλος, οὐ τῶν καθ’ αὑτὸ ἀσωμάτων. κατὰ φύσιν δὲ λέγεται τά τε φύσιν ἔχοντα καὶ πρὸς τούτοις αἱ τῶν φύσιν ἐχόντων κατὰ φύσιν ἐνέργειαι, οἷον τοῦ πυρὸς ἡ ἄνω φορά· οὔτε γὰρ φύσις τοῦτο (ἡ γὰρ τῆς φορᾶς ἀρχὴ | |
5 | φύσις, οὐκ αὐτὴ ἡ φορά) οὔτε ἔχει φύσιν (οὐ γὰρ ὑποκείμενόν τί ἐστιν ἡ ἐνέργεια), κατὰ φύσιν δέ ἐστιν, ὥστε ἐπὶ πλεῖον τὸ κατὰ φύσιν λέγεται τοῦ φύσιν ἔχειν. λέγεται δὲ τὸ ‘κατὰ φύσιν‘ καὶ ‘φύσει‘, ἀλλὰ τούτου γε ἐπ’ ἔλαττον· φύσει γάρ ἐστίν τινα οὐκ ὄντα κατὰ φύσιν, ὡς τὰ ἐκ γενετῆς πηρώματα. ἔστι μὲν γὰρ καὶ ταῦτα ἔργα τῆς φύσεως, σφαλλομένης δὲ | |
10 | καὶ οὐχ ᾗ πέφυκε προϊούσης. ταῦτα μὲν διωρίσθω· ὡς δ’ ἔστιν ἡ φύσις, πειρᾶσθαι δεικνύναι γελοῖον· φανερὸν γὰρ ὅτι πολλὰ τοιαῦτα τῶν ὄντων ἐστίν, ἃ διὰ φύσιν ἐστὶ καὶ φύσει, καὶ ἅμα οὐδὲν ἐναργέστερόν ἐστι τού‐ του, διὰ δὲ ἀφανεστέρου τὸ φανερὸν ἐπιδεικνύναι οὐκ εἰδότων ἐστὶν χρείαν ἀποδείξεως οὔτε κρίνειν τὸ δι’ αὑτὸ καὶ μὴ δι’ αὑτὸ γνώριμον. τοῦτο | |
15 | δὲ ἄν τις καὶ περὶ χρωμάτων ἀξιώσειε πηρὸς ὢν ἐκ γενετῆς, ὥστε συλλο‐ γισμῷ μαθεῖν ὅτι τὰ χρώματα ὄντα ἐστίν· ἀλλ’ εἰ καὶ ἑώρα, περιττὸς ἂν ἦν ὁ συλλογισμός· νῦν δὲ ὀνομάτων ἀκούσεται μόνον, χρώματα δὲ αὐτὸν ὁ συλλογισμὸς οὐ διδάξει· οὐ γὰρ συλλογισμῷ χρώματα, ἀλλ’ ὄψει κρί‐ νεται. εἰ δή τις καὶ τὸν νοῦν πηρὸς ὢν τὰ ἐναργῆ μὴ † καθορᾶν, τούτῳ | |
20 | κἂν συλλογισμοὺς παρεχώμεθα, λόγους μὲν ἐροῦμεν, πράγματα δὲ αὐτὸν οὐ διδάξομεν. τοῦτο μὲν δὴ ἄνευ λόγου θετέον. Ζητητέον δὲ ἐκεῖνο, πότερον ἕν τι σημαίνει πρᾶγμα ἡ φύσις ἢ τῶν πολλαχῶς λεγομένων ἐστίν. ἔοικε δὲ ὁμωνυμία τις ἐμφαίνεσθαι τῷ ὀνό‐ ματι· λέγεται δὲ ἕνα μὲν τρόπον ἡ ὕλη φύσις, διττὴ δὲ αὕτη, ἡ μὲν | |
25 | τῶν ἐπὶ μέρους καὶ τινὸς ὕλη τις ἀμόρφωτος μὲν πρὸς ἕτερον, οὐ μὴν ἁπλῶς, ὡς οἰκίας πλίνθοι, πλίνθων δὲ γῆ καὶ ὕδωρ, φυτοῦ δὲ τὰ στοιχεῖα· ἡ δὲ ἀνωτάτω καὶ ἁπλῶς ἀνείδεος οὖσα. ἄλλον δὲ τρόπον ἡ μορφὴ καὶ τὸ εἶδος καὶ ἡ κατὰ τὸν λόγον οὐσία. τρίτη δὲ ἡ κατὰ τὴν γένεσιν λεγο‐ μένη καλεῖται φύσις, αὕτη δέ ἐστιν ἡ ἐπὶ τὸ εἶδος καὶ τὴν μορφὴν κίνη‐ | |
30 | σις καὶ ὁδός. ἄλλη δὲ ἡ ταύτης αἰτία τῆς κινήσεως ἐνυπάρχουσα ἑκάστῳ τῶν φύσει ὄντων, ἥτις δὴ καὶ μάλιστα φύσις λέγεται. λέγεται δὲ καὶ πᾶσα οὐσία φύσις ὁπωσδήποτε συνεστῶσα, εἴτε ἁπλῆ εἴτε σύνθετος. περὶ | |
μὲν οὖν τῶν ἄλλων ἔνθα ἂν παρῇ λέξωμεν, νῦν δὲ περὶ τῆς ὕλης καὶ τοῦ | 37 | |
5,238 | εἴδους ἐπισκεπτέον, τί μᾶλλον ἂν νοοῖτο φύσις. ἐνίοις μὲν γὰρ ἡ ὕλη φύσις μᾶλλον δοκεῖ, οἷον κλίνης φύσις τὸ ξύλον, ἀνδριάντος δὲ ὁ χαλκός. κατὰ δὲ τὴν αὐτὴν αἰτίαν καὶ ὕδατος φύσις τὸ πρῶτον αὐτῷ ὑποκείμενον ἀμορ‐ φώτατόν τε καὶ ἀσχημάτιστον· σημεῖον δέ φησιν Ἀντιφῶν, ὅτι εἴ τις κατο‐ | |
5 | ρύξειε κλίνην καὶ λάβοι δύναμιν ἡ σηπεδών, ὥστε ἀφεῖναι βλαστόν, οὐκ ἂν γενέσθαι κλίνην ἀλλὰ ξύλον, ὡς τοῦτο μὲν κατὰ συμβεβηκὸς ὑπάρχον αὐτῷ, τὴν κατὰ ῥυθμὸν διάθεσιν· ῥυθμὸν γὰρ καλεῖ τὴν μορφήν, τὴν δὲ οὐσίαν ἐκείνην οὖσαν, ἣ διαμένει ταῦτα πάσχουσα συνεχῶς. εἰ δὲ καὶ ἄλλο τι πρὸς τὸ ξύλον λόγον ἔχει, ὥσπερ τὸ ξύλον πρὸς τὴν κλίνην, | |
10 | οἱονεὶ ὥσπερ αὐτὸ ὑπόκειται τῇ κλίνῃ, οὕτως ὕδωρ ἢ γῆ ἢ τῶν ἄλλων ὁτιοῦν ὑπόκειται τῷ ξύλῳ, ἐκεῖνα τὴν φύσιν εἶναι τοῦ ξύλου ὥσπερ τὸ ξύλον τῆς κλίνης. διὰ τοῦτο ὅσοι μὲν πῦρ ἐνόμισαν τὴν ὕλην τῶν ὄντων, καὶ φύσιν τοῦτο ἐνόμισαν τῶν ὄντων· ὅσοι δὲ ὕδωρ ὕλην, ταὐτὸν καὶ φύσιν· ὅσοι δὲ πλείους τὰς ὕλας, πλείους καὶ τὰς φύσεις, τὰ | |
15 | δὲ ἄλλα πάντα πάθη τούτων καὶ ἕξεις καὶ διαθέσεις· δεῖ μὲν γὰρ ἀεὶ τὴν φύσιν σῴζεσθαι τῶν ὄντων, τοιοῦτον δὲ τὸ πρῶτον ὑποκείμενον μόνον, τὰ δὲ ἄλλα γίνεται καὶ φθείρεται ἀπειράκις. οὗτοι μὲν οὖν τοῦτον τὸν τρόπον τὴν ὕλην προσοικειοῦσι τῇ φύσει. Οἱ δὲ ὑπὲρ τοῦ εἴδους ἱστάμενοι καὶ τοῦτο ἀληθέστερον λέγεσθαι | |
20 | φύσιν ὑπολαμβάνοντες πρότερον κέχρηνται τοῖς ἐπὶ τῶν τεχνητῶν παρα‐ δείγμασιν. ὡς γὰρ ἐπ’ ἀνδριάντος καὶ νεὼς καὶ τῶν ὑπὸ τέχνης δημιουρ‐ γουμένων εὕροις ἂν οὐκ ἐν τῇ ὕλῃ τὴν τέχνην, ἀλλ’ ἐν τῷ εἴδει, οὕτω καὶ ἐπὶ φυτοῦ καὶ ἐπὶ ζῴου καὶ τῶν ὑπὸ φύσεως γινομένων εὕροις ἂν οὐκ ἐν τῇ ὕλῃ τὴν φύσιν ἀλλ’ ἐν τῷ εἴδει· καὶ καθάπερ ἐπὶ τῶν τεχνη‐ | |
25 | τῶν τὸ εἶδός ἐστιν ἡ τέχνη, οὕτως ἐπὶ τῶν φυσικῶν τὸ εἶδός ἐστιν ἡ φύσις· οὐ γὰρ τὰ ξύλα τῆς νεὼς τέχνη οὐδὲ ὁ χαλκὸς τοῦ ἀνδριάντος, ἀλλὰ τὸ σχῆμα καὶ ἡ μορφή· τοῦτο γάρ ἐστι τὸ κατὰ τέχνην γεγονὸς καὶ τεχνικόν. οὕτως οὖν οὐδὲ τὸ πρῶτον ὑποκείμενον ἡ φύσις, ἀλλ’ ὁ λόγος ἑκάστου καὶ τὸ τί ἦν εἶναι· τοῦτο γάρ ἐστι τὸ κατὰ φύσιν γεγονὸς | |
30 | καὶ τὸ φυσικόν· οὔτε γὰρ ὁ χαλκὸς τέχνην ἔχει, πρὶν τὸ εἶδος τοῦ ἀνδρι‐ άντος λαβεῖν, οὔτε ἡ ὕλη φύσιν, πρίν τινα μορφὴν ὑποδέξασθαι, οἱονεὶ | |
δυνάμει σὰρξ καὶ τὸ δυνάμει ὀστοῦν, ὅταν γένηται ὀστοῦν ἐνεργείᾳ. εἰ δὲ | 38 | |
5,239 | ἅμα τῷ τὸ εἶδος λαβεῖν καὶ ἔχει φύσιν καὶ κατὰ φύσιν ἐστίν, τὸ εἶδος ἂν εἴη ἡ φύσις. εἰ δὲ οὐχ ὡς σχῆμα οὐδὲ ὡς εὐειδὲς ἐλέγομεν ἢ δυσειδές, ἀλλὰ καθ’ ὃ ἕκαστον ὁριζόμενοι τὸ τί ἐστιν ἀποδίδομεν· καὶ γὰρ αὖ καὶ τοῦτο ἰστέον, ὅτι φύσις μὲν ἑκάστου τὸ εἶναι ἑκάστου καὶ καθό ἐστιν | |
5 | ἕκαστον ὅ ἐστιν· ἔστι δὲ ἕκαστον ὅ ἐστι κατὰ τὸ εἶδος, οὐ κατὰ τὸ ὑπο‐ κείμενον· ὥστε τὸ εἶδος ἡ φύσις. τοῦτο δὲ ἡμεῖς τὸ εἶδος οὐκ ἐλέγομεν χωριστὸν καθ’ ὑπόστασιν, ἀλλὰ κατὰ λόγον, τὸ δὲ ἐκ τούτου καὶ τῆς ὕλης φύσις μὲν οὐκ ἔστιν, φύσει δέ· τὸ γὰρ εἶδος καὶ ἡ ὕλη συνδυα‐ σθέντα οὐκέτι λέγονται φύσις, ἀλλὰ τὸ γενόμενον ἐκ τούτων, οἷον τὸ φυτὸν | |
10 | καὶ τὸ ζῷον φύσει μὲν εἶναι λεχθήσεται, οὐκέτι δὲ φύσις. καθ’ ἑαυτὸ μέντοι γε ἕκαστον καὶ ἰδίᾳ λαμβάνοντι μᾶλλον φύσις τὸ εἶδος τῆς ὕλης. εἰ γοῦν ἔτι γίγνοιτό τι καὶ φύοιτο πρὶν ἅπαν τὸ εἶδος ἀπολαβεῖν, λέγομεν ‘οὔπω τὴν αὑτοῦ φύσιν ἔχει‘· ἕκαστον γὰρ τότε καὶ ἔστι καὶ εἶναί τι λέ‐ γεται, ὅταν ᾖ ἐντελεχείᾳ, τουτέστιν ὅταν ἀπειλήφῃ τὴν αὑτοῦ φύσιν καὶ | |
15 | τελειότητα, τὸ δὲ εἶδος ἡ τελειότης, ὥστε καὶ συλλογισαίμεθα ἄν, οὗ τῇ παρουσίᾳ τὰ φύσει ὄντα φύσει ἐστί, τοῦτο ἔστι φύσις· τῇ δὲ τοῦ εἴδους παρουσίᾳ τὰ φύσει ὄντα φύσει ἐστί, τὸ εἶδος ἄρα φύσις. πρὸς Ἀντιφῶντα δὲ οὐ χαλεπὸν εἰπεῖν, ὡς εἰ διὰ τοῦτο τὴν ὕλην ᾤετο φύσιν, ὅτι γένοιτο ἂν ἐκ κλίνης, εἰ λάβῃ σηπεδόνα βλάστημα, τὸ ξύλον οὐ κλίνη, γίνεται δὲ | |
20 | καὶ ἐξ ἀνθρώπου ἄνθρωπος, πῶς οὐκ ἂν εἴη τὸ εἶδος φύσις; ὁ γὰρ ἄνθρω‐ πος εἶδος, ὡς ἐκ τοῦ ὁρισμοῦ δῆλον· τὸ μὲν γὰρ τεχνικὸν εἶδος οὐδὲ ἡμεῖς ἂν εἴποιμεν φύσιν, διόπερ οὐδὲ τῆς κλίνης τὸ εἶδος φύσις ἐστίν· οὐ γάρ ἐστιν ἀρχὴ κινήσεως ἐνυπάρχουσα. τὸ μέντοι φυσικὸν καὶ ἔνυλον εἶδος ἀεὶ ἐξ ὁμοίου τὴν γένεσιν ἔχει· κύων γὰρ ἐκ κυνὸς καὶ ἵππος ἐξ ἵππου. ἔτι πᾶν τὸ γιγνό‐ | |
25 | μενον λέγεται γίγνεσθαι τοῦτο, ἐφ’ ὃ ἡ πρόοδος καὶ οὐκ ἀφ’ οὗ. διὰ τί γὰρ τὸ ξύλον βάθρον γίγνεσθαι λέγεις ὑπὸ τοῦ τέκτονος καὶ οὐχὶ ξύλον ὅταν σχηματίζηται εἰς βάθρον; ‘ὅτι πρόεισιν‘, εἴποις ἄν, ‘εἰς τὴν τοῦ βάθρου μορφὴν ἐκ τῆς τοῦ ξύλου.‘ διὰ τί δὲ τὸ ὕδωρ εἰς ἀέρα μεταβάλλον | |
ἀέρα φὴς αὐτὸ γίγνεσθαι, οὐχὶ ὕδωρ; ὅτι τοῦ μὲν ἀπολείπει τὸ εἶδος, τοῦ | 39 | |
5,240 | δὲ σπεύδει λαβεῖν. οὕτως οὖν καὶ τὸ φυόμενον ἡνίκα φύεσθαι λέγεις, ἐπειδὴ εἰς φύσιν ἔρχεται, φύεσθαι λέγεις· ἐπειδὴ καὶ οὐκ ἀπὸ φύσεως μέν, ἔρχεται δὲ ἐπὶ τὸ εἶδος, ὥστε καὶ οὕτως τὸ εἶδος φύσις. οὐ γὰρ ὥσπερ ἡ ἰάτρευσις ἔρχεται μὲν εἰς ὑγείαν, ὀνομάζεται δὲ ἀπὸ τοῦ ποιοῦν‐ | |
5 | τος τῆς ἰατρικῆς, οὐχ οὕτως ἡ φύσις ἡ ὡς γένεσις ἔχει πρὸς τὸ εἶδος, ἀλλὰ μᾶλλον ὡς ἡ ὑγίανσις, ὅτι ὁδὸς εἰς ὑγείαν, καὶ ὡς θέρμανσις, ὅτι ὁδὸς εἰς θερμότητα, ἀπὸ τῶν τεχνῶν ὀνομάζεται, οὕτως ἡ φύσις ὅτι ὁδὸς εἰς φύσιν ἐστί, διὰ τοῦτο καλεῖται φύσις. ἐπεὶ οὖν ἐδείξαμεν ὅτι τὸ εἶδος μᾶλλον τῆς ὕλης φύσις ἐστίν, γνωστέον ὅτι ἡ φύσις ἡ ὡς μορφὴ λέγεται | |
10 | διχῶς· καὶ γὰρ ἡ στέρησις εἶδός πώς ἐστι, διὸ φύσει καὶ τὰ πηρώματα. ἀλλὰ τοῦτο μὲν ὅπως ἐνδέχεται λέγεσθαι, ὕστερον ἐπισκεψόμεθα· ἐπισκε‐ ψόμεθα δὲ καὶ πῶς ἡ στέρησις ἐναντίον τῷ εἴδει καὶ πῶς ἐξ ἀντικειμέ‐ νων ἡ γένεσις ἁπλῆ καὶ ἡ τῆς οὐσίας. Νῦν δὲ ἴσως οὐκ ἀπὸ τρόπου θεωρῆσαι, τίνι διαφέρει ὁ μαθημα‐ | |
15 | τικὸς τοῦ φυσικοῦ· περὶ σώματα γὰρ ἄμφω καὶ τὰ σώματι συμβεβηκότα, οἷον μήκη καὶ στιγμὰς καὶ στερεὰ καὶ ἐπίπεδα. ἢ οὐχ ὁμοίως, ἀλλ’ ὁ μὲν φυσικὸς ὡς ἀεὶ μεθ’ ὕλης ὄντα θεωρεῖ, ὁ δὲ χωρίζει τῷ λόγῳ τῆς ὕλης· καὶ ὁ μὲν τῆς θεωρίας ἔχει τὴν ἀναφορὰν ἐπὶ τὸ φυσικὸν σῶμα τὸ ἐν κινήσει (καὶ γὰρ ὅταν τὰ σχήματα θεωρῇ, ὡς πέρατα φυσικοῦ σώματος | |
20 | αὐτὰ θεωρεῖ), ὁ δὲ μαθηματικὸς οὐχ ὡς πέρατα, ἀλλ’ ὡς εἴδη τινὰ ὄντα καθ’ αὑτὰ ἁπάσης ἔξω κινήσεως. μᾶλλον δὲ ἴσως ἂν δόξειεν ὁ ἀστρο‐ λόγος ἐγγὺς εἶναι τοῦ φυσικοῦ· περὶ κινουμένων γὰρ οὗτος τὸν λόγον ποιεῖ‐ ται, λέγει δὲ καὶ περὶ μεγέθους καὶ περὶ σχήματος, ἃ καθ’ ἑαυτὰ ὑπάρχει τοῖς σώμασι τοῖς φυσικοῖς, περὶ ὧν ἀνάγκη καὶ τὸν φυσικὸν εἰδέναι. εἰ | |
25 | γὰρ τί μέν ἐστιν ἥλιος εἴσεται, τῶν δὲ καθ’ αὑτὰ αὐτῷ ὑπαρχόντων οὐδ’ ὁτιοῦν, οὐκ ἔσται ἀληθῶς ἐπιστήμων. εἰ οὖν ἀμφότεροι λέγουσι καὶ περὶ σχημάτων ἡλίου καὶ σελήνης καὶ πότερον ἡ γῆ σφαιροειδὴς καὶ ὁ κόσμος, τίνι διαφέροιεν ἄν; ἢ καὶ οὗτοι περὶ ταὐτὰ μέν, οὐχ ὡσαύτως δέ; καὶ γὰρ ὁ ἀστρολόγος ὁμοίως τῷ γεωμέτρῃ τὰ συμβεβηκότα τοῖς θείοις σώμασι | |
30 | θεωρεῖ, οὐχὶ τὴν οὐσίαν αὐτῶν προσεξετάζων, οὐδὲ ὅτι τὰ τοιαῦτα σχή‐ | 40 |
5,241 | ματα καὶ μεγέθη καὶ αἱ κινήσεις οἰκεῖα τῇ τοιαύτῃ οὐσίᾳ, οὐδὲ τὰς δυνά‐ μεις αὐτῶν, οὐδὲ ὅτι βέλτιον οὕτως· τῷ φυσικῷ δὲ περὶ ταῦτα καὶ ἐκ τούτων ἡ θεωρία. καὶ ὅλως ἄμφω μὲν περὶ κινουμένων τῶν θείων σωμά‐ των τὸν λόγον ποιοῦνται, ἀλλ’ ὁ μὲν τὸ ποσὸν τῆς κινήσεως, ὁ δὲ τὸ | |
5 | ποιὸν ἐξετάζει, ὁ μὲν ὅτι ὁ ἥλιος ἐν τοσῷδε χρόνῳ τοσόνδε κινεῖται, ὁ δὲ ὅτι κύκλῳ φέρεται ἢ τοιῶσδε εἰ τύχοι, διὰ τὴν τοιαύτην οὐσίαν. καὶ τὸ σχῆμα δὲ ὅτι σφαιρικόν, ὁ μὲν ἐπειδὴ μὴ πύρινον μηδὲ γήϊνον ἀλλ’ αἰθέ‐ ριον, ὁ δὲ ἐπειδὴ πανταχόθεν ὁμοίως ὁρᾶται· ὅλως γὰρ τὴν ὕλην οὐ προσποιοῦνται οἱ μαθηματικοὶ παντελῶς, ἀλλὰ τὸ τρίγωνον αὐτὸ ἢ κύβον | |
10 | λαβόντες οὕτως θεωροῦσιν ἄνευ ὕλης τε καὶ κινήσεως. ταῦτα δὲ εἰ μὲν καὶ καθ’ ὑπόστασιν ἐχώριζον, ἀδύνατα ἂν ὑπετίθεντο· οὐ γάρ ἐστιν ὑπό‐ στασις τῶν περάτων καθ’ ἑαυτὰ χωρὶς ὧν ἐστιν πέρατα· νῦν δὲ ἐπειδὴ τῷ λόγῳ μόνον αὐτὰ διαιροῦσιν, ὡς πέφυκε καὶ χωρίζεσθαι, οὐδὲν αὐτοῖς ἕπεται ψεῦδος· οἱ δὲ τὰς ἰδέας λέγοντες ἃ μηδὲ τῷ λόγῳ χωριστά, ταῦτα | |
15 | καὶ ὑποστάσει χωρίζουσι. καίτοι περιττὸν μὲν καὶ ἄρτιον καὶ εὐθὺ καὶ καμπύλον καὶ σχῆμα καὶ γραμμὴν ἔστιν ὁρίσασθαι μὴ προσλαμβάνοντας ἐν τῷ λόγῳ κίνησιν καὶ ὕλην, σαρκὸς δὲ καὶ ὀστοῦ καὶ ἀνθρώπου λόγον ἀποδοῦναι ἢ τοῦ τοιοῦδε σώματος καὶ ὅλως τῆς ὕλης ἐκλαθόμενον ὁμοίως ἀδύνατον, ὥσπερ τοῦ σιμοῦ χωρὶς τῆς ῥινὸς καὶ τοῦ βλαισοῦ χωρὶς τῶν | |
20 | σκελῶν. ὅτι δὲ τοῦτο ἀληθές, δηλοῖ καὶ τῶν μαθημάτων ὅσα ἐστὶ φυσικώ‐ τερα· προσχρῆται γὰρ κινήσει τε καὶ αἰσθήσει, οἷον ὀπτικὴ καὶ ἁρμονικὴ καὶ ἀστρονομία· γραμμὴν γὰρ λαβοῦσαι παρὰ γεωμετρίας, ἣν ἐκείνη φυσικὴν οὖσαν οὐχ ὡς φυσικὴν ἐξετάζει, ἀλλὰ χωρίσασα τῆς ὕλης τῷ λόγῳ· λαβοῦσαι οὖν τὴν τοιαύτην γραμμήν, ἐπειδὴ χρῄζουσιν αὐτῆς κατ’ ἐνέργειαν ὑφεστώ‐ | |
25 | σης, οὐκέτι χωρίζουσι κινήσεως τε καὶ ὕλης, ἀλλὰ καὶ κέχρηνται ὡς φυσικῇ τε καὶ κινουμένῃ· τῇ γὰρ διόπτρας εὐθείᾳ μεθ’ ὕλης ἤδη χρῶνται καὶ κινήσεως. εἰ δὴ καὶ ὅσα τῷ λόγῳ δυνατὸν χωρίζειν ὅλως, ὅταν ἐνεργείᾳ ὄντα λαμβάνηται, οὐδὲ τῷ λόγῳ χωρίζεται, πόσῳ μᾶλλον φυλακτέον ἐστὶ | |
χωρίζειν ἐνεργείᾳ τὰ μηδὲ κατ’ ἐπίνοιαν χωριστά; | 41 | |
5,242 | Ἐπειδὴ τοίνυν ἡ φύσις διχῶς, τό τε εἶδος καὶ ἡ ὕλη, ὥσπερ ὁ περὶ σιμότητος λέγων περὶ ἀμφοῖν ἐρεῖ, καὶ τῆς ὕλης καὶ τοῦ εἴδους (τοιοῦτο γὰρ τὸ κοιλότης ἐν ῥινί), μᾶλλον μέντοι κατὰ τὸ εἶδος ὁριεῖ (κατὰ γὰρ τοῦτο σιμῷ εἶναι), οὕτως καὶ περὶ τῶν φυσικῶν λεκτέον ὡς ἐν ὕλῃ μὲν | |
5 | καὶ μεθ’ ὕλης ὄντων, τὸ μέντοι εἶναι ἅ ἐστι παρὰ τοῦ εἴδους ἐχόντων, ὥστε καὶ ὁ ὁριζόμενος προσχρήσεται μὲν τῇ ὕλῃ, ὁριεῖται δὲ κατὰ τὸ εἶδος. καὶ γὰρ δὴ καὶ ἀπορήσειεν ἄν τις, ἐπειδὴ δύο αἱ φύσεις, περὶ ποτέρας τοῦ φυσικοῦ λέγειν· πότερον περὶ ἑκατέρας ἰδίᾳ ἢ περὶ τοῦ ἐξ ἀμφοῖν; ἀλλ’ εἰ μὲν περὶ τοῦ ἐξ ἀμφοῖν, δεῖ καὶ περὶ ἑκατέρας εἰδέναι. | |
10 | εἰς μὲν οὖν τοὺς ἀρχαίους ἀποβλέψαντι δόξειεν ἂν μόνον ὁ περὶ τῆς ὕλης λόγος διαφέρειν τῷ φυσικῷ· ἐπὶ μικρὸν γάρ τι μέρος Ἐμπεδοκλῆς καὶ Δημόκριτος τὸ εἶδος ὠνειροπόλησαν, ὁ μὲν τὸ νεῖκος καὶ τὴν φιλίαν ἀρχὰς θέμενος εἰδοποιούς, Δημόκριτος δὲ τὰ σχήματα· εἰς δὲ τὴν ἐκ τῶν προ‐ ειρημένων ἀνάγκην μᾶλλον ὁ περὶ τῆς μορφῆς καὶ τοῦ εἴδους, οὐ μέντοι | |
15 | γε ὡς τῆς ὕλης παντάπασιν ἐκλανθάνεσθαι. εἰ γὰρ ἡ τέχνη μιμεῖται τὴν φύσιν, τῆς δὲ αὐτῆς τέχνης εἰδέναι τὸ εἶδος καὶ τὴν ὕλην μέχρι τινὸς οἷον ἰατρικῆς, ὑγείαν καὶ χολὴν καὶ φλέγμα ἐν οἷς ἡ ὑγεία, ὁμοίως δὲ καὶ οἰκο‐ δόμου τό τε εἶδος τῆς οἰκίας καὶ τὴν ὕλην ὅτι πλίνθοι καὶ ξύλα, καὶ τῶν ἄλλων οὕτως ὁμοίως, καὶ τῆς φυσικῆς ἂν εἴη τὸ γνωρίζειν ἀμφοτέρας | |
20 | τὰς φύσεις. ἔτι τε τῆς αὐτῆς τὸ τέλος εἰδέναι καὶ τὰ πρὸς τὸ τέλος, οἷον ἰατρικῆς ὑγείαν καὶ τὰ πρὸς ὑγείαν. οὗ ἄρα τὸ εἶδος γινώσκειν, τούτου καὶ τὴν ὕλην· ἕνεκα γὰρ τοῦ εἴδους ἡ ὕλη. ὅτι γὰρ τὸ εἶδος καὶ ἡ τοιαύτη φύσις τέλος τῶν φυσικῶν σωμάτων ἐστίν, οὕτως ἂν καθόλου μάθοις, ὅταν κινούμενόν τι συνεχῶς κἆτα ἀφικόμενον εἴς τι ἔσχατον καὶ | |
25 | τέλος παύσηται τῆς εἰς τὸ πρόσθεν ὁδοῦ. τοῦτο τῆς κινήσεως τέλος εἶχε καὶ τὸ οὗ ἕνεκα. νόει δέ μοι τὴν κίνησιν ἀνεμπόδιστον προϊοῦσαν καὶ περατουμένην καθ’ αὑτήν, οὐκ ἔξωθέν τινος αἰτίας αὐτὴν ἐπισχούσης. τοιοῦτον οὖν τέλος τὸ εἶδος· ἐπὶ τοῦτο γὰρ αἱ φυσικαὶ κινήσεις ἐλθοῦσαι ἡ γένεσις καὶ ἡ αὔξησις τελειοῦνταί τε καὶ ἵστανται καὶ ἔπειτα ἀνακάμ‐ | |
30 | πτουσι. γελοίως δὲ ὁ ποιητὴς ‘ἔχει τελευτὴν ἧσπερ οὕνεκ’ ἐγένετο‘. ἔστι μὲν γάρ τι ἔσχατον καὶ ὁ θάνατος, οὐ πᾶν δὲ τὸ ἔσχατον τέλος καὶ οὗ ἕνεκα, ἀλλὰ τὸ βέλτιον (πᾶν γὰρ ἀγαθοῦ τινος ἐφίεται), καὶ ἡ αὔξησις | |
οὐ θανάτου χάριν ἐγίνετο εἴγε καὶ πρὸ τοῦ θανάτου παύεται πολλάκις, | 42 | |
5,243 | ἀλλὰ τῆς τελειότητος καὶ τοῦ εἴδους. καὶ ἵσταται καθ’ αὑτήν, ὅταν εἰς τὸ τοιοῦτον τέλος ἀφίκηται, ὁ δὲ θάνατος τελευταῖον οὐχ ὡς σκοπός, ἀλλ’ ὡς ἀναγκαῖον σύμπτωμα τῆς τοιαύτης οὐσίας. ἔτι καὶ ποιοῦσιν αἱ τέχναι τὴν ὕλην αἱ μὲν ἁπλῶς, αἱ δὲ εὐεργόν· ἁπλῶς μὲν οἰκοδομικὴ τὰς πλίν‐ | |
5 | θους, εὐεργὸν δὲ πλαστικὴ τὸν κηρόν. εἰ δὲ ταῖς ποιητικαῖς συμβαίνει πολλαχοῦ τὸ ποιεῖν τὴν ὕλην, πῶς οὐ ταῖς θεωρητικαῖς τὸ γινώσκειν αὐτὴν ἀναγκαῖον; ἀλλὰ καὶ ἡμεῖς τέλος ὄντες (πολλὰ γὰρ καὶ ἡμῶν γίγνεται χάριν) οὐ μόνον ἴσμεν τὰ ἡμῶν ἕνεκεν, ἀλλὰ καὶ χρώμεθα αὐτοῖς. πῶς δὲ ἡμεῖς καὶ ὅτι διχῶς τὸ τέλος, ἐν τοῖς ἠθικοῖς λέγεται σκέμμασιν. οὐ | |
10 | χρὴ δὲ θαυμάζειν, εἰ ποιοῦσιν ἔνιαι τέχναι τὴν ὕλην, ὅπου γε καὶ ὅσαι αὐτῶν ἀρχιτεκτονικαί, αἵπερ δοκοῦσι μάλιστα τοῦ εἴδους ἕνεκεν ἐπιτάττειν ταῖς ὑπ’ αὐτάς, ὅμως καὶ τῆς ὕλης λόγον ποιοῦνται. δύο δέ ἐστιν εἴδη τῶν τοιούτων τεχνῶν καὶ ὅμως ἄμφω τῆς ὕλης φροντίζει, ὧν ἡ μὲν χρῆται τῷ εἴδει μόνῳ, τῇ δὲ ὑπ’ αὐτὴν ὁποῖον τοῦτό ἐστιν καὶ ὅπως ἂν | |
15 | γένοιτο, ἐπιτάσσει· οὕτω γὰρ ἔχει κυβερνητικὴ πρὸς ναυπηγικήν· χρῆται μὲν γὰρ τῷ εἴδει τῆς νεὼς ὁ κυβερνήτης, ὑφηγεῖται δὲ ἐργαζομένῳ τῷ ναυπηγῷ ποῖον σχῆμα νεὼς πλωϊμώτερον. οὐ μέντοι γε ἐκ παντὸς ξύλου ναυπηγοῦντος ἀνάσχοιτο ἄν, ἀλλὰ μέλει καὶ ὕλης αὐτῷ· τὸ γὰρ εἶδος ᾧ χρῆται τοιᾶσδε ὕλης προσδεῖται, εἰ μέλει τὸ ἑαυτοῦ ἔργον εὖ ἀποδώσειν. | |
20 | ἄλλη δέ τίς ἐστιν τῶν ἀρχιτεκτονικῶν λεγομένων, ἣ χρῆται μὲν οὐκέτι τῷ εἴδει, ἀλλ’ ἐργάζεται αὐτὸ καὶ ποιεῖ, ταῖς δὲ ὑπ’ αὐτὴν ἐπιτάσσει περὶ τῆς ὕλης ὡς ναυπηγικὴ τῇ τε ὑλοτομικῇ καὶ τῇ πριστικῇ. ὥσπερ δὲ ἐν τοῖς κατὰ τέχνην ὅταν γίγνηται ὑπὸ τῆς τέχνης ἡ ὕλη, τοῦ εἴδους χάριν γίγνεται καὶ τοῦ ἔργου, οὕτως ἐφ’ ὧν οὐ γίνεται ἀλλά ἐστιν, τοῦ εἴδους | |
25 | ἕνεκέν ἐστιν καθάπερ ἐν τοῖς φυσικοῖς. εἴρηται δὲ ὅτι τῷ τὸ τέλος γινώσκοντι καὶ τὰ πρὸς τὸ τέλος γνωστέον. ἔτι τῶν πρός τι ἡ ὕλη· ἡ γὰρ ὕλη τινὸς εἴδους καὶ ἄλλη γε ἄλλου, δῆλον δὲ ὡς προσεχής, ὥστε ὁ θάτερον εἰδὼς καὶ θάτερον εἴσεται ἐξ ἀνάγκης. περὶ μὲν οὖν τῆς ὕλης | |
μέχρι τοσούτου ὁ φυσικὸς ἐπισκέψεται, ὥστε τὴν περὶ αὐτῆς θεωρίαν εἰς | 43 | |
5,244 | τὸ εἶδος ἐπαναφέρειν, περὶ δὲ αὐτοῦ τοῦ εἴδους ἄχρι τινὸς ἢ ὥστε μὴ χωρίζειν αὐτὸ τῆς ὕλης, ἀλλ’ ὥσπερ ὁ ἰατρὸς νεῦρον ἐξετάζει οὕτως ὁ φυσικὸς ἄνθρωπον. εἰ γὰρ καὶ χωρίζεταί ποτε τὸ ἔνυλον εἶδος, ἀλλὰ λόγῳ γε, οὐχ ὑποστάσει. μαρτύριον δὲ τοῦ πάντα ἔνυλα εἶναι τὰ φυσικὰ | |
5 | εἴδη τὸ πάντα, ὅσα γίνεται ὑπὸ τοιούτων, καὶ αὐτὰ γίγνεσθαι τοιαῦτα· ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ καὶ ἥλιος, ὥστε ἀμφότερα ἔνυλα τὰ ποιη‐ τικὰ αἴτια, καὶ τὸ προσεχὲς ὁ ἄνθρωπος καὶ τὸ πρῶτον ὁ ἥλιος. εἰ δέ τι χωριστὸν εἶδος κατ’ οὐσίαν ἐστὶ καὶ ὅπως ἔχει πρὸς τὰ φύσει καὶ τί ἐστι, τῆς πρώτης ἔργον φιλοσοφίας διορίσαι. περὶ μὲν τῶν ἀρχῶν τῶν | |
10 | ὡς στοιχείων ἱκανὰ τὰ εἰρημένα ἔστω. Ἀναλαβόντες δὲ ἄνωθεν περὶ τῶν αἰτίων πειραθῶμεν ἀποδοῦναι καθ’ ὅσους λέγεται τρόπους. ἕνα μὲν οὖν τρόπον αἴτιον λέγεται ἐξ οὗ γίνεταί τι ἐνυπάρχοντος, οἷον ὁ χαλκὸς τοῦ ἀνδριάντος καὶ ὁ χρυσὸς τῆς φιάλης καὶ τὰ τούτων γένη· προσεχῶς μὲν γὰρ ὕλη τῆς φιάλης οὗτος ὁ | |
15 | χρυσός, ὡς γένος δὲ ὁ χρυσὸς καὶ τὸ σῶμα. ἄλλον δὲ τρόπον τὸ εἶδος καὶ τὸ παράδειγμα, τουτέστιν ὁ λόγος τοῦ τί ἦν εἶναι. παράδειγμα δὲ εἶπον οὐχ ὡς οἱ τὰς ἰδέας λέγοντες αὐτό τι καθ’ αὑτὸ ὑφεστὼς καὶ χω‐ ριστὸν εἶδος, ἀλλ’ ἐπειδὴ ὥρισται τὸ εἶδος ἑκάστου τῶν ὑπὸ φύσεως γινομένων, οἷον ἀνθρώπου ἵππου βοὸς ἐλαίας συκῆς πλατάνου, καὶ ἡ ταῦτα | |
20 | δημιουργοῦσα ἀρχὴ μέχρι τοσούτου πρόεισι κινοῦσα τὴν ὕλην μέχρις οὗ τὸ εἶδος τοῦτο καὶ τὴν μορφὴν τελείως ἐναρμόσαι τῇ ὕλῃ. ἔτι ὅθεν ἡ ἀρχὴ πρώτη τῆς μεταβολῆς, οἷον ὁ βουλεύσας αἴτιος καὶ ὁ πατὴρ τοῦ τέκνου. πρώτην δὲ εἶπον ὅτι καὶ τὰ ὄργανα δοκεῖ κινήσεως αἴτια γί‐ γνεσθαι, ἀλλ’ οὐ πρῶτα. πρὸς τούτοις ἕτερον αἴτιον ὡς τὸ τέλος, τοῦτο | |
25 | δέ ἐστι τὸ οὗ ἕνεκα, οἷον αἴτιον τοῦ περιπατεῖν ἡ ὑγεία καὶ οὐ μόνον τοῦ περιπατεῖν, ἀλλὰ πάντων ἁπλῶς, ὅσα ὑπὸ τοῦ ποιοῦντος τὸ τέλος γίγνεται μεταξὺ τοῦ τέλους, ἄλλο ἐξ ἄλλου, τούτων ἁπάντων αἴτιον ἡ ὑγεία, | |
οἷον ἰσχνανσίας καθάρσεως φαρμακείας, τῶν πρὸς ταῦτα ὀργάνων· πάντα | 44 | |
5,245 | γὰρ τοῦ τέλους ἕνεκα ταῦτα καὶ ὅσα ἔργα, ὡς τὸ περιπατεῖν, καὶ ὅσα ὄργανα, ὡς σικυῖα σμίλη. τὰ μὲν οὖν αἴτια σχεδὸν τοσαυταχῶς λέγεται, συμβαίνει δὲ πολλαχῶς λεγομένων τῶν αἰτίων πολλὰ τοῦ αὐτοῦ γίγνεσθαι αἴτια, οὐ κατὰ συμβεβηκὸς μέν, οὐ μὴν κατὰ τὸν αὐτὸν λόγον οἷον φιάλης χρυσο‐ | |
5 | χόος τε καὶ χρυσός· ἄμφω μὲν αἴτια καθ’ αὑτά, ἀλλ’ ὁ μὲν ὡς δημι‐ ουργός, ὁ δὲ ὡς ὕλη. δύναται δέ τινα καὶ ἀλλήλων αἴτια εἶναι, οἷον οἱ πόνοι τῆς εὐεξίας καὶ αὕτη τοῦ πονεῖν, ἀλλ’ οὐ τὸν αὐτὸν τρόπον, ἀλλὰ τὸ μὲν ὡς τέλος ἡ εὐεξία, οἱ πόνοι δὲ ὡς ἀρχὴ τῆς κινήσεως· ποιητικοὶ γὰρ οἱ πόνοι τῆς εὐεξίας καὶ τέλος ἡ εὐεξία τοῖς πόνοις. ἔτι δύναται | |
10 | ταὐτὸν αἴτιον εἶναι τῶν ἐναντίων, ἀλλ’ οὐχ ὡσαύτως ἔχον. ὁ γὰρ παρὼν αἴτιος τῆς σωτηρίας τῆς νεὼς οὗτος ἀπὼν τῆς ἀνατροπῆς, ὡς ὁ κυβερνή‐ της. ἅπαντα μέντοι γε ὥσπερ ἔφην εἰς τέσσαρας τρόπους πίπτει τοὺς φανερωτάτους καὶ πάλιν γε αὐτοὺς ἀκριβείας ἕνεκεν ἐξαριθμητέον. πρῶτον μὲν εἰς τὴν ὕλην καὶ τὸ ὑποκείμενον, οὐχ εἷς δὲ ὁ τρόπος τῆς ὕλης· | |
15 | ἄλλως γὰρ ὑπόκειται τὰ στοιχεῖα ταῖς συλλαβαῖς (κατὰ σύνθεσιν γάρ) καὶ ἄλλως ἡ κυρίως ὕλη δέχεται τὸ εἶδος (κατὰ ἀλλοιώσεις γάρ)· γῆ δὲ καὶ ὕδωρ κατ’ ἄμφω τοῖς τῶν ζῴων σώμασι. καὶ τὰ μέρη τῷ ὅλῳ καθ’ ἕτε‐ ρον τρόπον καὶ αἱ προτάσεις τοῦ συλλογισμοῦ τῷ συμπεράσματι. δεύτερον δὲ τὸ τί ἦν εἶναι καὶ τὸν λόγον. καὶ τοῦτο δὲ λέγεται πολλαχῶς, ὅλον | |
20 | μὲν ἐπὶ τοῖς ἐκ μερῶν συγκειμένοις, ὅλον δὲ οὐ σὺν τοῖς μέρεσι (τοῦτο γὰρ ἤδη τὸ συναμφότερον), ἀλλὰ τὸ ἐπὶ πᾶσιν αὐτοῖς ἐπιθεωρούμενόν τε καὶ ἐπιγιγνόμενον οἷον ἡ τελειότης, καὶ καθ’ ὃ ὅλον λέγεται ὅλα, σύν‐ θεσις δὲ ἐπὶ τοῖς συντιθεμένοις, εἶδος δὲ ἐπὶ τῆς κυρίως ὕλης. εἰς τρίτον δὲ τὴν ἀρχὴν τῆς κινήσεως, οἷον τὸ σπέρμα καὶ τὸν ἰατρὸν καὶ τὸν βου‐ | |
25 | λεύσαντα καὶ ὅλως τὸ ποιητικὸν αἴτιον. τέταρτον δὲ τὸ τέλος καὶ τὸ ἀγα‐ θόν· τὸ γὰρ οὗ ἕνεκα βέλτιστον καὶ τέλος τῶν ἄλλων ἐθέλει εἶναι, δια‐ φέρει δὲ οὐδὲν ἀγαθὸν αὐτὸ εἰπεῖν ἢ φαινόμενον ἀγαθόν. τὰ μὲν οὖν αἴτια ταῦτα καὶ τοσαῦτά ἐστιν. Ἀποδιδόντες δὲ αὐτὰ πολλαχῶς ἀποδίδομεν ἐφ’ ἑκάστου εἴδους τῶν | |
30 | αἰτίων, οἷον ἐπὶ τοῦ ποιητικοῦ καὶ τῆς τοιαύτης αἰτίας· ἤτοι γὰρ προσεχῶς | 45 |
5,246 | ἢ κοινότερον, προσεχῶς μὲν ὅταν λέγωμεν αἴτιον τῆς ὑγείας τὸν ἰατρόν, κοινότερον δὲ ὅταν τὸν τεχνίτην. πάλιν ἢ καθ’ αὑτὸ ἢ κατὰ συμβεβηκός· καθ’ αὑτὸ μὲν γὰρ αἴτιον τῆς ὑγείας ὁ ἰατρός, ἀλλ’ ἐπειδὴ συμβέβηκεν αὐτῷ Ἀκουμενῷ εἶναι, αἴτιον ἂν εἴποιμεν καὶ τὸν Ἀκουμενὸν τῆς ὑγείας. | |
5 | καὶ τὰ περιέχοντα τὸ συμβεβηκὸς [αἴτιον] καὶ αὐτὰ τὰ αἴτια πολλάκις λέγεται, οἷον ἄνθρωπος τῆς ὑγείας αἴτιος καὶ τὸ ζῷον. ἔστι δὲ καὶ τῶν συμβεβηκότων ἄλλα ἄλλων πορρώτερα καὶ ἐγγύτερα, οἷον ὁ λευκὸς καὶ ὁ μουσικὸς αἴτιος γίγνεται τῆς ὑγείας, ᾗ συμβέβηκε τῷ ἰατρῷ λευκῷ ἢ μουσικῷ εἶναι. πάλιν ταῦτα ἔστιν ἀποδιδόναι ἢ συμπλέκοντας ἢ χωρίς, | |
10 | συμπλέκοντας μὲν ‘ὁ Ἀκουμενὸς ἰατρὸς αἴτιος τῆς ὑγείας ἢ λευκὸς ἰατρόσ‘ χωρὶς δὲ ‘ὁ Ἀκουμενὸς αἴτιοσ‘ ἢ ‘ὁ ἰατρὸς αἴτιοσ‘. ἐξ οὗ οἱ τρόποι τῶν ἀποδόσεων· ἢ γὰρ ὡς τὸ προσεχὲς καὶ καθ’ ἕκαστον, ἢ ὡς τὸ γένος, ἢ † κατὰ συμβεβηκός, ἢ ὡς τὸ γένος, ἢ ὡς τὰ συμπλεκόμενα, ἢ χωρίς. τοῦτο δὲ οὐκ ἐπὶ τοῦ ποιητικοῦ μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων εὕροις ἂν οὕτω | |
15 | γιγνόμενον, οἷον ἐπὶ τῆς ὕλης. οὗτος ὁ χαλκὸς αἴτιος τοῦ Διαδουμένου καὶ ἁπλῶς χαλκὸς καὶ τὸ σῶμα. πάλιν τὸ ἐρυθρὸν (ἔστω γὰρ ἐρυθρὸς ὁ χαλκὸς) καὶ ἁπλῶς ὁ ἐρυθρὸς καὶ ἔτι μᾶλλον ὁ κεχρωματισμένος καὶ συντιθεὶς ὁ ἐρυθρὸς χαλκὸς ἢ ὁ μέλας χαλκός. τοῖς δὲ αἰτίοις ἀνάλογόν τε καὶ ἐξίσου καὶ τὰ αἰτιατὰ λέγεται· ἢ γὰρ προσεχῶς αἰτιατὸν ἀποδί‐ | |
20 | δομεν ἢ τὸ γένος τούτου, οἷον Πολύκλειτος ἐποίησε τόνδε τὸν Διαδούμενον ἢ τὸν ἀνδριάντα ἢ ὅλως τὴν εἰκόνα· ὁμοίως ἐπὶ τοῦ κατὰ συμβεβηκότος, ἵνα μὴ καθ’ ἕκαστον ἀπομηκύνωμεν. ἕκαστος δὲ τῶν ἓξ τούτων τρόπων διχῶς αὖθις ἀποδίδοται, ἢ γὰρ δυνάμει ἢ ἐνεργείᾳ· διαφέρει δέ, ὅτι τὰ μὲν ἐνεργοῦντα αἴτια ἅμα τέ ἐστι καὶ οὐκ ἔστι τοῖς ἐνεργουμένοις αἰτιατοῖς, | |
25 | οἷον ὁ τέμνων τῷ τεμνομένῳ καὶ ὁ πρίζων τῷ πριζομένῳ, τὰ δὲ κατὰ | |
δύναμιν οὐκ ἀεί· φθείρεται γὰρ οὐχ ἅμα ὁ οἰκοδόμος τῇ οἰκίᾳ οὐδὲ ὁ | 46 | |
5,247 | τέκτων τῷ βάθρῳ. τὸ δυνάμει δὲ λέγω νῦν οὐ μόνον ἐνεργῆσαι, ἀλλὰ καὶ τὸ πεπαυμένον τῆς ἐνεργείας. δεῖ δὲ ἀεὶ τὸ αἴτιον ἑκάστου τὸ κυριώτατον καὶ προσεχέστατον ζητεῖν, τοῦτο δ’ ἔστιν ἐφ’ ᾧ παύεται ἡ ζήτησις τοῦ διὰ τί, οἷον ‘διὰ τί αἴτιος οὗτος τῆς οἰκίας; ὅτι οἰκοδόμος. διὰ τί δὲ ὅλως | |
5 | οἰκοδόμος αἴτιος οἰκίας; ὅτι τὴν οἰκοδομικὴν ἔχει τέχνην‘. ἐνταῦθα δὲ ἐλθόντα στῆναι ἀνάγκη· ἡ γὰρ ἑξῆς εὐήθης ἐρώτησις. πρώτη ἄρα ἡ τέχνη αἰτία τῆς οἰκίας. λεκτέον δὲ καὶ τὰ γένη τῶν γενῶν αἴτια καὶ τὰ καθ’ ἕκαστον ***, οἷον ἀνδριαντοποιὸς μὲν ἀνδριάντος αἴτιος, ὅδε δὲ τουδί, καὶ τὰ μὲν δυνάμει αἴτια τοῖς δυνάμει, τὰ δὲ ἐνεργοῦντα τοῖς ἐνερ‐ | |
10 | γουμένοις αἰτιατοῖς. πόσα μὲν οὖν τὰ αἴτια καὶ ποσαχῶς ἀποδίδοται, διώρισται καθ’ ἕκαστον ἡμῖν. Λέγεται δὲ καὶ ἡ τύχη πολλῶν αἰτία καὶ τὸ αὐτόματον καὶ πολλὰ καὶ εἶναι καὶ γίγνεσθαι διὰ τύχην καὶ τὸ αὐτόματον. ταῦτα μὲν ὑπὸ τίνα τρόπον τῶν προειρημένων αἰτίων ἐστὶν καὶ πότερον ταὐτὸν τύχη | |
15 | καὶ τὸ αὐτόματον ἢ ἕτερον καὶ ὅλως τί ἐστιν ἑκάτερον, ἐπισκεπτέον. 〈πρότερον ἐπισκεπτέον〉 δέ, εἰ ἔστιν ὅλως· ἀρχὴ γὰρ αὕτη. φαίη γὰρ ἄν τις κενὸν ὄνομα τὴν τύχην εἶναι· καὶ γὰρ ἐφ’ ὧν αἰτία λέγεται καὶ ὀνομάζεται, πάντως ἔστιν αἴτιον ὡρισμένον λαβεῖν ἐκ τῶν προ‐ αποδεδομένων τρόπων ἡμῖν ἐν τοῖς ἔμπροσθεν, οἷον εἰς τὴν ἀγοράν τις | |
20 | ἐλθών, ἵνα τῷ δεῖνι διαλεχθείη, κατέλαβε τὸν ἑταῖρον ἐξ ἀποδημίας ἐπανή‐ κοντα, ὃν ἐβούλετο μὲν ἰδεῖν, οὐκ ᾤετο δὲ τηνικαῦτα. τούτου γὰρ εἰ ἔροιο τὴν αἰτίαν καὶ ὅπως κατείληφε τὸν ἑταῖρον, ἀπὸ τύχης μὲν ἂν φαίη, κενολογεῖ δέ. πῶς γὰρ ἀπὸ τύχης, ἀλλ’ οὐκ ἀπὸ τῆς αὐτοῦ προαιρέσεως, καθ’ ἣν προείλετο εἰς τὴν ἀγορὰν προελθεῖν; τί γάρ; εἰ μὴ τούτου προ‐ | |
25 | ῆλθεν ἕνεκεν, ἀλλὰ ἄλλου του, ἄλλην τινὰ αἰτίαν τῆς θέας τοῦ φίλου | |
περιβλεπτέον καὶ οὐ τὴν πρόοδον. εἰ δὴ τὴν μὲν τύχην ἀόριστον αἰτίαν | 47 | |
5,248 | καὶ οἱ τιθέντες νομίζουσιν, ἐφ’ ἑκάστῳ δὲ τῶν ἀπὸ τύχης λεγομένων ἐστὶν αἴτιον ὡρισμένον λαβεῖν, πῶς οὐκ ὄνομα λέγουσιν ἄνευ πράγματος οἱ τὴν τύχην ὡς αἰτίαν τινῶν ἀποσεμνύνοντες; οὐ παροπτέον δὲ οὐδὲ τοὺς παλαι‐ ούς, ὅσοι περὶ αἰτίων ἐφιλοσόφησαν, ὧν οὐδέ τις αὐτὴν ἐν τούτοις κατα‐ | |
5 | ριθμήσαιτο. ταῦτα μὲν οὖν εἴποιεν ἂν τὴν τύχην ἐξελαύνοντες ἐκ τῶν πραγμάτων, ἡμεῖς δὲ τὸν μὲν πρότερον λόγον τοὐναντίον περαίνειν οὗ βούλεται. βούλεται μὲν γὰρ ἀναιρεῖν τὴν τύχην, λανθάνει δὲ αὐτὴν μᾶλλον κρατύνων. εἰ γὰρ ἔχοντες ἅπαντες ἅπαντα τὰ γιγνόμενα εἰς ὡρισμένας αἰτίας ἀνάγειν ἀεί, καὶ τοῦτο οὐκ ἀγνοοῦντες ὅμως οὐχ ἅπαντα | |
10 | ἀπὸ τύχης γενέσθαι λέγομεν, ἀλλὰ τὰ μὲν τὰ δὲ οὔ, δῆλον ὡς αἴτιόν τι παρὰ τὴν ὡρισμένην αἰτίαν ἡ τύχη, εἴγε ἀποροῦμεν μὲν οὐδέποτε ὡρισμέ‐ νης ἀρχῆς, αἰτιώμεθα δὲ ἐπ’ ἐνίων οὐ τὴν ὡρισμένην καὶ πρόδηλον ἀρχήν, ἀλλὰ τὴν τύχην ὡς οὖσαν ἕτερον παρ’ ἐκείνην. διὰ τί γὰρ Ἀχιλλεὺς μὲν ἐκ προαιρέσεως λέγεται ἀνῃρηκέναι τὸν Ἕκτορα, Ἄδραστος | |
15 | δὲ ἀπὸ τύχης τὸν Κροίσου παῖδα; ἐχρῆν γὰρ καὶ τοῦτον ἐκ προαιρέσεως λέγειν καθάπερ τὸν Ἀχιλλέα. ἐξήρκει γὰρ αὐτοῖς κἀπὶ τούτου ληρεῖν, ὡς εἰ μὴ προείλετο ἀφεῖναι τὸ δόρυ, οὐκ ἂν ὁ Κροίσου παῖς ἀνῃρέθη· ἀλλὰ προείλετο μὲν ὅτε ἀφῆκε τὸ δόρυ, προείλετο δὲ οὐ κατὰ τοῦ Κροίσου παιδός, ἀλλὰ κατὰ τοῦ θηρίου. τῆς μὲν οὖν ἀφέσεως αἰτιῶ τὴν προαίρε‐ | |
20 | σιν, τοῦ φόνου δὲ μή· πῶς γάρ; ὃ εἰ προῄδει συμβησόμενον, οὐκ ἂν ἔπεμψε τὸ ἀκόντιον· ὥστε καλῶς ἀπὸ τύχης λέγεται καὶ οὐκ ἀπὸ προνοίας ὁ τοιοῦτος φόνος. οὕτως καὶ συγγνώμης ἐπὶ τούτοις τυγχάνουσιν, καὶ ὁ Κροῖσος εὐγνώμων ἦν οὐ παροξυνόμενος πρὸς τὸν δράσαντα. εἰ δὲ μηδεὶς ἐμνημόνευσε τύχης τῶν παλαιῶν, τί τοῦτο; ἐκείνων γὰρ ἔγκλημα τοῦτο, | |
25 | οὐχὶ τῆς τύχης ἀναίρεσις. φαίνονται μὲν γὰρ ὡς ἀληθῶς οὐδαμοῦ λόγον πεποιημένοι περὶ αὐτῆς, οὐκ Ἐμπεδοκλῆς, οὐκ Ἀναξαγόρας, οὐκ ἄλλος τις· οὔτε γὰρ ἓν ὧν ἔλεγον αἰτίων, ᾤοντο εἶναι τὴν τύχην, οἷον φιλίαν | |
ἢ [τὸ] νεῖκος ἢ νοῦν ἢ πῦρ, οὔτε τι προσόμοιον τούτοις, ἀλλ’ οὐδὲν τοῦτο | 48 | |
5,249 | πρὸς τὸν λόγον ἐστίν, ἐπεὶ καὶ περὶ ἄλλων πολλῶν οὐδένα ἐποιήσαντο λόγον, ἀλλ’ ὅ γε χρόνος ἱκανὸς ἐξευρεῖν τὴν ἀλήθειαν. καίτοι θαυμαστὸν μέν, εἰ μηδὲν ὑπολαμβάνοντες τὴν τύχην ὅμως οὐκ ἔπειθον τοὺς ἀνθρώ‐ πους ὡς ἐπὶ κενὸν ὄνομα φέρονται, θαυμαστὸν δέ, εἰ γινώσκοντες οὖσαν | |
5 | κατέλιπον διδάξαι ὅπως ἐστίν. ἐγὼ δὲ ἀναμιμνῄσκομαι, ὡς Ἐμπεδοκλῆς καὶ ἄκων περιπίπτει που τῷ ὀνόματι καὶ χρώμενος εἰς ἀπόδοσιν τῆς φυσιολογίας τῇ τύχῃ πολλάκις λανθάνειν οἴεται· τῆς γὰρ τοῦ ἀέρος ἀπο‐ κρίσεως τὴν τύχην αἰτιᾶται λέγων ὡς οὕτω συνέκυρσε θέων τότε, πολλάκι δ’ ἄλλως, | |
10 | καὶ τὰ μόρια τῶν ζῴων τὰ πλεῖστα ἀπὸ τύχης γενέσθαι φησίν. ἀλλ’ οὗτος μὲν εἰς μικρὰ αὐτῇ καταχρώμενος, εἰ μηδένα αὐτῆς πεποίηται λόγον, ἥττονος ἄξιος κατηγορίας ἂν εἴη, Δημοκρίτῳ δὲ καὶ τοῖς ἄλλοις πῶς οὐκ ἄξιον ἐγκαλεῖν; οἳ τὰ μέγιστα αὐτῇ προστιθέντες οὐδὲ ἐλαχίστου λόγου μεταδεδώκασιν ἀνθρώποις τοὺς ἀπείρους οὐρανοὺς καὶ τὴν δίνην | |
15 | καὶ τὴν κατέχουσαν τάξιν εἰς ἄλλο μὲν οὐδὲν αἴτιον ἀναφέροντες, τύχης δὲ ἀνάψαντες μόνης καὶ τοῦ αὐτομάτου. καίτοι καὶ τοῦτο αὐτὸ καθ’ ἑαυτὸ θαυμάζω τῶν ἀνδρῶν, εἰ τὰ μέγιστα καὶ θειότατα τῶν φαινομένων, τὸν οὐρανὸν καὶ τὴν τῶν ἄστρων χορείαν, ἐν οἷς οὐδὲν ἀόριστον οὐδὲ ἄτακτον, εἰς τὸ αὐτόματον ἀνάγουσι καὶ τὴν τύχην ὁρῶντες καὶ τὰ φυτὰ καὶ τὰ | |
20 | ζῷα καθ’ ὡρισμένας αἰτίας καὶ τεταγμένας γινόμενα, εἴτε φύσιν εἴτε νοῦν εἴθ’ ἕτερόν τις ὀνομάζειν βούλοιτο τὰς αἰτίας· οὐ γὰρ περὶ τούτου νῦν διαφέρομαι, ἀλλ’ ὅτι γε πόρρωθεν τὸ ἄλογον καὶ ἄτακτον καὶ αὐτόματον τῆς γενέσεως τούτων δῆλόν ἐστιν. διὰ τί γὰρ οὐ γίγνεται ὅ τι ἔτυχεν ἐξ ὅτου ἔτυχεν, εἰ τύχη τὸ αἴτιον ἦν, ἀλλ’ ἐξ ἀνθρώπου μὲν ἄνθρωπος, ἐκ | |
25 | δὲ ἐλαίας ἐλαία; καὶ οὐδεὶς ἀπὸ τύχης φησὶν ἵππον ἐξ ἵππου τετέχθαι ἢ τὸν ἄσταχυν ἐκ τοῦ πυροῦ βεβλαστηκέναι. εἰ ταῦτα μὲν οὕτως, ἃ καὶ ἐμποδίζεται καὶ διακόπτεται πολλάκις, ὁ δὲ οὐρανὸς καὶ τὰ ἄστρα καὶ ἡ ἀκίνητος καὶ διαιωνίζουσα τάξις οὐ κατὰ νοῦν οὐδὲ κατὰ λόγον συντέτακται, ἀλλ’ ἐκ ταὐτομάτου καὶ τύχης, ἀμφότερα οὖν ἁμαρτάνουσι, καὶ ὅτι πάν‐ | |
30 | των αὐτὴν αἰτιῶνται καὶ ὅτι μηδὲν ὑπὲρ αὐτῆς ἡμᾶς διδάσκουσιν. εἰσὶ δέ τινες οἳ τὴν τύχην αἰτίαν μὲν εἶναι καὶ πάνυ πολλῶν πεπιστεύκασιν, | |
οὐκ ἔχοντες δὲ 〈περὶ〉 τὴν φύσιν αὐτῆς ἀποδοῦναι εὐσχήμονα λόγον ἀπο‐ | 49 | |
5,250 | διδράσκουσιν ἄδηλον αὐτὴν αἰτίαν ἀνθρωπίνῃ διανοίᾳ τιθέμενοι. ἐοίκασι δὲ ἐξ ὧν λέγουσιν θεῖόν τι καὶ δαιμονιώτερον αὐτὴν ὑπολαμβάνειν· ταύτης δὲ καὶ οἱ πολλοὶ τῆς δόξης εἰσὶ σεβόμενοι τὴν τύχην καὶ νεὼς οἰκοδο‐ μοῦντες αὐτῇ μετὰ τῶν θεῶν. σκεπτέον οὖν ἡμῖν ὥσπερ ἔφην, περὶ | |
5 | αὐτῆς κατὰ τὴν συνήθη μέθοδον. Ὅτι μὲν οὖν ἔστιν καὶ ἐν οἷς ἐστιν ἡ τύχη, λάβοιμεν ἂν οὕτως. τῶν γιγνομένων τὰ μὲν ὡσαύτως ἀεὶ γίγνεται ὡς τὰ ἀίδια, τὰ δὲ ὡς ἐπὶ τὸ πλεῖστον ὡς τὰ φύσει, τὰ δὲ ἀντικείμενα τούτοις ὡς τὰ ἐπ’ ἔλαττον. ἐπειδὴ γάρ εἰσί τινα ὡς ἐπὶ τὸ πλεῖστον γιγνόμενα, δῆλον ὡς ἐστί τινα καὶ ἐπ’ | |
10 | ἔλαττον, ἃ τὴν ἀναγκαίαν ἐκείνων γένεσιν διακόπτει. πότερον οὖν ἐν τοῖς ἐξ ἀνάγκης ἡ τύχη; καὶ τίς ἂν εἴποι τὸν ἥλιον ἀπὸ τύχης ἀνατέλλειν ἢ δύεσθαι τήμερον; ἀλλ’ ἐν τοῖς ἐπὶ τὸ πλεῖστον; ἀλλ’ οὐδεὶς λέγει Καλλίαν ἐκ τύχης πενταδάκτυλον γενέσθαι ἢ καῦμα ἐν τοῖς ὑπὸ κύνα ἢ χειμῶνα κατὰ τὸν τοξότην ὄντος ἡλίου. ἆρ’ οὖν ἐν τοῖς ἐπ’ ἔλαττον ἡ τύχη; | |
15 | τοῦτο γὰρ ἡ κοινὴ δόξα φησί· τά τε γὰρ ὑπὸ τύχης γινόμενα σπανίως οἷόν τε συμβαίνειν καὶ τὰ σπανίως συμβαίνοντα ἀπὸ τύχης οἷόν τε γίνε‐ σθαι· καὶ τοῦτο μὲν ἐνταῦθα μενέτω τὸ τὴν τύχην ἐν τοῖς ἐπ’ ἔλαττον εἶναι. πάλιν δὲ ἄλλως διαιρουμένοις τῶν γινομένων τὰ μὲν ἕνεκά τινος γίνεται, ὥσπερ ὅσων διάνοια καὶ ὅσων ἡ φύσις δημιουργός, τὰ δὲ οὐδενὸς | |
20 | χάριν, ὥσπερ ὅταν ἡμεῖς ἐκτείνωμεν τρίχας ἢ κάρφος ἀναιρώμεθα. τούτων δὴ ποῦ τακτέον τὴν τύχην; φημὶ ὡς ἐν τοῖς ἕνεκά του. πῶς δέ, ἀναμεῖ‐ ναι μικρὸν βούλομαι· νῦν δὲ ἀναθεμένοις τοῦτο. οὐ γὰρ εἰς μακρὰν ἀπο‐ δειχθήσεται, τὸ συμβαῖνον δὲ ἐκ τῶν λημμάτων συλλογισώμεθα. κεῖται δὴ τὴν τύχην ἐν τοῖς ἐπ’ ἔλαττον εἶναι, κεῖται δὲ καὶ ἐν τοῖς ἕνεκά του. | |
25 | τί δὴ τὸ ἐκ τούτων συμπεραινόμενον; τό τινα γίνεσθαι καὶ ἐπ’ ἔλαττον ἐν τοῖς ἕνεκά τινος γιγνομένοις. τοῦ δὴ χάριν ὑπήχθην τουτὶ συλλογίσασθαι πρὸ τῆς θατέρου τοῖν λημμάτοιν διδασκαλίας; ὅτι τὸ ἕνεκά τινος οὐκ ἐν τοῖς ὡσαύτως ἔχουσι μόνον, οὐκ ἐν τοῖς ἐπὶ τὸ πλεῖστον ὁμοίως. ἀλλ’ οὐ δεῖ θαυμάζειν, εἰ καὶ ἐν τοῖς ἐπ’ ἔλαττον εὑρεθείη. εἶεν. πῶς οὖν | |
30 | ἡ τύχη καὶ τὸ αὐτόματον ἐν τοῖς ἕνεκά του; προσδεῖ γὰρ δὴ τούτου | 50 |
5,251 | τῷ λόγῳ. πάντες δὲ συμφαῖεν ἄν, ὅτι ὅσα γίνεται ὑπὸ διανοίας καὶ ὑπὸ φύσεως, ἕνεκά τινος γίνεται, οἷον τὸ προελθεῖν ἔξω τῆς οἰκίας (ἢ γὰρ τοῦ λούσασθαι ἕνεκεν ἢ τοῦ τῷ φίλῳ διαλεχθῆναι) καὶ τὸ πεσεῖν ἐκ τοῦ στέγους τὴν κεραμίδα (τοῦ γὰρ εἰς τὸν οἰκεῖον ἐνεχθῆναι τόπον, φημὶ δὲ | |
5 | εἰς τὸν κάτω τὸ βαρὺ καὶ γήϊνον σῶμα, ἐπειδὴ οὐχ ἱκανῶς ἀνείχετο). ὅταν μὲν οὖν ἐκεῖνο τὸ τέλος αὐτοῖς ἀπαντήσῃ μόνον, οὗ καὶ τὴν ἀρχὴν χάριν ἐγίνετο, οὐδὲν ἐνταῦθα ἔχει κοινὸν ἡ τύχη· ὅταν δέ, ὥσπερ εἴωθε πολλά‐ κις, ἕτερόν τι παρὰ τὸ προκείμενον ἐξ ἀρχῆς, ἐνταῦθα ἀναφαίνεται ἡ τύχη καὶ τὸ αὐτόματον. προῆλθε μὲν γὰρ ὑπὲρ τοῦ λούσασθαι, περιέπεσεν δὲ | |
10 | τῷ λυττῶντι κυνί· καὶ κατηνέχθη μὲν ἡ κεραμὶς ὑπὲρ τοῦ τὴν οἰκείαν χώραν ἀπολαβεῖν, ἐπειδὴ παρὰ φύσιν ἦν αὐτῇ τὸ αἰωρεῖσθαι, ἔπληξε δὲ παριόντα τὸν ἄνθρωπον. ἔστι μὲν οὖν καὶ τῶν οὕτως συμβαινόντων ἢ τὴν φύσιν ἢ τὴν προαίρεσιν αἰτίαν πως εἰπεῖν, ἀλλ’ οὐ καθ’ αὑτήν· οὐ γὰρ τούτων χάριν οὔτε προῆλθεν ὁ ἄνθρωπος οὔτε ὁ κέραμος κατηνέχθη, | |
15 | ἀλλ’ εἰ ἄρα, κατὰ συμβεβηκός. τοῦτο οὖν ἐστιν ἡ τύχη καὶ τὸ αὐτόματον, ὅταν αἰτία γίνηται κατὰ συμβεβηκὸς ἡ φύσις τινὸς ἢ ἡ προαίρεσις. οὕτως ἔλεγον τὴν τύχην ἐν τοῖς ἕνεκά τινος εἶναι, ὅτι ἐν τοῖς ἀπὸ διανοίας καὶ ἀπὸ φύσεως, ὅταν γένηται ταῦτα κατὰ συμβεβηκός τινων αἴτια, γίνεται δὲ κατὰ συμβεβηκός τινων αἴτια, ὅταν ἄλλα τινὰ αὐτοῖς ἀπαντήσῃ καὶ μὴ ὧν | |
20 | χάριν ἐγίνετο· ἔστι γὰρ ὥσπερ τῶν ὄντων τὰ μὲν καθ’ αὑτά, τὰ δὲ κατὰ συμβεβηκός, καθ’ αὑτὰ μὲν ἡ οὐσία, κατὰ συμβεβηκὸς δὲ τὰ ταύτῃ συμβεβηκότα, οὕτως καὶ τῶν αἰτίων τὰ μὲν καθ’ αὑτὰ αἴτια, τὰ δὲ κατὰ συμβεβηκός, καθ’ αὑτὸ μὲν αἴτιον τῆς οἰκίας ὁ οἰκοδόμος, κατὰ συμ‐ βεβηκὸς δὲ ὁ λευκὸς ἢ ὁ μουσικός· καὶ τὸ μὲν καθ’ αὑτὸ ὡρισμένον, τὸ | |
25 | δὲ κατὰ συμβεβηκὸς ἀόριστον· ἄπειρα γὰρ ἂν τῷ οἰκοδόμῳ συμβαίη. τοιοῦτον δὲ καὶ ἡ τύχη καὶ διὰ τοῦτο ἀόριστον. διαφέρει δὲ τῶν ἄλλων τῶν κατὰ συμβεβηκὸς αἰτίων ἡ τύχη, ὅτι ἐκείνων μὲν ἕκαστον, ἐπειδὴ τῷ καθ’ αὑτὸ αἰτίῳ συμβέβηκε, οὕτως αἴτιον καὶ αὐτὸ λέγεται τὸ λευκὸν ἢ τὸ μουσικὸν ἢ τὸ περιπατοῦν ἢ τὸ καθήμενον, διόπερ οὐδὲ αἴτιον κυρίως | |
30 | ἐστὶ τὸ τοιοῦτον, ἐπὶ δὲ τῆς τύχης ἡ αὐτὴ πρᾶξις καὶ μία ἄλλου μὲν | |
καθ’ αὑτὴν αἰτία, ἄλλου δὲ κατὰ συμβεβηκός· τὸ γὰρ ὀρύξαι τοῦ μὲν | 51 | |
5,252 | φυτεῦσαι καθ’ αὑτὸ αἴτιον, τοῦ δὲ τὸν θησαυρὸν εὑρεῖν κατὰ συμβεβηκός, ὥστε ἐκεῖ μὲν ἐν τοῖς αἰτίοις ἡ διαφορά (τὸ μὲν γὰρ καθ’ αὑτό, τὸ δὲ κατὰ συμβεβηκός), ἐνταῦθα δὲ ἐν τοῖς τέλεσι τοῦ μὲν καθ’ αὑτό, τοῦ δὲ κατὰ συμβεβηκός. ἔχει μέντοι γε καὶ τὸ ἀόριστον μηδὲν ἧττον, εἰ μὴ καὶ | |
5 | μᾶλλον, ἡ τύχη· τὸ γὰρ εὑρεῖν τὸν θησαυρὸν πολλοῖς ἂν καὶ ἀπείροις αἰτίοις ἐπισυμβαίη χάριν ἄλλου τινὸς γινομένοις, τοῦ φυτεῦσαι χάριν ὀρύσσοντι, τοῦ θεμέλια καταβάλλεσθαι, τοῦ διαγαγεῖν ὀχετὸν φρεατείας ἕνεκεν λάκκου μνήματος ἠρίου μυρίων ἄλλων. καθάπερ οὖν ἐλέχθη καὶ πρότερον (οὐδὲν γὰρ ἄτοπον σχολὴν ἄγοντα τὰ αὐτὰ πολλάκις σαφηνείας | |
10 | ἕνεκεν ἀναλαμβάνειν), ὅταν τὰ ἕνεκά του γινόμενα γένηταί τινος αἴτια κατὰ συμβεβηκός, τὰ τούτοις οὕτως ἀπηντηκότα ἀπὸ τύχης λέγεται γεγο‐ νέναι ἢ ταὐτομάτου, οἷον ἕνεκα μὲν τοῦ λούσασθαι προῆλθεν, ἀπέλαβε δὲ τὸ ἀργύριον περιτυχὼν τῷ δεδανεισμένῳ κομιζομένῳ τὸν ἔρανον· τοῦ γὰρ ἀπολαβεῖν αἴτιον κατὰ συμβεβηκὸς τὸ προελθεῖν (οὐ γὰρ τούτου χάριν | |
15 | ἐγίνετο)· ὡς εἰ τούτου γε ἕνεκεν, οὐκ ἂν ἐλέγετο ἀπὸ τύχης ἀπειληφέναι τὸ ἀργύριον· ἀλλ’ οὔτε εἰ κατὰ ἀνάγκην εἰς τὸν τόπον ἐκεῖνον ἐφοίτα, οὔτε εἰ κατὰ συνήθειαν ὡς ἐπὶ τὸ πλεῖστον· οὐκέτι γὰρ παράλογον τὸ τοιοῦτον οὐδὲ σπάνιον. καὶ τοῦτο δὲ ἐπὶ τῆς τύχης θεωρητέον, ὅτι τὸ κατὰ συμ‐ βεβηκὸς οὐκ ἐπὶ τοῦ ποιητικοῦ μόνον αἰτίου, ἀλλὰ καὶ ἐπὶ τοῦ τέλους | |
20 | εὑρίσκεται· ὥσπερ γὰρ τὸ προελθεῖν κατὰ συμβεβηκὸς αἴτιον τοῦ κομίσασθαι, οὕτω καὶ τὸ κομίσασθαι κατὰ συμβεβηκὸς τέλος τοῦ προελθεῖν· καὶ τὸ μὲν ὡς ποιητικὸν αἴτιον τύχη καλεῖται, τὸ δὲ ὡς τελικὸν τὸ ἀπὸ τύχης. δεῖ δὲ καὶ τοῦτο ἀόριστον εἶναι καὶ μὴ τεταγμένον, ὡς εἴγε εἴη τεταγμένον, οὐκέτ’ ἀπὸ τύχης ἐστίν. εὐλόγως δὲ καὶ τοῦτο ἀόριστον· κατὰ συμβεβη‐ | |
25 | κὸς γὰρ καὶ τοῦτο καὶ οἷόν τε ἦν οὐ τὸ κομίσασθαι ἀπαντῆσαι μόνον τὸ προελθεῖν, ἀλλὰ καὶ τὸ πληγῆναι καὶ τὸ θεάσασθαι τὴν πομπήν· ἓν μὲν γάρ ἐστιν οὗ χάριν ἐγένετο τὸ προελθεῖν, ἄπειρα δὲ τὰ τούτῳ δυνάμενα ἐπισυμβῆναι. δῆλον ἄρα ἐκ τῶν εἰρημένων, ὅτι τύχη ἐστὶν αἰτία κατὰ συμβεβηκὸς ἐν τοῖς οὔτε ἐξ ἀνάγκης οὔτε ἐπὶ τὸ πολὺ γινομένοις, ἀλλ’ ἐν | |
30 | τοῖς ἐπ’ ἔλαττον καὶ τούτων γε ἐν τοῖς ἕνεκά του κατὰ προαίρεσιν· | 52 |
5,253 | διόπερ ἐν ὅσοις διάνοια, ἐν τούτοις καὶ τύχη· ἡ γὰρ προαίρεσις οὐκ ἄνευ διανοίας. ἀόριστα μὲν οὖν τὰ αἴτια ἀνάγκη εἶναι ἀφ’ ὧν γένοιτο ἂν τὸ ἀπὸ τύχης, ὅθεν δοκεῖ ἡ τύχη ἀόριστον εἶναι· πάντα γὰρ τὰ κατὰ συμ‐ βεβηκὸς αἴτια τὸ ὡρισμένον οὐκ ἔχει· ταύτῃ γὰρ μάλιστα τῶν καθ’ αὑτὰ | |
5 | διαφέρει, ὅτι ἐπ’ ἐκείνων μὲν ἔστιν ὁρίσαντας εἰπεῖν τόδε τοῦδε αἴτιον, οἷον τὸν οἰκοδόμον τῆς οἰκίας, ἐπὶ δὲ τῶν κατὰ συμβεβηκὸς οὔ· οὐκέτι γὰρ μᾶλλον ὁ λευκὸς ἢ ὁ μουσικός. οὕτως οὖν καὶ τοῦ κομίσασθαι τὸ ἀργύριον προελθόντα ἄπειρα τὸ πλῆθος αἴτια· καὶ γὰρ ἰδεῖν τινα καὶ βου‐ λόμενος καὶ διώκων καὶ φεύγων καὶ θεασάμενος. εἰ μὲν οὖν τὰ καθ’ | |
10 | αὑτὰ αἴτια λέγει, οὐδὲν ἂν γίνεσθαι δόξειεν ἀπὸ τύχης. παράλογον δὲ οὐδὲν θαυμαστὸν τὴν τύχην λέγεσθαι (ὁ γὰρ λόγος ἐν τοῖς ἐξ ἀνάγκης ἢ ὡς ἐπὶ τὸ πολύ), ἀλλ’ ἐπεὶ κατὰ συμβεβηκὸς αἴτιον ἡ τύχη, ἀεὶ δὲ ἐν τούτοις ἦν τινα ἐγγυτέρω τε καὶ πορρωτέρω (ἐγγυτέρω μὲν ὁ Πολύκλειτος αἴτιος τοῦ ἀνδριάντος, πορρωτέρω δὲ ἄνθρωπος), οὕτω γένοιτο ἂν καὶ ἐν τοῖς ἀπὸ | |
15 | τύχης αἰτίοις, οἷον ὑγείας αἴτιον ἐγένετο τῷ νοσοῦντι ἢ πνεῦμα ἢ εἰλη‐ θέρησις ἢ τὸ κείρασθαι καὶ ἀραιωθῆναι τὴν κεφαλὴν μηδὲν τούτων ἕνεκα τῆς ὑγείας ποιήσαντι, ἀλλ’ ἢ τοῦ πρᾶξαι χάριν ἢ τοῦ θεάσασθαί τινα ἢ τοῦ τὴν κόμην ἀποθέσθαι· καὶ γὰρ ἐνταῦθα προσεχέστερον τῆς ὑγείας τὸ πνεῦμα αἴτιον τοῦ κείρασθαι. ὅταν μὲν οὖν τὰ κατὰ συμβεβηκὸς ἀλλήλοις | |
20 | ἀντεξετάσωμεν, ἔστιν εὑρεῖν προσεχέστερα καὶ πορρώτερα· ὅταν δὲ ἁπλῶς ζητήσωμεν, τί ἂν αἴτιον γένοιτο τοῦ ἀπὸ τύχης, οὐκ ἔστιν ὁρίσαν‐ τας εἰπεῖν τόδε τι· ἄπειρα γὰρ καὶ ἀόριστα ληφθῆναι δύναται, καθάπερ ἔφθημεν πολλάκις προειρηκότες. Εὐτυχία δέ ἐστιν, ὅταν τοιοῦτόν τι ἀπαντήσῃ τέλος, οἷον ἄν τις καὶ | |
25 | προείλετο ἐξ ἀρχῆς, ἀτυχία δέ, ὅταν μὴ τοιοῦτον. τύχη δὲ ἀγαθὴ μὲν | |
λέγεται, ὅταν ἀγαθόν τι ἀποβῇ, φαύλη δέ, ὅταν φαῦλον. εὐτυχία δὲ καὶ | 53 | |
5,254 | ἀτυχία, ὅταν μέγεθος ἔχῃ ταῦτα. καὶ τὸ παρὰ μικρὸν μέγα ἀγαθὸν λαβεῖν καὶ γενόμενον ἐγγὺς ἀτυχία μεγάλη, ὅτι ὡς ὑπάρχον αὐτὸ ἤδη λέγει ἡ διάνοια (τὸ γὰρ παρὰ μικρὸν 〈ὥσπερ οὐδὲν ἀπέχειν δοκεῖ). ὁμοίως δὲ καὶ τὸ παρὰ μικρὸν〉 μέγα κακὸν λαβεῖν εὐτυχίας λέγεται εἶναι μεγάλης. ἀλλὰ | |
5 | καὶ ἀβέβαιος ἡ εὐτυχία εὐλόγως· ἡ γὰρ τύχη ἀβέβαιος· οὔτε γὰρ ἐξ ἀνάγκης, οὔτε ὡς ἐπὶ τὸ πολύ. Ἔστι μὲν οὖν καὶ τὸ αὐτόματον αἴτιον κατὰ συμβεβηκός, ὡς προ‐ είρηται, ἐν τοῖς ἐπ’ ἔλαττον γενομένοις καὶ ἕνεκά του, διαφέρει δὲ τῆς τύχης, ὅτι τὸ αὐτόματον ἐπὶ πλέον ἐστὶ καὶ λέγεται. τὸ μὲν γὰρ ἀπὸ | |
10 | τύχης πᾶν καὶ ἀπὸ ταὐτομάτου, οὐ πᾶν δὲ τὸ ἀπὸ ταὐτομάτου καὶ ἀπὸ τύχης· ἡ μὲν γὰρ τύχη καὶ τὸ ἀπὸ τύχης ἐστίν, οἷς ἂν καὶ τὸ εὐτυχῆσαι ὑπάρξῃ, καὶ ὅλως πρᾶξίς τις· διὸ καὶ ἀνάγκη περὶ τὰ πρακτὰ εἶναι τὴν τύχην, πρακτὰ δὲ τὰ κατὰ προαίρεσιν, ὡς ἐν Ἠθικοῖς εἴρηται. σημεῖον δέ, ὅτι ἡ εὐτυχία δοκεῖ ταὐτὸν εἶναι τῇ εὐδαιμονίᾳ, ἡ δὲ εὐδαιμονία | |
15 | εὐπραξία τις καὶ περὶ πρᾶξιν, ὥστε ὅσοις μὴ ἐνδέχεται πρᾶξαι, οὔτε ἀπὸ τύχης τι ποιῆσαι τούτοις ἐνδέχεται. καὶ διὰ τοῦτο οὔτε ἄψυχον οὐδὲν οὔτε θηρίον τι ποιεῖ ἀπὸ τύχης, ὅτι οὐκ ἔχει προαίρεσιν, οὐδὲ εὐτυχία οὐδὲ ἀτυχία ὑπάρχει τούτοις, εἰ μὴ ἄρα καθ’ ὁμοιότητα, ὥσπερ ἔφη Πρώταρχος εὐτυχεῖς εἶναι τοὺς λίθους ἐξ ὧν οἱ βωμοὶ καὶ τὰ | |
20 | ἀγάλματα, ὅτι σεβόμεθα αὐτοὺς μηδὲν εἰς τοῦτο συντελέσαντας, τοὺς δὲ ὁμόζυγας αὐτῶν, ἂν οὕτω τύχῃ, καταπατοῦμεν. ὑπάρχει δὲ τῶν ἀψύχων τισὶ καὶ οὕτως τὸ ἀπὸ τύχης, ὅταν τις ἀπὸ τύχης τι πράξῃ διὰ τοιούτων ὀργάνων, οἷον ὁ τὸν τύραννον Προμηθέα πλήξας μὲν ὑπὲρ τοῦ ἀνελεῖν, διακόψας δὲ τὸ φῦμα καὶ ἰασάμενος· εὐτυχὲς γὰρ ἂν οὕτω λέγοιτο τὸ | |
25 | ξίφος, ἐπεὶ προσκυνοῖτο ὑπὸ τοῦ θεραπευθέντος. τὸ δὲ αὐτόματον οὐκέτι καθ’ ὁμοιότητα ἀλλὰ κυρίως ἂν καὶ τοῖς ἀψύχοις ὑπάρχοι καὶ τοῖς ἄλλοις | |
τῶν ζῴων ἀλόγοις, οἷον ἵππος ἐκ ταὐτομάτου ἐσώθη ληφθεὶς ὑπὸ τῶν | 54 | |
5,255 | πολεμίων, ὅτι ἦλθε μὲν τοῦ πιεῖν ἕνεκεν, ἐλθὼν δὲ ἐσώθη παρὰ τοῦ δεσπότου· καὶ ὁ τρίπους ἐκ ταὐτομάτου κεῖται οὕτως ὥστε καθῆσθαι ἐπ’ αὐτοῦ, οὐ τούτου κατέπεσεν ἕνεκεν· καὶ τὸ τέλος δὲ τὸ ἀπαντῆσαν ἔξωθεν εἶναι δεῖ καὶ οὐκ ἐν τῇ φύσει τοῦ πράγματος· εἰ γὰρ ὁ πεσὼν λίθος | |
5 | κυβικὸν ἔχει τὸ σχῆμα, οὐκ ἐκ ταὐτομάτου κεῖται πρὸς τὸ καθέζεσθαι ἐπιτηδείως· ἐν τῇ φύσει γὰρ ἦν αὐτοῦ τὸ πάντως, εἰ πίπτει, κατὰ τοιοῦτον πεσεῖν τρόπον. καὶ διὰ τοῦτο οὐδὲ τὸ πῦρ ἀπὸ ταὐτομάτου κινεῖται ἄνω· φύσις γὰρ αὕτη τοῦ πυρός. τὸ μὲν οὖν ἀπὸ ταὐτομάτου τοιοῦτον λέγω, τὸ δὲ κοινὸν ὃ καὶ ἐπὶ τῆς τύχης ἂν λέγοιτο. ἀπὸ τύχης δέ ἐστιν ὅσα γίνεται | |
10 | ἀπὸ ταὐτομάτου ἐν τοῖς προαίρεσιν ἔχουσιν, οὐκέτι δὲ ἅπαντα τὰ παρὰ τὴν προαίρεσιν εὐθὺς ἀπὸ τύχης ἐστίν· τῷ γὰρ πλεύσαντι χειμῶνος ἀπήν‐ τησε μὲν οὐ κατὰ προαίρεσιν ἡ ναυαγία, οὐ μὴν οὐδὲ ἀπὸ τύχης· ἐπὶ τὸ πολὺ γὰρ οὕτως συμβαίνει. ὅτι δὲ τὸ αὐτόματον τοιοῦτόν ἐστιν οἷον εἰρή‐ καμεν, σημεῖόν ἐστιν ὅτι μάτην λέγεται ἐκεῖνα γενέσθαι, οἷς οὐκ ἀπήντησε | |
15 | τὸ τέλος, ὧν χάριν ἐπράχθη. ὅταν γὰρ βαδίσωμεν ὑπὲρ τοῦ τὴν γαστέρα διαχωρῆσαι, τοῦτο δὲ μὴ συμβεβήκῃ, μάτην φαμὲν βεβαδικέναι, ὡς τούτου ὑπάρχοντος μάτην τὸ πεφυκὸς ἄλλου ἕνεκα, ὅταν μή τι γένηται ἐκεῖνο, οὗ ἕνεκεν ἦν ἢ ἐπεφύκει· ἐπεὶ εἴ τις φαίη λελοῦσθαι μάτην, ὅτι οὐκ ἐξέλιπεν ὁ ἥλιος, γελοῖος ἂν εἴη· οὐ γὰρ ἦν τοῦτο ἐκείνου ἕνεκα. οὕτω δὲ καὶ | |
20 | τοὔνομα τοῦ αὐτομάτου παρὰ τὸ μάτην γεγονέναι. πολλάκις μὲν οὖν τῷ μάτην γιγνομένῳ οὐδὲν ἕτερον ἠκολούθησεν, ἀλλὰ μόνον τὸ τοῦ οἰκείου τέλους ἡμαρτηκέναι, ὡς τῷ περιπατοῦντι τὸ μὴ καθαρθῆναι, καὶ τοῦτό ἐστι μάτην, πολλάκις δὲ ἕτερόν τι καὶ οὐχ οὗ πέπρακται ἕνεκεν, ὡς τὸ χρυσίον | |
εὑρεῖν τῷ βαδίζοντι διὰ κάθαρσιν, καὶ τοῦτό ἐστι τὸ ἀπὸ ταὐτομάτου. | 55 | |
5,256 | διαφέρει δὲ τὸ ἀπὸ ταὐτομάτου τοῦ μάτην, ᾗ καὶ τελικὸν τοῦ ποιητικοῦ, καθάπερ καὶ τὸ ἀπὸ τύχης τῆς τύχης. ὅλως γὰρ ὅταν τι τοιοῦτον ἀποβῇ, ὅπερ ἔχει μὲν οἰκεῖα ποιητικά, γίνεται δὲ μὴ τῶν οἰκείων προ‐ ϋπαρξάντων, ἀλλ’ ἑτέρων τινῶν, οἷς καὶ αὐτοῖς ἕτερον οἰκεῖον ἠκολούθει | |
5 | τέλος, τότε τὰ μὲν προϋπάρξαντα μάτην λέγεται γεγονέναι, ὅτι μὴ γέγονεν ἐξ αὐτῶν ἅπερ προέκειτο· τὰ δὲ ἐπισυμβάντα ἐκ ταὐτομάτου ὅτι μὴ προϋπαρξά‐ σης ἐγένετο τῆς οἰκείας ἀρχῆς, οἷον ὁ λίθος καταπεσὼν ἐπάταξε τὸν παριόντα· ἐνταῦθα γὰρ τὸ μὲν πατάξαι τέλος, τὸ δὲ πεσεῖν ποιητικὸν αἴτιον εἴποιμεν ἄν. ἀλλὰ καὶ τὸ πατάξαι ἑτέραν εἶχεν οἰκείαν ἀρχὴν οὐ τὸ πεσεῖν, ἀλλὰ | |
10 | φέρε τὸ βληθῆναι ὑπό τινος, ὥστε τι πατάξαι· καὶ τὸ πεσεῖν οὐ τὸ πατάξαι τέλος εἶχεν, ἀλλ’ εἰς τὸν οἰκεῖον ἐνεχθῆναι τόπον, ἀλλήλων δὲ ἐγένετο κατὰ συμβεβηκὸς τὸ μὲν αἴτιον, τὸ δὲ τέλος. ὁ δὲ προϊὼν μὲν ὑπὲρ τοῦ πρᾶξαί τι, πληγεὶς δὲ καὶ ἀναστρέψας μάτην μὲν προῆλθεν, ἀπὸ ταὐτομάτου δὲ ἐπλήγη, τάχα δὲ οὗτος καὶ ἀπὸ τύχης· τὸ ἀπὸ ταὐτομάτου γὰρ ἐπὶ | |
15 | πλέον. γνοίης δ’ ἂν κἀκεῖθεν· ὅταν γάρ τι παρὰ φύσιν γένηται, οἷον πολλὰ τέρατα τίκτεται, τότε οὐκ ἀπὸ τύχης, ἀλλ’ ἐκ ταὐτομάτου φαμὲν γεγονέναι, οἷον τὸν ἑξαδάκτυλον ἢ στρουθοκέφαλον· ἢ ταῦτα οὐκ ἔστιν ἀπὸ ταὐτομάτου; ἔχει γὰρ οἰκείαν αἰτίαν τὴν προϋπάρξασαν ἐν αὐτοῖς· ἢ γὰρ ψύξιν ἢ ἔλλειψιν ἢ πλεονασμὸν τῆς ὕλης. ἀλλὰ φήσει τις ὅτι καὶ ὁ πεσὼν | |
20 | λίθος ἔνδον εἶχε τὴν βαρύτητα. ἀλλὰ τοῦ πεσεῖν μὲν αὐτὴ ποιητική, τοῦ πλῆξαι δὲ οὔ, ὃ ἔφαμεν ἐκ ταὐτομάτου. τί μὲν οὖν ἐστὶν ἡ τύχη καὶ τί τὸ αὐτόματον, εἴρηται, καὶ τίς ἡ πρὸς ἄλληλα τούτων διαφορά. ἀνάγονται δὲ εἰς τὸ ποιητικὸν εἶδος τῶν αἰτίων, ὅτι ποιητικοῖς αἰτίοις ἐπισυμβαίνει ἢ φύσει ἢ διανοίᾳ, φύσει μὲν κατενεχθεὶς ὁ λίθος διὰ τὸ βάρος ἐπάταξε, | |
25 | διανοίᾳ δὲ διορύττων θεμέλιον θησαυρὸν εὗρεν· ἔστι δὲ οὔτε τὸ διορύττειν τύχης καθ’ ἑαυτό, οὔτε τοῦ θησαυροῦ ἡ εὕρεσις· ὀρύξειε γὰρ ἄν τις θη‐ σαυρὸν εὑρήσειν ἐλπίζων, ἀλλ’ ὅταν τοῦτο ἐκείνου μὴ γένηται χάριν, | |
ἀπαντήσῃ δὲ ἀλλήλοις καὶ οἷον συγκρούσῃ, ἡ τούτων συνδρομὴ τύχη | 56 | |
5,257 | καλεῖται. ἐπειδὴ δὲ ἡ τύχη καὶ τὸ αὐτόματον ἐπ’ ἐκείνων ἐπεδείχθησαν, ἐφ’ ὧν νοῦς ἢ φύσις γένοιτο ἂν αἴτια κατὰ συμβεβηκός, νοῦς ἄρα καὶ φύσις πρότερα τύχης καὶ αὐτομάτου· ἀεὶ γὰρ πρότερα τὰ καθ’ αὑτὰ τῶν κατὰ συμβεβηκός, ὥστε ὅσοι τοῦδε τοῦ παντὸς τύχην αἰτίαν ἀποδιδόασιν, | |
5 | δῆλον ὅτι νοῦν πρότερον καταλείψουσιν. εἰ οὖν ἐξ ἀνάγκης αὐτοῖς ἀκολου‐ θεῖ τὸν νοῦν αἴτιον τίθεσθαι, ὅρα πῶς τὸ λειπόμενον γελοῖον· εἰ γὰρ κατὰ συμβεβηκὸς αἴτιος ὁ νοῦς τοῦ οὐρανοῦ, οὐχ εὑρίσκω τίνος καθ’ αὑτὸν ἔστι ποιητικός. Ὅτι δὲ τοσαῦτα αἴτια τὸν ἀριθμὸν ὅσα λέγομεν, δῆλον ἐκεῖθεν. | |
10 | ἐρωτώμενοι γὰρ ἐφ’ ἑκάστου διότι ἔστιν ἕκαστον, ἢ τὸν ὁρισμὸν ἀποκρινό‐ μεθα ἔσχατον, ὡς ἐν τοῖς μαθηματικοῖς, οἷον ‘διὰ τί αἵδε ἴσαι; ὅτι ἐν κύκλῳ ἀπὸ τοῦ κέντρου· διὰ τί δὲ αἱ ἀπὸ τοῦ κέντρου ἐν κύκλῳ ἴσαι; δι‐ ότι κύκλος ἐστὶ σχῆμα ἐπίπεδον‘ καὶ ὥσπερ ὁρίζονται οἱ γεωμέτραι· ἢ τὸ κινῆσαν πρῶτον, οἷον ‘διὰ τί ἐπολέμησαν Φωκεῦσι Θηβαῖοι; ὅτι ἐσύλησαν | |
15 | οἱ Φωκεῖς τὸν νεών‘, ἢ τὸ οὗ ἕνεκεν, ‘διὰ τί ἐπολέμησε τοῖς Ἕλλησιν ὁ βασιλεύς; ἵνα ἄρξῃ τῶν Ἑλλήνων‘, ἢ ἐπὶ τὴν ὕλην ἐσχάτην ἐρχόμεθα, οἷον ‘διὰ τί ἐσάπη τὸ βάθρον; ὅτι ξύλινον ἦν‘. Ὁ φυσικὸς δὲ εἰς ἁπάσας ἀνάγων τὸ διὰ τί ἀποδώσει. διὰ τί ἄνθρωπος ἀποθνῄσκει; ἢ γὰρ ὅτι ζῷόν ἐστι λογικὸν θνητόν, ἢ ὅτι τὸ | |
20 | ποιητικὸν αὐτοῦ ἡ ψυχὴ πρόεισι καὶ ἄπεισιν, ἢ ὅτι ἐξ ὕλης ἐστὶ φθαρτῆς, ἢ ὅτι βέλτιον αὐτῷ τὸ ἀποθνῄσκειν. ἔρχεται δὲ τὰ τρία εἰς ἓν πολλάκις, τὸ εἶδος, τὸ οὗ ἕνεκα, ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως· ἡ γὰρ φύσις καὶ ὡς τέλος καὶ ὡς εἶδος καὶ ὡς ποιητικὸν αἴτιον τῶν φύσει γιγνομένων ἐστίν, ὁμοίως δὲ καὶ ἡ ψυχή, ἀλλὰ καὶ ἄνθρωπος ἄνθρωπον *** αὐτὸς ὢν κατὰ | |
25 | τὸ εἶδος τῷ γεννωμένῳ· καὶ πάντα δὲ ὅλως ὅσα κινούμενα κινεῖ τε προσεχῶς | |
καὶ οὐ δι’ ἑνὸς μέσου ὁμοιοειδῆ ἐστι τοῖς ὑπ’ αὐτῶν γινομένοις, λέγω | 57 | |
5,258 | δὲ ἐπὶ τῶν φυσικῶν· περὶ γενέσεως γὰρ τοῦτον τὸν τρόπον σκοποῦσι τὰς αἰτίας, τί γίνεται μετὰ τί (ἕνεκα γὰρ τοῦ εἴδους ἡ φύσις κινεῖται πρὸ αὐτοῦ καὶ ὅταν αὐτὸ ἐξεργάσηται, παύεται τῆς εἰς τὸ πρόσθεν προόδου), τί ἔπαθε καὶ ἠλλοιώθη ὅπερ ἐστὶν ὕλη, τί ἐποίησεν καὶ ἐκίνησεν. ἀλλὰ | |
5 | τοῦτό γε οὐ πᾶν, ἀλλὰ τὸ προσεχὲς καὶ εἴ τι κινούμενον. εἰ δέ τι ἀκίνη‐ τον ὂν ἀρχὴ καὶ κινήσεως γίγνεται, οὐκέτι φυσικὸς ἂν ἀλλ’ ὁ πρῶτος φιλόσοφος διορίσειεν. διὸ καὶ τρεῖς αἱ πραγματεῖαι, ἡ μὲν περὶ κινούμενα καὶ φθαρτά, ἡ δὲ περὶ κινούμενα ἄφθαρτα δέ, ἡ δὲ περὶ ἄφθαρτα καὶ ἀκίνητα. διτταὶ γὰρ αἱ ἀρχαὶ αἱ κινοῦσαι φυσικῶς, ὧν ἡ ἑτέρα οὐ φυσι‐ | |
10 | κή· οὐ γὰρ ἔχει κινήσεως ἀρχὴν ἐν αὑτῇ οὐδὲ φύσιν, τοιοῦτον δέ ἐστιν εἴ τι κινεῖ μὴ κινούμενον, ὥσπερ τὸ παντελὲς ἀκίνητον καὶ τὸ πάντων πρῶτον. κατὰ πάντας οὖν τοὺς τρόπους ἀποδοτέον τὸ διὰ τί, καθάπερ καὶ προειρήκαμεν καὶ πάλιν ἐροῦμεν γυμνασίας χάριν· διὰ τί τόδε ἐγένετο; ἐπειδὴ τόδε ἦν αὐτοῦ ποιητικόν, ὅπερ ἐν μὲν τοῖς ἀιδίοις ἁπλῶς ποιεῖ καὶ | |
15 | ἐξ ἀνάγκης (τῷ γὰρ πρώτῳ τὸ δεύτερον ἕπεται), ἐν δὲ τοῖς γενητοῖς ὡς ἐπὶ τὸ πλεῖστον, καὶ ἐπειδὴ τόδε μέλλει γενήσεσθαι, ἀνάγκη τήνδε προ‐ ϋπάρχειν τὴν ὕλην, ὥσπερ ἐν τῷ συλλογισμῷ οὐχ οἷόν τε γενέσθαι τὸ συμπέρασμα μὴ προληφθεισῶν τῶν προτάσεων, καὶ ὅτι τοῦτ’ ἦν τὸ τί ἦν εἶναι καὶ ὁ λόγος τοῦ πράγματος, ὃ πολλάκις, ὥσπερ ἔφην, συντρέχει | |
20 | τῷ οὗ ἕνεκα, ὅταν λαμβάνηται ὅτι βέλτιον οὕτως ἔχειν αὐτῷ· ἄμεινον γὰρ ἦν τοιόνδε εἶδος εἶναι ἀνθρώπου καὶ μὴ ἄλλως. τὸ βέλτιον δὲ οὐχ ἁπλῶς, ἀλλὰ πρὸς τὴν ἑκάστου οὐσίαν ληπτέον· οὐ γὰρ ἓν πᾶσιν τέλος τὸ ἄριστον· ἓν γὰρ ἂν ἦν τοῦτον τὸν τρόπον ἁπάντων τὸ τέλος, ἀλλ’ ἅμα τῶν ἐν τῇ οἰκείᾳ φύσει δυναμένων ἑκάστου γενέσθαι. ὅταν μὲν οὖν οὕτω λαμβάνηται | |
25 | ὁ λόγος, ὡς εὐθὺς ἔχειν τὸ βέλτιον οὕτως ἢ ἄλλως, ὁ αὐτὸς γίνεται τῷ οὗ ἕνεκα, ὥσπερ ἐπὶ τῶν φυσικῶν· ὅταν δὲ μηκέτι ἐγχωρῇ τοῦτο ποιῆσαι, μένει τὸ εἶδος μόνον, ὥσπερ ἐπὶ τῶν μαθηματικῶν· οὐ γὰρ ὥσπερ ἐπ’ | |
ἀνθρώπου καὶ ἵππου καὶ φυτοῦ δυνάμεθα ἐπιδεικνύναι ὑπάρχειν ἀεὶ τῷ | 58 | |
5,259 | εἴδει τὸ τοῦ κρείττονος ἐστοχάσθαι, οὐχ οὕτως ἐπὶ τῶν μαθηματικῶν· λῆρος γὰρ εἴ τις ἐπιχειροίη δεικνύναι, ὅτι τῷ μὲν κύκλῳ βέλτιον ἦν τὸ τὰς ἀπὸ κέντρου γραμμὰς ἴσας ἔχειν, τῷ τετραγώνῳ δὲ τὰς περιεχού‐ σας αὐτό. | |
5 | Ἀλλ’ ἐπειδὴ τὴν φύσιν ἕνεκά του ποιεῖν πολλάκις ἡμῖν ἔμπροσθεν εἴρηται, καὶ τοῦτο αὐτὸ δεικτέον· ἔχει γάρ τινας ἀμφισβητήσεις. ἀπο‐ δεικτέον δέ, ὅπως ἔχει τὸ ἀναγκαῖον τὰ φυσικά, ἐπειδὴ πάντες σχεδὸν οἱ περὶ φύσεως διαλεχθέντες εἰς τὴν ἀνάγκην ἀνάγουσι τὰς αἰτίας, οὐδὲν ἄλλο τὴν ἀνάγκην ἢ τὴν ὕλην νομίζοντες εἶναι· ἐπεὶ γὰρ τὸ θερμὸν τοι‐ | |
10 | ονδὶ καὶ τὸ ψυχρὸν καὶ ἕκαστον τῶν ὑλικῶν, ὃ τίθεται ἀρχὴν ἕκαστος, ἐξ ἀνάγκης τόδε ἐγένετο. καὶ γὰρ ὅσοι ποιητικῆς αἰτίας ἐμνημόνευσαν, ὅσον ἁψάμενοι χαίρειν ἐῶσιν ὡς Ἐμπεδοκλῆς τε καὶ Ἀναξαγόρας, καὶ εἰ δή τις ἄλλος τῶν παλαιῶν. λέγουσι δέ τινες τὴν φύσιν οὐχ ἕνεκά του ποιεῖν, οὐδὲ ὅτι βέλτιον οὕτως, ἀλλ’ ὥσπερ ὕει φασὶν ὁ Ζεὺς οὐχ ἵνα τὸν τοῦ | |
15 | δεῖνος σῖτον αὐξήσῃ, οὐδ’ ἵνα διαφθείρῃ τὸν κείμενον ἐν τῇ ἅλῳ, ἀλλ’ ὕει μὲν διὰ τὴν ὑλικὴν ἀνάγκην· δεῖ γὰρ τὴν ἀναχθεῖσαν ἀτμίδα ψυχθῆναι καὶ ὕδωρ γενομένην κατενεχθῆναι, κατενεχθείσης δὲ συμβαίνει τὸν μὲν αὐξηθῆναι σῖτον, τὸν δὲ ἀπολέσθαι. οὕτω δὴ τί κωλύει καὶ τὰ μέρη τῶν ζῴων γενέσθαι μὲν ἐξ ἀνάγκης τοιάδε, ἐπειδὴ ἐξ ὕλης τοιᾶσδε, ἀλλ’ ὅταν | |
20 | μὲν οὕτω συνδράμῃ ὥστε ἐπιτηδείως ἔχειν ἀλλήλοις καὶ πρὸς ἓν ἔργον ἅπαντα συντελεῖν, ὥσπερ ἐγένετο ἄν, εἰ καὶ ἕνεκά του ἐγένετο, ταῦτα μὲν σῴζεσθαι ἀπὸ ταὐτομάτου συστάντα, οἷον ἐπὶ τῶν ὀδόντων; φαίη γὰρ ἄν τις ἐξ ἀνάγκης μὲν αὐτοὺς ἀνατέλλειν τοὺς μὲν ἔμπροσθεν ὀξεῖς, τοὺς δὲ γομφίους πλατεῖς, οὐχ ἵνα οἱ μὲν διαιρῶσιν, οἱ δὲ λεαίνωσιν, ἀλλὰ ἀνα‐ | |
25 | τέλλειν μὲν οὕτως διά τινα ὑλικὴν ἀνάγκην, συμπεσεῖν μέντοι τὴν τοιαύτην θέσιν αὐτῶν ἐπιτηδείως ἔχειν πρὸς τὴν ἐργασίαν τῆς τροφῆς. ὅσα δὲ μὴ οὕτως συμπίπτει, ὥστε μίαν χρείαν ἅπαντα συμπληροῦν, ταῦτα ἀπόλλυσθαι, ὥσπερ Ἐμπεδοκλῆς τὰ βουγενῆ καὶ ἀνδρόπρῳρα. ἃ μὲν οὖν λέγουσι, | |
ταῦτά ἐστιν, λέγουσι δὲ λίαν ἀσύνετα. διὰ τί; ὅτι τὰ μὲν τῆς φύσεως | 59 | |
5,260 | ἔργα ἢ τὸν αὐτὸν ἀεὶ γίνεται τρόπον ἢ κατά γε τὸ πλεῖστον ὁμοίως· ἄνθρωπος γὰρ ἐξ ἀνθρώπου καὶ ἵππος ἐξ ἵππου ὁμοίως καὶ οἱ ὀδόντες οὕτως. τὰ δὲ ἀπὸ τύχης ἐπ’ ἔλαττον καὶ σπανίως· τότε γὰρ λέγεται ἀπὸ τύχης ὕειν, ὅταν ὑπὸ κύνα, καὶ καῦμα ἀπὸ τύχης, ὅταν ἐν χειμῶνι. εἰ | |
5 | τοίνυν τῆς φύσεως μὲν πάμπολυ τὸ ὡρισμένον, τῆς τύχης δὲ πάμπολυ τὸ ἀόριστον, οὐκ ἂν εἴη τὰ τῆς φύσεως ἔργα ἀπὸ τύχης τε καὶ ταὐτομάτου, ἀλλ’ ὡς ἡμεῖς λέγομεν, ἕνεκά του. φύσεως δὲ ἔργα τὰ ζῷα καὶ τὰ φυτὰ καὶ τὰ μόρια, ἐν οἷς οὐδὲν εἰκῇ οὐδὲ μάτην οὐδὲ ἐνδέον οὐδὲ περιττόν ἐστιν. ὁ δὲ Ζεὺς ὕει † τὸ μὲν μὴ ἕνεκα τοῦ τὸν ἐμὸν σῖτον αὐξῆσαι, | |
10 | ἀλλὰ τί τοῦτο πρὸς τὸ μηδενὸς ἕνεκα ὕειν; οὐ γάρ, εἰ μὴ τῶν ἐμῶν πυρῶν ἕνεκεν, οὐδενὸς ἕνεκεν· ἀλλ’ ὁ μὲν ὑετὸς ἕνεκεν ἄλλου του γίνεται προηγουμένως ὑπὸ τῆς φύσεως, καὶ τοῦτο μάθοις ἂν ἐν οἷς περὶ τοῦ κόσμου διαλεξόμεθα· προσχρῆται μέντοι τῷ κατὰ φύσιν γιγνομένῳ τούτῳ ἡ γεωργική· σπείρει γὰρ τηνικαῦτα, ἡνίκα καὶ ὑσθήσεσθαι προσδοκᾷ. ἐν | |
15 | ὅσοις τοίνυν τῶν γιγνομένων τέλος ἐστίν, εἰς ὃ περατοῦται ἡ κίνησις καὶ προϊοῦσα συνεχῶς τελευτᾷ, ἐν τούτοις ἅπαντα τὰ πρὸ τοῦ τέλους τοῦ τέλους ἕνεκεν γίγνεται, ἐν δὲ τοῖς τῆς φύσεως ἔργοις τὸ τοιοῦτον ἔστιν εὑρεῖν ἀκριβῶς· συνεχῶς γὰρ κινεῖται καὶ πρόεισιν ἀδιαλείπτως μέχρι τοῦ τὸ τέλος ὁλόκληρον περιποιήσασθαι· καὶ γὰρ ἡ πόα καὶ ἡ καλάμη καὶ ὁ | |
20 | στάχυς καὶ αἱ ποικίλαι καὶ παμπληθεῖς αὗται μορφαὶ προΐασι μέχρι τοῦ πυροῦ, εἶτα ἐντεῦθεν στάσις ἤδη καὶ ἠρεμία, ὥστε δῆλον ὅτι πάντα ἐκεῖνα τοῦ πυροῦ χάριν ἐγένετο. οὐ συμπίπτει ἄρα τὸ πρὸ τοῦ τέλους τῷ τέλει, ἀλλ’ ἐκείνου πέφυκεν ἕνεκα γίγνεσθαι· οὐδὲ γὰρ εἰ ἡ φύσις οἰκίαν ἐποίει, ἄλλως ἂν ἐποίησεν ἢ ὡς πέφυκεν οἰκία [ἕνεκα] γίγνεσθαι, πέφυκεν δὲ | |
25 | γίγνεσθαι οἰκία τῶν πρὸ τοῦ τέλους τοῦ τέλους ἕνεκεν γιγνομένων· λίθοι γὰρ ἁρμόζονται καὶ ξύλα πρίεται καὶ πλάσσεται κέραμος τῆς σκέπης ἕνεκεν ὃ τέλος ἐστὶν οἰκίας. ἀλλ’ οὐδὲ εἰ ἡ τέχνη ζῷον ἐποίει, ἄλλως ἂν ἐποίη‐ σεν ἢ ὡς ἡ φύσις ἐποίησεν· ἐποίησε δ’ ἂν ἕνεκα τοῦ τέλους τὰ πρὸ αὐτοῦ. τὸν αὐτὸν ἄρα καὶ ἡ φύσις τρόπον. ὅλως δὲ ἡ τέχνη τὰ μὲν | |
30 | ἐπιτελεῖ, ἃ ἡ φύσις ἀδυνατεῖ ἀπεργάζεσθαι, ὑγείαν καὶ σαρκώσεις φαρμα‐ | 60 |
5,261 | κείαις ἰατρική, ὅταν ἡ φύσις ἐξασθενήσῃ, τὰ δὲ μιμεῖται γράφουσα καὶ πλάσσουσα παντοίας ζῴων καὶ φυτῶν ἰδέας. ὁμοίως οὖν ἔχει κατ’ ἀμφο‐ τέρας τὰ τέλη πρὸς τὰ πρὸ αὐτῶν. μάλιστα δὲ φανερὸν ἐπί τινων ζῴων, ὅτι ἡ φύσις ἔχει τὸ ἕνεκά του, οἷον μυρμήκων ἢ ἀραχνῶν, ἃ μηδὲ τέχνῃ | |
5 | μηδὲ προαιρέσει ποιοῦντα ὅμως ἕνεκά του ποιεῖ, καὶ ἡ χελιδὼν οἰκοδομεῖ τὴν νεοττιὰν ὅτι μάλιστα ἀσφαλῶς συνδέουσα κάρφεσι τὸν πηλὸν καὶ σχῆμα πολυχωρότατόν τε καὶ ἰσχυρότατον ἐργαζομένη καὶ ἡ μέλιττα θαυμαστὴ τῆς τῶν ἑξαγώνων συνθέσεως, τῆς δὲ ἀλκυόνος τὴν καλιὰν ἥκιστα ἂν ὕδωρ λυμαίνοιτο. πολλὰ ἂν ἔχοιμεν λέγειν, εἰ βουληθείημεν τὸ λογοειδὲς | |
10 | τῶν ζῴων ἐπιδεικνύναι. καὶ τί δεῖ λέγειν περὶ τῶν ζῴων, ὅπου καὶ ἐν τοῖς φυτοῖς διώκει πάντως ἡ φύσις τὸ ἕνεκά του; τά τε γὰρ φύλλα ἕνεκα τῶν καρπῶν καὶ αἱ ῥίζαι ἕνεκα τῆς τροφῆς, ἐπεὶ διὰ τί πρὸς Διὸς οὐκ ἄνω μὲν αἱ ῥίζαι, κάτω δὲ οἱ κλάδοι; διὰ τί δὲ οὕτως ἀμφιέννυσι τὰ σπέρματα τῶν καρπῶν τὰ μὲν ξύλοις τὰ δὲ χιτῶσιν ἐνδύουσα, εἰ μὴ πολλὴν | |
15 | εἶχε πρόνοιαν τοῦ μὴ διαλείπειν τὴν γένεσιν τὴν ἐξ ἀλλήλων, ὥστε δῆλον ἐξ ἁπάντων τῶν εἰρημένων, ὅτι ἡ φύσις ἕνεκά του ποιεῖ. διττὴ δὲ αὕτη, ἡ μὲν ὡς ὕλη, ἡ δὲ ὡς μορφὴ καὶ τέλος· αὕτη ἕνεκεν ἄρα τοῦ εἴδους· κυριωτέρα γὰρ αἰτία τὸ εἶδος καὶ ὁ λόγος καὶ ἡ μορφή, οἱ δὲ παλαιοὶ τὴν ὕλην ἐσέμνυναν περιττῶς· μόνην γὰρ ᾔδεισαν. καὶ φαίη τις ἂν ‘ἀλλ’ εἰ | |
20 | τὸ ἕνεκά του διώκει πάντως ἡ φύσις, πῶς οὐκ ἀεὶ κατορθοῖ;‘ πῶς δὲ οὐκ ἀεὶ κατορθοῖ τὸ ἕνεκά του ἡ τέχνη; ἀλλὰ καὶ τὸ φάρμακον ἔβλαψε πολλά‐ κις τοῦ σώματος δι’ ἀσθένειαν οὐκ ἐνεγκόντος καὶ ὁ κλινόπους κατεάγη συμπηγνύμενος· ἀλλ’ ὅμως ἐδόθη τὸ φάρμακον, ἵνα ὠφελήσῃ, καὶ ὁ κλι‐ νόπους ἐξείργασται διὰ τὴν κλίνην, ὥστε ἢ καὶ τῆς τέχνης ἀφαιρετέον τὸ | |
25 | ἕνεκά του ἢ καὶ τῇ φύσει συγχωρητέον· ἀμφότερα γὰρ ἐπὶ τὸ πλεῖστον μὲν κατορθοῦσιν, ἐν οἷς καὶ μάλιστα φανερὸν τὸ οὗ ἕνεκα, ἐπ’ ἔλαττον δὲ ἁμαρτάνουσιν, ἀλλ’ ὅμως ἐμφαίνεται καὶ ἐν τούτοις, ὅτι ἐστοχάζοντο μέν τινος ἀγαθοῦ, διήμαρτον δὲ ἄκουσαι τοῦ τυχεῖν διὰ τὴν τῆς ὕλης ἀσθέ‐ νειαν. καὶ γὰρ ὅταν διαμαρτάνωσιν, οὐκ ἐκτοπίζεταί που μακράν, οὐδὲ | |
30 | πόρρω τοῦ προκειμένου τὸ σφάλμα. οὐδέποτε γοῦν ἐξ ἀνδρὸς πλάτανος | |
ἐτέχθη, ἀλλὰ μάλιστα μὲν ἀνήρ· εἰ δὲ μή, γυνή· εἰ δὲ μή, ζῷον· εἰ δὲ | 61 | |
5,262 | μή, σάρξ. καὶ ἡ κέγχρος ἢ συκῆν ἐποίησεν ἢ ἐρινεόν, οὐ δρῦν οὐδὲ ὄχνην· ἥ τε ἐλαία πάλιν ἐλαίαν ἢ κότινον· καὶ οὐ πλάτανον ἢ πίτυν. τοιαῦτα καὶ τὰ Ἐμπεδοκλέους ‘βουγενῆ‘ καὶ ‘ἀνδρόπρῳρα‘ ἐπὶ τῆς τῶν ζῴων συστάσεως, ἐλαιόπρῳρα δὲ ἐπὶ τῶν ζῴων οὐδὲ ἐκεῖνος ἐτόλμησεν εἰπεῖν, | |
5 | μᾶλλον δὲ οὐδὲ ἐπὶ τῶν φυτῶν ἀμπελογενῆ καὶ τοιαῦτα ἄλλ’ ἄττα δραμα‐ τουργῆσαι ἐθάρρησε, καίτοι μᾶλλον ἐχρῆν· ἧττον γὰρ ἐν τοῖς φυτοῖς τὸ ἕνεκά του. περιττὸν μὲν οὖν τερατολογίαν τοιαύτην λόγου τινὸς ἀξιῶσαι, ὅμως δὲ ῥητέον, ὡς εἰ καὶ ἐγένετο κατὰ τὴν ἐξ ἀρχῆς σύστασιν βουγενῆ καὶ ἀνδρόπρῳρα, οὕτως ἂν ἐγένετο ὡς τὰ τέρατα τοῦ σπέρματος ἐξασθε‐ | |
10 | νοῦντος καὶ διαφθειρομένης τινὸς ἀρχῆς, οὐκ εὐθὺς ἡμιτόμων ζῴων ἡμιτό‐ μοις συγκολλωμένων· οὐδὲ γὰρ τὸ ὁλοφυές, ὡς αὐτὸς ὀνομάζει, καὶ ὁλόκλη‐ ρον καὶ δυνάμενον σῴζεσθαι εὐθὺς ζῷον συνίσταται, ἀλλ’ ἀπὸ σπέρματος γίνεται κρατούσης τῆς μορφῆς. ὅλως δὲ οἱ τὸ ἕνεκά του τῆς φύσεως ἀφαιρούμενοι 〈τὸ〉 τί ἐστι καὶ τὸ ὄνομα αὐτῆς καταλείπουσιν· ὁ γὰρ φύσει | |
15 | μέν τινα γενέσθαι λέγων οὐχ ἕνεκά του δέ, μάτην καὶ τοὔνομα λέγει τῆς φύσεως· φύσει γάρ ἐστιν ὅσα ἀπό τινος ἀρχῆς ἐνυπαρχούσης κινού‐ μενα ἀφικνεῖται κατὰ τάξιν ἐπί τι τέλος, ἀλλ’ οὐκ ἐπὶ τὸ τυχὸν ἀπὸ τῆς τυχούσης ἀρχῆς. τοῦτο μὲν γὰρ ἐν τοῖς ἀπὸ τύχης συμβαίνει καθάπερ εἴρηται, ἐνταῦθα δὲ ὥρισται ἀφ’ ἑκάστης ἀρχῆς | |
20 | ἕκαστον τέλος καὶ κατορθοῦνται ἐπὶ τὸ πλεῖστον, οὐ σπανιάκις οὐδ’ ἐπ’ ἔλαττον ὥσπερ τὰ τυχηρά. τί οὖν ἀπὸ τύχης τὰ φύσει γίνεσθαι λέγουσιν; οὐκ ἔστι γὰρ συνάψαι φύσιν καὶ τύχην, εἰ μὴ τηνάλλως ὀνόματι συγκολλᾶν βούλοιο, ἐπεὶ τά γε ἐξ ἀμφοῖν σημαινόμενα παντελῶς ἀλλήλων διέστηκε. νὴ Δία· οὐ γὰρ ὁρῶμεν βουλευομένην τὴν φύσιν, ὥσπερ ὁρῶμεν τοὺς ἕνεκά | |
25 | του ποιοῦντας. οὕτω δ’ ἂν οὐδὲ ταῖς πολλαῖς τῶν τεχνῶν συγχωροῖεν τὸ | 62 |
5,263 | ἕνεκά του· οὐδὲ γὰρ ὁ τέκτων βουλεύεται, πότερον δεῖ πρίειν πρότερον ἢ ἀποξέειν, οὐδὲ ὁ γραμματιστής, πῶς αὐτὸν δεῖ γράφειν α β, οὐδὲ ὅταν γράφῃ Κλέωνα ἐπισκοπεῖται, τί πρότερον ἢ δεύτερον τῶν στοιχείων αὐτῷ γραπτέον· ὁ οἰκοδόμος ὡσαύτως οὐ βουλεύεται, πότερον τοὺς θεμελίους | |
5 | πρώτους ἢ τοὺς τοίχους ἢ τὴν ὀροφὴν ἐξεργαστέον, ὁ ὑφάντης, ὁ λαοξόος· ἀλλ’ ὥρισται καὶ τῶν ἔργων ἕκαστον καὶ ἡ τάξις ἡ φέρουσα ἐπὶ τὸ προ‐ κείμενον τέλος καὶ τὴν ὁδὸν ἕκαστος τῶν δημιουργῶν ὁδεύει τὴν τεταγμέ‐ νην. ὁμοίως δὲ καὶ ἡ φύσις· παράδειγμα γάρ ἐστι τῆς τέχνης. ἡ διαφορὰ δὲ ἐν τῷ τὴν μὲν ἔξω, τὴν δὲ ἔνδον εἶναι τοῦ ἔργου, ἐπεὶ θῶμεν ἐν | |
10 | τοῖς ξύλοις εἶναι τὴν τεκτονικήν, καὶ οὐκ ἂν ἕτερον τρόπον ἐργάσαιτο τὴν κλίνην, ἀλλὰ καθάπερ νῦν ἔξω οὖσα. ὥστε εἰ νῦν ἔχει τὸ ἕνεκά του, καὶ τότε ἂν εἶχεν ὁμοίως, ἡνίκα ἂν ὡς φύσις εἰργάζετο. μάλιστα δὲ ἔοικεν ἡ τέχνη τῇ φύσει, ὅταν αὐτός τις ἑαυτὸν ἰατρεύῃ. ἀλλ’ εἴρηται ἡ διαφορά. τοῦτο μὲν οὖν ἐκ τούτων ἄν τις ἱκανῶς πεισθείη. | |
15 | Μετὰ δὲ ταῦτα σκεπτέον, πῶς ἐν τοῖς φύσει τὸ ἀναγκαῖον καὶ πότερον τὰ φύσει γινόμενα ἁπλῶς ἐξ ἀνάγκης γίνεται, ὡς τὸ τέλος ἁπλῶς ἕπεσθαι τοῖς πρὸ αὐτοῦ γενομένοις, ἢ ὡς ἐνόμιζον οἱ φυσικοί, ἐν ταῖς τῆς ὕλης κινήσεσιν ἕπεσθαι τὰ γιγνόμενα ἐξ ἀνάγκης οἰόμενοι. ἔστι μέν πως τὸ ἀναγκαῖον ἐν τοῖς φυσικοῖς, οὐχ οὕτως δὲ ὡς ἐκεῖνοι λέγουσιν. ἐκεῖνοι | |
20 | μὲν γὰρ πάνυ γελοίως τὸ ἀναγκαῖον εἰσάγουσιν εἰς τὰ τῆς φύσεως ἔργα· φασὶ γὰρ ἐξ ἀνάγκης τὴν μὲν γῆν κάτω κεῖσθαι διότι βαρεῖα, τὸν δὲ αἰθέρα ἄνω διότι κοῦφος, ταῖς φυσικαῖς τῆς ὕλης κινήσεσιν προσάπτοντες τὴν ἀνάγκην τῶν γενομένων, ὥσπερ εἴ τις καὶ τὸν τοῖχον ἐξ ἀνάγκης νομίζοι, ὅτι τὰ μὲν βαρέα κάτω πέφυκε φέρεσθαι, τὰ δὲ κοῦφα ἐπιπολῆς, καὶ τῶν | |
25 | μὲν λίθων διὰ τὴν βαρύτητα κάτω πεσόντων, τῶν πλίνθων δὲ διὰ τὴν κουφότητα ἄνω καὶ ἔτι τῶν ξύλων, οὕτω τὸν τοῖχον συνεστηκέναι· ἐμβρον‐ τήτου γὰρ τοῦτό γε καὶ οὐδέποτε οἰκοδομουμένην οἰκίαν ἰδόντος. οὐχ οἱ λίθοι κατ’ αὐτούς, οὐδὲ αἱ πλίνθοι καὶ τὰ ξύλα κινούμενα, ὡς ἐπεφύκει, κατασκευάζουσιν οἰκίαν, ἀλλ’ ἡ σύνθεσις ἡ τοιάδε καὶ ἡ μορφὴ καὶ ἡ | |
30 | τέχνη, οὐκ ἄνευ μὲν ἐκείνων, οὐ μὴν δι’ ἐκεῖνα, προηγουμένως αὐτὴ | 63 |
5,264 | προελθοῦσα, τοὐναντίον δὲ δι’ αὐτὴν κἀκεῖνα παράγουσα. ἔστι μὲν καὶ ἡ ὕλη τῶν καθ’ αὑτὰ αἰτίων ὥσπερ εἰρήκαμεν, ἀλλὰ κυριωτέρα γε ἡ μορφὴ καὶ ὁ λόγος καὶ τὸ τί ἦν εἶναι καὶ οὐ τοῦτο ταῖς ἐκείνης κινήσεσιν ἐξ ἀνάγκης ἀκολουθεῖ, ἀλλ’ ἐκείνη μᾶλλον τῷ λόγῳ πέφυκε συναρμόζεσθαι. | |
5 | οὐδὲ γὰρ ἐπειδὴ σίδηρος, διὰ τοῦτο ἐξ ἀνάγκης γίνεται σμίλη καὶ ἄροτρον, ἀλλ’ ἐπειδὴ σμίλης καὶ ἀρότρου δεόμεθα, διὰ τοῦτο καὶ σίδηρον μεταλλεύ‐ ομεν· οἰκίας δὲ οἰκοδομούμεθα οὐκ, ἐπειδὴ πλίνθους ἔχομεν καὶ ξύλα· χρεία μὲν γὰρ καὶ τούτων, ἀλλ’ οὐ διὰ ταῦτα προηγουμένως οἰκοδομούμεθα, ἀλλὰ διὰ τὸ κρύπτειν ἄττα καὶ σῴζειν, ὅπερ ἐστὶ λόγος τῆς οἰκίας. ὁμοίως δὲ | |
10 | καὶ ἐν τοῖς ἄλλοις τοῖς ἕνεκά τινος γινομένοις. διὰ τί γίνεται χιτών; ἵν’ ἐνδυώμεθα. ἀλλὰ τοῦτο οὐκ ἄνευ ἐρίων· χρὴ τοίνυν ὑποκεῖσθαι τὰ ἔρια. διὰ τί γίνεται ὑποδήματα; ἵνα μὴ τριβώμεθα βαδίζοντες. ἀλλὰ τοῦτο οὐκ ἄνευ δερμάτων· φροντιστέον ἄρα πρῶτον τῶν δερμάτων. εἰ μὲν οὖν εἵπετο καὶ ἐρίῳ παντὶ τὸ χιτῶνι γίγνεσθαι καὶ δέρματι τὸ ὑποδήματι, ἐξ ἀνάγκης | |
15 | ἂν εἵπετο ταῖς ὕλαις τὰ εἴδη. νῦν δὲ πρίονι μὲν ὑποκεῖσθαι τὸν σίδηρον ἐξ ἀνάγκης καὶ θριγγίῳ λίθους, οὔτε δὲ τῷ σίδηρον εἶναι τὸ πρίονα γενέσθαι ἐξ ἀνάγκης ἀκολουθεῖ οὔτε τῷ λίθους ὑπάρχειν τὸ θριγγίον οἰκοδομεῖσθαι. ἔχει μὲν οὖν ἡ ὕλη τὸ ἀναγκαῖον, ἀλλ’ οὐ δι’ ἑαυτήν, ἀλλὰ διὰ τὴν μορφὴν καὶ τὸ εἶδος. ταύτῃ μὲν γὰρ οὐδὲν ἐξ ἀνάγκης | |
20 | ἀκολουθεῖ, αὐτὴ δὲ ἐξ ἀνάγκης ὀφείλει προϋποκεῖσθαι τῷ εἴδει, ὥστε οὐ τὸ τέλος ἐξ ἀνάγκης ἀκολουθεῖ τοῖς πρὸ αὐτοῦ, ἀλλ’ ὑποθεμένοις τοῦτο διὰ τὴν ὑπόθεσιν ταύτην τὸ ἀναγκαῖον ἕπεται καὶ ἡ ἐξ ἀνάγκης αἰτία. οὐκ ἄρα τὸ τέλος ἐξ ἀνάγκης, ἀλλὰ διὰ τὸ τέλος τὸ ἐξ ἀνάγκης. διὰ γὰρ τὸ τέλος ἡ ὕλη καὶ διὰ τὴν μορφὴν τὸ ὑποκείμενον, ἡ δὲ ὕλη καὶ τὸ ὑπο‐ | |
25 | κείμενον ἡ ἐξ ἀνάγκης αἰτία. οἱ μὲν οὖν μόνην αἰτίαν τὴν ὕλην τιθέμενοι καὶ ταῖς ἐκείνης φυσικαῖς κινήσεσιν ἕπεσθαι τὰ γινόμενα λέγοντες ἁπλῶς 〈ἂν〉 ἐξ ἀνάγκης γίγνεσθαι τὰ γιγνόμενα λέγοιεν· ἐπειδὴ ἀποδέδεικται ἡμῖν ἄλλη παρὰ τὴν ὕλην αἰτία κυριωτέρα, τὸ εἶδος, καὶ ταύτης ἕνεκεν ἡ ὕλη παραγομένη, οὐκ αὐτὴ παράγουσα τὴν μορφήν, οὐδ’ ἂν ἁπλῶς αἰτία λέγοιτο | |
30 | οὐδ’ ἂν ἁπλῶς ἀναγκαία, ἀλλ’ ἐξ ὑποθέσεως, καθάπερ ἡμῖν ἔθος πολλαχοῦ | |
λέγειν· ὑποθεμένοις γὰρ τὸ εἶδος οὕτως εὑρίσκεται καὶ τῆς ὕλης τὸ | 64 | |
5,265 | ἀναγκαῖον. τὸ δὲ ἐξ ὑποθέσεως ἀναγκαῖόν ἐστί πως καὶ ἐν τοῖς μαθή‐ μασιν· ὑποθεμένοις γὰρ τὰς προτάσεις ἐξ ἀνάγκης ἕπεται καὶ τὸ συμπέ‐ ρασμα, οὐ μέντοι, εἰ τὸ συμπέρασμα τοῦτο, ταδὶ πάντως καὶ τὰ λήμματα. δύναται γὰρ ταὐτὸν ἀποδείκνυσθαι διὰ πλειόνων, καθάπερ ἐν τοῖς ἀριθμοῖς· | |
5 | εἰ μὲν ε καὶ ε, πάντως ἐξ αὐτῶν τὰ δέκα, εἰ δὲ δέκα, οὐ πάντως ε καὶ ε· καὶ γὰρ ἑπτὰ καὶ τρεῖς καὶ ἓξ καὶ τέσσαρες, ὥστε οἷς τεθεῖσιν ἕπεται τὸ συμπέρασμα, ταῦτα οὐχ ἕπεται τεθέντι τῷ συμπεράσματι· μὴ ὄντος μέντοι γε ἀναγκαίου τοῦ συμπεράσματος, οὐδὲ αἱ προτάσεις ἔσονται ἀναγκαῖαι. ἆρ’ οὖν ὁμοίως ἔχει ταῦτα τοῖς φυσικοῖς τὸ ἐξ ὑποθέσεως ἀναγκαῖον; οὐδαμῶς, ἀλλὰ ἡ | |
10 | τάξις ἀντέστραπται· ἐνταῦθα μὲν γὰρ εἰ αἱ προτάσεις, καὶ τὸ συμπέρασμα, τουτέστιν εἰ τὰ πρῶτα, καὶ τὰ ὕστερον· ἐπὶ δὲ τῶν φύσει τοὔμπαλιν· εἰ γὰρ τὰ ὕστερον, καὶ τὰ πρῶτα· εἰ γὰρ ἡ μορφή, καὶ ἡ ὕλη, ἐπεὶ τά γε ἄλλα ὁμοίως ἔχει· ὡς ἐπὶ τῶν φυσικῶν ἐξ ἀνάγκης μὲν ἐδεῖτο τὸ εἶδος τῆς ὕλης, οὐχ εἵπετο δὲ ἐξ ἀνάγκης τῇ ὕλῃ, οὕτως ἐπὶ τῶν συλλογισμῶν | |
15 | ποιοῦσι μὲν ἐξ ἀνάγκης τὸ συμπέρασμα αἱ προτάσεις, ὄντος δὲ οὐκ ἐξ ἀνάγκης ὑπάρχουσιν. ἡ τάξις οὖν ἀνάπαλιν ἔχει, τάχα δὲ οὐδὲ αὕτη. σκόπει γάρ· ἐν ταῖς ποιητικαῖς τέχναις ἄλλη μέν ἐστιν τῆς θεωρίας ἀρχὴ κατὰ τὸν λόγον καὶ τὸ οὗ ἕνεκα, ἄλλη δὲ ἡ τῆς πράξεως. ἐπὶ γὰρ τῆς οἰκοδομικῆς τὸ μὲν εἶδος τῆς οἰκίας καὶ ὁ λόγος ἀρχὴ τῆς θεωρίας ἐστὶν | |
20 | καὶ οἱ θεμέλιοι δὲ τῆς πράξεως. ὅπου δὲ οὐκ ἔστι ποίησις οὐδὲ τάξις, ἐνταῦθα ἀκόλουθον μίαν ὑπολείπεσθαι τὴν ἀρχὴν τὴν κατὰ τὴν θεωρίαν τε καὶ τὸν λόγον· ἄλλη γὰρ οὐκ ἔνι. αὗται δέ εἰσιν αἱ προτάσεις, ὥστε εἰ ἐνταῦθα μὲν αἱ προτάσεις αἱ κατὰ τὸν λόγον ἀρχαὶ ἐκεῖ δὲ τὸ εἶδος, ἐν ἀμφοτέροις ἂν ὁμοίως ἡ ἀκολούθησις γένοιτο· ταῖς γὰρ κατὰ τὸν λόγον | |
25 | ἀρχαῖς ἕποιτο ἂν τὸ ἀναγκαῖον, ὅπερ ἐπὶ τῶν ποιητικῶν μὲν ὕλη, ἐπὶ δὲ | |
τῶν θεωρητικῶν τὸ συμπέρασμα. ἀπέφηνεν ἄρα διὰ πάντων πῶς ἔχει τὸ | 65 | |
5,266 | ἀναγκαῖον, ἡ ὕλη καὶ αἱ ταύτης κινήσεις τε καὶ ἀλλοιώσεις· ταύτης γὰρ χωρὶς ἀδύνατον γενέσθαι τὴν μορφὴν καὶ τὸ εἶδος. καὶ ἄμφω μὲν τῷ φυσικῷ τὰς αἰτίας ἐπισκεπτέον, μᾶλλον δὲ τὴν τοῦ οὗ ἕνεκεν (αἴτιον γὰρ τοῦτο τῆς ὕλης), ἔφην δὲ ἐπὶ τῶν φυσικῶν ταὐτὸν εἶναι τὸ εἶδος καὶ | |
5 | τὸ οὗ ἕνεκεν· αὕτη γὰρ ἀρχὴ μάλιστα γίνεται τοῦ λόγου καὶ τοῦ τί ἦν εἶναι, ὥσπερ καὶ ἐν τοῖς τεχνητοῖς, ἐπεὶ οἰκία τοιόνδε, τάδε δεῖ γενέσθαι καὶ ὑπάρχειν ἐξ ἀνάγκης καί, εἴπερ ὑγεία τοιονδί, τάδε γενέσθαι καὶ ὑπάρχειν ἐξ ἀνάγκης. οὕτω δὲ καὶ εἰ ἄνθρωπος, ταδὶ καὶ εἰ κύων, ταδί. ἐπὶ μὲν γὰρ τῶν τεχνητῶν οὐ συντρέχει πολλάκις τὸ εἶδος τῷ οὗ ἕνεκεν, | |
10 | ἐπὶ πολλῶν δὲ ἐμφαίνεται ἐν τῷ λόγῳ καὶ τὸ οὗ ἕνεκεν· οἰκία γὰρ ἐκ τοιῶνδε τοιόνδε σκέπης ἕνεκεν. ἐπὶ δὲ τῶν φύσει ταὐτόν ἐστιν. εἴτε δὲ τῶν φύσει γινομένων εἴτε τῶν κατὰ τέχνην λαμβάνοις, εὑρήσεις, ἂν ὡς φυσικὸς ἐξετάζῃς, ἐν αὐτῷ τῷ λόγῳ τὴν ὕλην καὶ τὸ ἀναγκαῖον αἴτιον περιεχό‐ μενον· ὁρισαμένοις γὰρ τὸ ἔργον τοῦ πρίειν, ὅτι διαίρεσις τοιάδε ξύλων, | |
15 | εὐθὺς ἐμφαίνεται ἡ τοῦ σιδήρου χρεία· καὶ οὕτω μὲν δύναται καὶ ἐξ ἐπι‐ λογισμοῦ τινος, πολλάκις δὲ καὶ ἐνεργείᾳ. τί ἐστιν ὀργή; ζέσις τοῦ περὶ καρδίαν αἵματος δι’ ὄρεξιν ἀντιλυπήσεως. ὥστε τῷ φυσικῷ γενήσονται μὲν οἱ λόγοι κατὰ τὸ εἶδος, ἐμπεριέξουσι δὲ καὶ τὴν ὕλην· τοιοῦτον γὰρ | |
τὸ φυσικὸν εἶδος, ὥστε ἀεὶ σὺν ὕλῃ καὶ ὑποκειμένῳ τινὶ θεωρεῖται. | 66 | |
5,2t67-101 | ΘΕΜΙΣΤΙΟΥ ΠΑΡΑΦΡΑΣΙΣ ΕΙΣ ΤΟ Γ ΦΥΣΙΚΗΣ ΑΚΡΟΑΣΕΩΣ. | |
5,267(2) | Ἐπεὶ δὲ τὴν φύσιν ὡρισάμεθα ἀρχὴν κινήσεως καὶ μεταβολῆς, δεῖ μὴ λανθάνειν τί ἐστιν κίνησις· ἀναγκαῖον γὰρ ἀγνοοῦντας αὐτὴν ἀγνοεῖν καὶ τὸν λόγον τῆς φύσεως. ὥσπερ δέ, ὅτι κίνησις τῷ λόγῳ τῆς φύσεως | |
5 | ἐμπεριέχεται, ἀναγκαῖος ὁ λόγος ὁ περὶ αὐτῆς, οὕτως εἴ τι τῷ περὶ κινή‐ σεως ὁρισμῷ εὑρίσκοιτο ἐμφαινόμενον, ἐφεξῆς καὶ περὶ τούτου διαλεκτέον. ἐμφαίνεται δὲ εὐθὺς τῷ τῆς κινήσεως λόγῳ τὸ συνεχές, τούτῳ δὲ πάλιν τὸ ἄπειρον· τὴν μὲν γὰρ κίνησιν τῶν συνεχῶν εἶναί φαμεν· ὁριζόμενοι δὲ τὸ συνεχὲς ἔσθ’ ὅτε συγχρώμεθα τῷ ἀπείρῳ· λόγος γάρ τις καὶ οὗτος | |
10 | τοῦ συνεχοῦς ‘συνεχές ἐστι τὸ εἰς ἄπειρα διαιρετόν‘, ὥστε πρώτως ἂν ὑπάρχοι τὸ ἄπειρον τῷ συνεχεῖ ποσῷ καὶ οὐ τῷ διωρισμένῳ· τοῦ μὲν γὰρ συμπληροῖ τὸν ὁρισμόν, τοῦ δὲ οὐδαμῶς. ὁ μὲν δὴ τοῦ ἀπείρου λόγος οὕτως ἔχεται τοῦ περὶ κινήσεως ἐφεξῆς, ἀλλὰ καὶ ὁ περὶ τόπου 〈καὶ ὁ περὶ χρόνου〉 καὶ ὁ περὶ κενοῦ· τὰ μὲν γὰρ ἀναγκαίως ὑπάρχει κινήσει, | |
15 | τόπος καὶ χρόνος, τὸ κενὸν δὲ οἱ φυσικοὶ νομίζουσι. σκεπτέον οὖν, εἴτε ὀρθῶς ὑπολαμβάνουσιν εἴτε μή. ἀλλὰ καὶ κοινὰ τοῖς φυσικοῖς σώμασι ταῦτα ἡ κίνησις ὁ τόπος ὁ χρόνος· ἔφην δὲ καὶ ἀρχόμενος ἐπιστημονικώ‐ τερον εἶναι τῶν ἰδίων ἑκάστου τὰ κοινὰ πρότερα θεωρεῖν. Λέγομεν δὴ περὶ κινήσεως πρῶτον ὅσα χρήσιμα πρὸς τὸν λόγον | |
20 | αὐτῆς ὑπειπόντες. τῶν ὄντων τὰ μὲν ἐντελεχείᾳ μόνον, οἷον τὰ ἄυλα εἴδη καὶ πρῶτα· οὐδὲν γὰρ ἄλλο γενέσθαι δυνατὸν παρ’ ἅ ποτέ ἐστιν ἐξ | |
ἀρχῆς· τὰ δὲ ἐντελεχείᾳ τε καὶ δυνάμει, οἷον τὰ σύνθετα ἐξ ὕλης καὶ | 67 | |
5,268 | εἴδους, ἐντελεχείᾳ μὲν ὅτι ἔχει τινὰ ἤδη μορφήν, δυνάμει δὲ ὅτι καὶ ἑτέραν οἷά τε δέξασθαι· τὸ δὲ αἰθέριον σῶμα κατὰ μὲν τὴν οὐσίαν ἐντε‐ λεχείᾳ μόνον ἐστίν (οὐ γὰρ ἂν μεταβάλλοι ποτὲ κατ’ οὐσίαν), μετέχει δέ πως καὶ τοῦ δυνάμει διὰ τὴν κίνησιν τὴν τοπικήν· οὐ γὰρ πανταχοῦ ἅμα | |
5 | ἐστίν. ὅσα δὲ ἐντελεχείᾳ ἐστίν, ἢ ὡς οὐσίαι εἰσὶν ἢ ὡς ποσὰ ἢ ὡς ποιὰ ἢ ὥς τις ἄλλη κατηγορία. εἶεν. τοῦτο μὲν δὴ κείσθω χωρὶς λόγου τὸ εἶναί τινα τῶν ὄντων ἔχοντα καὶ τὸ δυνάμει. Πάλιν δὲ ἕτερον δεύτερον καὶ οὐδὲν ἔλαττον ἐναργές. φημὶ γὰρ τοῦ πρός τι μὴ μόνον εἶναι τὸ καθ’ ὑπεροχὴν καὶ κατ’ ἔλλειψιν, τὸ ἄνισον | |
10 | καὶ τὸ μεῖζον ἢ μικρότερον, ἀλλ’ εἶναι πολλὰ μὲν καὶ ἕτερα εἴδη τοῦ πρός τι, τὸ καθ’ ὁμοιότητα τὸ κατ’ ἰσότητα καὶ πολλὰ ἕτερα, εἶναι δ’ οὖν καὶ τὸ ποιητικὸν καὶ τὸ παθητικὸν τοῦ πρός τι· λέγεται γὰρ πρὸς ἄλληλα φανερῶς, ὥστε καὶ τὸ κινητικὸν πρὸς τὸ κινητὸν καὶ τοῦτο αὖ πρὸς ἐκεῖνο. ἔστω οὖν ἡμῖν καὶ τοῦτο εὐπρεπὲς τὸ λέγεσθαι ταῦτα πρὸς | |
15 | ἄλληλα. Τρίτον πρὸς τούτοις, ὅτι ἡ κίνησις ἐν τοῖς κινοῦσι καὶ κινουμένοις καὶ οὐ καθ’ αὑτὸ οὐδὲ χωριστόν. εἰ δὲ ἐν τοῖς κινοῦσιν καὶ κινουμένοις, δηλονότι τοσαυταχῶς ἂν εἴη κίνησις, ὁσαχῶς ἂν κινῆται καὶ μεταβάλλῃ τὰ κινούμενα, μεταβάλλει δὲ ἢ κατ’ οὐσίαν ἢ κατὰ ποιότητα ἢ κατὰ ποσὸν ἢ | |
20 | κατὰ τόπον. πολλαχῶς οὖν ἡ κίνησις. εἰ μὲν γὰρ ἦν τι κοινὸν γένος τῶν εἰρημένων κατηγοριῶν ἐν αἷς ἡ κίνησις, ἐξ ἀνάγκης ἂν καὶ ἡ κίνησις ἦν πρῶτον ἐν ἐκείνῳ τῷ γένει καὶ οὐκ ἂν ἐλέγετο πολλαχῶς, ἀλλ’ ὥσπερ ἐκεῖνο γένος ὑπῆρχε τῶν τεσσάρων κατηγοριῶν, οὕτω καὶ ἡ κίνησις ἀεὶ ἡ ἐν ἐκείνῳ γένος ἂν ἦν τῶν κινήσεων τῶν ἐν ταῖς ὑπ’ ἐκεῖνο τὸ γένος. | |
25 | νῦν δὲ ὡσαύτως ἕξει ἡ κίνησις, ὥσπερ ἔχει τὰ πράγματα ἐν οἷς ἐστιν. ἐπεὶ οὖν διαφέροντες οἱ λόγοι τῶν προειρημένων γενῶν, διαφέροντες καὶ οἱ λόγοι τῶν κινήσεων, ὥστε εἰ καὶ ἕνα ὁρισμὸν ἐπιχειροίημεν τῆς κινήσεως ἀποδιδόναι, ἰστέον ὅτι καὶ αὐτός ἐστι τῶν πολλαχῶς λεγομένων. Κείσθω δὴ καὶ τοῦτο πρὸς τοῖς εἰρημένοις τὴν κίνησιν εἶναι τῶν | |
30 | πολλαχῶς λεγομένων. ἔτι πρὸς τούτοις, ὅτι τούτων ἕκαστον ἐν οἷς εἴπομεν εἶναι τὴν κίνησιν, διχῶς ἐστί τι καὶ λέγεται ἢ ὡς ἄμεινον ἢ ὡς φαυλό‐ τερον. ἐπὶ μὲν οὖν τῆς οὐσίας τὸ διττὸν τὸ εἶδος καὶ ἡ στέρησις, ἐπὶ δὲ | |
τοῦ ποσοῦ τὸ μὲν τέλειον τὸ δὲ ἀτελές, ἐπὶ δὲ τοῦ ποιοῦ τὸ μὲν μέλαν | 68 | |
5,269 | τὸ δὲ λευκὸν ἢ ἕτερα ἄττα τῶν ἐναντίων, ἐπὶ δὲ τοῦ τόπου τὸ μὲν ἄνω τὸ δὲ κάτω. ἐπεὶ τοίνυν καὶ ἡ κίνησις οὐδὲν ἄλλο παρὰ ταῦτά ἐστιν, εἰκότως καὶ αὐτὴ διττή τις ἂν εἴη καθ’ ἕκαστον γένος. πῶς δὲ ἕξει τοῦτο, ἐν τοῖς ἐφεξῆς ἐροῦμεν· νῦν δὲ ἀποδῶμεν, τί ἐστιν κίνησις, | |
5 | προσχρώμενοι τοῖς ὡρισμένοις. ἔκειτο δὴ πρῶτον ἡμῖν καθ’ ἕκαστον γένος τῶν ὄντων εἶναι, οἷς ἐνυπάρχει καὶ τὸ ἐντελεχείᾳ καὶ τὸ δυνάμει. λέγω τοίνυν κίνησιν εἶναι τὴν τοῦ δυνάμει κινητοῦ ἐντελέχειαν ᾗ τοιοῦτον. τί οὖν πρόσκειται ‘ᾗ τοιοῦτον‘; ἵνα ἐντελέχεια γένηται μενούσης ἔτι καὶ σῳ‐ ζομένης τῆς δυνάμεως, ἧσπερ ἦν ἐντελέχεια· διττὴ γὰρ ἐφ’ ἑκάστου ἡ | |
10 | ἐντελέχεια, οἷον ἐπὶ τοῦ χαλκοῦ τοῦ δυνάμει ἀνδριάντος· ἐντελέχεια γὰρ αὐτοῦ ἐστιν καὶ ὅταν γίνηται ἀνδριάς, ἐντελέχεια καὶ ὅταν γένηται ἤδη. ἀλλ’ αὕτη μὲν ἡ ἐντελέχεια οὐκέτι σῳζομένης ἐστὶ τῆς δυνάμεως καθ’ ἣν ἠδύνατο γενέσθαι ἀνδριάς. ἤδη γάρ ἐστιν καὶ οὐκέτι ἔχει τὸ δυνάμει, διὸ καὶ τελειότης οὐ τῆς δυνάμεως αὕτη (πῶς γὰρ ἣν φθείρει;), ἀλλὰ τοῦ | |
15 | πράγματος ἐν ᾧ ἡ δύναμις ἦν. ἡ δὴ πρότερον ῥηθεῖσα ἐντελέχεια καθ’ ἣν ἐγίνετο ἀνδριάς, εἰ τὸ δυνάμει διαφυλάττει τὴν τοιαύτην ἐντελέχειαν, κίνησιν λέγω καὶ τελειότητα τῆς δυνάμεως. πᾶσα γὰρ τελειότης σῴζει ὃ τελειοῖ· ἕως μὲν γὰρ ἡ δύναμις σῴζεται, σῴζεται καὶ ἡ κίνησις, παυσα‐ μένης δὲ παύεται. παύεται δὲ ἡ δύναμις, ἡνίκα ἂν τὸ εἶδος ἐπιγένηται | |
20 | καὶ ἡ μορφή. ἄλλο δὲ ἐν ἑκάστῳ γένει τὸ δυνάμει καὶ καθό ἐστι τὸ δυνάμει, κατὰ τοῦτό ἐστι καὶ ἡ κίνησις, οἷον τοῦ μὲν ἀλλοιωθῆναι δυνα‐ μένου καὶ γενέσθαι, εἰ τύχοι, μέλανος ἢ λευκοῦ ἢ ἐπὶ τὸ λευκὸν ὁδὸς ἐκ τοῦ μέλανος ἢ ἐπὶ τὸ μέλαν ἐκ τοῦ λευκοῦ. ἀμφοτέρας δὲ τὰς ὁδοὺς ἀλλοίωσιν ὀνομάζω, τοῦ δὲ αὐξηθῆναι δυναμένου ἢ μειωθῆναι αὔξησιν καὶ | |
25 | φθίσιν (οὐ γὰρ ἔχω κοινὸν ὄνομα ἐπ’ ἀμφοῖν ὡς ἐκεῖ τὴν ἀλλοίωσιν), τοῦ δὲ γενητοῦ καὶ φθαρτοῦ γένεσιν καὶ φθοράν, τοῦ δὲ φορητοῦ φοράν· πάλιν γὰρ ἐπὶ τούτου διττὴ μὲν ἡ ὁδός· ἢ γὰρ ἄνω ἢ κάτω, ἢ ἔμπροσθεν ἢ ὄπισθεν, ἢ εἰς δεξιὰ ἢ εἰς ἀριστερά, ἓν δὲ ὄνομα ἐπὶ πασῶν ἡ φορά. διχῶς οὖν ἡ κίνησις καθ’ ἕκαστον γένος· ἔκειτο γὰρ ἡμῖν καὶ τοῦτο διχῶς | |
30 | ἕκαστον τῶν γενῶν λέγεσθαι, ἔκειτο δὲ αὖ πάλιν τὸ μηδὲν εἶναι τὴν κίνησιν παρὰ τὰ πράγματα. ταῦτα μὲν οὖν ἐκ τῶν προδιωρισμένων. ὅτι δὲ τοιοῦτόν ἐστιν ἡ κίνησις, δῆλον καὶ ἐξ ἄλλου παραδείγματος. τὸ γὰρ | |
οἰκοδομητὸν ὅταν ἐνεργείᾳ γένηται οἰκοδομούμενον, σῷζον ἔτι καὶ τὸ | 69 | |
5,270 | δυνάμει, τότε κινεῖται, ὡς ὅταν γε οἰκοδομηθῇ παντελῶς, οὔτε τὸ δυνάμει σῴζει λοιπὸν οὔτε κινεῖται. εἰ οὖν ἡ τοῦ οἰκοδομητοῦ ἐντελέχεια μένοντος οἰκοδομητοῦ οἰκοδόμησίς ἐστιν, ἡ δὲ οἰκοδόμησις κίνησις, ἡ τοῦ οἰκοδομη‐ τοῦ ἄρα ὡς οἰκοδομητοῦ ἐντελέχεια κίνησίς ἐστι καὶ ἡ τοῦ αὐξητοῦ ἄρα | |
5 | ὡς αὐξητοῦ καὶ ἡ τοῦ φορητοῦ ὡς φορητοῦ. ἔστι δὴ καὶ μεταλαμβάνοντα εἰπεῖν κίνησιν εἶναι τὴν τοῦ δυνάμει ὄντος πρώτην ἐντελέχειαν· ὑστάτη μὲν γὰρ ἡ εἰς τὸ εἶδος μεταβολὴ ἐν ᾧ ἠρεμεῖ λοιπόν, πρώτη δὲ ἡ ἐπ’ ἐκεῖνο πορεία ἥτις ἔτι κίνησίς ἐστιν. ἀλλ’ ἐπειδὴ καὶ τὸ εἶδος ἐντελέ‐ χειαν λέγομεν τὴν κυρίως τε καὶ ἁπλῶς, δῆλον ὡς ἡ ἐπὶ τὸ εἶδος πορεία | |
10 | ἐστὶν ἐπ’ ἐντελέχειαν τὴν κυρίως τε καὶ ἁπλῶς. οὐκοῦν οὐδὲ ἁπλῶς ἐντελέχεια. πῶς γὰρ ἡ ἐπὶ τὴν τοσαύτην πορευομένη ἀλλ’ ἀτελὴς ἐντε‐ λέχεια; οὕτως οὖν ἡ κίνησις ἐντελέχεια οὐχ ὡς κυρίως οὐδὲ ἁπλῶς, ἀλλ’ ὡς ἀτελής. οὐ μὴν καὶ ἐνέργεια ἀτελής, ἀλλ’ ὡς ἐνέργεια τέλειος. ἐπεὶ δὲ ἔνια τὰ αὐτὰ καὶ δυνάμει καὶ ἐντελεχείᾳ ἐστίν, οἷον τὸ ὕδωρ ἐντελε‐ | |
15 | χείᾳ μὲν θερμόν, δυνάμει δὲ ψυχρόν, ἀλλ’ οὐχ ἅμα οὐδὲ πρὸς ταὐτόν, ἀλλ’ εἰ μὲν πρὸς τὸ αὐτό, οὐχ ἅμα· οὐ γὰρ οἷόν τε θερμὸν εἶναι καὶ δυνάμει καὶ ἐνεργείᾳ· εἰ δὲ ἅμα, οὐ πρὸς τὸ αὐτό, ἀλλὰ ψυχρὸν μὲν δυνάμει, θερμὸν δὲ ἐνεργείᾳ· ἐπεὶ οὖν τινα τοιαῦτά ἐστιν, συμβαίνει ἅμα κινεῖν τε καὶ κινεῖσθαι πολλοῖς ὑπ’ ἀλλήλων καὶ ποιεῖν καὶ πάσχειν, οἷον | |
20 | ὁ πρίων πρίσει τε καὶ ἀμβλυνθήσεται, ἀλλ’ οὐ κατὰ ταὐτὸν οὐδὲ ἅμα, ἀλλὰ πρίσει μὲν κατὰ τὸ εἶδος, κατὰ δὲ τὴν ὕλην ἀμβλυνθήσεται. ὁ μὲν γὰρ σίδηρος ἀμβλύνεται, πρίσει δὲ οὐχ ὁ σίδηρος ἀλλὰ ἡ μορφή. καὶ τὸ πῦρ θερμαίνει τε καὶ ψύχεται ἅμα ὑπὸ τοῦ θερμαινομένου, ἀλλὰ θερμαίνει μὲν καθό ἐστιν ἐνεργείᾳ θερμόν, ψύχεται δὲ καθό ἐστι δυνάμει ψυχρόν. | |
25 | πᾶν γὰρ ἁπλῶς τὸ δυνάμει τε ὂν καὶ ἐντελεχείᾳ, καὶ κινοῦν φυσικῶς ἀντι‐ κινεῖται ὑπὸ τοῦ κινουμένου, ἀλλὰ κινεῖ μὲν καθό ἐστιν ἐντελεχείᾳ, ἀντι‐ κινεῖται δὲ καθό ἐστι καὶ δυνάμει, τουτέστι κινεῖ μὲν κατὰ τὸ εἶδος, ἀν‐ τικινεῖται δὲ κατὰ τὴν ὕλην. οὐ πάντα δὲ ἁπλῶς τὰ κινοῦντα φυσικῶς ἀντικινεῖται, ἀλλὰ κινεῖ μὲν πάντα, ἀντικινεῖται δὲ μόνα τὰ ἔχοντα κατ’ | |
30 | οὐσίαν καὶ τὸ δυνάμει καὶ τὸ εἶδος. καίτοι δοκεῖ τισιν οὐ τὰ φυσικῶς μόνον κινοῦντα κινεῖσθαι, ἀλλὰ καὶ πάντα ἁπλῶς τὰ κινοῦντα. τοῦτο μὲν δὴ καὶ εἰσαῦθις ἐπισκεψόμεθα, τέως δὲ ἐπανέλθωμεν ἐπὶ τὸν ὁρισμὸν | |
τῆς κινήσεως. ὅταν δή τι ἄλλο ὂν ἐνεργείᾳ δυνάμει ἄλλο ᾖ, ἡ ἐνέργεια | 70 | |
5,271 | αὐτοῦ, ἣ καθὸ δυνάμει ἐστί, κίνησίς ἐστιν· οὐδὲν γὰρ ἁπλῶς δυνάμει ὂν μόνον, ἐνεργείᾳ δὲ οὐδὲν ἂν κινηθείη ποτ’ ἄν. διὰ τοῦτο οὐδὲ ἡ ὕλη κινεῖται καθ’ ἑαυτήν, ὅτι μηδὲ ἔστι καθ’ ἑαυτὴν ἐνεργείᾳ. δεῖ οὖν ἐνερ‐ γείᾳ τι εἶναι καὶ ἐνεργεῖν οὐ καθό τί ἐστιν, ἀλλὰ καθὸ δύναται εἶναι ἄλλο | |
5 | τι, λέγω δὲ τὸ ‘καθὸ δύναται‘· τοῦτον τὸν τρόπον· ἔστι γὰρ ὁ χαλκὸς δυνάμει ἀνδριάς, ἀλλ’ ὅμως οὐχ ἡ τοῦ χαλκοῦ ἐντελέχεια, ᾗ χαλκός, κίνησίς ἐστιν (ἠρεμεῖ γὰρ καθὸ χαλκός), ἀλλ’ ἡ τοῦ δυνάμει αὐτῷ προ‐ σόντος, ὑπάρχει δὲ αὐτῷ δυνάμει τὸ ἀνδριάντι γενέσθαι, ἡ δὴ τούτου ἐνέργεια κίνησίς ἐστιν. οὐδὲν δὲ κωλύει καθὸ μὲν χαλκός ἐστιν, ἠρεμεῖν, | |
10 | καθὸ δὲ δυνάμει ἀνδριάς, κατὰ τοῦτο κινεῖσθαι· οὐ γὰρ ταὐτὸν ἁπλῶς χαλκῷ τε εἶναι καὶ δυνάμει ἀνδριάντι· ἦν γὰρ ἂν καὶ τῷ λόγῳ ταὐτόν, νῦν δὲ ἕτερα ταῦτα κατὰ τὸν λόγον, εἰ καὶ κατὰ τὸ ὑποκείμενον ἕν. καὶ τοῦτο δέδεικται μέν, οὐδὲν δὲ κωλύει καὶ νῦν ἔτι σαφέστερον ἐπιδεῖξαι. οὐκ ἔστι ταὐτὸν τῷ λόγῳ σώματί τε εἶναι καὶ δύνασθαι ὑγιαίνειν ἢ καὶ | |
15 | δύνασθαι νοσεῖν· τὸ μὲν γὰρ σῶμα ἓν καὶ ταὐτὸν ἑαυτῷ, τὸ δὲ δύνασθαι ὑγιαίνειν καὶ δύνασθαι νοσεῖν οὐ μόνον ἕτερα ἀλλήλων, ἀλλὰ καὶ ἐναντία· καὶ γὰρ αἱ ἐνέργειαι αὐτῶν ἐναντίαι. εἰ δὲ ταὐτὸν ἦν τὸ σῶμα ταῖς δυνά‐ μεσιν, ἦσαν ἂν αἱ αὐταὶ καὶ αἱ δυνάμεις ἀλλήλαις. πάλιν οὐκ ἔστι ταὐτὸν τῷ λόγῳ χρώματί τε εἶναι καὶ ὁρατῷ εἶναι (χρῶμα μὲν γάρ ἐστι τὸ | |
20 | κινητικὸν τοῦ κατ’ ἐνέργειαν διαφανοῦς, ὁρατὸν δὲ τὸ συμβεβηκὸς τῷ χρώματι ἢ ὃ οἷόν τε ὁραθῆναι † καὶ τὸ ὁρατόν) οὐδὲ μὴν ψόφῳ καὶ ἀκουστῷ οὐδὲ δὴ θερμῷ καὶ ἁπτῷ· οὐδὲ ἁπλῶς τῷ κατ’ ἐνέργειαν ὄντι τὰ δυνάμει αὐτῷ προσόντα. δῆλον οὖν ὡς οὐδὲν ψεῦδος, οὐδὲ ταὐτὸν ἄρα ἠρεμεῖν μὲν καθό ἐστιν ἐνεργείᾳ, κινεῖσθαι δὲ καθό ἐστι καὶ δυνάμει. ὅτι | |
25 | δέ ἐστι τοιαύτη τις ἐνέργεια σῴζουσα τὸ δυνάμει, δῆλον ἐντεῦθεν. ἐνδέ‐ χεται γὰρ ἕκαστον ὁτὲ μὲν ἐνεργεῖν καθὸ δύναται, ὁτὲ δὲ μηδέ πω, οἷον | |
τὸ οἰκοδομητὸν ὅ ἐστι δυνάμει, ποτὲ μὲν ἐνεργεῖν ὡς οἰκοδομητόν, ὅταν | 71 | |
5,272 | οἰκοδομῆται, ποτὲ δ’ οὔ, οἷον εἰ κέοιντο ἁπλῶς οἱ λίθοι καὶ ὁ πηλὸς μηδέπω κινούμενοι ὑπὸ τοῦ τεχνίτου. ἔστιν οὖν τις αὐτοῦ ἐνέργεια ἡ φυλάσσουσα αὐτὸ οἰκοδομητὸν ἔτι. αὕτη δέ ἐστιν οἰκοδόμησις· εἰ γὰρ μὴ αὕτη, τίς ἄλλη; οὐ γὰρ δὴ τὴν οἰκίαν εἴποι τις ἄν· οὐ γὰρ ἔτι οἰκοδομη‐ | |
5 | τὸν αὕτη λαβοῦσά γε ἅπαξ τὴν μορφήν, ἡ δὲ οἰκοδόμησις σῳζομένου τοῦ οἰκοδομητοῦ γίνεται. ὥστε αὕτη ἐστὶν ἡ ἐνέργεια τοῦ οἰκοδομητοῦ. ἀλλ’ αὕτη ἡ ἐνέργεια κίνησις. οὔτε οὖν πρότερον, ἡνίκα μόνον οἰκοδομητὸν ἦν, ἐκινεῖτο οὔτε ὕστερον ἡνίκα ᾠκοδομήθη, ἀλλ’ ἐν τῷ μεταξὺ χρόνῳ, ἡνίκα ἐκ τοῦ δυνάμει ἐπὶ τὴν ἐντελέχειαν ἐπορεύετο. | |
10 | Ὅτι δὲ καλῶς ἐν τῇ τοῦ δυνατοῦ καθὸ δυνατὸν ἐνεργείᾳ τὴν κίνησιν ἐθέμεθα, δῆλον καὶ ἐξ ὧν ἕτεροι λέγουσιν, ἑτερότητα καὶ ἀνισό‐ τητα καὶ τὸ μὴ ὂν φάσκοντες εἶναι τὴν κίνησιν, ὧν εἴπερ τις κίνησις ἦν, οἷς τι τούτων ὑπῆρχε, τούτοις ἂν προσῆν πάντως καὶ ἡ κίνησις. πολλὰ δὲ ἕτερα μέν ἐστιν ἀλλήλων, οὐ κινεῖται δὲ διὰ τοῦτο· ἐμοὶ γὰρ | |
15 | ἑτερότης ὑπάρχει πρὸς τὸν ἵππον καὶ οὐ διὰ τοῦτο κινοῦμαι. ἀλλὰ καὶ ἄνισα τὰ δέκα τοῖς πέντε καὶ ὅμως οὐ κινεῖται διὰ τὸ ἄνισον. ‘ναί‘, φησίν, ‘ἀλλὰ τὴν ἐν αὐτῷ ἑτερότητα κίνησιν λέγομεν‘. ἀλλὰ καὶ ἐν αὐτῷ ἑτερότης μὲν πάντως, κίνησις δὲ οὔ. ἑτερότης γὰρ ἐν τοῖς μορίοις ἑκάστου καὶ πρὸς ἄλληλα καὶ ἔστιν ἑτερότης καὶ ἐν τῷ δυνάμει ἑκάστου καὶ ἐνερ‐ | |
20 | γείᾳ, ἀλλ’ ὅμως οὐκ εὐθὺς οὔτε ὧν τὰ μόρια πλείω, ταῦτα κινεῖται, οὔτε κατ’ ἄλλο μὲν δυνάμει ὄν, κατ’ ἄλλο δὲ ἐνεργείᾳ, ὡς χαλκὸς δυνάμει μὲν ἀνδριάς, ἐνεργείᾳ δὲ χαλκός, ὅμως ὅπερ εἶπον οὐδὲν τούτων, ἐπειδὴ ἐν αὐτῷ ἔχει τὴν ἑτερότητα, εὐθέως κινεῖται, ‘νὴ Δία, ἀλλὰ τὴν ἑτερότητα τὴν ὡς ἑτεροίωσιν λέγουσιν‘. οὐκοῦν οὐδὲν ἄλλο ἢ τὴν κίνησιν διὰ κινή‐ | |
25 | σεως ἀποδιδόασιν. ἡ γὰρ ἑτεροίωσις τί ἂν ἕτερον σημαίνοι; ἢ γὰρ ἀλλοί‐ ωσιν, εἴπερ ταὐτὸν σημαίνει τὸ ἕτερον καὶ τὸ ἄλλο ἢ μεταβολήν τινα. ἡμῖν δὲ ἡ ἐντελέχεια καὶ ἡ ἐνέργεια γένος ἐστὶ τῆς κινήσεως. οἱ δὲ τὸ μὴ ὂν φάσκοντες εἶναι τὴν κίνησιν (οὗτοι δὲ ἂν εἶεν οἱ Πυθαγόρειοι) μᾶλλον 〈ἂν〉 αὐτῆς λαμβάνοιντο, εἰ μὴ ὂν αὐτὴν οὕτω λέγουσιν, οὐχ ὡς μηδαμῆ | |
30 | μηδαμῶς ὄν, ἀλλ’ ὡς τοῦ κινουμένου μηδέπω τούτου κατ’ ἐνέργειαν ὄντος, | 72 |
5,273 | ἐφ’ ὃ κινεῖται, ἀλλ’ ἀτελοῦς ἔτι· τοιοῦτο γὰρ καὶ ἡμεῖς τὸ δυνάμει λέγο‐ μεν. ἀλλ’ ὅμως ἀσαφῶς οὗτοι. δόξειε γὰρ ἂν συμβεβηκός τι μᾶλλον τῇ κινήσει λέγειν, ἢ ὅ τι ποτέ ἐστιν ἀποδιδόναι· συμβέβηκε γὰρ τῇ κινήσει μὴ ὄν τί πως εἶναι, καθ’ ὃ τοῦ ὄντος ἐξίστησιν· ἀλλ’ οὐκ εἴ τινι | |
5 | συμβέβηκε μὴ ὄν τί πως εἶναι, εὐθὺς καὶ κινεῖται· οὕτω γὰρ πάντα ἦν ἐν κινήσει· ἕκαστον γὰρ τῶν ὄντων ἓν μέν ἐστιν, ἄπειρα δὲ οὐκ ἔστιν. ἀλλ’ εἴ τι μεταβάλλει, φήσουσιν, ἐξ ἑτερότητος εἰς ἑτερότητα μεταβάλλει, ἢ ἐξ ἀνισότητος εἰς ἀνισότητα. διὰ τί δὲ μᾶλλον οὐχὶ καὶ ἐκ ταὐτότητος εἰς ταὐτότητα; ἀπὸ γὰρ εἴδους εἰς εἶδος καὶ ἀπὸ χρώματος εἰς χρῶμα. | |
10 | αἴτιον δὲ αὐτοῖς τοῦ εἰς ἑτερότητα καὶ ἀνισότητα καὶ τὸ μὴ ὂν τιθέναι τὴν κίνησιν, ὅτι ἀόριστον δοκεῖ εἶναι ἡ κίνησις· ὅταν γὰρ ὁρισθῇ, παύεται. ἀόριστα δὲ αὐτοῖς καὶ τὰ προειρημένα πάντα ἐστὶν ἡ ἑτερότης ἡ ἀνισότης τὸ μὴ ὄν, καθάπερ γε καὶ αἱ ἄλλαι τῆς ἑτέρας συστοιχίας ἀρχαὶ πᾶσαι. πᾶσαι γὰρ κατὰ στέρησιν, οὐδὲν δὲ ὥρισται τῶν κατὰ στέρησιν λεγομένων, | |
15 | οὔτε ὡς τόδε, οὔτε ὡς τοιόνδε, οὔτε ὡς τοσόνδε, οὔτε ὡς ἄλλη τις κατη‐ γορία. ὑπόκειται δὲ τῆς ἱστορίας ἕνεκεν τὸ διάγραμμα ἑκατέρας τῆς συστοιχίας τῆς κατ’ εἶδος καὶ τῆς κατὰ στέρησιν. *** *** | |
20 | καὶ διὰ τοῦτο οὖν ἀόριστον ᾤοντο τὴν κίνησιν, καὶ ὅτι τῶν ὄντων διῃρη‐ μένων εἰς τὸ δυνάμει καὶ ἐνεργείᾳ ἐν οὐδετέρῳ τούτων ἡ κίνησις. οὔτε | |
γὰρ τὸ δυνάμει ποσόν, οἷον τὸ πηχυαῖον, κινεῖται ἐξ ἀνάγκης καὶ αὔξεται, | 73 | |
5,274 | οὔτε τὸ γενόμενον πηχυαῖον ἤδη, οὔτε τὸ δυνάμενον ἐλθεῖν Μέγαράδε ἔρχεται ἐξ ἀνάγκης οὔτε τὸ ἐλθὸν ἤδη, οὔτε τὸ δυνάμει λευκὸν λευκαί‐ νεται οὔτε τὸ λευκανθὲν ἤδη. ἀλλ’ οὔτε στέρησιν εἰπεῖν αὐτήν ἐστιν οἷόν τε· ἐν ὑπάρξει γάρ ἐστιν ἡ κίνησις, οὐ στερήσει, καὶ ἅμα οὐ πᾶν τὸ | |
5 | ἐστερημένον κινεῖται. διὰ τοῦτο δὲ χαλεπὸν ἐνομίσθη τὸ λαβεῖν αὐτὴν καὶ γνῶναι τί ἐστιν. εἰ γὰρ ἢ εἰς στέρησιν ἀναγκαῖον θεῖναι αὐτὴν ἢ εἰς δύναμιν ἢ εἰς ἐνέργειαν, τούτων δὲ οὐδὲν φαίνεται ἐνδεχόμενον τοῖς ἁπλῶς λέγουσιν, λείπεται ὁ προειρημένος τρόπος ἐνέργειαν μέν τινα εἶναι, τοιαύτην δὲ ἐνέργειαν οἵαν εἴπομεν χαλεπὴν μὲν ἰδεῖν, ἐνδεχομένην δὲ εἶναι. ποίαν | |
10 | οὖν εἴπομεν, ἀναμνησθῶμεν πάλιν· καὶ γὰρ δὶς καὶ τρὶς καὶ πολλάκις τοῦ σαφοῦς ἕνεκεν ταῦτα ῥητέον. διττὸν εἶδός ἐστιν ἐν ἑκάστῳ τῆς ἐνεργείας, ἓν μὲν ὅταν ἤδη τελειωθῇ καὶ ἀπολάβῃ τὴν αὑτοῦ φύσιν, οἷον ὀφθαλμός, ὅταν ἤδη γένηται ὀφθαλμός, ἐνέργειαν ἔχει τὴν ὅρασιν, αὕτη δὲ ἡ ἐνέρ‐ γεια τῆς μορφῆς οὐδὲν διαφέρει· τοῦτο γάρ ἐστιν ὀφθαλμῷ εἶναι τὸ ὁρᾶν | |
15 | κατ’ ἐνέργειαν οὕτως. καὶ οὐ λέγω ταύτην τὴν ἐνέργειαν κίνησιν· μορφὴ γάρ ἐστι καὶ εἶδος καὶ ἠρεμίᾳ μᾶλλον προσέοικεν. ἄλλη δέ ἐστιν ἐνέρ‐ γεια ἡ τοῦ δυνάμει ὄντος ἐν τῷ πράγματι σῴζουσα αὐτοῦ τὸ δυνάμει, οἷον ὄμματος ἡ περιαγωγὴ κόρης· καὶ γὰρ ὅταν περιάγηται, ἔχει τὴν δύ‐ ναμιν τοῦ περιάγεσθαι. αὕτη δέ ἐστι καὶ ἀτελής (σπεύδει γὰρ ἐπὶ τὸ | |
20 | τέλος) καὶ τοῦ δυνάμει ἐστίν, πᾶν δὲ ἀτελὲς καθὸ δυνάμει. διότι μὲν ὅλως ἐκβέβηκε τὸ δυνάμει, διὰ τοῦτο ἐνέργειαν αὐτὴν λέγομεν, διότι δὲ συνεφέλκεται αὐτὸ καὶ συνδιατηρεῖ, διὰ τοῦτο ἐνέργειαν ἀτελῆ καὶ τὴν τοιαύτην ἐνέργειαν ἐθέμεθα εἶναι κίνησιν. ταύτῃ μὲν ἀποχρώντως. Πάλιν δὲ ἀναλαβόντες λέγομεν, ὅτι κινεῖται καὶ τὸ κινοῦν ὥσπερ | |
25 | εἴρηται, ἀλλ’ οὐ πᾶν, ἀλλ’ ὅσον δυνάμει κινητόν ἐστιν, τουτέστιν ὅσον ποτὲ καὶ οὐ κινεῖται, καὶ οὗ ἡ ἀκινησία ἠρεμία ἐστίν. οἷς γὰρ κίνησις ὑπάρχει, ταῦθ’ ὅταν μὴ κινῆται, ἠρεμεῖν λέγεται. εἰκότως δὲ τὸ τοιοῦ‐ τον κινοῦν καὶ κινεῖται· ἔχει γὰρ τὸ δυνάμει. δεῖ γὰρ αὐτὸ ἐξ ἐνεργείας μεταβάλλειν καὶ οὕτως ἐνεργῆσαι πρὸς τὸ κινητὸν ὑπ’ αὐτοῦ. διὰ τοῦτο | |
30 | οὖν ἀντικινεῖται. διὰ τοῦτο οὖν καὶ ἀντιπάσχει· καθὸ μὲν γάρ ἐστι ἐνερ‐ γείᾳ, ποιεῖ, καθὸ δὲ δυνάμει, πάσχει. τοῦτο δὲ ἐν ἀμφοτέροις τῷ τε κινοῦντι καὶ τῷ κινουμένῳ· ἐν ἀμφοῖν γὰρ τό τε ἐντελεχείᾳ καὶ τὸ δυνά‐ | |
μει, ὥσπερ ἴσα ἀντιδιδόντων κατὰ μὲν τὸ ἐντελεχείᾳ τὸ ἀντιποιεῖν, κατὰ | 74 | |
5,275 | δὲ τὸ δυνάμει τὸ πάσχειν. ἅπαντα μὲν οὖν τὰ κινοῦντα παραθίξει καὶ ἁφῇ τῶν κινουμένων ἐνεργεῖ πρὸς αὐτά, ἀντικινεῖται δὲ μόνα ὅσα δυνάμει ἐστὶ κινητά. ἆρα οὖν ἔχει καλῶς ὁ τῆς κινήσεως ὁρισμὸς καὶ πᾶσα ἡ τοῦ δυνατοῦ καθὸ δυνατὸν ἐντελέχεια κίνησίς ἐστιν; ἤ τι προσδιοριστέον; | |
5 | φαίη γὰρ ἄν τις, ὅτι τὸ δυνάμει δεξιόν, ὅταν γένηται δεξιὸν ἐνεργείᾳ μεταστάντος ἐμοῦ πρὸς τὰ εὐώνυμα, μεταβάλλει μὲν εἰς ἐντελέχειαν ἐκ τοῦ δυνάμει, οὐ κινεῖται δέ. λέγεται μὲν οὖν καὶ τοῦτο καλῶς πρὸς τοὺς ἀποροῦντας, ὅτι τὸ δυνάμει εὐώνυμον ἐκινήθη, μία δὲ ἡ δύναμις τῶν πρός τι· αὕτη γὰρ ἡ σχέσις ἢ δύναμίς ἐστιν ἢ ἐνέργεια ἐν ᾗ καὶ τὸ | |
10 | δεξιὸν καὶ τὸ εὐώνυμον πρὸς ἄλληλα ἔστι τε καὶ λέγεται, ὥστε εἰ τὸ ἕτερον ἐκινήθη, πάντως που καὶ τὸ ἕτερον. ἐγὼ δέ φημι τὴν κατὰ πρός τι ἐνέργειαν μὴ διασῴζειν τὸ δυνάμει, ἀλλὰ ἀθρόαν γίνεσθαι μεταβολὴν ἐκ τοῦ δυνάμει εἰς ἐντελέχειαν. μία οὖν ἐνέργεια ἐπ’ αὐτῶν θεωρεῖται ἡ κυρίως τε καὶ ἁπλῶς, ἡ δὲ ἀτελὴς οὐκέτι· οὐ γὰρ κατ’ ὀλίγον δεξιὸν | |
15 | γίνεται τὸ δένδρον μετακινουμένου μου πρὸς τὰ εὐώνυμα, ἀλλὰ ἀχρόνως. κἀγὼ δὲ ἐπὶ τὰ ἀριστερὰ μεθιστάμενος κινοῦμαι μὲν κατὰ τόπον, οὐ κινοῦμαι δὲ κατὰ τὸ πρός τι· ὅλως γὰρ ἐπὶ τῶν τοιούτων δεικνύναι δεῖ πρῶτον τὴν ἐνέργειαν τὴν ἀτελῆ, κᾆθ’ οὕτως τὸν ὅρον ἐλέγχειν. ἀλλ’ ὅμως ἐπειδὴ τὸ δυνατὸν ἐν ἁπάσαις ταῖς κατηγορίαις ἐστίν, ἡ δὲ κίνησις | |
20 | οὐκ ἐν ἁπάσαις, μεταθῶμεν τὸ δυνατὸν εἰς τὸ κινητὸν καὶ ὁρισώμεθα αὐτὸ ‘ἐντελέχεια τοῦ κινητοῦ ᾗ κινητόν‘, καὶ μὴ νομίσῃ τις ἡμᾶς δι’ ὁμοίως ἀδήλου τοῦ κινητοῦ τὴν κίνησιν πειρᾶσθαι δηλοῦν. μάλιστα μὲν γάρ, ἐπειδὴ ἡ κίνησις πρός τι (κεῖται γὰρ καὶ τοῦτο ἐν τοῖς πάλαι προ‐ διωρισμένοις), καὶ ἔστι πρὸς τὸ κινητόν, ἀδύνατον αὐτὴν ἄλλως ὁρίσασθαι | |
25 | μὴ πρὸς ὅ ἐστι παραλαβόντας, ὥσπερ οὐδὲ πατέρα χωρὶς υἱοῦ, οὐδὲ | |
διπλάσιον χωρὶς ἡμίσεος· ἔπειτα καὶ γνωριμώτερον τὸ κινητὸν τῆς κινή‐ | 75 | |
5,276 | σεως· οὐ γὰρ ταὐτὸν εἰδέναι ὅτι ἔστι κίνησις καὶ τί ἐστιν· τὸ μὲν γὰρ ὅτι ἔστιν, ἅπασι γνώριμον, τὸ δὲ τί ἐστι καὶ ἡμεῖς ζητοῦμεν. ἀλλὰ μὴν ὅτι ἔστι κίνησις ἀπὸ τῶν κινουμένων γνώριμον. ταῦτα δέ ἐστι τὰ κινητά, ὥστε ὁ τῷ κινητῷ πρὸς τὸν ὁρισμὸν τῆς κινήσεως χρώμενος τῷ γνωρι‐ | |
5 | μωτέρῳ πρὸς τὸ ἀγνωστότερον κέχρηται. εἶδος δὲ πάντως ἕξει τὸ κινοῦν ὅταν κινῇ ἢ κατ’ οὐσίαν ἢ κατὰ ποιότητα ἢ κατὰ ἄλλην τινὰ τῶν κατη‐ γοριῶν· τῷ γὰρ εἴδει κινεῖ καὶ τοῦτ’ ἔστιν ἀρχὴ τῆς κινήσεως. Ζητητέον δ’ ἐφεξῆς, ὅταν ἕτερον ὑφ’ ἑτέρου κινῆται, πότερον ἐν τῷ κινοῦντι ἢ ἐν τῷ κινουμένῳ ἡ κίνησις. ἔστιν οὖν ἐν τῷ κινουμένῳ. | |
10 | τὴν γὰρ τοῦ κινητοῦ ἐντελέχειαν κίνησιν λέγω καὶ ὅλως ἐν τούτῳ ἐστὶν τὸ δυνάμει, οὗ κίνησις ἡ ἐνέργεια. ἐν τούτῳ μὲν οὖν ἐστιν, γίνεται δὲ ὑπ’ ἄλλου (τοῦ γὰρ κινητικοῦ) καί ἐστι μία· οὐ γὰρ ἄλλη μὲν ὑπὸ τοῦ κινοῦντος γίνεται, ἄλλη δέ ἐστιν ἐν τῷ κινητῷ, ἀλλὰ ἡ ἐνέργεια τοῦ κινη‐ τικοῦ αὐτή ἐστιν ἐν τῷ κινητῷ καὶ μία οὖσα ἅμα τε τὸ κινητικὸν κινοῦν | |
15 | ποιεῖ καὶ τὸ κινητὸν κινούμενον. μία μὲν ἀμφοῖν ἡ ἐνέργεια τοῦ κινοῦν‐ τος καὶ τοῦ κινουμένου, ὅταν τὸ μὲν κινῇ τὸ δὲ κινῆται, μία δὲ τῷ ὑπο‐ κειμένῳ. τῷ γὰρ λόγῳ δύο καὶ τὸ τί ἦν εἶναι, ὥσπερ τὸ ἄναντες καὶ τὸ κάταντες. ὡς γὰρ ἐπὶ τούτων τὸ μὲν αὐτὸ διάστημα, ἀλλ’ ἔνθεν μὲν ἀρχομένῳ ἄναντες, ἔνθεν δὲ κάταντες, καὶ διὰ τοῦτο τῷ λόγῳ δύο· οὕτως | |
20 | καὶ ἐπὶ τῆς κινήσεως κατὰ μὲν τὸ ὑποκείμενόν ἐστι μία ἡ ἐνέργεια τοῦ κινοῦντος καὶ τοῦ κινουμένου, ἀλλ’ ἀπὸ μὲν τοῦ κινοῦντος ἀρχομένοις ποίησίς ἐστιν, ἀπὸ δὲ τοῦ κινουμένου πάθησις· καὶ οὕτως ἂν εἶεν τῷ λόγῳ δύο, ἐπεὶ μὴ οὕτως τιθεμένοις ἔχει τινὰ λογικὴν ἀπορίαν. δεῖ μὲν γὰρ εἶναι ἐνέργειαν τοῦ κινητικοῦ, δεῖ δὲ εἶναι καὶ τοῦ παθητικοῦ, ὧν τὸ μὲν | |
25 | ποίησις τὸ δὲ πάθησίς ἐστιν. αὗται δὲ ὅτι διαφέρουσιν, δῆλον· καὶ γὰρ τὰ ἔργα αὐτῶν καὶ τὰ ἀποτελέσματα διαφέρει· τῆς μὲν γὰρ ποίημα ἀπο‐ τέλεσμα, τῆς δὲ πάθος. κείσθω τοίνυν ἑτέρας εἶναι τὰς ἐνεργείας. πῶς | |
δὴ καὶ ἐν τίνι ἔσονται, σκεψώμεθα. ἢ τοίνυν ἄμφω ἐν τῷ ποιοῦντι ἢ | 76 | |
5,277 | ἄμφω ἐν τῷ κινουμένῳ ἢ ἡ μὲν ποίησις ἐν τῷ ποιοῦντι, ἡ δὲ πάθησις ἐν τῷ πάσχοντι· ἀνάπαλιν γὰρ οὐκ ἐνδέχεται, οἷον τὴν ποίησιν ἐν τῷ πάσχοντι εἶναι, εἰ μή τις τὴν τοῦ πάσχοντος ἐνέργειαν ὁμωνύμως ποίησιν ὀνομάζειν ἐθέλοι. ἔστω δὴ πρῶτον ἡ μὲν ποίησις ἐν τῷ ποιοῦντι, ἡ δὲ | |
5 | πάθησις ἐν τῷ πάσχοντι. οὐκοῦν ὥσπερ τὸ κινούμενον ἔχει κίνησιν ἐν ἑαυτῷ τὴν ἰδίαν ἐνέργειαν, οὕτω καὶ τὸ κινοῦν ἕξει κίνησιν ἐν ἑαυτῷ τὴν ἰδίαν ἐνέργειαν. ὁ γὰρ αὐτὸς λόγος ἐπ’ ἀμφοῖν, ἀλλ’ εἰ τοῦτο, δυοῖν ἀτόποιν θάτερον ἀναδεξόμεθα· ἢ γὰρ ἅπαν τὸ κινοῦν καὶ κινήσεται ἤ τι ἔχον κίνησιν οὐ κινήσεται. εἶεν. ἀλλ’ ἔστω ἄμφω ἐν τῷ κινουμένῳ καὶ | |
10 | πάσχοντι ἡ ποίησις καὶ ἡ πάθησις, οἷον καὶ ἡ δίδαξις καὶ ἡ μάθησις ἐν τῷ μανθάνοντι. πρῶτον μὲν τοίνυν ἄλογον τὸ τὴν ἑκάστου ἐνέργειαν μὴ ἐν ἑκάστῳ εἶναι τῷ ἐνεργοῦντι, ἔπειτα θαυμαστόν, ὅπως τὸ πάσχον δύο κινήσεις διαφερούσας κινήσεται. τίνες γὰρ ἔσονται αὗται, χαλεπὸν ἐξευρεῖν μάλιστα καθ’ ἓν εἶδος κινήσεως τοῦ πάσχοντός που κινουμένου. | |
15 | τὰ αὐτὰ δὲ καὶ ἔτι πλείω τὰ ἄτοπα ἀκολουθήσει, εἰ θείημεν ἐν τῷ κινοῦντι τὰς δύο κινήσεις ὑπάρχειν· προσέσται γὰρ καὶ τὸ μὴ κινεῖσθαι τὸ κινούμενον ἐν τῷ κινοῦντι τῶν δύο οὐσῶν κινήσεων. ταῦτα μὲν οὖν τὰ ἄτοπα ἠκολούθησεν ἑτέρας εἶναι τὰς κινήσεις ὑποθεμένοις, ὅθεν καὶ τῆς ὑποθέσεως ταύτης ἀποστατέον. ἔστω τοίνυν μία ἀμφοῖν ἡ ἐνέργεια τοῦ | |
20 | τε κινοῦντος καὶ τοῦ κινουμένου· τοῦτο γὰρ τὸ λοιπόν. ἀλλ’ ἄτοπον δύο διαφερόντων κατ’ εἶδος τοῦ τε ποιοῦντος καὶ τοῦ πάσχοντος μίαν ἐνέργειαν εἶναι· ὡς γὰρ οὐκ ἔστι λευκοῦ καὶ μέλανος μία ἐνέργεια, οὕτως οὐδὲ ποιοῦντος καὶ πάσχοντος. καὶ εἴπερ τοῦτο ἀληθές, ἔσται ἡ μάθησις καὶ ἡ δίδαξις τὸ αὐτὸ καὶ τὸ διδάσκειν τῷ μανθάνειν καὶ τῷ ποιεῖν τὸ | |
25 | πάσχειν, ὥστε τὸν διδάσκοντα ἀνάγκη ἔσται μανθάνειν ἐν αὐτῷ τῷ δι‐ δάσκειν καὶ τὸν ποιοῦντα πάσχειν ἐν αὐτῷ τῷ ποιεῖν. ποῦ δὲ ἔσται ἡ μία αὕτη ἐνέργεια; κατὰ μὲν γὰρ τὸν ὁρισμὸν ἐν τῷ κινουμένῳ· ἡ γὰρ κίνησις ἐντελέχεια τοῦ κινητοῦ ἦν. καὶ τοῦτο ἄτοπον τὸ τὴν τοῦ ποιοῦν‐ τος ἐνέργειαν μὴ ἐν τῷ ποιοῦντι εἶναι. οὐδὲν οὖν ὁ λόγος εὐπορώτερον | |
30 | ἀπαλλάττει μίαν ὑποθέμενος εἶναι τὴν ἀμφοτέρων ἐνέργειαν, ὥστε εἰ μήτε | |
ἕτεραι μήτε μία, τάχα ἂν καὶ μία καὶ ἕτεραι. οὕτω δὲ καὶ ἐξ ἀρχῆς | 77 | |
5,278 | ἐλέγετο, ὅτι μία μὲν τῷ ὑποκειμένῳ, τῷ λόγῳ δὲ διαφέρουσαι, καὶ οὐδὲν ἄτοπον ὑπομένουσιν. οὔτε γὰρ ἀποτμηθήσεται ἡ τοῦ κινοῦντος ἐνέρ‐ γεια μία οὖσα κατὰ τὸ ὑποκείμενον ἐν ἀμφοτέροις καὶ γινομένη ἐν τῷ κινουμένῳ, ὥσπερ καὶ ἐκ τῆς ἐναργείας ὁρῶμεν· τοῦ γὰρ διδάσκοντος | |
5 | κινουμένου πρὸς τὸν μανθάνοντα οὐκ ἀποτεμνομένη ἡ δίδαξις τοῦ διδάσκον‐ τος γίνεται ἐν τῷ μανθάνοντι, ὥστε τὸν μὲν ἀνενέργητον εἶναι, τὸν μανθά‐ νοντα δὲ ἐνεργεῖν μόνον, ἀλλὰ τοῦ διδάσκοντος παρόντος καὶ ἐνεργοῦντος τοσοῦτον ἐνεργεῖν καὶ ποιεῖν τοῦτο ὃ πάσχει ὁ μανθάνων, οὕτως ἡ τοῦ μανθάνοντος ἐνέργεια γίνεται. οὐδὲν δὲ κωλύει μίαν εἶναι τὴν ἐνέργειαν | |
10 | τῶν διαφόρων κατ’ εἶδος κινήσεων ποιήσεως καὶ παθήσεως. κατὰ γὰρ τὸ ὑποκείμενον μόνον ἔσονται μία, ὅτιπερ ἕν εἰσιν ἄμφω· ταὐτὸν γὰρ καὶ ἓν τὸ θεώρημα, ὃ διδάσκει ὁ διδάσκων καὶ ὃ μανθάνει ὁ μανθάνων, καὶ ἡ δίδαξις οὐκ ἄλλο τί ἐστιν ἢ τὸ ἐκ τοῦ διδάσκειν καὶ μανθάνειν γινόμενον. ὁμοίως δὲ καὶ ἡ μάθησις. ἀλλὰ ταῦτα ὡς ἔφαμεν τῷ μὲν ὑποκειμένῳ | |
15 | ταὐτόν, οὐ ταὐτὸν δὲ τῷ λόγῳ· ἀλλὰ δίδαξις μὲν ἐπιστήμης δόσις, μάθησις δὲ ἐπιστήμης λῆψις καὶ ἄγεται ἡ τοῦ μανθάνοντος δύναμις ὑπὸ τοῦ διδάσκοντος εἰς ἐνέργειαν. οὐκ ἔστιν οὖν τὸ διδάσκειν τῷ μανθά‐ νειν ταὐτόν, εἰ καὶ περὶ ταὐτὸν θεώρημα ἄμφω· οὐδὲ γὰρ τὸ ἀνιέναι τῷ κατιέναι, εἰ καὶ περὶ τὴν αὐτὴν ὁδὸν ἄμφω (διάφοροι γὰρ αὐτῶν οἱ λόγοι καὶ | |
20 | τὸ τί ἦν εἶναι), καὶ ὥσπερ ἔνθεν μὲν βαδίζειν ἀρχομένοις ἄναντες, ἔνθεν δὲ κάταντες, ἓν δὲ μεταξὺ τὸ διάστημα, οὕτως ἀπὸ τοῦ διδάσκοντος μὲν ἀρχομένοις δίδαξις, ἀπὸ δὲ τοῦ μανθάνοντος μάθησις, ἓν δὲ ἐν ἀμφοῖν τὸ θεώρημα. δεῖ γὰρ οὐχ ἁπλῶς τὰ αὐτὰ εἶναι, οἷς τὰ αὐτὰ μέλλει πάντα ἀκριβῶς ἀκολουθήσειν, ἀλλὰ τῷ λόγῳ καὶ τῷ ὁρισμῷ, ἐπεὶ καὶ τὸ | |
25 | Ἀθήναζε ἐκ Θηβῶν καὶ τὸ εἰς Θήβας Ἀθήνηθεν ἀπιέναι οὐ ταὐτὸν οὐδὲ ἅμα ἄν τῳ ὑπάρξει, καίτοι μία γε ὁδὸς καὶ τὰ αὐτὰ ὄρη καὶ αἱ αὐταὶ καταλύσεις. ἀλλ’ ἐκ περιόντος ἔστω καὶ δίδαξις μαθήσει ταὐτόν. ἀλλ’ οὐδὲ οὕτως ἀκολουθήσει ταὐτὸν εἶναι καὶ τὸ διδάσκειν καὶ τὸ μανθάνειν, ἐπεὶ καὶ ἡ διάστασις ἡ αὐτὴ ἐνθένδε ἐκεῖσε, κἀκεῖθεν δεῦρο, ἀλλ’ οὐ | |
30 | ταὐτὸν τό τε ἔνθεν ἐκεῖσε καὶ τὸ ἐκεῖθεν δεῦρο διίστασθαι. ἀλλ’ οὔτε ἡ δίδαξις τῇ μαθήσει ταὐτὸν οὔτε ἡ ποίησις τῇ παθήσει, ἀλλὰ ἐκεῖνα οἷς | |
ταῦτα ὑπάρχει, ἡ κίνησις καὶ ἡ ἐνέργεια, ἥτις κατὰ μὲν τὸ ὑποκείμενον | 78 | |
5,279 | μία, κατὰ δὲ τοὺς λόγους διάφορος. τί μὲν οὖν ἐστι κίνησις καὶ καθόλου καὶ κατὰ μέρος, εἴρηται κατὰ δύο λόγους, καθ’ ἕνα μὲν ἐντελέχεια τοῦ δυνάμει ᾗ τοιοῦτον, καθ’ ἕτερον δὲ ἐντελέχεια τοῦ κινητοῦ ᾗ κινητόν. καὶ οὐ χαλεπὸν ἀποδοῦναι λοιπὸν καὶ τὰς κατ’ εἶδος ἀλλήλων διαφερούσας· | |
5 | ἀλλοίωσις μὲν γὰρ ἐντελέχεια τοῦ ἀλλοιωτοῦ ᾗ ἀλλοιωτόν, αὔξησις δὲ ἐντελέχεια τοῦ αὐξητοῦ ᾗ αὐξητόν. εἰ δὲ δεῖ καὶ τρίτον λόγον προσθεῖ‐ ναι, τοῖς νῦν εἰρημένοις προσχρώμενοι οὐκ ἀπορήσομεν· ἡ γὰρ τοῦ δυνάμει ποιητικοῦ καὶ τοῦ δυνάμει παθητικοῦ πρὸς ἄλληλα ἐντελέχεια κίνησίς ἐστιν. ἁρμόσει δὲ καὶ οὗτος ὁ λόγος καὶ ἐπὶ τὰς καθ’ ἕκαστον κινήσεις μεταφέ‐ | |
10 | ρεσθαι, οἷον οἰκοδόμησιν αὔξησιν ἰάτρευσιν. δήλη δὲ ἡ μετάθεσις μετα‐ λαμβανομένου τοῦ δυνάμει καθ’ ἕκαστον εἶδος. περὶ μὲν οὖν κινήσεως ἀρκείτω τέως τὰ εἰρημένα. Ἐπεὶ δέ ἐστιν ἡ περὶ φύσεως ἐπιστήμη περὶ μεγέθη καὶ κίνησιν καὶ χρόνον, τούτων δὲ ἕκαστον ἀναγκαῖον ἢ πεπερασμένον ἢ ἄπειρον εἶναι | |
15 | (οὐ γὰρ ὡς πάθος ἢ στιγμὴ ταῦτα λέγεται), ἀκόλουθον ἂν καὶ περὶ ἀπείρου ποιήσασθαι λόγον, εἰ ἔστιν ἢ μὴ καί, εἰ ἔστι, τί ἐστιν. σημεῖον δὲ ὅτι ταύτης τῆς ἐπιστήμης οἰκεία ἡ θεωρία· ἅπαντες γὰρ ὅσοι τῆς τοιαύτης ἥψαντο φιλοσοφίας ἀξίως λόγου, εἰρήκασί τι περὶ ἀπείρου καὶ πολλοί γε αὐτὸ καὶ ὡς ἀρχὴν ἀπεσέμνυναν. οἱ μὲν οὖν Πυθαγόρειοι καὶ Πλάτων | |
20 | ὡς οὐσίαν τινὰ καὶ φύσιν καθ’ ἑαυτὴν οὕτως ἀρχὴν ποιοῦσι τὸ ἄπειρον, οὐ γῆν ἄπειρον ἢ ὕδωρ ἢ ἄλλο τι σῶμα λέγοντες, ἀλλ’ αὐτήν τινα φύσιν ἄπειρον οὐσιωμένην ἐν τῷ ἀπείρῳ, διαφέρονται δὲ ἀλλήλοις ὅμως κατὰ πολλά. οἱ μὲν γὰρ Πυθαγόρειοι τὸν ἀριθμὸν τὸ ἄπειρον λέγουσιν, ἀριθμὸν δὲ οὐ χωριστὸν οὐδὲ ἀσώματον, ἀλλὰ ὡς ἀρχὴ τῶν αἰσθητῶν | |
25 | ἐστι κατ’ ἐκείνους. πάντα γὰρ ἐκ τῶν ἀριθμῶν παράγουσι τὰ αἰσθητά, κἀντεῦθεν τῷ ἀριθμῷ δὲ πάντ’ ἐπέοικε καὶ ἡ πηγὴ τῆς φύσεως ἡ τετρακτύς, εἶναι δέ τι καὶ ἔξω τοῦ οὐρανοῦ προστερατεύονται ἄπειρον οὔτε ὁποῖον οὔτ’ εἰς ὅ τι χρήσιμον διορίζοντες· Πλάτων δὲ ἔξω μὲν τοῦ οὐρανοῦ οὔτε | |
σῶμα οὐδὲν οὔτε ἀσώματον ὑπολαμβάνει· οὔτε γὰρ τὰς ἰδέας ἔξω τίθησι | 79 | |
5,280 | τοῦ οὐρανοῦ· (οὔτε γὰρ ὅλως ἐν τόπῳ), τὸ μέντοι ἄπειρον οὐ μόνον ἐν τοῖς αἰσθητοῖς ὡς ἐκεῖνοι, ἀλλὰ καὶ ἐν τοῖς νοητοῖς εἶναι ἀρχήν· ἀρχὴ μὲν γὰρ ὁ ἀριθμὸς αὐτῷ καὶ αἰσθητῶν καὶ νοητῶν· ποιεῖ δὲ τὰς ἰδέας ἀριθμούς· ἀρχὴ δὲ ἀριθμοῦ δυάς, δυάδος δ’ αὖθις ἀρχαὶ τὸ μέγα καὶ τὸ μικρόν, | |
5 | καὶ τὸ διπλάσιον καὶ τὸ ἥμισυ, καὶ πλῆθος καὶ ὀλιγότης, καὶ ὑπεροχὴ καὶ ἔλλειψις, οἷς ἅπασι τὸ ἄπειρον εὐθὺς ἐμφαίνεται καὶ τὸ ἀτερμάτιστον καὶ ἀόριστον κατά γε τὰς τῶν σωμάτων τομὰς καὶ τὴν αὔξησιν τῶν ἀριθμῶν. διαφέρονται δὲ καὶ ταύτῃ πρὸς τὸν Πλάτωνα οἱ Πυθαγόρειοι, οἳ τὸν ἀριθμὸν οὐχ ἅπαντα ἄπειρον λέγουσιν, ἀλλὰ τὸν ἄρτιον μόνον· τοῦτον | |
10 | γὰρ εἶναι τῆς εἰς τὰ ἴσα τομῆς αἴτιον ὅτι ἄπειρος. καὶ τὸ μὲν αὐτοῦ φύσει γεννητικὸν ἀπειρίας τὸ ἄρτιον εἶναι ἐν οἷς ἂν ὑπάρξῃ, περαίνεσθαι δὲ ὑπὸ τοῦ περιττοῦ· τοῦτον γὰρ κωλύειν τὴν εἰς ἴσα διαίρεσιν προστιθέ‐ μενον τῷ ἀρτίῳ. φέρουσι δὲ καὶ ἄλλο σημεῖον τοῦ πέρατος μὲν εἶναι αἴτιον τὸν περιττόν, ἀπειρίας δὲ τὸν ἄρτιον· λαβόντες γὰρ μονάδα τοὺς ἐφεξῆς | |
15 | αὐτῇ περισσοὺς ἐπισυντιθέασι χωρὶς ἕκαστον, οἶον γ καὶ ε καὶ ζ καὶ θ. καὶ ἑκάστη τοίνυν τούτων ἐπισύνθεσις τὸ συναγόμενον ἀεὶ τετράγωνον δια‐ φυλάττει δ θ ιϛ καὶ κε. διὰ τοῦτο γνώμονας καλοῦσιν οἱ ἀριθμητικοὶ τοὺς περιττούς, ὅτι φυλάττουσι τὸ εἶδος τοῦ τετραγώνου οἱ ἐφεξῆς τοῖς πρώτοις περιτιθέμενοι ὥσπερ οἱ γραμμικοί. πάντως δὲ ὅ τι πότ’ ἐστι | |
20 | γνώμων, ἐν γεωμετρίᾳ γινώσκεις· οὐ γὰρ ἀμαθέσι παντελῶς ταῦτα συγγρά‐ φεται. οὕτω μὲν οὖν οἱ περιττοὶ φυλακτικοὶ τοῦ εἴδους εἰσὶ καὶ τὸ ἓν τηροῦσιν, οἱ δὲ ἄρτιοι προστιθέμενοι τῇ μονάδι κατὰ τοὺς ἐφεξῆς ἀεί τι καινὸν εἶδος ποιοῦσι καὶ ἡ διαφορὰ πρόεισιν εἰς ἄπειρον τρίγωνον, εἶτα ἑπτάγωνον, εἶθ’ ὅ τι καὶ τύχοι. οὕτως οὖν τοῖς Πυθαγορείοις ὁ ἄρτιος | |
25 | μόνος ἀριθμὸς ἄπειρος γίνεται. Πλάτων δὲ δύο ποιεῖ τὰ ἄπειρα τὸ μέγα καὶ τὸ μικρόν· ἄμφω γὰρ ἐπ’ ἄπειρον ἐν τῇ τῶν σωμάτων τομῇ τὸ μὲν καθαιρεῖται, τὸ δὲ αὔξεται. τῶν δὲ φυσικῶν οἱ περὶ ἀπείρου διαλεχθέντες συμβεβηκὸς ποιοῦσιν τὸ ἄπειρον ἑτέρᾳ φύσει, ταύτην δὲ ἢ πῦρ ἢ ἀέρα ἢ μῖγμα τούτων ὑπολαμβάνουσι, διαφερόμενοι δὲ πρὸς ἀλλήλους ἐν ταῖς | |
30 | ἀρχαῖς εἰς μίαν ἅπαντες δόξαν συναπαρτίζουσι περὶ τῆς θέσεως τοῦ ἀπεί‐ | |
ρου. τῷ μεγέθει γὰρ πάντες τὸ πᾶν ἄπειρον ποιοῦσιν, οἱ μὲν μίαν τὴν | 80 | |
5,281 | ἀρχὴν ὑποτιθέμενοι καὶ ταύτην ἄπειρον καὶ πάνυ σαφῶς, οἱ δὲ πλείους μέν, οὐ πεπερασμένας δὲ τῷ ἀριθμῷ ἀλλ’ ἀπείρους, καθάπερ Ἀναξαγόρας τε καὶ Δημόκριτος ὁ μὲν κατὰ τὰς ὁμοιομερείας, ὁ δὲ κατὰ τὰ σχήματα. † τοιούτοις δὲ ἀκολουθεῖ καὶ αὐτὸς Δημόκριτος ἄρχεσθαι μὲν ἐκ τοῦ κατ’ | |
5 | ἀριθμὸν ἀπείρου, τελευτᾶν δὲ εἰς τὸ κατὰ μέγεθος ἄπειρον. τῇ γὰρ τῶν ἀπείρων κατὰ τὸ πλῆθος πρὸς ἄλληλα ἁφῇ καὶ συνθέσει τὸ πᾶν ἐξ αὐτῶν ἄπειρον γίνεται κατὰ μέγεθος, ἐπεὶ ὅσοι πλείους μὲν τὰς ἀρχάς, πεπερασμέ‐ νας δὲ τίθενται, οὐδεμίαν χώραν τῷ ἀπείρῳ καταλείπουσιν οὔτε ἐν ταῖς ἀρχαῖς (πῶς γὰρ ἅμα τε τρεῖς ἢ τέτταρες καὶ μία ἄπειρος ἢ δύο ἢ πόσαι;) | |
10 | οὔτε μετὰ τὰς ἀρχάς· τὸ γὰρ ἐκ πεπερασμένων καὶ πλήθει καὶ μεγέθει πεπερασμένον. τούτοις μὲν οὖν ταῦτα ἀκολουθεῖ. Εὐλόγως δὲ καὶ ἀρχὴν αὐτὸ τιθέασιν οἱ τιθέμενοι. εἰ γὰρ ἔστιν, ὅλως οὐδὲν ἄλλο ἐστίν· οὔτε γὰρ ἐξ ἀρχῆς· ποίας γάρ; εἶδος μὲν γὰρ ἄπειρον οὐκ ἔστιν, ὕλης δὲ οὐδέποτε πλέον τὸ ἐξ αὐτῆς. ἀλλ’ οὐδὲ μάτην, | |
15 | τί γὰρ ἄλλο ἕνεκά του λοιπόν, εἰ τοῦτο μάτην; εὐλόγως δὲ καὶ ἄφθαρτον καὶ ἀγένητον. εἴτε γὰρ γέγονέ ποτε, ἀρχὴν ἔσχε τὴν κατὰ μέγεθος· οὐ γὰρ δὴ ἀθρόον ἐφάνη, καθάπερ τὰ ἀλλοιούμενα· εἴτε φθαρήσεταί ποτε, πέρας ἕξει τι κατὰ μέγεθος εἰς ὃ ἡ φθορὰ ἀπολήξει. διὰ τοῦτο ἀρχὴν τὸ ἄπειρον καὶ ἀίδιον καὶ περιέχειν αὐτὸ πάντα φασὶ καὶ κυβερνᾶν καὶ | |
20 | τοῦτό γε εἶναι τὸ θεῖον Ἀναξίμανδρός τε καὶ ἄλλοι τινὲς διατείνονται, ὅσοι μὴ νοῦν ἢ φιλίαν ἢ ἑτέραν τινὰ ποιητικὴν αἰτίαν ἐφιστᾶσι τοῖς γινομένοις. ὅτι μὲν οὖν ἀναγκαῖος ὁ λόγος τῷ φυσικῷ, ταῦτα ἀποχρώντως διδάσκει. Λέγομεν δὲ ἑξῆς εἰ ἔστι, καὶ πρῶτόν γε ἐκ πόσων ἂν δόξειεν εἶναι. συμβαίνει δὲ ἐκ πέντε μάλιστα σκοποῦσι, πρῶτον μὲν ἐκ τοῦ χρόνου· οὗτος | |
25 | γὰρ ἄπειρος. δεύτερον δὲ ἐκ τῆς ἐν τοῖς μεγέθεσι διαιρέσεως· χρῶνται γὰρ καὶ οἱ μαθηματικοὶ τῷ ἀπείρῳ ὡς ἀρχῇ καὶ ὑποθέσει. τρίτον ὅτι οὕτως ἂν μόνως ἀνεπίλειπτος ἡ γένεσις εἴη, εἰ ἐξ ἀπείρου ποθὲν χορηγοῖτο, ὅθεν ἀφαιρεῖται τὸ γινόμενον. τέταρτον ᾧ καὶ τῶν ὑστέρων τινὲς κατε‐ χρήσαντο, ὅτι τὸ πεπερασμένον πρός τι περαίνειν ἀνάγκη, ὥστε μηδὲν εἶναι | |
30 | τὸ πέρας, εἰ τὸ λαμβανόμενον ἀεὶ πρὸς ἕτερον περατοῦται. πέμπτον ὃ καὶ | |
τοῖς προειρημένοις παρέχει τὴν πιθανότητα τὸ τὴν νόησιν ἡμῶν μὴ προσίεσθαι | 81 | |
5,282 | πέρας καὶ τέλος, ἀλλ’ ἀεὶ τοῦ νοουμένου πλέον τι προσφαντάζεσθαι· διὰ γὰρ τοῦτο καὶ τὸν ἀριθμὸν ἄπειρον ὑπολαμβάνομεν καὶ τὴν τῶν σωμάτων τομὴν καὶ τὸ ἔξω τοῦ οὐρανοῦ· οὐ γὰρ ἔχει στάσιν ἡ φαντασία, ἀλλ’ ὅταν ὑπερβῇ τὸν οὐρανόν, ζητεῖ κενὸν ἄπειρον ἔξωθεν ἢ σῶμα, μᾶλλον δὲ | |
5 | σῶμα· καὶ γὰρ εἰ κενὸν ἄπειρον εἴη, ἀκολουθεῖ τὸ καὶ σῶμα ἄπειρον εἶναι· εἰ γὰρ κενόν ἐστιν ὃ δύναται δέξασθαι σῶμα, τὸ ἄπειρον κενὸν ἄπειρον ἂν δέξαιτο σῶμα, ὥστε καὶ δέδεικται ἤδη. οὐ γὰρ ἐπειδὴ δύναται δέξασθαι, ἐνδέχεται αὐτὸ καὶ μὴ δέξασθαι· τοῦτο γὰρ ἐπὶ τῶν φθαρτῶν ἐγχωρεῖ, καὶ τὸ ἐνδεχόμενον οὐ πάντως ἂν γένοιτο ἐξ ἀνάγκης προαπολλυ‐ | |
10 | μένου πολλάκις ᾧ ὑπάρξαι εἶχεν ἐπιτηδείως, ἐφ’ ὧν δὲ οὐδὲ περιώρισται τὸ εἶναι ὑπὸ τοῦ χρόνου ἀλλ’ ἔστιν ἀεί, δεῖ γενέσθαι ποτὲ ἐξ ἀνάγκης τὸ ἐνδεχόμενον, ὡς εἰ μηδέποτε γένοιτο, οὐδ’ ἐνδεχόμενον ἔτι, διόπερ οὐδὲ κυρίως ἐπὶ τῶν ἀιδίων τὸ ἐνδεχόμενον· οὐ γὰρ ἔχει τὴν ἐπ’ ἄμφω ῥοπήν, ἀλλ’ ἐξ ἀνάγκης ἔσται ποτέ, μᾶλλον δ’ ἔστιν ἐξ ἀνάγκης. τὸ γὰρ ἐνδέ‐ | |
15 | χεσθαι ἐπὶ τούτων τοῦ εἶναι οὐδὲν διαφέρει· οὐ γὰρ ἔχει τὸ ἄλλο τε ἄλλως, ὥστε εἰ ἄπειρον κενόν, ἄπειρον καὶ σῶμα. ἀμέλει καὶ λέγουσιν οὕτως ἀπείρους εἶναι τοὺς κόσμους καὶ πανταχοῦ εἶναι τοῦ κενοῦ, τί γὰρ μᾶλλον ἐνταῦθα; ὥσπερ εἴπερ ἐνταῦθα, καὶ πολλαχοῦ. ἔχει δὲ ὄντως ἀπορίαν ἡ τοῦ ἀπείρου θεωρία· καὶ γὰρ μὴ εἶναι τιθεμένοις αὐτὸ πολλὰ | |
20 | ἄτοπα ἀκολουθεῖ· ἀναιρεῖται γὰρ τὰ μαθήματα, ἀναιρεῖται ἡ αὔξησις τοῦ ἀριθμοῦ, ἀναιρεῖται ἡ αὔξησις τοῦ χρόνου. ταῦτα δὲ ὁ κινῶν οὐ τῶν κρασπέδων ἅπτεται τῆς φύσεως, ἀλλ’ αὐτοῦ τοῦ κόσμου τὴν ἀφθορίαν διασαλεύει· οὐ γὰρ δὴ σῳζομένου τοῦ οὐρανοῦ κωλυθήσεται ἐπ’ ἄπειρον αὔξεσθαι χρόνος. ταῦτα μὲν οὖν ἀναιροῦσι, τιθεμένοις δὲ ἕτερα ἀπορώ‐ | |
25 | τερα, ὡς ἔσται δῆλον προϊούσης τῆς ζητήσεως. ἄξιον οὖν ἐπισκέψασθαι εἴτε ἔστιν εἴτε μὴ καὶ πῶς ἐστιν, εἰ ἔστιν· ἆρα ὡς οὐσία τις ἢ ὡς συμβεβηκὸς καθ’ αὑτὸ φύσει τινὶ ἢ ἕτερον τρόπον; μάλιστα δὲ φυσικοῦ ἐπισκέψασθαι, εἰ ἔστιν αἰσθητὸν μέγεθος ἄπειρον. Ἀρχὴ δὲ οἰκειοτάτη διελεῖν πρῶτον, ποσαχῶς τὸ ἄπειρον λέγεται. | |
30 | λέγεται τοίνυν ἄπειρον ἕνα μὲν τρόπον τὸ μηδὲ ὅλως ποσὸν τῷ μὴ πεφυ‐ κέναι διεξοδεύεσθαι, ὡς καὶ τὴν φωνὴν ἀόρατον λέγομεν ἐν τῷ μὴ πεφυ‐ | |
κέναι ὁρᾶσθαι· οὕτως ἡ στιγμὴ ἄπειρος καὶ ἡ ποιότης, ὅτι μηδὲ ὅλως | 82 | |
5,283 | ποσά. ἄλλον δὲ τὸ διέξοδον ἔχον ἀτελεύτητον ἐφ’ ὃ μάλιστα καταφερό‐ μεθα σημαινόμενον. ἄλλον δὲ τὸ μόλις καὶ χαλεπῶς· οὕτως ἄπειρος ἡ ὁδὸς μακρά. ἄλλον δέ, ὃ τῇ μὲν αὐτοῦ φύσει διεξίτητόν ἐστιν καὶ ὥρισται τῷ μεγέθει, ἡμῖν δὲ ἀδύνατος ἡ διέξοδος· οὕτως ἄπειρον τὸ βάθος τοῦ | |
5 | πελάγους. ἄλλον δὲ τῇ ἀεὶ προσθέσει, ὡς ἀριθμός. ἄλλον δὲ τῇ ἀεὶ ἀφαιρέσει, ὡς τὸ συνεχές. καὶ ἀμφοτέρως· τεμνομένου γὰρ τῷ μὲν ἀεὶ προστίθεται μέρει, τοῦ δὲ ἀφαιρεῖται. Τούτων οὖν προδιωρισμένων ἐπισκεψώμεθα πρῶτον, εἰ δύναται ἄπειρον εἶναι κεχωρισμένον τουτωνὶ τῶν σωμάτων τῶν αἰσθητῶν αὐτό | |
10 | τι καθ’ αὑτὸ ἄπειρον ὄν, ὁποῖον αὐτὸ οἱ Πυθαγόρειοι λέγουσι. τοῖς οὖν οὕτως αὐτὸ τιθεμένοις ἀνάγκη ποιεῖν τὸ ἄπειρον ἀδιαίρετον· εἰ γὰρ διαιρε‐ θήσεται, ἢ κατὰ μέγεθος ἢ κατὰ πλῆθος διαιρεθήσεται, οὕτως δὲ ἔσται μέγεθος ἢ πλῆθος καὶ ποσόν, οὐκ οὐσία καθ’ αὑτήν. ἔσται ἄρα αὐτοῖς τὸ ἄπειρον ἀδιαίρετον, εἴγε βούλοιντο τὴν ὑπόθεσιν διασῴζειν. εἰ δὲ ἀδι‐ | |
15 | αίρετον, οὐκ ἄπειρον, εἰ μὴ ὡς στιγμὴ τῷ μὴ πεφυκέναι καὶ ὡς ἡ φωνὴ ἀχρωμάτιστος. ἀλλὰ τὸ οὕτως ἄπειρον οὔτε ἐκεῖνοί φασιν οὔτε ἡμεῖς ζητοῦμεν, ἀλλὰ τὸ ὡς ἀδιεξίτητον καὶ ἀτελεύτητον. εἰ δ’ ἄλλῃ φύσει τὸ ἄπειρον ἐροῦσιν συμβεβηκέναι, οὐκέτι ἂν εἴη στοιχεῖον τῶν ὄντων τὸ ἄπειρον, ἀλλ’ ἐκείνη ἡ φύσις, ᾗ συμβέβηκε τὸ ἄπειρον, ὥσπερ οὐδὲ τὸ | |
20 | ἀόρατον στοιχεῖον τῆς διαλέκτου, ἀλλ’ ἡ τῶν γραμμάτων δύναμις, ᾗ συμ‐ βέβηκε τὸ ἀόρατον. ἀλλ’ ὡς στοιχείου καὶ ἀρχῆς ἐδεήθησαν τοῦ ἀπείρου. θαυμαστὸν δὲ ἀριθμὸν μὲν καὶ μέγεθος μὴ εἶναι καθ’ αὑτὰ χωριστὰ τῆς οὐσίας, τὸ δὲ τούτοις συμβεβηκός, εἰ ἄρα καὶ συμβέβηκε, (τὸ ἄπειρον λέγω) καθ’ αὑτό τι εἶναι καὶ χωριστόν. ὅλως δὲ ἀμήχανον οὕτως εἶναι | |
25 | τὸ ἄπειρον ὡς ἐνέργειαν καὶ οὐσίαν καὶ ὡς ἀρχήν, ἁπλῆν τινα φύσιν αὐτὸ τοῦτο ἄπειρον μόνον, οὐδὲν ἔχουσαν ὑποκείμενον, οἵαν τὴν ψυχὴν λέγομεν | |
ἢ τὸν νοῦν, ὡς ταὐτὸν εἶναι κατὰ τὸν λόγον τό τε ἀπείρῳ εἶναι καὶ ἄπειρον | 83 | |
5,284 | (αὕτη γὰρ ἡ φύσις τῶν ἁπλῶν ἀκριβῶς) μηδὲ τῷ λόγῳ διῃρῆσθαι εἰς πλείονα (ἣ τοῖς συνθέτοις οὐδὲ ὅλως ὑπάρχει· οὐ γὰρ ταὐτὸν λευκόν τε καὶ λευκῷ εἶναι, ἀλλὰ λευκὸν μὲν σῶμα λελευκωμένον, τὸ λευκῷ δὲ εἶναί ἐστιν τὸ χρώματι εἶναι διακριτικῷ ὄψεως)· ἀλλ’, ὅπερ ἔφην, εἰ τοιαύτη | |
5 | φύσις [τὸ ἄπειρον] ἁπλῆ καὶ ἀσύνθετος, ἄπειρος μόνον, πᾶν αὐτῆς μέρος ἄπειρον ἔσται. σκέψαι γὰρ ἐξ ἀρχῆς. τὸ μέρος τῆς τοιαύτης οὐσίας ἢ τὸν αὐτὸν δέξεται λόγον ἢ ἕτερον· ἀλλ’ εἰ μὲν τὸν αὐτόν, ἔσται καὶ τῷ μέρει ταὐτὸν τό τε εἶναι καὶ ἀπείρῳ εἶναι· εἰ δὲ ἕτερον, ἀνομοιομερὲς ἔσται τὸ ἄπειρον, οὐκοῦν οὐδὲ ἁπλοῦν οὐδὲ ἀρχή. εἰ μὲν οὖν τις ἀριθμὸν | |
10 | ἄπειρον λέγει ἢ μέγεθος ἄπειρον, οὐκ ἀκολουθήσει τούτῳ καὶ τὰ μέρη τούτων ἄπειρα ποιεῖν. ὑποτίθησι γὰρ τῷ ἀπείρῳ ἑτέραν φύσιν καὶ οὐδὲν κωλύει τὸ μέρος τὸ τοῦ ἀριθμοῦ ἀριθμὸν μὲν εἶναι, ἄπειρον δὲ μή. οὐ γὰρ ταὐτὸν ἀριθμῷ τε εἶναι καὶ ἀπείρῳ εἶναι. ἀριθμὸς μὲν γάρ ἐστιν τὸ ἐκ μονάδων συγκείμενον πλῆθος, ἄπειρον δὲ ποσὸν ἀδιεξίτητον. ὅστις δὲ | |
15 | οὕτως οὐσίαν τὸ ἄπειρον λέγει, ὡς ἐν τῷ λόγῳ τοῦ ἀπείρου τὸ εἶναι ἔχουσαν, τούτῳ πῶς οὐκ ἂν εἴη καὶ τῶν μερῶν ἕκαστον [οὐχ ὁρῶ] ἄπειρον; ὡς γὰρ τὸ μέρος τοῦ ὕδατος ὕδωρ ἐστίν, ἐπειδὴ τὸν αὐτὸν ἔχει λόγον, οὕτω καὶ τοῦ ἀπείρου τὸ μέρος ἄπειρον. ὁ γὰρ αὐτὸς λόγος ὅλου τε καὶ μέρους, ὡς προειρήκαμεν. πολλὰ οὖν ἄπειρα ἔσται τὸ ἄπειρον, εἴγε | |
20 | πολλὰ μέρη· εἴτε ταύτας φεύγοντες τὰς ἀπορίας ἀδιαίρετον αὐτὸ ποιήσουσι, τοῦτο ἐκεῖνο πάλιν ὑπομένουσι στιγμὴν ὑπολαμβάνειν τὸ ἄπειρον. βούλον‐ ται μὲν οὖν, ὅτι λέγουσιν ἄπειρον, οἱ Πυθαγόρειοι τὸ ἄπειρον οὐσίαν ποιεῖν, οὐ φυλάττουσι δέ, ἀλλ’ ἀποκλίνουσιν εἰς τὸ συμβεβηκὸς αὐτὸ λέγειν. τὸ γὰρ ἄρτιον ἄπειρον λέγουσιν, ὥστε ἐν ἀριθμῷ τινι τὸ ἄπειρον τιθέασι καὶ | |
25 | μερίζουσι δὲ αὐτό. πλῆθος οὖν, οὐκ οὐσία τὸ ἄπειρον. ἀλλὰ τὸ μὲν εἰ τοιοῦτόν ἐστιν ἄπειρον ζητεῖν οὐδὲν διαφέρει τοῦ ζητεῖν, εἰ νοητόν ἐστιν ἄπειρον (τοιοῦτον γὰρ τὸ ἄνευ ὑποκειμένου) καὶ εἰ δύναται κἀν τοῖς μα‐ θήμασιν εἶναι καὶ ἐν ταῖς ἰδέαις, ἥ τις ἔξω τῆς προκειμένης μεθόδου | |
σκέψις ἐστίν· εἰ δή τοι σῶμα αἰσθητὸν ἄπειρόν ἐστιν κατὰ μέγεθος, ἐπισκε‐ | 84 | |
5,285 | πτέον, ἐπειδὴ κοινῶς τε καὶ φυσικῶς ἐξετάζων καὶ οὕτως ἂν ἐπιχειρήσαις. πᾶν σῶμα ὥρισται ἐπιπέδῳ, οὗτος δὲ σώματος λόγος, τὸ δὲ ἄπειρον ἀόριστον· οὐδὲν ἄρα σῶμα ἄπειρον οὐδὲ νοητὸν οἷον τὸ μαθηματικόν, οὔτε αἰσθητὸν οἷα τὰ φυσικά. πᾶς ἀριθμὸς ἀριθμητὸς ὅ τε ἐν ταῖς μονάσιν | |
5 | αὐταῖς ὅ τε ἐν ἵπποις ἢ ἐν ὄνοις, πᾶν δὲ τὸ ἀριθμητὸν ἐνδέχεται διελ‐ θεῖν, τὸ δὲ ἄπειρον οὐκ ἐνδέχεται διελθεῖν· οὐδεὶς ἄρα ἀριθμὸς ἄπειρος. ἀλλ’ ὅπερ εἶπον, φυσικῶς μᾶλλον ἐπισκεπτέον. ἀνάγκη τοίνυν εἰ ἔστιν ἄπειρον, ἤτοι σύνθετον αὐτὸ ἢ ἁπλοῦν εἶναι, ἀλλ’ οὔτε σύνθετον οὔτε ἁπλοῦν † ἄπειρον ἄρα. σύνθετον μὲν οὐκ ἔστι διὰ τάδε, εἴγε πεπερασμένα | |
10 | ἐστὶ κατὰ ἀριθμὸν τὰ στοιχεῖα. ἢ γὰρ ἐκ πάντων ἀπείρων ἔσται τὸ σύνθετον ἢ τῶν μὲν τῶν δ’ οὒ ἢ τό γε ἔσχατον ἐξ ἑνός. ἐξ ἑνὸς μὲν οὖν ἀδύνατον. διὰ τί; ὅτι πᾶν σῶμα φυσικὸν δύναμιν ἔχει σύμφυτον ἐν ἑαυτῷ, θερμότητα ἢ ψυχρότητα ἢ ὑγρότητα ἢ ξηρότητα. τῶν μὲν οὖν πεπερασμένων πεπερασμέναι καὶ αἱ δυνάμεις, τῶν ἀπείρων δὲ ἄπειροι, | |
15 | πᾶσα δὲ ἄπειρος δύναμις μείζων τῆς πεπερασμένης καὶ φθαρτικὴ ὡς μείζων τῆς ἐλάττονος, ὥστε εἴπερ ἓν ἄπειρον εἴη ἐν τῷ συνθέτῳ, διαφθεί‐ ρει τὰ ἄλλα στοιχεῖα, τὰς δὲ δυνάμεις αὐτῶν διαφθεῖραν ποιήσει τὸ ἄπειρον οὐκέτι σύνθετον, ἀλλ’ ἁπλοῦν, ὅπερ ὅτι μηδὲν ἧττον ἀδύνατον, ἑξῆς ἐπιδειχθήσεται· ἀλλ’ ὅ γε πρὸς τοῦτον τὸν λόγον ἴσως ἄν τις ὑπο‐ | |
20 | λάβοι, πρότερον διαλύομεν. φαίη γὰρ ἄν τις ὡς οὐδὲν κωλύει τὸ ἄπειρον σῶμα τῷ μὲν ὄγκῳ μέγιστον εἶναι, τῇ δυνάμει δὲ ἔλαττον τῶν πεπερασμέ‐ νων, ἐπεὶ καὶ ἀέρος ὄγκον, εἰ πολλῷ πλείονα λάβοις, πυρὸς δὲ ἐλάττω, ἥ γε δύναμις ἡ τοῦ πυρὸς ἔσται πολλῷ πλείων, καίτοι κατὰ τὸν ὄγκον ὄντος ἐλάττονος. ἀλλὰ τοῦτο ὅταν μὲν ἀμφότερα ᾖ πεπερασμένα τὰ σώματα, | |
25 | γένοιτο ἂν ἀληθές· ὅταν δὲ τὸ μὲν τὸ δὲ μή, λόγον οὐκ ἔχει. πῶς; ὅτι κἂν πολὺ τοῦ πυρὸς ἰσομεγέθης ὁ ἀὴρ ἀσθενέστερος ᾖ, παραύξοντάς τε αὐτοὺς εἰς τὸ πολλαπλάσιον μέγεθος ἔσται ποτὲ ἀντανισῶσαι τὴν δύναμιν, εἰ δὲ τοῦτο, καὶ μείζω ποιῆσαι ἐνούσης γε ἡμῖν τῆς παραυξήσεως, καὶ εἴγε μηδέποτε ὑπολείποι, καὶ ἀπείρῳ μείζω. τί οὖν ἐνταῦθα ὠφελεῖ, εἰ | |
30 | τὸ ἴσον πυρὸς τοῦ ἴσου ἀέρος ἰσχυρότερον; ἔστω γὰρ ἰσχυρότερον καὶ δεκα‐ | 85 |
5,286 | πλασίῳ· πάντως γάρ τινα ἀριθμὸν δώσεις τῇ τῆς δυνάμεως ὑπερβολῇ. ὁ δὴ χιλιοπλάσιος ὄγκος ὁ τοῦ ἀέρος ἰσοστάσιος ἔσται κατὰ τὴν δύναμιν τῷ πυρί· μείζων οὖν ὁ μυριοπλάσιος, πολλῷ δὲ μείζων ὁ ἑκατοντάκις τοσοῦ‐ τος καὶ χιλιάκις, ὁ δὲ ἄπειρος ὑπὲρ πάντα λόγον. φθείρει τοίνυν οὐδὲν | |
5 | ἧττον τὸ πῦρ τὸ πεπερασμένον ὁ ἄπειρος ἀήρ, ὥσπερ ἐξ ἀρχῆς ἐρρέθη· δεῖ γὰρ ἰσάζειν τὰς δυνάμεις τῶν ἐναντίων, εἰ μέλλοι τὸ σύνθετον σῴζε‐ σθαι. τὸ μὲν οὖν ἐξ ἑνὸς διὰ ταῦτα ἀμήχανον. ἐκ πλειόνων δὲ 〈ἢ〉 πάντων ἀμηχανώτερον ἔτι. πῶς γὰρ ἀλλήλοις ὑπολείψει χώραν ἕκαστον αὐτῶν πᾶσαν κατειληφός; τοῦτο δὲ παρῆλθε καὶ ἐπὶ τοῦ ἑνὸς ὑπομνῆσαι. | |
10 | εἰ γὰρ ἓν ἄπειρον ἐν τῇ συνθέσει, ποῦ τὰ ἄλλα ἔσται; ὅτι μὲν οὖν οὐχ οἷόν τε ἄπειρον εἶναι 〈σύνθετον〉 σῶμα, ἐκ τούτων δεδείχθω, ὅτι δὲ μηδὲ ἁπλοῦν, οὕτως μάθοιμεν ἄν. ἤτοι γὰρ ἕν τι τῶν στοιχείων ἐστίν, οἷον ἀὴρ ὕδωρ ἢ πῦρ ἤ τις ἑτέρα φύσις ὡς Ἀναξίμανδρος οἴεται. οὗτος γὰρ ἦλθεν ἐπὶ τὴν ὑπόνοιαν ἐξορίσαι τῶν στοιχείων τὸ ἄπειρον, ὅπως μὴ δι’ | |
15 | ἑνὸς ὄντος ἀπείρου τὰ λοιπὰ φθείρηται αὐτῷ ὑπὸ τῆς ἐν τῷ ἀπείρῳ δυνά‐ μεως, ἐπειδὴ ἐν τοῖς στοιχείοις εἴη πρὸς ἄλληλα ἐναντίωσις. ὁ μὲν γὰρ ἀὴρ ψυχρός, τὸ δὲ ὕδωρ ὑγρόν, τὸ δὲ πῦρ θερμόν, ὡς εἴπερ ἦν ἄπειρον ἕν, ἔφθαρτο ἂν ἤδη τὰ ἄλλα. διὰ τοῦτο οὖν ἑτέραν φύσιν τὴν ἄπειρον λέγει, ἐξ ἧς τὰ στοιχεῖά τε καὶ τὰ λοιπά. διττῆς οὔσης περὶ τούτου τῆς | |
20 | σκέψεως, πρῶτον μὲν εἰ ἔστιν ὅλως τοιαύτη τις φύσις ἔξω τῶν λεγομένων στοιχείων, ἔπειτα εἰ καὶ ἄπειρος, δοκεῖ μοι περὶ μὲν τούτου κοινῷ τινι χρήσασθαι λόγῳ, ὃς οὔτε τῶν στοιχείων οὔτε ἔξω τι τῶν στοιχείων ἄπειρον εἶναι διδάξει, πρότερον δὲ ἐπιδεῖξαι, ὅτι ἀδύνατον εἶναί τινα φύσιν ἑτέραν παρὰ τὰ καλούμενα στοιχεῖα. ἅπαν γάρ, ἐξ οὗ ἐστιν, καὶ διαλύεται εἰς | |
25 | τοῦτο· τὰ μὲν ἐκ γαίης φύντα εἰς γαῖαν, φησὶ καὶ ἡ τραγῳδία, τὰ δὲ ἀπὸ αἰθερίου βλαστόντα γονῆς εἰς αἰθέρα. διὰ τί οὖν οὐχ ὁρῶμεν δια‐ λυόμενον εἴς τι· τοιοῦτον σῶμα τῶν γιγνομένων, ὃ μήτε πῦρ μήτε ἀὴρ μήθ’ ὕδωρ ἐστίν; ὅλως γὰρ ἕν τι στοιχεῖον ὑποτίθεσθαι οὐ μόνον ἕτερόν τι τῶν τεσσάρων, ἀλλὰ καὶ εἰ τούτων αὐτῶν, λῆρος πολύς· ἓν δὲ στοι‐ | |
30 | χεῖον ὡς σῶμα ὂν ἤδη κατ’ ἐνέργειαν· τοῦτο γὰρ ἄτοπον εἶναί φημι, κἂν | |
ἄπειρόν τις αὐτὸ κἂν πεπερασμένον ποιῇ, ὥσπερ Ἡράκλειτος τὸ πῦρ οἴεται | 86 | |
5,287 | μόνον στοιχεῖον καὶ ἐκ τούτου γεγονέναι τὸ πᾶν. ἐντεῦθεν γὰρ ἡμᾶς καὶ δεδίττεται συμφλεγήσεσθαί ποτε τὸ πᾶν ἀπειλῶν, ἐπειδὴ διαλυθήσεται εἰς τοῦτο, ἐξ οὗ καὶ γέγονε. καὶ γὰρ οὗτος ἁλίσκεται τῷ αὐτῷ λόγῳ τὰς τῆς γενέσεως ὑποθέσεις προϊέμενος, ὥσπερ γε καὶ Ἀναξίμανδρος. Ἀναξιμάν‐ | |
5 | δρῳ γάρ, ἐπειδὴ πρὸς οὐδὲν ἐναντίωσιν ἔχει τῶν τεσσάρων, ἐκεῖνο τὸ μεταξὺ οὐδ’ ἂν εἰς ἓν τούτων μεταβάλλοι. οὕτως δὲ οὐδ’ ἂν γένοιτο ἐξ αὐτοῦ ἢ ταῦτα ἢ καὶ ἄλλο τι, εἰ ποιεῖν δεῖ καὶ τὰ τέσσαρα ἐξ ἐκείνου. τί οὖν ἔτ’ αὐτοῦ δεήσεται οὕτως ὄντος ἀχρείου πρὸς τὰς γενέσεις; τὸ δὲ Ἡρακλείτου πῦρ ἢ εἴ τι ἄλλο στοιχεῖον τῶν γενομένων σῶμα ὂν κατ’ | |
10 | ἐνέργειαν ὑποτιθοῖτο, ἕξει μὲν ἐν αὑτῷ πάντως ἐναντιότητα καὶ οὕτω γε οὐδὲν αὐτὸ κωλύει μεταβάλλειν εἰς τοὐναντίον, ἀλλ’ ἤτοι φυλάξει τὴν ἐναντίωσιν ἐν τῇ μεταβολῇ καθ’ ἥν ἐστιν, οἷον εἰ πῦρ εἴη, διατηρήσει τὴν θερμότητα ἐν τοῖς ἐναντίοις, ὅπερ ἀδύνατον, ἢ ταύτην ἀπολιπὸν δέχοιτο ἂν τὴν ψυχρότητα, οὕτως δὲ οὐκέτι ἂν σῴζοιτο πῦρ. δεῖ δὲ σῴζεσθαι τὸ | |
15 | στοιχεῖον. διὰ τί δὲ οὐ τὸν ἀέρα στοιχεῖον οὕτως ἐροῦμεν, ἀλλὰ τὸ πῦρ; καὶ γὰρ οὗτος ὁμοίως εἰς ἐκεῖνο ἂν μεταβάλλοι. τάχα οὖν ἄν τις εἴποι, ὅτι καὶ ἡμεῖς τοῖς Ἀναξιμάνδρου περιπίπτομεν ἀτόποις τὴν ὕλην ἄνευ τινὸς ἐναντιώσεως ποιοῦντες ἢ πολὺ τὸ διάφορον αὐτό τι μεταβάλλειν καὶ ἐν αὐτῷ γίνεσθαι τὰς μεταβολάς; αὐτὸ μὲν οὖν τι μεταβάλλειν οὐχ οἷόν | |
20 | τε, εἰ μή τινα ἔχει καὶ ἐναντίωσιν, ἐν αὐτῷ δὲ γίνεσθαι τὰς μεταβολὰς τῶν ἐναντίων εἰς τὰ ἐναντία τίς κωλύει λόγος; οὕτω δὲ ἡμῖν καὶ μία οὖσα ἡ ὕλη ἐνυπάρχει παντὶ τῷ γινομένῳ, ὅπερ τοῖς ἓν τῶν στοιχείων ὑποτιθεμένοις οὐ σῴζεται. ἀλλὰ ταῦτα μὲν ὁδοῦ, φασίν, πάρεργον εἰρήσθω. ἐπανιτέον δὲ ὅθεν ἐξέβην, ὅτι μηδὲν ἄπειρον σῶμα. πέφυκε τοίνυν ἅπαν | |
25 | τὸ αἰσθητόν, ὅπερ γέ ἐστιν ἐν γενέσει καὶ φθορᾷ (νῦν γὰρ εἴ τι τοιοῦτον ἄπειρον, ζητοῦμεν) ἐν τόπῳ εἶναι καὶ ἔστι τις τόπος οἰκεῖος ἑκάστου καὶ ὁ αὐτὸς τοῦ τε μορίου καὶ ἅπαντος, οἷον ὅλης τε τῆς γῆς καὶ μιᾶς βώλου καὶ πυρὸς καὶ σπινθῆρος. ὁ αὐτὸς δὲ οὐ τῷ ποσῷ, ἀλλ’ ὅτι ἀμφοῖν ἢ ἄνω ἢ κάτω. τούτου τοίνυν ὄντος ἐναργοῦς οὕτως τὸ ἄπειρον σῶμα ἤτοι | |
30 | ὁμοειδές ἐστιν ἢ ἀνομοιοειδές. ἔστω δὴ πρῶτον ὁμοειδές. ὁμοειδὴς τοίνυν αὐτοῦ καὶ ὁ τόπος καὶ ὁ αὐτὸς ὅλου τε καὶ τῶν μορίων καὶ οὕτως ἄπειρος. τὸ δὴ μόριον τοῦ ἀπείρου, φέρε βῶλος ἢ τοσονδὶ ὕδωρ, πότερον | |
ἀκίνητον ἔσται ἢ κινηθήσεται; κινεῖσθαι μὲν γὰρ αὐτὸ ἀδύνατον. τί γὰρ | 87 | |
5,288 | μᾶλλον ἄνω ἢ κάτω; συγχωρείσθω γὰρ αὐτοῖς ἐν τῷ ἀπείρῳ καὶ ἄνω καὶ κάτω. πᾶς γὰρ τόπος οἰκεῖος αὐτῷ καὶ οὐδὲν μᾶλλον οὗτος ἐκείνου. πότερον οὖν ἐπὶ πάντας ὁμοῦ κινήσεται καὶ πάντας ὁμοῦ πληρώσει ἢ διασπασθήσεται ἁπανταχοῦ; πῶς δὲ καὶ στήσεται κινηθὲν ἅπαξ; πῶς δὲ | |
5 | καὶ ἠρεμήσει; οὐ γὰρ ὅταν [τε] εἰς τὴν οἰκείαν παραγένηται χώραν· καὶ γὰρ ἣν ἀπέλιπεν, ὁμοίως εἶχεν οἰκείαν. τοῖς μὲν οὖν μορίοις ἀμήχανον οὕτως ἡ κίνησις. ὅλως τε ἄπειρόν τε ἅμα καὶ κινούμενον καὶ Μέλισσος ἀπεγίνωσκεν. οὐκ εὖ δέ, ὅτι πᾶσαν κίνησιν· ἀλλοιοῦσθαι γὰρ ἴσως ἐνδέ‐ χεται. ἀλλὰ οὐδὲ οὕτω κινεῖσθαι τὸ ὅλον ἐγχωρεῖ, ὡς ἡ σφαῖρα ἐν ταὐτῷ | |
10 | τόπῳ κατὰ τὰ μόρια. πρῶτον μὲν γὰρ ἐχρῆν, εἴπερ ὁμοιοειδές, καὶ τὰ μόρια πάντα κύκλῳ κινεῖσθαι, οὐχ ὁρᾶται δὲ οὕτως, ἀλλὰ ἐκεῖνα καὶ ἐπ’ εὐθείας, οἷον γῆ ὕδωρ. ἔπειτα εἰ κύκλῳ, καὶ πεπέρανται· σχῆμα γὰρ ἕξει. μένει τοίνυν ἀκίνητον τό τε ὅλον καὶ τὰ μόρια. ἐγὼ δὲ τοῦτο μὲν οὐ λέγω, ὅτι καὶ μονὴ τῆς φορᾶς οὐδὲν ἧττον ἀδύνατος· ὥσπερ γὰρ κι‐ | |
15 | νεῖσθαι ἐφ’ ἕνα τόπον ἀμήχανον τοῦ παντὸς ὁμοίως ὄντος οἰκείου, οὕτως καὶ ἠρεμεῖν ἐν ἑνὶ τόπῳ μηδὲν μᾶλλον ἑτέρου προσήκοντι. ἀλλ’ ἔστω, δεδόσθω μένειν. καὶ καθ’ ὅλον καὶ κατὰ μόρια τοίνυν ἡ κίνησις οὐκ ἔσται, πρᾶγμα οὕτως ἐναργὲς καὶ οὐδὲ λόγου δεόμενον, εἰ μὴ πρὸς ἀκινή‐ τους γε ὄντως δεόμεθα λόγου. | |
20 | Ἔστω δὴ πάλιν ἀνομοιοειδὲς τὸ ἄπειρον καὶ οὐχ ἁπλοῦν. σύνθετον ἄρα καὶ τῷ ἅπτεσθαι ἕν. οὐκοῦν οὐδὲ εἷς αὐτῷ κατὰ φύσιν τόπος, ἀλλ’ ἑκάστῳ τῶν σωμάτων οἰκεῖος τόπος, ἐξ ὧν σύγκειται τὸ ὅλον. καὶ κίνησις μὲν δὴ σῴζοιτ’ ἄν· ὅρα δὲ τὰ λοιπά. τὰ ἀνομοιοειδῆ ταῦτα πότερον ἄπειρα ἢ πεπερασμένα; ἀλλ’ εἰ μὲν πεπερασμένα κατ’ ἀριθμόν, | |
25 | ἕν τι ἐξ αὐτῶν ἄπειρον ἔσται κατὰ μέγεθος ἢ καὶ πλείονα· οὕτω γὰρ ἂν τὸ ὅλον ἄπειρον εἴη. ἥξουσι τοίνυν αὐτοῖς οἱ πρότερον λόγοι, οὓς ἄρτι λέγοντες ἐπαυσάμεθα. προσέτι δὲ οὐδὲ οἷόν τε ἓν τῶν στοιχείων ἄπειρον εἶναι ἐν τῇ συνθέσει ὂν πῦρ ἢ γῆ. ὥρισται γὰρ ἑκάστου τούτων ὁ τόπος, καὶ οὐ πᾶς οἰκεῖος ἅπαντι, ἀλλὰ τῷ μὲν ἄνω τῷ δὲ κάτω· καὶ διὰ τοῦτο | |
30 | οὐδεὶς τῶν φυσιολόγων πῦρ τὸ ἄπειρον ἐποίησεν ἢ γῆν, ἀλλ’ ὕδωρ ἢ ἀέρα, | |
ὅτι ἐκείνων μὲν ὁ τόπος ἑκάστου δῆλός ἐστι, τούτων δὲ ἐπαμφοτερίζει τῷ | 88 | |
5,289 | ἄνω καὶ κάτω. ἄπειρα ἄρα κατὰ ἀριθμὸν τὰ ἀνομοιοειδῆ μόρια τοῦ ἀπείρου. ἄπειροι ἄρα καὶ οἱ τόποι. ἀλλὰ τοῦτο ἀδύνατον· πεπε‐ ρασμένοι γὰρ οἱ τόποι καὶ αἱ τῶν τόπων διαφοραί· ὁ γὰρ ἄνω καὶ κάτω, καὶ εἰς δεξιὰ καὶ εἰς ἀριστερά, ἔμπροσθεν καὶ ὄπισθεν. πεπερασμένα ἄρα | |
5 | τὰ στοιχεῖα κατ’ ἀριθμόν· οὐ γὰρ δὴ πλειόνων ὁ αὐτὸς τόπος· οὐκέτι γὰρ ἐκεῖνα κατ’ εἶδος διοίσει οἷς ὁ αὐτὸς ἀφώρισται τόπος, εἰ μὴ ὥσπερ Δημόκριτος. οὕτω δὲ ὁμοειδὴς ἡ κίνησις, οὕτω δὲ ὁμοειδῆ τὰ στοχεῖα, οὕτω δὲ καὶ ἑκάστῃ τῶν ἀτόμων οἰκεῖος ὁ τοῦ παντὸς ἔσται τόπος. καὶ ταῦτα ἡ ἄτομος ὑπομενεῖ, ἅπερ εἰ τῇ ἰδέᾳ πεπερασμένα κατ’ ἀριθμὸν | |
10 | καὶ κατὰ μέγεθος, πῶς τὸ ἐξ αὐτῶν ἄπειρον ἔσται; ὅτι δὲ ἀναγκαίως ἀκολουθεῖ τῷ πεπεράνθαι τοὺς τόπους πεπερᾶσθαι καὶ τὰ σώματα, τίς οὐκ οἶδε; συναπαρτίζειν γὰρ τοῖς τόποις αὐτὰ ἀναγκαῖον· οὔτε γὰρ ὁ τόπος μείζων ἢ [ἀναγκαῖον] ὅσον ἐνδέχεται τὸ σῶμα εἶναι (καὶ ἅμα εἰ μείζων ὁ τόπος, οὐκ ἄπειρον τὸ σῶμα) οὔτε τὸ σῶμα μεῖζον ἢ ὅσος | |
15 | ἐστὶν ὁ τόπος· εἰ γὰρ ὑπερβάλλει τὸν τόπον, ἢ ἐν κενῷ ἔσται ἢ οὐδαμοῦ, ὧν τὸ μὲν οὐκ εἰς μακρὰν λόγου τεύξεται, τὸ δὲ αὐτόθεν ἐστὶν καταγέλα‐ στον· οὔτε γὰρ κινεῖσθαί τι δυνατὸν οὔτε ἠρεμεῖν ἄνευ τόπου. Ἀναξαγό‐ ρας δὲ ἄτοπον αἰτίαν ἀποδώσει τοῦ μένειν καὶ ἀκίνητον εἶναι τὸ ἄπειρον μίγμα· περιέχεσθαι μὲν γὰρ ὑπ’ οὐδενὸς ἄλλου διότι ἄπειρον, στηρίζειν δὲ | |
20 | ἐν αὑτῷ καὶ ἐπερείδεσθαι καὶ ἀντιβαίνειν, διὰ τοῦτο δὲ αὐτῷ καὶ κατὰ φύσιν εἶναι τὴν μονήν. τοῦτο δὲ οὐκ ἀληθές. οὐ γὰρ ὅπου τι ἂν ᾖ, ἐκεῖ πάντως καὶ πέφυκεν εἶναι· εἴη γὰρ ἄν πού τι καὶ βίᾳ καὶ ὅπου οὐ πέφυκεν εἶναι, ὡς ὁ λίθος ἐκ τοῦ παττάλου κρεμάμενος, τὸ δὲ στηρίζειν ἐν ἑαυτῷ καὶ ἐπερείδεσθαι βιαίου μονῆς αἰτία μᾶλλον ἢ τῆς κατὰ φύσιν ἐστίν· | |
25 | τόπου γὰρ ἀπορίαν ὑποδηλοῖ καὶ τὸ μὴ ἔχειν ὅπου κινήσεται, ἄδηλον δὲ εἰ παρούσης χώρας ἠρέμησεν ἄν, ὥσπερ τὰ πεφυκότα. μένειν γοῦν οὐ πέφυκε. διὰ τοῦτο γὰρ καὶ τῇ γῇ τὸ μένειν κατὰ φύσιν ἐστίν, ἐπειδὴ | |
καὶ τόπου ὑπάρχοντος ὅμως οὐ κινεῖται, διότι πέφυκεν ἐν τῷ μέσῳ μένειν, | 89 | |
5,290 | ὥστε εἰ καθ’ ὑπόθεσιν ἄπειρος ἦν ἐν τῷ μέσῳ κειμένη, ὡς νῦν ἔχει, οὐ διότι ἄπειρος ἦν καὶ ἐστηρίζειν ἐν ἑαυτῇ, ἔμενεν, ἀλλ’ ὅτι μένειν ἐν τῷ μέσῳ βάρος ἔχουσα ἐπεφύκει. λεκτέον οὖν τοῦ τὸ ἄπειρον μένειν αἰτίαν φυσικήν· ἣν γὰρ λέγει νῦν αἰτίαν, οὐκ ἐκ τῆς φύσεως τοῦ μίγματός ἐστιν | |
5 | ἢ ὅπερ ἄν τις ὑπόθηται σῶμα, ἀλλ’ ἐκ τοῦ μεγέθους, ἐπεὶ τί ποτ’ ἐρεῖ περὶ τῶν μορίων τοῦ μίγματος; εἰ μὲν γὰρ καὶ τούτων ἑκάστῳ κατὰ φύσιν ἐστὶ τὸ στηρίζειν ἐν ἑαυτῷ, πάντα ἀκίνητα μένειν, ὅπερ οὐδὲ αὐτὸς ἂν ἐθελήσειεν· εἰ δὲ διότι πεπέρανται, διὰ τοῦτο οἷά τε καὶ κινεῖσθαι, οὐ κατὰ τὴν φύσιν ἄρα τοῦ σώματος τὸ ἀκίνητον [εἶναι] ὑπῆρχε τῷ ὅλῳ, | |
10 | ἐπεὶ καὶ τοῖς μορίοις ἂν τοῦτο ὑπῆρχεν, εἴπερ ὁμοειδὲς τὸ μίγμα, διόπερ καὶ πᾶν ἐν παντί, ἀλλὰ διὰ τὸ ποσὸν καὶ τὸ μέγεθος. ὅλως δὲ εἴπερ μὴ ἐξ ἀνάγκης, ἀλλὰ πέφυκεν εἶναι τὸ ὅλον ἐν ἑαυτῷ καὶ τόπον ἔχειν ἑαυτῷ, διὰ τί οὐ καὶ τῶν μορίων ἕκαστον; ὁμοειδεῖς γὰρ οἱ τόποι τοῦ τε ὅλου καὶ τοῦ μέρους, ὅλου τε τοῦ ὕδατος καὶ κυάθου καὶ πυρὸς καὶ σπινθῆ‐ | |
15 | ρος. εἰ τοίνυν τοῦ ἀπείρου τόπος τὸ ἐν αὑτῷ μένειν, ἄρα καὶ τὸ ὅλον καὶ τὰ μόρια. παρῄρηται οὖν καὶ οὕτως τὴν κίνησιν ὁμοίως τοῖς ἄλλοις, ὅσοι καὶ ἐξ ἀρχῆς ἀκίνητον εἶναι τὸ πᾶν ὑποτίθενται. ἁπλῶς δὲ ἀδύνατον ἄπειρόν τι λέγειν σῶμα καὶ ἐν τόπῳ εἶναι. εἰ γὰρ πᾶν σῶμα αἰσθητὸν ἢ βάρος ἔχει ἢ κουφότητα καὶ κατὰ τὰς ῥοπὰς ταύτας ἐπὶ τοὺς οἰκείους | |
20 | φέρεται τόπους, ἀδύνατον δὲ τὸ ἄπειρον σῶμα ἢ βαρὺ ἢ κοῦφον εἶναι, ἀδύνατον ἄρα καὶ τόπον αὐτῷ προστιθέναι. ἤτοι γὰρ πᾶν βαρὺ καί ἐστιν ἐν μόνῳ τῷ κάτω, ὁ δὲ ἄνω αὐτοῦ περιττεύσει, ἢ πᾶν κοῦφον καὶ ἔσται μόνον ἐν τῷ ἄνω, ὁ δὲ κάτω αὐτοῦ ὑπερβαλεῖ, ἢ τὸ μὲν ἥμισυ βαρὺ τὸ δὲ ἥμισυ κοῦφον. καὶ πρῶτον μὲν πῶς τὸ ἄπειρον διαιρεῖν; ἔπειτα εἰ | |
25 | τὸ μὲν ἐν τῷ ἄνω τε καὶ ἐσχάτῳ, τὸ δὲ ἐν τῷ κάτω τε καὶ μέσῳ, περαν‐ θήσεται ὑπὸ τῶν τόπων· τὸ γὰρ ἔσχατον καὶ τὸ μέσον περάτων ἐστὶν ὀνόματα. καὶ γὰρ εἰ ἐν τόπῳ ἄπειρον, τούτου δὲ διαφοραὶ τὸ ἄνω καὶ κάτω, καὶ ἔμπροσθεν καὶ ὄπισθεν, καὶ δεξιὸν καὶ ἀριστερόν, ἀνάγκη καὶ τοῦ ἀπείρου ταύτας εἶναι τὰς διαστάσεις· ἀλλὰ πεπερασμένων αἱ διαστάσεις | |
30 | αὗται καὶ αἱ διαφοραί. οὐδὲ γὰρ ἐκεῖνό ἐστιν εἰπεῖν, ὡς αἱ διαφοραὶ τοῦ τόπου τὸ ἄνω καὶ κάτω καὶ τὰ λοιπὰ κατὰ τὴν πρὸς ἡμᾶς εἰσι σχέσιν, οὐκ ἐν αὐτῇ τῇ φύσει τοῦ τόπου· καὶ γὰρ τοῦτο μικρὸν ὕστερον ἐπιδεί‐ | |
ξομεν, ὅτι διχῶς ἕκαστον τούτων καὶ πρὸς ἡμᾶς καὶ τῇ φύσει. καὶ τὰς | 90 | |
5,291 | τοῦ τόπου διαφοράς, ἐν ᾧ τὸ ἄπειρόν ἐστιν, εἰ ἄρα ἔστιν, ἀνάγκη τῇ φύσει εἶναι, οὐ τῇ σχέσει τῇ πρὸς ἡμᾶς. νῦν δ’ ἔτι κἀκεῖνο προσκείσθω, ὡς εἰ ἀδύνατον ἄπειρον εἶναι τόπον, ἐν τόπῳ δὲ πᾶν σῶμα, ἀδύνατον ἄπειρον εἶναι σῶμα· τὸ πρῶτον δέ, τὸ ἄρα δεύτερον. ἀλλὰ μὴν τὸ ἐν | |
5 | τόπῳ καὶ ἔν τινι τόπῳ· εἰ γὰρ ἐν μηδενί, οὐδὲ ἐν τόπῳ, ὥσπερ οὐδὲ ποσόν, ὃ μήτε δίπηχυ μήτε τρίπηχυ μηδὲ κατ’ ἄλλον τινὰ ἀριθμόν. εἰ δὲ ἔν τινι τόπῳ, πάντως ἢ ἐν τῷ ἄνω ἢ ἐν τῷ κάτω ἤ που ἀλλαχοῦ, τοῦτο δὲ ἤδη πολλάκις ἀδύνατον ἀπεδείξαμεν. ὅτι μὲν οὖν ἐνεργείᾳ οὐκ ἔστι σῶμα ἄπειρον, φανερὸν ἐκ τούτων. | |
10 | Ὅτι δὲ καὶ ἁπλῶς ἀναιροῦσι τὸ ἄπειρον πολλὰ ἀδύνατα συμ‐ βαίνει, εἴρηται μὲν καὶ πρότερον ἤδη, λεγέσθω δὲ καὶ νῦν. τοῦ τε γὰρ χρόνου ἔσται τις ἀρχὴ καὶ τελευτή, πρᾶγμα τῶν πάντων ἀμηχανώτατον· τὸ γὰρ λέγειν, ὡς ἤρξατό ποτε γίνεσθαι χρόνος, οὐδὲν ἄλλο ἐστὶν ἢ ὅτι χρόνος ἦν, ὅτε χρόνος οὐκ ἦν. πᾶν γὰρ τὸ γινόμενον ἐν χρόνῳ γίνεται, | |
15 | καὶ τὸ ‘ποτέ‘ χρόνου κατηγορεῖται, δείκνυται δὲ καὶ ἡ κίνησις οὖσα ἀίδιος, ἧς παρακολούθημα ὁ χρόνος. ἓν μὲν οὖν τοῦτο ἄτοπον μὴ παραδεχομένοις τὸ ἄπειρον. ἕτερον δὲ ἡ τῶν συνεχῶν διαίρεσις ἱσταμένη καὶ πάλιν ἡ αὔξησις τοῦ ἀριθμοῦ. ὅταν δὲ μήτε εἶναι μήτε μὴ εἶναι τιθεμένοις αὐτὸ ὁ λόγος εὐοδῇ, τοῦ διαιτήσοντος χρεία καὶ δῆλον ὅτι πως μὲν ἔστι, πὼς | |
20 | δ’ οὔ. λέγεται δὴ τὸ μὲν δυνάμει τὸ δὲ ἐντελεχείᾳ καὶ αὕτη ἡμῖν ἡ διαίρεσις τῶν ὄντων πολλαχοῦ δέδεικται, ὥστε εἴπερ εἶναι μὲν τὸ ἄπειρον ἀνάγκη καὶ προσθέσει διὰ τὸν ἀριθμὸν καὶ τὸν χρόνον καὶ διαιρέσει διὰ τὴν τομὴν τῶν μεγεθῶν, οὐκ ἔστι δὲ ἐνεργείᾳ διὰ τοὺς ἔμπροσθεν λόγους, λείπεται αὐτὸ εἶναι δυνάμει. καὶ τοίνυν τοῦ σώματος τοῦ συνεχοῦς εἰ | |
25 | ἀνάγκη ἄπειρον εἶναι τὴν τομήν, (τὸ γὰρ ἀνελεῖν τὰς ἀτόμους γραμμὰς οὐ χαλεπόν) ἔσται δυνάμει ἄπειρον, οὐκ ἐνεργείᾳ· τοῦτο γὰρ ἀμήχανον παν‐ τελῶς. τὸ γὰρ ἐνεργείᾳ τὴν διαίρεσιν εἰς ἄπειρα ὑποτίθεσθαι καὶ τὴν σύνθεσιν ἐξ ἀπείρων ἐστὶ ποιεῖν· εἰς ὅσα γὰρ διαιρεῖται τὸ συνεχές, ἐκ τοσούτων δήπου καὶ σύγκειται· τὸ δὲ ἐξ ἀπείρων συγκείμενον ἄπειρόν ἐστι | |
30 | κατὰ μέγεθος, τοῦτο δὲ ἀδύνατον ἐπιδεικνύντες ἄρτι πεπαύμεθα. ὅταν δὲ λέγωμεν τὸ ἄπειρον εἶναι δυνάμει, οὐχ οὕτω λέγομεν, ὡς τὸν χαλκὸν | |
ἀνδριάντα εἶναι δυνάμει, ὅτι κἂν γένοιτό ποτε ἀνδριὰς ἐνεργείᾳ, ἀλλ’ ἐπὶ | 91 | |
5,292 | μὲν τοῦ χαλκοῦ καὶ τοῦ ἀνδριάντος παύεται ἡ δύναμις ἐπελθούσης τῆς ἐνεργείας. ὁ γὰρ γενόμενος ἀνδριὰς οὐκέτ’ ἔχει δύναμιν ἀνδριὰς γενέσθαι. λέγεται οὖν ἐπὶ τῶν τοιούτων τὸ δυνάμει πρὸς τὴν ἐνέργειαν, διόπερ οἷόν τε αὐτὸ καὶ προελθεῖν εἰς ἐκείνην πρὸς ἣν καὶ λέγεται, ἐπὶ δὲ τοῦ ἀπείρου | |
5 | ταὐτόν ἐστιν ἐνέργεια ὡς ἀπείρου τοῦ δυνάμει καὶ ἐνεργείᾳ. ἡ γὰρ τοῦ ἀπείρου ἐνέργεια ὡς ἀπείρου τὸ δύνασθαι ἀεί τι πλέον, ἐπεὶ εἴγε τοιαύτην τις ἐντελέχειαν ἐπιζητοίη, οἷον στάσιν τινὰ καὶ μορφὴν καὶ εἶδος, οὗτος οὐδὲν ἄλλο ἢ πέρας τι ζητεῖ τοῦ ἀπείρου, μᾶλλον δὲ φθορὰν τοῦ ἀπείρου, τοῦτο δὲ ἀμήχανον. πᾶσα γὰρ ἐντελέχεια σῴζειν ὀφείλει τὸ ὑποκείμενον. | |
10 | ὥσπερ τοίνυν τὴν τοῦ κινητοῦ ἐντελέχειαν ᾗ κινητὸν φυλάττουσαν ἐπι‐ δείκνυμεν τὴν δύναμιν τοῦ κινεῖσθαι, οὕτως ἐντελέχεια τοῦ ἀπείρου καὶ τελειότης τὸ δύνασθαι ἀεὶ πορρωτέρω. εἰ δὲ παύσαιτό ποτε ἡ δύναμις αὕτη, παύεται παραχρῆμα † τοῦ καὶ ἄπειρον εἶναι. καθάπερ γὰρ οἷς ἐν τῷ γίνεσθαι τὸ εἶναί ἐστιν, ταῦτα παυσάμενα τοῦ γίνεσθαι οὐδὲ ἔστιν ἔτι, | |
15 | ὡς ἀγὼν καὶ ἡμέρα καὶ χρόνος καὶ φλόξ, οὕτως οἷς τὸ εἶναι ἐν τῷ δύνα‐ σθαι, ταῦτα ἀπολέσαντα τὸ δύνασθαι συναπόλλυσιν εὐθὺς καὶ τὸ εἶναι. ἀλλ’ εἴ τις ἄρα καὶ τὴν τοιαύτην δύναμιν τοῦ ἀπείρου ζητεῖ, ἣ πρὸς τὴν ἐνέργειαν λέγεται, καὶ αὐτὴν αὐτῷ δεικτέον ἐπὶ τῆς τομῆς τῶν μεγεθῶν· ὅτε γὰρ μήπω διαιρεῖται, τότε ἐστὶν οὕτως ἄπειρα τῇ διαιρέσει, ὡς καὶ | |
20 | ὁ χαλκὸς ἀνδριάς. ἔλθοι γὰρ ἂν εἰς τὸ κατ’ ἐνέργειαν εἰς ἄπειρα διαι‐ ρεῖσθαι, πλὴν διαφέρει. τοῦτο μὲν γὰρ ἀδύνατον καὶ ἑαυτὸ ἀνατρέπει. εἰ γὰρ μὴ διῄρηται, οὐκ εἰς ἄπειρα πάντως· πῶς γὰρ ἂν ἔληξεν ἡ τομή; τὸ δὲ διαιρεῖσθαι εἰς ἄπειρα οὐδὲν κωλύει ἀεὶ δυναμένου τέμνεσθαι τοῦ λειπο‐ μένου. μηδεὶς οὖν ἀθρόαν ζητείτω τὴν ἐντελέχειαν τοῦ ἀπείρου, ὥσπερ | |
25 | οἰκίας ἢ κλίνης, ἀλλ’ ὥσπερ τὸν ἀγῶνά φαμεν ἐνεργείᾳ παρεῖναι καὶ τὴν | |
ἡμέραν καὶ ὅλως τὸν χρόνον οὔτε τῶν Ὀλυμπίων ἀθρόων δυναμένων | 92 | |
5,293 | φαίνεσθαι οὔτε ἡμέρας οὔτε ὅλως χρόνου, ἀλλ’ ὅτι γίνεταί τι αὐτῶν ἀπὸ μέρους· οὕτω δὴ καὶ τὴν εἰς ἄπειρα διαίρεσιν, οὐχ ὡς ἀθρόαν οὐδ’ ὡς ἅμα δυναμένην γίνεσθαί ποτε, ἀλλὰ καὶ ὅτι γίνεται ἀπὸ μέρους, ἀεί τινος ὑπολειπομένου πάντως μεγέθους. τὸ μὲν οὖν εἶναι ὅμοιον τῷ τε χρόνῳ | |
5 | καὶ τῇ εἰς ἄπειρα διαιρέσει (ἀμφοτέροις γὰρ ἐν τῷ γίνεσθαι καὶ ἐκ μέρους εἶναι καὶ μὴ ἀθρόοις, ἀλλὰ καὶ τὸ ἄπειρον ἐν ἀμφοτέροις ὁμοίως· τὸ γὰρ ἄλλο καὶ ἄλλο ἀεὶ τὸ λαμβανόμενον εἶναι καὶ τοῦτό γε πεπερασμένον), δια‐ φέρουσι δὲ ὅτι ἐπὶ μὲν τοῦ χρόνου τὸ ληφθὲν ἀεὶ μέρος ἐφθάρη (ἀεὶ γὰρ τὸ παρελθὸν ἔφθαρται), ἐπὶ δὲ τῆς διαιρέσεως ἀεὶ τὸ τμηθὲν ὑπομένει, | |
10 | οὔτε δὲ χρόνον ὑπολιπεῖν πρὸς γένεσιν οὔτε τὸ μέγεθος πρὸς διαίρεσιν. μὴ λανθανέτω δὲ ἡμᾶς, ὡς ἐν τοῖς μεγέθεσιν οὐ κατὰ διαίρεσιν μόνον τὸ ἄπειρον, ἀλλὰ καὶ κατὰ πρόσθεσιν· ἐν γὰρ τῷ πεπερασμένῳ μεγέθει, ἐφ’ ὅσον κατὰ θάτερον ἡ διαίρεσις γίνεται, ἐπὶ τοσοῦτον ἡ πρόσθεσις κατὰ θάτερον. εἰ οὖν ἡ διαίρεσις ἐπ’ ἄπειρον, καὶ ἡ πρόσθεσις, ἀλλ’ ἀντε‐ | |
15 | στραμμένως· ὃ γὰρ ἀφαιροῦμεν ἐκείνου, τούτῳ προστίθεμεν. οὐ πᾶσα δὲ διαίρεσις ἐπ’ ἄπειρον οὐδὲ πρόσθεσις· ἂν γὰρ ἴσα τις ἀλλήλοις ἀεὶ τὰ μεγέθη λαμβάνῃ, διαιρῶν ποτε ἀναλώσει τὸ ὅλον ὁπηλίκον ἂν ᾖ· ἀλλὰ χρὴ ποιεῖσθαι τὴν τομὴν τῷ αὐτῷ μὲν λόγῳ, οὐ τῷ αὐτῷ δὲ με‐ γέθει. ἐὰν γὰρ ἐξ ἀρχῆς εἰς ἥμισυ διαιρῶν ἀεὶ τὸ ἥμισυ λαμβάνῃς, τοῦ | |
20 | λειπομένου τὸν μὲν αὐτὸν φυλάξεις λόγον ἐν τῇ τομῇ, οὐ τὸ ἴσον δὲ μέγεθος, καὶ μόνως οὕτως ἡ διαίρεσις οὐχ ὑπολείψει· οὕτω δὲ οὐδὲ ἡ πρόσθεσις. καὶ τὸ ἄπειρον ἔστι μὲν ἐν ἀμφοτέροις δυνάμει, διαφέρει δέ, ὅτι διαιροῦντας μὲν ἔστιν ἔλαττον ἀεὶ λαβεῖν παντὸς ὡρισμένου μεγέθους, προστιθέντας δὲ οὐ παντὸς μεῖζον μεγέθους· οὐ γὰρ παντός ἐστιν μεῖζον, | |
25 | οἷον τοῦ οὐρανοῦ, ἀλλ’ ἐκείνου δυνατοῦ μόνον, ὃ τὴν αὔξησιν εἶχεν ἐκ τοῦ τέμνεσθαι τὸ ἕτερον μέρος, ἐπεὶ εἴγε οἷόν τε ἦν παντὸς μεγέθους μεῖζον λαβεῖν, ἦν ἄν τι σῶμα ἄπειρον ἐντελεχείᾳ, ὁποῖον λέγουσιν οἱ φυσικοί. ὅτε δὲ οὐ δυνατὸν εἶναι σῶμα τοιοῦτον, οὐ δυνατὸν οὐδὲ κατὰ πρόσθεσιν ἄπειρον εἶναι, ἀλλ’ ἄπειρον μὲν πρόσθεσιν οἷόν τε εἶναι, ἐπεὶ καὶ διαίρε‐ | |
30 | σιν· ἄπειρον δὲ κατὰ πρόσθεσιν οὐκέθ’ οἷόν τε. διὰ ταῦτα μέντοι καὶ Πλάτων δύο ἐποίησε τὰ ἄπειρα, τὸ μέγα καὶ τὸ μικρόν, τὸ μὲν τῇ προσ‐ | |
θέσει, τὸ δὲ τῇ διαιρέσει προσομοιῶν καὶ ἐκ τούτων † ἐνεῖναι ὑπαινιττό‐ | 93 | |
5,294 | μενος, ἀλλ’ ὅμως δύο ποιήσας οὐδετέρῳ χρῆται ἐν ταῖς ἀρχαῖς (ἀρχαὶ δὲ κατ’ αὐτὸν οἱ ἀριθμοί)· οὔτε τὸ κατὰ διαίρεσιν ἄπειρον ἐν τοῖς ἀριθμοῖς οὔτε τὸ κατὰ πρόσθεσιν, ἀλλὰ τὸ μὲν οὐκ ἔχουσιν (ἵστανται γὰρ εἰς μονάδα), τὸ δὲ αὐτὸς οὔ φησιν· αὔξει γὰρ αὐτούς· μέχρι γὰρ δεκάδος φησὶν | |
5 | εἶναι τὸν ἀριθμόν, ἐντεῦθεν δὲ αὐτὸν ἀνακυκλεῖσθαι. Εἰ δὲ καὶ καλῶς ἡμεῖς λέγομεν καὶ τὸ ἄπειρον κατὰ μόνην τὴν διαί‐ ρεσίν ἐστι τῶν σωμάτων, ὅταν μὴ παύσηται ἡ τομή, συμβαίνει τοὐναντίον ἄπειρον εἶναι ἢ ὥς τινες βούλονται λέγειν· οἱ μὲν γὰρ ἄπειρον λέγουσιν, οὗ μηδὲν ἔστιν ἔξω λαβεῖν, ἡμεῖς δὲ οὗ ἀεί τι ἔστιν ἔξω λαβεῖν. μαρτυρεῖ | |
10 | δὲ ἡμῖν καὶ ἡ συνήθεια· καὶ γὰρ δακτυλίους ἀπείρους λέγουσι τοὺς μὴ ἔχοντας τὴν σφενδόνην, ὅτι ἀεί τι ἔστιν ἄλλο ἔξω λαβεῖν. τοῦτο δὲ ἔοικε μὲν τῷ ἀπείρῳ, διαφέρει δέ· οὐ γὰρ μόνον ἀεί τι δεῖ λαμβάνειν ἕτερον ἐπὶ τῶν ὄντων ἄπειρον, ἀλλὰ καὶ μηδέποτε ταὐτόν, ὅπερ οὐχ ὑπάρχει τοῖς κύκλοις· διὰ τοῦτο γὰρ καὶ ὑπ’ ἀριθμὸν πίπτουσιν αἱ στροφαί. ὡς οὖν | |
15 | οἷόν τε καὶ ἀφορίσασθαι τὸ ἄπειρον, τοῦτ’ ἂν ἄπειρον εἴη, οὗ κατὰ ποσὸν λαμβάνουσιν ἀεί τι λαβεῖν ἔστιν ἔξω, ποσὰ δὲ ἀριθμῷ καὶ μεγέθει, ἐν ἀμφοῖν δὲ οὕτως τὸ ἄπειρον· ἀεὶ γὰρ ἔστιν ἔξω λαβεῖν ἀριθμὸν πλείονα ἢ τομήν. τὸ δὲ κατὰ ποσὸν λαμβάνουσι προσθεῖναι ἦν ἀναγκαῖον, ὅτι κατὰ τὸ εἶδος ἐν τῇ διαιρέσει πεπέρασται τὰ συνεχῆ· τὸ γὰρ αὐτὸ εἶδός ἐστιν | |
20 | ἐν τῇ διαιρέσει, εἰ καὶ μὴ τὸ αὐτὸ ποσόν· γραμμαὶ γὰρ ἢ ἐπιφάνεια ἢ σώματα ἄμφω. τὸ μὲν οὖν ἄπειρον τοιοῦτόν ἐστιν. Οὗ δὲ μηδὲν ἔστιν ἔξω λαβεῖν, τοῦτο τέλειον μᾶλλον ἂν εἴη καὶ ὅλον· οὕτω γὰρ καὶ ὁριζόμεθα τὸ ὅλον, οὗ μηδὲν ἄπεστι τῶν πρὸς τὴν οἰκείαν | |
αὐτοῦ συμπλήρωσιν συντελούντων, οἷον ἄνθρωπον ὅλον ἢ κιβώτιον ὅλον ἦν, | 94 | |
5,295 | οἷς ἂν οὐδὲν εἰς τὴν μορφὴν ἐλλείπῃ. ὥσπερ δὲ ἐπὶ τούτων τῶν κατὰ μέρος, οὕτως ἕξει κἀπὶ τοῦ κυρίως ὅλου· ἔστι γὰρ κυρίως καὶ ἁπλῶς ὅλον οὗ μηδὲν ἄπεστιν, τοῦτο δὲ καὶ τέλειον ἀκριβῶς· ἔοικε γὰρ τὰ δύο ταῦτα ὀνόματα τό τε ὅλον καὶ τὸ τέλειον ἢ ταὐτὸν σημαίνειν ἢ σύνεγγυς εἶναι· | |
5 | ὅλον μὲν γὰρ λέγομεν πρὸς τὰ μόρια ἀναφέροντες, ὅταν μηδὲν ἐκείνων ἐλλείπῃ, τέλειον δὲ τὸ ἔχον πέρας καὶ τέλος, λέγεται δὲ ἀμφοῖν κατὰ πράγματος τοῦ αὐτοῦ. εἰ δὴ τέλειον τὸ πέρας ἔχον, καὶ ὅλον ἂν εἴη τὸ πέρας ἔχον. ἄμεινον οὖν Παρμενίδης Μελίσσου τὸ ὅλον πεπερασμένον ποιῶν ‘μεσόθεν ἰσοπαλέσ‘, ὁ δὲ τὰ ἀσύνθετα συντάττει καὶ οὐ λίνον λίνῳ | |
10 | κατὰ τὴν παροιμίαν τὸ ‘πάνθ’ ὁμοῦ‘ καὶ ἄπειρον λέγων. εἰ γὰρ πᾶν ἐστιν οὗ μηδὲν ἔξωθεν ἄλλο, ἄπειρον δέ, οὗ ἀεί τι ἔξωθεν ἄλλο, οὐκ ἂν εἴη ‘πάνθ’ ὁμοῦ‘ τι καὶ ἄπειρον. διὰ ταύτην δὲ τὴν πλάνην, καθ’ ἣν οἴονται ἐμφερῶς ἔχειν τὸ ὅλον καὶ τὸ πᾶν καὶ τὸ ἄπειρον, ἤδη καὶ σεμνύνουσι τὸ ἄπειρον, ἃ τῷ ὅλῳ προσήκει καὶ τῷ παντί, ταῦτα ἐπὶ τὸ ἄπειρον μετα‐ | |
15 | φέροντες, τὸ πάντα περιέχειν καὶ τὸ πάντα ἔχειν ἐν ἑαυτῷ. ταῦτα δὲ κατὰ μὲν ὅλου κυρίως λέγεται, κατὰ δὲ τοῦ ἀπείρου, ὅτι τὸ ἄπειρον ὕλη ἐστὶν τοῦ ὅλου τε καὶ τελείου, ὅ ἐστι μετὰ εἴδους ἤδη καὶ συναμφό‐ τερον· ἡ γὰρ ὕλη κατὰ μὲν τὸν αὑτῆς λόγον ἄπειρος ἔσται καὶ ἀόριστος, δυνάμει δέ ἐστιν ὅλον τε καὶ πᾶν· δεκτικὴ γὰρ τοῦ εἴδους καὶ αὐτῆς τε | |
20 | καὶ τοῦ εἴδους τὸ σύνθετον. ὃ τοίνυν δυνάμει εἶχε, λέγω δὲ τὸ ὅλον, τοῦτο ἁπλῶς αὐτῆς κατηγοροῦσι καὶ οὕτως ἃ τῷ ὅλῳ προσήκει, ταῦτα τῷ ἀπείρῳ προσάπτουσι. ὅτι δ’ ἐν τῇ ὕλῃ τὸ ἄπειρον, δῆλον. καὶ γὰρ ἡ τῶν μεγεθῶν καθαίρεσις ἡ ἐπ’ ἄπειρον καὶ ἡ πρόσθεσις ἡ ἀντίστροφος κατὰ τὸ ὑποκείμενον οὐ κατὰ τὸ εἶδός ἐστιν, ὥσπερ ἔφην· μένει γὰρ τὸ | |
25 | εἶδος ταὐτό, καὶ ἄλλως τὸ πέρας αὐτῇ καὶ τὸ ὅλον οὐ καθ’ αὑτήν, ἀλλὰ ἐκ τοῦ εἴδους ὑπάρχει καὶ ἀεί τι περιέχεται ὑπ’ ἄλλου καὶ ἀεί τι αὐτῆς ἔστιν ἔξω λαβεῖν τό τε εἶδος καὶ τὴν μορφήν. διὰ ταῦτ’ οὖν ἄπειρος, εἰκότως δὲ καὶ ἄγνωστος κατὰ τὴν ἑαυτῆς φύσιν· τὸ γὰρ ἄπειρον ἄγνωστον. | |
εἰς τί δὴ περιελήλυθεν ἡμῖν ὁ λόγος ἐκ τῶν εἰρημένων; ἔστι μὲν γὰρ ἄγαν | 95 | |
5,296 | παρὰ τὴν δόξαν, ἀληθέστατον δέ, τὸ ἄπειρον μόριον εἶναι μᾶλλον τοῦ ὅλου ἢ ὅλον. ἡ γὰρ ὕλη μόριον τοῦ συναμφοτέρου, καθάπερ ὁ χαλκὸς τοῦ Διαδουμένου. τοῦτο γὰρ ἴσως εὐλογώτερον ἢ τὸ μέγα καὶ τὸ μικρὸν ἄπειρά τε ποιοῦντας καὶ ὕλην αἰσθητῶν τε καὶ νοητῶν, προσαναγκάζεσθαι | |
5 | συγχωρεῖν περιέχεσθαι καὶ τὰ νοητὰ ὑπὸ τῆς ὕλης, εἴγε ἅπαντα ὑπὸ τοῦ ἀπείρου περιέχεσθαι βούλονται. οὕτως γὰρ ὑπὸ τοῦ ἀορίστου τε καὶ ἀγνώστου τὰ γνωστά τε καὶ ἐπιστητὰ περιέχοιτό τε καὶ ὁρίζοιτο. ἡμῖν δὲ τὸ ἄπειρον ὑπὸ τοῦ ὅλου περιέχεσθαι τιθεμένοις, λέγω δὲ τὴν ὕλην, κατὰ λόγον συμβαίνει ἔλαττον μὲν δύνασθαι παντὸς ὡρισμένου μεγέθους | |
10 | λαβεῖν, μεῖζον δὲ μή· ἡ γὰρ ὕλη ἔνδον ἐμπεριέχεται τῷ τεμνομένῳ μεγέθει. Σμικρότερον μὲν οὖν αὐτὸ ποιεῖν βουλομένοις δίδωσι τὴν χορηγίαν ἐνυπάρχουσαν τῆς ἀπειρίας, μεῖζον δὲ οὐκέτι· δεῖ γὰρ τῆς ἔξωθεν προσθή‐ κης, ἐνδέχεται δὲ μηδὲν ἕτερον ἔξωθεν εἶναι, καὶ εἰ περιέχει τὸ εἶδος, | |
15 | ἀνάγκη εἰς τοῦτο στῆναι τὴν αὔξησιν. εὐλόγως δὲ καὶ ἐν μὲν τοῖς ἀριθμοῖς ἐπὶ τὸ ἐλάχιστόν ἐστι πέρας, ἐπὶ δὲ τὸ πλεῖστον οὐκέτι· ἐν δὲ τοῖς μεγέθεσι τὸ ἀνάπαλιν, διαιροῦσι μὲν οὐκ ἔστιν, προστιθοῦσι δ’ ἔστι. τί ποτ’ οὖν δὴ τοῦτο; ὁ μὲν ἀριθμὸς ἐκ μονάδων οἶμαι σύγκειται· οὐδὲ γὰρ ἄλλο ἐστὶν ἀριθμὸς ἢ πλείους μονάδες· τὸ γὰρ δύο καὶ τρία πλειόνων | |
20 | μονάδων ἐστὶν ὀνόματα, ἕκαστον δέ, ἐξ ὧν σύγκειται, εἰς ἐκεῖνα καὶ διῄ‐ ρηται. διαιρεῖται οὖν καὶ ὁ ἀριθμὸς εἰς τὰς μονάδας, αὗται δὲ καθὸ μονάδες ἀδιαίρετοι. πᾶν γὰρ ἓν καθὸ ἓν ἀδιαίρετον ὡς εἷς ἄνθρωπος καθὸ ἄνθρωπος ἀδιαίρετος· οὐ γὰρ εἰς ἀνθρώπους, εἰ δὲ εἰς μόρια, ἀλλ’ οὐ κατὰ τοῦτο εἷς ἦν. ἡ δὲ μονὰς παντελῶς ἕν· οὐδὲ γὰρ ὕλη αὐτῇ | |
25 | ὑπόκειται, ὥστ’ ἀνάγκη στῆναι τὴν διαίρεσιν εἰς ταύτην ἐλθοῦσαν, τὸ δὲ μέγεθος οὐκέτι σύγκειται ἐξ ἑνάδων, ἀλλ’ ἐκ μεγεθῶν. οὐ καταντᾷ οὖν εἰς ἀδιαίρετα ἡ διαίρεσις. διὰ ταύτην δὲ καὶ ἀριθμὸς ἐπ’ ἄπειρον αὔξεται, ὅτι καὶ ἡ διαίρεσις ἀριθμητὴ καὶ παντὸς ὡρισμένου πλήθους ὑπερβάλλει | |
τὰ λαμβανόμενα· οὐ γὰρ δὴ καθ’ αὑτὸν ὁ ἀριθμὸς τὸ ἄπειρον ἔχει, ἀλλὰ | 96 | |
5,297 | καὶ οὗτος διὰ τὴν ὕλην, ὥστε πανταχοῦ τὸ ἄπειρον διὰ τὴν ὕλην. καλῶς οὖν καὶ δυνάμει τὸ ἄπειρον, ἐνεργείᾳ δὲ οὔ· καὶ γὰρ ἡ ὕλη δυνάμει. καλῶς δὲ ἐν τῷ γίνεσθαι τὸ ἄπειρον, οὐκ ἐν τῷ εἶναι· καὶ γὰρ ἡ ὕλη ῥεῖ καὶ οὐχ ἵσταται. ὁ μὲν οὖν ἀριθμὸς διὰ τὴν ὕλην ἔχει τὸ ἄπειρον, διὰ δὲ τὸν ἀριθμὸν ἐν τοῖς μεγέ‐ | |
5 | θεσιν οὐκ ἔστι τὸ ἄπειρον ἐπὶ τὸ μεῖζον, ὅτι προχωροῦσιν ἐπὶ τὸ μεῖζον τὸ ὅλον ἀπαντᾷ καὶ πᾶν, ὥσπερ ἐν τοῖς ἀριθμοῖς ἡ ἑνάς. οὐ γάρ ἐστιν τὸ πᾶν αὔξεσθαι δυνάμενον· οὕτω γὰρ ἂν εἴη τι τοῦ οὐρανοῦ μεῖζον, ἀλλὰ τὸ ὅλον ὥρισται εἴπερ ὅλον. εἰ δέ τι ἦν δυνατὸν προστιθέναι παντὶ σώματι, οὐδὲν ἂν ἦν πᾶν οὐδὲ ὅλον, ἀλλ’ οἷον οἱ φυσικοὶ λέγουσι τὸ ἄπειρον, ἐνεργείᾳ | |
10 | αἰσθητόν τι σῶμα καὶ μέγεθος. ὅταν λέγωμεν τὸ ἄπειρον καὶ ἐν μεγέθει εἶναι καὶ ἐν κινήσει καὶ ἐν χρόνῳ, ἰστέον ὅτι οὐχ ὡς γένος οὐδὲ ὡς μίαν αὐτῶν φύσιν κατηγοροῦμεν, ἀλλ’ ὡς ἔχει τάξεως ταῦτα πρὸς ἄλληλα, οὕτω καὶ τὸ ἄπειρον τὸ ἐν αὐτοῖς. ὁ μὲν οὖν χρόνος ἄπειρος διὰ τὴν κίνησιν, ἐπειδὴ καὶ τὸ εἶναι ἀπ’ αὐτῆς ἔχει, ἡ κίνησις δὲ ἄπειρος διὰ τὸ | |
15 | μέγεθος· πᾶσα γὰρ κίνησις περὶ μέγεθος αὔξησις μείωσις ἀλλοίωσις ἡ κατὰ τόπον μεταβολή, τὸ μέγεθος δὲ πρώτως ἄπειρον ἤδη· διαιρεῖται γὰρ εἰς μεγέθη. νῦν μὲν οὖν χρώμεθα τούτοις, ὕστερον δὲ καὶ ἀποδείξομεν. οὐκ ἀφαιρεῖται δὲ ὁ λόγος οὐδὲ τοὺς μαθηματικοὺς τὴν θεωρίαν τὸ ἄπειρον ὑποδεικνὺς μὴ εἶναι ἐνεργείᾳ ἐπὶ τὴν αὔξησιν ἀδιεξίτητον· οὐδὲ γὰρ νῦν | |
20 | δέονται τῆς οὕτως ἀπείρου γραμμῆς· ἀεὶ γὰρ κέχρηνται πεπερασμένῃ, ἀλλ’ ὑπὲρ τοῦ ἔχειν ὅσην ἂν βούλωνται. Ἀπορεῖ δέ τις, πῶς τὸ πρῶτον ἀποδείξουσιν ἐν τοῖς στοιχείοις θεώ‐ ρημα. δεδόσθω γὰρ αὐτοῖς ἡ τοῦ κόσμου διάμετρος, ἐφ’ ἧς δεῖ τὸ τρί‐ γωνον συστήσασθαι· πῶς γὰρ ἕξουσι χώραν αἱ δύο πλευραὶ τοῦ τριγώνου; | |
25 | ἢ πρῶτον μὲν οὐ δίδως, ὁποῖον ᾔτησαν ἐξ ἀρχῆς; ᾔτησαν δὲ ἣν οἶόν τε καὶ ἐκβάλλειν, ἔπειτα τί διοίσει τῷ γεωμέτρῃ, εἰ μηδέν ἐστιν ἔξω τοῦ κόσμου; τῇ γὰρ ἐπινοίᾳ δύναται αὔξειν τὴν δοθεῖσαν γραμμήν, οὐκ ἀναγ‐ καῖον δὲ αὐτῷ τίθεσθαι πᾶν τὸ νοούμενον ὡς ὂν ἐνεργείᾳ, καθ’ ἑαυτὸ κεχωρισμένον. ἴσως γὰρ οὐδὲ γραμμὴ τοιαύτη κεχώρισται ἐν τοῖς οὖσιν, | |
30 | ὁποίαν οὗτος νοεῖ, οὐδὲ σῶμα ἐπὶ τρία διεστὼς ἄνευ τινὸς ἀντιτυπίας, | |
ἀλλ’ ὥσπερ οὐδὲν κωλύει πλάτει μήκει κεχρῆσθαι καὶ ἀδιαστάτῳ σημείῳ, | 97 | |
5,298 | ἃ καθ’ αὑτὰ μὲν οὐχ ὑφέστηκεν ἐνεργείᾳ, νοεῖσθαι δὲ οὐκ ἐξείργεται, οὕτω κεχρήσθω καὶ τῇ αὐξήσει τῆς διαμέτρου τῇ κατ’ ἐπίνοιαν. εἰ δὲ μηδείς ἐστιν ἔξω τοῦ κόσμου τόπος, οὐδὲν ἄτοπον· οὐδὲ γὰρ τόπου δεῖται ὅλως ἡ τοιαύτη γραμμή· οὐ γὰρ φυσικόν ἐστι μῆκος ἅπαν τὸ ὃ δεῖται καὶ φύσει | |
5 | τόπου, ἀλλὰ μαθηματικόν, οὗ τόπος ἡ τοῦ θεωροῦντος διάνοια. τὸ γὰρ ἐξ ἀφαιρέσεως εἶναι τὰ μαθηματικὰ τοῦτό ἐστιν, ὅτι πάντα ἀφαιροῦντες ὅσα τοῖς φυσικοῖς σώμασιν ὑπάρχει, τόπον λέγω ποιότητα χρόνον τὸ ποιεῖν τὸ πάσχειν τὸ κινεῖσθαι τὰς ἄλλας κατηγορίας, αὐτὰ μόνα καθ’ ἑαυτὰ τὰ διαστήματα ἐξετάζομεν καὶ τὸ ποσὸν τὸ ὡς συνεχὲς ἐν αὐτοῖς. εἰ μὲν | |
10 | οὖν προσεχρώμεθα πρὸς τὴν καταγραφὴν τοῦ ἰσοπλεύρου τριγώνου τόπῳ τινὶ καὶ χώρᾳ γραμμῆς, ὁ τὸν τόπον αὐτοῦ ἀφαιρούμενος συναφαιροῖτο ἂν καὶ τὴν ἀπόδειξιν. νῦν δὲ οὐδαμοῦ λέγομεν, ἐπειδὴ κεῖται ἐνθάδε ἢ ἐνθάδε ἡ δοθεῖσα γραμμή, ἀνάγκη ταδὶ συμβαίνειν. ὥσπερ οὖν Δημό‐ κριτος κατασκευάζειν ἐπιχειρῶν, ὅτι τὰ χρώματα οὐ συνυπάρχει φύσει | |
15 | τοῖς σώμασιν, ἀλλὰ νόμῳ καὶ τῇ θέσει τῇ πρὸς ἡμᾶς, οὐδὲν ἂν βλάπτοι γεωμετρίαν, ἐπεὶ μὴ χρῆται, οὕτως ὁ τὸν τόπον τὸν ἐπ’ ἄπειρον ἀναιρῶν, μᾶλλον δὲ εἴ τις καὶ ὅλως ἀναιρεῖ τόπον, οὐδὲν ἐμποδὼν γίνεται ταῖς γραμμικαῖς ἀποδείξεσιν· ἀφαιρεῖται γὰρ οὗ μὴ δέονται. ὅτι δὲ οὐκ ἔστιν ἐν τόπῳ τὰ μαθηματικά, φησὶν Ἀριστοτέλης ἐν τῷ ἐχομένῳ συγγράμματι· | |
20 | δηλοῖ γὰρ τὰ μαθηματικὰ οὐκ ὄντα γοῦν ἐν τόπῳ ὅμως κατὰ τὴν πρὸς ἡμᾶς σχέσιν. ἀλλὰ τίς ἂν βλάπτοι γεωμετρίαν τῶν περὶ φύσεως λόγων; ὁ τὰ ἀμερῆ καὶ ἐλάχιστα ἀρχὰς ὑποτιθέμενος καὶ στοιχεῖα· τὴν γὰρ εἰς ἄπειρον τομὴν ἀναιρεῖ, ᾗ συναναιρεῖται πολλὰ τῶν ἐν τοῖς μαθήμασιν νῦν προχείρως δεικνυμένων. ὅλως δὲ εἰ ταὐτὰ δυνατὸν καὶ ἐπὶ τῆς μείζονος | |
25 | γραμμῆς καὶ ἐπὶ τῆς ἐλάττονος ἀποδεῖξαι, καθάπερ καὶ ποιοῦσι καὶ λέγουσι, τί δέονται τῆς μεγίστης γραμμῆς; τέμνουσι γὰρ κατὰ τὸν αὐτὸν λόγον τήν τε μεγίστην καὶ τὴν ἐλαχίστην, ἣν οἴονται καὶ ἐκβάλλειν· οὕτω γὰρ καὶ ἄπειρον ὑποτίθενται οὐ τὴν ὡς ἀδιεξίτητον, ἀλλὰ τὴν οἷόν τε καὶ αὐξηθῆναι. τὸ μὲν οὖν ἄπειρον οὕτως ἐστίν, ἀνάγεται δὲ ἐκ τῶν διῃρη‐ | |
30 | μένων αἰτίων εἰς τὴν ὕλην ὡς προειρήκαμεν· αὕτη γὰρ τὸ ἄπειρον, εἰ | |
μόνον λαμβάνοιτο καθ’ αὑτήν. ἐν στερήσει γάρ· καὶ ἡ ἀπειρία δὲ στέρη‐ | 98 | |
5,299 | σις. οὐ μέντοι γε, εἰ τὸ ἄπειρον στέρησίς τε καὶ περὶ τὴν ὕλην, ἡ ὕλη μόνη καθ’ αὑτὴν ὑπόκειται τῇ εἰς ἄπειρα διαιρέσει, ἀλλὰ τοῦτο ἤδη τὸ συνεχὲς σῶμα καὶ αἰσθητόν· δεῖ γὰρ ἐνεργείᾳ τὸ διαιρεθησόμενον εἶναι. πῶς οὖν λέγεται περὶ τὴν ὕλην τὸ ἄπειρον ἐν τῇ διαιρέσει; ὅτι τοῦ συν‐ | |
5 | θέτου σώματος εἰς ἄπειρα τεμνομένου, ἐπειδὴ μὴ κατὰ τὸ εἶδος ἡ τομὴ γίνεται (μένει γὰρ ἐκεῖνο ταὐτόν), ἀνάγκη κατὰ τὴν ὕλην γίνεσθαι τὴν διαί‐ ρεσιν. φαίνονται δὲ καὶ οἱ ἄλλοι πάντες ὡς ὕλῃ χρησάμενοι τῷ ἀπείρῳ. πῶς δὲ οὕτως χρώμενοι περιέχειν αὐτό, οὐ περιέχεσθαι λέγουσι, τοῦτο οὐκ ἀκολουθεῖ. | |
10 | Λοιπὸν δὲ ἐπελθεῖν καὶ τοὺς λόγους, καθ’ οὓς τὸ ἄπειρον εἶναι δοκεῖ οὐ μόνον δυνάμει, ἀλλ’ ὡς ἀφωρισμένον καὶ ἐνεργείᾳ. οἱ μὲν γὰρ αὐτῶν εἰσιν οὐκ ἀναγκαῖοι, οἱ δὲ ἔχουσιν ἀληθεῖς ἀπαντήσεις. ὁ μὲν γάρ, ἵνα μὴ ἐκλίπῃ ἡ γένεσις, ἀξιῶν τὸ ἄπειρον εἶναι οὐκ ἀναγκαίαν τὴν ἀκο‐ λουθίαν λαμβάνει· ἐνδέχεται γὰρ τὴν ἄλλου φθορὰν ἄλλου γένεσιν εἶναι | |
15 | τοῦ παντὸς ὄντος πεπερασμένου· ὁ δὲ τὸ πεπερασμένον πρός τι περαίνειν οἰόμενος πιθανῶς μέν, ὅρα δὲ ὅπως ἐλέγχεται σοφιζόμενος· οὐ γάρ φημι τὸ πεπερασμένον ἐξ ἀνάγκης πρός τι περαίνειν· τὸ γὰρ πρός τι περαίνειν ταὐτὸν τῷ ἅπτεσθαί τινος ἁπτομένου, ἄλλο δὲ τὸ πεπεράνθαι καὶ ἄλλο τὸ ἅπτεσθαι· τὸ μὲν γὰρ ἅπτεσθαι πρὸς ἕτερον ἔξωθεν λέγεται, τὸ δὲ | |
20 | πεπεράνθαι πρὸς ἑαυτό· ἁφὴ μὲν ἐν τῷ ἄλλου θιγγάνειν, πέρας δὲ ἐν τῷ αὐτό τι ἔσχατον ἔχειν. δύναται μὲν οὖν πεπερασμένα τινὰ καὶ πρός τι περαίνειν καὶ ἅπτεσθαί τινος, ἀλλ’ οὐ ταὐτὸν αὐτοῖς τὸ ἅπτεσθαι τῷ πεπερᾶσθαι· συμβέβηκε γάρ τισιν τῶν πεπερασμένων, ἃ οὐχ ὅλα μόνον ἐστίν, ἀλλὰ καὶ μόρια τοῦ παντός, οὐ καθὸ πέρας ἔχει, ἀλλὰ καθὸ μέρη τοῦ ἀληθινοῦ | |
25 | ὅλου ἐστίν. εἰ δέ τι μόνον ὅλον ἐστὶ καὶ ἀκριβῶς ἅπαν τοῦτο, διὰ τί πρός τι ἕτερον περαίνει; ἔπειτα καὶ πεπεράνθαι μὲν πρὸς ἅπαντά ἐστιν, ἅπτεσθαι δὲ οὐ πρὸς ἅπαντα, οἷον ἡ πηχυαία γραμμὴ πεπέραται μὲν πρὸς ἅπαντα τὰ ἄλλα θεωρουμένη· ἤδη γάρ ἐστιν ἡ τὰ σημεῖα πέρατα ἔχουσα, ἅπτεται δὲ οὐκέτι πρὸς ἅπαντα, ἀλλὰ δεῖ γραμμῆς αὐτῆς ἅπτεσθαι μόνης. | |
30 | ἕκαστον γὰρ πεπέρασται μὲν πρὸς τὸ τυχόν, ἅπτεται δὲ οὐ τοῦ τυχόντος· | 99 |
5,2100 | μὴ ἁπτέσθω δὴ γραμμῆς. οὐκοῦν εἰ πεπέρασται μέν, οὐχ ἅπτεται δέ, οὐ ταὐτὸν ἄρα τὸ πεπερᾶσθαι τῷ πρός τι περαίνειν· † οὐδὲ ἀριθμὸς οἷον ἡ δεκὰς πεπέρασται μέν, τίνος δὲ ἅπτεται; ἡ φωνὴ ἡ τοσήδε πεπέρασται μὲν ὑπὸ τῆς σιγῆς, οὐχ ἅπτεται δὲ τῆς σιγῆς. τοῖς δὲ τὸ κενὸν περὶ τὸν οὐρανὸν | |
5 | ὑποτιθεμένοις πεπέραται μὲν ὁ οὐρανός, οὐ θιγγάνει δὲ τοῦ κενοῦ· σῶμα γὰρ σώματος ἅπτεται. καὶ ταῖς Ἐπικούρου δὲ ἀτόμοις ἐν τῷ κενῷ φερο‐ μέναις πεπερᾶσθαι μὲν ὑπάρχει, πρός τι δὲ περαίνειν οὐκέτι ἐπ’ αὐτῶν τοῦτο ἢ τὸ ἅπτεσθαι. καίτοι τὸν λόγον τοῦτον ἠγάπησεν οὕτως Ἐπίκουρος, ὥστε παλαιότερον ὄντα εἰσποιήσασθαι καὶ ὑποβάλλεσθαι μικραῖς τισι καὶ | |
10 | φαύλαις προσθήκαις, καθάπερ οἱ τὰ φώρια μετασχηματίζοντες ὑπὲρ τοῦ λανθάνειν. εἶεν. ἀλλ’ ἐπειδὴ καὶ τὸ πρός τι περαίνειν ἐπ’ ἐκείνων ἐστίν, ὧν ἀεί τι λαβεῖν ἔστιν ἔξω, οὗ δ’ ἦν λαβεῖν ἔξω, τοῦτο ἄπειρον ἡμῖν διωμολόγηται, εἰ τοῖς πεπερασμένοις ὑπάρχει τὸ πρός τι περαίνειν, ὑπάρχοι ἂν τοῖς πεπερασμένοις ἀπείροις εἶναι. ἢ τοίνυν δεικτέον αὐτοῖς, ὅτι τὸ | |
15 | πρός τι περαίνειν οὐ ταὐτόν ἐστιν τῷ ἀεί τι ἔξωθεν ἔχειν, ἢ οὐ καλῶς ἄπειρον εἴρηται ἤ, μέχρι περ ἂν ταῦτα μένῃ, οὐ κατηγορητέον αὐτοῖς τοῦ πεπερασμένου τὸ πρός τι περαίνειν, εἰ μὴ καὶ τὸ ἄπειρον ἐξ ἀρχῆς τοῦ πεπερασμένου κατηγορήσουσιν. παράβαλλε δὲ καὶ τὸν ἡμέτερον λόγον, εἰ ἄρα ἔχει τὴν αὐτὴν ἰσχὺν ἐν τοῖς λήμμασιν. ἄπειρον μὲν λέγομεν, οὗ | |
20 | ἀεί τι ἔστιν ἔξω λαβεῖν, πᾶν δὲ καὶ ὅλον, οὗ μηδὲν ἔστιν ἔξω λαβεῖν, καὶ οὕτως ἡμῖν συμβαίνει τὸ πᾶν μὴ ἄπειρον εἶναι. τὴν μὲν οὖν ἑτέραν πρότασιν καὶ αὐτοὶ συγχωροῦσιν, ὅτι τοῦ παντὸς οὐδέν ἐστιν ἔξω· καὶ γὰρ ἐναργέστατον καὶ ἀναγκαῖον, τὴν δὲ ἑτέραν ἡμεῖς ἐπεδείξαμεν ἀληθῆ. πρὸς μὲν οὖν τοῦτον τὸν λόγον ἱκανὰ τὰ εἰρημένα, τὸν δὲ ἐκ τῆς διανοήσεως | |
25 | θεάσασθαι, εἰ ἄρα ἔχει τινὰ διανόησιν. ‘ἀεί τι‘, φησὶν, ‘ἐκτὸς νοοῦμεν τοῦ λαμβανομένου μεγέθους καὶ ἡ νόησις οὐκ ἐπιλείπει προσεπιλαμβά‐ νουσά τι καὶ προστιθεῖσα τῷ νοηθέντι. οὐδὲ γὰρ εἰ καὶ πάνυ βούλοιτό τις, ἀπαλλάξειεν ἂν τὴν διάνοιαν τοῦ προσωτέρω προϊέναι καὶ προσεπισω‐ ρεύειν ἄλλο ἀεί‘. ἀλλὰ τίς ἀνάγκη, πρὸς Διός, εἰ νοοῦμεν ὑπεροχήν τινα | |
30 | ἐπ’ ἄπειρον φανταζόμενοι τοῦ μεγέθους, εἶναί τινα τοιαύτην καὶ ἐν τοῖς | |
πράγμασιν; οὐ γὰρ τὰ πράγματα ἀληθῆ, ὡς ἔχει τὰ διανοήματα. νοῶ | 100 | |
5,2101 | γοῦν σε ἔξω τοῦ ἄστεος· νοῶ σε πολλαπλασίονα τοῦ ὄρους. ἆρ’ οὖν ἔξω τοῦ ἄστεος εἶ; καὶ εἶ ἄρα καθ’ Ὅμηρον ἴσος ὄρεος κορυφῇ; χάριεν μέντ’ ἂν ἦν ἐφ’ ἡμῖν εἶναι τὸ ποιεῖν ἀληθές, ὅ τι περ ἂν βουλοίμεθα· ἐξήρκει γὰρ ὑπολαμβάνειν μόνον, ὅτι κρείττους ἐσμὲν τοῦ Διός. ἀλλ’ οὐ πάντα | |
5 | οἷα νοεῖται, καὶ ἔστιν, ἀλλ’ οἷα ἔστιν, ὀλίγα νοεῖται· ὁ χρόνος δὲ καὶ ἡ κίνησις οὐκ ἀναγκασθήσονται ἀρχὴν ἔχειν ἢ τελευτήν· ἔστι γὰρ ἐν τούτοις τὸ ἄπειρον, οὐ μὴν ἀθρόον καὶ πᾶν ἅμα, οὐδὲ ἐνεργείᾳ (οὐδὲ γὰρ ὑπο‐ μένει τι ὅλως), ἀλλὰ τῷ γίνεσθαι καὶ ἀπὸ μέρους. οὕτω δὲ καὶ ἡ τῶν συνεχῶν τομὴ τὸ ἄπειρον ἔχει. εἰ δὲ σφόδρα ἡ νόησις φιλονεικοίη, | |
10 | συγχωρήσομεν αὐτῇ τὸ ἄπειρον ἐπινοίᾳ μὲν εἶναι, ἐνεργείᾳ δὲ καὶ ὑπο‐ στάσει μηδαμῶς. οὐδὲ γὰρ αὐτὴ δύναται ἀθρόον νοῆσαι· προσθείη γὰρ ἂν αὐτῷ πέρας, ἀλλὰ πρόεισιν ἀεὶ πεπερασμένον τι προσθεῖσα, μέχρις | |
οὗπερ ἂν ἀποκνήσασα ἀπαυδήσῃ. | 101 | |
5,2t102-164 | ΘΕΜΙΣΤΙΟΥ ΠΑΡΑΦΡΑΣΙΣ ΕΙΣ ΤΟ Δ ΦΥΣΙΚΗΣ ΑΚΡΟΑΣΕΩΣ. | |
5,2102(2) | Ὁμοίως δ’ ἀνάγκη καὶ περὶ τόπου τὸν φυσικὸν ἐπισκέψασθαι κατὰ τὴν αὐτὴν ἀκολουθίαν· πρῶτον μὲν εἰ ἔστιν, ἔπειτα πῶς ἐστι, πότερον οὐσία καὶ καθ’ αὑτὸ ἢ ἐν ἄλλῳ τὸ εἶναι ἔχει καὶ ὅλως τί ἐστιν ὁ τόπος. | |
5 | ὅτι γὰρ ὁ περὶ τόπου λόγος προσήκει τῇδε τῇ θεωρίᾳ, δηλοῖ καὶ ἡ παλαιὰ δόξα. τὰ γὰρ ὄντα πάντα ὑπολαμβάνουσί που εἶναι· νοεῖ δὲ τὴν ὑπόληψιν ταύτην λόγος οὐχ ὑγιής. ἐπεὶ γὰρ τὸ μὴ ὂν οὐδαμοῦ (τραγέλαφος γὰρ οὐδαμοῦ καὶ σφὶγξ οὐδαμοῦ), καὶ οἴονται ἀκολουθεῖν τὰ ὄντα που εἶναι διὰ τὴν ἄγνοιαν τῆς ἀντιστροφῆς. ἀλλ’ εἰ καὶ τῇ καθόλου θέσει ἁμαρ‐ | |
10 | τάνουσιν, ἐκεῖνό γε ἴσως ἀληθές, ὅτι τὰ φυσικὰ σώματα ἐν τόπῳ γῆ πῦρ ὕδωρ ἀὴρ καὶ τὰ ἐκ τούτων, ὥστε τῷ φυσικῷ ῥητέον καὶ περὶ ταύτης τῆς φύσεως· καὶ ὅλως εἰ κινήσεώς ἐστι θεωρητικός, κινήσεως δὲ ἡ πρώτη καὶ κοινοτάτη πᾶσι τοῖς σώμασι τοῖς φυσικοῖς ἡ κατὰ τόπον, οὐδὲ κατὰ τοῦτο ἂν ἀμελήσειε τοῦ σκέμματος. ἔστι μὲν οὖν χαλεπὸς ὁ λόγος· εἰ γάρ τις | |
15 | θεωρήσειε τὰ καθ’ αὑτὸ προσόντα τῷ τόπῳ, οὐκ ἂν ἐξ ἁπάντων ἔχοι τὸν αὐτὸν ὁρισμὸν ἀποδοῦναι, ὡς ἔσται δῆλον μικρὸν ὕστερον, ἀλλ’ οὐδὲ ἔχο‐ μεν κοινωνόν τινα εἰς τὴν ζήτησιν τῶν προλαβόντων· οὐ γὰρ ὅπως ηὐπό‐ ρησέ τις εἰς τὸ ἀληθὲς περὶ τοῦ τόπου, ἀλλ’ οὐδὲ ἠπόρησεν ἱκανῶς. ὅμως δὲ ὅπως ἂν ᾖ δυνατόν, οὐκ ἀποκνητέον. | |
20 | Εἶναι μὲν οὖν ὅλως τὸν τόπον ἐκ τῶνδε ἄν τις ὑπολάβοι ἄν. ἀντι‐ | |
μεθίσταται ἀλλήλοις τὰ σώματα, καὶ ὅπου πρότερον ὕδωρ, ἐκρυέντος τοῦ | 102 | |
5,2103 | ὕδατος ἀὴρ ἔνεστι νῦν, καθάπερ ἐν τοῖς ἀγγείοις· καὶ μένει μὲν ὁ αὐτὸς τόπος, δέχεται δὲ ἕτερα καὶ ἕτερα τῶν σωμάτων. ἐκ δὴ τούτου δύο ἄν τις ἅμα πιστεύσειε τό τε εἶναι τὸν τόπον καὶ ἕτερον ἐκείνων εἶναι, ἃ δέ‐ χεται· ἔτι φέρεται ἕκαστον τῶν σωμάτων εἰς τὸν αὑτοῦ τόπον μὴ κωλυό‐ | |
5 | μενον, πῦρ μὲν ἄνω, κάτω δὲ γῆ. τοῦτο τοίνυν ἐπιδείκνυσιν οὐ μόνον, ὅτι ἔστι τι ὁ τόπος, ἀλλ’ ὅτι καὶ ἔχει τινὰς διαφορὰς οἰκείας καὶ οἷον δυνάμεις, τὸ ἄνω καὶ κάτω καὶ τὰς λοιπὰς διαστάσεις, ἐφ’ ἃς κινεῖται τὰ σώματα. μὴ γὰρ δή τις ὑπολάβῃ τῇ πρὸς ἡμᾶς σχέσει μόνον τὸ ἄνω καὶ κάτω καὶ ἔμπροσθεν καὶ ὄπισθεν εἶναι καὶ δεξιὸν καὶ ἀριστερόν, ἀλλ’ | |
10 | ἴστω πολλῷ πρότερον, ὅτι καὶ τῇ φύσει ταῦτα διώρισται, ἡ διαφορὰ δὲ οὐκ ἄδηλος. πρὸς ἡμᾶς μὲν γὰρ ταὐτὸν πολλάκις τὸ ἄνω καὶ κάτω, οἷον ὁ κέραμος τῆς οἰκίας νῦν μὲν ἄνω, ἀνελθοῦσι δὲ ἐπὶ τὸ στέγος γίνεται κάτω καὶ ὁ στύλος νῦν μὲν δεξιός, μεταστάντι δὲ εὐώνυμος· τὸ δὲ τῇ φύσει κάτω καὶ ἄνω ταῖς τῶν φυσικῶν σωμάτων κινήσεσι διακέκριται, | |
15 | ἄνω μὲν ἐφ’ ὃ κινεῖται τὸ πῦρ καὶ τὸ κοῦφον, κάτω δὲ ἐφ’ ὃ τὰ βαρέα καὶ γεηρά, καὶ ταῦτα οὐ μόνον τῇ θέσει πρὸς ἄλληλα πάμπολυ διέστησεν ἡ φύσις, ἀλλὰ καὶ τῇ δυνάμει· δεκτικὰ γάρ ἐστι τῶν μήκιστον διαφερόν‐ των. μάλιστα δὲ δῆλον γίνεται, ὅτι μὴ ταὐτὸν τό τε πρὸς ἡμᾶς ἄνω καὶ κάτω καὶ τὰ φύσει διωρισμένα ὡς ἐπὶ τῶν μαθηματικῶν θεωρημάτων· | |
20 | ταῦτα γὰρ καθ’ αὑτὰ μὲν οὔτε ἔχει τόπον οὔτε κινεῖταί που (οὐδὲ γάρ ἐστιν ὅλως καθ’ ἑαυτά), τῇ δὲ πρὸς ἡμᾶς σχέσει δεξιὰ καὶ ἀριστερὰ δύ‐ ναται καὶ νοεῖσθαι καὶ γράφεσθαι, ἀλλ’ οὐχ ὥστε ἔχειν φύσει τούτων ἕκαστον, ἀλλὰ τῇ παρ’ ἡμῶν ἐπινοίᾳ· ὡς γὰρ νοοῦμεν αὐτά, οὕτως καὶ τόπον αὐτοῖς συμφανταζόμεθα μὴ ὑπάρχοντος αὐτοῖς κατὰ φύσιν τόπου. | |
25 | καὶ οἱ τὸ κενὸν δὲ εἰσάγοντες ὡς τόπον αὐτὸ εἰσάγοιεν ἄν· τὸ γὰρ κενὸν νοοῦμεν, εἴγε ἐστὶν οὐδὲν ἄλλο ἢ τόπος σώματος ἐστερημένος· ἱκανὰ μὲν οὖν καὶ ταῦτα δεῖξαι, ὅτι ἔστιν τι ὁ τόπος, οὐκ ἀτιμαστέον δὲ οὐδὲ τὸ ποιητικὸν φῦλον οὐδὲ Ἡσίοδον, ὃς καὶ πρῶτον ἁπάντων τὸν τόπον ποιεῖ· τὸ γὰρ χάος τοῦτο βούλεται αὐτῷ σημαίνειν ὡς δέον πρῶτον χώραν τινὰ | |
30 | ὑπάρξαι τοῖς οὖσι· καὶ γὰρ οὗτος ἦν ὡς ἔοικε τῶν οἰομένων πάντα τὰ | 103 |
5,2104 | ὄντα εἶναί που. εἰ δὲ Ἡσίοδος ὀρθῶς λέγει, θαυμαστή τις ἡ τοῦ τόπου φύσις ἀναφαίνεται. πρώτη γάρ ἐστιν ἁπάντων τῶν ὄντων, εἴγε ἅπασι προ‐ υποβέβληται· καὶ τῶν μὲν ἄλλων οὐδέν ἐστιν ἄνευ τόπου, τὸ χάος δὲ καὶ ἄνευ τῶν ἄλλων· προϋπῆρξε γὰρ τῶν ἄλλων τῷ χρόνῳ. ἀλλὰ καὶ τῇ | |
5 | φύσει πρῶτος ὁ τόπος· συναναιρεῖ μὲν γάρ, οὐ συναναιρεῖται δέ· οὐ γὰρ ἀπόλλυται τῶν ἐν αὐτῷ φθειρομένων· οὐ γὰρ εἰ τὸ πῦρ φθαρείη, συν‐ απόλλυται καὶ ὁ τόπος, φθειρομένου δὲ τοῦ τόπου συμφθείρεται καὶ τὰ ὄντα, εἰ τὸ μηδαμοῦ εἶναι ταὐτὸν τὸ μὴ εἶναι. Ἀλλ’ ὅρα, μὴ περαιτέρω τοῦ δέοντος τὸν τόπον ἀποσεμνύνωμεν· | |
10 | σκέψαι γὰρ καὶ τοὺς ἐναντίους λόγους, οἳ πρὸς τῷ μηδὲν αὐτῷ προστιθέναι καὶ καθάπαξ αὐτὸν ἀναιροῦσιν. ‘εἰ γὰρ ἐπιχειρήσεισ‘, φασί, ‘τί ἐστιν ὁ τόπος ἀποδιδόναι, εἰς τὸ μὴ εἶναι αὐτὸν ὁμολογεῖν περιαχθήσῃ· πρῶτον γὰρ εἴς τι γένος ἀνάξεις τὸν τόπον, ἢ δῆλον ὅτι εἰς σῶμα· καὶ γὰρ ὁ τόπος ἐπὶ τρία διέστηκεν. ἀλλ’ οὕτω τὸ πάντων ἀτοπώτατον ἀπαντήσεται· | |
15 | σῶμα γὰρ διὰ σώματος χωρήσει δι’ ὅλου καὶ δύο σώματα τὸν αὐτὸν ἐφέξει τόπον· εἰ γὰρ καὶ ὁ τόπος σῶμα καὶ τὸ γενόμενον ἐν αὐτῷ σῶμα καὶ ἴσα τοῖς διαστήμασιν ἄμφω, τὸ σῶμα ἔσται ἐν ἴσῳ ἑτέρῳ σώματι‘. τοῦτο δὲ Χρυσίππῳ μὲν καὶ τοῖς ἀπὸ Ζήνωνος 〈ἐν〉 δόγμασίν ἐστιν, οἱ παλαιοὶ δὲ ἀπάγουσιν ὡς εἰς ἀδύνατον ἐναργῶς καὶ πολλοὶ παρίστανται | |
20 | τῷδε τῷ λόγῳ γενικῶς, ὅ τε Ἀφροδισιεὺς Ἀλέξανδρος ἐν τῷ περὶ κρά‐ σεως συγγράμματι καὶ τοῖς ὑπομνήμασιν τοῖς φυσικοῖς καὶ ἄλλοι τινές, οἷς οὐ χαλεπὸν ἐντυχεῖν. εἰ δὲ σῶμα οὐκ ἔστιν ὁ τόπος, σχολῇ γ’ ἂν ἕτερόν τι φανείη δυνάμενον εἶναι· τὸ γὰρ εἰς τρία διεστάναι τοῦ σώματός ἐστιν μόνου. ἀλλὰ δέχεται ὕδωρ ἐξ ἀέρος· τοῦτο γὰρ ὑπολαμβάνομεν τὴν ὕπαρ‐ | |
25 | ξιν δεικνύναι τοῦ τόπου. ὅρα δὲ ὡς οὐ διαφεύγει καὶ τοῦτο δυσχερεῖς τινὰς ἀτοπίας· ὅταν γὰρ ὕδωρ ὁ τόπος δέχηται, ἐν ᾧ πρότερον ἀὴρ ἦν, δῆλον ὡς καὶ τὴν ἐπιφάνειαν δέχεται τὴν τοῦ ὕδατος, ὥσπερ πρότερόν γε τὴν τοῦ ἀέρος· εἰ δὲ τὴν ἐπιφάνειαν δέχεται, δέξεται καὶ τὰς γραμμάς, δέξεται καὶ τὰ σημεῖα. ἔσται τοίνυν τις καὶ σημείου τόπος ὥσπερ καὶ | |
30 | σώματος· ἀλλὰ ἀδύνατον. τί γὰρ διοίσει τῆς στιγμῆς ὁ τόπος τῆς στιγμῆς; οὐδὲ τῆς γραμμῆς οὐδὲ τῆς ἐπιφανείας· τί γάρ ἐστιν ὁ τόπος τῆς ἐπι‐ φανείας παρ’ αὐτὴν τὴν ἐπιφάνειαν; μείζων μὲν γὰρ αὐτῆς οὐκ ἔστιν (ᾧ | |
γὰρ περιττεύει μέρει, τούτῳ μηδὲν αὐτῆς περιέχον, ὁ δὲ τόπος ἐστὶ κατὰ | 104 | |
5,2105 | τοῦτο), ἴσως δὲ ὂν αὐτὸ τοῦτό ἐστιν ἐπιφάνεια. εἰ δὲ τόπος μὲν τῆς γραμμῆς οὐ διοίσει γραμμῆς καὶ δεχόμενος ἐπιφάνειαν οὐχ ἕτερός ἐστι παρὰ τὴν ἐπιφάνειαν, καὶ περιέχον σημεῖον καὶ αὐτὸς σημεῖόν ἐστιν καί, ὅταν σώματος γένηται χώρα, σῶμα γενήσεται. ὅλως δὲ τῶν ὄντων ἕκαστον | |
5 | ἢ στοιχεῖόν ἐστιν ἢ ἐκ στοιχείων συνέστηκεν, εἴτε σῶμά τις εἴτε ἀσώματον λέγει· ἔστι δὲ τῶν μὲν σωμάτων σώματα καὶ τὰ στοιχεῖα, τῶν δὲ ἀσω‐ μάτων ἀσώματα, ἐν οὐδενὶ δὲ τούτων ὁ τόπος οὐδὲ ἐν τοῖς νοητοῖς (μέγε‐ θος γὰρ ἔχει) οὐδὲ ἐν τοῖς σώμασι (σώματα μὲν γὰρ ὡς προειρήκαμεν δέχεται). τὸ δὲ καὶ πρῶτον λέγειν τὸν τόπον καὶ ὡς ἀρχὴν πορρωτέρω | |
10 | σφαλλομένων ἐστίν· πῶς γὰρ ἔσται ἀρχή; πότερον ὡς ὕλη; τί οὖν ἐξ αὐτοῦ συνέστηκεν; ἀλλ’ ὡς εἶδος; ἀλλ’ ὡς τὸ κινοῦν; ἀλλ’ ὡς οὗ ἕνεκεν; ἀλλὰ πῶς; ἔχοι δ’ ἄν τινα λόγον καὶ ἡ Ζήνωνος ἀπορία, ὡς εἰ εἴη τῶν ὄντων ὁ τόπος, καὶ αὐτὸς ἂν ἐν τόπῳ εἴη καὶ ὁ τούτου τοῦ τόπου τόπος καὶ τοῦτο εἰς ἄπειρον. εἰ δὲ τὸ κενόν τις ἀναιροίη παντάπασιν, ὥσπερ | |
15 | ἔχει καὶ τἀληθές, δῆλον ὡς, εἰ τόπος ἐστίν, οὐκ ἂν εἴη ποτὲ κενὸς σώματος, ἀλλὰ πᾶς ἐμπέπλησται τόπος· εἰ δὲ τοῦτο ἀληθές, περὶ τῶν αὐξανομένων τί λέξομεν; ᾧ γὰρ μείζω γίνεται σώματι, τούτῳ πόθεν ὑπάρξει τόπος; πάντα γὰρ ἤδη κατέχεται. ἀνάγκη δὴ μείζω γίνεσθαι τὸν τόπον καὶ συνογκοῦσθαι τῷ σώματι. πῶς οὖν ἢ πόθεν αὔξεται τόπος; χαλεπὸν | |
20 | γάρ ἐστιν ἀποδοῦναι. καλῶς οὖν ὡς ἔοικεν εἴρηται· ὁ πειραθεὶς ἀποδοῦναι, τι ἐστι τόπος, ὁμολογεῖν αὐτὸν μὴ εἶναι ἀναγκασθήσεται. Πάλιν οὖν ἄλλην ἀρχὴν ποιησάμενοι λέγομεν, ὅτι τόπος ὁ μέν τις πρῶτος λέγεται, ὁ δὲ κατ’ ἄλλο· κατ’ ἄλλο μὲν ὁ κοινὸς πλειόνων σωμά‐ των, πρῶτος δὲ ὁ ἑκάστου ἴδιος μόνου. κατ’ ἄλλο μὲν καὶ τὴν οἰκίαν | |
25 | ὅλην σοῦ τόπον εἴποιμι ἂν καὶ τὴν πόλιν, μᾶλλον δὲ καὶ τὴν γῆν ἢ καὶ τὸν ἀέρα καὶ τὸν οὐρανόν. ἀλλὰ τίς ἐστιν ὁ πρῶτός σου τόπος; ὃς περιέ‐ χει οὐδὲν πλέον ἢ σέ· διὰ γὰρ τοῦτον καὶ τὰ ἐφεξῆς ἀληθεύσεται· εἰ γὰρ ἐν τῇ οἰκίᾳ, ὅτι ἐν τῷδε αὐτῆς τῷ τόπῳ, ὅς σοι ἐφαρμόζει, καὶ εἰ ἐν τῇ | |
πόλει, ὅτι ἐν τῇ οἰκίᾳ, καὶ εἰ ἐν τῇ γῇ, ὅτι ἐν τῇ πόλει· ἀλλ’ εἴπερ ὁ | 105 | |
5,2106 | κυρίως τόπος ἐστι τὸ πρῶτον περιέχον ἕκαστον τῶν σωμάτων, πέρας τι ἂν εἴη ὁ τόπος· εἰς τοῦτο γὰρ περατοῦται τὰ σώματα καὶ εἰς πρῶτόν γε τοῦτο (οὐ γὰρ δὴ εἰς ἄλλο τι πρὸ αὐτοῦ) καὶ προσεχῶς γε εἰς τοῦτο (οὐδὲν γὰρ μεταξύ). εἰ δὲ ὁ τόπος καὶ πέρας καὶ πρῶτον καὶ προσεχές, τὸ εἶδος | |
5 | ἀναφαίνεται ἑκάστου καὶ τόπος ἑκάστου· ἐκεῖνο γὰρ τὸ πρώτως περατοῦν καὶ ὁρίζον ἕκαστον τῶν σωμάτων καὶ τὴν ὑποκειμένην ὕλην τοῖς μεγέθεσιν. οὕτω μὲν οὖν σκοποῦσι τὸ εἶδος ἂν τόπος δόξειεν εἶναι. εἰ δὲ ἄλλο τι τῶν περὶ τὸν τόπον ὑπαρχόντων νοήσαιμεν, μᾶλλον ἂν ἡ ὕλη φανείη προσ‐ ημμένη τῷ τόπῳ. δοκεῖ μὲν γὰρ εἶναι τόπος διάστημα τοῦ μεγέθους | |
10 | καὶ τοῦ σώματος, τοιοῦτον δέ τι καὶ ἡ ὕλη φαντάζεται. ὁρισθεῖσα μὲν γὰρ ὑπὸ τοῦ εἴδους καὶ περισχεθεῖσα ἐπιπέδοις καὶ πέρασι μέγεθος γίνεται καὶ σῶμα· καθ’ ἑαυτὴν διάστημα μέν ἐστιν, διάστημα δὲ ἀόριστον· ὅταν γὰρ ἀφαιρεθῇ τῆς σφαίρας τὸ πέρας καὶ τὰ συμβεβη‐ κότα, λείπεται οὐδὲν παρὰ τὴν ὕλην καὶ τὸ διάστημα· οὐ γὰρ ἐν τῷ | |
15 | πέρατι τὸ διάστημα, ἀλλὰ ὁρίζεται μὲν ὑπὸ τούτων, ἔστι δὲ οὐκ ἐν τού‐ τοις ἀλλ’ ἐν τῷ ὑποκειμένῳ. ἔστι μὲν οὖν καὶ διὰ τοῦτο προσοικειοῦν τῇ ὕλῃ τὸν τόπον, μᾶλλον δὲ ὅτι δέχεται πλείους μορφάς τε καὶ εἴδη τὰ ἐν τοῖς σώμασιν ὁ αὐτὸς μένων. ἀπὸ γὰρ ταύτης τῆς ὁμοιότητος καὶ Πλάτων τὴν ὕλην καὶ τὴν χώραν ταὐτόν φησιν εἶναι ἐν τῷ Τιμαίῳ· τὸ γὰρ μετα‐ | |
20 | λαμβάνον τῶν εἰδῶν (ὅπερ ὕλη) καὶ τὴν χώραν (ὅπερ ἐστὶν ὁ τόπος) ταὐτὰ λέγει. καίτοι τὴν ὕλην ἄλλως μὲν ἐν Τιμαίῳ φησὶ δέχεσθαι τὰ εἴδη, ἄλλως δὲ ἐν τοῖς ἀγράφοις δόγμασιν· ἐκεῖ μὲν γὰρ κατὰ μέθεξιν, ἐν τοῖς ἀγράφοις δὲ καθ’ ὁμοίωσιν. ἀλλ’ ὅμως, ὅπερ εἶπον, δόξειεν ἂν ταὐτὸν ἀποφαίνεσθαι ὕλην καὶ τόπον· λέγουσι μὲν γὰρ ἅπαντες εἶναί τι | |
25 | τὸν τόπον, τί δ’ ἐστὶν μόνος οὗτος ἐπεχείρησεν ἀποδοῦναι· ἀλλ’ ἔοικε μεταφορικῶς κεχρῆσθαι τῷ ὀνόματι· οὐδὲν γὰρ διασαφεῖ περαιτέρω. ἡ μέντοι χαλεπότης τοῦ σκέμματος καὶ ἐντεῦθεν δήλη· εἴτε γὰρ εἶδος εἴτε ὕλη μᾶλλον ὁ τόπος, χαλεπὸς ὁ περὶ αὐτοῦ λόγος· εἰς γὰρ τὰς ἀρχὰς ἄπεισιν ὧν ἡ θέα καθ’ αὑτὴν ἀκροτάτη καὶ οὐ ῥᾳδία, διότι πειρώ‐ | |
30 | μεθα χωρίζοντες γινώσκειν ἃ γνῶναι χωρὶς ἀλλήλων οὐχ οἷόν τε. | 106 |
5,2107 | Ἀλλὰ μὴν ὅτι ἀδύνατον ὁποτερονοῦν εἶναι τὸν τούτων τόπον, οὐ χαλεπὸν ἰδεῖν· ταῦτα μὲν γὰρ ἀχώριστα τοῦ πράγματος, ὁ τόπος δὲ οὔ· ἐν ᾧ γὰρ ἦν ἀήρ, ἐν τούτῳ πάλιν γίνεται ὕδωρ ἀντιμεθισταμένων ἀλλή‐ λοις τῶν σωμάτων ὡς ἔφαμεν· οὐδὲ γὰρ ὅλως τι τοῦ σώματος ὁ τόπος | |
5 | οὐ μέρος οὐ πάθος οὐχ ἕξις οὐ δύναμις· οὐδὲν γὰρ τούτων χωρίζεται, ὁ τόπος δὲ χωριστὸς ἑκάστου. καὶ γὰρ δοκεῖ τοιοῦτόν τι εἶναι ὁ τόπος οἷον τὸ ἀγγεῖον· ἔστι γὰρ τὸ ἀγγεῖον τόπος μεταφορητός, τὸ δὲ ἀγγεῖον οὐδὲν τοῦ πράγματός ἐστιν. ἆρ’ οὖν, εἴποι τις ἄν, οὐδὲ συμβεβηκός ἐστι τοῦ σώματος, εἴπερ καὶ χωριστός; ἢ οὐ τοῦ σώματος κατὰ συμβεβηκός, | |
10 | οὗ χωρίζεται, ἀλλὰ τοῦ περιεχομένου πέρας ἐστὶν καὶ ἐπιφάνεια; ὕλη δὲ οὐκ ἂν εἴη καὶ δι’ ἄλλον λόγον· ἡ μὲν γὰρ περιέχεται, ὁ δὲ περιέχει· καὶ ἔτι ὁ μὲν τόπος ἕτερος καὶ ἔξω τοῦ πράγματος, οὔτε δὲ ἡ ὕλη οὔτε τὸ εἶδος τοιαῦτα. Πλάτων δὲ εἰ σφόδρα βούλεται τὴν ὕλην ποιεῖν τόπον, ὅρα αὐτὸν καὶ τὰς ἰδέας ἐν τόπῳ λέγειν καὶ τοὺς εἰδητικοὺς ἀριθμούς· καὶ | |
15 | γὰρ τούτοις ὑποτίθησι τὴν ὕλην, ὥσπερ ἔφην, ἣν ποτὲ μὲν τὸ μέγα καὶ τὸ μικρόν, ποτὲ δὲ τὸ μεθεκτικὸν ὀνομάζει. χωρὶς δὲ τούτων, εἰ τὰ κινού‐ μενα κατὰ φύσιν ἐπὶ τοὺς οἰκείους φέρεται τόπους, ἐπὶ δὲ τὴν ὕλην καὶ τὸ εἶδος οὐδὲν φέρεται (σὺν αὑτῷ γὰρ καὶ ἐν αὑτῷ τούτων ἑκάτερον), οὐδέτερον τούτων τόπος ἔσται; ἡδέως δ’ ἂν ἔγωγε μάθοιμι, πῶς ἂν ὅλως | |
20 | καὶ κινοῖτο τὰ σώματα ἔχοντά γε τὸν οἰκεῖον ἀεὶ σὺν ἑαυτοῖς τόπον, εἰ τούτων θάτερον τόπος· πῶς δὲ τὸ ἄνω καὶ κάτω διοίσει λοιπὸν ἐν τοῖς τόποις ἢ πῶς ἐπ’ αὐτὰ κίνησις ἔσται; τί γὰρ ἐν τῇ ὕλῃ τὸ ἄνω καὶ κάτω; τί δὲ ἐν τῷ εἴδει; περὶ ταῦτα δὲ ζητητέον τὸν τόπον, ἐφ’ ἃ τοῖς σώμασιν ἡ κίνησις ἡ κατὰ φύσιν. εἰ δὲ ἔσται τόπος ἢ ὕλη ἢ μορφή, | |
25 | συγκινεῖται δὲ ταῦτα τοῖς σώμασι καὶ συμπαραγίνεται οὗπερ τὸ πρᾶγμα, πρῶτον μὲν ἄτοπον κινεῖσθαι τοὺς τόπους, ἔπειτα πῶς οὐκ ἔσται ὁ τόπος ἐν τόπῳ; εἰ γὰρ τὸ σῶμα γίνεται ἐν τόπῳ, ὅταν ἔνθεν ἐκεῖσε μεταβαίνῃ, δῆλον ὅτι καὶ τὸ εἶδος ἐν τόπῳ· συμμεθίσταται γάρ. ὅταν τοίνυν εἰς | |
ἄλληλα μεταβάλλῃ τὰ σώματα καὶ γένηται ἐξ ἀέρος ὕδωρ, εἰ μὲν τὸ εἶδος | 107 | |
5,2108 | ἐρεῖς τὸν τόπον, φθείρεις τὸν τόπον (φθείρεται γὰρ τὸ εἶδος ἐν ταῖς μετα‐ βολαῖς· τίς δὲ τόπου φθορά, χαλεπὸν ἀποδοῦναι)· εἰ δὲ τὴν ὕλην, διὰ τί ἐν ἄλλῳ τόπῳ γίνεται τὸ ὕδωρ καίτοι τῆς ὕλης οὐκ ἐκστὰν οὐδὲ χωρισθὲν ἐξ αὐτοῦ; αὕτη γάρ, φησί, μένουσα δέχεται διαφέροντα εἴδη. ταῦτα μὲν | |
5 | οὖν ἡμῖν προηπορήσθω. Λέγομεν δὲ ἐφεξῆς, ποσαχῶς τὸ ἔν τινι λέγεται· προὔργου γὰρ ἄν τι γένοιτο πρὸς τὸν λόγον. ἕνα μὲν δὴ τρόπον ὡς ὁ δάκτυλος ἐν τῇ χειρὶ καὶ ὅλως τὸ μέρος ἐν τῷ ὅλῳ. ἄλλον δὲ ὡς τὸ ὅλον ἐν τοῖς μέρεσιν, ὡς τὸ πρόσωπον ἐν ὀφθαλμοῖς καὶ ῥινὶ καὶ στόματι. ἄλλον δὲ ὡς τὸ εἶδος | |
10 | ἐν τῷ γένει, ὡς ἄνθρωπος ἐν τῷ ζῴῳ. ἄλλον δὲ ὡς τὸ γένος ἐν τῷ εἴδει, ὡς τὸ ζῷον ἐν τῷ ἀνθρώπῳ· καὶ μὴ θαυμάσῃς, εἰ τὸ ζῷον ἐν τῷ ἀνθρώπῳ λέγεται εἶναι, τὸ πλεῖον ἐν τῷ ἐλάττονι· εἰ γὰρ ἐπιστήσειας ἀκριβῶς, σχεδὸν ὡς μέρος εὑρήσεις τὸ ζῷον ἐν τῷ ἀνθρώπῳ· ἐν γὰρ τῷ λόγῳ αὐτοῦ περιέχεται. ἔν τινι δὲ λέγεται καὶ ὡς τὸ εἶδος ἐν τῇ ὕλῃ, | |
15 | ὡς τὸ βάθρον ἐν τῷ ξύλῳ καὶ ὑγεία ἐν θερμοῖς καὶ ψυχροῖς. ἕκτον ὡς ἐν βασιλεῖ τὰ τῶν Ἑλλήνων, καὶ ὅλως ἐν τῷ πρώτῳ κινητικῷ, ὥσπερ Ὅμηρος ‘Διὸς δ’ ἐν γούνασι κεῖται‘. ἕβδομον ὡς ἐν τῷ τέλει καὶ τῷ ἀγαθῷ· ‘πάντα μοι κεῖται ἐν τῇ εὐδαιμονίᾳ‘. εἰσὶ δὲ καὶ ἄλλοι τρόποι τοῦ ἔν τινι, ἀλλὰ καὶ τῶν εἰρημένων καὶ τῶν παραλελειμμένων κυριώτατός | |
20 | ἐστι, καθ’ ὃν ἔν τινι λέγεται τὸ ὡς ἐν ἀγγείῳ καὶ ὡς ἐν τόπῳ. Τούτων ἡμῖν διωρισμένων ζητητέον ἐφεξῆς, εἴ τι δύναται ἔν τινι εἶναι, ὡς ἐν ἑαυτῷ, καὶ πότερον οὗτος ὁ τρόπος ὑφ’ ἕνα πίπτει τῶν εἰρη‐ μένων ἢ ἀδύνατόν τι παντελῶς αὐτὸ εἶναι ἐν ἑαυτῷ, ἀλλὰ τοῦτο ἀληθές, ὅτι πᾶν ἢ οὐδαμοῦ ἢ ἐν ἄλλῳ, ὡς λέγομεν τὸν ἄνθρωπον εἶναι ἐν ἑαυτῷ. | |
25 | γνωστέον τοίνυν, ὡς οὐ πρώτως λέγομεν, ἀλλὰ κατ’ ἄλλο, ὅτι γὰρ ἡ ψυχὴ τοῦ ἀνθρώπου ἐστὶν ἐν τῷ σώματι τοῦ ἀνθρώπου καὶ τοῦ ὅλου τούτου | |
τὸ μόριον ἐν ἄλλῳ μορίῳ· οὕτω γὰρ δύναται μόνως αὐτό τι εἶναι ἐν ἑαυτῷ, | 108 | |
5,2109 | ἐπειδὴ τὸ μέρος ἐν τῷ μέρει· ὡς καὶ αὐτοκίνητον λέγεται τὸ ζῷον, ὅτι τὸ μέν τι μόριον αὐτοῦ κινεῖ τὸ δὲ κινεῖται, ἄλλως δὲ ἀμήχανον, ὡς ὅλον εἶναι ἐν ὅλῳ. ἀλλ’ οὐ λέγομεν φησί τις τὴν ψυχὴν ἐν σώματι εἶναι, ἀλλὰ τὸ ζῷον ἐν ἑαυτῷ. οὗτος δὲ ἔοικεν ἀγνοεῖν τὴν ἐξουσίαν τῆς συνηθείας, | |
5 | ὅτι πολλὰ καὶ ἀπὸ τῶν μερῶν ὀνομάζει. ὡς οὖν λέγει Σωκράτη ὑποδε‐ δέσθαι, οὐχ ὅτι καὶ ὅλον ὑποδέδεται τὸ σῶμα, ἀλλ’ ὅτι τοὺς πόδας, οὕτω καὶ τὸ ζῷον ἐν ἑαυτῷ, ὅτι τὸ μέρος αὐτοῦ ἐν τῷ μέρει, ἐπεὶ καὶ τὸν ἀμφορέα τοῦ οἴνου (λέγω δὲ τὸ σκεῦος τὸ κεραμεοῦν μετὰ οἴνου) φήσαιμι ἂν εἶναι ἐν ἑαυτῷ, ὅτι ὁ οἶνός ἐστιν ἐν τῷ σκεύει, οὔτε δὲ τὸ σκεῦος | |
10 | χωρὶς ἐν τῷ σκεύει οὔτε ὁ οἶνός ἐστιν ἐν τῷ οἴνῳ. οὕτως οὖν μόνως αὐτό τι ἐν ἑαυτῷ, ὡς κατ’ ἄλλο· ὡς γὰρ κατὰ μέρος. πολλὰ δὲ οὕτως λέγεται ἔν τινι, ὡς κατ’ ἄλλο· λέγεται γὰρ τὸ λευκὸν ἐν τῷ ἀνθρώπῳ, ὅτι ἐν τῷ σώματι, καὶ ἐν σώματα, ὅτι ἐν τῇ ἐπιφανείᾳ, ἐν ταύτῃ δὲ οὐκέτι κατ’ ἄλλο, ἀλλὰ πρώτως· οὐ μὴν ἐπειδὴ πρώτως ἐν ἐπιφανείᾳ τὸ λευκόν, | |
15 | ταὐτόν ἐστιν ἐπιφάνειά τε καὶ λευκόν. ὡς διὰ τοῦτο δύνασθαι αὐτό τι εἶναι ἐν ἑαυτῷ· ἄλλος γὰρ λόγος ἐπιφανείας, ἄλλος λευκοῦ καὶ ἄλλη φύσις ἐπιστήμης, ἄλλη ψυχῆς. καίτοι πρώτως ἐν ψυχῇ ἐπιστήμη· καὶ γὰρ ἐν ἀνθρώπῳ, διότι ἐν ψυχῇ. ἀλλ’ ὅμως εἰ καθ’ ἕκαστον ἐπισκοποίης, πάντα τὰ πρώτως ἔν τινι ὄντα ἕτερα ἐκείνων τὴν φύσιν εὑρήσεις, τούτου | |
20 | δὲ οὕτως ἔχοντος πῶς ἔσται τι πρώτως ἐν ἑαυτῷ; ἕτερον γὰρ ἑαυτοῦ ἔσται. εἰ δὲ κατά τινα ὧν ἀπηριθμησάμεθα τρόπων, ἐστὶν ἐν ἑαυτῷ· πάντα γὰρ ἕτερα ἐν ἑτέρῳ· οὐδὲ γὰρ τὸ ὅλον, ὅταν λέγωμεν ἐν τοῖς μορίοις αὐτό, ἐν ἑαυτῷ λέγομεν εἶναι· ἄλλο γὰρ τὸ ὅλον καὶ ἄλλα τὰ μέρη· τὸ μὲν γὰρ ἓν καὶ ταὐτὸν [ἐν] ἑαυτῷ, τὰ δὲ πλείω καὶ διαφέροντα. | |
25 | ἀλλ’ οὐδὲ ὁ λόγος ἐφίησιν ὃν εἰρήκαμεν, ὅτι διαφέρει τὸ τί ἦν εἶναι καὶ αἱ φύσεις κεχωρισμέναι τοῦ τε ἔν τινι πρώτως ὄντος καὶ ἐν ᾧ πρώτῳ ἐστίν, ὥστε εἴπερ τι γένοιτο ἐν ἑαυτῷ, τοὺς διαφέροντας λόγους ἀναδέξεται, μᾶλλον δὲ ἔσται ἅμα τὰ διαφέροντα· ἀλλὰ καθάπερ οὐκ ἐνδέχεται τὸν οἶνον οἶνόν τε ἅμα εἶναι καὶ ἀμφορέα κεραμεοῦν ἢ τὸν κεραμεοῦν ἀμφορέα | |
30 | ἀγγεῖόν τε ἅμα καὶ οἶνον, οὕτως οὐδὲ αὐτό τι ἐν ἑαυτῷ· ἀλλ’ ὥσπερ | |
εἴρηται, κατὰ τὰ μόρια τάχα ἂν ἐνδέχοιτο μόνον αὐτό τι εἶναι ἐν ἑαυτῷ, | 109 | |
5,2110 | ὥσπερ εἴποι τις ἂν καὶ τὸν ἀμφορέα τοῦ οἴνου, ἵνα τὸ μέν τι δέχηται μέρος τὸν οἶνον, οἷον ὁ κεραμεοῦς ἀμφορεύς, οὐχ ὡς αὐτὸς οἶνος ὤν, ἀλλ’ ἕτερον τοῦ οἴνου, τὸ δὲ ἐγγίνεται ἐν τῷ σκεύει οἷον ὁ οἶνος, οὐχ ὡς ἐν αὑτῷ σκεύει ὄντι ἀλλ’ ἐν ἑτέρῳ· ὅλως τε γὰρ ἕτεροι οἱ λόγοι παντελῶς | |
5 | τοῦ τε ἐν ᾧ καὶ ἐν τούτῳ. ὅτι μὲν οὖν ἀδύνατον καθ’ αὑτό τι εἶναι καὶ ἐν ἑαυτῷ, ἐκ τούτων δῆλον· ἀλλὰ μὴν οὐδὲ κατὰ συμβεβηκός. οὐ ταὐτὸν δὲ τὸ κατὰ συμβεβηκὸς τῷ κατὰ μέρος, εἰ καὶ ἄμφω κατ’ ἄλλο, ἀλλὰ πάμπολυ διαφέρει. τὸ μὲν γὰρ ζῷον ὁρᾶν λέγεται κατὰ μέρος (μέρος γὰρ αὐτοῦ τὰ ὄμματα οἷς ὁρᾷ), ὁ δὲ ἱστὸς κινεῖται κατὰ συμβεβηκὸς ἐν τῷ | |
10 | πλοίῳ, ἐπειδὴ τῷ πλοίῳ συμβέβηκεν, ὃ κινεῖται, καὶ ἡ λευκότης κινεῖται κατὰ συμβεβηκός, ἐπειδὴ ὁ ἄνθρωπος, ᾧ ὑπάρχει· δύο γὰρ οὗτοι τρόποι τοῦ κατὰ συμβεβηκός, ὅταν ἢ τὸ μέρος τινὸς ταὐτόν τι λέγηται πάσχειν, ὅπερ καὶ τὸ ὅλον, ἢ τὸ συμβεβηκός, ὅπερ καὶ ᾧ συμβέβηκε. πῶς ἂν οὖν εἴη τι κατὰ συμβεβηκὸς ἐν ἑαυτῷ; δεῖ γὰρ αὐτὸ ἢ μέρος ἢ πάθος ἑαυτοῦ | |
15 | εἶναι ὅπερ οὐδὲ ἐπινοῆσαι δυνατόν. καὶ οὕτως δὲ ἂν εἴη τι κατὰ συμβε‐ βηκὸς ἐν ἑαυτῷ, οἷον † αὐτῷ οὕτω καὶ τὸ ἀγγεῖον ὁ ἀμφορεὺς κατὰ συμβεβηκὸς ἐν ἑαυτῷ, εἰ μέρος ἢ πάθος ὑποτεθείη τοῦ ὕδατος· ἐπεὶ γὰρ τὸ ὕδωρ ἐν τῷ ἀγγείῳ, ἔσται καὶ τὸ ἀγγεῖον ἐν ἑαυτῷ μέρος τι ὂν ἢ πάθος τοῦ ὕδατος. ἀλλὰ τοῦτο γελοῖον· χωρὶς γὰρ τοῦ τὴν ὑπόθεσιν | |
20 | ἄτοπον εἶναι καὶ δύο σώματα ἔσται ἐν τῷ αὐτῷ τόπῳ, τό τε ἀγγεῖον, εἴπερ τοῦτο ἐν ἑαυτῷ, καὶ τὸ ὕδωρ, εἴπερ καὶ τοῦτο ἐν τῷ ἀγγείῳ. τούτων μὲν οὖν ἅλις. ἐκ δὲ τῶν προειρημένων τρόπων τοῦ ἔν τινι καὶ τὴν Ζήνωνος ἀπορίαν λύειν ἔστιν, καθ’ ἣν ᾤετο δεῖν τὸν τόπον εἰ ἔστι, καὶ ἔν τινι εἶναι· τὸ γὰρ ἔν τινι πολλαχῶς καὶ ἔσται ὁ τόπος ἔν τινι | |
25 | μέν, οὐκ ἐν τόπῳ δέ· ὁ γὰρ κυρίως λεγόμενος τόπος τὸ πέρας τοῦ περιέ‐ χοντος ἔν τινι (καὶ γὰρ ἐν τῷ σώματι οὗ μέρος ἢ πέρας ἐστίν), οὐ μὴν | |
ὡς ἐν τόπῳ· καὶ γὰρ ἡ ὑγεία ἔν τινι (ἐν θερμοῖς γὰρ καὶ ψυχροῖς), ἀλλ’ | 110 | |
5,2111 | ὡς ἕξις, καὶ τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἔν τινι, ἀλλ’ ὡς πάθος. οὕτως δὲ καὶ ὁ τόπος ἔν τινι, ἀλλ’ οὐκ ἐν τόπῳ. τοῦτο δ’ ἦν τὸ ἄτοπον καὶ τὸ εἰς ἄπειρον προϊέναι. ταῦτα μὲν οὖν ἔσται διηπορημένα. Τί δ’ ἐστὶν ὁ τόπος, ὧδε ἂν γένοιτο φανερόν. ἐπειδὴ γὰρ δυσθή‐ | |
5 | ρατος ἡ φύσις αὐτοῦ, πρότερον θεωρήσωμεν, ὅσα ὑπάρχειν τῷ τόπῳ καθ’ αὑτὸν αἱ κοιναὶ βούλονται ἔννοιαι. ἀξιοῦμεν δὴ τὸν τόπον πρῶτον μὲν περιέχειν ἐκεῖνο, οὗ τόπος ἐστίν, δεύτερον μηδὲν αὐτὸν εἶναι τοῦ πράγματος, ὃ περιέχει· τουτὶ γὰρ ἤδη καὶ ἀποδέδεικται· τρίτον μήτε ἐλάττω μήτε μείζω τοῦ σώματος εἶναι τὸν πρῶτον τόπον· ἐλάττων μὲν γὰρ οὐκ | |
10 | ἔσται· πῶς γὰρ περιέξει; μείζων δὲ εἴπερ εἴη, καὶ ἄλλο ἂν δέχοιτο σῶμα, ὥστε οὐκ ἂν εἴη πρῶτος, λοιπὸν οὐδὲ τούτου μόνου. ἔτι πρὸς τούτοις ἀπολείπεσθαι καὶ χωριστὸν εἶναι τοῦ σώματος. οὕτω γὰρ καὶ ἐξ ἀρχῆς ἐνοήθη ἐκ τῆς ἀντιμεταστάσεως τῶν σωμάτων. ἔτι πάντα τόπον ἔχειν τὸ ἄνω ἢ κάτω καὶ ἕκαστον τῶν σωμάτων ἐν ἑνὶ αὐτῶν. ὑποκειμένων δὴ | |
15 | τούτων τὰ λοιπὰ θεωρητέον. δεῖ δὲ τοιοῦτόν τινα λόγον ἀποδοῦναι τοῦ τόπου, ὃς τά τε ἀπορούμενα λύσει καὶ τὰ δοκοῦντα ὑπάρχειν τῷ τόπῳ φυλάξει καὶ τὸ αἴτιον τῆς περὶ αὐτὸν δυσκολίας ἐμφανιεῖ. πρῶτον μὲν οὖν δεῖ κατανοῆσαι, ὅτι οὐκ ἂν ἐζητεῖτο ὁ τόπος, εἰ μὴ κίνησις ἦν ἡ κατὰ τόπον· διὰ γὰρ τοῦτο καὶ τὸν οὐρανὸν μάλιστα οἰόμεθα ἐν τόπῳ | |
20 | εἶναι, ὅτι μάλιστά ἐστιν ἐν κινήσει. τρία δὲ τῆς κατὰ τόπον κινήσεως εἴδη, φορὰ καὶ αὔξησις καὶ φθίσις· καὶ γὰρ ἐν τῇ αὐξήσει μεταβάλλει τόπον ἐκ τόπου καί, ὃ πρότερον ἦν ἐνταῦθα, πάλιν μεθέστηκεν εἰς ἐλάττονα ἢ μείζονα. ἔπειτα ὅτι μὴ πάντα τὰ κινούμενα εἰς τὴν περὶ τοῦ τόπου ἔννοιαν ἡμᾶς προήγαγεν, ἀλλὰ μόνα τὰ καθ’ αὑτά, τὰ δὲ κατὰ συμβεβηκός, | |
25 | ὥσπερ οὐδὲ κινεῖται κυρίως, οὕτως οὐδὲ τόπου προσδεῖται οὔτε εἰς τὴν γνῶσιν αὐτοῦ συντελεῖ. καίτοι διαφορὰ μέν τις ἔστιν τῶν κατὰ συμβεβη‐ κὸς κινουμένων· τὰ μὲν γὰρ ἐνδέχεται καὶ καθ’ αὑτὰ κινηθῆναι, οἷον τὰ μόρια τοῦ σώματος καὶ τοὺς ἥλους τῆς νεὼς εἰ διαιρεθεῖεν, τὰ δὲ οὐδα‐ μῶς ἐνδέχεται, οἷον τὴν λευκότητα καὶ τὴν ἐπιστήμην. ἀλλ’ ὅμως οὔτε | |
30 | ταῦτα οὔτε ἐκεῖνα εἰς τὰς πρώτας ἐννοίας ἤγαγεν ἡμᾶς τοῦ τόπου, ἀλλὰ | 111 |
5,2112 | τὰ καθ’ αὑτὰ κινούμενα μόνα. καθ’ αὑτὰ δὲ κινεῖται, ὅσα ἀπολελυμένα τοῦ περιέχοντος ἅπτεται αὐτοῦ, οὐκ ὄντα αὐτῷ συνεχῆ, ἡ δὲ χεὶρ κινεῖται μὲν γράφουσα νῦν δίχα τοῦ λοιποῦ σώματος, οὐκ ἀπολέλυται δὲ τοῦ σώ‐ ματος, ἀλλὰ συνεχὴς αὐτῷ καὶ οὐχ ἅπτεται τοῦ ὤμου. οὐκοῦν οὐδὲ | |
5 | κινεῖται κατὰ τοῦτο τὸ μέρος καθ’ αὑτὴν οὐδὲ ἐστὶν ἐν τόπῳ, ἀλλ’ ὅπερ εἶπον, ἐκ τῶν καθ’ αὑτὸ κινουμένων ἀναμφιλέκτως θηρευτέον τὴν φύσιν τοῦ τόπου. κινεῖται δὲ τὸ ζῷον καθ’ αὑτὸ ἐν κόσμῳ. ἆρα οὖν τὸν κόσμον εἴποις ἂν εἶναι τόπον τοῦ ζῴου; οὐδαμῶς. ἀλλὰ τὸν ἀέρα; οὐδὲ τοῦτον. τί δήποτε; ὅτι κεῖται τὸν τόπον μήτε μείζω μήτε ἐλάττω τοῦ | |
10 | σώματος εἶναι. τίς οὖν ὁ τόπος τοῦ Καλλίου; τὸ ἔσχατον τοῦ ἀέρος, ὃ περιέχει μόνον Καλλίαν· διὰ γὰρ τοῦτο ἦν ἐν τῷ ἀέρι καὶ διὰ τοῦτο ἦν ἐν τῷ κόσμῳ, ὥστε οὗτος ὁ πρῶτος τόπος. ὅταν μὲν οὖν μὴ διῃρημένον ᾖ τὸ περιέχον, ἀλλὰ συνεχές, οὐχ ὡς ἐν τόπῳ λέγεται εἶναι, ἀλλ’ ὡς μέρος ἐν ὅλῳ, ὡς ἔφην καὶ τὴν χεῖρα ἐν τῷ σώματι· ὅταν δὲ διῃρημένον | |
15 | ᾖ καὶ ἁπτόμενον, ὡς ἐν τόπῳ ἔσται τοῦ ἐσχάτου τοῦ περιέχοντος, τοῦτο δὲ οὐδὲ μέρος τοῦ σώματος (ἔξωθεν γάρ) οὔτε μὴν μεῖζον οὔτε ἔλαττον, ἀλλ’ ἴσον πανταχοῦ τοῖς πέρασι τοῦ σώματος, ὃ περιέχει· ἅμα γάρ ἐστι τὰ ἔσχατα τῶν ἁπτομένων. τὰ μὲν οὖν μόρια τοῦ συνεχοῦς οὐκ ἐν τῷ ὅλῳ κινεῖται, ἀλλὰ μετὰ τοῦ ὅλου, τὰ διῃρημένα δὲ ἐν τόπῳ, οὐ μετὰ τόπου | |
20 | κινεῖται, πλὴν εἰ μὴ τὰ ἐν ἀγγείοις· μεταφορητὰ γάρ ἐστι τὰ ἀγγεῖα. ἀλλὰ ταῦτα οὐκ εἰσὶν οἱ πρῶτοι τόποι· μείζω γὰρ τῶν σωμάτων, ἀλλὰ τὰ ἔσχατα αὐτῶν ἡ κοίλη ἐπιφάνεια τοῦ κάδδου καὶ ἡ κοίλη ἐπιφάνεια τοῦ κεραμίου οἷς συμβάλλει τῷ ὕδατι ἢ τῷ οἴνῳ. εἰ δὴ ταῦτα ἀληθῆ λέγομεν, φανερὸν ἐκ τούτων, τί ἐστιν ὁ τόπος, ὅτι τὸ πέρας καὶ τὸ ἔσχατον τοῦ περιέχοντος, ὃ τοῦ σώματος | |
25 | ἅπτεται, ὃ περιέχει. τοῦτο δὲ καὶ ἄλλως ἂν ἀποδειχθείη. ἐπειδὴ γὰρ τέτταρά ἐστιν, ὧν εἶναί τι τὸν τόπον ἀνάγκη (λέγω δὲ εἶδος, ὕλη, διάστημα τὸ μεταξὺ τῶν ἐσχάτων τοῦ περιέχοντος, αὐτὰ τὰ ἔσχατα τοῦ περιέχοντος), εἰ μηδὲν τῶν τριῶν ἐστιν, ἀνάγκη τὸ λειπόμενον εἶναι τὸν τόπον. ὅτι μὲν οὖν οὐκ ἔστιν ἡ ὕλη, δέδεικται ἱκανῶς. ἀλλὰ καὶ ὅτι μηδὲ τὸ εἶδος, ἤδη | |
30 | φανερὸν γέγονε τὸ φενακίσαν τοὺς τὸ εἶδος ὑπολαμβάνοντας εἶναι τὸν τόπον· | 112 |
5,2113 | ἐπειδὴ γὰρ περιέχει μὲν ἡ μορφή, περιέχει δὲ καὶ ὁ τόπος, τὸ εἶδος ὑπέλαβον εἶναι τὸν τόπον δι’ ἄγνοιαν τῶν συλλογισμῶν· καίτοι πέρατα μὲν ἄμφω, οὐ τοῦ αὐτοῦ δέ, ἀλλὰ τὸ μὲν εἶδος τοῦ περιεχομένου, ὁ τόπος δὲ τοῦ περιέχοντος σώματος. ἐγὼ δὲ οὐδὲ πέρας εἴποιμι ἂν τὸ εἶδος· οὐδὲ | |
5 | γὰρ ἡ ἐπιφάνεια τὸ εἶδος, ἀλλ’ ὁ λόγος τοῦ [τὸ] τί ἦν εἶναι, ἀλλ’ ἴσως ἐπεὶ περατοῖ τὴν ὕλην καὶ ὁρίζει (πέρας γὰρ λέγεται ὥσπερ καὶ μέτρον ἀριθμός), λείπεται τοίνυν ἡμῖν, ὅτι μηδὲ τὸ διάστημα ὁ τόπος ἐστίν, ἀπο‐ δεῖξαι. διάστημα δὲ τὸ μεταξὺ νοούμενον τῶν περάτων τοῦ περιέχοντος, οἷον τὸ μεταξὺ τῆς κοίλης ἐπιφανείας τοῦ κάδδου. παλαιὰ μὲν οὖν ἡ δόξα | |
10 | καὶ τοῖς τὸ κενὸν τιθεμένοις προσήκουσα, ἠκολούθει δὲ ὅμως αὐτῇ καὶ ὁ περὶ Χρύσιππον χορὸς καὶ Ἐπίκουρος ὕστερον. εἰσποιοῦσι δέ τινες καὶ τὸν Πλάτωνα τῷ δόγματι· ἤρτηται δὲ ἐκ πιθανῆς μὲν αἰτίας, ψευδοῦς δὲ ἱκανῶς. ἐπειδὴ γὰρ εἰς ἐπίνοιαν ἤλθομεν ὅλως τοῦ τόπου ἐκ τῆς ἀντιμε‐ ταστάσεως τῶν σωμάτων καὶ τοῦ γίνεσθαι συνεχῶς ἄλλοτε ἄλλα ἐν τῷ | |
15 | αὐτῷ τόπῳ, διὰ τοῦτο αὐτοῖς ὁ τόπος ἔδοξεν εἶναι τὸ διάστημα τὸ μεταξύ, ὃ ταὐτὸ μένον ὑπελάμβανον ὑποδέχεσθαι τὰ ἀντιμεθιστάμενα σώματα κεχωρισμένον ἑκάστου τούτων τῶν εἰσιόντων σωμάτων· ἐνῆγε δὲ αὐτοὺς εἰς ταύτην μάλιστα τὴν ὑπόνοιαν τὰ ἀγγεῖα· ἐπειδὴ γὰρ τῆς ἐπιφανείας ἐν τῷ κεραμείῳ τῆς κοίλης μενούσης τῆς αὐτῆς καὶ περιγεγραμμένης ἰδίοις | |
20 | πέρασι ποτὲ μὲν ὕδωρ ἐγγίνεται, ποτὲ δὲ ἀὴρ ἐν τῷ σκεύει, διὰ τοῦτο εἶναι τὸ μεταξὺ τῆς κοίλης ἐπιφανείας διάστημα ὑπενόησαν, ὃ ταὐτὸν μένον καὶ τῶν σωμάτων κεχωρισμένον ὥσπερ καὶ ἡ ἐπιφάνεια τοῦ ἀγγείου δέ‐ χεσθαι ἀνὰ μέρος τὰ σώματα. ἀλλ’ οὐκ ἔστι τοῦτο ὑγιές. εἰ μὲν οἷόν τε ἦν κενὸν σώματος γενέσθαι ποτὲ τὸ ἀγγεῖον, ἴσως ἂν ἐφωράθη καθ’ ἑαυτὸ | |
25 | τὸ λεγόμενον τοῦτο διάστημα· νῦν δὲ ἅμα ἐκχεῖται τὸ ὕδωρ καὶ ὁ ἀὴρ ἀντεισέρχεται, κἀντεῦθεν ἡ πλάνη· ἐπεὶ γὰρ σῶμα πᾶν μετὰ διαστήματος, μεταφέρουσι τὸ τῶν σωμάτων διάστημα ἐπὶ τὸν τόπον οὐκ ἐννοοῦντες, ὅτι διὰ τοῦτο ἀεὶ διάστημά ἐστιν ἐν τόπῳ, ἐπειδὴ καὶ σῶμα ἀεί, δηλοῖ δὲ τὰ χαλκᾶ καὶ στεγανὰ πανταχόθεν ἀγγεῖα· οὐ γὰρ ἂν ἐκρύσειε τὸ ὕδωρ, εἰ | |
30 | μὴ χώραν εἰσρύσεως ὁ ἀὴρ λάβῃ. φενακίζει δὲ αὐτοὺς καὶ τὸ μένειν ἀεὶ | |
ἀσύγχυτον καὶ τὴν κοίλην ἐπιφάνειαν τῶν ἀγγείων, ὡς εἴγε συνέπιπτεν | 113 | |
5,2114 | ἐξαιρουμένου τοῦ ὕδατος, ὥσπερ ἐπὶ τῶν ἀσκίων, οὐκ ἂν ὁμοίως ἐξη‐ πατῶντο. οὔκουν ὁμοίως ἐν τῷ ἀέρι φανταζόμεθα ὑπομένειν τὸ διάστημα τοὐμοῦ σώματος· συγχεῖται γὰρ εὐθὺς κινηθέντος ἡ περιέχουσά με ἐπιφά‐ νεια καὶ ἑνοῦται πρὸς ἑαυτήν, τῆς δὲ ἐν τοῖς στερεωτέροις ἀγγείοις ἀεί τι | |
5 | ἅπτεται ἕτερον σῶμα ἀσυγχύτου φυλαττομένης, τὸ δὴ τὸ σῶμα τοῦτο ἐν διαστήματι εἶναι διὰ τοῦτο καὶ ἐκείνης ἀεὶ διάστημα μεταξὺ εἶναί φασιν. Ἀλλ’ ὑποθώμεθα ἐξαιρεθέντος τοῦ ὕδατος μηδὲν ἕτερον εἰσρυῆναι σῶμα. μένει τοίνυν μεταξὺ τῆς ἐπιφανείας διάστημα κεχωρισμένον. ἀλλ’ ἄλογος ἡ ὑπόθεσις, ὦ σοφώτατε Γαληνέ (αὐτὸ γὰρ ὑποτίθεται ὃ ζητοῦμεν)· | |
10 | ζητούντων γὰρ ἡμῶν, εἰ δύναται εἶναι διάστημα κεχωρισμένον, πλάττεις σεαυτῷ καὶ ἀναζωγραφεῖς, ὃ βούλει εἶναι διάστημα κεχωρισμένον, οὐχ ὅτι ὑπάρχει δεικνύεις. ὅλως τε † οὔτε δυνατὸν ἐννοεῖς· τὸ γὰρ ἀναιρεῖν τὴν ἀντιμετάστασιν τῶν σωμάτων τοῦ παντάπασιν ἀναιρεῖν σῶμα οὐδὲν δια‐ φέρει, οὐδὲ δὴ τὸ λέγειν, ὡς εἴ τις ὑποθοῖτο μήτε οὐρανὸν ἔσεσθαί ποτε | |
15 | μήτε γῆν μήτε ἄλλο τι τῶν νῦν ὑπαρχόντων σωμάτων, ἀλλὰ μηδὲ ἕτερον ἂν τούτων γενέσθαι σῶμα· καὶ γὰρ οὕτως μόνον καταλιπεῖν βουλήσεται διάστημα, ἐν ᾧ τὰ σώματα νῦν ἐστι, τηνικαῦτα δὲ οὐκ ἔσται. ἀλλ’ οὔτε τοῦτο δυνατὸν οὔτε ὃ βούλεται ὁ Γαληνός· διάστημα γὰρ ἄνευ σώματος ἀμήχανον ὑποστῆναί ποτε, ἀλλὰ θᾶττον ἂν ὁ χαλκὸς συμπέσοι τῆς κοίλης | |
20 | ἐπιφανείας ἢ δίχα σώματος μείνειεν· τὸ γὰρ κενὸν ὅτι κενὸν ὄντως ἐστίν, εὐθὺς ἐπιδειχθήσεται. τί δὲ δήποτε; ἐπὶ μὲν τοῦ τοίχου οὐκ ἂν ὑπο‐ λάβοις, ὅτι οὐ δύναταί ποτε αὐτοῦ μηδὲν σῶμα ἅπτεσθαι παντελῶς, εἴγε μὴ τὸ κενὸν οὕτως προσίεσθε, ἐπὶ δὲ τοῦ κρατῆρος οὐκέτι; καὶ γὰρ τούτου παραπλησίως ἀεί τι ἅπτεται, ἡ διαφορὰ δὲ ἐν τῷ σχήματι μόνον ἐστί. | |
25 | ‘πῶς οὖν‘, φησίν, ‘ἐπινοοῦμεν τὸ διάστημα ὡς ἄλλο τι τῶν σωμάτων;‘ πῶς δὲ λευκότητα, πῶς δὲ μελανίαν; ἕκαστον γὰρ τούτων ἀφαιροῦντες τοῦ σώματος καθ’ αὑτὸ νοοῦμεν, οὐχ ὡς καθ’ αὑτὸ ὑφεστὼς καὶ τοῦ σώματος κεχωρισμένον, ἀλλὰ τῷ λόγῳ μόνον χωρίζοντες. ἐπεὶ γὰρ μὴ ταὐτὸ τῷδε τῷ ὕδατι τοσοῦτόν τι διεστάναι καὶ ὕδατι εἶναι, ὁμοίως καὶ τῷ οἴνῳ, | |
30 | ὁμοίως καὶ τῷ ἀέρι, ἀφαιροῦντες τῷ νῷ τὰς ποιότητας, καθ’ ἃς τὸ μὲν | 114 |
5,2115 | ὕδωρ, τὸ δὲ οἶνός ἐστιν, τὸ δὲ ἀήρ, οὕτω νοοῦμεν τὸ διάστημα μόνον καθ’ ἑαυτό· εἶτα ἐπειδὴ συμβαίνει τὰ τρία σώματα ἐν τῷ αὐτῷ παρὰ μέρος ἀγγείῳ γίνεσθαι, ἃ ταῖς μὲν ἄλλαις ποιότησι διαφέρει, ἴσα δέ ἐστι τῷ διαστήματι αὐτῷ, καὶ μᾶλλον ὑπονοοῦμεν ἄλλο τι εἶναι τὸ διάστημα | |
5 | παρὰ τὰ σώματα ὁρῶντες, ὅτι εἰσρυεὶς ὁ ἀὴρ μετὰ τὸν οἶνον τὰς μὲν ἄλλας ποιότητας οὐκ ἔχει τοῦ οἴνου, τὸ διάστημα δὲ μόνον ταὐτὸ φυλάττει τῷ οἴνῳ· καὶ ἐπειδὴ κατὰ μὲν τὰς ἄλλας ποιότητας οὐκ ἔστιν ἐν τόπῳ τὰ σώματα οἷον θερμότητα ἢ ψυχρότητα, κατὰ δὲ τὸ διάστημα μόνον, οὕτω τὸ διάστημα τὸν τόπον ὑπολαμβάνομεν, οὐ καλῶς· οὐ γὰρ εἰ κατὰ διά‐ | |
10 | στημα ἔστιν ἐν τόπῳ, ὁ τόπος ἐστὶ τὸ διάστημα ἢ καὶ ἡ κίνησίς ἐστιν ὁρμή, ἐπειδὴ κινούμεθα καθ’ ὁρμήν. τὰ μὲν οὖν αἴτια τῆς πλάνης τοῖς ἐπὶ ταύτην ἐλθοῦσιν τὴν δόξαν ταὐτά ἐστιν. Ὅτι δὲ οὐκ ἔστι τὸ μεταξὺ τῶν ἐσχάτων τοῦ περιέχοντος διάστημα τόπος, ἀναμνησθῆναί σε δεῖ μόνον, ὅσα ὑπάρχειν τῷ τόπῳ ταῖς κοιναῖς | |
15 | ἀκολουθοῦντες ἐννοίαις ἐξ ἀρχῆς διωρισάμεθα. τὸν τόπον δεῖν περιέχειν, ἀλλ’ ἐμπεριέχεται τὸ διάστημα. τὸν τόπον δεῖν χωρίζεσθαι τῶν σωμάτων, ἀλλὰ τὸ διάστημα ἑκάστῳ τῶν σωμάτων σύνεισί τε καὶ συναπέρχεται· εἰρήκαμεν γάρ, ὡς ὁ μένειν αὐτὸ χωρὶς τῶν σωμάτων ἀξιῶν τὸ κενόν, κἂν μὴ βουλήσηται, παραδέχεται· εἰρήκαμεν δέ, ὅτι καὶ τὸ μὲν ποσὸν τοῦ δια‐ | |
20 | στήματος μένει ταὐτόν, ταὐτὸν δὲ οὐ μένει διάστημα. ἔτι τὸν τόπον ᾠόμεθα δεῖν μηδὲν τοῦ σώματος εἶναι, τὸ διάστημα δέ ἐστιν μικροῦ δεῖν αὐτὸ τὸ σῶμα. ὅλως δὲ ὁ τὸ διάστημα τόπον λέγων τί μᾶλλον τὸ σῶμα ἐν τόπῳ ποιεῖ ἢ τὸν τόπον ἐν τῷ σώματι; μᾶλλον γὰρ τὸ διάστημα ἐν τῷ σώματι ἢ τὸ σῶμα ἐν τῷ διαστήματι, εἴγε τὸ μὲν συμβεβηκός (ποσὸν | |
25 | γάρ), τὸ δὲ οὐσία (σῶμα γὰρ αἰσθητόν). καὶ τοῦτο δὲ ἡδέως ἂν πυθοίμην αὐτῶν, ὅταν ἐν τόπῳ γένηται σῶμα, πότερον φυλάττον τὸ διάστημα τὸ οἰκεῖον (πᾶν γὰρ σῶμα ἐν διαστήματι) οὕτω γίνεται ἐν τῷ τόπῳ ἢ τὸ μὲν οἰκεῖον ἀποβάλλει, μόνῳ δὲ γίνεται τῷ τοῦ τόπου; εἰ μὲν τοίνυν ἐροῦσι τὸ δεύτερον, διδαξάτωσαν ἡμᾶς, πῶς φθείρεται τὸ διάστημα | |
30 | μὴ φθειρομένου τοῦ σώματος, πῶς δὲ τὸ μὲν ἴδιον αὐτοῦ φθείρεται, προσ‐ γίνεται δὲ τὸ ἀλλότριον; εἰ δὲ ἄμφω τὰ διαστήματα σῴζεσθαι λέξουσι καὶ τὸ τοῦ σώματος καὶ τὸ τοῦ τόπου, πῶς ἅμα ἔσται τὰ δύο καὶ πότερον ἐν ποτέρῳ; ποῖον γὰρ ἐρεῖς περιέχεσθαι; ποῖον δὲ περιέχειν; πῶς δὲ δύο μὲν διαστήματα ἅμα καὶ ἐν τῷ αὐτῷ μέτρῳ γενέσθαι δυνατόν, ἐν ᾧ καὶ τὸ | |
35 | ἕτερον ἦν, δύο δὲ σώματα οὐκέτι; οὐ γὰρ τὰ ἄλλα γε συμβεβηκότα κωλύ‐ | |
σει· οὐ γὰρ θερμότης ἢ ψυχρότης ἢ λευκότης ἢ μελανία τὸν ὄγκον μείζονα | 115 | |
5,2116 | ποιοῦσιν, ἀλλὰ μόνον τὰ διαστήματα. ἢ τοῦτο μὲν ὡς ἐκείνῳ ἀκόλουθον παραδέχονται, ἡμῖν δὲ ψεῦδος τοῦτο ἀποδεικνύουσι συναναιρεῖν ὑπάρχει καὶ τὸ ἡγούμενον. ἔτι πότερον αὐξανομένου τοῦ σώματος αὔξεται καὶ τὸ τοῦ τόπου διάστημα ἢ τὸ μὲν τοῦ σώματος αὔξεται, τοῦ τόπου δὲ οὔ; αὔξε‐ | |
5 | σθαι μὲν γὰρ πῶς ἂν εἴποι τις ἕτερον μέγεθος ἑτέρῳ γενομένης προσθή‐ κης; ὅμοιον γὰρ ὡς εἰ ἔλεγε καὶ τὸν πῶλόν τις αὐξάνεσθαι ἐκ τῆς τρο‐ φῆς τοῦ σκυλακίου. μένειν δὲ ἴσον ἀμηχανώτερον· πῶς γὰρ ἔτι τοῦ μεί‐ ζονος τόπος; οὐκ ἐπιστρέφει δὲ ὁ λόγος οὗτος ἐπὶ τὸ τοῦ περιέχοντος πέρας· οὐ γὰρ ἔστιν αὔξησις ἐπιφανείας καθ’ ἑαυτήν. | |
10 | Ἃ μὲν οὖν ἡμεῖς λέγομεν πρὸς τὴν δόξαν, ταῦτά ἐστιν· οἷς δὲ χρῆται Ἀριστοτέλης, ἀσαφέστερον μὲν ἔχει, πειρατέον δέ, ὅπως ἐνδέχεται, κἀκεῖνα, ὡς ἐξ ἀρχῆς προὐθέμεθα, ἐκκαλύπτειν. εἰ, φησίν, ἦν τι διάστημα καθ’ αὑτὸ πεφυκὸς εἶναι καὶ μένειν ἐν ἑαυτῷ, ἄπειροι ἂν ἦσαν οἱ τόποι. τί δήποτε; ὅτι ἡνίκα ἂν μεταφέρηται τὸ ἀγγεῖον πλῆρες ὂν ὕδατος ἢ ἀέρος, | |
15 | ὃ ποιεῖ τὸ ὅλον ὕδωρ ἐν τῷ ἀγγείῳ, τοῦτο ποιήσει καὶ τὰ τοῦ ὕδατος μόρια. ὡς οὖν τὸ ὅλον ὕδωρ κατέχον τὸ οἰκεῖον διάστημα σὺν τῷ ἀγγείῳ κινεῖται μεταφερομένῳ, οὕτως ἕκαστον τῶν μορίων κατέχον τὸ οἰκεῖον διά‐ στημα κινηθήσεται σὺν τῷ ἀγγείῳ. ὅταν τοίνυν ἐν ἄλλῳ τόπῳ γένηται ὁ ἀμφορεύς, δηλονότι καθέξει τι διάστημα τὸ μεταξὺ τῶν ἐσχάτων τοῦ | |
20 | περιέχοντος ἀέρος, οὗ διαστήματα καὶ τὸ ὕδωρ μέρος καθέξει καὶ τὰ τοῦ ὕδατος μόρια. ὅρα δέ, πόσα ἐν ταὐτῷ γίνεται διαστήματα· ὃ κατέσχεν ὅλος ὁ ἀμφορεύς, ὃ κατέσχε τὸ τούτου μέρος τὸ ὕδωρ, ὃ κατέσχεν ἕκαστον τῶν μορίων τοῦ ὕδατος, πάλιν ὃ κατέσχεν ὅλον τὸ ὕδωρ ἐν τῷ ἀμφορεῖ (ἦν γὰρ ἐν τόπῳ τῷ ἀμφορεῖ) καὶ τὸ μεταξὺ τῶν ἐσχάτων αὐτοῦ τῆς | |
25 | κοίλης ἐπιφανείας, πρὸς τούτοις ὃ κατεῖχεν ἕκαστον τῶν μορίων τοῦ ὕδατος. τούτοις εἰ προσθείης καὶ τὸ τοῦ ἀμφορέως ὡς τοῦ ὕδατος σώματος καὶ τὸ τοῦ μέρους ὡς σώματος, πολλὰ εὑρήσεις ἐν ταὐτῷ διαστήματα. ἓν μὲν τοῖς μορίοις καὶ ἕτερον ἔγωγε ἀτοπώτερον ὑφορῶμαι. ἕκαστον γὰρ ἔν τε τῷ οἰκείῳ δια‐ στήματι ἔσται καὶ ἐν τῷ μείζονος μέρους· γινομένης δὲ εἰς ἄπειρον τῆς τομῆς | |
30 | εἰς ἄπειρον καὶ ἡ τῶν τόπων πρόσθεσις προελεύσεται. ὅλως γὰρ εἰ διάστημα ὁ τόπος, οὐδὲν ἄτοπον καὶ τῶν μορίων ἕκαστον ἐν τόπῳ εἶναι καθ’ αὑτό· καὶ γὰρ | |
ἐν διαστήματι καθ’ αὑτό ἐστιν ἕκαστον, ὃ διάστημα μόριον ὅλου τοῦ τόπου. | 116 | |
5,2117 | τοῖς μὲν γὰρ τὸ πέρας τοῦ περιέχοντος τιθεμένοις κατὰ συμβεβηκὸς τὸ μέρος ἐν τῷ τόπῳ, ἐπειδὴ τὸ ὅλον ἐν τόπῳ· τοῖς δὲ ὅλον τὸ μεταξὺ διάστημα πῶς οὐκ ἔσται τὰ μόρια καθ’ αὑτὰ ἐν τόπῳ; ἔστιν οὖν ἐν ἀπείροις ἕκαστον τόποις. ὅτι δὲ καὶ ὁ τόπος ἐν τόπῳ γίνεται, δῆλον. | |
5 | τὸ γὰρ διάστημα τὸ μεταξὺ τῶν κοίλων τοῦ ἀμφορέως ἔσται ἐν ἄλλῳ διαστήματι μετατεθέντος τοῦ ἀμφορέως. ἆρ’ οὖν ταὐτὰ ἄτοπα ἀπαντᾷ τοῖς τὸ ἔσχατον τοῦ περιέχοντος λέγουσι τόπον; οὐδαμῶς. διὰ τί; οὐκέτι γὰρ ἂν εἴποιμι ἐν ἄλλῳ τόπῳ γίνεσθαι τὸ ὕδωρ καὶ τὰ τοῦ ὕδατος μόρια κινουμένου τοῦ ἀμφορέως· ἐν τῇ αὐτῇ γάρ ἐστιν ἐπιφανείᾳ καὶ | |
10 | οὐκ ἐξαλλάξει ταύτην οὐδὲ ἑτέραν προσεπιλαμβάνει τινά, ὥσπερ ἕτερον καὶ διάστημα. ‘πῶς οὖν, εἰ τὸν αὐτὸν κατέχει τόπον ὁ οἶνος, καὶ καθ’ ὅλον καὶ κατὰ μόρια κινεῖται ἐνθένδε κἀκεῖσε ἐκ τοῦ οἰκήματος εἰς τὸ ταμιεῖον;‘ ἐρήσεταί τις. ὅτι μηδὲ κινεῖται καθ’ αὑτόν (μένει γὰρ ἐν τῷ ἀμφορεῖ), ἀλλὰ κινεῖται καὶ μεθίσταται ὁ ἀμφορεύς, ἐν ᾧ ὁ οἶνός ἐστιν· ἐν | |
15 | ᾧ γάρ ἐστιν ὁ ἀὴρ ἢ τὸ ὕδωρ ἢ ὅ τι δήποτε, τοῦτο μεθίσταται, οὐχ ὁ ἀὴρ οὐδὲ τὸ ὕδωρ οὐδὲ τὰ μόρια τούτων, ἀλλά ποτε ταῦτα κινεῖται, εἰ ἀλλήλοις ἀντιμεθίσταται τὰ ἐν τῷ κεραμείῳ. εἰ δὲ ἦν τὸ διάστημα ὁ τόπος, συμμεθίστατο ἂν τοῖς ἀγγείοις τὰ σώματα καθ’ αὑτὰ καὶ τὰ μόρια ὁμοίως γε ἐκείνοις ἐξαλλάττοντα τὸ διάστημα καὶ ἐγίνετο ἂν ἐν ἄλλῳ καὶ | |
20 | ἄλλῳ τόπῳ οὐ κατὰ συμβεβηκός, ὢν ἕκαστος τόπος μέρος τοῦ μείζονος καὶ πάλιν ὁ μείζων τοῦ μείζονος, καὶ τοῦτο ἄχρι τοῦ μεγίστου τόπου καὶ διαστήματος, ἐν ᾧπέρ ἐστιν ὁ οὐρανός. καὶ γὰρ δὴ καὶ τοῦτο ὑπάρχει τῷ θαυμαστῷ λόγῳ τόπον τόπου μέρος ποιεῖν, καθάπερ καὶ διάστημα διαστήματος· καὶ τοῦτο μὲν ἔξωθεν αὐτοῖς ἐπισυμβαίνει. | |
25 | Ἐκεῖνο δὲ ὅρα. ἢ γὰρ καθ’ αὑτὸν κινεῖσθαι τὸν οἶνον ἐν τοῖς κερα‐ μείοις ἐροῦσιν, ὅταν ἐκεῖνα μετακομίζηται, καὶ εἴρηται, ὅσα ἄτοπα ἀναδέ‐ ξονται, ἢ παντάπασιν ἀκίνητον εἶναι· καὶ ὅσος ὁ γέλως ἀκίνητον Ἀθήναζε τὸν Θάσιον μετακομίζεσθαι. οὐ γὰρ ἕξουσιν ἀποδιδόναι, πῶς κινουμένου τοῦ σκεύους ὁ οἶνος δύναται καθ’ ἑαυτὸν μὲν ἀκίνητος μένειν, κατὰ | |
30 | συμβεβηκὸς δὲ κινεῖσθαι, οἱ τόπον τὸ διάστημα λέγοντες. ὅτι μὲν τοίνυν | 117 |
5,2118 | οὐκ ἔστι τὸ διάστημα ὁ τόπος, ἱκανῶς εἴρηται· ἀποδέδεικται δὲ ὡς οὐδὲ ἡ μορφὴ οὐδὲ ἡ ὕλη· χωρὶς γὰρ ὧν εἴπομεν πολλῶν ὄντων, ὅτι ἐνηρεμεῖν δεῖ τοῖς τόποις τὰ σώματα (ἐνηρεμεῖ γὰρ τῇ ὕλῃ) καὶ μὴ χωρίζεσθαι, οὐδὲ ἡ παραβολὴ τῆς ὕλης ἡ πρὸς τὸν τόπον ἔχει τινὰ ὁμοιότητα· ἐπ’ ἐκείνης μὲν | |
5 | λέγομεν ‘ὃ πρότερον ὕδωρ ἦν, νῦν ἐστιν ἀήρ‘, ἐπὶ τοῦ τόπου δὲ ‘οὗ πρότερον ὕδωρ ἦν, νῦν ἐστιν ἀήρ‘. ἀλλ’ ἐκεῖνο ὁμολογούμενόν γε ἤδη, ὡς εἴγε μηδέν ἐστι τῶν τριῶν ὁ τόπος, μήτε ὕλη μήτε εἶδος μήτε διάστημα, ἀνάγκη τὸ λοιπὸν τῶν τεσσάρων εἶναι, τουτέστι τὸ πέρας τοῦ περιέχοντος καθὸ συνάπτει τῷ περιεχομένῳ σώματι. | |
10 | Ἐν τόπῳ δέ ἐστι πᾶν σῶμα, ᾗ κατὰ φορὰν οἷόν τε κινεῖσθαι καὶ πάλιν ἠρεμεῖν· οὐ ταὐτὸν δέ ἐστιν περιφορά τε καὶ φορά. δοκεῖ δέ τι μέγα εἶναι καὶ χαλεπὸν γνωσθῆναι ὁ τόπος· πολλὰ γὰρ παρεμφαινόμενα ἐπιθολοῖ τὴν περὶ αὐτοῦ θεωρίαν καὶ μάλιστα τὸ διάστημα· ὁμοιότητα γὰρ ἔχει τούτου πολλήν· μένειν γὰρ ἀκίνητον καὶ τοῦτο δοκεῖ καθάπερ ὁ | |
15 | πρῶτος τόπος καὶ δέχεσθαι ἕτερα καὶ ἕτερα τῶν σωμάτων. εἴρηται δὲ τὸ αἴτιον τῆς ἀπάτης, ὅτι τοῖς σώμασι συνεισιόν τε καὶ ἐξιὸν (τῷ ταῖς μὲν ἄλλαις ποιότησιν αὐτὰ διαφέρειν, τῷ διαστήματι δὲ ἴσα εἶναι, τά γε τὸν ἴσον ἐκπληροῦντα τόπον) ταὐτὸν εἶναι δοκεῖ κλεπτομένης αὐτοῦ τῆς ἐναλλαγῆς διὰ τὴν ὀξύτητα τῆς ἀντιμεταστάσεως τῶν σωμάτων. συμ‐ | |
20 | βάλλεται δέ τι καὶ ὁ ἀὴρ δοκῶν ἀσώματος εἶναι· διὰ τοῦτο γὰρ οὐ μόνον τὰ πέρατα τοῦ ἀγγείου τόπος εἶναι δοκεῖ, ἀλλ’ ἤδη καὶ πᾶν τὸ μεταξύ· κενὸν γὰρ εἶναι φαντάζεται οὐχ ὁμοίως κινοῦντος τὴν αἴσθησιν τοῦ ἀέρος τοῖς ἄλλοις στοιχείοις. ἔστι δὲ οὐχ ἅπαν τὸ ἀγγεῖον ὁ τόπος, ἀλλὰ τὰ ἔσχατα αὐτοῦ τῆς κοίλης ἐπιφανείας, ὃς καὶ μεταφορητὸς ἂν εἴη· | |
25 | μεταφορητὸς δὲ οὐχ ἁπλῶς ἀλλὰ κατὰ συμβεβηκός· τὸ γὰρ σῶμα μετα‐ φέρεται, λέγω δὲ τὸ κεράμειον ἢ ὁ κάδδος, οὗ πέρας ἐστίν. ἔστι δὲ ὥσπερ τὸ ἀγγεῖον τόπος μεταφορητός, οὕτως ὁ τόπος ἀγγεῖον ἀμετακίνητον· διόπερ ἐπειδὰν ἐν κινουμένῳ τι κινῆται ὡς πλοῖον ἐν ποταμῷ, τῷ περι‐ έχοντι ὡς ἀγγείῳ χρῆται μεταφορητῷ μᾶλλον ἢ ὡς τόπῳ. βούλεται δὲ | |
30 | ἀκίνητος εἶναι ὁ τόπος καθ’ αὑτόν, εἰκότως (πέρας γάρ ἐστιν), καὶ ἅμα τῷ | 118 |
5,2119 | πράγματι (ἅμα γὰρ τὰ πέρατα), ὥστε ἐξ ἁπάντων τούτων τὸ τοῦ περιέχον‐ τος πέρας ἀκίνητόν τε καὶ πρῶτον ὁ τόπος ἐστίν. Διὰ τοῦτο δὲ τὸ μέσον τοῦ κόσμου καὶ τὸ ἔσχατον τοῦ οὐρανοῦ καὶ τῆς τῶν ὅλων φορᾶς δοκεῖ εἶναι μάλιστα πᾶσι κυρίως τὸ μὲν ἄνω, τὸ | |
5 | δὲ κάτω, ἐπεὶ ἑκάτερον αὐτῶν ἀκίνητον τὸ μέν ἐστιν, τὸ δὲ φαίνεται· καὶ ἐπὶ ταῦτα ἡ κίνησις κατὰ φύσιν τοῖς τε κούφοις καὶ τοῖς βάρος ἔχουσιν τῶν σωμάτων. κοῦφον μὲν γάρ ἐστι τὸ ἄνω φερόμενον, βαρὺ δὲ τὸ κάτω. τὸν μὲν οὖν κάτω ποιεῖ τόπον αὐτὸ τὸ μέσον καὶ παρὰ τὸ μέσον ἡ γῆ καὶ τὸ ὕδωρ καὶ ὁ ἀήρ· ἕκαστον γὰρ τῶν βαρέων σωμάτων ὑπὸ τούτων | |
10 | περιέχεται τῶν στοιχείων ἢ πάντων, ὡς οἱ τῶν ποταμῶν ἀνέχοντες λίθοι, ἢ τοῖν δυοῖν, ὡς οἱ βαδίζοντες ἢ νηχόμενοι. τὸν δὲ ἄνω τόπον τό τε ἔσχατον τῆς κύκλῳ φορᾶς καὶ εἴ τι πρὸς ἐκεῖνό ἐστιν. ᾧ μὲν οὖν σώματί ἐστι σῶμα ἐκτὸς περιέχον αὐτό, τοῦτό ἐστιν ἐν τόπῳ· ᾧ δὲ μή, οὔ. διόπερ ἡ μὲν γῆ καίτοι μένουσά ἐστιν ἐν τόπῳ (ἔχει γὰρ ἔξωθεν | |
15 | ἄλλο σῶμα, οὗ τὸ πέρας ταύτην περιέχει), οὐκέτι δὲ τὸ κύκλῳ κινούμενόν ἐστιν ἐν τόπῳ (οὐδὲν γὰρ ἐκείνου ἔξωθεν)· οὐδὲ γὰρ εἰ ἀὴρ ἢ ὕδωρ ἦν, μηδὲν δὲ εἶχεν ἔξωθεν, ἦν ἂν ἐν τόπῳ. πῶς οὖν κινεῖται ὁ οὐρανὸς μὴ ὢν ἐν τόπῳ; ἢ ἔστι μὲν ὡς κινεῖται, ἔστι δὲ ὡς οὔ; ὅλος μὲν γὰρ οὐ κινεῖται· οὐδὲ γὰρ ἀμείβει τὸν ὅλον τόπον (αὕτη γὰρ κίνησις τῶν ὅλων ὥσπερ τῶν | |
20 | ἐπ’ εὐθείας μεθισταμένων), κύκλῳ δὲ κινεῖται. αὕτη δὲ κίνησις τῶν μορίων ἐστὶν καὶ τούτοις ἐστὶ τόπος· ἑκάστη γὰρ σφαῖρα τῶν ἐν κύκλῳ φερομένων ἀμείβει τῆς ἐφεξῆς σφαίρας ἐκείνης τὴν ἐπιφάνειαν. ταύτης οὖν καὶ τόπος ἐστίν· περιέχονται γὰρ ὑπ’ ἀλλήλων. ὁμοίως δὲ καὶ τὸ πᾶν καὶ τὸ ὅλον αὐτὸ μὲν οὐκ ἐν τόπῳ, τὰ μόρια δέ. τὰ μὲν γὰρ αὐτῶν | |
25 | κύκλῳ κινεῖται, τὰ δὲ ἄνω καὶ κάτω, ὅσα ἔχει πύκνωσιν καὶ μάνωσιν. ταῦτα δὲ Εὔδημος ἐν τῷ τρίτῳ τῶν αὑτοῦ Φυσικῶν παρίστησι, λέγει δὲ οὕτως ‘αὐτὸς δὲ πότερόν ἐστιν ἐν τόπῳ ἢ οὐκ ἔστιν; ἢ πῶς ἑκάτερον; ὅλως μὲν γὰρ οὐκ ἔστιν ἐν τόπῳ, εἰ μὴ ἔστι τι ἐκτός· οὕτω γὰρ ἂν περι‐ έχοιτο· τοῦτο δὲ ἐπισκεψόμεθα. τὰ δὲ ἄστρα καὶ ὅσα ἐντὸς τοῦ ἐξωτάτω | |
30 | σώματος ἐν τῷ ἐκείνου πέρατί ἐστιν, ᾗ περιέχον ἐστίν. τὰ δὲ οὕτως ἔν | 119 |
5,2120 | τινι ἐν τόπῳ λέγεται, ἐν ᾧ δὲ τὰ μόρια καὶ τὸ ὅλον λέγομεν εἶναι. οὕτω μὲν οὖν εἴη ἂν ἐν τόπῳ, ἔστι δὲ καὶ ἄλλως που· ἐν τοῖς μορίοις γάρ ἐστι τὸ ὅλον, πολλαχῶς δὲ τὸ ποῦ‘. Ἵνα δὲ σαφέστερον γένηται, πῶς λέγομεν ἐν τόπῳ εἶναι τὸν οὐρανὸν | |
5 | καὶ πῶς οὔ, μικρὸν ἄνωθεν εἴπωμεν ἀναλαβόντες. ὥσπερ γὰρ ἐλέχθη, τὰ μὲν κατὰ δύναμιν, τὰ δὲ κατ’ ἐνέργειάν ἐστιν ἐν τόπῳ· κατὰ δύναμιν μὲν τὰ μόρια τοῦ συνεχοῦς τοῦ ἐν τόπῳ ὄντος, ἃ καὶ οἷά τε διαιρεθῆναι· ταῦτα γάρ ἐστι κατὰ δύναμιν ἐν τόπῳ, ὅτι γένοιτο ἂν κατ’ ἐνέργειαν διαι‐ ρεθέντα καὶ ἀντὶ τοῦ συνεχῆ εἶναι ἅψαιτο ἂν ἀλλήλων ὥσπερ σωρός· | |
10 | κατ’ ἐνέργειαν δὲ αὐτά τε τὰ συνεχῆ, ὅταν ὑπό τινος περιέχηται, καὶ τὰ μόρια τούτων, ὅταν διαιρεθῇ. πάλιν τὰ μὲν καθ’ αὑτά ἐστιν ἐν τόπῳ, ὡς τὰ σώματα, ὅσα κατὰ φοράν ἐστιν κινητὰ ἢ κατ’ αὔξησιν καὶ μείωσιν· τὰ δὲ κατὰ συμβεβηκός, ὡς τὰ χρώματα, ὡς ἡ ψυχή, ἅπερ οὐκ ἂν γένοιτό ποτε ἐν τόπῳ καθ’ αὑτά, ὥσπερ τὰ κατὰ δύναμιν, οὐδὲ χωριστὰ τῶν | |
15 | ὑποκειμένων ἐστί. πῶς οὖν ὁ οὐρανὸς ἐν τόπῳ; ἆρα κατ’ ἐνέργειαν; ἀλλ’ ὑπ’ οὐδενὸς ἔξωθεν περιέχεται. ἀλλὰ κατὰ δύναμιν; ἀλλ’ οὐδ’ ἂν περι‐ σχεθείη ποτέ. ἀλλὰ καθ’ ἑαυτόν; ἀλλ’ οὐκ ἔστι κινητὸς κατὰ φοράν. οὐ γὰρ ταὐτὸν τὸ φέρεσθαι τῷ περιφέρεσθαι. ἀλλὰ τὸ μὲν ὅλον ἀμείβει τόπον, τὸ δὲ ἐν ταὐτῷ μένον ἐν ταὐτῷ κινεῖται. ἆρα οὖν κατὰ συμβε‐ | |
20 | βηκός; Ἀριστοτέλης μὲν οὕτω βούλεται καὶ οἱ ἐξηγηταὶ συγχωροῦσιν· φησὶ γὰρ τὰ δὲ κατὰ συμβεβηκὸς οἷον ἡ ψυχὴ καὶ ὁ οὐρανός. ἐγὼ δὲ ἀπορῶ, πῶς οὐ μάχοιτο ἂν πρὸς αὑτόν, νῦν μὲν τὸ κατὰ συμβεβηκὸς ταὐτὸν ἡγούμενος τῷ κατὰ μόρια, πρὸ τοῦ δέ, ἐν οἷς ἐπεδείκνυε μηδὲν εἶναι ἐν ἑαυτῷ ὡς ἐν τόπῳ, τὸ μὲν κατὰ μόρια συγχωρῶν, τὸ κατὰ συμβεβηκὸς δὲ οὐ διδούς. | |
25 | ἴσως οὖν ἐνταῦθα κοινότερον κέχρηται τῷ κατὰ συμβεβηκὸς ἀντὶ τοῦ κατ’ ἄλλο. ἔθος δὲ αὐτῷ πολλάκις τοῖς εἴδεσιν ἀντὶ τῶν γενῶν κεχρῆσθαι, ἄλλως μὲν ἐκεῖ κατὰ μόρια, ἄλλως δὲ ἐνθάδε· ἐκεῖ μὲν ἐπειδὴ τὸ μέρος ἐν τῷ μέρει, ἐνταῦθα δὲ ἐπειδὴ τὸ ὅλον ἐν τοῖς μορίοις. πῶς οὖν ἐν τόπῳ κατὰ συμβεβηκός; ὅτι μὴ πᾶσι συνεχής, ἀλλὰ ἅπτεται ἀλλήλων αὐτοῦ τὰ | |
30 | μόρια καὶ ἄλληλα περιέχει, οἷον αἱ σφαῖραι, καὶ κίνησιν ἑκάστη ἰδίαν κινεῖται. ἐν τόπῳ μὲν οὖν τὰ μόρια διὰ τοῦτο. ἐν τόπῳ δὲ καὶ ὁ ὅλος | |
κατὰ συμβεβηκός· ἐν γὰρ τοῖς μορίοις ὅλος καὶ οὐκ ἂν αὐτῶν χωρισθείη. | 120 | |
5,2121 | οὐ πάντα δὲ ἐν τόπῳ τὰ μόρια (οὐδὲ γὰρ ἅπαντα περιέχεται), οὐδὲ ἡ ἔξω σφαῖρα, ἀλλ’ αὕτη κατὰ μὲν τὸ ἐντὸς εἴη ἂν ἐν τόπῳ (ἅπτεται γὰρ τῆς τοῦ Κρόνου καὶ οἷον περιέχεταί πως), κατὰ δὲ τὸ ἔξω παντελῶς ἀμοιροῖ τόπου. καὶ τὰ μόρια δὲ ταύτης τὰ συνεχῆ ὁμοίως ἔχει· | |
5 | οὔτε γὰρ κατ’ ἐνέργειαν ἐν τόπῳ οὔτε δυνάμει· πῶς γὰρ ἀχώριστα ὄντα τῆς ὅλης; οὔτε μὴν καθ’ αὑτά, μόνον δέ, εἴπερ ἄρα, κατὰ συμβεβηκὸς καὶ οὐδὲ τοῦτο ἁπλῶς· οὐδὲ γὰρ ἁπλῶς ἡ ἐξωτάτω σφαῖρα ἐν τόπῳ, ἀλλ’ ὡς ὅλη ἐν τόπῳ, οὕτως ἐκεῖνα κατὰ συμβεβηκὸς ἐν τόπῳ· ἐκείνη δὲ ἐπὶ τὰ ἔσω. καὶ τὰ μόρια δὴ τοῦτον τὸν τρόπον, ἐπεὶ κυρίως γε καὶ ἁπλῶς | |
10 | πῶς ἂν εἴη ἐν τόπῳ τὸ πᾶν; τοῦ γὰρ ἐν τόπῳ ἔξωθέν τι, τοῦ δὲ παντὸς οὐδὲν ἔξωθεν· πῶς γὰρ ἔσται τι πᾶν, εἴγε πᾶν ἀληθῶς, εἰ καὶ ἄλλο εἴη παρὰ τοῦτο, ἐν ᾧ ἐστι; τί δὲ καὶ τὸ ἔξωθεν τοῦ παντός; κενὸν μὲν γὰρ οὐκ ἔστιν, σῶμα δὲ εἰ μὲν πεπερασμένον, ἄρα καὶ ἐκεῖνο ἐν τόπῳ· καὶ πῶς; εἰς ἄπειρον γὰρ ἡ πρόοδος. εἰ δὲ ἄπειρον, οἱ πρότερον λόγοι διαμα‐ | |
15 | χοῦνται. εἰ δὲ ἀληθὴς ἡ παλαιὰ δόξα, ὅτι πάντα ἐν τῷ οὐρανῷ καὶ πᾶν ὁ οὐρανός, ἴσως δὲ οὐδὲ θεμιτὸν ἔξωθέν τι αὐτοῦ περιβλέπειν· αὐτὸς μὲν γὰρ οὐ δεῖται τόπου, ἐν ἐκείνῳ δὲ ὡς ἐν τόπῳ τὰ ἄλλα πάντα, οὐκ ἐν ἅπαντι δέ, ἀλλ’ ἐν τῷ ἐσχάτῳ αὐτοῦ τῷ πρὸς ἡμᾶς καὶ ἁπτομένῳ τοῦ παθητικοῦ σώματος· καὶ διὰ τοῦτο ἡ μὲν γῆ ἐν τῷ ὕδατι, τοῦτο δὲ ἐν τῷ ἀέρι, οὗτος δὲ ἐν | |
20 | τῷ αἰθέρι, ὁ δὲ αἰθὴρ ἐν τῷ οὐρανῷ, ὁ δ’ οὐρανὸς οὐκέτι ἐν ἄλλῳ. Ὃ τοίνυν ὑπεσχόμεθα, δείξομεν, ὅτι πᾶσαι λύονται αἱ ἀπορίαι, τί ἐστιν ὁ τόπος, καλῶς διαποροῦσιν. οὔτε γὰρ οὖν ἀνάγκη αὔξεσθαι τὸν τόπον· οὐδὲν γὰρ αὔξεται πέρας καθ’ ἑαυτό, ἀλλ’ ὑποχωροῦντος τοῦ περι‐ έχοντος σώματος ἤτοι κατὰ ἀντιπερίστασιν ἢ κατὰ πύκνωσιν καὶ πίλησιν, | |
25 | καὶ τὰ πέρατα ὑπείκει, ὥστε καὶ τὰ αὐξανόμενα ἐν μείζονι γίνεσθαι τόπῳ. εἰ μέντοι διάστημα ἦν ὁ τόπος, ηὐξάνετο ἂν ὁ τόπος καθ’ ἑαυτὸν καὶ ἐπελάμβανεν ἂν μείζω τόπον, οὕτως δὲ ἦν ἂν ἐν τόπῳ τόπος. ἀλλ’ οὐδὲ στιγμῆς τόπος· οὐδὲ γὰρ χωριστὸν ἡ στιγμὴ οὔτε ὑπό τινος περιέχεται. | |
ἀλλ’ οὐδὲ δύο σώματα ἐν τῷ αὐτῷ τόπῳ· οὐ γάρ ἐστι διάστημα σωμα‐ | 121 | |
5,2122 | τικὸν ὁ τόπος, μᾶλλον δὲ οὐδὲ ὅλως διάστημα, ἀλλὰ πέρας, ἐν ᾧ διάστημα μὲν πάντως ἐστίν, ἀλλ’ οὐ καθ’ αὑτό, ἀλλὰ μετὰ τοῦ σώματος τοῦ τυχόν‐ τος. ὅ τε τόπος που μέν, οὐχ ὡς ἐν τόπῳ δέ, ἀλλ’ ὡς τὸ πέρας ἐν τῷ πεπερασμένῳ. οὐ γὰρ πᾶν τὸ ὂν ἐν τόπῳ, ἀλλὰ τὸ κινητὸν σῶμα κατὰ | |
5 | φοράν. καὶ φέρεται δὲ εἰς τὸν ἑαυτοῦ τόπον ἕκαστον, εὐλόγως· τὰ γὰρ μὴ βίᾳ ἁπτόμενά τε ἀλλήλων καὶ περιέχοντα ἄλληλα συγγενῆ, οἷον ὕδωρ μὲν γῇ, ἀὴρ δὲ ὕδατι, πῦρ δὲ ἀέρι, συγγενῆ δέ, ὅτι ῥᾷστα εἰς ἄλληλα τὰ ἐφεξῆς μεταβάλλει· ἔχει γάρ τι κοινόν. φερόμενα οὖν ἐπὶ τὰ συγγενῆ σώματα φέρεται ἐπὶ τοὺς οἰκείους τόπους· ὑπὸ γὰρ τῶν συγγενῶν περι‐ | |
10 | έχεται· τὸ γὰρ ἅπτεσθαι ἀλλήλων καὶ ἔστιν ἐν τόπῳ καὶ ποιεῖ καὶ πάσχει εἰς ἄλληλα, ἐπεὶ τῶν γε συμπεφυκότων καὶ ἡνωμένων τὰ μόρια οὔτε ἐν τόπῳ καθ’ αὑτὰ οὔτε πάσχει τι ὑπ’ ἀλλήλων. καὶ μένει δὲ ἐν τῷ οἰκείῳ τόπῳ ἕκαστον, εἰκότως· εἰ γὰρ εὐλόγως φέρεται πρὸς τὸ συγγενές, καὶ μενεῖ ἂν εὐλόγως ἐν τῷ συγγενεῖ· σχεδὸν γὰρ μέρος γίνεται τοῦ περι‐ | |
15 | έχοντος ὥσπερ ὁ ἀὴρ τοῦ ὕδατος, μόριον δὲ οὐχ ὡς συνεχὲς ὡς ὕδατος ὕδωρ, ἀλλ’ ὡς ἁπτόμενον καὶ διῃρημένον· ὕλη γὰρ γίνεται ἀλλήλων· μετα‐ βάλλει γὰρ εἰς ἄλληλα, εἰ καὶ μὴ τὸν αὐτὸν τρόπον. ἀλλ’ ὕστερον περὶ τούτων. οὐ γὰρ οἷόν τε νῦν σαφῶς εἰπεῖν, ἀλλ’ ἐκεῖνό γε ἐξαρκεῖ. εἰ γὰρ ὕλη, πῶς ἀλλήλων; ὥσπερ τοίνυν τὰ συμπεφυκότα μόρια μένει ἐν τοῖς | |
20 | ὅλοις, οὕτως καὶ τὰ ἁπτόμενα. τῷ δὲ διάστημα λέγοντι τὸν τόπον πῶς οἰσθήσεται τὰ σώματα ἐπὶ τοὺς οἰκείους τόπους· τὸ μὲν γὰρ πέρας οὐ παντὸς σώματος οἰκεῖον αὐτοῖς, ἀλλὰ τοῦ συγγενοῦς, πρὸς ὃ φέρεται, εὐλό‐ γως· τὸ δὲ διάστημα ἀδιάφορον καὶ οὐδὲν μᾶλλον ἕτερον ἑτέρου προσήκει τῷ φερομένῳ. περὶ μὲν τοῦ τόπου, ὅτι τέ ἐστι καὶ τί ἐστιν, εἴρηται. | |
25 | Ἔχεται δὲ ἐφεξῆς ὁ περὶ κενοῦ λόγος τῷ φυσικῷ. καὶ γὰρ ὅσοι διάστημα τὸν τόπον ὑπολαμβάνουσι, τῷ μὲν ὑποκειμένῳ ταὐτά φασιν εἶναι κενόν τε καὶ τόπον, τῷ λόγῳ δὲ διαφέρειν· τὸ γὰρ αὐτὸ τοῦτο διάστημα, ὅταν μὲν ἔχῃ σῶμα, τόπος αὐτοῖς ἐστιν· ὅταν δὲ μὴ ἔχῃ, κενόν. βού‐ λονται γὰρ εἶναι τὸ κενὸν διάστημα, ἐν ᾧ μηδέν ἐστι σῶμα οὕτω μὲν | |
30 | οὖν ἐφεξῆς ἡμῖν ἐστιν ὁ λόγος, θεωρητέον δὲ τὸν αὐτὸν τρόπον. εἰ ἔστιν ἢ μή. καὶ πῶς ἐστι καὶ τί ἐστι. πρῶτον δὲ θετέον, ἐξ ὧν τε δοκεῖ εἶναι | |
καὶ ἐξ ὧν οὔ, καὶ τάς γε κοινὰς δόξας προτέρας ἐξεταστέον. νῦν μὲν οὖν | 122 | |
5,2123 | οἱ δεικνύναι πειρώμενοι, ὅτι τὸ κενὸν οὐκ ἔστιν, οὐ κατὰ θύρας ἀπαντῶσι τῷ πράγματι· οὐ γὰρ πρὸς τὴν τοῦ κενοῦ φύσιν ἀντιλέγουσιν, ἣν ὀνειρο‐ πολοῦσιν οἱ προϊστάμενοι τῆς δόξης· ἀλλ’ ὃ πλανώμενοι κενὸν ὑπολαμβά‐ νουσι, τοῦτο ὅτι μὲν κενὸν οὐκ ἔστιν, ἐπιχειροῦσι δεικνύναι. ἡ γὰρ νόησις | |
5 | τοῦ κενοῦ γίνεται τοῖς ὑπάρχειν αὐτὸ τιθεμένοις διάστημα εἶναι τὸ κενόν, ἐν ᾧ μηδέν ἐστι σῶμα αἰσθητόν, οἰόμενοι δὲ τὸν ἀέρα μὴ εἶναι σῶμα αἰσθητὸν τὸ πλῆρες ἀέρος κενὸν νομίζουσι. δεῖ δὴ τὸν ὀρθῶς πρὸς τὴν δόξαν ταύτην ἐνιστάμενον οὐ τὸν ἀέρα μὴ ὄντα κενὸν ἐπιδεικνύναι, ὥσπερ Ἀναξαγόρας ἐποίει στρεβλῶν τοὺς πεφυσημένους ἀσκοὺς καὶ δεικνύς, ὡς | |
10 | ἰσχυρὸς ὁ ἀήρ, καὶ τὰς κλεψύδρας οὐκ εἰσδεχομένας τὸ ὕδωρ, εἰ μή τις ἔξοδον τῷ ἀέρι συγχωρήσειεν· ἀλλὰ πῶς χρὴ τὸ κενὸν ἀναιρεῖν; ὃ βού‐ λεται σημαίνεσθαι διελέγχοντας, οὐχ ὃ λέγουσιν. ὅτι τοίνυν οὐχ οἷόν τε εἶναι διάστημα ἕτερον τῶν σωμάτων καὶ χωριστὸν ἐνεργείᾳ, τοῦτο δεικτέον. ὅπερ ἢ διαλαμβάνει τὸ πᾶν σῶμα καὶ οὐκ ἐᾷ συνεχὲς εἶναι ἢ τοῦ | |
15 | παντὸς οὐρανοῦ συνεχοῦς ὄντος ἔξωθέν ἐστιν περιέχον αὐτόν· δύο γὰρ οὗτοι τῆς θέσεως τοῦ κενοῦ τρόποι, ἢ παρεσπάρθαι τοῖς σώμασιν αὐτό, καθάπερ λέγουσι Δημόκριτός τε καὶ Λεύκιππος καὶ ἄλλοι πολλοὶ καὶ Ἐπί‐ κουρος ὕστερον (οὗτοι γὰρ πάντες τὴν τοῦ κενοῦ παρεμπλοκὴν αἰτιῶνται τῆς διαιρέσεως τῶν σωμάτων, ἐπεὶ τό γε ἀληθὲς συνεχὲς ἀδιαίρετον κατ’ | |
20 | αὐτούς), ἢ κεχωρισμένον καὶ ἀθρόον εἶναι, καθ’ αὑτὸ περιέχον τὸν οὐρανόν, ὡς πρότερον μὲν ᾤοντο τῶν ἀρχαίων τινές, μετὰ δὲ ταῦτα οἱ περὶ Ζή‐ νωνα τὸν Κιττιέα. Ἐπισκεπτέον τοίνυν, ἃ λέγουσιν οἱ συνιστάμενοι τῷ κενῷ. λέγουσι δὲ ἓν μέν, ὅτι κίνησις ἡ κατὰ τόπον οὐκ ἂν εἴη μὴ συγχωρουμένου τοῦ | |
25 | κενοῦ· κίνησις δὲ κατὰ τόπον φορὰ καὶ αὔξησις καὶ φθίσις. καὶ πρότερον πῶς οὐκ ἔστι φορά; τὸ γὰρ κινούμενον εἰ μὴ διὰ τοῦ κενοῦ, ἀνάγκη διὰ τοῦ πλήρους κινεῖσθαι· ἀλλ’ εἰ διὰ πλήρους, σῶμα διὰ σώματος κινηθή‐ σεται καὶ σῶμα ἐν σώματι ἔσται, ὅλον ἐν ὅλῳ, καὶ δύο σώματα ἐν τῷ αὐτῷ τόπῳ ἔσται. εἰ δὲ δύο, διὰ τί μὴ καὶ πλείω; οὐ γὰρ δὴ μᾶλλον | |
30 | νῦν ἐστι πλῆρες, ὅτε διπλοῦν γέγονεν ἢ πρότερον ἦν, ἡνίκα μόνον ὑπῆρχεν· ὁμοίως γὰρ ἦν συνεχὲς καὶ ὁμοίως μεστὸν καὶ πρὸ τοῦ, ἀλλ’ ὅμως ἐδέ‐ ξατο καὶ ἄλλο. διὰ τί οὖν οὐ πάλιν καὶ ἄλλο καὶ αὖθις ἄλλο καὶ οὕτως | |
ἔσται ἐν τῷ σμικροτάτῳ τὸ μέγιστον· πολλὰ γὰρ μικρὰ τὸ μέγα ἐστίν. οὐ | 123 | |
5,2124 | μόνον τοίνυν τὰ ἴσα σώματα ἑαυτῷ, ἀλλ’ ἤδη καὶ ἄνισα δέξεται· 〈τὰ〉 γὰρ ἴσα πλείω καὶ ἄνισα ἑτέρως καὶ ἑτέρως διαιρούμενα γίνεται, ὥστε ἀνάγκη κενὸν εἶναι, εἰ κίνησιν διασῴζομεν. τούτῳ δὲ καὶ Μέλισσος εἴξας τῷ λόγῳ, ἐπειδὴ κενὸν οὐκ ᾤετο, μηδὲ κινεῖσθαι τὸ πᾶν ἀπεφαίνετο. ὅτι | |
5 | δὲ μᾶλλον αὔξησις οὐκ ἔστι μὴ ὄντος κενοῦ, φανερόν. τὴν μὲν γὰρ αὔξησιν δεῖ γίνεσθαι πάντη προσκρινομένης τῷ αὐξανομένῳ σώματι τῆς τροφῆς, τοῦτο δὲ οὐκ ἂν γένοιτο μὴ πάντη διιούσης αὐτῆς, ἀδύνατον δέ ἐστι σῶμα οὖσαν δι’ ὅλου χωρεῖν τοῦ σώματος, πλὴν εἰ μὴ κενόν τι παρενείροιμεν τοῖς σώμασιν. οὕτω μὲν οὖν ἐκ τῆς κινήσεως ἐπιχειροῦσιν, ἄλλον δὲ | |
10 | τρόπον, ὅτι φαίνεται ἔνια συνιόντα καὶ πιλούμενα εἰς ἐλάττονα ὄγκον μέ‐ νοντα ἐπὶ τῆς αὐτῆς οὐσίας· οἱ γὰρ πίθοι τὸν ἴσον δέχονται οἶνον καθ’ αὑτόν τε καὶ εἰς ἀσκοὺς ἐμβληθέντα μετὰ τῶν ἀσκῶν, δῆλον ὡς κενῶν τινων ὄντων ἐν τῷ οἴνῳ, εἰς ἃ σύνεισι καὶ πυκνοῦται ἐκθλιβόμενος ὑπὸ τῆς βίας. μαρτύριον δὲ ποιοῦνται καὶ τὸ περὶ τῆς τέφρας, ἣ δέχεται ἴσον | |
15 | ὕδωρ, ὅσον τὸ ἀγγεῖον κενόν. ὅλως τε οὔτ’ ἂν διαιρεῖσθαι τὰ σώματα οὔτ’ ἂν ἀπ’ ἀλλήλων διακεκρίσθαι, εἰ μὴ παρενέπιπτε τὸ κενόν, καὶ ἐκώ‐ λυεν αὐτὰ πάντα ἀλλήλοις ἡνῶσθαι· ταύτην γὰρ καὶ οἱ Πυθαγόρειοι τὴν αἰτίαν τῷ κενῷ προστιθέασιν, οὐκ οἶδ’ ὅπως αὐτὸ καὶ εἰσπνεῖσθαι λέγοντες ὑπὸ τοῦ παντὸς ἔξωθεν περικεχυμένον, ἐπεὶ καὶ τῶν ἀριθμῶν τὴν φύσιν | |
20 | μίαν εἶναι διωρισμένην, μᾶλλον δὲ μηδ’ ἂν ἀριθμοὺς εἶναι μὴ τοῦ κενοῦ διακρίνοντος τὰς μονάδας. Ἃ μὲν οὖν εἶναι λέγουσιν οἱ τὸ κενὸν εἶναι τιθέντες, ταῦτά ἐστιν, εἴρηται δὲ καὶ ὅτι μὴ πρὸς ἔπος ἀντιλέγουσιν οἱ πρὸς τὸ δόγμα ἱστάμενοι. λέγομεν τοίνυν ἡμεῖς πότερον ἔχει τἀληθές. ἀρχὴ δὲ πάσης | |
25 | ζητήσεως τοιαύτης, τί σημαίνει τὸ προκείμενον, ἐξετάσαι· καὶ εἰ μὲν ἓν σημαίνει, τοῦτο ἰδεῖν εἴτε δυνατὸν εἴτε μή, εἰ δὲ πλείω, τίνα μὲν οἷόν τε, τίνα δὲ οὔ, καὶ εἰ μηθὲν ὅλως τῶν σημαίνεσθαι δυναμένων, τότε ἀνυ‐ πόστατον τὴν φωνὴν ἐπιδεικνύναι. αὐτῶν οὖν πυθώμεθα τῶν τὸ κενὸν τιθεμένων, ὅ τι δοκεῖ τοὔνομα αὐτοῖς τοῦτο σημαίνειν. ἐροῦσι δὲ οἱ μὲν | |
30 | ἁπλῶς τόπον, ἐν ᾧ μηδέν ἐστι σῶμα, τοῦτο δὲ ἴσον, ἐν ᾧ μηδέν ἐστιν· πᾶν γὰρ τὸ ὂν σῶμα ὑπολαμβάνουσιν εἶναι. εἰ δὴ τοῦτο κενὸν λέγουσιν, | |
ἐν ᾧ μηδέν ἐστι σῶμα, πᾶν δὲ σῶμα ἁπτὸν κατ’ αὐτούς, ἅπαν δὲ ἁπτὸν | 124 | |
5,2125 | βάρος ἢ κουφότητα ἔχει, εὑρίσκεται συλλογιζομένοις τὸ κενόν, ἐν ᾧ μηδέν ἐστι κοῦφον ἢ βαρύ. τούτοις μὲν οὖν οὕτως ἐκλαμβάνουσιν ἕπεται καὶ τὴν στιγμὴν κενὸν λέγειν· οὐδὲν γὰρ ἐν αὐτῇ οὔτε βαρὺ οὔτε κοῦφόν ἐστιν· εἰ γὰρ καὶ τὸν τόπον προστιθέασι, πλέον ἀνύσουσιν οὐδέν, ἕως ἂν | |
5 | μὴ διορίζωσιν, εἰ τοιοῦτον λέγουσιν τόπον, ἐν ᾧ διάστημά ἐστιν δεκτικὸν σώματος ἁπτοῦ. ἄλλοι δὲ διὰ τοῦτο προσθήσουσι τὸ διάστημα καὶ φή‐ σουσιν εἶναι τὸ κενὸν διάστημα οὐ πλῆρες αἰσθητοῦ σώματος κατὰ τὴν ἁφήν. τὴν μὲν οὖν στιγμὴν οὗτοί γε ἀποφεύξονται, θέα δὲ ἕτερον ἀπο‐ ρώτερον, εἰ τὸ διάστημα τοῦτο ἢ χρῶμα ἢ ψόφον προσλάβοι ἤ τινα ἄλλην | |
10 | ποιότητα χωρὶς βάρους ἢ κουφότητος. πότερον ἔτι κενὸν ἐροῦσι τὸ διά‐ στημα καὶ ἔσται τὸ κενὸν αἰσθητὸν ἢ οὐκέτι; καὶ πῶς ἐπιδέξεται τὸ σημαινόμενον τοῦ κενοῦ (οὐ γὰρ ὂν κενόν); ὅμως οὐ πλῆρές ἐστιν αἰσθητοῦ σώματος κατὰ τὴν ἁφήν. οὐκ ἔστι δὲ ἀδύνατος ἡ ὑπόθεσις εἶναι σῶμα οὔτε κοῦφον οὔτε βαρὺ οὔτε ἁπτὸν ὅλως; τοιοῦτον γὰρ τὸ θεῖον | |
15 | ἐπιδειχθήσεται. εἴπερ οὖν εἴη τι τοιοῦτον ἐν τόπῳ, κενὸς ὁ τόπος ὑπάρξει καίτοι σῶμα ἔχων ὁρατόν. ἕτεροι τοίνυν ἵνα μηδὲ τούτῳ περιπίπτωσιν, ἄλλον τρόπον ἐξηγήσονται τὸ κενὸν διάστημα, ἐν ᾧ μὴ τόδε ἔστιν ἐνερ‐ γείᾳ, τουτέστιν ἐν ᾧ μηδὲν ὅλως σῶμά ἐστιν, μηδὲ φύσις σωματικὴ μήτε ἁπτὴ μήτε κατ’ ἄλλην τινὰ αἴσθησιν αἰσθητή. τούτοις δὲ ἀκολουθεῖ καὶ | |
20 | μέντοι καὶ λέγουσι τὴν ὕλην εἶναι τὸ κενόν· αὕτη γὰρ οὐδέν ἐστιν ἐνεργείᾳ σῶμα. οἱ δὲ αὐτοὶ καὶ τόπον τὴν ὕλην ποιοῦσιν. ἄμεινον μὲν οὖν τῶν ἄλλων συνίασιν οὗτοί γε τοῦ σώματος. τὸ μέντοι καὶ τὴν ὕλην κενὸν ποιεῖν πάντη μέμψαιτο ἄν τις αὐτῶν· ἡ γὰρ ὕλη οὐ χωριστὴ τῶν πραγμά‐ των, εἰ μὴ τῷ λόγῳ, τὸ κενὸν δὲ ζητοῦσιν εἶναι χωριστὸν κατ’ ἐνέργειαν, | |
25 | καὶ τοῦτο δὲ αὐτῶν παριᾶσιν. ὅμως οὐδὲ κατ’ αὐτὴν τὴν δόξαν οἷόν τε εἶναι τὸ κενόν. ἤδη μὲν οὖν ἐξήτασται ἡμῖν ὁ λόγος. ὅτε γὰρ τὸν τόπον ἐδείκνυμεν οὐκ ὄντα διάστημα τῶν σωμάτων κεχωρισμένον, τότε ὅτι μηδὲ τὸ κενὸν οἷόν τε εἶναι συναπεδείκνυμεν. εἰ γὰρ ἀδύνατον εἶναι διάστημα δίχα σώματος, οὔτε τόπος ἐστὶ διάστημα, ὃ οἷόν τε χωρίζεσθαι τῶν σωμά‐ | |
30 | των, οὔτε μὴν διάστημα ἤδη κατ’ ἐνέργειαν τῶν σωμάτων κεχωρισμένον· τὸ γὰρ κενὸν καὶ ὁ τόπος τοῖς οὕτως αὐτὸν τιθεμένοις ἐπινοίᾳ μόνον ἀλλή‐ | |
λων διοίσουσιν, ὥσπερ εἰρήκαμεν, ᾗ τὸν μὲν τόπον ὅταν ἤδη δέξηται σῶμα, | 125 | |
5,2126 | νοοῦμεν (τινὸς γὰρ ὁ τόπος), τὸ δὲ κενόν, ὅταν μήπω δέξηται σῶμα, ἐπεὶ τό γε εἶναι διαστήμασι τῶν σωμάτων τῇ φύσει κεχωρισμένοις ἀμφοῖν κατ’ αὐτοὺς ὁμοίως ὑπάρχει. ἐξήρκει μὲν οὖν ἴσως κἀκεῖνα, δεικτέον δ’ ὅμως καὶ νῦν, ὅτι μηδὲν τοιοῦτον κενὸν οἷόν τε ὑπάρχειν μήτε ἀθρόον | |
5 | μήτε ἐγκεκραμένον τοῖς σώμασιν, ὥσπερ τὰ λεπτομερέστερα σώματα παχυ‐ τέροις, καθάπερ τὸν ἀέρα ἐπιδεικνύουσιν οἱ κενὸν αὐτὸν ὑπολαμβάνοντες, οἳ μηδὲ τοῦτο ἴσασιν, ὅτι τὸ κενὸν οὐ σῶμα ἀλλὰ διάστημα σώματος βούλεται εἶναι. διὰ τοῦτο γὰρ ἔδοξε καὶ τὸ κενὸν ἀναγκαῖον, ὡς καὶ ὁ τόπος, τοῖς διά‐ στημα αὐτὸν τιθεμένοις, ὅτι ἀεὶ δεῖ χώραν τινὰ εἶναι τῶν σωμάτων δεκτικήν. | |
10 | ἄμφω παράγουσιν καὶ ἄμφω κατασκευάζουσιν ἐκ τῶν αὐτῶν ὁρμώμενοι· ἀπὸ γὰρ τῆς κινήσεως τῶν σωμάτων καὶ οἱ τὸν τόπον φάσκοντες εἶναι διάστημα παρὰ τὰ ἐμπίπτοντα σώματα καὶ οἱ τὸ κενὸν τοιοῦτον· αἴτιον γὰρ τῆς κινή‐ σεως τίθενται τὸ κενὸν οὐχ ἁπλῶς ἀλλ’ οὕτως αἴτιον, ὡς χώραν τινά, ἐν ᾗ κινεῖται τὰ σώματα. τοῦτο δὲ ἂν εἴη καὶ ταὐτὸν τῷ λέγειν ὡς τόπον αἴτιον | |
15 | εἶναι τὸ κενόν. εἰ γὰρ μή, σῶμά φασι διὰ σώματος καὶ ὅσα εἴρηται πρότερον. Ἐπειδὴ τοίνυν ἐκ τῆς κινήσεως μάλιστα οἴονται κατεσκευάσθαι τὸ κενόν, τοῦτον αὐτὸν πρῶτον ἐξετάζομεν τὸν λόγον. ὅλως μὲν οὖν ἁπάσης κινήσεως αἴτιον οἴεσθαι τὸ κενὸν οὔτε πιθανόν, οὔτε λέγουσιν· οὐ γὰρ καὶ ἀλλοίωσις τόπου προσδεῖται, ἀλλὰ τοῦτο καὶ Μέλισσον ἔλαθεν. ἀλλ’ οὐδὲ | |
20 | τῆς κατὰ τόπον κινήσεως· δύναται γὰρ ἀντιμεθίστασθαι ἀλλήλοις τὰ σώματα καὶ κινεῖσθαι κατὰ τόπον ἀμείβοντα τοὺς ἀλλήλων τόπους καὶ μὴ προσδεόμενα κενοῦ διαστήματος κεχωρισμένου· ὁρῶμεν γὰρ καὶ τὸ ὕδωρ μὴ προσεπιλαμβανόμενον μήτε διάστημα μήτε τόπον, ὅμως οὐ κωλύεται κινεῖσθαι τῶν μορίων ἀλλήλοις ἀντιμεθισταμένων ὥσπερ ἐν ταῖς δίναις. τίς | |
25 | οὖν ἐνταῦθα τοῦ κενοῦ χρεία, ἵνα μὴ σῶμα διὰ σώματος χωρήσῃ; ὃν γὰρ εἶχε τόπον τουτὶ τὸ μόριον ἐν τῷ ὕδατι, τοῦτον ἔχει τὸ ἕτερον νῦν. Δεύτερον τοίνυν ἔλεγον, ‘εἰ πυκνοῦται τὰ σώματα, ἔσται κενόν· συνίε‐ ται γὰρ εἰς τοῦτο‘. καὶ τοῦτο δὲ ψεῦδος· πυκνοῦται γὰρ ἐκθλιβομένου τοῦ λεπτοῦ σώματος καὶ οἷον ἐκπυρηνίζοντος, οἷον ὕδωρ μὲν πιλοῦται | |
30 | ἀέρος ἐκπυρηνιζομένου καὶ ἀὴρ δὲ πυρός, γῆ δὲ ὕδατος· ἐγκέκραται γὰρ | |
ἀεὶ λεπτότερόν τι τῷ παχυτέρῳ, διὸ πυρὸς πίλησις οὐκ ἔστι. | 126 | |
5,2127 | Τρίτον φασὶν ‘εἰ αὔξησις ἔστιν, καὶ διάστημα· σῶμα γὰρ οὐ χωρεῖ διὰ σώματοσ‘. εἰ μὲν οὖν αὔξησιν λέγουσιν πᾶσαν μεγέθους ἐπίδοσιν, ἀπιθάνως ψεύδονται· πάνυ πολλὰ γὰρ αὔξεται εἰς πλείονα ὄγκον μηδὲ προσθήκης τινὸς αὐτοῖς γινομένης, ὡς καὶ τὸ ὕδωρ, ἡνίκα ἂν εἰς ἀέρα | |
5 | μεταβληθῇ. ἐνταῦθα ὁ μὲν ὄγκος αὔξεται, σῶμα δὲ οὐ προστίθεται. εἰ δὲ τὴν κυρίως τὴν ἐκ τῆς τροφῆς, οὐκέτι ὑπ’ ἄλλων, ἀλλὰ τοῖς αὑτῶν πτεροῖς ἁλίσκονται τὸ τοῦ λόγου· ὅλως γὰρ ὁ περὶ τῆς αὐξήσεως λόγος αὐτὸς ἑαυτὸν ἐπιλυμαίνεται. ἵνα γὰρ λύσῃ κοινὴν ἀπορίαν, τὸ κενὸν εἰσά‐ γειν ἐπιχειρῶν, ὅταν φαίνηται καὶ εἰσαχθέντος μηδὲν περαίνων, τὴν χρείαν | |
10 | αὐτοῦ διαβάλλει· βούλεται γὰρ σῴζειν τὴν αὔξησιν τὰς ἐπιφερομένας ἀπορίας διαφυγγάνων, φυλάττει δὲ αὐτὰς μᾶλλον ἢ φυλάττεται. εἰ γὰρ διιούσης διὰ τοῦ κενοῦ τῆς τροφῆς πρόσκρισις γένηται τῷ λοιπῷ σώματι, ὅρα δέ, πῶς ταῦτα ἀπορεῖν ἔνεστιν. ἢ γὰρ οὐ πάντη γίνεται ἡ προσθήκη τῷ σώματι, ἀλλὰ κατὰ μόνα τὰ κενὰ καὶ οὐκ ἔστιν αὔξησις· ἤ, εἰ πάντη, | |
15 | τῶν δυοῖν θάτερον ἀναγκαῖον, ἢ πάντη κενὸν εἶναι τὸ σῶμα ἢ σῶμα χωρεῖν διὰ σώματος ἤ, εἴπερ ἄτοπα ταῦτα, πάλιν θάτερον τοῖν δυοῖν, ἢ τὴν τροφὴν εἶναι κενὸν ἢ μηδαμῶς αὔξησιν εἶναι. ἆρά σοι προὔργου τι πεποιηκέναι δοκοῦσιν οἱ τὸ κενὸν εἰσάγοντες πρὸς τὴν ἀπορίαν, ἀλλ’ οὐχ ἑαυτοὺς καταβάλλειν; φάσκοντες μὲν γὰρ ἀναγκαῖον εἶναι διὰ τὴν αὔξησιν | |
20 | τὸ κενόν, μὴ σῴζοντες δὲ αὐτήν, εἰ καὶ τοῦτο παραδεξαίμεθα· ταὐτὰ δὲ καὶ περὶ τῆς τέφρας ὑπομένει ὁ λόγος· ἢ γὰρ ἔλαττον ἐχρῆν εἶναι τὸ ὕδωρ τὸ μετὰ τὴν τέφραν ἐμβαλλόμενον τῇ κύλικι, ἐπειδὴ καὶ τὰ κενὰ ἐλάττω τὰ μετὰ τῆς τέφρας τῶν πρὸ τοῦ· ἤ, εἴπερ ἴσον (τοῦτο γὰρ ὡς ἄπορον λέγεται), ἀνάγκη διὰ τῆς τέφρας χωρεῖν τὸ ὕδωρ ὅλον δι’ ὅλης, | |
25 | ὃ πάνυ καλῶς ποιοῦντες οὐ παραδέχονται. ὅλως δὲ οὐδ’ ἀπόδειξις τοῦτο· οὐ γάρ, πῶς ἐστι κενόν, ἐπιδεικνύουσιν, ἀλλὰ πρὸς ἄπορον ἵστανται, ὃ μηδὲ αὐτοὶ διορθοῦνται. Ταῦτα μὲν οὖν ὅπως δεῖ λύειν, εἰρήσεται καὶ τοῦ κενοῦ χωρίς. νῦν δὲ ἐπειδὴ μάλιστα κινήσεως αἴτιον τὸ κενὸν ὑπολαμβάνουσιν, αὖθις | |
30 | τοῦτο ἐπισκεψόμεθα· καὶ ἐπειδή τινες μὲν αὐτὸ ἐν τοῖς σώμασι καταμι‐ γνύουσιν, τινὲς δὲ ἀθρόον κεχωρισμένον ποιοῦσι, πρῶτον τοῦτο ἐξετάσομεν, εἰ τὸ τοιοῦτον κενὸν (λέγω δὲ τὸ κεχωρισμένον) δύναται κινήσεως αἴτιον | |
εἶναι. ἄτοπον δὴ τὸ λέγειν κενὸν αἴτιον εἶναι κινήσεως ὁρῶντας ἑκάστου | 127 | |
5,2128 | τῶν ἁπλῶν σωμάτων τὴν οἰκείαν φύσιν τῆς κινήσεως αἰτίαν οὖσαν. ἑκάστου γάρ ἐστι φύσει φορά τις ἰδία· πυρὸς μὲν γὰρ ἐπὶ τὸ ἄνω, γῆς δὲ ἐπὶ τὸ κάτω· τὸ κενὸν δὲ πῶς αἴτιον τοῦ ἄνω ἢ κάτω κινεῖσθαι; ἀδιάφορον γὰρ πανταχῆ τὸ κενόν, ὥστε ἡνίκα ἂν ἐν αὐτῷ τεθῇ τὰ σώματα, ἢ πανταχοῦ | |
5 | δεῖ αὐτὰ φέρεσθαι ἢ πανταχοῦ μένειν καὶ μονῆς αἴτιον μᾶλλον εἶναι τὸ κενὸν ἢ κινήσεως. οὗτος ὁ λόγος ἁρμόζει καὶ πρὸς τοὺς ποιοῦντας διά‐ στημα τὸν τόπον κεχωρισμένον. πῶς γὰρ ἐπὶ τὸν οἰκεῖον τόπον οἰσθήσε‐ ται ἕκαστον τῶν φυσικῶν σωμάτων ἢ πῶς ἐν αὐτῷ μενεῖ, δεικτέον αὐτοῖς· ἡμεῖς μὲν γὰρ τὸ πέρας τοῦ περιέχοντος λέγοντες ἐφελκόμεθα τῇ συγγε‐ | |
10 | νείᾳ καθὰ προείρηται, τὸ δὲ διάστημα ἀδιάφορον πανταχοῦ. τί γὰρ διοίσει τὸ ἄνω τοῦ κάτω; νῦν μὲν γὰρ ἐπειδὴ τὰ σώματα διαφέρει τὰ ἄνω ὄντα τῶν κάτω, καὶ τὰ πέρατα αὐτῶν διαφέρει, οἷς περιέχει τὰ συγγενῆ (οὐ γὰρ καθ’ αὑτὰ τὰ πέρατα ποιοῦμεν τόπους ὡς τὴν μαθηματικὴν ἐπιφάνειαν, ἀλλὰ τὴν ἐν φυσικῷ σώματι καὶ ἀχώριστον), οἱ δὲ τὸ διάστημα λέγοντες | |
15 | εὐθὺς χωριστὸν αὐτὸ βούλονται εἶναι τῶν φυσικῶν καὶ ἁπλῶν σωμάτων. οὐδὲν οὖν διοίσει τὸ ἐν πυρὶ τοῦ ἐν ὕδατι· οὐδὲ γὰρ ἀπολαύει τι τοῦ σώματος, ἀλλ’ ἔστι καθ’ αὑτό, καθάπερ δὴ καὶ τὸ κενόν, εἴπερ ἔστιν· εἴρηται γάρ, ὅτι τὸ κενὸν οὐδὲν ἄλλο ἢ τόπον ἡγοῦνται οἱ τὸ διάστημα παράγοντες εἰς τὸν τόπον. εἰ μὴ οὖν τοῦτο αἴτιον κινήσεως τὸ διάστημα, | |
20 | ἀναίτιον ὁμοίως καὶ τὸ κενόν· καθάπερ γὰρ ἄλληλα συνεισάγει, οὕτως ἀλλήλοις καὶ συναπόλλυται. προστίθησι δὲ Ἀριστοτέλης, ὅτι τῷ διάστημά τι λέγοντι τὸν τόπον ἕπεται καὶ τὰ μέρη καθ’ αὑτὰ ποιεῖν ἐν τόπῳ. τοῦτο δὲ προλαβόντες ἡμεῖς ἐν τοῖς περὶ τοῦ τόπου τί ἂν πάλιν λέγωμεν; Συμβαίνει δὲ τοῖς λέγουσιν ἀναγκαῖον εἶναι κενόν, εἴπερ ἔστι κίνησις, | |
25 | τοὐναντίον μᾶλλον, ἐάν τις ἐπισκοπῇ μὴ ἐνδέχεσθαι κινεῖσθαι μηδέν, ἂν ᾖ κενόν. ὥσπερ γὰρ λέγουσί τινες διὰ τὸ ὅμοιον τοῦ περιέχοντος τὴν γῆν ἠρεμεῖν, τοῦτο ἀκολουθεῖ καὶ τοῖς τὸ κενὸν τιθεμένοις. οὐ γὰρ ἔστιν οὗ μᾶλλον ἢ ἧττον κινήσεται· ᾗ γὰρ κενόν, οὐκ ἔχει διαφοράν. ἔπειτα ὅτι πᾶσα κίνησις ἢ βίᾳ ἢ κατὰ φύσιν, ἀνάγκη δέ, ἄνπερ ᾖ βιαία, πρώτην | |
30 | εἶναι τὴν κατὰ φύσιν· ὑστέρα γὰρ αὕτη ἐκείνης καὶ ἐκτροπή. οὐδὲ γὰρ | 128 |
5,2129 | ἂν βίαιος εἴη καὶ παρὰ φύσιν μὴ τῇ κατὰ φύσιν ἀντικειμένῃ. ἂν τοίνυν ἐπιδείξωμεν μὴ σῳζομένην τὴν κατὰ φύσιν ἐν τῷ κενῷ, δῆλον ὡς οὐδὲ ἄλλη τις τῶν παρὰ φύσιν σωθήσεται. ἀλλὰ μὴν φύσει πῶς ἔσται μηδεμιᾶς οὔσης διαφορᾶς ἐν τῷ κενῷ καὶ ἀπείρῳ; καθὸ μὲν γὰρ | |
5 | ἄπειρον λέγουσιν, ἀναιροῦσι τὸ ἄνω καὶ κάτω καὶ ὅλως τὸ μέσον καὶ ἔσχατον, ἐφ’ ἃ κατὰ φύσιν ἡ κίνησις τοῖς σώμασιν τοῖς φυσικοῖς· καθὸ δὲ κενόν, πᾶσαν αὐτοῦ διαφορὰν ἀφαιροῦσιν· ὥσπερ γὰρ τοῦ μηδενὸς οὐδεμία ἐστὶ διαφορά, οὕτω καὶ τοῦ κενοῦ· τὸ γὰρ κενὸν μὴ ὄν τι καὶ στέρησιν λέγει Δημόκριτος, ὥστε, εἴπερ ἡ κατὰ φύσιν κίνησις διαφορᾶς | |
10 | δεῖται τοῦ περιέχοντος, αὕτη δὲ οὐκ ἔστιν ἐν τῷ κενῷ, οὐδ’ ἂν ἡ παρὰ φύσιν κίνησις εἴη, μὴ οὔσης δὲ ταύτης οὐδ’ ἂν ἄλλη τις τῶν μετὰ ταύ‐ την ὑπάρχοι. οἴχεται οὖν ἡ κίνησις, εἰ τὸ κενὸν εἴη, καὶ ἀληθὲς ἄρα τὸ εἰρημένον, ὡς εἴπερ ἔσται κίνησις, ἀναιρετέον τὸ κενόν, οὐκ εἰσακτέον. ἐξήρκει μὲν οὖν καὶ οὕτως ἀποδεῖξαι τὴν παρὰ φύσιν κίνησιν μὴ σῳζομέ‐ | |
15 | νην ἐκ τοῦ μὴ σῴζεσθαι τὴν κατὰ φύσιν. τυγχανέτω δὲ καὶ καθ’ αὑτὸ λόγου τινός· πᾶσα γὰρ ἡ παρὰ φύσιν κίνησις ἢ παρόντος καὶ βιαζομένου τοῦ κινοῦντος γίνεται ἢ ἀφισταμένου καὶ οὐχ ἁπτομένου τοῦ τὴν ἀρχὴν ἐνδόντος, ὡς ἐπὶ τῶν ῥιπτούντων καὶ τοξευόντων, σῴζεται δὲ αὐτῶν οὐδετέρα. οὐδὲ γὰρ ῥίψις ἔχοι ἂν εὔλογον αἰτίαν· νῦν μὲν γὰρ κινεῖται | |
20 | τοῦ ῥίψαντος καὶ ὤσαντος οὐχ ἁπτομένου ἢ τῷ ἀντιπεριίστασθαι τὸν ἀέρα τὸν πρὸ τοῦ ῥιπτομένου σώματος ὑπὸ τῆς ῥύμης καὶ γίνεσθαι κατόπιν ἐπωθοῦντα μέχρι τοσούτου, μέχρις ἂν ἡ ῥύμη χαλασθῇ εἴτε κατεκλυθῇ, ἢ τῷ τὸν ἀέρα αὐτὸν ὠθεῖν οἷον συνωθούμενον τῷ βληθέντι ἐπισυρρυέντος αὐτῷ τοῦ μετ’ αὐτὸν ἀέρος ἀθρόου. εὐκίνητος γὰρ ὤν, εἰ μόνον ἀρχὴν | |
25 | λάβοιτο, πρόεισιν ἐπὶ πλεῖστον τὴν ἐνδοθεῖσαν κίνησιν διαφυλάττων καὶ θάττω κινούμενος κίνησιν τῆς τοῦ ὠσθέντος φορᾶς, ἣν φέρεται κατὰ φύσιν ἐπὶ τὸν οἰκεῖον τόπον. τούτων δὲ οὐδὲν ὑπάρχει λέγειν ἐν τῷ κενῷ. | |
ἀλλὰ μὴν οὐδ’ ὡς παρόντος τοῦ βιαζομένου καὶ οἷον ὠθοῦντος ἢ ἕλκοντος· | 129 | |
5,2130 | αὐτὸ γὰρ ἐκεῖνο τὸ βιαζόμενον πῶς κινεῖται; πότερον κατὰ φύσιν ἢ παρὰ φύσιν; ἕξει γὰρ πάλιν τὸ αὐτὸ ἄτοπον. ἔτι οὐδεὶς ἂν ἔχοι εἰπεῖν, διὰ τί κινηθὲν στήσεταί που; τί γὰρ μᾶλλον ἐνταῦθα ἢ ἐνταῦθα; εἰ δὲ ἐνταῦθα, διὰ τί οὐ πανταχοῦ ὥς τε ἠρεμήσει; ἢ γὰρ ἀεὶ ἑστάναι ἀναγκαῖον | |
5 | ἢ ἀεὶ φέρεσθαι. ἀλλ’ ἴσως ἐμποδιεῖ τι τῇ κινήσει τὸ κρεῖττον καὶ ἰσχυ‐ ρότερον, μεταβήσεται δὲ πάλιν ἐπὶ τοῦτο ὁ λόγος. τοῦτο γὰρ τὸ κρεῖττον πότερον ἕστηκε καὶ διὰ τί ἐνθάδε καὶ οὐκ ἀλλαχοῦ; ἢ κινεῖται καὶ πῶς κινεῖται ἢ πῶς ἐμποδιεῖ; ἔτι φασὶν αὐτοὶ διὰ μὲν τοῦ πλήρους μηδὲν κινεῖσθαι· μὴ γὰρ ὑπείκειν, διὰ τοῦ κενοῦ δέ, ὡς οὐκ ἔχοντος ἀντιτυπίαν | |
10 | οὐδὲ κωλύοντος· οὕτω γὰρ καὶ δι’ ἀέρος μὲν μᾶλλον κινεῖσθαι, ἐπειδὴ μᾶλλον ἐγγὺς τοῦ κενοῦ, ἧττον δὲ δι’ ὕδατος, διὰ γῆς δὲ οὐκέτι. ἐν κενῷ δὲ ἀπείρῳ οὐκ ἔστιν εἰκτικώτερον οὐδὲν ἄλλο ἄλλου, ὥστε πάντη ὁμοίως οἰσθήσεται. τοῦτο καὶ πρὸς τοὺς περὶ Χρύσιππον ῥητέον· διὰ τί ὁ κόσμος οὐκ εἰς ἄπειρον οἰσθήσεται φερόμενος ἐπὶ πᾶν τοῦ κενοῦ μέρος ὁμοίως ἢ | |
15 | διὰ τί ἐνταῦθα μὲν βούλονται στηρίζειν αὐτόν; πρὸς μὲν γὰρ τὸ μὴ δια‐ σπᾶσθαι ἀρκείτω ἡ συνέχουσα ἕξις· πρὸς δὲ τὸ ὅλον μετὰ τῆς συν‐ εχούσης ἕξεως ἐνταῦθα μένειν τί ἂν ποιοῖ; Ἔτι δὲ καὶ ἐκ τῶνδε φανερόν, ὅτι οὐκ ἔστιν ἡ κίνησις ἐν κενῷ. ἀναιρεῖται γὰρ τὸ θᾶττον καὶ βραδύτερον ἐν κινήσει, πρᾶγμα ἐναργὲς καὶ | |
20 | οὐδὲ λόγου δεόμενον. ὁρῶμεν γὰρ τῆς ἀνισοταχοῦς κινήσεως τοῖς ὁμογε‐ νέσι σώμασι καὶ ὁμοίαν ἔχουσι τὴν ῥοπὴν οἷον ἐπὶ τὸ κάτω ἢ ἐπὶ τὸ ἄνω δύο οὔσας αἰτίας, εἰ καὶ τὰ σχήματα ταὐτὰ εἴη· ἢ γὰρ τῷ διαφέρειν τὸ δι’ οὗ κινεῖται (οἷον εἰ τὸ μὲν δι’ ὕδατος φέροιτο τὸ δὲ διὰ βορβόρου ἢ τὸ μὲν δι’ ὕδατος τὸ δὲ δι’ ἀέρος ἢ τὸ μὲν διὰ μένοντος τὸ δὲ δι’ | |
25 | ἀντικινουμένου· ἀνακρουόμενον γὰρ ὑπὸ τούτου βράδιον κινεῖται) ἢ τῷ τὸ βάρος αὐτὸ μὴ ἴσον εἶναι τῶν φερομένων. καὶ γὰρ ἂν τἆλλα πάντα ταὐτὰ ὑπάρχῃ, θᾶττον τὸ βαρύτερον κινηθήσεται, οἷον εἰ σφαῖρα χρυσοῦ τε καὶ ἀργύρου δι’ ἀέρος ἄμφω κινοῖντο. ἀλλ’ αὕτη μὲν ἡ διαφορὰ ἀναβεβλήσθω· λόγου γὰρ τεύξεται κατ’ ἰδίαν. ἀλλ’ ὅταν γε τὸ μὲν παχύτερον ᾖ τὸ δὲ λεπτό‐ | |
30 | τερον τῶν σωμάτων, δι’ ὧν φέρεται τὸ κινούμενον, σκεπτέον τὸ συμβαῖνον. | 130 |
5,2131 | τὸ γὰρ ἴσον βάρος, εἰ καὶ τὸ σχῆμα ταὐτὸ ἔχει, διὰ τοῦ λεπτοτέρου θᾶττον δίεισιν ἢ παχυτέρου, λέγω δὲ τὸ ἴσον διάστημα· οὐ γὰρ ὁμοίως εὐδιαί‐ ρετον ὕδωρ ἀέρι. οἷον ἔστω σφαῖρα χρυσοῦ καὶ κινείσθω δι’ ἀέρος τε καὶ ὕδατος σταδιαίαν γραμμήν, ὧν θᾶττον δὴ κινηθήσεται διὰ τοῦ ἀέρος ἡ | |
5 | σφαῖρα καὶ τοσούτῳ θᾶττον, ὅσῳπερ ὁ ἀὴρ λεπτότερος τοῦ ὕδατος ᾖ. ἔσται δὲ καὶ τῶν χρόνων ἀναλογία, οὓς κινεῖται ἡ σφαῖρα, πρὸς τὰ σώματα δι’ ὧν κινεῖται. ὡς γὰρ ὕδωρ πρὸς ἀέρα ἔχει, οὕτως ὁ χρόνος, ἐν ᾧ δι’ ὕδατος κινεῖται, πρὸς τὸν χρόνον, ἐν ᾧ δι’ ἀέρος. ὅσῳ γὰρ μανώτερον καὶ λεπτότερον ἀὴρ ὕδατος, τοσοῦτον ὁ χρόνος ἐλάττων τοῦ χρόνου καὶ | |
10 | ἀνάπαλιν ἀρχόμενος τῆς ἀναλογίας ὁμοίως ἔχει. ὡς γὰρ ὁ χρόνος πρὸς τὸν χρόνον, οὕτως τὸ σῶμα πρὸς τὸ σῶμα. τούτων οὖν κειμένων φανερόν, ὅτι τὸ κενὸν οὐδένα λόγον ἔχει πρὸς τὸ πλῆρες, ᾧ ὑπερέχει αὐτοῦ κατὰ λεπτότητα· οὐδὲ γάρ ἐστι σῶμα ὅλως, εἰ δέ, ὡς τὸ σῶμα πρὸς τὸ κενὸν ἔχει, οὕτω καὶ ὁ χρόνος. ἐν ᾧ διὰ σώματος κινεῖται, ταὐτὸ διάστημα | |
15 | πρὸς τὸν χρόνον, ἐν ᾧ διὰ τοῦ κενοῦ, τὸ δὲ σῶμα πρὸς τὸ κενὸν οὐκ ἔχει λόγον, οὐδὲ ὁ χρόνος ἕξει πρὸς τὸν χρόνον. ἀλλὰ παντὸς χρόνου πεπερασμένου πρὸς πάντα χρόνον ἐστὶ λόγος· πρὸς ὃν ἄρα οὐκ ἔσται λόγος, οὐδὲ χρόνος ἐστίν· οὐκ ἄρα ἐν χρόνῳ διὰ τοῦ κενοῦ κινηθήσεται· οὐδὲ κινηθήσεται ἄρα. πᾶσα γὰρ κίνησις ἐν χρόνῳ. ἵνα γὰρ μᾶλλον γένηται | |
20 | τὸ λεγόμενον δῆλον, ὑποκείσθω τὸ αὐτὸ βάρος ἐν ὥρα μιᾷ δι’ ἀέρος λεπτοτάτου σταδιαῖον κινεῖσθαι διάστημα. διὰ τοίνυν τοῦ κενοῦ τὸ στάδιον τοῦτο ἐν πόσῳ κινηθήσεται χρόνῳ; εἰ γὰρ ἐν ἡμίσει καὶ διπλασίων ὁ χρόνος τοῦ χρόνου, καὶ ὁ ἀὴρ ἔσται διπλασίῳ παχύτερος τοῦ κενοῦ καὶ εἰ ἐν τριτημορίῳ τῆς ὥρας καὶ εἰ δεκατημορίῳ καὶ εἰ μυριοστῷ, παρα‐ | |
25 | πλήσιον ἄτοπον· οὐδένα γὰρ ἔσται λόγον εὑρεῖν τοῦ σώματος πρὸς τὸ κενόν, ἀλλὰ παντὸς ὑπερβάλλει τοῦ λαμβανομένου. εἰ γὰρ δή τις βιάζοιτο καὶ διὰ τοῦ κενοῦ κινεῖσθαι ἐν χρόνῳ τὸ βάρος, ὅρα καὶ ἄλλο τι ἄτοπον. κινείσθω γὰρ διὰ τοῦ κενοῦ τὸ σταδιαῖον μέγεθος ἐν ὥρᾳ μιᾷ. κινηθήσε‐ ται τοίνυν αὐτὸ δι’ ἀέρος ἐν πλείονι χρόνῳ, κινείσθω λόγου χάριν ἐν δυσὶν | |
30 | ὥραις. δῆλον οὖν, ὡς ἐν ὥρᾳ μιᾷ μόριόν τι κινηθήσεται, κινείσθω τὸ ἡμιστάδιον τοῦ ἀέρος ἐν ὥρᾳ μιᾷ. ἐν ἴσῳ ἄρα χρόνῳ διά τε πλήρους καὶ διὰ κενοῦ κινηθήσεται. εὐθὺς μὲν δὴ καὶ τοῦτο ἄτοπον, ἔσται δὲ καὶ ἕτερον ἀτοπώτερον. τὸν γὰρ αὐτὸν ἕξει λόγον τὸ πλῆρες πρὸς τὸ πλῆρες, | |
τὸ ἡμιστάδιον τοῦ ἀέρος πρὸς τὸ στάδιον καὶ τὸ κενὸν στάδιον πρὸς τὸ | 131 | |
5,2132 | πλῆρες στάδιον τοῦ ἀέρος, εἴπερ καὶ ὁ χρόνος ἐν ἀμφοῖν τῆς κινήσεως ἔν τε τῷ σταδιαίῳ κενῷ καὶ ἡμισταδίῳ ἀέρι (τουτέστιν ἡ ὥρα) πρὸς τὸν χρόνον τῆς κινήσεως τὸν ἐν τῷ σταδιαίῳ ἀέρι, λέγω δὲ τὰς δύο ὥρας. ταῦτα μὲν οὖν σφόδρα ἀποδεικτικῶς προσηπόρησεν Ἀριστοτέλης τοῖς κινεῖσθαί τι διὰ τοῦ κενοῦ τιθε‐ | |
5 | μένοις· ὃ δὲ προστίθησι τούτοις, οὔτε πάντη ἀληθὲς καὶ ὄχλον ἂν παρά‐ σχοι πάνυ ἀσαφῶς εἰρημένον. τοῦτο μὲν οὖν, ὅτῳ σχολὴ περίεστιν, ἐκ τῶν ἐξηγήσεων ἀναλέξεται. ὄντων δὲ οὕτως ἀτόπων τῶν ἀκολουθούντων τῇ τοῦ κενοῦ θέσει τὴν ὑπόθεσιν ἀναιρετέον, ᾗ ταῦτα ἕπεται, ἡ δὲ αἰτία φανερὰ τῆς ἑπομένης ἀτοπίας ἐστίν. ἐπειδὴ γὰρ πᾶσα κίνησις ἐν χρόνῳ, | |
10 | ἀνάγκη καὶ τῆς ἐν τῷ κενῷ κινήσεως εἶναί τινα χρόνον, ἀλλὰ παντὸς χρόνου πρὸς πάντα χρόνον, ἂν ὦσι πεπερασμένοι, λόγος ἐστίν. ὁ αὐτὸς ἄρα ἔσται καὶ τοῦ κενοῦ πρὸς τὸ πλῆρες, ὃν οἱ χρόνοι πρὸς ἀλλήλους ἔχουσιν, ἐν οἷς τι διὰ τοῦ κενοῦ καὶ διὰ τοῦ πλήρους κεκίνηται ἴσον διά‐ στημα. αὕτη μὲν οὖν οὕτω τῆς ἀνισοταχοῦς κινήσεως ἡ αἰτία παρ‐ | |
15 | απόλλυται τοῖς τὸ κενὸν τιθεμένοις καὶ ἑτέρα δὲ ὁμοίως ἡ περὶ τὴν δια‐ φορὰν τῶν δι’ ὧν φέρεται· οὐ γὰρ οἷόν τε τὸ μὲν τοῦ κενοῦ μένειν τὸ δὲ ἀντικινεῖσθαι· τίς γὰρ κενοῦ κίνησις γένοιτο ἄν; ἴδωμεν δὲ καὶ τήν γε τοῖς βαναύσοις γνώριμον διασῴζουσι; καὶ γὰρ χαλκοτύποι καὶ σιδηρεῖς καὶ χρυσοχόοι καὶ μάγειροι καὶ ναῦται καὶ ἁλιεῖς καὶ ἁπλῶς οἱ τὴν θάλασσαν | |
20 | ἐργαζόμενοι, ὅταν ἢ τρυτάνην ἕλκωσιν ἢ δίκτυα χαλῶσιν ἢ βυθίζωσιν τὰς ἀγκύρας καὶ συμβαίνῃ τοῖς μὲν θᾶττον, τοῖς δὲ σχολαιότερον φέρεσθαι κάτω. οὐκ ἀποροῦσιν ἀποκρίσεως, εἰ πύθοιο παρ’ αὐτῶν, πῶς διὰ τῆς αὐτῆς θαλάσσης τὸ ἴσον βάθος ὅμοιον ἔχουσα τὸ σχῆμα ἥ τε δεκατάλαντος ἄγκυρα καὶ ἡ τριτά‐ λαντος οὐ κατὰ τὸν ἴσον φέρονται χρόνον, ἀλλὰ τῆς μὲν θᾶττον αἰσθάνονται | |
25 | προσερεισαμένης τῷ βυθῷ, τῆς δὲ βράδιον. ἐροῦσι γὰρ ἐπιγελάσαντες, οἶμαι, ὅτι τὰ δέκα τῶν τριῶν ἐστι βαρύτερα. ταύτην τοίνυν οὐχ ἕξουσιν ἡμῖν οἱ πάν‐ σοφοι οὗτοι τὴν αἰτίαν ἀποδιδόναι, ἀλλ’ ὅταν ἐν τῷ κενῷ κινῶνται μολίβδου τε σφαῖρα καὶ κισσήρεως, ἢ κινεῖσθαι ἰσοταχῶς ἐροῦσιν αὐτὰς ἢ τοῦ γε θᾶττον τὴν μολιβδίνην κινεῖσθαι τίνα ἕξουσι λόγον λέγειν; ἐν μὲν γὰρ τοῖς | |
30 | πλήρεσιν ἐξ ἀνάγκης θᾶττον φέρεσθαι τὸ βαρύτερον· μᾶλλον γὰρ διαιρεῖ τὴν ὑποκειμένην οὐσίαν τῇ δυνάμει, ἄν τε ὕδωρ ἄν τε ἀὴρ ᾖ, δι’ οὗ φέρεται. ἐν δὲ τῷ κενῷ τί πλέον ἕξει τάχους μόλιβδος τοῦ φελλοῦ; εἴκει γὰρ ἀμφοτέροις ὁμοίως, μᾶλλον δὲ οὐδὲ εἴκει· καὶ γὰρ τοῦτο τῶν ματαίων | |
ἐστίν. ἀνῄρηται γοῦν τὸ βαρύτερον καὶ κουφότερον καὶ πάντα ἰσοταχῶς | 132 | |
5,2133 | κινηθήσεται, ὥστ’, εἰ ταῦτα ἀδύνατα, τὴν ὑπόθεσιν παραιτητέον, δι’ ἣν ταῦτα συμβαίνει. ἀλλὰ τὴν περὶ τὰ σχήματα τῶν κινουμένων τῆς κινή‐ σεως διαφορὰν φυλάττουσιν μόνην· ζητεῖται γάρ, διὰ τί πλατὺς σίδηρος ἢ μόλιβδος ἐπιπολάζει τῷ ὕδατι, στρογγύλος δ’ οὐκέτι, οὐδὲ μακρὸς κἂν | |
5 | πάνυ μικρότερος ᾖ. ἡμῖν μὲν γὰρ ὑπάρχει λέγειν, ὅτι τὰ πλατέα μὲν διὰ τὸ πολὺν ἐπιλαμβάνειν ἀέρα ἢ ὕδωρ, οἷς ἐποχεῖται, οὐ ταχέως φέρεται κάτω· οὐδὲ γὰρ διασπᾶται ῥᾳδίως τὸ ὑποκείμενον ὑπὸ τῆς ἀμβλύτητος τοῦ σχήματος· τὰ δ’ ἄλλως ἐσχηματισμένα ὀλίγον ἐπιλαμβάνει τόπον, διὸ τάχιστα, ὅπῃ ἂν ῥέψῃ, ῥήγνυται ὁ ἀήρ· μαλακώτερος γὰρ ὢν μᾶλλον | |
10 | δὲ διίσταται. τούτοις δὲ εἰ τὰ αὐτὰ δυνατὸν λέγειν, οὐκ οἶδα. ταῦτα γὰρ καὶ ὑπὲρ τῶν ἀτόμων ἐρωτητέον· εἴτε γὰρ ἀνισοταχῶς ἐν τῷ κενῷ φέρον‐ ται, τὴν αἰτίαν λεγέτωσαν ἡμῖν, εἴτε ἰσοταχῶς, δεικνύτωσαν, πῶς ἀλλήλας καταλήψονται ἢ πῶς συμπλακήσονται καὶ γεννήσουσιν ἕτερον. ὅτι μὲν οὖν ἀναιρεῖ κίνησιν μᾶλλον τὸ κενὸν ἢ κατασκευάζει, δῆλόν ἐστιν. | |
15 | Καὶ τῆς κινήσεως δὲ ἀφισταμένοις καὶ καθ’ αὑτὸ τὸ κενὸν ἐξετάζουσι φανείη ἂν τὸ λεγόμενον κενὸν ὡς ἀληθῶς κενόν. ἐπεὶ γὰρ δέδεικται σῶμα διὰ σώματος μὴ χωρεῖν, ὅταν τιθῆται ἄλλο σῶμα ἐν ἄλλῳ σώματι, ἀναγκαῖον ἐκστῆναι τῷ ἐπιόντι τὸ προϋπάρχον καὶ τοσοῦτόν γε, ὅσον ὄγκος τοῦ τιθεμένου· καὶ τοῦτο δῆλον ἐπ’ ἐνίων εὐθὺς, ὥσπερ εἴ τις εἰς ὕδωρ | |
20 | ἐμβάλλοι λίθινον κύβον. τοσοῦτος γὰρ ὁ ὄγκος τοῦ ὕδατος ὑπεκστήσεται, ὅσοσπερ ἐστὶ τοῦ κύβου. ἐπ’ ἐνίων δὲ οὐ πρόδηλον μὲν τῇ αἰσθήσει, συμβαίνει δὲ ὁμοίως καὶ φωρᾶται ἔκ τινων κατασκευασμάτων. ἐν γὰρ ταῖς κλεψύδραις ὅταν μεσταῖς οὔσαις ἀέρος ἐγχέηται ὕδωρ, δίοδον τοῦ ἀέρος γλῶσσαι αὐλητῶν ἢ σαλπίγγων προστιθέμεναι ταῖς ὀπαῖς διελέγχουσι· | |
25 | ψοφεῖ γὰρ ἐπειγόμενος πρὸς τὰ ὄργανα. εἰ δὲ μηδεμίαν ἔξοδον δοίης, βιάζοιο δὲ ἕτερον σῶμα ἐπεμβάλλειν, ἢ πιλοῦται εἰς αὑτὸν μεταβάλλων εἰς ὄγκον ἐλάττω καὶ παχύνεται συστελλόμενος, ὥστε δέξασθαι τὸ ἀγγεῖον τοῦ ἐπεισαγομένου τοσοῦτον, ὅσον ἡ πίλησις τοῦ πρώτου ὄγκου συνέστειλεν, ἢ θᾶττον ἂν διαρρήξειε τὸ ἀγγεῖον, εἰ σῶμα ἕτερον ἐκβιάσαιο· ταῦτα τοίνυν | |
30 | οὕτως ἐναργῶς φαινόμενα καὶ δεικνύμενα ὑπὸ τῶν δημιουργῶν ὅσαι ἡμέραι ὁ περὶ τοῦ κενοῦ λόγος οὐ προσποιεῖται ἢ ἀγνοεῖ. καίτοι τί ποτε ἐροῦσιν, | |
ὅταν ἐν κενῷ τιθῆται σῶμα; πότερον ὑπεξίστασθαι τὸν ἴσον ὄγκον τοῦ | 133 | |
5,2134 | κενοῦ; καὶ πῶς οὐ γελοῖον; ἀλλὰ μένειν; καὶ πῶς οὐ θαυμαστὸν διεξιέναι διὰ τοῦ κύβου τὸ ἴσον διάστημα τοῦ κενοῦ; εἰ γὰρ μηδὲν παντάπασίν ἐστι τὸ κενόν, οὐδὲ ἡμεῖς ἄλλο τι λέγομεν· εἰ δέ τινα ἔχει φύσιν καὶ ἔστι διάστημα ἐπὶ τρία, πῶς διὰ τοῦ τοιούτου διαστήματος δίεισι; τοῦτο γὰρ | |
5 | ὁμοίως ἄτοπον, ὡς εἰ μηδὲ τὸ ὕδωρ μεθίστατο τῷ λιθίνῳ κύβῳ, μηδὲ ὁ ἀήρ, ἀλλὰ πάντη διῄεσαν δι’ αὐτοῦ. οὐ γὰρ ταῦτα μὲν κωλυθήσεται δι’ ἀλλήλων χωρεῖν καὶ ἐν ταὐτῷ γίνεσθαι τόπῳ, ὅτι θερμὰ καὶ ψυχρὰ καὶ κοῦφα δὴ καὶ βαρέα καὶ μετὰ τῶν ἄλλων παθῶν, τὸ κενὸν δὲ ἁπάντων τῶν τοιούτων ἐστερημένον οὐκέτι· εἴρηται γὰρ καὶ πρότερον ἤδη, ὅτι τοῖς | |
10 | σώμασιν τὸ εἶναι ἐν τόπῳ κατὰ μόνα ὑπάρχει τὰ διαστήματα, ἅπερ εἰ καὶ ἀχώριστα τῶν ἄλλων συμβεβηκότων ἐστίν, ἀλλὰ τό γε εἶναι αὐτοῖς διαστήμασιν ἕτερον, καὶ ὁ λίθος οὐκ, ἐπειδὴ λευκὸς ἢ μέλας ἢ θερμὸς ἢ ψυχρὸς ἢ κοῦφος ἢ βαρύς, τοσόνδε δεῖ κατέχειν τόπον, ἀλλ’ ἐπειδὴ τοσοῦ‐ τον αὐτοῦ τὸ διάστημα. καίτοι φέρεται μὲν διὰ τὴν βαρύτητα εἰς τοῦτον | |
15 | τὸν τόπον, ὅταν δὲ ἐν τόπῳ ᾖ, κατὰ τὸν ὄγκον ἐστὶν ἐν τόπῳ· καὶ γὰρ τούτῳ μόνῳ τῶν ὑπαρχόντων τῷ κύβῳ καὶ τὸ τοῦ τόπου μέγεθος ἔσται, οὐ τῇ βαρύτητι ἢ κουφότητι ἤ τισιν ἄλλοις τῶν παθῶν. εἰ τοίνυν καὶ ὑπόθοιο λόγου χάριν τὸν λίθινον κύβον ἁπάντων κεχωρίσθαι τῶν ἄλλων συμβεβηκότων, ἐν μόνῳ δὲ εἶναι τῷ διαστήματι, οὐδὲν ἧττον καθέξει τὴν | |
20 | ἴσην χώραν, ὅσην κατεῖχε καὶ μετὰ τῶν ἄλλων παθῶν, ὥστε καὶ ἐν τῷ κενῷ τὸ ἴσον καθέξει κενόν, ὅταν τε μετὰ τῶν συμβεβηκότων ὅταν τε χωρὶς τούτων νοῆται. τί οὖν τηνικαῦτα διοίσει τὸ τοῦ κύβου σῶμα τοῦ ἴσου κενοῦ καὶ τόπου; καὶ εἰ δύο τοιαῦτα ἐν τῷ αὐτῷ, διὰ τί μὴ καὶ πλείω καὶ ἄπειρα; ὅρα τοίνυν ἀναλαβὼν καὶ τὴν ἀνάγκην τῆς ἀποδείξεως· | |
25 | εἰ σῶμά ἐστιν ἐν ἐκείνῳ, διάστημά ἐστιν ἐν διαστήματι (οὔτε γὰρ ὑπεξ‐ ίσταται τὸ κενὸν καὶ τῷ σώματι τὸ εἶναι ἐν τόπῳ κατὰ διάστημα μόνον ὑπάρχει)· εἰ δὲ διάστημα ἐν διαστήματι, καὶ σῶμα ἐν σώματι ἔσται· ἐπεὶ γὰρ κατὰ μόνους τοὺς ὄγκους τὰ σώματά ἐστιν ἐν τόπῳ, καὶ κατ’ οὐδὲν ἄλλο τῶν ὑπαρχόντων, εἰ δυνατὸν τὸν ὄγκον ἐν ὄγκῳ εἶναι, τά γε ἄλλα | |
30 | συμβεβηκότα οὐδὲν κωλύει τὸ σῶμα ἐν σώματι εἶναι. ἀλλὰ μὴν ἄτοπον σῶμα ἐν σώματι εἶναι· ἀδύνατον ἄρα καὶ σῶμα ἐν κενῷ εἶναι· ὄγκον μὲν γὰρ ἐν ὄγκῳ ποιεῖ τὸ σῶμα ἐν κενῷ, ποῖον δὲ σῶμα ἐν σώματι ὄγκον ἐν | |
ὄγκῳ; καὶ οὕτως μὲν οὖν ἐξήλεγκται μάταιον τὸ κενόν, εἴγε παράγεται μὲν | 134 | |
5,2135 | ὑπὲρ τοῦ τὰ σώματα δέχεσθαι, δέχεσθαι δὲ αὐτὸ σῶμα οὐχ οἷόν τε. φανερώτερον δὲ ἐντεῦθεν· εἰ γὰρ τὸ ἐν ἑκάστῳ διάστημα χωριζόμενον τῷ λόγῳ τῶν παθῶν οὐδὲν διαφέρει τοῦ κενοῦ, κινούμενα δὲ καὶ μεταφερό‐ μενα τὰ σώματα σὺν τοῖς ἰδίοις κινεῖται διαστήμασιν, τί δεῖ τοῖς σώμασιν | |
5 | ἄλλων τοιούτων διαστημάτων; εἰ γὰρ καθὸ διάστημα ἕκαστον ἔχει, ἑτέ‐ ρου διαστήματος δεῖται, πῶς οὐ τὸ κενὸν ἄλλου δεήσεται, κἀκείνου ἄλλο, καὶ ἐπ’ ἄπειρον οὕτω προελευσόμεθα; ὅτι μὲν τοίνυν οὐκ ἔστι κεχωρισμέ‐ νον κενόν, ἐκ τούτων δῆλον. Εἰσὶ δέ τινες, οἳ ἀπὸ τοῦ μανοῦ καὶ πυκνοῦ φανερὸν οἴονται εἶναι, | |
10 | ὡς ἔστι κενόν. εἴπερ ἐστὶ πύκνωσις ἡ εἰς ἐλάττονα ὄγκον τοῦ αὐτοῦ σώματος συστολὴ καὶ μάνωσις ἡ εἰς πλείονα καὶ μείζονα ὄγκον τοῦ αὐτοῦ σώματος ἄνεσις, ἀνάγκη κενὸν ἐν τοῖς σώμασι παρεσπάρθαι, εἰς ὃ τὰ πιλούμενα συστέλλεται καὶ διαχεῖται τὰ ἀραιούμενα. οὐ μόνον δὲ πύκνω‐ σιν καὶ μάνωσιν ἀναιροῦσι τὸ κενὸν ἀναιροῦντες, ἀλλ’ ἤδη καὶ πᾶσαν | |
15 | κίνησιν. καὶ γὰρ ὅταν τι κατὰ τόπον κινῆται, συστελλόμενα τὰ παρακεί‐ μενα σώματα δι’ ὧν δίεισι, παρέχει χώραν τοῖς δι’ αὐτῶν κινουμένοις, ὥσπερ τοῖς διὰ πλήθους βαδίζουσιν. εἰ δὲ μὴ τὸ κενὸν ἐν τοῖς σώμασιν ὑπάρχει, ἀνάγκη κινουμένου τινὸς τὸ πᾶν κυμαίνειν, προωθοῦντος ἀεὶ τοῦ πλησίον τὸ ἐφεξῆς καὶ οἷον ὑπερχεῖσθαι τὸν οὐρανὸν εἰς τὸ ἔξω, ὅπερ καὶ | |
20 | ἐν ταῖς κολυμβήθραις συμβαίνει, ὅταν τι κινῆται ἐν αὐταῖς σῶμα. τοῦτο δὲ καὶ Ξοῦθος ἔλεγε, τὴν ἀντιπερίστασιν τῶν σωμάτων οὐ προσποιούμενος, ἣ γίνεται οὐκ ἐπὶ μόνων τῶν κύκλῳ μεθισταμένων. φανερώτερον μὲν ἐπὶ τούτων· ὅσον ἔμπροσθεν προωθεῖται, τοσοῦτον ὄπισθεν ἕπεται. γίνεται δ’ οὖν καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. οὕτως δὲ καὶ ὁ Ξοῦθος καὶ τοῦτο | |
25 | ὑπελάμβανεν, ὡς, εἰ μὴ τὸ κενὸν παραδεξόμεθα, ἀνάγκη τὰς μεταβολὰς τῶν σωμάτων κατ’ ἴσον γενέσθαι ὄγκον, οἷον εἰ ἐξ ὕδατος κυαθιαίου κυα‐ θιαῖον ἀέρα γενέσθαι· ἐπεὶ πῶς ἂν γένοιτο μείζων οὐκ ἔχων τόπον καὶ | |
χώραν, εἰς ἣν διαχεθήσεται, εἰ μή τις, φησί, κυμαίνειν τὸ πᾶν συγχωροίη | 135 | |
5,2136 | καὶ τοὔλαττον φεύγων κενὸν πλεῖον ἔροιτο; ποῦ γὰρ δὴ τὸ πᾶν κυμαίνει; εἰς σώματα μὲν γὰρ οὐκ ἐνδέχεται, ἀνάγκη δὲ εἰς κενὸν ἀθρόον ἔξωθεν περικεχυμένον. ὅτι δὲ τὰ μανούμενα σώματα εἰς ὄγκον πλείονα μετα‐ βάλλει, δῆλον καὶ ἐκ τῶν ῥηγνυμένων ἀγγείων ἐξαιρουμένου τοῦ ὕδατος ἢ | |
5 | τοῦ ὑγροῦ, ὡς καὶ οἱ τοῦ γλεύκους πίθοι μεταβάλλοντος εἰς ἀέρα. ποῦ δὲ χώρα ἔσται τῷ μείζονι ὄγκῳ, εἰ μὴ τὸ περιέχον ἐνδιδοίη συνθλιβόμενον εἰς τὰ κενά; εἰ μὲν οὖν οὕτω λέγουσιν ἐν τοῖς σώμασι τὸ κενὸν παρ‐ εσπάρθαι, ὡς εἶναι ἐν τῷ μανῷ διαστήματα κεχωρισμένα δεκτικὰ σω‐ μάτων, ἐκ τῶν αὐτῶν ἂν καὶ τοῦτο ἀναιροῦμεν, ἐξ ὧν καὶ τὸν τόπον καὶ | |
10 | τὸ κεχωρισμένον κενόν· οὐδὲν γὰρ ποιεῖ τὸ κατακερματίζειν αὐτοὺς τὸ κενὸν πρὸς τὸ διαφεύγειν ἐκείνας τὰς ἀπορίας, αἷς περιέπιπτον οἱ τὸ ἀθρόον λέγοντες· διάστημα γὰρ ποιοῦσι κεχωρισμένον καὶ οὗτοι. εἰ δὲ μὴ χωριστόν, ἐγκεκραμένον δὲ καί, ὡς ἂν εἴποι τις, συγκεχυμένον τοῖς μανω‐ τέροις τῶν σωμάτων λέγοιεν μὲν ἄν τι πιθανώτερον, ὅμως δὲ οὐδὲ τοῦτο | |
15 | ἀληθές· συμβαίνει γὰρ αὐτοῖς πρῶτον μὲν οὐ πάσης τῆς κατὰ τόπον κινή‐ σεως αἴτιον τὸ κενόν, ἀλλὰ μόνης τῆς ἄνω. εἰ γὰρ ὅπου ἂν πλέον ἐνῇ, τοῦτο μανώτερον ποιεῖ καὶ κουφότερον, τὰ δὲ μᾶλλον τοιαῦτα μᾶλλον ἐπὶ τὰ ἄνω κινεῖται, τὸ κενὸν αἴτιον γίνεται τῆς ἐπὶ τὰ ἄνω κινήσεως μόνον. διὰ τοῦτο καὶ τὸ πῦρ μάλιστα μανὸν εἶναί φασιν, ὅτι μάλιστα ἐπὶ | |
20 | τὰ ἄνω κινεῖται. ἔπειτα οὐχ ὡς τόπον λέγουσιν αἴτιον κινήσεως τὸ κενόν, ἀλλ’ ὥσπερ οἱ ἀσκοὶ τῷ φέρεσθαι αὐτοὶ ἄνω καὶ δίκτυα μετεωρίζουσιν, οὕτω καὶ τὸ κενὸν τῷ φέρεσθαι αὐτὸ ἄνω ἀνέχει καὶ κουφίζει τὰ μανὰ σώματα. καίτοι πῶς οἷόν τε φορὰν εἶναι κενοῦ ἢ τόπον κενοῦ; δεῖ γὰρ ἄλλο κενὸν εἶναι πάλιν, ἐν ᾧ γίνεται τὸ κενόν. ἔτι δὲ ἐπὶ τῶν βαρέων | |
25 | τίνα αἰτίαν ἀποδώσουσι τοῦ φέρεσθαι κάτω; οὐ γὰρ δὴ καὶ τὸ ἐν τούτοις κενὸν κάτω ῥέπον αὐτὰ συγκαθέλκει. τί ποτ’ οὖν ἐρεῖς αἴτιον; εἰ γὰρ τὴν φύσιν τῶν σωμάτων, ἐξαρκέσει σοι καὶ πρὸς τὴν ἑτέραν κίνησιν ἡ αὐτή. ἔτι πρὸς τούτοις, εἰ ὅσῳ μανώτερον καὶ κενώτερον, τοσούτῳ θᾶττον κινεῖται, δῆλον ὡς αὐτὸ τὸ κενὸν τάχιστα ἂν φέροιτο τῶν ἄλλων. ἀλλὰ | |
30 | τὸ τάχιστα ἐπ’ αὐτοῦ λαβεῖν οὐχ οἷόν τε· οὐδὲ γὰρ χρόνον ὅλως τῆς | |
κινήσεως· εἰ γὰρ ἔσται τις χρόνος, λόγον ἕξει καὶ τὸ κενὸν πρὸς τὸ πλῆ‐ | 136 | |
5,2137 | ρες. εἰ δὲ φήσουσι μὴ κινεῖσθαι καθ’ αὑτὸ τὸ κενόν (διὰ τοῦτο γὰρ αὐτὸ καὶ ἐγκιρνάναι τῷ σώματι, ἵν’ ἀχώριστον ᾖ), διδαξάτωσαν ἡμᾶς, ἡνίκα ἂν συστέλλωσι τὰ πυκνούμενα σώματα εἰς τὰ κενά, ἆρ’ ἐκθλίβουσι τὰ κενὰ ἢ καταλιμπάνουσιν ἐν τοῖς σώμασιν. ἐκθλιβόμενα μὲν γὰρ δῆλον ὅτι | |
5 | κινεῖται καθ’ αὑτά, μένοντα δὲ τί συμβάλλεται πρὸς τὴν πίλησιν, εἴγε καὶ πιλουμένων τῶν σωμάτων οὐκ ἐκχωρεῖ, ἀλλ’ ἔστιν ὁμοίως ἐν αὐτοῖς; καίτοι τὸ κενὸν μάλιστα ἐν ταῖς πιλήσεσιν ἀναγκαῖον ὑπολαμβάνουσιν, ὅπως εἰς ἐκεῖνο τὰ σώματα συστέλληται καὶ συνθλίβηται. πῶς οὖν ἐνδέ‐ χεται τὸ ἴσον ἐγκεκρᾶσθαι κενὸν πρὸ τῆς πιλήσεως καὶ μετὰ τὴν πίλησιν | |
10 | αὖθις; πῶς δέ, εἰ τοῦτο δυνατόν, οὐ τὸν ἴσον ὄγκον ἀεὶ φυλάττει τὰ πιλούμενα μηδενός γε ἐξ αὐτῶν ἀπιόντος μήτε κενοῦ μήτε σώματος; πῶς δὲ οὐκ εἰς ἄπειρον ἔνεστι πιλοῦσθαι τὰ σώματα ἀεὶ τῶν ἴσων κενῶν ἐνυ‐ παρχόντων; εἰ οὖν ἐξίσταται τὸ κενόν, πῇ χωρεῖ; πῶς δὲ κινεῖται; τίς δὲ ἡ κατὰ φύσιν κίνησις τοῦ κενοῦ; λέγουσι μὲν γὰρ τὴν ἄνω. πῶς οὖν ἐν | |
15 | χρόνῳ; ἀσύμβλητα γὰρ τὰ τάχη. Ἐπειδὴ δὲ μάλιστα πιθανῶς δοκοῦσιν εἰσάγειν τὸ κενόν, ἵνα πύκνωσιν διασῴζωσι καὶ τὴν εἰς ἀνίσους ὄγκους τῶν σωμάτων μεταβολήν, πῶς ἔνεστι καὶ ταῦτα φυλάττειν καὶ μὴ προσδεῖσθαι τοῦ κενοῦ, λέγομεν ἤδη. ἐνῆν μὲν τοίνυν καὶ οὕτω μὴ νομίζειν τὸ κενὸν ἀναγκαῖον, ὅταν ἐξ ὕδατος ἀὴρ | |
20 | γίνηται καὶ ἐξ ἐλάττονος μείζων ὄγκος, ἐννοοῦντας ὡς οὐδὲν κωλύει κατὰ ταὐτὸν ἄλλοθί που μεταβάλλειν ἀέρα εἰς ὕδωρ καὶ ἀντανισοῦσθαι τὸν σύμπαντα ὄγκον, ἀλλ’ ὅμως κἀκ τῶν κειμένων ἡμῖν ἐπιδείξομεν, ὡς ἐνδέ‐ χεται πυκνοῦσθαι καὶ μανοῦσθαι τὰ σώματα μὴ ὄντος κενοῦ. εἴρηται τοίνυν ἡμῖν, ὅτι τῶν ἐναντίων μία ἐστὶν ὕλη θερμοῦ καὶ ψυχροῦ, σκληροῦ | |
25 | καὶ μαλακοῦ, πικροῦ γλυκέος, ὑγροῦ ξηροῦ, πάσης ἐναντιώσεως φυσικῆς ἀγένητος καὶ ἄφθαρτος καθ’ ἑαυτήν, ἐκ δυνάμει ὄντος ἐνεργείᾳ γινομένη καὶ αὐτὴ οὐ χωριστὴ μέν, τὸ δὲ εἶναι ἄλλο καὶ ἄλλο, ἐπὶ *** ὁμιλήσασα τῇ κατὰ λόγον οὐσίᾳ καὶ συνδυασθεῖσα, καὶ μία μὲν οὖσα τῷ ἀριθμῷ, μυρίας δὲ μεταμπισχομένη μορφάς, χεομένη καὶ πιλουμένη καὶ παντοίως σχηματιζομένη | |
30 | τε καὶ ἀλλοιουμένη. πιληθεῖσα μὲν γὰρ πυκνόν τε καὶ βαρὺ ἀπειργάσατο, ἀραιω‐ | |
θεῖσα δὲ μανόν τε καὶ κοῦφον. ὥσπερ δέ, ὅταν μεταβάλλῃ εἰς τὸ θερμὸν ἢ | 137 | |
5,2138 | ψυχρόν, οὐ μίξει τῶν διαφόρων φύσεων θερμὴ γίνεται καὶ ψυχρά (καίτοι τὸ θερ‐ μὸν καὶ τὸ ψυχρὸν παντελῶς ἕτερα, ἀλλ’ ἡ αὐτὴ ὕλη μένουσα κατὰ τὴν ἑαυτῆς φύσιν παρὰ μέρος γίνεται τἀναντία μεταβάλλουσα ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ), οὕτω δὲ καὶ ἐπὶ πασῶν ὁμοίως τῶν ἐναντιώσεων χροιᾶς | |
5 | εἰ τύχοι καὶ χυμοῦ καὶ τῶν λοιπῶν ποιοτήτων. ὥσπερ δὲ μία κατ’ ἀριθμὸν οὖσα θερμὴ γίνεται καὶ ψυχρὰ καὶ οὐκ ἄλλη μὲν ἡ θερμή, ἄλλη δὲ ἡ ψυχρά, οὕτω καὶ μεγάλη καὶ μικρὰ γίνεται μία οὖσα καὶ ἡ αὐτή. δῆλον δέ· τὸ γὰρ αὐτὸ μόριον τῆς πάσης ὕλης ποτὲ μὲν ὕδωρ γίνεται, ποτὲ δὲ ἀήρ, καὶ ποτὲ μὲν ἐπ’ ἐλάττονος ὄγκου, ποτὲ δὲ ἐπὶ μείζονος· | |
10 | οὐ γὰρ ἄλλο μέν ἐστιν τὸ γενόμενον ἀήρ, ἄλλο δὲ τὸ γενόμενον ὕδωρ, ἀλλ’ ἡ αὐτὴ φύσις ἀμφότερα. καὶ ὅταν μὲν οὖν αὐτὴ ἡ ὕλη ἐξ ὕδατος ἀὴρ γένηται, μείζων μὲν γίνεται, οὐ μὴν καὶ ἔξωθέν τι προσλαβοῦσα ἢ κενοῦ μιχθέντος· καὶ ὅταν ὕδωρ ἐξ ἀέρος, ἔλαττον μὲν οὖν, οὐ μὴν ἀφαι‐ ρεθέντος τινός. τούτῳ γὰρ μάλιστα τῶν συγκρίσει καὶ διακρίσει ποιούν‐ | |
15 | των τὰς γενέσεις διενηνόχαμεν, ὅτι οἱ μὲν προσθέσει καὶ ἀφαιρέσει τὰς γενέσεις καὶ τὰς φθορὰς μηχανῶνται καὶ οὐ ποιοῦσι τὸ αὐτὸ ὑποκείμενον πᾶσι τοῖς στοιχείοις; ἡμεῖς δὲ μίαν εἶναι τὴν ὕλην ὅλην δι’ ὅλης ἀλλοιου‐ μένην καὶ τρεπομένην. ὥσπερ τοίνυν ἡ αὐτὴ οὖσα κατ’ ἀριθμὸν θερμὴ γίνεται καὶ ψυχρά, οὐ διότι μίγνυται αὐτῇ τι ἕτερον ἢ προστίθεται, ἀλλ’ | |
20 | ὅτι δυνάμει ταὐτά ἐστιν, οὕτω καὶ μικρὰ γίνεται καὶ μεγάλη τῷ δύνασθαι ἄμφω, οὐχὶ τῷ προσλαμβάνειν μέγεθος ἢ ἀπολλύναι. κἂν τοίνυν ὁ ἀὴρ μένων ἀὴρ εἰς πλείονα ὄγκον χέηται λεπτυνόμενος ἢ εἰς ἐλάττονα συ‐ στέλληται παχυνόμενος, τὴν ὑποκειμένην ὕλην αἰτιατέον, ὅτι δυνάμει οὖσα σμικρὰ καὶ μεγάλη μεταλαμβάνει ποτὲ μὲν ἐνεργείᾳ, ποτὲ δὲ τὸ δυνάμει | |
25 | τούτων ἑκάτερον εἶναι. ὥσπερ γὰρ ὅταν ἐκ θερμοῦ εἰς θερμότερόν τι μεταβάλλῃ, οὐχ οὕτω μεταβάλλει τῷ τὰ πρότερον οὐκ ὄντα τῆς ὕλης θερμὰ νῦν γεγονέναι θερμά (θερμὸν γὰρ ὁμοίως πᾶν ἦν τοιοῦτον τὸ ὑπο‐ κείμενον), καὶ οὐχὶ μίξει τινῶν οὐ θερμῶν, καὶ νῦν, ὅτε ἐπιδίδωσιν εἰς θερμότητα, πᾶσα ὁμοίως εἰς τοῦτο πᾶν ἐπιδίδωσιν· ἂν γὰρ ἄλλα μένῃ τῆς | |
30 | ὕλης θερμά τε, ὅτε ἧττόν ἐστι θερμή, ἄλλα δὲ ὅταν μᾶλλον, οὐκέθ’ ἡ | 138 |
5,2139 | αὐτὴ γίνεται κατ’ ἀριθμὸν δεχομένη τὸ μᾶλλον καὶ ἧττον, ἀλλ’ ὅτι θερ‐ μὸν τῷ προυπάρχοντι προσγίνεταί τε καὶ προσμίγνυται. ὡς οὖν ἐπὶ τού‐ των, οὕτως ἔχει καὶ ἐπὶ τοῦ μανουμένου καὶ πηγνυμένου· ἡ αὐτή ἐστιν ὕλη ταὐτὰ δεχομένη καὶ οὐκ ἔξωθέν τι εἰσιὸν ἢ ἐξιόν, ὡς οἱ τὸ κενὸν | |
5 | εἰσάγοντες· ἀγνοοῦσι γὰρ οὗτοι τὴν τῆς ὕλης φύσιν, καθάπερ δὴ καὶ οἱ λέγοντες ἐπὶ τοῦ πεπυρωμένου σιδήρου, ὅτι ‘σίδηρος τὸ πῦρ ἐδέξατο‘, καὶ οὐχὶ ‘ἡ ὕλη καὶ ὁ σίδηρος εἰς πῦρ μετέβαλλεν.‘ χρῆσθαι δὲ ἔστιν καὶ ἑτέρῳ παραδείγματι, ᾧ ὁμολογεῖ καὶ ὅτι τὰ μέρη τῆς περιφερείας τοῦ κύκλου πάντα ὁμοίως ἐστὶ κυρτά, ὅταν δὲ εἰς ἐλάττονα ὄγκον συνάγηται | |
10 | ἐκ μείζονος ὁ αὐτὸς κύκλος ὁμοίως τῆς περιφερείας συνιούσης ἁπανταχόθεν, γίνεται μὲν τὰ μόρια κυρτότερα τηνικαῦτα, ἀλλ’ οὐχὶ τῷ γενέσθαι κυρτὰ ἐν αὐτοῖς, ἃ οὐκ ἦν ἐν τῷ μείζονι κύκλῳ κυρτά, ἀλλ’ εὐθέα, ἀλλὰ τῷ κυρτότερα γενέσθαι αὐτὰ τὰ πρότερον ὄντα κυρτά. ὅλως γὰρ τὸ μᾶλλον καὶ ἧττον λέγεται οὐκ ἐν τῷ διαλείπειν τι καὶ αὖθις μὴ διαλείπειν, ἀλλὰ | |
15 | τὸ δι’ ὅλου ἐπιτείνεσθαι ἢ ἀνίεσθαι, ὡς τὸ θερμότερον, ὡς τὸ γλυκύτερον, ὡς τὸ λευκότερον· οὕτως δὲ καὶ ἐπὶ σμικρότητος καὶ μεγέθους οὐ προσλα‐ βοῦσα ἡ ὕλη ἕτερον μέγεθος ἐπεκτείνεται ἢ ἀποβάλλουσα συστέλλεται, ὡς λέγουσιν οἱ τὸ κενὸν αἰτιώμενοι, ἀλλ’ ἔστι τὸ αὐτὸ ὑποκείμενον, ὃ τέως ἦν ἐπ’ ἐλάττονος διαστήματος, εἰς πλεῖον ὕστερον ἐκτεινόμενον καὶ ἀνά‐ | |
20 | παλιν ἐπὶ τῆς πιλήσεως καὶ συστολῆς, καθάπερ ἐπὶ τῆς περιφερείας ἐδείχθη τοῦ κύκλου. τὸ αὐτὸ τοίνυν ἐστὶ τὸ γενόμενον πυκνὸν καὶ μανὸν καὶ μία ἀμφοτέρων ἡ ὕλη καὶ οὐ προσλήψει καὶ στερήσει κενοῦ τὸ μανὸν καὶ πυκνόν. ἔστι δὲ τὸ μὲν πυκνὸν βαρύ, τὸ δὲ μανὸν κοῦφον καὶ τὸ μὲν ἐπὶ τὸ ἄνω, τὸ δὲ ἐπὶ τὸ κάτω κινεῖται. εἰ οὖν πρὸς τὸ μανὸν εἶναι μὴ | |
25 | προσδεῖται κενοῦ, οὐδὲ πρὸς τὸ ἄνω κινεῖσθαι καὶ εἰ μὴ πρὸς τὸ πυκνόν, οὐδὲ πρὸς τὸ κάτω. ἔστι δὲ τὸ μὲν πυκνὸν πρὸς τὸ βαρὺ εἶναι καὶ σκληρόν, τὸ δὲ μανὸν πρὸς τὸ κοῦφον εἶναι καὶ μαλακόν, ἀλλ’ οὐκ ἐπὶ πάντων· οὐ γὰρ ἅπαντα τὰ βαρύτερα καὶ σκληρότερα· διαφωνεῖ γὰρ ἐπὶ σιδήρου καὶ μολίβδου. ἐκ δὴ τῶν εἰρημένων φανερόν, ὡς οὔτε ἀποκεκρι‐ | |
30 | μένως κενόν ἐστιν οὔτε ἀθρόον οὔτε ἐν τοῖς σώμασιν τοῖς μανοῖς οὔτε | 139 |
5,2140 | μὴν ὡς ἐγκεκραμένον καὶ οἷον δυνάμει. εἰ δέ τις βούλεται πάντως καλεῖν κενὸν τὸ τοῖς σώμασιν τῆς κινήσεως αἴτιον καὶ τοῦ βαρύ τι εἶναι ἢ κοῦφον, τὴν ὕλην ἂν οὗτος λέγοι τὸ κενόν· αὕτη γάρ ἐστιν ἡ μανότητος καὶ πυκνότητος δεκτική, οἷς ἕπεται τὸ βαρὺ καὶ κοῦφον καὶ τὸ σκληρὸν | |
5 | καὶ τὸ μαλακόν· τούτων δὲ τὰ μὲν φορᾶς αἴτια καὶ κινήσεως, τὰ δὲ πά‐ θους τε καὶ ἀπαθείας καὶ ἀλλοιώσεως μᾶλλον. περὶ μὲν οὖν κενοῦ διω‐ ρίσθω τοῦτον τὸν τρόπον. Ἐχόμενον δὲ τῶν εἰρημένων ἐστὶ σκέψασθαι περὶ χρόνου· πρῶ‐ τον δὲ καλῶς ἔχει διαπορῆσαι περὶ αὐτοῦ καὶ διὰ τῶν ἔξωθεν λόγων, | |
10 | πρότερον εἰ ἔστιν, εἶτα τί ἐστιν ἐφεξῆς. ὅτι μὲν οὖν ἢ ὅλως οὐκ ἔστιν ἢ μόλις ἐστὶ καὶ ἀμυδρῶς, ἐκ τῶνδε ἄν τις ὑποπτεύσειεν. σύγκειται ἐκ μὴ ὄντων· τὸ μὲν γὰρ αὐτοῦ γέγονε καὶ οὐκ ἔστιν, τὸ δὲ μέλλει καὶ οὔπω ἔστιν, ἐκ δὲ τούτων καὶ μὴν καὶ ἐνιαυτὸς καὶ ὁ ἄπειρος καὶ ὁ ἀτελεύτητος χρόνος· τὸ δὲ ἐξ οὐκ ὄντων συγκείμενον οὐκ ὂν ἐξ ἀνάγκης † ἀναγκαίως. | |
15 | οὐδὲ γὰρ τὸ νῦν μέρος τοῦ χρόνου, ἀλλὰ πέρας ἐστίν. ἔτι πᾶν μεριστόν, ἔστ’ ἂν ὑφεστήκῃ, πάντως αὐτοῦ καὶ τῶν μερῶν ἤ τινα ὑφέστηκεν ἢ καὶ σύμπαντα· σύμπαντα μὲν ὡς ἐπὶ τῆς πηχυαίας γραμμῆς, ἔνια δὲ ὡς ἐπὶ πολέμου καὶ πομπῆς καὶ ἀγῶνος. μεριστοῦ δὲ ὄντος τοῦ χρόνου καὶ συνε‐ χοῦς μόριον οὐδέν ἐστιν ὅλως, ἀλλὰ τὰ μὲν γέγονε τὰ δὲ μέλλει, τὸ δὲ | |
20 | νῦν προέφην εἶναι μὴ μέρος· ἦν γὰρ ἂν καὶ αὐτὸ μεριστὸν καὶ κατεμέτρει τὸ ὅλον καὶ εἶχεν ἄν τι διάστημα (τοιαῦτα γὰρ τὰ μέρη τῶν μεριστῶν), ἀλλ’ οὐδὲ σύγκειται ὁ χρόνος ἐκ τῶν νῦν, ἀλλ’ ἐκ τοῦ παρελθόντος καὶ μέλλοντος. οὐκ ἄρα μέρος τὸ νῦν τοῦ χρόνου, ὅλως γὰρ καὶ καθ’ αὑτὸ ζητητέον περὶ τοῦ νῦν, ὃ διορίζει τὸ παρελθὸν καὶ τὸ μέλλον, πῶς ποτε | |
25 | ὑφέστηκεν, πότερον διαμένον τὸ νῦν ἓν καὶ ταὐτὸν γίνεται ἢ ἄλλο καὶ ἄλλο, ὡς τὸ μὲν φθείρεσθαι τὸ δὲ γίνεσθαι· ἅμα γὰρ εἶναι πλείω τὰ νῦν | |
παντελῶς ἀμηχανώτατον, οὐδὲ ἄλλα μέρη τινὰ τοῦ χρόνου δυνατὸν ἅμα | 140 | |
5,2141 | πλείω συνυπάρχειν ἀλλήλοις, εἰ μὴ τὸ μὲν αὐτῶν ὡς περιέχον τὸ δὲ περιεχόμενον ὑπολαμβάνοιμεν, ὡς φαμὲν ἐνεστάναι τὸν μῆνα καὶ τὴν νου‐ μηνίαν. ἐπὶ δὲ τοῦ ἀκριβῶς νῦν κυρίως τοῦθ’ ὑπονοεῖν οὐκ ἔστιν· οὐ γάρ ἐστι τὸ μὲν περιεχόμενον νῦν τὸ δὲ περιέχον νῦν, οὐδὲ τὸ μὲν πλέον | |
5 | τὸ δὲ ἔλαττον, ὥστε ἀνάγκη φθείρεσθαι τὸ πρότερον νῦν, ἵνα γένηται τὸ ἐφεξῆς. ἐπεὶ τοίνυν πᾶν τὸ φθειρόμενον ἐν χρόνῳ φθείρεται, καὶ τὸ νῦν ἢ ἐν αὑτῷ φθείροιτ’ ἂν ἢ ἐν ἄλλῳ χρόνῳ. ἀλλ’ εἰ μὲν ἐν ἑαυτῷ, ἅμα ταὐτὸν εἶναί τε καὶ μὴ εἶναι καὶ γίνεσθαί τε καὶ φθείρεσθαι συμβήσεται, ὥσπερ εἰ καὶ τοῦτο τὸ ξύλον ἐν αὑτῷ τις φθείρεσθαι λέγοι καὶ εἰς ἑαυτὸ | |
10 | μεταβάλλειν. εἰ δὲ ἐν ἄλλῳ χρόνῳ, πότερον κἀκεῖνό ἐστιν νῦν ἢ ἕτερον τοῦ νῦν; εἴτε γάρ, δύο ἅμα γίνεται νῦν, τὸ φθειρόμενον νῦν καὶ ἐν ᾧ φθείρεται· εἰ δ’ ἕτερον, ἢ τὸ παρελθὸν ἔσται ἢ τὸ μέλλον. ἐν οὐδετέρῳ δὲ τούτων φθείρεσθαι δυνατόν· τῷ μέν, ὅτι προλαμβάνει τὴν γένεσιν τοῦ νῦν (ἔσται οὖν ἐφθαρμένον πρὶν γενέσθαι), τῷ μέλλοντι δέ, ὅτι οὐδέποτ’ | |
15 | ἂν φθείροιτο τὸ νῦν, ἀλλὰ μέλλει ἂν ἀεὶ φθαρήσεσθαι· ἀεὶ γὰρ ἐν ᾧ φθείρεται μέλλει. ἢ τοίνυν οὕτως ἢ μᾶλλον ὅτι ὁ χρόνος ὁ παρελθὼν καὶ ὁ μέλλων, ἐν χρόνῳ δὲ φθείρεσθαι τὸ νῦν οὐ δυνατόν· συμπαρεκτεί‐ νοιτο γὰρ ἂν τὸ ἀμερὲς καὶ ἐλάχιστον αὐτοῦ ἔχοντι ποσόν τι διάστημα. καὶ τοιαῦτα μὲν ἁπλούστερον ἔτι λέγεται. εἰ δὲ μὴ ἔχεται τὰ νῦν ἐξ | |
20 | ἀλλήλων μηδὲ σύγκειται ὁ χρόνος ἐκ τῶν νῦν, ὥσπερ οὐδὲ ἐκ τῶν στιγμῶν ἡ γραμμή, καὶ ἄλλο ἀτοπώτερον ἀπαντᾷ. οὐ γάρ, εἰ ἐν ἄλλῳ νῦν φθεί‐ ρεται τὸ νῦν, πάντως μεταξὺ ἑαυτοῦ καὶ ἐν ᾧ φθείρεται χρόνος ἐστίν, ὥσπερ ἐν τῷ μεταξὺ τῶν σημείων γραμμή; τοῦτον δὲ πάντα τὸν χρόνον ὑπάρξει τὸ νῦν. ἀλλ’ ἄπειρα ἐν τῷ μεταξὺ χρόνῳ τὰ νῦν, εἴγε διότι | |
25 | συνεχὴς ὁ χρόνος καὶ εἰς ἄπειρα διαιρετέος· ἔσται ἄρα πλείω καὶ ἄπειρα. εἰ μὲν τοίνυν ἄλλο καὶ ἄλλο τὸ νῦν, τοσαῦτα ἄτοπα ἀναφαίνεται. εἰ δὲ ταὐτὸν ἀεὶ διαμένει, πρῶτον μὲν πῶς συνεχὴς ὢν καὶ διὰ παντὸς ὁ χρόνος οὐκ εἰς δύο πέρατα διαστίξει ἀλλ’ εἰς ἕν; καὶ μάλιστα ὅταν πεπερασμένος νοῆται ὡς ὁ μὴν καὶ ἐνιαυτός· πῶς γὰρ ἓν ἔσται καὶ ταὐτὸν τὸ νῦν, ἀφ’ | |
30 | οὗ τε ἤρξατο ὁ μὴν καὶ εἰς ὃ ἐτελεύτησεν; οὐδενός τε ὅλως διαιρετοῦ πεπερασμένου ἐπὶ θάτερον μέρος πέρας ἐστίν, οὐ γραμμῆς, οὐκ ἐπιφανείας | |
σώματος. δεύτερον δὲ εἰ ταὐτὸν καὶ ἓν διαμένει τὸ νῦν, ἅμα δὲ λέγεται | 141 | |
5,2142 | καὶ εἶναι καὶ γεγονέναι τὰ κατὰ τὸν αὐτὸν χρόνον ἢ ὄντα ἢ γεγονότα, τὰ παλαιὰ τοῖς ἄρτι καὶ τὰ νεώτατα τοῖς πρεσβυτάτοις εἴη ἂν ἅμα, ἡ Νηλέως καὶ ἡ Καίσαρος βασιλεία· οὐδὲ γὰρ ὅλως ἔσται τι παρῳχημένον, εἰ δια‐ μένει τὸ νῦν ἓν ἀκριβῶς. ἐξ ὧν μὲν οὖν ἔστιν κατασκευάσαι, ὅτι μὴ ἔστιν | |
5 | ὁ χρόνος, εἰρήσθω τοσαῦτα. Τὰ δὲ πρότερον παραδεδομένα περὶ τοῦ χρόνου τοσοῦτον ἀπέχει τοῦ δῆλον ὅτι ποιεῖν ὑπὲρ αὐτοῦ, ὥστε ἐπιχειροῦντας τὴν οὐσίαν τοῦ χρόνου διδάσκειν ἀμφισβητήσιμον αὐτοῦ ποιεῖν καὶ τὴν ὕπαρξιν ἐξ ἴσου τοῖς ἀρτίως ὑφ’ ἡμῶν εἰρημένοις. πῶς γὰρ οὐκ ἀσαφῆ καὶ ἀλλόκοτα τὰ λεγό‐ | |
10 | μενα; ὅπου γέ τισιν ἔδοξεν ἡ τοῦ ὅλου σφαῖρα χρόνος εἶναι, διότι ἐν χρόνῳ τὰ πάντα καὶ ἐν τῷ οὐρανῷ τὰ πάντα· οὓς πρῶτον μὲν αἰτιάσαιτο ἄν τις ἀγνοήσαντας τὴν ὁμωνυμίαν τοῦ ἔν τινι, εἶθ’ οὕτως ἀπείρως ἔχοντας τῶν ἀναλυτικῶν, ὥστε μὴ καταμαθεῖν τὴν μοχθηρίαν τοῦ σχήματος, δι’ ὃ ταὐτὸν ὑπελάμβανον τὸν χρόνον τε εἶναι καὶ τὴν σφαῖραν τοῦ οὐρανοῦ καὶ | |
15 | ἄλλα πολλὰ καὶ ἀδύνατα. τοῦ χρόνου μὲν γὰρ μέρη τὸ παρελθὸν καὶ τὸ μέλλον, τῆς σφαίρας δὲ οὔ, καὶ ὁ μὲν γίνεται, ἡ δὲ ἔστι, καὶ ἡ μὲν οὐσία, ὁ δὲ οὔ· ἀλλὰ ταύτην εὐηθέστερον ἴσως ἐπὶ πλέον ἐξετάζειν τὴν δόξαν λίαν οὖσαν ἁπλῆν καὶ ἀρχαίαν. ἕτεροι δὲ οὐ καθ’ αὑτὸν διὰ ταῦτα τὸν οὐρανόν, ἀλλὰ τὴν περιφορὰν τοῦ παντὸς οὐρανοῦ τὸν χρόνον ποιοῦσιν, | |
20 | καθ’ οὓς πρῶτον μὲν ἡμέρα χρόνος οὐκ ἔσται οὐδὲ νὺξ καθ’ αὑτήν· οὐδὲν γὰρ τούτων περιφορὰ τοῦ παντὸς οὐρανοῦ, ἀλλὰ τῶν ἡμισφαιρίων καὶ μέρος τῆς ὅλης περιφορᾶς. πρὸς τούτοις δὲ ἡ μὲν περιφορὰ τοῦ παντὸς οὐχ ἁπλῆ ἀλλὰ ἐκ πλειόνων κινήσεων καί τινων ἐναντίων, ὁ χρόνος δὲ εἷς καὶ ἁπλοῦς καὶ κίνησις μὲν οὐχ ὁμοία τοῦ παντὸς οὐρανοῦ, ἀλλὰ καὶ | |
25 | θάττων αὐτοῦ καὶ βραδυτέρα, θάττων μὲν περὶ τὸν ἰσημερινόν, βραδυτέρα δὲ περὶ τοὺς πόλους, ὁ χρόνος δὲ ἅπασιν ὁ αὐτός. πῶς δὲ ἐν γῇ ὁ χρό‐ νος; πῶς δὲ ἐν θαλάττῃ; οὐ γὰρ δὴ καὶ ταῦτα συμπεριφέρεται τῷ παντί. εἰ δ’, ὥσπερ αὐτοὺς Πλάτων ποιεῖ, δεσμώτας τινὰς ἐκ παίδων ἐν ὑπογείαις οἰκήσεσιν διαζῶντας ὑποθοίμεθα, τούτοις πῶς ἔστιν αἴσθησις χρόνου οἷς | |
30 | οὐκ ἔστιν αἴσθησις τῆς περιφορᾶς τοῦ παντός; ἔτι εἰ πλείους ἦσαν οἱ | |
οὐρανοὶ καθάπερ Δημόκριτος λέγει, πλείους ἂν ἦσαν ἅμα καὶ χρόνοι καὶ | 142 | |
5,2143 | ἐν τῷ αὐτῷ, ἀλλ’ ἄλογον· κινήσεις μὲν γὰρ ἅμα δύνανται εἶναι πλείους ἐν τῷ αὐτῷ, χρόνους πλείους δὲ [οὐρανοὶ] οὐ δυνατόν· πλὴν δὲ καὶ πρὸ τοῦ γενέσθαι τὸν οὐρανὸν ὁ κίνησιν ἄτακτον ὑποτιθέμενος οὐ συμπαράγει καὶ χρόνον πρὸ τῆς περιφορᾶς τοῦ παντός· πᾶσα γὰρ κίνησις ἐν χρόνῳ, | |
5 | κἂν τεταγμένη κἂν ἄτακτος ᾖ. ἀλλὰ ταῦτα μὲν οὐ πολλοῦ λόγου προσδεῖται. Τὸ δὲ καθόλου μᾶλλον ἐπισκεπτέον, εἰ δύναται κίνησις εἶναι καὶ μετα‐ βολή τις ὁ χρόνος. ἡ μὲν οὖν ἑκάστου κίνησις ἐν τῷ κινουμένῳ μόνον ἐστὶν καὶ ὅπου ἂν ᾖ τὸ κινούμενον (οὐ περιγράφεται γὰρ τῇ οὐσίᾳ τοῦ | |
10 | κινουμένου), ὁ δὲ χρόνος ὁμοίως καὶ πανταχοῦ καὶ παρὰ πᾶσιν. ἔτι δὲ ἡ κίνησις μὲν θάττων ἐστὶν καὶ βραδυτέρα, χρόνος δὲ οὔ· ὅπερ οὐ χαλεπὸν ἐπιδεῖξαι. τὸ μὲν γὰρ θᾶττον καὶ βραδύτερον ὁρίζεται χρόνῳ· θᾶττον μὲν γάρ ἐστι τὸ ἐν ἐλάττονι χρόνῳ πλεῖον διάστημα κινηθέν, βραδύτερον δὲ τὸ ἐν πλείονι ἔλαττον· ὁ χρόνος δὲ οὐχ ὁρίζεται χρόνῳ· οὐ γὰρ οἷόν τε ἐν | |
15 | ὀλίγῳ χρόνῳ πολὺν γεγονέναι χρόνον ἢ τοὔμπαλιν. οὐ μόνον δὲ κατὰ τὸ ποιόν, τουτέστι κατὰ τὸ ταχὺ καὶ βραδύ, διαφέρουσιν ἡ κίνησις καὶ ὁ χρόνος, ὅτι τῇ μὲν ὑπάρχει τῷ δ’ οὔ, ἀλλὰ κατὰ τὸ ποσὸν τὸν αὐτὸν τρόπον. τῆς μὲν γὰρ κινήσεως καὶ τὸ ποσὸν ὁρίζεται χρόνῳ (μακρὰ γὰρ καὶ πολλὴ κίνησις ἡ ἐν πολλῷ χρόνῳ καὶ ὀλίγη ἡ ἐν ὀλίγῳ χρόνῳ), τοῦ | |
20 | χρόνου δὲ οὐδὲ τὸ ποσὸν ὁρίζεται χρόνῳ· λέγεται μὲν γὰρ καὶ πολὺς καὶ ὀλίγος χρόνος, ἀλλ’ οὐχὶ κατὰ τὴν ἐπὶ χρόνον ἀναφοράν, ὥσπερ ἡ κίνησις, ἀλλ’ ἕτερον τρόπον, ὡς ἐφεξῆς μαθησόμεθα. ὅτι μὲν τοίνυν οὐκ ἔστιν ἡ κίνησις ἢ μεταβολή τις ὁ χρόνος, φανερὸν ἐκ τῶν εἰρημένων. | |
25 | Ἆρ’ οὖν οὐδὲ ὅλως κινήσει προσήκων, οὐδὲ ἐγγύς που κινήσεως αὐτὸν ζητητέον, ἀλλὰ μᾶλλον στάσις καὶ ἠρεμία; πῶς οὖν τοῦτο ἄν τις ἐξεύροι, ἐννοήσωμεν εἰ δοκεῖ, πότε καὶ πῶς ἔχοντες αἰσθανόμεθα τοῦ | |
χρόνου. τάχα δὲ ἂν οὕτω γένοιτο φανερόν. ἀναμνήσθητι γάρ, εἰ [ποτε] | 143 | |
5,2144 | ἐκ χρόνου πολλοῦ ποτε καὶ συνεχοῦς ἀγρυπνίας βαθὺν ὕπνον ἐκάθευδες, οἷον ὁ ποιητὴς ἐπ’ Ὀδυσσέως φησίν, νήγρετον ἥδιστον θανάτῳ προσεοικότα· τηνικαῦτα οἶσθ’, ὅτι κἂν νύκτα ἡμέρᾳ συνάψας καθεύδων ὅμως ἐξεγειρό‐ | |
5 | μενος οἴει μηδένα μεταξὺ γεγονέναι χρόνον. τοιοῦτον δέ τι καὶ ἐν Σαρδοῖ μυθολογεῖται συμβαίνειν τοῖς λεγομένοις καθεύδειν παρὰ τοῖς ἥρωσιν ὅταν ἐγερθῶσιν· οὔτε γὰρ οὗτοι τοῦ χρόνου λαμβάνουσιν αἴσθησιν, ὃν ἀνάλωσαν ἐν τῷ ὕπνῳ, ἀλλὰ συνάπτουσι τὸ πρότερον νῦν τῷ ὕστερον νῦν καὶ ἓν ποιοῦσιν ἐξαιροῦντες τὸ μεταξὺ διὰ τὴν ἀναισθησίαν. ὥσπερ τοίνυν, ὅταν | |
10 | κατ’ ἀλήθειαν ᾖ ταὐτὸ καὶ ἓν τὸ νῦν, οὐκ ἔστι χρόνος, οὕτως καὶ οἷς οὐκ ἔστι μὲν ἕν, δοκεῖ δέ, οὐδὲ χρόνος εἶναι δοκεῖ· ὅλως γάρ, ὅταν ἢ μηδὲν αὐτοὶ μεταβάλλωμεν καὶ κινώμεθα ἢ λανθάνωμεν ἑαυτοὺς μεταβάλλοντες καὶ κινούμενοι, οὐδεμίαν αἴσθησιν ἔχομεν χρόνου, οὕτω καὶ ἔλαθε νὺξ ἐπελθοῦσα πολλάκις καὶ ἄσιτοι διηγάγομεν, ὅταν ἐνεργοῦντές τι μεθ’ | |
15 | ἡδονῆς καὶ προσκείμενοι πρὸς τὸ ἔργον διὰ μὲν τὴν ἡδονὴν μὴ κάμνωμεν ὑπὸ τῆς κινήσεως, διὰ δὲ τὸ μὴ κάμνειν μηδὲ αἰσθανώμεθα τῆς κινήσεως, ἐπεὶ ὅσοις γε ἡ ἐνέργεια σὺν πόνῳ καὶ ἀλγηδόνι, οὗτοι διὰ τὸ σφόδρα αἰσθά‐ νεσθαι τῆς κινήσεως σφόδρα αἰσθάνονται καὶ τοῦ χρόνου. διὰ τοῦτο καὶ οἱ νοσοῦντες μείζους ὑπολαμβάνουσι τὰς ἡμέρας καὶ φροντίζοντες ἀναβοῶσιν | |
20 | ὦ Ζεῦ βασιλεῦ τὸ χρῆμα τῶν νυκτῶν ὅσον. ἐκ δὴ πάντων τῶν εἰρημένων δῆλόν ἐστιν, ὡς τῇ τῆς κινήσεως αἰσθήσει συνυφίσταται καὶ ἡ τοῦ χρόνου καὶ συνέζευκται ἐκείνῃ καὶ συνήρτηται ἀκριβῶς. δῆλον οὖν, ὡς οὐκ ἔστιν ὁ χρόνος ἄνευ κινήσεως, ἄνευ κινή‐ σεως δὲ οὐχ ὃν τρόπον οἴεται Γαληνός, ἐπειδὴ κινούμενοι νοοῦμεν τὸν | |
25 | χρόνον· οὕτω γὰρ ὑπολαμβάνει λέγειν Ἀριστοτέλην, ἀλλ’ ἐπειδὴ τῇ τῆς κινήσεως ἐννοίᾳ συνήρτηται ἡ τοῦ χρόνου. τί οὖν μάτην ἤθλει πρὸς τοῦτο δῆθεν ἀντιλέγειν ἐπιχειρῶν; ‘καὶ γὰρ τὰ ἀκίνητα‘, φησί, ‘νοοῦμεν κινού‐ μενοι, οἷον τοὺς πόλους τοῦ κόσμου καὶ τὸ κέντρον τῆς γῆς, καὶ ὅμως οὐκ ἔστι ταῦτα μετὰ κινήσεωσ‘. ἐχρῆν γὰρ καὶ ἀκοῦσαι διαρρήδην λέγοντος Ἀριστοτέλους | |
30 | ‘ἅμα γὰρ κινήσεως αἰσθανόμεθα καὶ χρόνου‘· πλεῖστον δὲ δήπου | |
διαφέρει ἢ διὰ τοῦτο κινήσεώς τι τὸν χρόνον ὑπολαμβάνειν, διότι τῇ τῆς | 144 | |
5,2145 | κινήσεως ἐπινοίᾳ συνήρτηται, ἢ διὰ τοῦτο, ὅτι κινούμενοι νοοῦμεν τὸν χρόνον. ἀλλ’ οὗτος μὲν ἐν πολλοῖς τοιοῦτος. Ἡμεῖς δὲ ἀναλαβόντες λέγομεν, ὡς, εἴπερ τότε μὲν οὐκ αἰσθανόμεθα χρόνου, ὅταν μηδεμιᾶς αἰσθανώμεθα μεταβολῆς, ἀλλ’ ἐν ἑνὶ καὶ ἀδιαιρέτῳ | |
5 | φαίνηται ἡ ψυχὴ μένειν καταστήματι, ὅταν δὲ αἰσθανώμεθα καὶ ὁρίσωμεν τὴν μεταβολήν, ὅτι τοσήδε, τότε ὑπολαμβάνομεν γεγονέναι τὸν χρόνον, φανερὸν ὡς οὐκ ἔστιν ἄνευ μεταβολῆς καὶ κινήσεως ὁ χρόνος, ἐπεί, κἂν ἠρεμῶμεν αὐτοὶ καὶ μηδ’ ὁτιοῦν μεταβάλλωμεν, ἐννοῶμεν δὲ κίνησιν μόνον τινά, συνεννοοῦμεν εὐθὺς καὶ χρόνον. καὶ γὰρ ἂν σκότος ᾖ καὶ μηδὲν διὰ τοῦ σώματος πάσχωμεν, | |
10 | φανταζώμεθα δὲ ἄλλους ἢ καὶ αὑτοὺς ὁδοιποροῦντας ἢ πλέοντας ἢ γυμναζο‐ μένους ἢ πολεμοῦντας, εὐθὺς ἡμῖν καὶ χρόνος δοκεῖ γεγονέναι. οὐ μόνον δὲ ὁ χρόνος ἀκολουθεῖ τῇ κινήσει, ἀλλὰ καὶ ἡ κίνησις τῷ χρόνῳ. πάλιν γάρ, ὅταν χρόνος τις δοκῇ γεγονέναι, ἅμα καὶ κίνησίς τις γεγονέναι δοκεῖ. οἷον ‘δύο ὧραι παρεληλύθασι‘. πόθεν τοῦτο δῆλον; ‘ἐβαδίσαμεν τοσονδί, | |
15 | γεγράφαμεν τοσονδί‘. ἀχώριστον ἄρα ἑκατέρου. ὁ μὲν οὖν πρότερος λόγος οὐκ εἶναι ταὐτὸν κίνησιν ἔφη καὶ χρόνον, ὁ δ’ ἐφεξῆς οὐκ εἶναι τὸν χρόνον δίχα κινήσεως. ἆρ’ οὖν τι συμβεβηκὸς ἢ πάθος ἢ ὑπάρχον ὅλως τι τῇ κινήσει θετέον τὸν χρόνον; καὶ γὰρ ταῦτ’ ἀχώριστα μὲν τῶν ὑπο‐ κειμένων, οὐ τὰ αὐτὰ δέ. λέγωμεν οὖν ἄνωθεν ἀναλαβόντες· πᾶν τὸ | |
20 | κινούμενον κατὰ τόπον, ὥσπερ ἔκ τινος εἴς τι κινεῖται, οὕτω καὶ ἐπί τινος διαστήματος, πᾶν δὲ διάστημα συνεχές, πᾶν ἄρα κινούμενον κατὰ τόπον ἐπὶ συνεχοῦς κινεῖται διαστήματος. τοῦτο τοίνυν αἴτιον λέγω τοῦ καὶ τὴν κίνησιν εἶναι συνεχῆ· συμπαρεκτείνεται γὰρ τῷ μεγέθει καὶ συμπαρισοῦ‐ ται τῷ διαστήματι καὶ ταῦθ’ ὑπομένοντι μὴ ὑπομένουσα. ὥσπερ δὲ ἡ | |
25 | κίνησις διὰ μέγεθος συνεχής, οὕτως ὁ χρόνος διὰ τὴν κίνησιν. τὸ μὲν δὴ συνεχὲς οὕτως ὑπάρχει τῇ κινήσει τε καὶ τῷ χρόνῳ διὰ τὸ μέγεθος πρῶτον, ἐφ’ οὗ γίνεται ἡ κίνησις, λέγεται δέ τι καὶ πρότερον καὶ ὕστερον | |
ἐν τῷ μεγέθει. πρότερον μὲν τοδὶ τὸ σημεῖον, ὕστερον δὲ τοδὶ κατὰ τὴν | 145 | |
5,2146 | θέσιν, οἷον ἀπὸ τῶν ἀθλοθετῶν ἐπὶ τὸ πέρας τοῦ σταδίου. ἐπειδὴ δὲ ἐν τῷ μεγέθει τὸ πρότερόν ἐστι καὶ τὸ ὕστερον, ἀνάγκη ἐν κινήσει εἶναι τὸ πρότερον καὶ τὸ ὕστερον· προτέρα γὰρ ἡ κίνησις ἡ κατὰ τὸ πρότερον σημεῖον, ὑστέρα δὲ κατὰ τὸ ὕστερον. ἀλλ’ ἐπὶ μὲν τοῦ μεγέθους τὸ πρό‐ | |
5 | τερον καὶ τὸ ὕστερον ἅμα τέ ἐστιν καὶ συνυπάρχει· ἅμα γὰρ τοδὶ τὸ ση‐ μεῖον καὶ τοδί, ἐπὶ δὲ τῆς κινήσεως ἀεὶ τὸ πρότερον ἀπόλλυται καὶ οὐκ ἀναμένει τὸ ἐν κινήσει πρότερον, εἰ μὴ ἐν τῷ μεγέθει πρότερον ἦν, οὐ μὴν ὑπομένει γε ὥσπερ ἐκεῖνο· ὥσπερ γε καὶ τὸ συνεχὲς ὑπάρχει μὲν τῇ κινήσει διὰ τὸ πρότερον ὑπάρχειν τῷ διαστήματι, οὐ μὴν τὸν αὐτὸν τρό‐ | |
10 | πον· ἐκείνῳ μὲν γὰρ ἅπαντι συνυφεστῶτι, τῇ κινήσει δὲ οὔ. ὅτι μὲν τοίνυν ὑπάρχει τὸ πρότερόν τε καὶ ὕστερον ἐν κινήσει καὶ διὰ τί, φανερὸν ἐκ τῶν εἰρημένων· πότερον δὲ [κίνησις] ταὐτὸν ἢ διαφέρει τῆς κινήσεως, ἐπισκεπτέον. ἢ τῷ μὲν ὑποκειμένῳ κίνησις ἄμφω τὸ πρότερον καὶ ὕστερον, τῷ λόγῳ δὲ διαφέρει τῆς κινήσεως. οὐ γὰρ ταὐτὸν κινήσει τε εἶναι καὶ | |
15 | προτέρῳ τε καὶ ὑστέρῳ, ὥσπερ καὶ τὸ τῇ θέσει πρότερόν τε καὶ ὕστερον τῷ μὲν ὑποκειμένῳ μεγέθει, τὸ δὲ εἶναι προτέρῳ καὶ μεγέθει εἶναι οὐ ταὐτόν· τὸ μὲν γὰρ πρότερον ἀποδιδοὺς τὴν κατὰ τόπον θέσιν συμπαρα‐ λήψῃ, τὸ μέγεθος δὲ ὁριζόμενος οὐ συνεφάψῃ τοῦ τόπου. ὁμοίως τοίνυν διαφέροντες οἱ λόγοι κινήσεώς τε καὶ τοῦ ἐν αὐτῇ προτέρου καὶ ὑστέρου· | |
20 | κίνησιν μὲν γὰρ ὁριζόμενοί φαμεν ἐντελέχειαν τοῦ κινητοῦ, τοῦ δὲ ἐν αὐτῇ προτέρου τε καὶ ὑστέρου ζητητέον ἕτερον λόγον. ὥσπερ οὖν ὁ πατὴρ τῷ μὲν ὑποκειμένῳ Σωκράτης, οὐ ταὐτὸν δὲ τὸ πατρὶ εἶναι καὶ τὸ Σωκράτει, καὶ ὥσπερ τὰ πέντε τῷ μὲν ὑποκειμένῳ ξύλα, τὸ μέντοι πέντε αὐτοῖς εἶναι καὶ ἄλλο τί ἐστι παρὰ τὰ ξύλα (ἀριθμὸς γὰρ τὰ πέντε καθὸ πέντε, | |
25 | ἀλλ’ οὐχὶ ξύλα), οὕτω καὶ τὸ πρότερον καὶ τὸ ὕστερον ἐν κινήσει τῷ μὲν ὑποκειμένῳ κίνησις ἄμφω, τὸ μέντοι γε εἶναι αὐτοῖς προτέρῳ τε καὶ ὑστέρῳ ἄλλο τι ἐστιν καὶ οὐ κίνησις. τί οὖν τὸ εἶναι αὐτῶν, ζητητέον, καθὸ δια‐ | |
φέρουσι τῆς κινήσεως, ἐπισκεπτέον δέ, πῶς νοοῦμεν τὸ πρότερόν τε καὶ | 146 | |
5,2147 | ὕστερον ἐν κινήσει. ὥσπερ τοίνυν ἐπὶ τῆς γραμμῆς, ἕως μὲν ἂν μίαν αὐτὴν καὶ συνεχῆ πᾶσαν νοῶμεν, οὐ νοοῦμεν αὐτῆς τὸ μέν τι πρότερον τῇ θέσει μέρος, τὸ δὲ ὕστερον, ὅταν δὲ διελώμεθα καὶ ὁρίσωμεν τοῖς σημείοις, εὐθέως τὸ μέν τι πρότερον τῇ θέσει μέρος ποιοῦμεν τὸ δὲ | |
5 | ὕστερον, οὕτως καὶ ἐπὶ τῆς κινήσεως οὐκ ἄλλως νοοῦμεν τὸ πρότερον ἐν αὐτῇ καὶ τὸ ὕστερον, εἰ μὴ διελοίμεθα αὐτὴν καὶ διορίσαιμεν εἰς μέρη καὶ λάβοιμεν αἴσθησιν ὡς ἄλλου καὶ ἄλλου. πότερον οὖν αὐτὴν στιγμαῖς διαιρούμεθα; καὶ πῶς; οὐ γὰρ ἔχει θέσιν· ἀλλά † τινα θέσιν· οἷον γράφω νῦν ἐγὼ συνεχῶς καὶ ὑποκείσθω κινεῖσθαι τὴν χεῖρα μὴ διαλείπουσαν | |
10 | ὅλως. λέγω τοίνυν προτέραν εἶναι κίνησιν ἣν κεκίνηται, ἧς κινήσεται. τί δήποτε; ὅτι τοίνυν τὴν μὲν ἐπλήρωσε, τῆς δὲ ἄρχεται. εὕρηται τοίνυν τὸ τὴν κίνησιν δυνατὸν διαιρεῖν καί τι λάβοις ἂν ἐπ’ αὐτῆς οἷον σημεῖον ἐπὶ γραμμῆς, ὃ τοῦ μὲν αὐτῆς μέρους ἔσται πέρας, τοῦ δὲ ἀρχή. εἶεν. εἰ δὴ πάλιν καὶ δὶς βουληθείη τὴν κίνησιν τῆς χειρὸς διελεῖν, πότερον | |
15 | ταὐτῷ χρήσομαι νῦν, ᾧ καὶ πρότερον ἐχρησάμην, ἢ τῷ παρόντι νῦν, ὃ νῦν λέγω, μᾶλλον δὲ ὃ μὴ δύναταί τις εἰπεῖν; δῆλον οὖν, ὡς ἑτέρῳ καὶ τῷ παρόντι. τούτων δὴ τῶν νῦν τί μὲν πρότερον εἴποις ἂν, τί δὲ ὕστερον; ἢ πρίν σε ἀποκρίνασθαι γέγραπται, ὅτι πρότερον μέν, ᾧ πρότερον ἐχρη‐ σάμην εἰς τὴν τομὴν τῆς κινήσεως, ὕστερον δέ, ᾧ μετὰ ταῦτα. διὰ τί | |
20 | οὖν πρότερον ἐκεῖνο τοῦδε; ἆρ’ ὅτι τῆς σελίδος ἐνθάδε γέγραπται, τὸ δὲ ἐνθάδε; εἰ οὖν μὴ γέγραπται ὅλως, οὐκ ἂν ἦν πρότερον, τὸ δὲ ὕστερον; ἀλλὰ γελοῖον. ἀλλὰ διὰ τί; φανερὸν οὖν, ὅτι τὸ μὲν πρότερον παρελήλυθε, τὸ δὲ ἐφεξῆς. ὅταν τοίνυν διαιρῶμεν τὴν κίνησιν καὶ τοῖς νῦν τέμνωμεν εἰς πολλά, τί ποιοῦμεν ἄλλο ἢ χρόνον ἐροῦμεν καὶ χρόνου μέρη; τὸ γὰρ | |
25 | παρελθὸν καὶ τὸ μέλλον, ἐξ ὧν ὁ χρόνος, οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ πρότερόν τε καὶ τὸ ὕστερον τῆς κινήσεως, ἃ τοῖς νῦν ἀεὶ διορίζεται καὶ ἀριθμεῖται ὡς ἄλλα καὶ ἄλλα. ταὐτὸν ἄρα χρόνος τε καὶ τὸ πρότερόν τε καὶ ὕστερον ἐν κινήσει, ὅταν διορίζηται καὶ ἀριθμῆται, διορίζεται δὲ οὐκ ἄλλως, ἢ | |
ὅταν δύο προσπέσῃ τῇ ψυχῇ τὰ νῦν, τὸ μὲν ὡς πρότερον καὶ προτέρας | 147 | |
5,2148 | κινήσεως πέρας, τὸ δὲ ὡς ὕστερον καὶ ὡς ὑστέρας, καὶ ὥσπερ ὅταν ἄκρα αὐτὰ καὶ ἕτερα τοῦ μέσου νοήσωμεν· ὅταν γὰρ ὁ νοῦς ἀναμνησθεὶς τοῦ νῦν, ὃ χθὲς εἶπεν, ἕτερον πάλιν εἴπῃ τὸ τήμερον, τότε καὶ χρόνον εὐθὺς ἐνενόησεν ὑπὸ τῶν δύο νῦν ὁριζόμενον οἷον ὑπὸ περάτων δυεῖν, καί, οὕτω | |
5 | λέγειν, ὅτι ποσόν ἐστι πεντεκαίδεκα ὡρῶν ἢ ἑκκαίδεκα, οἷον ἐξ ἀπείρου γραμμῆς πηχυαίαν δύο σημείοις ἀποτεμνόμενος. ἐξαρκεῖ μέντοι γε πολλάκις καὶ ἓν τὸ νῦν προσπεσεῖν τῇ ψυχῇ πρὸς τὸ γνωρίσαι χρόνον, ἀλλ’ οὐχ ἁπλῶς, ἀλλ’ ὅταν ὡς πέρας καὶ ἀρχή· γίνεται γὰρ καὶ τηνικαῦτα προτέ‐ ρου τε καὶ ὑστέρου συναίσθησις· οὗ μὲν γὰρ πέρας, τοῦτο πρότερον· οὗ | |
10 | δὲ ἀρχή, τοῦτο ὕστερον· ὥστε δῆλόν ἐστιν, ὅτι πανταχόθεν ἡ τοῦ χρόνου φύσις ἀναφαίνεται τὸ εἶναι ἔχουσα ἐν τῷ διαλαμβάνεσθαι τὸ πρότερόν τε καὶ ὕστερον τῆς κινήσεως. τὸ πρότερον ἄρα καὶ τὸ ὕστερον ἐν κινήσει χρόνος ἐστίν, ὅταν διαλαμβάνηται ὡς ἄλλου καὶ ἄλλου, τουτέστιν ὅταν ἀριθμῆται· ὁ γὰρ ἀριθμὸς οὐχ ἑνὸς οὐδὲ ταὐτοῦ παντάπασίν ἐστιν, ἀλλὰ τοῦ ἔχοντος ἄλλο καὶ | |
15 | ἄλλο. οὐκ ἄρα ἡ κίνησις ὁ χρόνος ἐστίν, ἀλλὰ τὸ ἀριθμούμενον τῆς κινήσεως κατὰ τὸ πρότερόν τε καὶ ὕστερον. συνάγοντι δὴ τὰ εἰρημένα τὸν χρόνον ἀφο‐ ριστέον, ὅτι ἐστὶν ἀριθμὸς κινήσεως κατὰ τὸ πρότερον καὶ ὕστερον. ὅτι μὲν οὖν ἀριθμός, τοῦτο σημεῖον. πᾶν πλέον ἢ ἔλαττον ἀριθμῷ κρίνεται, ἀριθμὸς ἄρα τις ὁ χρόνος. ὅτι δὲ κατὰ τὸ πρότερον καὶ ὕστερον ἀναγκαίως προσ‐ | |
20 | τεθείκαμεν, ἐκεῖθεν δῆλον· ἀριθμοῦνται γὰρ κινήσεις καὶ πλείους ἅμα ὡς ἐπὶ σοῦ, φέρε, ὅτι καὶ αὔξεις καὶ θερμαίνῃ καὶ προβαίνεις τόπον ἐκ τόπου καὶ ὅτι τρεῖς ἅμα κινήσεις κινῇ, ἀλλ’ οὐχ ὁ τοιοῦτος ἀριθμὸς τῆς κινή‐ σεως χρόνος ἐστίν, ἀλλ’ ὁ κατὰ τὸ πρότερόν τε καὶ ὕστερον. οὐ δεῖ δὲ θαυμάζειν, εἰ τὸ ἀριθμούμενον τῆς κινήσεως χρόνον εἰπόντες ἐν τῷ | |
25 | ὁρισμῷ τὸν ἀριθμὸν μετελάβομεν· λέγεται γὰρ καὶ τὸ ἀριθμούμενον ἀριθμός, ὡς καὶ τὸ μετρούμενον μέτρον· διχῶς γὰρ καὶ τὸ μέτρον, ᾧ μετροῦμεν, οἷον ἡ χοῖνιξ ἡ ξυλίνη καὶ ὁ χοεὺς ὁ κεράμειος, καὶ τὸ μετρο‐ ύμενον ἀπ’ αὐτῶν, ὁ σῖτος ὁ ἐν τῇ χοίνικι καὶ ὁ οἶνος ὁ ἐν τῷ χοΐ· ἐσθίομεν γὰρ χοίνικα οὐ τὴν ξυλίνην καὶ χόα πίνομεν οὐ τὸν χαλκοῦν. | |
30 | οὕτως δὲ καὶ ἀριθμὸς οὐχ ὁ ἐκ τῶν μονάδων μόνον, ἀλλὰ καὶ ὁ ἀριθμού‐ | 148 |
5,2149 | μενος· ἐκεῖνος μὲν γὰρ διωρισμένος καὶ οὐ συνεχὴς καὶ οὐδ’ ἂν τὴν οὐσίαν ἐσήμαινεν ἡμῖν τοῦ χρόνου, ἀλλὰ μᾶλλον ἔργον καί τι ἐποίει, τὸ δὲ ἀριθμούμενον οὐδὲν κωλύει καὶ συνεχὲς εἶναι, ὡς τὸ ἑνδεκάπηχυ δόρυ. Γαληνῷ δὲ οὐ προσεκτέον οἰομένῳ τὸν χρόνον ἀφορίζεσθαι δι’ αὑτοῦ· | |
5 | πολλὰ γὰρ ἐξαριθμησάμενος σημαινόμενα τοῦ προτέρου τε καὶ ὑστέρου τὰ μὲν ἄλλα οὐκ ἐφαρμόζειν φησὶ τῷ ὁρισμῷ, τὸ κατὰ χρόνον δὲ μόνον, ὥστε εἶναι τὸν χρόνον ἀριθμὸν τῆς κινήσεως κατὰ χρόνον. ἀλλ’ ἰστέον, ὅτι τὸ πρότερον καὶ τὸ ὕστερον ἐν κινήσει οὐ διὰ τὸν χρόνον τὸ μὲν πρότερόν ἐστιν, τὸ δὲ ὕστερον, ἀλλὰ αὐτὸ μᾶλλον ποιεῖ τὸ ἐν χρόνῳ πρότερον καὶ | |
10 | ὕστερον, γίνεται δὲ ἐκ τοῦ κατὰ μέγεθος καὶ τὴν θέσιν, παρ’ οὗ καὶ τὸ συνεχὲς ἔχει· καὶ τοῦτο διαρρήδην φησὶν Ἀριστοτέλης· τὸ δὴ πρότερον τε καὶ ὕστερον ἐν τόπῳ πρῶτόν ἐστιν, ἐνταῦθα μὲν τῇ θέσει· ἐπειδὴ δὲ ἐν τῷ μεγέθει, ἀνάγκη καὶ ἐν κινήσει. ἀλλὰ καὶ δεδόσθω μηδὲ ἄλλο σημαίνειν τὸ πρότερόν τε καὶ ὕστερον ἐν κινήσει | |
15 | ἢ τὸ κατὰ χρόνον, ὡς οἴεται, τί δὲ ἄτοπον ἐκ τοῦδε συμβαίνει; οὐδὲ γὰρ ἡμεῖς ἄλλο τι λέγομεν εἶναι τὸν χρόνον ἢ τὸ πρότερόν τε καὶ ὕστερον ἐν κινήσει, πᾶσα δὲ ἀνάγκη ταὐτὸν σημαίνειν τοὺς ὁρισμοὺς τοῖς ὀνόμασιν, ὥστε λανθάνει τοῦτο μεμφόμενος τοῦ λόγου, δι’ ὃ μᾶλλον ἐχρῆν αὐτὸν ἀποδέχεσθαι. | |
20 | Καὶ τὸ γίνεσθαι δὲ ἄλλον καὶ ἄλλον ἀεὶ τὸν χρόνον ὑπάρχει διὰ τὴν κίνησιν· ἀεὶ γὰρ ἡ κίνησις ἄλλη καὶ ἄλλη. ἀλλ’ ὅταν γε πλείους ἅμα γίνωνται κινήσεις, οἶον Ἀθήνησί τε καὶ Μεγαροῖ κἀν Κορίνθῳ, πῶς οὐκέτι πλείους γίνονται χρόνοι; ὅτι τὸ νῦν τὸ αὐτὸ πανταχοῦ. κατὰ τοῦτο δὲ καὶ τὸ ἕτερον καὶ ταὐτὸν νοεῖται τοῦ χρόνου καὶ εἷς μὲν χρόνος, ὅταν ἓν τὸ | |
25 | νῦν, πλείω δέ, ὅταν πλείω καὶ διαφέροντα, πλείω δὲ καὶ διαφέροντα γίνεται τὰ νῦν, ὅταν τὸ μὲν ὡς πρότερον, τὸ δὲ ὡς ὕστερον λαμβάνηται, ὃ καὶ | |
ἀπορήσειεν ἄν τις, πῶς ποτε καὶ διαφέροντα γίνεται τὰ τοιαῦτα νῦν· μία | 149 | |
5,2150 | γὰρ ἡ φύσις ἐν ἀμφοῖν ὑποφαίνεται, κἂν τὸ μὲν ὡς πρότερον νοῆται, τὸ δὲ ὡς ὕστερον, εἰ μὴ καὶ Σωκράτης ἕτερος, ὅταν ἐν Λυκείῳ καὶ ὅταν ἐν ἀγορᾷ, καθάπερ οἱ σοφισταὶ λαμβάνουσιν. ἢ ὥσπερ Σωκράτης τῷ μὲν ὑποκειμένῳ ταὐτόν, ἄν τε ἐνθάδε ἄν τε ἐκεῖσε μετακινῆται, τῷ λόγῳ δὲ | |
5 | ἕτερον (οὐ γὰρ ταὐτὸν τὸ ἐν Λυκείῳ τε εἶναι καὶ τὸ ἐν ἀγορᾷ), οὕτως καὶ τὸ νῦν; ἓν μὲν τῇ φύσει καὶ τῇ οὐσίᾳ κατὰ τὸ ὑποκείμενον, διαφέρει δὲ τῷ λόγῳ· ἄλλος γὰρ ὁ λόγος τοῦ νῦν, ὃ πρὸς τοὺς ἵππους λέγει ὁ Ἕκτωρ νῦν μοι τὴν κομιδὴν ἀποτίνετον, | |
10 | καὶ ἄλλος τούτου τοῦ νῦν γραφομένου. ἵνα γὰρ μᾶλλον μάθῃς, ὃ λέγω, μικρὸν ἄνωθεν ἀναληπτέον. Ἐλέχθη τῷ μὲν μεγέθει τὴν κίνησιν ἀκολουθεῖν, τῇ κινήσει δὲ τὸν χρόνον. εὔλογον τοίνυν καὶ τὰς ἀρχὰς τούτων καὶ οἷον τὰ ποιητικὰ καὶ τὰ γεννητικὰ ἀλλήλοις ἕπεσθαι· ποιητικὸν δὲ μεγέθους μὲν ἡ στιγμή, | |
15 | κινήσεως δὲ τὸ φερόμενον, χρόνου δὲ τὸ νῦν. ὥσπερ τοίνυν μία στιγμὴ καὶ ὁ λίθος εἷς, ἄν τε ἐνθάδε ἄν τε ἀλλαχοῦ μεταφέρηται, τῷ λόγῳ δὲ διαφέρει, οὕτω δὲ καὶ τὸ νῦν. τῷ γὰρ φερομένῳ ἀκολουθεῖ τὸ νῦν, ὥσπερ ὁ χρόνος τῇ φορᾷ, καὶ γνωρίζεται τὸ νῦν οὐκ ἄλλῳ τινὶ ἢ τῷ φερομένῳ· ἀριθμεῖται γὰρ τὸ πρότερόν τε καὶ ὕστερον τῆς κινήσεως κατὰ τὴν τοῦ | |
20 | φερομένου μετάβασιν· οὐ γὰρ ἂν διεκρίθη ταῦτα μένοντος τοῦ φερομένου, ἀλλ’ ἐπειδὴ τὸ φερόμενον ποτὲ μὲν κατὰ τὸν πρότερον γίνεται τόπον, ποτὲ δὲ κατὰ τὸν ὕστερον, διὰ τοῦτο καὶ τῆς κινήσεως γίνεται τὸ μὲν πρότερον τὸ δὲ ὕστερον, τὸ δὲ ἀριθμούμενον πρότερόν τε καὶ ὕστερον τὸ νῦν ἐστίν, ὥστε καὶ ἐν τούτοις τῷ μὲν ὑποκειμένῳ ταὐτὸν τὸ πρότερον νῦν καὶ τὸ | |
25 | ὕστερον, τῷ λόγῳ δὲ ἕτερα· αὐτὸ γὰρ τὸ ἀριθμητὸν αὐτὸ εἶναι καὶ ὡς ἄλλο καὶ ἄλλο διαλαμβάνεσθαι δίδωσιν αὐτῷ τὴν κατὰ τὸν λόγον διαφοράν. ὥσπερ δὲ τῆς φορᾶς τὸ φερόμενον γνωριμώτερον (τόδε γάρ τί ἐστι καὶ οὐσία), οὕτως καὶ τοῦ χρόνου τὸ νῦν· ἐν ὑπάρξει γὰρ τοῦτο μόνον καὶ οἷον τόδε. φανερὸν δέ, ὅτι καὶ ἀλλήλοις ἀντακολουθεῖ τὰ νῦν καὶ ὁ χρόνος | |
30 | καὶ ὅτι θατέρου μὴ ὄντος οὐδὲ θάτερόν ἐστιν· ὁ χρόνος γὰρ ἔσται τῶν νῦν | 150 |
5,2151 | ἀριθμῷ· οἷον γὰρ μονὰς τοῦ χρόνου τὸ νῦν· καὶ ὥσπερ ἡ μονὰς τῷ πάλιν καὶ πάλιν λαμβάνεσθαι ποιεῖ τὸν ἀριθμόν, οὕτω καὶ τὸ νῦν τὸν χρόνον, καὶ ὥσπερ ἡ μονὰς αὐτὴ μὲν ἀδιαίρετος, διαιρετὸν δὲ ποιεῖ τὸν ἀριθμόν, οὕτω καὶ τὸ νῦν πάλιν τὸν χρόνον· ἡ διαφορὰ δὲ ἐν τῷ τὸ τὴν μὲν συνεχές, | |
5 | τὴν δὲ διωρισμένον ποιεῖν. καὶ συνέχει δὴ τὸ νῦν χρόνον καὶ διαιρεῖ καθάπερ τὸ φερόμενον τὴν φοράν· καὶ γὰρ ἡ φορὰ μία καὶ συνεχὴς τῷ τὸ φερόμενον ἓν εἶναι, ἓν δὲ οὐχ ἁπλῶς· δύναται γὰρ ὡς μὲν τόδε τι καὶ σῶμα ἓν εἶναι οἷον λίθος ἢ ξύλον, ὡς φερόμενον δὲ μή, ἐὰν διαλιμπάνῃ κινούμενον· οὐκέτι γὰρ τότε μία καὶ συνεχὴς ἡ κίνησις καίτοι τοῦ φερο‐ | |
10 | μένου ἑνὸς ὄντος, ἀλλ’ ὅταν ὡς φερόμενον ἓν ὑπάρχῃ, τοῦτο δὲ ὅταν μὴ ἠρεμῇ μεταξύ· τότε γὰρ καὶ διορίζει τὴν προτέραν τε καὶ ὑστέραν κίνησιν καὶ πάλιν συνέχει, καθάπερ γε ἡ στιγμὴ τὴν γραμμήν· διαφέρει δέ, ὅτι τὴν μὲν στιγμὴν ἔστι τὴν αὐτὴν δὶς λαβεῖν ποτὲ μὲν ὡς πέρας, ποτὲ δὲ ὡς ἀρχήν (ὑπομένει γὰρ καὶ ἐν θέσει τὸ εἶναι αὐτῇ), τὸ δὲ φερόμενον | |
15 | οὐκ ἔστι δὶς λαβεῖν ὡς φερόμενον· ἀεὶ γὰρ ἄλλο καὶ ἄλλο. καὶ ἄλλο δὲ οὐχ ὅτι ἕτερον ἑαυτοῦ, ἀλλ’ ὅτι ἐν ἄλλῳ καὶ ἄλλῳ· εἰ γὰρ ἐν ταὐτῷ δίς, ἀνάγκη στῆναι, κινεῖσθαι δὲ ὑπόκειται συνεχῶς. οὕτω δὴ καὶ τὸ νῦν οὐκ ἔσται δὶς λαβεῖν. εἰ οὖν μὴ ἔστι δὶς λαβεῖν τὸ νῦν, πῶς ἐν τῷ ἀριθμεῖ‐ σθαι τὸ νῦν οὐχ ὡς τὸ αὐτὸ σημεῖον δὶς ἀρχήν τε καὶ τελευτήν, ἀλλ’ | |
20 | εἴπερ ἄρα, ὡς τὰ δύο πέρατα τῆς αὐτῆς γραμμῆς τοδὶ τοδί; ταῦτα δ’ ὁρίζει τὸ μεταξὺ διάστημα τῆς γραμμῆς ἕτερον καὶ ἕτερον ὄντα. οὕτω δὴ καὶ τὰ νῦν ἀριθμεῖται ὡς ἄλλο καὶ ἄλλο, τὸ μὲν πρότερον, τὸ δὲ ὕστερον, δὶς δὲ ταὐτὸν λαβεῖν ἀμήχανον, ὥσπερ ἀμήχανον στῆσαι τὸν χρόνον. καὶ ἔτι φανερόν, ὅτι οὐδὲ μόριον τὸ νῦν τοῦ χρόνου· οὐδὲ γὰρ τὸ φερόμενον | |
25 | τῆς φορᾶς, οὐδὲ ἡ στιγμὴ τῆς γραμμῆς· γραμμῆς γὰρ μέρος γραμμὴ καὶ κινήσεως κίνησις καὶ χρόνου χρόνος. τίνος οὖν πέρας τὸ νῦν; πότερον τῆς | |
κινήσεως ἢ τοῦ χρόνου; ἐλέγετο γὰρ ἐν τοῖς ἔμπροσθεν τὸ νῦν διαιρεῖσθαι | 151 | |
5,2152 | τὴν κίνησιν· ἢ καθ’ αὑτὸ μέν ἐστι τοῦ χρόνου πέρας, τῷ δὲ τὸν χρόνον εἶναι ἄλλο μηδὲν ἢ τὸ ἀριθμούμενον τῆς κινήσεως κατὰ τὸ πρότερόν τε καὶ ὕστερον, ὅταν ὡς ἀριθμούμενον λαμβάνηται τὸ νῦν, τότε καὶ τῆς κινή‐ σεως γίνεται πέρας; διὰ τοῦτο ἄρα αὐτῷ συμβέβηκε καὶ πέρατι εἶναι καὶ | |
5 | πανταχοῦ ἅμα εἶναι, αἴτιον δέ, ὅτι οὐχὶ κινήσεώς ἐστιν καθ’ αὑτὸ πέρας (οὐ γὰρ ἐν ἐκείνῃ τῇ κινήσει μόνῃ, ἧς πέρας ἦν), ἀλλὰ χρόνου, ὃς ἀριθμός ἐστιν τῆς κινήσεως· ἀριθμὸν δὲ ταὐτὸν ἅμα πλειόνων εἶναι ἐνδέχεται, οἷον τὴν δεκάδα ἵππων καὶ ξύλων. καίτοι ὁ χρόνος ἀριθμὸς οὐχ ὡς ὁ ἀριθμῶν, ἀλλ’ ὡς ὁ ἀριθμούμενος ἢ χρόνος πρὸς μοναδικὸν ἀριθμόν, ἀλλ’ ὅμως ἀνα‐ | |
10 | δέχεται μόνος τὸ τοῦ ἀριθμοῦντος ἰδίωμα· πανταχοῦ γὰρ ἅμα καὶ τῶν πολλῶν κινήσεων ἓν καὶ ταὐτὸν τὸ ἀριθμούμενον αὐξήσεως φορᾶς ἀλλοιώ‐ σεως. ταύτῃ μὲν οὖν ἱκανῶς ἐπιδέδεικται, ὅτι καὶ ἀριθμὸς ὁ χρόνος καὶ κινήσεως ἀριθμὸς κατὰ τὸ πρότερον καὶ ὕστερον, δῆλον δέ, ὅτι καὶ συνεχής· ἡ γὰρ κίνησις ἡ σύμπασα γίνεται συνεχής. | |
15 | Πῶς δὲ αὐτὸν ἀριθμὸν λέγοντες οὐκ ἀναγκαῖον θησόμεθα καὶ ἐλάχιστόν τινα χρόνον ποιεῖν; τὸ γὰρ ἐλάχιστον ἐν ἀριθμῷ οἷον ἡ δυάς· οὐ γὰρ εἰς ἄπειρον ἡ καθαίρεσις τοῦ ἀριθμοῦ· διώρισται γάρ. ἢ διττὸς ὁ ἀριθμός, ὁ μὲν ἐκ μονάδων, αὐτὸς δὲ καὶ ὁ ἐλάχιστος, ὁ δὲ οὐχ ἁπλῶς ἐκ μονάδων, ἀλλ’ ἐκ τῶν τοιῶνδε μονάδων, οἷον ἵππων ἢ γραμμῶν; | |
20 | λέγεται γὰρ ἀριθμὸς καὶ αἱ πέντε γραμμαὶ καὶ τὰ πέντε τρίγωνα. τὰ τοιαῦτα δὲ κατὰ μὲν τὸ πλῆθος ἕξει καὶ αὐτὰ τὸ ἐλάχιστον· ἐλάχιστον γὰρ δύο γραμμαί. κατὰ τοῦτο δὲ καὶ ἀριθμητά ἐστι τὰ τοιαῦτα, κατὰ μέγεθος δὲ οὐχ ἕξει· ἕκαστον γὰρ αὐτῶν εἰς ἀεὶ διαιρετόν. καὶ ὁ χρόνος τοίνυν αἱ δύο ὧραι, καθὸ μὲν συνεχής τίς ἐστιν· οὐχ ἕξει δὲ τὸ ἐλάχιστον, | |
25 | οὐ γὰρ ἀριθμεῖται κατὰ τοῦτο· καθὸ δὲ ὁρίζεται καὶ οἷον τέμνεται τῷ νῦν τῷ τε πρότερον καὶ τῷ ὕστερον, κατὰ τοῦτο δὲ ἀριθμητὸς καὶ τὸ ἐλά‐ χιστον ἔχει. αἱ γὰρ δύο ὧραι τῷ μὲν ἀριθμῷ τὸ ἐλάχιστον ἕξουσι, τῷ μεγέθει δὲ οὔ. εἰκότως τοίνυν ὁ χρόνος καὶ πολὺς καὶ ὀλίγος καὶ μακρὸς καὶ βραχὺς λέγεται· ἄμφω γὰρ ἀναδέχεται καὶ τὰ τῶν συνεχῶν καὶ τὰ τῶν | |
30 | διωρισμένων. καθὸ μὲν συνεχής, μακρὸς καὶ βραχύς· καθὸ δὲ ἀριθμητός, | |
καὶ οὕτως ἀριθμὸς πολὺς καὶ ὀλίγος, οὐκέτι μέντοι ταχὺς καὶ βραδύς· | 152 | |
5,2153 | οὐδεὶς γὰρ ἀριθμὸς ταχὺς καὶ βραδύς. εὐλόγως δὲ καὶ ἅμα μὲν ὁ αὐτὸς πανταχοῦ, ὁ δὲ πρότερος καὶ ὕστερος χρόνος οὐκέτι οἱ αὐτοὶ πρὸς ἀλλή‐ λους· καὶ γὰρ ἡ κίνησις ἡ μὲν παροῦσα μία, ἡ δὲ γεγενημένη καὶ ἡ μέλλουσα ἕτεραι. ἔπειτα ἀριθμὸς ὁ χρόνος οὐχ ᾧ ἀριθμοῦμεν, ἀλλ’ ὁ ἀριθ‐ | |
5 | μούμενος. *** ὁ αὐτὸς ἐν πᾶσιν οἷον ἡ δεκάς, ἄν τε ἵππων ἄν τε ἀνθρώ‐ πων λαμβάνηται, τὰ δὲ ἀριθμούμενα οὐ τὰ αὐτὰ οἱ δέκα ἄνθρωποι καὶ οἱ δέκα ἵπποι. ἀριθμεῖται δὲ καὶ ὁ χρόνος κατὰ τὸ πρότερόν τε καὶ ὕστερον, ὥστε εἰκότως ἕτερα ταῦτα. ἔτι ὡς ἐνδέχεται κίνησιν [εἶναι] τὴν αὐτὴν καὶ μίαν εἶναι πάλιν, οὕτω καὶ χρόνον ἐνδέχεται οἷον ἔαρ ἢ μετόπωρον· ἡ | |
10 | μὲν οὐσία τοῦ χρόνου τοιαύτη· τὸ γὰρ τῆς κινήσεως πρότερόν τε καὶ ὕστερον ἀριθμούμενα χρόνος ἐστίν, ἔχοντι δὲ αὐτῷ τὸ εἶναι ἐν τούτῳ συμ‐ βέβηκε προηγουμένως μὲν τὴν κίνησιν μετρεῖν, κατὰ συμβεβηκὸς δὲ καὶ ὑπ’ αὐτῆς ἀντιμετρεῖσθαι· οὐ γὰρ μόνον λέγομεν πολλὴν τὴν κίνησιν τὴν ἐν τῷ πολλῷ χρόνῳ, ἀλλὰ καὶ χρόνον πολύν, ἐν ᾧ ἡ πολλὴ κίνησις. | |
15 | ὥσπερ οὖν καὶ ἐπὶ τῶν ἄλλων μέτρων ἁπάντων· ἀντιμετρεῖται γὰρ ὑπὸ τῶν μετρουμένων τὰ μέτρα· τῷ γὰρ τῶν πυρῶν μεδίμνῳ κρίνομεν τὸ ξύλινον μέδιμνον, εἰ μὴ μεῖζον ἢ ἔλαττόν ἐστιν, καὶ τῇ κοτύλῃ τοῦ οἴνου τὴν χαλκῆν ἀντιμετροῦμεν κοτύλην, καὶ τί θαυμαστὸν ἐπὶ τῶν συνεχῶν μέτρων τοῦτο συμβαίνειν, ὁπότε καὶ αὐτὸς ὁ μοναδικὸς ἀριθμὸς τρόπον τινὰ ὑπὸ | |
20 | τῶν ἀριθμουμένων ἀνταριθμεῖται; ὥσπερ γὰρ τὰ δέκα δέκα ἵππους φαμέν, οὕτως καὶ τὰς μονάδας λέγομεν δέκα, ὅτι δέκα ἵπποις ἰσώθησαν. μήποτε γὰρ οὐδ’ ἂν εἰς ἔννοιαν ἤλθομεν τῶν δέκα μὴ τὸν ἕνα ἵππον καὶ τὸν ἕνα ἵππον καὶ τὸν ἕνα ἄνθρωπον τοσαυτάκις λαμβάνοντες. καὶ τοῦτο εὐλόγως συμβέβηκε τὸ μετρεῖν τε καὶ ἀντιμετρεῖσθαι τὸν χρόνον· ἀκολουθεῖ γάρ, | |
25 | ὥσπερ ἐλέχθη, τῷ μὲν μεγέθει ἡ κίνησις, τῇ κινήσει δὲ ὁ χρόνος. ὥσπερ | |
οὖν ἡ κίνησις ἔχει πρὸς μέγεθος, οὕτως καὶ ὁ χρόνος πρὸς τὴν κίνησιν, | 153 | |
5,2154 | καὶ ὥσπερ ἡ κίνησις μετρεῖ τὸ μέγεθος, καὶ ἀντιμετρεῖται ὑπ’ αὐτοῦ. πολλὴν γάρ φαμεν τὴν ὁδόν, ἐὰν ἡ πορεία πολλή, καὶ πολλὴν τὴν πορείαν, ἐὰν ἡ ὁδὸς πολλή. ὁμοίως δὲ καὶ τὴν κίνησιν πολλήν, ἐὰν ὁ χρόνος, καὶ τὸν χρόνον, ἐὰν ἡ κίνησις. πῶς οὖν μετρεῖ τὴν κίνησιν ὁ χρόνος; ἢ τῷ | |
5 | μέρος αὐτῆς ἀφορίσαι, ὃ καταμετρήσει τὴν ὅλην, ὥσπερ ὁ πῆχυς τὸ μῆκος τῷ λαβεῖν τι μῆκος, ὃ καταμετρήσει τὸ ὅλον. ἡ γὰρ ὥρα τί ἐστιν ἄλλο ἢ τοσήδε κίνησις τοῦ ἡλίου; καὶ ὁ μὴν καὶ τὸ ἔτος. Ἐπειδὴ δέ ἐστιν ἡ κίνησις ἐν χρόνῳ τῷ καταμετρεῖσθαι τὸ εἶναι αὐτῆς ὑπὸ τοῦ χρόνου οὐ γὰρ ἄλλο τὸ εἶναι τῆς κινήσεως (ἢ τὸ γίγνεσθαι | |
10 | ᾧ συμπαρεκτείνεται ὁ χρόνος καὶ ὃ καταμετρεῖ), δῆλον ὅτι καὶ τοῖς ἄλλοις τὸ εἶναι ἐν χρόνῳ ἐστὶν τὸ καταμετρεῖσθαι αὐτῶν τὸ εἶναι ὑπὸ τοῦ χρόνου. τὸ γὰρ ἐν χρόνῳ διττόν ἐστιν, ἓν μὲν τὸ εἶναι τότε, ὅτε ὁ χρόνος ἐστίν, ἕτερον δὲ ὥσπερ ἔνια λέγομεν, ὅτι ἐν ἀριθμῷ ἐστίν. ἀλλὰ καὶ οὗτος ὁ τρόπος διπλοῦς· ἢ γὰρ οὕτως ἐν ἀριθμῷ, ὅτι μέρος ἢ πάθος ἀριθμοῦ, ὡς | |
15 | τὸ ἄρτιον τὰ δύο καὶ τὸ περιττόν· ἢ ὅτι ἐστὶν αὐτῶν ἀριθμός, ὡς οἱ δέκα ἵπποι καὶ οἱ δέκα βόες ἐν ἀριθμῷ. εἰ οὖν ἀριθμὸς ὁ χρόνος, δῆλον ὡς καὶ τὰ ἐν χρόνῳ ὄντα ἐν ἀριθμῷ ἐστι. τὸ μὲν οὖν νῦν καὶ τὸ πρότερον οὕτως ἐν χρόνῳ καὶ ἀριθμῷ, ὡς ἐν τῷ μοναδικῷ ἡ μονὰς καὶ τὸ περιττόν· τὰ μὲν γὰρ τοῦ ἀριθμοῦ, τὰ δὲ τοῦ χρόνου συμβεβηκότα· τὰ | |
20 | δὲ πράγματα οὕτως ἐν χρόνῳ ἐστίν, ὡς ἐν τῷ ἀριθμῷ οἱ δέκα ἵπποι. ὥσπερ τοίνυν ἀεὶ τῶν οὕτως ἐν ἀριθμῷ λεγομένων πλείων τίς ἐστιν ἀριθμός· ὡρισμένος γὰρ ὁ ὁρισμός· οὕτως καὶ τῶν ἐν χρόνῳ ὄντων τοῦτον τὸν τρόπον ἀεὶ πλείων ἐστὶν ὁ χρόνος· καὶ γὰρ ὁ χρόνος ἀριθμός τις. εἰ | |
δὲ τοῦτο, τὰ ἐν χρόνῳ ὄντα περιέχεται ὑπὸ τοῦ χρόνου, ὥσπερ καὶ τὰ ἐν | 154 | |
5,2155 | ἀριθμῷ ὄντα περιέχεται ὑπὸ τοῦ ἀριθμοῦ καὶ τὰ ἐν τόπῳ ὄντα περιέχεται ὑπὸ τοῦ τόπου καὶ τοῦτό ἐστι τὸ κυρίως σημαινόμενον ὑπὸ τοῦ ἐν χρόνῳ. τὸ δὲ λέγειν ἐν χρόνῳ εἶναι, ἐπειδὴ τότε ἐστίν, ὅτε ὁ χρόνος ἐστίν, καὶ τὸ ἐν κινήσει εἶναι, ἐπειδὴ τότε ἐστίν, ὅτε κίνησίς ἐστιν, οὐδὲν | |
5 | διαφέρει τοῦ λέγειν καὶ τὸν οὐρανὸν ἐν κέγχρῳ εἶναι, ἐπειδὴ τότε ἐστίν, ὅτε καὶ ἡ κέγχρος ἐστίν. ἀλλὰ τὸ μὲν ἅμα εἶναι πολλοῖς συμβέβηκεν, τὸ δὲ εἶναι θάτερον ἐν θατέρῳ τὸ περιέχεσθαί ἐστιν ὑπὸ τοῦ ἑτέρου τὸ ἕτερον. τούτοις μέντοι γε ἀκολουθεῖ καὶ τὸ ἅμα εἶναι, ἀλλ’ οὐκ ἐπειδὴ ἅμα, διὰ τοῦτο ἐν ἀλλήλοις· ἀλλ’ ἐπειδὴ καὶ ἐν ἀλλήλοις, διὰ τοῦτο καὶ | |
10 | ἅμα. τοῦτό τε δὴ συμβέβηκε τοῖς ἐν χρόνῳ καὶ τὸ λέγεσθαι, ὅτι πάσχει τι ὑπὸ τοῦ χρόνου· εἰώθαμεν γὰρ λέγειν, ὅτι κατατήκει ὁ χρόνος καὶ γηράσκει πάντα ὑπὸ τοῦ χρόνου καὶ ἐπιλανθάνεται διὰ τὸν χρόνον· οὐ γὰρ ὁμοίως λέγομεν γίνεσθαι ὑπὸ τοῦ χρόνου τὴν οἰκίαν καὶ φθείρεσθαι, ἀλλὰ γίνεσθαι μὲν ὑπὸ τοῦ οἰκοδόμου ἐν χρόνῳ, φθείρεσθαι δὲ καὶ ἐν χρόνῳ | |
15 | καὶ ὑπὸ χρόνου· καὶ μανθάνειν μὲν ὑπὸ τοῦ διδάσκοντος ἐν χρόνῳ, ἐκ‐ λανθάνεσθαι δὲ ὑπὸ τοῦ χρόνου μόνον· οὐδὲν γὰρ ἕτερον ἐπὶ τούτων αἴτιον θεωρεῖται. εὐλόγως δὲ καθ’ αὑτὸν ὁ χρόνος φθορᾶς αἴτιος λέγεται· ἀριθμὸς γὰρ κινήσεως, ἡ δὲ κίνησις ἐξίστησι τὸ προϋπάρχον. εἰ δὲ ταῦτα λέγεται καλῶς, φανερὸν ὅτι τὰ ἀεὶ ὄντα ᾗ ἀεὶ ὄντα οὐκ ἔστιν ἐν χρόνῳ· | |
20 | οὐ γὰρ περιέχεται ὑπὸ χρόνου οὐδὲ πάσχει τι ὑπὸ χρόνου (οὔτε γὰρ συναλλοιοῦται αὐτῷ οὔτε συμπάρεισιν)· οὐκοῦν οὐδὲ μετρεῖται τῶν τοιούτων τὸ εἶναι ὑπὸ τοῦ χρόνου οὐδὲ ὁρίζεται οὔτε περιττεύει τις τῆς οὐσίας αὐτῶν χρόνος, ἀλλὰ τοὐναντίον παντὸς τοῦ ληφθέντος χρόνου τὸ εἶναι αὐτῶν περιττεύει. πῶς οὖν ἡ κίνησις ἐν χρόνῳ; καίτοι δέδεικται ἀίδιος | |
25 | καὶ δειχθήσεται. ἢ ὅτι ἀεὶ ἄλλη καὶ ἄλλη καὶ οὐδέποτε κατ’ ἀριθμὸν ἡ αὐτή, ἀλλὰ συμπάρεισι καὶ συνετεροιοῦται τῷ χρόνῳ, μᾶλλον δὲ ὁ χρόνος ταύτῃ καὶ δεῖται ἀλλήλων πρὸς τὴν ὕπαρξιν, ὥστε εἰ καὶ μὴ περιττεύει τῆς κινήσεως ὁ χρόνος, μηδὲ οὕτως αὐτὴν περιέχει, ἀλλ’ ὅτι γε ἀλλήλοις συνήρμοσται, διὰ τοῦτό ἐστιν ἡ κίνησις ἐν τῷ χρόνῳ. | |
30 | Ἐπειδὴ δέ ἐστιν ὁ χρόνος μέτρον κινήσεως, ἔσται καὶ ἠρεμίας μέτρον (στέρησις γὰρ ἡ ἠρεμία κινήσεως)· τοῖς δὲ αὐτοῖς κρίνομεν τάς τε | |
ἕξεις καὶ τὰς στερήσεις, οἷον ὄμμασι φῶς καὶ σκότος καὶ ἀκοῇ φωνήν | 155 | |
5,2156 | τε καὶ ἡσυχίαν· ὥστε καὶ ἠρεμίαν ἐν χρόνῳ, οὐ πάντως δέ, ἐπειδὴ ἐν χρόνῳ, διὰ τοῦτο καὶ ἐν κινήσει· οὐ γὰρ κίνησις ὁ χρόνος, ἀλλ’ ἀριθμὸς κινήσεως καὶ συμβεβηκός τι. οὐκ ἔστι δ’, εἰ ἔν τῳ εἶναι συμβέβηκέ τι, ἤδη καὶ ἐν ᾧ τοῦτο συμβέβηκεν· οὐ γὰρ εἴ τι ἐν ἡμέρᾳ, ἤδη καὶ ἐν τῇ φορᾷ | |
5 | τοῦ ἡλίου. τὸ τοίνυν ἠρεμοῦν ἐν κινήσει μὲν οὐκ ἐνδέχεται εἶναι, ἐν ἀριθμῷ δὲ κινήσεως· λέγομεν γάρ, ὅτι ὁ κάμνων ἐν τοσῷδε ἠρέμησε χρόνῳ· οὐχ ὥσπερ δὲ τὴν κίνησιν μετρεῖ καθ’ αὑτὴν ὁ χρόνος, οὕτω καὶ τὴν ἠρεμίαν, ἀλλὰ κατὰ συμβεβηκός· τῷ γὰρ κίνησιν ἄλλην μετρεῖν. ἡ γὰρ νὺξ μέτρον μὲν καθ’ αὑτὴν τῆς φορᾶς τοῦ ἡλίου τῆς ὑπὸ γῆν, κατὰ | |
10 | συμβεβηκὸς δὲ καὶ τῆς ἡσυχίας τῶν ζῴων, ἠρεμεῖν δὲ λέγεται οὐ τὰ πάντη ἀκίνητα, ἀλλὰ τὰ πεφυκότα μὲν κινεῖσθαι, ἐστερημένα δὲ νῦν τῆς κινήσεως· τῶν γὰρ οὕτως ἀκινήτων ὡς ἠρεμούντων πλείων ἐστὶν ὁ χρόνος καὶ διὰ τοῦτο εἰκότως τὰ ἠρεμοῦντα ἐν χρόνῳ λέγεται ἠρεμεῖν, ὅτι ὁ χρόνος αὐτῶν ἐστιν τῆς ἠρεμίας, μετρήσει δὲ ὁ χρόνος τὸ κινούμενον καὶ | |
15 | τὸ ἠρεμοῦν, ᾗ τὸ μὲν κινεῖται τὸ δὲ ἠρεμεῖ· τὴν γὰρ κίνησιν αὐτῶν καὶ τὴν ἠρεμίαν πόση τις. οὐχ ἁπλῶς οὖν μετρητὸν τὸ κινούμενον ὑπὸ τοῦ χρόνου· οὐδὲ γὰρ ὁ ἥλιος ἁπλῶς μετρητὸς ὑπὸ χρόνου· τὸ γὰρ εἶναι αὐτοῦ οὐ μετρητὸν ὑπὸ χρόνου, ἀλλ’ ἡ κίνησις αὐτοῦ, καθὸ ποσή τίς ἐστιν. δεῖ δὲ μὴ λανθάνειν, ὅτι μέτρον μὲν καὶ κινήσεως καὶ | |
20 | ἠρεμίας λέγεσθαι δύναιτ’ ἂν ὁ χρόνος, ἀριθμὸς δὲ κινήσεως μόνης· τὸ γὰρ πρότερον καὶ τὸ ὕστερον, ὧν ἀριθμός ἐστιν ὁ χρόνος, ἐν κινήσει μέν ἐστιν, ἐν ἠρεμίᾳ δὲ οὔ· οὐ γὰρ καὶ ταύτῃ ἐν μεταστάσει τὸ εἶναι ἀπὸ προτέρου τινὸς ἐπί τι ὕστερον, ὥστε φανερὸν ἐκ τῶν εἰρημένων, ὅτι, ὅσα μήτε κινεῖ‐ ται μήτε ἠρεμεῖ, ταῦτα οὐ μετρεῖται ὑπὸ χρόνου· ὁ γὰρ χρόνος κινήσεως | |
25 | μόνης καὶ ἠρεμίας μέτρον ἐστίν. ἕπεται δὲ τούτοις τὸ μήτε τὰ ἀεὶ μὴ ὄντα εἶναι ἐν χρόνῳ, οἷον ὅσα μὴ ἐνδέχεται ἄλλως, ὥσπερ καὶ τὴν διά‐ μετρον σύμμετρον εἶναι τῇ πλευρᾷ· οὐδὲ γὰρ κινεῖται ταῦτα οὐδὲ ἠρεμεῖ· κινήσεως δὲ μόνης καὶ ἠρεμίας μέτρον ὁ χρόνος τῆς μὲν καθ’ αὑτήν, τῆς δὲ κατὰ συμβεβηκός. ὅσα μὲν οὖν φθαρτὰ καὶ γενητὰ καὶ ἁπλῶς ὅσα ὁτὲ μὲν | |
30 | ὄντα ὁτὲ δὲ μή, ἀνάγκη ταῦτα ἐν χρόνῳ εἶναι· ἔστι γὰρ ὁ χρόνος τις πλείων, | |
ὃς ὑπερέχει τοῦ εἶναι αὐτῶν καὶ τοῦ μετροῦντος τὴν οὐσίαν αὐτῶν. τῶν | 156 | |
5,2157 | δὲ μὴ ὄντων ὅσα μὲν περιέχει ὁ χρόνος, ταῦτα ἐν χρόνῳ· περιέχει δὲ ἢ ὁ παρελθὼν ἢ ὁ μέλλων ἢ καὶ ἀμφότεροι. ἃ μὲν οὖν ὁ παρελθών, ταῦτ’ ἦν οἷον Ὅμηρος, ἃ δὲ ὁ μέλλων, ταῦτα ἔσται οἷον ἔκλειψις, ἃ δὲ ἄμφω, ταῦτα καὶ ἦν καὶ ἔσται οἷον ὁ πόλεμος ὁ Περσικός· ὅσα δὲ μὴ περιέχει, | |
5 | ταῦτα δὲ οὔτε ἦν οὔτε ἔστιν οὔτε ἔσται, ἔτι δὲ τὰ τοιαῦτα τῶν μὴ ὄντων, ὅσων τὰ ἀντικείμενα ἀεί ἐστιν, οἷον τὸ ἀσύμμετρον εἶναι τὴν διάμετρον ἀεί ἐστιν, καὶ οὐκ ἔσται τοῦτο ἐν χρόνῳ, οὐ τοίνυν οὐδὲ τὸ σύμμετρον, διότι ἐναντίον ἐστὶν τῷ ἀεὶ ὄντι· ὧν δὲ τὰ ἀντικείμενα μὴ ἀεί, ταῦτα δὲ δύναται καὶ εἶναι καὶ μὴ εἶναι καὶ ἔστι γένεσις καὶ φθορὰ αὐτῶν. | |
10 | Τὸ δὲ νῦν λέγεται διχῶς κυρίως τε καὶ ἐν πλάτει. περὶ δὲ τοῦ κυρίως λεγομένου πρῶτον λεκτέον. ἔσται δὲ τοῦτο καθάπερ καὶ πρότερον εἴρηται, ᾧ καὶ συνέχεται ὁ χρόνος καὶ διαιρεῖται· καὶ γὰρ συνέχει τὸν χρόνον τὸν παρεληλυθότα καὶ τὸν ἐσόμενον (συνάπτουσι γὰρ πρὸς κοινὸν τοῦτον ὅρον ἀμφότεροι), καὶ αὖθις διαιρεῖ καθάπερ καὶ τὸ σημεῖον τὴν | |
15 | γραμμήν. διαφέρει δέ, ὅτι τὸ μὲν σημεῖον ὑπομένει, τὸ δὲ νῦν οὔ, ἀλλ’ ἀεὶ ἄλλο καὶ ἄλλο, καὶ τὸ μὲν ἐνεργείᾳ διαιρεῖ τὴν γραμμήν, τὸ δὲ δυνάμει τὸν χρόνον· οὐδὲ γὰρ ὅλως ἐνεργείᾳ ληφθῆναι δύναται (προλαμβάνει γὰρ ἀεὶ τὸν βουληθέντα αὐτὸ λαβεῖν), ἀλλὰ μόνῃ τῇ ἐπινοίᾳ. καθὸ μὲν τοίνυν διαιροῦν λαμβάνεται καὶ ὡς τοῦ μὲν πέρας, τοῦ δὲ ἀρχή, δύο γίνεται τῷ | |
20 | λόγῳ (οὐ γὰρ ταὐτὸν τὸ πέρατι καὶ τὸ ἀρχῇ εἶναι, εἰ καὶ ἄμφω περὶ ἓν ὑποκείμενον), καθὸ δὲ ὡς συνέχον, κατὰ τοῦτο ἓν ἀκριβῶς κατά τε τὸ ὑποκείμενον καὶ τὸν λόγον. καθάπερ ἐπὶ τῶν μαθηματικῶν γραμμῶν ἡ στιγμή· εἰ μὲν διαιροῦσαν αὐτὴν λαμβάνοιμεν, ἄλλη καὶ ἄλλη τῷ λόγῳ καὶ τῇ νοήσει, εἰ δὲ ὡς συνέχουσαν, μίαν καὶ τὴν αὐτήν· οὕτω δὴ καὶ | |
25 | τὸ νῦν τῷ μὲν ὑποκειμένῳ πάντως ἕν, τῷ λόγῳ δὲ ἓν καὶ οὐχ ἕν, ἓν μέν, ὅταν ὡς συνέχον λαμβάνηται, οὐχ ἓν δέ, ὅταν ὡς διαιροῦν, δυνάμει δὲ ταὐτά. καὶ αὕτη πρὸς τὴν στιγμὴν διαφορά, ἄμφω γὰρ περὶ ταύτην καὶ τὸ διαιρεῖν καὶ τὸ συνέχειν, τὸ δ’ εἶναι οὐ ταὐτὸν τῷ τε διαιροῦντι καὶ τῷ συνέχοντι. τὸ μὲν οὖν κυρίως νῦν τοῦτό ἐστιν. | |
30 | Λέγεται δὲ καὶ ἄλλως τὸ νῦν. ὁ γὰρ ἐφ’ ἑκάτερα παρακείμενος τῷ τοιούτῳ χρόνος ὅ τε παρελθὼν καὶ ὁ μέλλων καὶ ἐγγὺς ὢν καὶ αὐτὸς | |
λέγεται νῦν κατὰ τὴν γειτνίασιν πρὸς τὸ ἀκριβῶς νῦν. ἥξει γὰρ ὁ δεῖνα | 157 | |
5,2158 | νῦν, ὅτι τήμερον, καὶ ἦλθε νῦν, ὅτι τήμερον· τὰ δ’ ἐν Ἰλίῳ οὐ γέγονε νῦν, οὐδὲ ὁ κατακλυσμὸς νῦν, καίτοι συνεχὴς ὁ χρόνος εἰς ταῦτα, ἀλλ’ ὅτι πόρρω τοῦ παρόντος νῦν. Τὸ δὲ ποτὲ χρόνος ὡρισμένος ὑπὸ τοῦ παρόντος νῦν καὶ τοῦ προ‐ | |
5 | τέρου καὶ τοῦ ὑστέρου, οἷον ποτὲ ἐλήφθη Τροία καὶ ποτὲ ἔσται κατα‐ κλυσμός. δεῖ γὰρ πεπεράνθαι καὶ ὡρίσθαι πρὸς τὸ νῦν τὸ πρότερον νῦν καὶ τὸ ὕστερον, ἐφ’ ὧν τὸ ποτὲ λέγεται. σημεῖον δέ· ἐφ’ ὧν γὰρ ὁρίσαι οὐ δυνάμεθα, οὐ λέγομεν εἰδέναι πότε· εἰ δὴ πᾶς ὁ λαμβανόμενος χρόνος τὸ ποτὲ κατηγορούμενον ἔχει, πᾶς ὁ λαμβανόμενος ὥρισται. ἆρ’ οὖν ὑπολείψει | |
10 | ποτὲ ἢ οὔ, ἐπείπερ οὐδὲ ἡ κίνησις; ἄλλος οὖν ἢ ὁ αὐτὸς πολλάκις; ἢ δῆλον ὅτι ὡς ἂν ἡ κίνησις, οὕτως καὶ ὁ χρόνος; εἰ μὲν γὰρ ἡ αὐτὴ καὶ μία γίνεταί ποτε, ἔσται καὶ ὁ χρόνος εἷς καὶ ὁ αὐτός· εἰ δὲ μή, οὐκ ἔσται. δῆλον δὲ ἐκ τοῦ νῦν, ὅτι ἄλλος καὶ ἄλλος· ἐπεὶ γὰρ τὸ νῦν ἅμα ἀρχὴ καὶ τελευτή, δῆλον ὅτι ἄλλου καὶ ἄλλου· οὐ γὰρ δὴ τοῦ αὐτοῦ· ἅμα γὰρ ἂν εἴη περὶ ταὐτὸ τὰ ἀντικείμενα. καὶ οὐχ | |
15 | ὑπολείψει δὴ ὁ χρόνος, ἀεὶ γὰρ ἐν ἀρχῇ· ἀεὶ δὲ ἐν ἀρχῇ, ὅτι καὶ ἀεὶ ἐν τῷ νῦν. Τὸ δὲ ἤδη ἐγγύς ἐστι τοῦ παρόντος νῦν ἀτόμου, μέρος τοῦ μέλλοντος χρόνου. πότε βαδίζει; ἤδη, ὅτι ἐγγὺς ὁ χρόνος ἐν ᾧ μέλλει. καὶ τοῦ παρελθόν‐ τος χρόνου αὖ τὸ μὴ πόρρω τοῦ νῦν. πότε βεβάδικας; ἤδη, ὅτι τήμερον ἢ χθές. τὸ δὲ Ἴλιον φάναι ἤδη ἑαλωκέναι οὐ λέγομεν, ὅτι λίαν πόρρω τοῦ νῦν. | |
20 | Καὶ τὸ ἄρτι τὸ ἐγγὺς τοῦ παρόντος νῦν μόριον τοῦ παρελθόντος· πότε ἦλθες; ἄρτι, καὶ ἐὰν ᾖ ὁ χρόνος ἐγγὺς τοῦ ἐνεστῶτος νῦν. πάλαι δὲ τὸ πόρρω. τὸ δὲ ἐξαίφνης λέγεται μὲν καὶ ἐπὶ τῶν ἀπροσδοκήτως γιγνομέ‐ νων, λέγεται δὲ μάλιστα ἐπὶ τῶν ἐν ὀλίγῳ χρόνῳ καὶ διὰ σμικρότητα σχεδὸν ἀναισθήτως ἐξισταμένων. | |
25 | Ἐπειδὴ δὲ ἐν τῷ χρόνῳ πάντα καὶ τὰ γινόμενα γίνεται καὶ τὰ φθει‐ ρόμενα φθείρεται, εἰκότως οἱ μὲν σοφώτατον, οἱ δὲ ἀμαθέστατον λέγουσιν | |
εἶναι τὸν χρόνον· Σιμωνίδης μὲν γὰρ σοφώτατον, ὅτι γίνονται ἐπιστήμονες | 158 | |
5,2159 | ὑπὸ χρόνου, Πάρων δὲ ἀμαθέστατον, ὅτι καὶ ἐπιλανθάνονται ὑπὸ χρόνου, πολὺ λέγων οὗτος ὀρθότερον· μεταβολὴ γὰρ πᾶσα φύσει ἐκστατικόν. δῆλον οὖν, ὅτι φθορᾶς μᾶλλον αἴτιος καθ’ αὑτόν ἐστιν ἢ γενέσεως, καθάπερ ἐλέχθη καὶ πρότερον· καὶ γὰρ ἡ κίνησις καὶ ἡ μεταβολὴ καθ’ αὑτὴν μὲν | |
5 | ἐξίστησι τοῦ προϋπάρχοντος· ἐπειδὴ δ’ ἐνίοτε συμβαίνει τισὶν ἐξισταμένοις τῆς προτέρας αὑτῶν οὐσίας μεταβάλλειν εἰς ἑτέραν, τούτοις ἂν καὶ γενέ‐ σεως αἰτία γίνοιτο κατὰ συμβεβηκὸς ἥ τε κίνησις καὶ ὁ ταύτης ἀριθμός, λέγω δέ, ὅτι τοῖς μὲν γινομένοις οὐ μόνον ὁ χρόνος ἀρκεῖ πρὸς τὴν γένε‐ σιν, ἀλλὰ προσδεῖταί τινος ἐνεργείας, ὑφ’ ἧς γίνεται, οἷον τέχνης ἢ φύσεως | |
10 | ἢ διδασκαλίας ἢ πράξεως, τοῖς δὲ φθειρομένοις αὐτὸς ἀρκεῖ μόνος πρὸς τὴν φθοράν, κἂν ἔξωθεν αἰτία μηδεμία προσῇ, ὡς τοῖς ἐν χρόνῳ σηπομέ‐ νοις. καὶ ταύτην μάλιστα λέγειν εἰώθαμεν ὑπὸ τοῦ χρόνου γίνεσθαι τὴν φθοράν. οὐ μὴν οὐδὲ ταύτην ὁ χρόνος ποιεῖ, ἀλλὰ συμβαίνει καὶ τὴν τοιαύτην ἐν χρόνῳ γίγνεσθαι τὴν μεταβολήν· ἡ δὲ ἑκάστου φύσις καὶ ἡ | |
15 | ὑποκειμένη ὕλη καὶ τούτοις τῆς φθορᾶς αἰτία· μέτρα γὰρ ἑκάστου τῶν γενέσει ὑπὸ τῆς φύσεώς ἐστιν ὡρισμένα καὶ αὐξήσεως καὶ ἀκμῆς καὶ παρακμῆς. ὅτι μὲν οὖν ἔστιν ὁ χρόνος καὶ τί καὶ ποσαχῶς λέγεται τὸ νῦν καὶ τὸ ποτὲ καὶ τὸ ἄρτι καὶ τὸ ἤδη καὶ τὸ πάλαι καὶ τὸ ἐξαίφνης, εἴρηται. | |
20 | Τούτων δὲ ἡμῖν οὕτω διωρισμένων φανερόν, ὅτι πᾶσα μεταβολὴ καὶ πᾶν τὸ κινούμενον ἀνάγκη κινεῖσθαι ἐν χρόνῳ· τὸ γὰρ θᾶττον καὶ τὸ βραδύτερον κατὰ πᾶσάν ἐστι μεταβολήν, τὸ δὲ θᾶττον οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ πρότερον μεταβάλλον εἰς τὸ ὑποκείμενον· λέγω δὲ ὑποκείμενον, εἰς ὃ ἡ κίνησις γίνεται, οἷον τόπον ἢ σχῆμα ἢ πάθος. ἵνα γὰρ σαφέστερον εἴπω‐ | |
25 | μεν, ἐπὶ τῆς κατὰ τόπον φορᾶς, ὅταν τὸ ἴσον διάστημα δύο τινὰ κινῆται κίνησιν ὁμαλήν, θᾶττον λέγεται κινεῖσθαι τοῦτο, ὃ πρότερον διέξεισι τὸ | |
διάστημα. δεῖ δὲ καὶ τὸ διάστημα ταὐτὸν ὑποκεῖσθαι τοῖς κινουμένοις, | 159 | |
5,2160 | οἷον εὐθεῖαν ἢ περιφερῆ γραμμὴν ἀμφοτέροις καὶ ὁμαλὴν τὴν κίνησιν ἄμφω κινεῖσθαι. οὕτως γὰρ ἂν τὸ θᾶττον γνωρίζοιτο τῷ πρότερον ἐφι‐ κέσθαι τοῦ πέρατος, ἐπεὶ παρὰ τὴν θατέρου τούτων διαφορὰν συμβαίη ποτ’ ἂν καὶ τὸ βραδύτερον κινούμενον πρότερον μεταβάλλειν καὶ τὸ θᾶττον | |
5 | ὕστερον. ἀλλὰ τούτων μὲν ἔξωθεν ἠκριβολογήσθω. ὅτι δ’ οὖν ἡ πᾶσα κίνησις τὸ θᾶττον ἔχει καὶ τὸ βραδύτερον, ὃ τὸ πρότερόν ἐστιν καὶ τὸ ὕστερον, ἐν χρόνῳ ἐστίν· πρότερον γὰρ καὶ ὕστερον λέγεται κατὰ τὴν πρὸς τὸ νῦν ἀπόστασιν· τὸ γὰρ νῦν ὅρος τοῦ παρελθόντος καὶ τοῦ μέλλοντος· ὥστε, ἐπεὶ τὸ νῦν ἐν χρόνῳ, 〈καὶ τὸ πρότερον καὶ ὕστερον ἐν χρόνῳ〉 | |
10 | ἔσται· ἐν ᾧ γὰρ τὸ νῦν, καὶ ἡ τοῦ νῦν ἀπόστασις. δῆλον ὡς, ὅπερ λέγομεν, ἀληθές· εἰ γὰρ πᾶσα κίνησις τὸ πρότερον καὶ τὸ ὕστερον ἔχει, ταῦτα δὲ ἐν χρόνῳ, καὶ πᾶσα κίνησις ἐν χρόνῳ. Διὰ τί δὲ ὁ χρόνος ἐν παντὶ δοκεῖ εἶναι καὶ ἐν γῇ καὶ ἐν θαλάττῃ καὶ ἐν οὐρανῷ; ὅτι κινήσεώς τι πάθος ἢ ἕξις ἐστίν· τὸ γὰρ ἀριθμούμενον | |
15 | αὐτῆς ὁ χρόνος, τὰ δὲ προειρημένα πάντα κινητά· ἐν τόπῳ γὰρ ἅπαντα ἢ καθ’ ὅλα ἢ κατὰ μόρια καὶ συνέζευκται ἀλλήλοις ἥ τε κίνησις καὶ ὁ χρόνος, ὥστε ἐν οἷς ἐκείνη, καὶ οὗτος. τὸ δὲ ὅπερ λέγω δυνάμει καὶ ἐνεργείᾳ. ὅσα μὲν γὰρ δυνάμει κινητά, δυνάμει καὶ ἐν χρόνῳ ἐστίν, ὡς τὰ ἠρεμοῦντα· ὅσα δὲ ἐνεργείᾳ, ἐνεργείᾳ ἐν τῷ χρόνῳ. ἀλλ’ εἰ τὸ ἀριθμού‐ | |
20 | μενον τῆς κινήσεως χρόνος ἐστίν, ἆρα, εἰ τὸ ἀριθμοῦν μὴ εἴη, δυνατὸν εἶναι τὸ ἀριθμούμενον; εἰ δὲ μηδὲν ἄλλο πέφυκεν ἀριθμεῖν ἢ ψυχὴ καὶ ψυχῆς ὁ νοῦς, ἆρα μὴ οὔσης ψυχῆς δυνατὸν εἶναι τὸν χρόνον; εἰ τοίνυν διχῶς λέγεται ὁ ἀριθμός, τό τε ἀριθμητὸν καὶ τὸ ἀριθμούμενον, τὸ μέν, τὸ ἀριθμητὸν δηλαδή, δυνάμει, τὸ δὲ ἐνεργείᾳ, ταῦτα δὲ οὐκ ἂν ὑποσταίη | |
25 | μὴ ὄντος τοῦ ἀριθμήσοντος μήτε δυνάμει μήτε ἐνεργείᾳ, φανερὸν ὡς οὐκ ἂν ὁ χρόνος εἴη μὴ οὔσης ψυχῆς. καίτοι φησί γε ὁ Βοηθὸς ‘οὐδὲν κωλύει τὸν ἀριθμὸν εἶναι καὶ δίχα τοῦ ἀριθμοῦντοσ‘, ὥσπερ οἶμαι τὸ αἰσθητὸν καὶ δίχα τοῦ αἰσθανομένου. σφάλλεται δέ· ἅμα γὰρ τὰ πρός τι καὶ τὰ δυνάμει πρὸς τὰ δυνάμει, ὥστε εἰ μὴ καὶ ἀριθμητικόν, οὐδὲ τὸ ἀριθμητόν, | |
30 | ἀλλ’ ᾧ συμβέβηκεν ἀριθμητῷ εἶναι, τοῦτο εἶναι ἐνδέχεται καὶ χωρὶς τοῦ | 160 |
5,2161 | ἀριθμοῦντος, οὐ μὴν ἀριθμητόν, οὐδὲ ὡς ἀριθμητόν, ὥστε κίνησιν μὲν ἐνδέχεται εἶναι καὶ χωρὶς τοῦ ἀριθμεῖσθαι, τὸ δὲ πρότερον αὐ‐ τῆς καὶ τὸ ὕστερον διαλαμβάνεσθαί τε καὶ διακρίνεσθαι, ὧν ἡ διάληψις καὶ διάκρισις καὶ ἀριθμὸς τὸν χρόνον ποιεῖ, πῶς δυνατὸν μὴ οὔσης ψυχῆς; | |
5 | μᾶλλον δὲ οὐδὲ κίνησιν εἶναι δυνατὸν ἄνευ ψυχῆς· ἀρχὴ μὲν γὰρ πάσης κινήσεως ἡ κυκλοφορία· ὑπὸ γὰρ ταύτης ἀλλοιοῦται τὰ πάθη τὰ σωματικὰ καὶ αὔξει καὶ φθίνει, αὕτη δὲ ὑπὸ νοῦ καὶ κατ’ ὄρεξιν. καὶ τῶν ζῴων δὲ ἡ κίνησις ψυχῆς ἔργον ἐστίν, πάσης δὲ κινήσεως ἀριθμὸς ὁ χρόνος· πᾶσα γὰρ κίνησις ἔχει καὶ τὸ πρότερον καὶ τὸ ὕστερον, εἴγε συνεχὴς καὶ μία οὐ | |
10 | μόνον ἡ κατὰ τόπον φορά, ἀλλὰ καὶ αὔξησις καὶ φθίσις καὶ γένεσις καὶ ἀλλοίωσις. πῶς οὖν οὐχ ἅμα πλείους οἱ χρόνοι, ὅταν ἅμα πλείους κινή‐ σεις; εἴγε πάσης κινήσεως ἀριθμὸς ὁ χρόνος ἢ τὸ νῦν ταὐτὸν ἐν πάσαις καὶ ἓν κατ’ ἀριθμόν, κἂν ἡ μὲν φορά, ἡ δὲ ἀλλοίωσις ᾖ. τὸ δὲ νῦν ἐστιν ἐν πάσαις τὸ ἀριθμούμενον καὶ τὸ πρότερόν τε καὶ ὕστερον λαμβανό‐ | |
15 | μενον, ὥστε εἰ τοῦτο ταὐτὸν ἐν πάσαις, εἰκότως ὁ αὐτὸς ἐν πάσαις ὁ χρόνος. εἰ μὲν γὰρ ἄλλως συμβεβηκὸς ἦν ταῖς κινήσεσιν ὁ χρόνος, εὐλό‐ γως ἂν ἐκείναις συνδιῃρεῖτο· ὥσπερ γὰρ τὸ λευκὸν ἢ μέλαν τοῖς σώμασιν· ἐπειδὴ δὲ καὶ τὸ ἀριθμούμενον αὐτῶν ἐστιν καὶ τὸ ποσόν, οὐδὲν κωλύει τοῦτο ταὐτὸν εἶναι καὶ ἓν ἐν τοῖς πλείοσιν. ὥσπερ δὲ καὶ ἐπὶ τοῦ μονα‐ | |
20 | δικοῦ ἀριθμοῦ ταὐτόν ἐστιν οἶμαι τὸ ἀριθμούμενον, κἂν πλείω τὰ ἀριθμητὰ καὶ διαφέροντα ἀλλήλων ὑπάρχωσιν (οἱ μὲν γὰρ κύνες, οἱ δὲ ἵπποι, ἑκά‐ τεροι δὲ ἑπτά, ταὐτὸν τὸ ἀριθμούμενον), οὕτως δὲ καὶ τῶν κινήσεων τῶν ἅμα ὁ αὐτὸς χρόνος, ἀλλ’ οὐχ ἡ αὐτὴ ταχυτής, οὐδὲ ὁ αὐτὸς τόπος· οὐ γὰρ δὴ κατὰ ταὐτὰ ἀριθμούμενοι τὸν χρόνον ποιοῦσι, λέγω δὲ τάχος ἢ | |
25 | βραδυτῆτα ἢ διαφοράν τινα ἑτέραν, οἷον εἰ ἡ μὲν ἀλλοίωσις, ἡ δὲ φορά, ἡ δὲ αὔξησις εἴη, ἀλλὰ κατὰ μόνον τὸ πρότερον καὶ ὕστερον, ὅπερ ταὐτὸν ἐν πάσαις ταῖς ἅμα. ἃ μὲν οὖν Ἀριστοτέλης φησί, ταῦτά ἐστιν· ἃ δ’ ἄν τις ἀπορήσειε πρὸς τὰ εἰρημένα, εἰς κοινὸν προκείσθω σκοπεῖν. Εἰ τὸ πρότερόν 〈τε καὶ ὕστερον〉 πρῶτόν ἐστιν ἐν τῷ μεγέθει καὶ τῷ | |
30 | διαστήματι, ἐφ’ οὗ ἡ κίνησις, εἶθ’ οὕτως ἐν τῷ χρόνῳ, πῶς ἐπὶ τῆς | |
αὐξήσεως καὶ τῆς ἀλλοιώσεως τὸ πρότερόν τε καὶ ὕστερον; οὐ γὰρ ἐν | 161 | |
5,2162 | διαστήματί γε αὗται, οὐδὲ ποθέν ποι [ἄλλο], ἀλλὰ ὁλόκληρον τὸ σῶμα θερμαίνεται κατ’ ὀλίγον καὶ ὁλόκληρον αὐξάνεται. πόθεν οὖν ἐπὶ τούτων ἕξει τὸ πρότερόν τε καὶ ὕστερον ὁ χρόνος, ὥσπερ ἐπὶ τῆς φορᾶς ἐκ τοῦ διαστήματος καὶ τῆς θέσεως; πῶς δὲ μὴ ἔχων παρ’ αὐτῶν τὸ πρότερόν | |
5 | τε καὶ ὕστερον τὸν ἀριθμὸν αὐτῶν ἕξει; ἀλλ’ ἴσως ἐπὶ μὲν τῆς αὐξήσεως ἐξείποι τις ἂν εἶναι τὸ ποθέν ποι· ἀπὸ γὰρ τοῦ ἐλάττονος εἰς τὸν μεί‐ ζονα τόπον ἡ μεταβολή· ἐπ’ ἀλλοιώσεως δὲ καὶ γενέσεως καὶ φθορᾶς τί ἐροῦμεν; ἄντικρυς γὰρ ἐπὶ τούτων ἐξ αὑτοῦ τὸ πρότερόν τε καὶ ὕστερον ὁ χρόνος οἴσει. ἢ τοίνυν μόνην μετρεῖ προηγουμένως τὴν κατὰ τόπον | |
10 | κίνησιν, ἢ εἰ καὶ τὰς ἄλλας προηγουμένως, οὐδὲν προσδεῖται τοῦ τῇ θέσει προτέρου τε καὶ ὑστέρου. ἔπειτα εἰ κοινὸς πάσης κινήσεως ἀριθμός, ὁ χρόνος φαίνεται οὐ παρὰ τῆς κινήσεως τὸ εἶναι ἔχων· εἰ γὰρ μὴ παρὰ τῆσδε ἢ τῆσδε, οὐδὲ παρὰ κινήσεως ὅλως· ἄτοπον γὰρ τὸ λέγειν, ὅτι τὸ πρότερόν τε καὶ ὕστερον ταὐτὸν ἐν πάσαις κινήσεσιν· αὐτὸ γὰρ τοῦτο ζητητέον ἐστί, | |
15 | πῶς ταὐτὸ τὸ νῦν, πότερον γένει ἢ εἴδει ἢ ἀριθμῷ. εἰ μὲν γὰρ γένει ἢ εἴδει, πλείω δήπου κατ’ ἀριθμόν· εἰ δὲ ἓν ἀριθμῷ, πῶς τῶν κατ’ ἀριθμὸν διαφερόντων ἓν κατ’ ἀριθμὸν πάθος; οὕτως δὲ καὶ αὐτὸς ὀνομάζει τὸν χρόνον τῆς κινήσεως· ἀμήχανον γὰρ ταὐτὸν καὶ ἓν κατ’ ἀριθμὸν ὑπάρχειν πλείοσιν. οὕτως γὰρ ἂν ἓν ἅμα καὶ οὐχ ἓν γενήσεται· ὡς, | |
20 | εἰ πλείω τὰ νῦν ἐπὶ τῶν πλειόνων κινήσεων, ἐπὶ τῶν ἅμα τὰ ἅμα, πρᾶγμα οὐδ’ εἰς ἐπίνοιαν ἐλθεῖν δυνάμενον· εἰ δὲ μή, ταὐτὸν οὐδέν ἐστι τῆς κινήσεως ὁ χρόνος· οὐδὲ γὰρ ἐκεῖνο ἔχοι ἄν τινα λόγον, ὅτι ὥσπερ τὸ ἀριθμούμενον ταὐτὸν ἐν τοῖς δέκα ἵπποις καὶ τοῖς δέκα προβάτοις, οὕτως καὶ ἐν ταῖς κινήσεσιν· οὐδὲ γὰρ ταὐτὸν τὸ ἀριθμούμενον, εἰ μὴ τῷ λόγῳ | |
25 | μόνον, ὅτι [ὅπερ] ἄμφω δέκα, ὅπερ ἡμετέρα ἐπίνοια καὶ θεωρία τοῦ ἐν | 162 |
5,2163 | τοῖς διαφέρουσιν ὁμοίως· ὑπόστασις δὲ οὐδεμία καθ’ ἑαυτήν. τοῦτο δὲ ἐπὶ τοῦ χρόνου πῶς εὔλογον ἔννοιαν εἶναι τῆς ἡμετέρας ψυχῆς τὸν χρόνον, φύσιν δὲ οἰκείαν μὴ ἔχειν, ὥσπερ ἔοικεν ἐνδώσειν Ἀριστοτέλης, ὅταν συγχωρῇ μὴ οὔσης ψυχῆς μηδὲ τὸν χρόνον ὑπάρχειν, ἐπεὶ καὶ τὸ μέτρον | |
5 | καὶ τὸ ἀριθμὸν λέγειν τὸν χρόνον τοιαύτην ἐστὶν ἐπίνοιαν ἐνδιδόντος. ὥσπερ γάρ φησι Βοηθός, οὐδὲν μέτρον ὑπὸ τῆς φύσεως γίνεται, ἀλλ’ ἡμέτερον ἤδη καὶ τὸ μετρεῖν καὶ τὸ ἀριθμεῖν ἔργον ἐστίν. ταῦτα μὲν οὖν ἐξετάζειν πολλάκις τε χρῆν καὶ ἀβασανίστως μὴ παραδέχεσθαι, ἀλλ’ ἐπειδὴ μετρεῖται ἕκαστον τῶν μετρητῶν ἑνὶ συγγενεῖ, μονάδες μονάδι, γραμμαὶ | |
10 | γραμμῇ, μετρητόν τε καὶ ὁ χρόνος, δῆλον ὡς καὶ ὁ χρόνος ἂν ὑπό τινος ὡρισμένου χρόνου μετροῖτο. τίς οὖν οὗτος, ἐπισκεπτέον. φανερὸν τοίνυν, ὅτι καὶ οὗτος κινήσεώς τινος ἔσται μέτρον. πᾶς γὰρ χρόνος μέτρον κινήσεως· εἰ δὴ λάβοιμέν τινα κίνησιν, ἣ τῶν ἄλλων κινήσεων ἔσται μέτρον, δῆλον ὅτι καὶ ὁ ταύ‐ της χρόνος τοῦ χρόνου μέτρον φανήσεται. τίς οὖν αὕτη ἡ κίνησις; ἀλλοίωσις μὲν | |
15 | οὖν ἢ αὔξησις ἢ γένεσις οὐ πάντη εἰσὶν ὁμαλεῖς, φορὰ δέ ἐστι καὶ φορᾶς ἡ τοῦ παντὸς κυκλοφορία, ἅμα δὲ καὶ γνωριμώτατος ὁ ταύτης ἀριθμός. αὕτη ἄρα μέ‐ τρον ἐστὶν τῶν κινήσεων, μέτρον δὲ γίνεται ἀριθμηθεῖσα ὑπό τινος χρόνου καὶ γενομένη τοσήδε· ὁ γὰρ ἐνιαυτὸς καὶ ὁ μὴν καὶ ἡ ἡμέρα χρόνου τε ὀνό‐ ματα καὶ ὅροι τοσῆσδε κινήσεως, οἷον ἡ ὥρα χρόνος † χρόνος μέν | |
20 | ἐστιν, ὁρίζεται δὲ τοσήνδε κίνησιν τῆς περιφορᾶς τοῦ παντὸς καὶ τοῦ ἡλίου, ὁρίσασα δὲ μέτρον αὐτὴν πασῶν εἶναι ἐποίησε τῶν κινήσεων· καὶ οὐ μόνον τῶν κινήσεων, ἀλλὰ καὶ τοῦ χρόνου τοῦ πλείονος. αὐτὸς γὰρ μετρεῖ τὸν χρόνον· μέτρον γὰρ ἡ μὲν ὥρα τῆς ἡμέρας, ἡ δὲ ἡμέρα τοῦ μηνός, ὁ δὲ μὴν τοῦ ἐνιαυτοῦ, αὐτὸν δὲ ἀντιμετρεῖ πάλιν ἡ τοσήδε περιφορά. τοῦτο | |
25 | δὲ καὶ ἐκ τῆς ἐναργείας δῆλόν ἐστιν. χρόνου μὲν γὰρ μέτρα ἐνιαυτοὶ μῆνες ἡμέραι ὧραι, ταῦτα δὲ τοσαίδε κινήσεις τῆς τοῦ ἡλίου περιφορᾶς. οὐκ ἀλόγως οὖν ἔδοξέ τισι χρόνον εἶναι τὴν κίνησιν τῆς περιφορᾶς τοῦ οὐρανοῦ, ὅτι ταύτῃ μετροῦνται αἱ ἄλλαι κινήσεις καὶ τῷ αὐτῆς χρόνῳ. | |
πόσον χρόνον τὸ Ἴλιον ἑάλω; δέκα ἔτεσι, τοῦτο δέ ἐστι τοσαίδε περιφοραὶ | 163 | |
5,2164 | τοῦ ἡλίου. διὰ τοῦτο δὲ καὶ τὸ εἰωθὸς λέγεσθαι οὐ φαύλως λελέξεται κύκλον εἶναι τἀνθρώπεια πράγματα, τοῦτο δέ, ὅτι πάντα χρόνῳ κρίνεται καὶ λαμβάνει ἀρχὴν καὶ τελευτήν, ὥσπερ κατά τινα περίοδον τοῦ χρόνου· ὁ δὲ χρόνος κύκλος εἶναι δοκεῖ, διότι τοιαύτης φορᾶς ἐστι μέτρον καὶ ἀντι‐ | |
5 | μετρεῖται ὑπ’ αὐτῆς, οὐδὲν δὲ ἄλλο δοκεῖ εἶναι τὸ μετρούμενον ἢ πολλὰ | |
μέτρα, οἷον πολλοὶ πήχεις τὸ στάδιον. | 164 | |
5,2t163-180 | ΘΕΜΙΣΤΙΟΥ ΠΑΡΑΦΡΑΣΙΣ ΕΙΣ ΤΟ Ε ΦΥΣΙΚΗΣ ΑΚΡΟΑΣΕΩΣ. | |
5,2165(2) | Ἐπεὶ δὲ τὰ μὲν καθ’ αὑτὰ μεταβάλλει, τὰ δὲ κατὰ συμβεβηκός, τὰ δὲ κατὰ μόριον, ἀνάγκη ταῦτα προδιελέσθαι. τὰ μὲν οὖν κατὰ συμ‐ βεβηκὸς μεταβάλλοντα τοιαῦτά ἐστιν, οἷον ὅταν λέγωμεν τὸ μουσικὸν | |
5 | βαδίζειν ἢ ψύχεσθαι ἢ θερμαίνεσθαι· οὐ γὰρ ᾗ μουσικός, ἀλλ’ ᾧ συμ‐ βέβηκεν εἶναι μουσικῷ, οὗτος βαδίζει. πάλιν ὁ τόπον ἐκ τόπου, κατὰ συμ‐ βεβηκὸς δὲ καὶ οὗτος· ἐν ᾧ γάρ ἐστιν, τοῦτο καθ’ αὑτὸ μεταβάλλει. κατὰ μόριον δὲ ταῦτα κινεῖσθαι λέγεται καὶ μεταβάλλειν· ὑγιάζεται γὰρ τὸ σῶμα, ὅτι ὁ ὀφθαλμὸς ἢ θώραξ. καθ’ αὑτὰ δὲ ἐκεῖνα μόνα κινεῖται, ἃ | |
10 | μήτε κατὰ συμβεβηκὸς μήτε κατὰ μόριον μεταβάλλει, ὡς ὁ ἵππος τρέχει καὶ ἅπτεται τὸ ἱμάτιον καὶ θερμαίνεται ὅλον τὸ ξύλον καὶ ὁ ὀφθαλμὸς ὑγιάζεται· οὐ γὰρ πάντα πᾶσαν κίνησιν καθ’ αὑτὸ κινητά, ἀλλὰ τὰ μὲν μεταβαίνει μόνον, ὡς τὰ οὐράνια, τὰ δὲ ἀλλοιοῦται μόνον, ὡς ὁ θώραξ, ὡς ὁ ὀφθαλμός· εἴποις δ’ ἂν καὶ τῶν κινούντων τὰ μὲν κατὰ συμβεβηκὸς | |
15 | κινεῖν, ὡς τὸν μουσικὸν οἰκοδομεῖν, τὰ δὲ κατὰ μέρος, ὡς τὸν ἀλοῦντα κινεῖν τὴν μύλην, τὰ δὲ καθ’ αὑτά, ὅσα κατὰ μηδένα τούτων τῶν τρόπων. πέντε δὲ τούτων περὶ τὰ καθ’ αὑτὰ κινούμενα θεωρουμένων, τοῦ κινοῦντος, τοῦ κινουμένου, τοῦ χρόνου, ἐν ᾧ ἡ κίνησις, ἐξ οὗ μεταβάλλει, εἰς ὅ, ἐν τίνι τούτων ἡ κίνησις; ὅτι μὲν οὖν οὐκ ἐν τῷ κινοῦντι, προαπεδείξαμεν, | |
20 | καὶ ὅτι μηδὲ ἐν τῷ χρόνῳ. ἀλλ’ οὐδ’ ἐξ οὗ γίνεται ἡ μεταβολή, οἷον ὅταν | |
ἐκ λευκοῦ μελαίνηται· οὐδὲ γὰρ ὀνομάζεται ἡ κίνησις ἐξ ἐκείνου, ἀλλ’ ἐκ | 165 | |
5,2166 | θατέρου μᾶλλον, εἰς ὃ πρόεισι καὶ μεταβάλλει (οὕτω γὰρ μελαίνεσθαι λέγεται, ὅτι εἰς μέλαν μεταβάλλει), καὶ οὐ λευκαίνεσθαι καίτοι ἐκ λευκοῦ· διὰ τοῦτο γὰρ καὶ ἡ φθορὰ οὕτως ὀνομάζεται, ὅτι εἰς τὸ μὴ ὂν 〈καίτοι ἐξ ὄντος καὶ ἡ γένεσις εἰς ὂν〉 καίτοι ἐκ μὴ ὄντος. λείπεται τοίνυν ἐπι‐ | |
5 | ζητεῖν, ἐν ποτέρῳ τοῖν δυεῖν ἡ κίνησις, εἴτε ἐν τῷ κινουμένῳ καθ’ αὑτὸ εἴτε ἐν τοῖς εἴδεσι καὶ τοῖς πάθεσιν, εἰς ἃ γίνεται ἡ μεταβολή. ἱκανῶς μὲν οὖν καὶ πρότερον ἐπεδείξαμεν, ὡς ἡ κίνησις ἐν μόνῳ τῷ κινουμένῳ, ἐξήρκει δὲ καὶ τοῦ ὁρισμοῦ τῆς κινήσεως ὑπομνήσαντας ἀπηλλάχθαι (ἔφαμεν γὰρ τὴν κίνησιν ἐντελέχειαν εἶναι τοῦ κινητοῦ), ὅμως δὲ ἄξιον ἐπισκέψασθαι, | |
10 | εἰ ἔστιν ὅλως κίνησις ἐν τοῖς εἴδεσι καὶ τοῖς πάθεσιν ἢ τοῖς τόποις, εἰς ἃ τὰ κινούμενα ἅπαντα κινεῖται. ἀλλὰ περὶ μὲν τῶν τόπων, ὅτι ἀκίνητοι, δῆλόν ἐστιν· μεμνήμεθα γὰρ αὐτῶν τῆς πρὸς τὰ ἀγγεῖα διαφορᾶς. δόξειε δ’ ἂν τὰ πάθη κινήσεις εἶναι οἷον λευκότης μελανία θερμότης ψυχρότης· εἰ δὲ τοῦτο ἀληθὲς ἐπὶ τῶν τοιούτων, ἡ κίνησις εἰς κίνησιν ἂν εἴη μετα‐ | |
15 | βολή. οὕτω δὲ ἔσται τι, καὶ ὅτε μεταβέβληκεν, ἔτι κινούμενον, εἴγε εἰς κίνησιν μεταβέβληκεν, ἢ ὅτε γέγονεν ἐν κινήσει, μηκέτι εἶναι κινούμενον. ἀλλὰ δῆλον, ὡς οὐ κατ’ αὐτὰ τὰ πάθη κίνησις, ἀλλὰ τὸ πάσχειν καὶ ἡ κατ’ αὐτὰ μεταβολὴ καὶ οὐχ ἡ λευκότης, ἀλλ’ ἡ λεύκανσις. ὅτι μὲν οὖν οὐ κινεῖται οὐδὲ ἔχει κίνησιν οὐδὲ εἶδος οὐδὲν οὔτε πάθος, δῆλον ἐκ τού‐ | |
20 | των· κινεῖν δὲ λέγεται ἔνια τῶν εἰδῶν, οἷον ἡ ψυχὴ τὸ ζῷον, ἡ βαρύτης τὸν λίθον, ἀλλ’ ὅμως οὐδὲ ταῦτα κινεῖται καθ’ αὑτά, ἡνίκ’ ἂν εἰς αὐτὰ γένηται ἡ μεταβολή· οὐ γὰρ ἡ βαρύτης πήγνυσι τὴν λιθουμένην ἀναθυ‐ μίασιν. εἰ δ’ ἄρα, † κἀκεῖνοι ἤ τινα ἐξ ἀνάγκης. ἀλλ’ ὅτι γε ἡ κίνησις ἐν τοῖς κινουμένοις οὐκ ἐν τοῖς κινοῦσίν ἐστιν, ὁ λόγος ἐξεύρετο. | |
25 | τοῦτο μὲν οὕτως ἡμῖν διωρίσθω· προσθετέον δὲ ἔτι καὶ ταῦτα τοῖς ἄλλως φιλομαθέσιν, ὡς τὸ κατὰ συμβεβηκὸς καὶ τὸ κατὰ μέρος καὶ τὸ καθ’ αὑτὸ καὶ περὶ τούτων λέγεται, εἰς ἃ γίνεται ἡ μεταβολή, οἷον τὸ λευκαινόμενον | |
εἰς τὸ νοούμενον μεταβάλλει κατὰ συμβεβηκός (τῷ γὰρ χρώματι συμβέβηκε | 166 | |
5,2167 | τὸ νοεῖσθαι), εἰς δὲ χρῶμα κατὰ μέρος (μέρος γὰρ τοῦ χρώματος τὸ λευκόν)· καὶ εἰς τὴν Εὐρώπην κατὰ μέρος, ὅτι εἰς Ἀθήνας, εἰς μέντοι τὸ λευκὸν χρῶμα ἢ εἰς Ἀθήνας καθ’ ἑαυτό. πῶς μὲν οὖν καθ’ αὑτὸ κινεῖται καὶ πῶς κατὰ συμβεβηκὸς καὶ πῶς κατὰ μόριον, καὶ ὅτι ἡ κίνησις οὐκ ἐν | |
5 | τῷ εἴδει ἀλλ’ ἐν τῷ κινουμένῳ, φανερὸν ἐκ τῶν εἰρημένων. τὴν μὲν οὖν κατὰ συμβεβηκὸς μεταβολὴν καταλειπτέον· οὐ γὰρ ἐν ὡρισμένοις ἐστίν, ἀλλὰ πάντα εἰς ἅπαντα μεταβάλλειν δύναται καὶ ταύτῃ, οἷον καὶ τὸ χρῶμα εἰς μέγεθος καὶ τὸ μουσικὸν εἰς μέλαν· ἀεί τε δύναται περὶ ἕκαστον θεωρεῖ‐ σθαι τῷ πολλὴ καὶ ἄπειρος εἶναι· εἴποις γὰρ ἂν ἀεὶ τὴν λευκότητα μετα‐ | |
10 | βάλλειν, καὶ ὅταν μεταβαίνῃ τὸ σῶμα καὶ ὅταν ψύχηται καὶ ὅταν ὑγραίνηται καὶ ὅταν καίηται. διὰ ταῦτ’ οὖν ἀφείσθω, λέγομεν δὲ περὶ τῆς καθ’ αὑτὸ μεταβολῆς. αὕτη τοίνυν ἐν ὡρισμένοις· ἀεὶ γὰρ εἰς ἐναντία καὶ ἐξ ἐναν‐ τίων καὶ ἐξ ἀντιφάσεως ὅλως· τὸ γὰρ λευκὸν ἐκ μέλανος ἢ ξανθοῦ ἢ ὅλως ἐκ τοῦ οὐ λευκοῦ. καὶ τοῦτο μὲν ἐκ τῆς ἐπαγωγῆς ἂν βεβαιώσαιο. | |
15 | μὴ θορυβείτω δὲ ὑμᾶς, εἰ πρότερον τὰς μεταβολὰς διορίσαντες ἐξ ἀντικει‐ μένου εἰς ἀντικείμενα γίνεσθαι νῦν καὶ μεταξὺ παρειλήφαμεν· χρῆται γὰρ καὶ τούτοις ὡς ἐναντίοις τὰ ἐξ αὐτῶν μεταβάλλοντα· ἐπεὶ γὰρ τὰ μεταξὺ κατὰ μίξιν τε καὶ κρᾶσίν πως τῶν ἐναντίων, ὅταν εἰς θάτερόν τι τῶν ἐναντίων ἐκ τοῦ μεταξὺ μεταβάλλῃ, οὐ καθὸ τούτου μετέχει, γίγνοιτο ἂν ἡ | |
20 | μεταβολή (οὐδὲ γὰρ εἰς αὐτὸ μεταβάλλει), ἀλλὰ καθὸ τοῦ ἐναντίου· ψύχε‐ ται γὰρ τὸ χλιαρὸν οὐ καθόσον μετέχει ψυχρότητος, ἀλλὰ καθόσον ἔνεστιν ἐν αὐτῷ καὶ θερμότης. διὸ καὶ τὸ μέσον πρὸς τὰ ἄκρα κἀκεῖνα πρὸς τοῦτο λέγεταί πως ἐναντία, ὡς ἡ μέση βαρεῖα πρὸς τὴν νήτην καὶ ὀξεῖα πρὸς τὴν ὑπάτην καὶ τὸ φαιὸν λευκὸν πρὸς τὸ μέλαν καὶ μέλαν πρὸς τὸ | |
25 | λευκόν. τούτων τοίνυν οὕτως διωρισμένων καὶ πάσης μεταβολῆς ἔκ τινος εἴς τι γινομένης, ὡς καὶ τοὔνομα ἐμφαίνει σαφῶς, τετραχῶς ἂν μεταβάλλοι τὸ μεταβάλλον· ἢ γὰρ ἐξ ὑποκειμένου εἰς ὑποκείμενον ἢ ἐξ οὐχ ὑποκει‐ μένου εἰς οὐχ ὑποκείμενον ἢ ἐξ ὑποκειμένου εἰς μὴ ὑποκείμενον ἢ οὐκ ἐξ ὑποκειμένου εἰς ὑποκείμενον. λέγω δὲ ὑποκείμενον μὲν τὸ καταφάσει | |
30 | δηλούμενον, κατάφασιν δὲ τὸ θερμόν, τὸ ψυχρόν, τὸ μέλαν, τὸ λευκόν, τὸ | |
ὑπάρχον ὅλως. εἰ δὲ τὸ ὑποκείμενον ἡμῖν κατάφασιν σημαίνει, δῆλον ὡς | 167 | |
5,2168 | τὸ μὴ ὑποκείμενον ἀπόφασιν ἂν σημαίνοι, ὥστε ἀναγκαῖον τῶν εἰρημένων τρεῖς εἶναι τὰς πάσας μεταβολάς, τὴν μὲν ἐκ καταφάσεως ἀρχομένην εἰς ἀπόφασιν δὲ τελευτῶσαν, τὴν δὲ ἀνάπαλιν, τὴν δὲ ἐκ καταφάσεως εἰς κατά‐ φασιν· ὁ γὰρ λοιπὸς τρόπος ἀδύνατος διὰ τὸ μὴ εἶναι κατ’ ἀντίθεσιν· οὔτε | |
5 | γὰρ ἀντίθεσις τοῦτο (ἀποφάσεις γάρ εἰσιν ἄμφω) οὔτε ἐναντία (καταφάσει γὰρ δηλοῦται τὰ ἐναντία). λέγεται τοίνυν ἐκ μὴ λευκοῦ γίνεσθαι τὸ λευκόν, λέγεται καὶ μὴ ἐξ ὕδατος τὸ ὕδωρ. ἄμφω μὲν οὖν οὐκ ἐξ ὑποκειμένου εἰς ὑποκείμενον καὶ ἐξ ἀποφάσεως εἰς κατάφασιν, ἀλλ’ ὅρα τὴν διαφοράν· φημὶ γὰρ ἐν τῷ τὸ μὲν λευκὸν οὐχ ἁπλῶς γίνεσθαι καὶ τὸ μουσικόν, ἀλλὰ | |
10 | τὸν ἄνθρωπον γίνεσθαι λευκὸν καὶ μουσικόν, τὸ δὲ ὕδωρ ἁπλῶς γίνεσθαι· οὐκ ἔχω γὰρ εἰπεῖν, τί γίνεται ὕδωρ, ὡς εἶχον ἐπὶ τοῦ λευκοῦ καὶ τοῦ μουσικοῦ, ὅτι ὁ ἄνθρωπος ἢ ὅτι Καλλίας, εἰ μή τι ἄρα τὴν ὑποκειμένην ὕλην τοῖς σώμασι· ταύτην γὰρ ἂν φαίημεν γίγνεσθαι ὕδωρ, ἀλλ’ οὐκ ἔστιν αὕτη τόδε, ὡς Καλλίας ὁ γινόμενος μουσικὸς καὶ λευκός. ἆρ’ οὖν σοι | |
15 | δοκοῦσιν μηδὲν ἀλλήλων διαφέρειν αἱ δύο γενέσεις ἥ τε τοῦ λευκοῦ καὶ ἡ τοῦ ὕδατος; ἢ διοριζόμενος ἀκριβῶς τὴν μὲν οὐδὲ γένεσιν ἂν εἴποις ἁπλῶς, ἀλλά τινα γένεσιν καὶ τοιάνδε (οὐ γὰρ ὁλόκληρον ποιεῖ τὴν οὐσίαν), τὴν δὲ γένεσιν ἁπλῶς καὶ κυρίως· ὅλον γὰρ γίνεται τὸ ὕδωρ καὶ οὐ γίνεται αὐτὸ ὕδατος ὄντος, οἷον τὸ θερμὸν ἢ τὸ ψυχρὸν ἢ τὸ λευκὸν ἢ τὸ μέλαν. ἐπεὶ | |
20 | τοίνυν ἅπαν τὸ γινόμενον ἐκ μὴ ὄντος, γίνεται μὲν καὶ τὸ μουσικὸν ἐκ μὴ ὄντος, γίνεται δὲ καὶ τὸ ὕδωρ· ἀλλὰ τὸ μὲν οὐχ ἁπλῶς ἐκ μὴ ὄντος, ἀλλ’ ἐκ τοῦδε μὴ ὄντος, οἷον Καλλίου μουσικοῦ μὴ ὄντος, τὸ δὲ ἁπλῶς ἐκ μὴ ὄντος. καίτοι φαίης ἂν καὶ τὸ ὕδωρ, ὅτι ἐκ τοῦ ἀέρος ὕδατος μὴ ὄντος· ἐκφεύγει δή σε πάλιν ἣν πρόσθεν εἶπον διαφοράν· οὐ γὰρ ὑπομένων ὁ ἀὴρ | |
25 | καὶ ὕδωρ γίνεται, ὡς ὑπομένων ὁ Καλλίας καὶ λευκὸς γίνεται. θέα τοίνυν ἄμφω τὰ συμβαίνοντα ἐκ τοῦ λόγου, ἵνα μᾶλλον μάθῃς τὴν διαφοράν· γίνεται Καλλίας ἐκ μὴ λευκοῦ λευκός· ἀλλ’ ὅταν λέγῃς ‘ἐκ μὴ λευκοῦ‘, ἐξ ἐρυθροῦ λέγεις ἢ μέλανος ἢ ξανθοῦ· ταῦτα δὲ ἅπαντα ἀντίκειται πρὸς τὸ λευκόν, ἀλλὰ κατάφασις καταφάσει καὶ ὡς ὄντα πρὸς ὄντα καὶ ὡς ὑπ‐ | |
30 | άρχοντα πρὸς ὑπάρχοντα. γίνεται καὶ τὸ ὕδωρ ἐκ τοῦ μὴ ὕδατος. ὥσπερ οὖν ἐκεῖ τὸ μὴ λευκὸν ἔδειξα μέλαν ὑπάρχον ἢ φαιὸν ἢ ξανθόν, οὕτω ἐνταῦθα τὸ μὴ ὕδωρ σὺ δήλωσον κατάφασιν ἡμῖν. ‘νὴ Δί’‘, εἴποις ἄν, ‘ὅτι ἀήρ· ἐξ ἀέρος γὰρ ὕδωρ.‘ ἆρ’ οὖν ὥσπερ τὸ λευκὸν ἢ τὸ ξανθὸν ἦν ἐναντίον τῷ μέλανι, οὕτως ἐπιδείξαις ἂν σὺ τὸν ἀέρα ἐναντίον τῷ ὕδατι; | |
35 | καὶ πῶς; οὐσία γὰρ ἀντίκειται πρὸς οὐσίαν. ἐπεὶ τοίνυν ἔμπροσθεν εἰρή‐ | 168 |
5,2169 | καμεν, ὡς ὅταν ἐξ ὑποκειμένου λέγωμέν τι μεταβάλλειν εἰς ὑποκείμενον, ἢ ἐξ ἀποφάσεως λέγομεν ἢ ἐκ καταφάσεως καὶ τοῦ ἐναντίου, τὸ δὲ ἐκ μὴ ὕδατος οὐ σημαίνει κατάφασιν καὶ ἐναντίον, ἁπλῶς ἂν σημαίνοι τὴν ἀπό‐ φασιν. ἁπλῶς οὖν ἐκ μὴ ὄντος ἡ τοιαύτη γένεσίς ἐστιν (λέγω δὲ ἁπλῶς | |
5 | μὴ ὄντος οὐ τοῦ παντελῶς μὴ ὄντος, ἀλλὰ τοῦ δυνάμει μὲν ὄντος, ὥσπερ λέγομεν ἔχειν τὴν ὕλην), τὸ αὐτὸ δὲ ὁμοίως καὶ ἐπὶ τῆς φθορᾶς, ὅτι καὶ αὕτη παραπλησίως εἰς τὸ μὴ ὂν ἁπλῶς. εἰ δὲ ταῦθ’ οὕτως ἔχει, δηλονότι πλεοναχῶς τὸ μὴ ὄν· καὶ γὰρ τὸ οὐ λευκὸν μὴ ὂν καὶ τὸ οὐκ ἄνθρωπος μὴ ὄν· λέγεται δὲ καὶ τὸ ψεῦδος μὴ ὄν, ἀλλὰ τοῦτο μὲν ἀφεί‐ | |
10 | σθω· περὶ λόγου γάρ ἐστι σύνθεσιν ἢ διαίρεσιν, τῶν δὲ προειρημένων δυεῖν ποῖον ἂν κεκινῆσθαι λέγοιτο; ἐγὼ δέ φημι τὸ οὕτως μὴ ὄν, ὡς τὸ μὴ λευκόν, ὡς τὸ μὴ ἀγαθόν, οὐχ ὅτι αὐτὸ τὸ μὴ λευκὸν κινεῖται καὶ αὐτὸ τὸ μὴ ἀγαθόν (πῶς γὰρ ἄν, ὃ οὐκ ἔστιν, ὅλως κινεῖσθαι δύναται;), ἀλλὰ Καλλίας ὁ μὴ λευκὸς καὶ Καλλίας ὁ μὴ ἀγαθὸς κινεῖται. οὐκοῦν οὐδὲ | |
15 | ἁπλῶς τὰ τοιαῦτα κινεῖσθαι λέγω, ἀλλὰ κατὰ συμβεβηκός, ὅτι τοῖς κινου‐ μένοις συμβέβηκεν, τὸ δὲ μὴ ὕδωρ καὶ τὸ μὴ πῦρ καὶ τὰ οὕτω μὴ ὄντα πῶς ἂν κινοῖτο; ἆρα καθ’ ἑαυτά; καὶ πῶς, ἃ μὴ τάδε ἐστίν; ἀλλὰ κατὰ συμβεβηκός; τίσιν οὖν; κινουμένοις συμβέβηκεν. ἀδύνατον τοίνυν τὰ οὕτω μὴ ὄντα κινεῖσθαι, εἰ δὲ τοῦτο, ἀδύνατον καὶ τὴν γένεσιν κίνησιν εἶναι. | |
20 | οὐκοῦν οὐδὲ κινεῖται οὐδὲ ἠρεμεῖ τὸ μὴ ὄν· οὐδὲ γὰρ ἐν τόπῳ. οὐ μόνον δὲ ἡ γένεσις οὐκ ἔστι κίνησις, ἀλλ’ οὐδὲ ἡ φθορά· κινήσει γὰρ ἢ κίνησίς ἐστιν ἐναντίον ἢ ἠρεμία, εἰ δὲ κίνησις ἡ φθορά, ἡ γένεσις εἴη ἂν ἢ κίνησις ἢ ἠρεμία. συλλογίσασθαι δὴ λοιπὸν ἅπαντα χρὴ τὰ εἰρημένα· πᾶσα κίνησις μεταβολή, πᾶσα μεταβολὴ ἐξ ἐναντίου εἰς ἐναντίον ἢ κατ’ ἀντίφασιν, | |
25 | πᾶσα ἄρα κίνησις ἐξ ἐναντίου εἰς ἐναντίον ἢ κατὰ ἀντίφασιν. ἀλλὰ μὴν οὐ κατ’ ἀντίφασιν, εἰς ἐναντίον ἄρα ἐξ ἐναντίου. ἐναντία δὲ λέγω τὰ καταφάσει δηλούμενα, οὕτω δὲ ἐπὶ τῶν κινήσεων δηλοῦται καὶ τὰ λεγό‐ μενα κατὰ στέρησιν, τὸ γυμνόν, τὸ ἀγράμματον. Ἐπισκεπτέον τοίνυν τὰς κατηγορίας ἡμῖν, ἐν ὁπόσοις ἐστὶν ἐναντί‐ | |
30 | ωσις· κατ’ ἐκείνας γὰρ μόνας γίνεσθαι τὴν κίνησιν ἀναγκαῖον. πρῶτον τοίνυν | |
κατ’ οὐσίαν οὐκ ἔστι κίνησις· οὐδὲν γάρ ἐστιν ἐναντίον οὐσίᾳ· οὐδὲ γὰρ ἡ | 169 | |
5,2170 | στέρησις τῷ εἴδει, τοῦτο γὰρ ἐν τοῖς πρώτοις ἁπλούστερον συνεχωρεῖτο· ἀπουσία γάρ τις ἡ στέρησις καὶ μὴ ὄν, οὐκ ὂν ἐναντίον τῷ ὄντι· τὸ γὰρ ἐκ σπέρματος τὸ ζῷον γίνεσθαι λέγοντας οἴεσθαι τὴν μεταβολὴν ἐξ οὐσίας εἰς οὐσίαν κίνησιν ἐπιδεικνύναι, πάλιν ἐπὶ τὴν γένεσιν καταφερομένων ἐστίν, | |
5 | ἣν οὐκ οὖσαν κίνησιν ἀπεδείξαμεν· τί γάρ ἐστι τὸ κινούμενον ἐν τῇ τοι‐ αύτῃ μεταβολῇ· οὐκ ἔσται γὰρ τὸ ζῷον (οὐ γὰρ ἔστι πω, γίνεται γάρ) οὔτε τὸ σπέρμα (οὐ γὰρ ὑπομένει· διαφθείρεται γάρ)· πῶς γὰρ ἐναντίον τὸ σπέρμα τῶν ζῴων; ἐξ ἐναντίων δὲ ἡ κίνησις εἰς ἐναντία. ἀλλὰ φήσαι τό‐ 〈δε〉 τις ἂν ἴσως ‘ὅταν ὕδωρ εἰς πῦρ μεταβάλλῃ, κίνησις ἂν γένοιτο κατ’ | |
10 | οὐσίαν· ἐξ ἐναντίων γὰρ εἰς ἐναντία‘. πρὸς δὲ τοῦτο ὁ μὲν Ἀλέξανδρος ἀντιλέγει ἐνίας μὲν ποιότητας τοῦ πυρὸς ἐνίαις ποιότησι τοῦ ὕδατος ἐναν‐ τίας εἶναι διδούς, οἷον τὴν ψυχρότητα καὶ ὑγρότητα τῇ ξηρότητι καὶ θερμό‐ τητι, οὐ μὴν αὐτό γε τὸ πῦρ ὅλον τῷ ὕδατι· καὶ γὰρ ἐν ἄλλαις ποιότησιν ἑκατέρῳ τούτων τὸ εἶναι. ἐγὼ δὲ καὶ τὴν ὑπόθεσιν οἶμαι ψευδῆ· πῦρ | |
15 | γὰρ εἰς ὕδωρ μεταβάλλειν ἀμήχανον μὴ πρῶτον εἰς ἀέρα μεταβάλλον, ἅπερ φανερῶς οὐδὲ ἐναντία. τί δὲ ὅλως τὸ κινούμενον ἐν ταῖς τοιαύταις μεταβολαῖς; οὔτε γὰρ τὸ ὕδωρ, ὃ φθείρεται, οὔτε τὸ πῦρ, ὃ μήπω ἐστίν· ὃ δέ ἐστιν μετὰ τὴν κίνησιν κεκινημένον, τοῦτ’ ἦν πρότερον τὸ κινούμενον. ὅτι μὲν οὖν κατ’ οὐσίαν οὐκ ἔστι κίνησις, καὶ ἐκ τούτων δῆλον. | |
20 | Ἀλλ’ οὐδὲ κατὰ τὸ πρός τι· μεταπίπτει γὰρ ἄνευ τοῦ γενέσθαι περὶ αὐτὸ καὶ τὴν τυχοῦσαν μεταβολήν· γίνεται γὰρ ὁ κίων δεξιὸς οὐδὲν αὐτὸς μεταβάλλων ἐμοῦ μεταστάντος καὶ τὰ δέκα διπλάσια μηδεμίαν λαβόντα προσθήκην τῶν πέντε αὐτοῖς ἀντιτεθέντων καὶ ἡ πρότασις ποτὲ μὲν ἀληθής, ποτὲ δὲ ψευδὴς τῶν πραγμάτων μεταπιπτόντων, ἃ σημαίνεται ὑπ’ αὐτῆς· | |
25 | τὸ γὰρ ‘ἡμέρα ἐστὶν‘ ἀξίωμα τὸ αὐτὸ μὲν καὶ ὡσαύτως ἔχον ἀληθὲς μὲν οὔσης ἡμέρας, ψεῦδος δὲ ἐπιγινομένης νυκτός. εἰ δὲ κίνησις μὲν πᾶσα διά τινος μεταβολῆς καὶ τροπῆς αὐτοῦ τοῦ κινουμένου, τὰ πρός τι δὲ οὐχ οὕτως καὶ προσγίνεται καὶ ἀπογίνεται, οὐκ ἂν δήπου κίνησις εἴη κατὰ τὸ πρός τι. | |
30 | Ἀλλ’ οὐδὲ κατὰ τὸ ποιεῖν καὶ τὸ πάσχειν. τί δήποτε; ὅτι τὸ ποιεῖν | |
ὑπὸ τὸ κινεῖν ἐστιν καὶ τὸ πάσχειν ὑπὸ τὸ κινεῖσθαι, οὔτε δὲ κινεῖν ἔστιν | 170 | |
5,2171 | κατὰ τὸ κινεῖν οὔτε ἔτι μᾶλλον κατὰ τὸ κινεῖσθαι· καὶ γὰρ εἰπεῖν τοῦτο γελοῖον καὶ νοῆσαι πολλῷ γελοιότερον· Ἀριστοτέλης δὲ καὶ πλείω προσάγει τῇδε τῇ ὑποθέσει τὰ δυσχερῆ. μεταβολῆς γὰρ μεταβολὴν καὶ κινήσεως κίνησιν παραδέχεσθαι πρᾶγμα ἀνεπινόητον παντελῶς. πρῶτον μὲν γὰρ εἰς | |
5 | ἄπειρον βαδιεῖται καὶ ἔσται ἀεὶ ἄλλη πρὸ ἄλλης, ἔπειτα καὶ ἠρεμεῖν οἷόν τε ἔσται τὴν κίνησιν καὶ κινεῖσθαι, ἔπειθ’ ὑποκείμενόν τι καὶ τόδε εἶναι, ὥσπερ τὸ σῶμα κινούμενον ἢ τὴν ψυχήν. ἔτι ἄλλο τὸ κινούμενον καὶ ἡ κίνησις· ἄλλο γὰρ ὁ ἄνθρωπος καὶ ἡ κίνησις καὶ ἄλλο ἵππος καὶ δρόμος· † ἄλλο ἂν καὶ ἡ κινουμένη κίνησις εἴη κινήσεως, ὥσθ’ ἅμα τε κίνησιν καὶ | |
10 | οὐ κίνησιν ** τὸ γελοῖον φέρεσθαι τὴν ἀλλοίωσιν ἢ τὴν φορὰν ἀλλοι‐ οῦσθαι ἢ τὴν αὔξησιν τούτων θάτερον ὑπομένειν· ταῦτα γὰρ πάντα ἐν ὑποκειμένοις ἑτέροις καὶ οὐδ’ ἔστιν ὅλως καθ’ ἑαυτά, κατὰ συμβε‐ βηκὸς μέντοι μεταβάλλειν τὴν μεταβολὴν καὶ κινεῖσθαι τὴν κίνησιν λέγειν ἐνδέχεται, οἷον, εἰ συμβαίη τινὶ τρέχοντι ὑγιάζεσθαι, λέγοιμεν ἂν τὸν | |
15 | δρόμον ὑγιάσθαι τινὰ μεταβολήν, οὐχ ὅτι ὁ δρόμος αὐτός, ἀλλ’ ὅτι ἄνθρω‐ πος, ᾧ συμβέβηκεν ὁ δρόμος. ἀλλὰ τὰς κατὰ συμβεβηκὸς κινήσεις ἀφεῖμεν πάλαι. φανερὸν τοίνυν, ὅτι κατὰ τρεῖς κατηγορίας μόνας εἰσὶν αἱ κινήσεις, κατὰ τὸ ποιόν, κατὰ τὸ ποσὸν καὶ τὸ ποῦ· καὶ γὰρ ἐναντιώσεις ἔνι τούτων ἑκάστῃ. τὴν μὲν οὖν κατὰ τὸ ποιὸν κίνησιν ἀλλοίωσιν ὀνομά‐ | |
20 | ζομεν (λέγω δὲ ποιὸν οὐχ ὡς λέγομεν ποιὸν τὴν ἐν τῇ οὐσίᾳ διαφοράν, τὸ λογικὸν ἢ τὸ πεζὸν ἢ τὸ πτηνὸν ἢ τὸ ἔνυδρον, ἀλλὰ τὸ κατὰ παθητικὴν ποιότητα μόνην, οἷον ψυχρότητα λευκότητα θερμότητα μελανίαν), τὴν δὲ κατὰ τὸ ποσὸν κίνησιν ἑνὶ μὲν οὐκ ἔχομεν ὀνόματι προσαγορεῦσαι· καθ’ ἑκάτερον δὲ αὔξησις καὶ φθίσις, ἡ μὲν εἰς τὸ πλεῖον μέγεθος αὔξησις, ἡ | |
25 | δὲ ἐκ τούτου φθίσις· ἡ δὲ κατὰ τόπον κίνησις καὶ τὸ κοινὸν καὶ τὸ ἴδιον | 171 |
5,2172 | ἀνώνυμος, ἔσται δὲ καλουμένη φορὰ τό γε κοινόν. καίτοι γε οὐκ ἀγνο‐ οῦμεν, ὅτι φέρεσθαι ταῦτα μόνα κυρίως φαμέν, ὅσα μὴ ἐφ’ ἑαυτοῖς ἔχει τὸ στῆναι καὶ ὅσα μὴ αὐτὰ ἑαυτὰ κινεῖ κατὰ τόπον, ὥσπερ τὰ ἄψυχα. ἀλλὰ περί γε τῆς ἀλλοιώσεως καὶ τοῦτο μᾶλλον ἐπισκεπτέον, | |
5 | ὅταν εἰς τὸ λευκότερον ἐκ λευκοῦ μεταβάλλῃ τὸ σῶμα ἢ τοὔμπαλιν ἐκ τοῦ μᾶλλον εἰς τὸ ἧττον λευκόν, πῶς ἂν γένοιτο τηνικαῦτα ἐξ ἐναντίων εἰς ἐναντία ἢ καὶ τὸ μᾶλλον λευκὸν καὶ τὸ ἧττον μίξει τῶν ἐναντίων ἐστίν· μᾶλλον γὰρ λευκὸν τὸ ἐλάττονος μετέχον μέλανος καὶ ἧττον λευκὸν τὸ πλείονος. ὅταν μὲν οὖν ἁπλῶς εἰς τὸ λευκὸν ἐκ τοῦ μέλανος μετα‐ | |
10 | βάλῃ, ἐκ τοῦ ἁπλῶς ἐναντίου κινεῖται εἰς τὸ ἐναντίον, ὅταν δὲ ἐπὶ τὸ λευ‐ κότερον ἐκ τοῦ λευκοῦ, ἐκ τοῦ πως ἐνυπάρχοντος ἐναντίου· τῷ γὰρ ἧττον λευκῷ τὸ μέλαν πως ἐνυπάρχει. ὅτι μὲν οὖν αὗται τρεῖς μόναι κινήσεις εἰσὶν κατὰ τρεῖς μόνας κατηγορίας, φανερὸν ἐκ τῶν εἰρημένων· ἀκίνητον δὲ λέγεται τό τε ὅλως ἀδύνατον κινηθῆναι, ὥσπερ ὁ ψόφος ἀόρατος καὶ τὸ | |
15 | ἐν πολλῷ χρόνῳ μόλις κινούμενον, ὃ καὶ δυσκίνητον ἄν τις εἴποι, καὶ ὃ βραδέως ἄρχεται τῆς κινήσεως, ὡς λέγομεν ἀοργήτους τοὺς βραδέως ἀρχο‐ μένους ὀργίζεσθαι. λέγεται δὲ ἀκίνητον καὶ τὸ πεφυκὸς μὲν κινεῖσθαι καὶ δυνάμενον, μὴ κινούμενον δέ, ὅτε πέφυκεν καὶ ὡς πέφυκεν, ὅπερ ἠρεμεῖν καλῶ τῶν ἀκινήτων μόνον. στέρησις γὰρ ἠρεμία κινήσεως· ἡ στέρησις γὰρ | |
20 | τῶν πεφυκότων καὶ ὡς πεφύκασιν. Ἐπειδὴ δὲ πᾶσα μεταβολὴ ἐν τοῖς ἀντικειμένοις, ὡς ἐπεδείξαμεν, τὰ δὲ ἀντικείμενα τά τε ἐναντία καὶ ἡ ἀντίφασις, ἀντιφάσεως δὲ οὐδὲν μέσον, φανερὸν ὅτι ἐν τοῖς ἐναντίοις τὸ μεταξύ. μεταξὺ δέ ἐστιν, εἰς ὃ πέφυκεν πρότερον ἀφικνεῖσθαι τὸ μεταβάλλον ἢ εἰς ὃ ἔσχατον μεταβάλλει, | |
25 | ὅταν μεταβάλλῃ συνεχῶς κατὰ φύσιν. ἐν ἐλαχίστοις δέ ἐστι τὸ μεταξὺ τρισίν· δυοῖν γάρ τινων *** των μεταξύ· μεταβάλλειν δὲ λέγεται συν‐ εχῶς τὸ μηδὲν μήτε τοῦ χρόνου διαλεῖπον μήτε τοῦ πράγματος, ἐν ᾧ κινεῖται· οἷον μελῳδῶν τις μετὰ τὴν ὑπάτην φθέγξαιτο τὴν νήτην εὐθύς· | |
οὗτος μὲν γὰρ τοῦ χρόνου οὐδὲν διέλιπε, τοῦ πράγματος δέ, ἐν ᾧ κινεῖται. | 172 | |
5,2173 | μᾶλλον δὲ τοῦτο δῆλον ἐν ταῖς κατὰ τόπον μεταβολαῖς· οὐ γὰρ οἱ πηδῶντες πένταθλον κινοῦνται συνεχῶς, ὅτι τοῦ διαστήματός τι διαλιμπάνουσιν, ἐν ᾧ κινοῦνται· ἢ τοῦτο οὐχ ἁπλῶς θετέον; οὕτως γὰρ ἂν οὐδὲ τοὺς ἁμιλλω‐ μένους ἵππους εἴποιμεν ἂν κινεῖσθαι συνεχῶς. ἀλλὰ χρόνῳ μᾶλλον ἀφο‐ | |
5 | ριστέον τὴν κίνησιν τὴν συνεχῆ καὶ τῷ μηδὲν αὐτοῦ διαλείπεσθαι, ἐπεὶ τοῦ γε πράγματος, ἐν ᾧ κινεῖται, τάχ’ οἷόν τε καὶ διαλείπειν καὶ συνεχῶς οὐδὲν ἧττον φαίνεσθαι μεταβάλλοντα, αὐτὸ δὲ καθ’ αὑτὸ τὸ συνεχὲς ἀκρι‐ βέστερον ἀφοριστέον. Ἐπεὶ τοίνυν τοῦ συνεχοῦς κοινότερον τὸ ἐχόμενον, τοῦ δὲ ἐχομένου | |
10 | τὸ ἐφεξῆς, πρῶτον τὸ ἐφεξῆς διδακτέον. ἐφεξῆς τοίνυν ἐστὶ ταῦτα ἀλλή‐ λοις, ὧν μεταξὺ μηδὲν ἕτερον ὁμογενές. ἄλλο μὲν γάρ τι τῶν ἐφεξῆς οὐδὲν κωλύεται εἶναι μέσον, ὁμοειδὲς δὲ οὐχ οἷόν τε, οἷον οἰκίαι ἐφεξῆς, ὧν μή ἐστιν οἰκία μεταξύ, γραμμαί, ὧν μὴ γραμμή, ἄνθρωποι, ὧν μὴ ἄνθρωπος. τὸ δὲ ἐφεξῆς ἀεὶ δεύτερόν τι καὶ μετ’ ἄλλο τι πρῶτόν ἐστι· | |
15 | πρῶτον δὲ ἢ τῇ θέσει, ὡς ἐπὶ τῶν γραμμῶν ἢ τῶν οἰκιῶν, ἢ τῷ εἴδει, καθάπερ ἐπὶ μονάδος τε καὶ δυάδος ἐφεξῆς δυὰς μονάδι (οὐδεὶς γὰρ ἄλλος ἀριθμὸς μεταξύ), ἢ τῇ τάξει· πρῶτον τῇ τάξει τὸ προοίμιον τῆς διηγήσεως καὶ ἐφεξῆς ἡ διήγησις τῷ προοιμίῳ· οὐδὲν γὰρ αὐτῶν ὁμοειδὲς μεταξύ. τὸ μὲν οὖν κυρίως ἐφεξῆς τοιοῦτον, ἤδη δὲ λέγεται ἐφεξῆς καὶ ὁμογενῆ | |
20 | μέν, οὐχ ὁμοειδῆ δὲ πολλάκις· ἐφεξῆς γὰρ ὁ ἀγὼν τῇ πομπῇ καὶ τὸ νυμφαῖον τῷ γυμνασίῳ. Ἐχόμενον δέ ἐστιν, ὃ πρὸς τῷ ἐφεξῆς τινος εἶναι κατά τινα τῶν εἰρη‐ μένων τρόπων καὶ ἅμα τὸ πέρας ἔχει τῷ ἐκείνου πέρατι. τούτων δὲ τὰ μὲν λέγεται μόνον, ὡς ὁ παρελθὼν χρόνος τοῦ μέλλοντος, τὰ δὲ καὶ | |
25 | ἅπτεται, ὡς τὰ σώματα. ἅπτεται δέ, ὧν τὰ ἄκρα ἅμα, ἄκρα δὲ λέγω τὰ πέρατα. ὅταν μὲν οὖν δύο ᾖ ταῦτα τὰ πέρατα, τότε ἔχεσθαι μὲν ἀλλήλων λέγεται καὶ εἶναι ἐφεξῆς, οὐκέτι δὲ εἶναι συνεχῆ· ὅταν δὲ ἓν γένηται τὰ δύο πέρατα αὐτοῦ τε καὶ τοῦ ἐφεξῆς, τότε γίνεται συνεχὲς καὶ ἓν τὸ ὅλον. γίνεται δὲ οὐ πάντα τὰ ἐχόμενα συνεχῆ, ἀλλ’ ὅσα ἓν γίνεσθαι | |
30 | πέφυκεν· ἅπτεται γὰρ τὸ ξύλον τοῦ λίθου, ἀλλ’ οὐκ ἂν γένηται συνεχές. οὐ δεῖ δὲ ἀγνοεῖν, ὅτι κυρίως συνεχῆ γίνεται, ὧν ἡ ἁφὴ σύμφυσιν ἀπεργάζεται, ὡς ἐπὶ τῶν γραμμῶν καὶ τῶν ἐγκεντριζομένων φυτῶν καὶ τοῦ χρόνου, | |
γίνεται δὲ καὶ ἐπὶ τεχνήσεώς τινα συνεχῆ, οἷον ξύλα γόμφοις ἢ κόλλῃ, ἅπερ | 173 | |
5,2174 | οὐδὲ συνεχῆ κυρίως. φανερὸν τοίνυν, ὃ προειρήκαμεν, ὅτι πρῶτον τὸ ἐφεξῆς εἶναι τοῦ ἔχεσθαι· τὸ μὲν γὰρ ἐχόμενον ἀνάγκη ἐφεξῆς εἶναι, τὸ δὲ ἐφεξῆς οὐ πᾶν ἔχεσθαι· διὸ καὶ πρότερον τῷ λόγῳ τὸ ἐφεξῆς· ἐν πλείοσι γὰρ ὥσπερ γένος· καὶ γὰρ ἐν ἀριθμοῖς τὸ ἐφεξῆς, τὸ δὲ ἔχεσθαι | |
5 | ἀλλήλων οὐκ ἔστιν. πάλιν τὸ ἔχεσθαι πρότερον τοῦ συνέχεσθαι· δεῖ γὰρ ἅψασθαι πρότερον, εἰ συμφύσεται. δῆλον οὖν, ὅτι, ἐν οἷς οὐκ ἔστιν ἁφή, οὐδὲ σύμφυσις ἐν τούτοις ἐστίν. οὐ μέντοι γε ἐν ἅπασιν, ἐν οἷς ἔστιν ἁφή, καὶ σύμφυσις ἤδη γενέσθαι δύναται· καὶ γὰρ τὸν Ἐπειὸν ἅψα‐ σθαί φησιν Ὅμηρος τῆς ἡμιόνου, ἀλλὰ συμφυῆναί γε ἡμιόνῳ ἄνθρωπον | |
10 | οὐκ ἐνδέχεται. εἰ τοίνυν ταῦτα ἀληθῆ λέγομεν καὶ οὐ ταὐτὸν τὸ ἐφεξῆς καὶ τὸ ἅπτεσθαι, οὐκ ἂν εἴη ταὐτὸν στιγμῇ μονάς. κατὰ μὲν γὰρ στιγμὴν ἅψασθαι δυνατόν, κατὰ μονάδα δὲ οὐκ ἐνδέχεται, ἀλλ’ ἐν ταῖς μονάσιν τὸ ἐφεξῆς, τὸ δὲ ἅπτεσθαι οὐκ ἔστι· καὶ σημείων μέν ἐστι μεταξὺ γραμμή, μονάδων δὲ οὐδέν, ἀλλ’ οὐδὲ δυάδος καὶ μονάδος. δῆλον οὖν, ὅτι τὸ μὲν | |
15 | ἅπτεσθαι ἐν τοῖς θέσιν ἔχουσιν μόνοις, τὸ δὲ ἐφεξῆς καὶ ἐν τοῖς μὴ ἔχουσι θέσιν, ὥσπερ καὶ τὸ ἐχόμενον. Μία δὲ κίνησις λέγεται πλεοναχῶς· τὸ γὰρ ἓν πολλαχῶς λέγομεν. γένει μὲν οὖν μία κίνησις καὶ τῇ αὐτῇ κατηγορίᾳ, οἷον φορὰ πᾶσα πρὸς φοράν (ἐν γὰρ τῷ ποῦ), ἀλλοίωσις πρὸς ἀλλοίωσιν (ἐν γὰρ ποιότητι). | |
20 | εἴδει δὲ μία ἐν ταὐτῷ τῆς κατηγορίας εἴδει, ὅταν ἄτομον ᾖ καὶ πρῶτον ἀπὸ τῶν αἰσθητῶν, ὡς λεύκανσις ἔχει πρὸς λεύκανσιν· ἡ γὰρ λευκότης ἓν εἶδος καὶ ἄτομον. εἰ δ’ ἔστιν ἄττα, ἃ καὶ γένει ἅμα † γὰρ καὶ εἴδει, δῆλον ὅτι ἔστι τις κίνησις πὼς μὲν εἴδει μία, πὼς δὲ οὔ. ζητήσειε δ’ ἄν τις, εἰ μία κίνησις αὕτη τῷ εἴδει, ὅταν εἰς ταὐτὸν ἐκ ταὐτοῦ μεταβάλλῃ ταὐ‐ | |
25 | τὸν κινούμενον· εἰ γὰρ ἁπλῶς τοῦτο συγχωρηθείη καὶ τούτῳ τὴν αὐτὴν κίνησιν τῷ εἴδει ὁριζόμεθα, ἔσται ἡ κυκλοφορία τῇ εὐθυφορίᾳ ταὐτὸν κατ’ εἶδος· δύναται γὰρ ταὐτὸν ἐπὶ ταὐτὸν ἐκ ταὐτοῦ ποτὲ μὲν ἐπὶ εὐθείας κινεῖσθαι, ποτὲ δὲ ἐπὶ περιφεροῦς. ἢ καλῶς ἐθέμεθα μίαν τῷ | |
εἴδει γίνεσθαι κίνησιν, ὅταν ἄτομον εἶδος ᾖ, καθὸ γίνεται; ἡ δὲ εὐθεῖα | 174 | |
5,2175 | γραμμὴ καὶ ἡ περιφερὴς διαφέρουσι κατ’ εἶδος ἀλλήλων. γένει μὲν οὖν καὶ εἴδει κίνησις τοῦτον τὸν τρόπον γίνεται μία παρὰ τὴν διαφορὰν τῶν πραγμάτων, ἐν οἷς γίνονται, ἀριθμῷ δὲ μία καὶ κυρίως μία πῶς ἂν εἴη κίνησις, ἐπισκεπτέον. | |
5 | Ἐπεὶ τοίνυν τρία λέγομεν εἶναι περὶ τὴν κίνησιν, ἣν ὁριζόμεθα, τό τε κινούμενον (οἷον τὸν ἄνθρωπον ἢ τὸ ἄστρον) καὶ καθὸ κινεῖται (τοῦτο δὲ διττόν, ἢ πάθος ἢ τόπος) καὶ ὅτε κινεῖται (τοῦτο δέ ἐστιν ὁ χρόνος), δεῖ τὴν μίαν κίνησιν τῷ ἀριθμῷ ἕκαστον τούτων ἔχειν ἓν ἀριθμῷ, τό τε εἶδος, καθ’ ὃ γίνεται (οἷον τὴν χρόαν ἢ τὴν γραμμήν) καὶ τὸ κινούμενον (οἷον | |
10 | τὸν Κορίσκον ἢ τὸν Καλλίαν) καὶ τὸν χρόνον ἕνα. εἷς δὲ ὁ συνεχὴς καὶ οὗ μηδὲν διαλείπει. εἰ δέ τι τούτων μὴ κατ’ ἀριθμὸν ἓν εἴη, οὐκέτ’ ἂν ἡ κίνησις μία φυλάττοιτο, οἷον εἰ Κορίσκος ἅμα βαδίζοι καὶ λευκαίνοιτο· τὸ μὲν γὰρ ὑποκείμενον ἓν καὶ ὁ χρόνος εἷς καὶ συνεχής, ἀλλὰ δύο, καθ’ ἃ ἡ κίνησις, χρῶμα καὶ τόπος, ὥστε οὐδὲ μία κίνησις ἡ τοιαύτη. πάλιν | |
15 | Καλλίας καὶ Σωκράτης ὑγιαζέσθωσαν τὴν αὐτὴν ὑγείαν, οἷον ὀφθαλμίαν· ἀλλ’ οὐδ’ αὕτη μία κίνησις· δύο γὰρ τὰ ὑποκείμενα. ἀλλὰ δὴ Σωκράτης ὑποκείσθω βαδίζειν μετὰ νουμηνίαν γε καὶ πάλιν ἑβδόμην. ταύτην τοίνυν ὁ χρόνος μόνος οὐκ ἐᾷ γίνεσθαι μίαν τὴν κίνησιν οὐχ εἷς ὢν οὐδὲ συνεχής, ἐπεὶ καὶ ἄλλο ἀτοπώτερον ὑπομείνειεν ἂν ὁ λόγος. εἰ γὰρ εἷς ὁ χθές | |
20 | μου περίπατος καὶ ὃν τήμερον βαδίζω, ταὐτὸν ἔσται τὸ ἐφθαρμένον τῷ ὄντι [ἦ τοῦτο καὶ ἐφ’ ὧν συνεχὴς χρόνος;], ἀεὶ γὰρ ἡ προτέρα κίνησις φθείρεται. πῶς οὖν ἔσται μία; ἀλλ’ ἴσως οὕτω μία τῷ συνεχεῖ καὶ τῷ πρὸς ἑαυτὴν οἰκειοῦσθαι καὶ τῷ μὴ διασπᾶσθαι τὸ φθειρόμενον τῷ γινο‐ μένῳ, ὅπερ οὐκ ἔστιν ἐπὶ τῶν ἐκ διαλείμματος γινομένων. ἀλλ’ εἴπερ μία | |
25 | κίνησις πάντως ἓν ἔχειν ὀφείλει κατ’ ἀριθμὸν τὸ ὑποκείμενον, ῥέοντα δὲ φαίνεται πάντα τὰ σώματα, οὐδεμία κίνησις ἕξει ταὐτὸν ὑποκείμενον ἀκρι‐ βῶς. τοῦτο δὲ καὶ περὶ τῶν ἕξεων ἄν τις διαπορήσειε, πῶς μία ὑγεία οὐχ ἑνὸς ὄντος τοῦ ὑγιαίνοντος. ἢ ταῦτα ἔξω τῆς σκέψεως τῆς προκει‐ μένης. πῶς γὰρ αἱ αὐταὶ μένουσιν οὐσίαι καίτοι συνεχῶς μεταβάλλουσαι, | |
30 | τοῦτο ἀποδοῦναι οὐκ ἔστιν οἰκεῖον τοῦ περὶ κινήσεως λόγου, πλὴν τοῦτό γε παρακείμενον μὴ παρέλθωμεν, ὡς τὴν ἕξιν μίαν καὶ τὴν αὐτὴν ποιεῖν τὴν χθὲς καὶ τὴν τήμερον, οἷον τὴν ὑγείαν ἢ τὴν ἐπιστήμην, οὐδὲν ἄτοπον· (συνεχὴς γάρ ἐστι πάσης ἕξεως ὁ χρόνος), τὴν ἐνέργειαν δὲ μίαν οὐκ | |
ἐγχωρεῖ, εἰ μὴ συνεχὴς ἀποδιδοῖτο, τούτῳ δὲ ἀκολουθεῖ τὸ μιᾶς μὲν ἐνερ‐ | 175 | |
5,2176 | γείας μίαν εἶναι καὶ ἕξιν πάντως, μιᾶς δὲ ἕξεως καὶ πλείους τὰς ἐνεργείας. ἐπεὶ δὲ πᾶσα κίνησις συνεχής, εἴπερ πᾶσα διαιρετή, τήν τε μίαν ἀνάγκη ἁπλῶς συνεχῆ εἶναι καὶ τὴν συνεχῆ μίαν· οὐ γὰρ ἂν γένοιτο συνεχὴς πάσῃ, ὥσπερ οὐδ’ ἄλλο οὐδὲν τῷ τυχόντι τὸ τυχόν, οἷον γραμμὴ φωνῇ, | |
5 | ἀλλ’ ὅσων ἓν τὰ ἔσχατα γενέσθαι δύναται. ἔσχατα δὲ τῶν μὲν οὐκ ἔστιν (οὐδὲν γὰρ τῆς μονάδος ἔσχατον οὔσης ἀδιαιρέτου, διόπερ οὐδὲ γίνεταί τι συνεχὲς ἐξ αὐτῶν), τῶν δὲ ἔστι μέν, ἀνομοιοειδῆ δὲ καὶ διαφέροντα καὶ ὁμώνυμα κοινὸν ἔχοντα ὄνομα τὸ ἔσχατον ἢ τὸ πέρας. τὸ γοῦν γραμμῆς ἔσχατον καὶ βαδίσεως ὁμωνύμως ἀλλήλοις ἔσχατον· διὸ οὐδὲ γίνεται ἐκ | |
10 | τούτων ἕν τι καὶ συνεχές. ἐχόμεναι μὲν οὖν ἀλλήλων εἶεν ἂν καὶ αἱ μὴ αὐταὶ τῷ εἴδει μήτε τῷ γένει· δραμὼν γὰρ ἄν τις πυρέξειεν εὐθὺς καὶ οἷον ἡ λαμπὰς ἡ ἐκ διαδοχῆς φερομένη ἐχομένας μὲν κινεῖται κινήσεις καὶ ἀλλήλαις ὁμοειδεῖς, συνεχεῖς δὲ οὔ· οὐ γὰρ γίνεται ἓν τὸ ἔσχατον τῶν δρόμων, ἀλλ’ ἑκάστου τῶν τρεχόντων οἰκεῖόν τι τοῦ δρόμου πέρας ἐστίν, | |
15 | ὥστε δῆλον, ὅτι ἔχεσθαι μὲν ἀλλήλων δύνανται κινήσεις καὶ διὰ μόνον τὸν χρόνον, ὅταν συνεχὴς ᾖ, κἂν αὐταὶ πάμπολυ διαφέρωσι, συνεχεῖς δὲ γίνεσθαι οὐ δύνανται διὰ μόνον τὸν χρόνον. ἐὰν μὴ ταὐτὸν ἔχωσιν εἶδος. οὕτω γὰρ ἂν τὰ ἔσχατα ἀμφοῖν ἑνωθείη, διόπερ ἀνάγκη τὴν αὐτὴν τῷ εἴδει εἶναι καὶ ἑνὸς καὶ ἐν ἑνὶ τὴν ἁπλῶς συνεχῆ καὶ μίαν, ὥσπερ καὶ | |
20 | πρόσθεν διωρισάμεθα. εἰ δὲ πρὸς πᾶσι τοῖς προειρημένοις καὶ τέλειος εἴη, μᾶλλον δὲ δὴ λέγεται μία τῆς ἐχούσης μὲν τἆλλα, ἀτελοῦς δέ· τέλειος δέ ἐστι κίνησις ἡ λαβοῦσα τὸ οἰκεῖον πέρας· τὸ γὰρ ἓν ἐπὶ τῶν τελείων μᾶλλον ἢ ἐνδεῶν κατηγοροῦμεν. μᾶλλον δὲ μία κίνησις καὶ ἡ ὁμαλὴ τῆς ἀνωμάλου· τὴν γὰρ ἀνώμαλον διαιρεῖν ἐοίκασιν αἱ ἐξαλλαγαί. ἔστι δὲ ἐν | |
25 | ἁπάσῃ κινήσει τὸ ὁμαλὸν καὶ τὸ ἀνώμαλον, καὶ ἐν ἀλλοιώσει καὶ ἐν αὐξήσει καὶ ἐν φθορᾷ. γίνεται δὲ τὸ ἀνωμαλὲς ὁτὲ μὲν παρὰ τὴν φύσιν, ἐφ’ οὗ κινεῖται, οἷον ἐπὶ τῆς κεκλασμένης γραμμῆς· ἀδύνατον γὰρ ὁμαλὴν | |
γενέσθαι κίνησιν μὴ ἐφ’ ὁμαλοῦ μεγέθους· ὁμαλὲς δὲ μέγεθος, οὗ τὸ τυχὸν | 176 | |
5,2177 | ἐφαρμόττει τῷ τυχόντι μέρει· ἢ παρὰ τὸν τρόπον τῆς κινήσεως, ὅταν ποτὲ μὲν ᾖ ταχυτέρα ποτὲ δὲ βραδίων· κἂν γὰρ τὰ ἄλλα πάντα συνδράμῃ, οἷον τὸ μέγεθος ὁμαλές, ὁ χρόνος συνεχής, τὸ εἶδος ταὐτὸν τῆς κινήσεως, τὸ τάχος δὲ μὴ ταὐτόν, ἀνώμαλος εὐθὺς ἡ κίνησις. διόπερ οὐδὲ εἴδη | |
5 | κινήσεως τάχος καὶ βραδυτής ἐστιν· ἐν πᾶσι γὰρ τοῖς εἴδεσίν ἐστι τῆς κινήσεως. καὶ γὰρ ἀλλοιοῦται ταχέως καὶ βραδέως καὶ αὔξεται καὶ μετα‐ βαίνει τόπον ἐκ τόπου, οἷον τὴν ἐπὶ τὸ κάτω φορὰν θᾶττον μὲν τὸ βαρύ‐ τερον, βράδιον δὲ τὸ κουφότερον. διόπερ οὔτε βαρύτης καὶ κουφότης πρὸς τὴν ἐπὶ τὰ αὐτὰ ῥοπὴν κατ’ εἶδος ἀλλήλων διοίσουσιν, ἐπεὶ μηδὲ κινήσεων | |
10 | διαφόρων κατ’ εἶδός εἰσι ποιητικαί. καὶ κυρίως μὲν οὖν ἡ ὁμαλὴ μία, γένοιτο δ’ ἂν καὶ ἡ ἀνώμαλος μία τῷ συνεχὴς εἶναι, ἧττον δέ, ὅπερ ἐπὶ τῆς κεκλασμένης εὐθείας συμβαίνει. τὸ δὲ ἧττον μίξει τοῦ ἐναντίου. εἰ τοίνυν τὴν μὲν συνεχῆ καὶ μίαν κίνησιν ἐνδέχεται καὶ ὁμαλὴν εἶναι, τὴν δὲ ἐκ τῶν εἴδει διαφερουσῶν κινήσεων συγκειμένην ἀδύνατον ὁμαλὴν εἶναι, | |
15 | οὐκ ἄν ποτε γένοιτο ἡ τοιαύτη μία συνεχής, ὅτι μηδ’ ὁμαλής· τὸ γὰρ ὁμαλὲς ὑπεθέμεθα, οὗ τὰ μόρια πάντα ἐφαρμόττειν πᾶσιν ἐνδέχεται, λευκάνσεως δὲ καὶ δρόμου πῶς οἷόν τε ἐφαρμόσαι τὰ μόρια; Διοριστέον δὲ καὶ τὰ περὶ τὰς ἀντιθέσεις. ἀντίκειται δὲ καὶ ἡ κίνησις κινήσει καὶ στάσις κινήσει· ἀλλ’ ἡ μὲν ὡς ἐναντίον, ἡ δὲ ὡς ἡ | |
20 | στέρησις. ποῖαι οὖν ἐναντίαι κινήσεις; ἐπεὶ τοίνυν πᾶσα κίνησις ἔκ τινος εἴς τι καὶ ἐξ ἐναντίου εἰς ἐναντίον, αἱ ἐξ ἐναντίων ἀρχόμεναι καὶ εἰς ἐναν‐ τίον λήγουσαι εἶεν 〈ἂν〉 ἐναντίαι κινήσεις, οἷον ἡ ἐξ ὑγείας ἀρχομένη καὶ λήγουσα εἰς νόσον 〈καὶ〉 ἡ ἐκ νόσου μὲν ἀρξαμένη, παυσαμένη δὲ εἰς ὑγείαν. δῆλον δὲ καὶ οὕτως ἐκ τῆς ἐπαγωγῆς· ἐναντίον γὰρ δοκεῖ τὸ ὑγι‐ | |
25 | άζεσθαι τῷ νοσάζεσθαι καὶ τὸ ἀνιέναι τῷ κατιέναι καὶ τὸ εἰς δεξιὰ τῷ εἰς ἀριστερὰ βαδίζειν καὶ τὸ ἔμπροσθεν τῷ ὄπισθεν· ἐναντία γὰρ ταῦτα περὶ τόπον ἐστίν. ὅσοις μέντοι γε οὐκ ἔστιν ἐναντία τῶν μεταβαλλόντων, ἡ ἐκ τοῦ αὐτοῦ μεταβολὴ εἰς τὸ αὐτό ἐστιν ἐναντία· ἐξ οὗ γὰρ ἡ φθορὰ μεταβάλλει, εἰς τοῦτο ἡ γένεσις ἔρχεται. ἐκ μὲν γὰρ ὄντος ἡ φθορὰ μεταβάλλει, εἰς | |
30 | τὸ ὂν δὲ ἡ γένεσις ἔρχεται καὶ ἐξ οὗ ἡ γένεσις, εἰς τοῦτο πρόεισιν ἡ | 177 |
5,2178 | φθορά. ἡ μὲν γὰρ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὄν, ἡ δὲ εἰς τὸ μὴ ὂν ἐκ τοῦ ὄντος. Κίνησις μὲν οὖν κινήσει ἐστὶν ἐναντία, κινήσει δὲ στάσις ὡς στέ‐ ρησις· τὸ δ’ ὡς στέρησις λέγω, διότι μὴ στέρησις ἀκριβῶς. ποία δὲ | |
5 | στάσις ποίᾳ κινήσει, διοριστέον· οὐ γὰρ ἡ τυχοῦσά γε τῇ τυχούσῃ. δῆλον δέ, ὅτι ἐπειδὴ ἐν δυσὶν ἡ κίνησις, τῇ μὲν ἐκ τούτου εἰς τὸ ἐναντίον ἡ ἐν τούτῳ μονή, τῇ δὲ ἐκ τοῦ ἐναντίου εἰς τοῦτο ἡ ἐν τῷ ἐναντίῳ μονή. οἷον τῇ μὲν κάτωθεν ἄνω ἡ ἐν τῷ κάτω μονή, τῇ δὲ ἄνωθεν κάτω ἡ ἐν τῷ ἄνω μονή· ἄλογον δὲ ἐναντίαν ποιεῖν ἠρεμίαν τὴν ἐν ἐκείνῳ, εἰς ὃ | |
10 | σπεύδει μεταβάλλειν· τέλος γὰρ ἐκεῖνο καὶ ἔσχατον, οὐδὲν δὲ τέλος ἐναν‐ τίον τῇ ἐπ’ αὐτὸ σπουδῇ, ἀλλὰ μᾶλλον οἰκεῖόν τε καὶ προσήγορον. ἔτι τὰ κατὰ φύσιν κινούμενα τέλος ἔχει τῆς κινήσεως τὴν ἐν ἐκείνοις ἠρεμίαν, ἐφ’ ἃ κινεῖται· τὸ δὲ τέλος τινὸς πῶς ἂν αὐτοῦ στέρησις εἴη; λείπεται ἄρα τὴν ἐν ἐκείνῳ μονὴν ἐναντίαν εἶναι τῇ ἐξ ἐκείνου κινήσει. | |
15 | Ἆρα δὲ καὶ οὕτως ἀντίκειται κίνησίς τε καὶ ἠρεμία, ὥστε τὴν μὲν κατὰ φύσιν, τὴν δὲ παρὰ φύσιν εἶναι τοῖς κινουμένοις; ἐπὶ μὲν οὖν τῆς κατὰ τόπον μεταβολῆς τὸ τοιοῦτον ἄν τις εὕροι λίαν ἐμφανῶς. τῇ γὰρ γῇ κατὰ φύσιν μὲν κίνησις ἡ εἰς τὸ κάτω, παρὰ φύσιν δὲ ἡ εἰς τὸ ἄνω καὶ μονὴ μὲν κατὰ φύσιν ἡ εἰς τὸ κάτω, παρὰ φύσιν δὲ ἡ εἰς τὸ ἄνω. ἐπὶ δὲ | |
20 | ἀλλοιώσεώς τε καὶ αὐξήσεως οὐκέτ’ ἂν δόξειεν εἶναι τὸ κατὰ φύσιν καὶ παρὰ φύσιν· οὐδὲν γὰρ μᾶλλον τοῦ μελαίνεσθαι τὸ λευκαίνεσθαι κατὰ φύσιν ἢ παρὰ φύσιν ἢ τὸ ὑγιάζεσθαι τοῦ νοσάζεσθαι· ὁμοίως γὰρ δοκεῖ τὸ σῶμα τῶν ζῴων ἀμφοτέρων εἶναι δεκτικόν, ἀλλ’ οὔτε ἡ μὲν αὔξησις κατὰ φύσιν, ἡ δὲ μείωσις παρὰ φύσιν οὔτε ἀνάπαλιν. ἀλλ’ οὔτε αὔξησις | |
25 | αὐξήσει τῇ κατὰ φύσιν ἡ παρὰ τὴν φύσιν ἀντίκειται. ὁμοίως ἐπὶ γενέσεως καὶ φθορᾶς ὁ αὐτὸς λόγος. οὐ γὰρ ἡ μὲν γένεσις κατὰ φύσιν, ἡ δὲ φθορὰ παρὰ φύσιν (τὸ γὰρ γηράσκειν κατὰ φύσιν), οὔτε γένεσιν ὁρῶμεν τὴν μὲν κατὰ φύσιν, τὴν δὲ παρὰ φύσιν. ταῦτα μὲν οὖν ἄν τις διαπο‐ ρήσειεν. | |
30 | Εἰ δέ ἐστι τὸ βίᾳ παρὰ φύσιν, καὶ φθορὰ φθορᾷ ἂν εἴη ἐναντία ἡ | |
βίαιος ὡς παρὰ φύσιν οὖσα τῇ κατὰ φύσιν. ἆρ’ οὖν καὶ γενέσεις εἰσὶν | 178 | |
5,2179 | ἔνιαι βίαιοι καὶ οὐχ εἱμαρμέναι (εἱμαρμένον δὲ λέγω τὸ κατὰ φύσιν, † ἆρ’ οὖν παρὰ φύσιν ἀντίκειται) καὶ αὐξήσεις βίαιοι καὶ φθίσεις; αὔξησις μὲν οἱ σῖτοι οἱ ταχὺ ἁδρυνόμενοι καὶ μὴ πιληθέντες. ἐπὶ δὲ ἀλλοιώσεως ὡσαύ‐ τως· εἶεν γὰρ ἄν τινες αἱ μὲν βίαιοι, αἱ δὲ φυσικαὶ ἀλλοιώσεις, ὡς τὸ ὑγιά‐ | |
5 | ζεσθαι μὴ ἐν κρισίμοις ἡμέραις ἀλλοιοῦσθαι παρὰ φύσιν ἐστίν, τὸ δὲ ἐν κρισίμοις ὑγιάζεσθαι κατὰ φύσιν. ἔσονται δὲ ἐναντίαι καὶ φθοραὶ ἀλλήλαις καὶ φθορὰ γενέσει καὶ οὐδὲν κωλύει· οὐ γὰρ κατὰ ταὐτὸν ἡ φθορὰ γενέσει τε ἀντίκειται καὶ φθορᾷ, ἀλλὰ καθὸ μὲν φθορά, γενέσει μόνον ἐστὶν ἐναντία, καθὸ δὲ τοιαύτη φθορά ἐστι κατὰ φύσιν, τῇ παρὰ φύσιν· καὶ γὰρ εἰ τὴν | |
10 | μὲν ἡδεῖαν εἶναι, τὴν δὲ λυπηρὰν εἶναι συμβέβηκεν, ἦν κατὰ τοῦτο αὐταῖς ἐναντίωσις. οὐ δεῖ δὲ ὑπολαμβάνειν ἕτερον τρόπον ἀντιθέσεως εἶναι τὸν νῦν εἰρημένον, ἀλλ’ ἃς ἐθέμεθα ἤδη κινήσεις τε καὶ μονὰς ἐναντίας καὶ καθ’ ὃν ἐθέμεθα τρόπον, αὗται διανέμονται τὸ κατὰ φύσιν καὶ παρὰ φύσιν, οἷον ἐναντίαν εἴπομεν εἶναι φορὰν τὴν ἄνωθεν κάτω τῇ κάτωθεν ἄνω. | |
15 | τούτων τοίνυν ἡ μὲν κατὰ φύσιν τῷ πυρί, ἡ δὲ παρὰ φύσιν ἐστὶ καὶ ἔμπαλιν τῇ γῇ· καὶ μοναὶ δὲ ὡσαύτως. ἐπεὶ γὰρ τὴν ἄνω μονὴν τῇ ἄνωθεν κινήσει διωρισάμεθα ἀντικεῖσθαι, γίνεται καὶ τούτων τῇ γῇ ἡ μὲν ἄνω μονὴ παρὰ φύσιν, ἡ δὲ ἄνωθεν κίνησις κατὰ φύσιν, ὥστε κίνησις ἐναντία κινήσει ἐστίν, τουτέστιν ἡ κατὰ φύσιν τῇ παρὰ φύσιν, καὶ μονὴ | |
20 | ἐναντία κινήσει, ἡ τοῦ αὐτοῦ παρὰ φύσιν τῇ κατὰ φύσιν· ἀλλ’ οὐ τοῖς αὐτοῖς, ἀλλ’ ἄλλῳ καὶ ἄλλῳ, οἷον ἐναντίαι κινήσεις εἰσὶν ἡ ἄνωθεν κάτω τῇ κάτωθεν ἄνω, καὶ ἄμφω γε κατὰ φύσιν ἡ μὲν πυρί, ἡ δὲ γῇ. ἀλλ’ εἰ τοῦ κινουμένου ποθέν ποι τὸ μὲν ἐκεῖσέ ἐστιν, ἐξ οὗ κινεῖται, τὸ δέ, εἰς | |
ὃ κινεῖται, ἐναντία δὲ ἡ ἐκεῖ μονὴ τῇ ἐξ ἐκείνου κινήσει, πῶς οὐχ ἅμα | 179 | |
5,2180 | περὶ ταὐτὸν τἀναντία; λύειν γὰρ οὐ χαλεπόν· ἢ γὰρ ὅτι μὴ κατὰ ταὐτὸν τἀναντία, ἀλλὰ κατ’ ἄλλο μὲν ἐν ἐκείνῳ μένοι ἄν, κατ’ ἄλλο δὲ ἐξ ἐκείνου κινεῖται (οὐ γὰρ ἀμερές ἐστιν τὸ κινούμενον, ὡς δειχθήσεται), ἢ ὅτι μηδὲ ἐναντία κυρίως κίνησις καὶ μονή, ἀλλὰ κίνησις μᾶλλον κινήσει. | |
5 | καὶ περὶ μὲν τῶν ἀντιθέσεων τῶν ἐν ταῖς κινήσεσι καὶ ταῖς ἠρεμίαις | |
ἱκανῶς εἴρηται. | 180 | |
5,2t181-208 | ΘΕΜΙΣΤΙΟΥ ΠΑΡΑΦΡΑΣΙΣ ΕΙΣ ΤΟ Ζ ΦΥΣΙΚΗΣ ΑΚΡΟΑΣΕΩΣ. | |
5,2181(2) | Εἰ δέ ἐστι συνεχῆ μέν, ὧν τὰ ἔσχατα ἕν ἐστιν, ἁπτόμενα δέ, ὧν ἅμα, ἀδύνατον ἐξ ἀδιαιρέτων εἶναί τι συνεχές, οἷον γραμμὴν ἐκ στιγμῶν, εἴπερ ἡ γραμμὴ μὲν συνεχής, ἡ στιγμὴ δὲ ἀδιαίρετος. δεῖ γὰρ τὰς | |
5 | στιγμὰς ἢ ὅλως, ὁποῖα ἄττα ἂν ὑπόθηταί τις τὰ ἀδιαίρετα, πρῶτον ἀλλήλων ἅπτεσθαι δύνασθαι, εἰ μέλλοι τότε καὶ συμφύσεσθαι· αὕτη γὰρ ἦν ἡ γένεσις τῶν συνεχῶν. πῶς δὲ ἔσται ἅμα τὰ ἔσχατα, ὧν οὐδὲν ἔσχατον; οὐ γὰρ ἔστιν οὐδὲν ἔσχατον τοῦ ἀμεροῦς· ἕτερον γὰρ τὸ ἔσχατον καὶ οὗ ἔσχατον, ὧν δὲ οὐχ οἷόν τε ἅμα γίνεσθαι τὰ ἔσχατα, πῶς οἷόν τε ἓν ἐξ | |
10 | αὐτῶν ἔσχατον γίνεσθαι; καὶ γάρ τινι περιττεύει μέρει τοῦ ἐσχάτου τού‐ του τὰ ἀμερῆ συντιθέμενα· ἡ γὰρ ἁφὴ τοὺς ὄγκους αὐτῶν ὅλους κατ‐ αναλώσει· οὐ γὰρ δήπου μέρεσιν ἢ πέρασιν ἅπτεται ἀλλήλων τὰ ἀμερῆ, ἀλλ’ ἅμα ὅλοις ἐνδύσεται καὶ ὅλα δι’ ὅλων χωρήσει, εἴπερ ὅλα δεῖ καλεῖν, ὧν μηδὲν μόριον. οὐκοῦν οὐδὲ ἡ σύνθεσις αὐτῶν ποιήσει τι μέγεθος | |
15 | περιττόν, ὥστε διαιρεῖσθαι εἰς ἄλλο καὶ ἄλλο μέρος· οὐδὲ γὰρ ἂν τόπος ἔσται μείζων τῶν παμμυρίων ἀμερῶν συντιθέντων ἢ ἑνὸς κατ’ αὐτὸ (οὐδὲ γὰρ προσοίσει διάστημα τὸ προστιθέμενον τῷ προσλαβόντι), καίτοι παντὸς μεγέθους συνεχοῦς μείζων ὁ τόπος τοῦ ὅλου ἢ τῶν μορίων ἑκάστου· ἔτι δέ, εἰ τὰ μόρια τῶν συνεχῶν κεχώρισται ἀλλήλων τῷ τόπῳ, καὶ τὸ μὲν | |
20 | ἐνθαδὶ ἀνάγκη εἶναι, τὸ δὲ ἐνθαδί, οἷον ἐπὶ γραμμῆς, ἡ δὲ σύνθεσις τῶν ἀμερῶν οὐδὲν ποιεῖ μέγεθος, πῶς ποιήσει μόρια κεχωρισμένα τῷ τόπῳ; ἀλλ’ ἴσως τὸ μὲν ἅπτεσθαι ἀλλήλων τὰ ἀμερῆ ἢ ἀλλήλοις γίνεσθαι συν‐ εχῆ καὶ οὕτως ποιεῖν τι μέγεθος συνεχὲς ἄτοπον ὑποτίθεσθαι δι’ ἃς | |
εἴπομεν δυσχερείας, ἐφεξῆς δὲ ἀλλήλοις οὐδὲν κωλύει γίνεσθαι τὰ ἀδι‐ | 181 | |
5,2182 | αίρετα, οἷον στιγμὴ καὶ τὸ νῦν ἐφεξῆς εἶναι τῷ νῦν, ὥστε καὶ τὸ μέγεθος καὶ τὸν χρόνον συγκεῖσθαι μὲν ἐκ τῶν ἀμερῶν, οὔτε δὲ ἁπτομένων οὔτε συνεχο‐ μένων ἀλλήλοις, ἵνα μὴ τὰς ἐκ τῶν ἐσχάτων ἀπορίας ἀναδεχώμεθα. ὁ δὲ τοιοῦτος λόγος πρῶτον μὲν οὐδὲν ποιεῖ μέγεθος συνεχές, ἀλλὰ πάντα ἐκ | |
5 | διωρισμένων καθάπερ τὸν ἀριθμόν, ἔπειτα οὐδὲ αὐτὸ τοῦτο δυνατὸν ὑπο‐ τίθεσθαι. σκόπει δὲ οὕτως· ἤτοι γὰρ οὐδὲν παντελῶς ἔσται μεταξὺ τῶν ἐφεξῆς κειμένων σημείων ἢ ἔσται μεταξύ. εἰ μὲν τοίνυν οὐδὲν παντελῶς, πάλιν ἅπτοιντο ἂν ἀλλήλων τὰ ἀμερῆ (οὐδὲν γὰρ αὐτὰ παρεγκείμενον κωλύσει)· εἰ δὲ ἔσται τι μεταξύ, τί τοῦτ’ ἂν εἴη, σκεψώμεθα. ἐπεὶ γὰρ | |
10 | τὸ κενὸν ἀνῃρήκασιν ἡμῖν οἱ πρότεροι λόγοι, δῆλον ὡς, εἴπερ ἔσται τι μεταξὺ τῶν ἐφεξῆς ἀλλήλοις σημείων, ἢ σῶμα τοῦτο ἔσται ἢ ἐπιφάνεια ἢ γραμμή· καὶ δῆλον ὅτι γραμμή· γραμμὴ γὰρ σημείων ἀεὶ μεταξύ, ἀλλ’ ἐπεὶ δυνατόν, μᾶλλον δὲ ἀναγκαῖόν ἐστιν ἐν ἁπάσῃ γραμμῇ σημεῖον λαβεῖν, λάβοις ἂν καὶ ἐπὶ τῆς μεταξὺ τῶν σημείων ἄλλο σημεῖον, ὃ αὐτὸ γίνεται | |
15 | μεταξύ. πῶς οὖν ἐκεῖνά ἐστιν ἐφεξῆς, ὧν σημεῖον ἕτερον μεταξύ; ὥστε δυοῖν θάτερον, ἢ ἅπτεσθαι ἀλλήλων τὰ ἀμερῆ ἢ μηδὲ ἐφεξῆς εἶναι· εἰ δὲ ἀμήχανον ἅπτεσθαι, ἀμήχανον εἶναι καὶ ἐφεξῆς. οὐδὲ κατὰ τοῦτον οὖν τὸν τρόπον δυνατὸν συγκεῖσθαί τι μέγεθος ἐξ ἀμερῶν. δῆλον τοίνυν ἐκ τῶν εἰρημένων κἀκεῖνο, ὅτι πᾶν μέγεθος συνεχὲς διαιρετὸν εἰς ἀεὶ διαιρετά. | |
20 | καὶ γὰρ τοῦτο ἐκ συλλογισμοῦ τις ἂν συναγάγοι· πᾶν γὰρ μέγεθος συνεχὲς ἢ διαιρετὸν ἢ ἀδιαίρετον. ἀλλ’ οὐκ ἀδιαίρετον (πῶς γὰρ ἂν ἔτι μέγεθος εἴη καὶ συνεχές;)· ὥστε διαιρετόν. πᾶν τοίνυν διαιρετὸν εἰς ἀεὶ διαιρετὰ ἢ εἰς ἀδιαίρετα. ἀλλ’ οὐκ εἰς ἀδιαίρετα (καὶ γὰρ ἐξ ἀδιαιρέτων συγκέοιτο ἄν, ὅπερ ἀδύνατον ἀπεδείχθη), εἰς ἀεὶ τοίνυν διαιρετά. ἔτι εἰ μέγεθος ἐξ | |
25 | ἀμερῶν, καὶ γραμμὴν μείζω σημείῳ γραμμῆς δυνατὸν γενέσθαι, ἀλλ’ εἰ τοῦτο, δίχα διαιρεθήσεται τὸ σημεῖον. εἰ γὰρ πᾶσα γραμμὴ δίχα διαιρετή, καὶ ἡ μείζων σημείῳ καὶ ἡ ἐλάττων. ὅταν τοίνυν ἡ μείζων τέμνηται δίχα, καὶ τὸ σημεῖον δίχα τμηθήσεται· καὶ ὅλως ὅταν ᾖ ἐκ περισσῶν στιγμῶν συγκειμένη, καὶ κύκλος δ’ ἂν εἴη τις ἐκ περισσῶν σημείων συγ‐ | |
30 | κείμενος. πῶς οὖν οὗτος διαιρεθήσεται δίχα; οἴχεται δὲ καὶ τὸ τῇ διαμέτρῳ δίχα τέμνεσθαι τὸν κύκλον, μᾶλλον δὲ οὐδὲ ὅλως ἔσται διά‐ μετρος· τὸ γὰρ κέντρον ἀμερὲς ὑποκείμενον τὴν δι’ αὐτοῦ γραφομένην εὐθεῖαν οὐ παραδέχεται, ὥστ’ εἰς δύο γενέσθαι. οὐκοῦν οὐδ’ ἡμικύκλιον | |
ἔσται, ἀλλὰ τὸ κέντρον ἀεὶ θατέρῳ μέρει τοῦ κύκλου προσνεμόμενον ἐν | 182 | |
5,2183 | τῇ τομῇ μεῖζον ἐκεῖνο ποιήσει. πολλὰ ἄν τις ἕτερα προσεπιβάλλοι τὰ Ἀριστοτέλους ἐξεργάσασθαι φιλοτιμούμενος. ἔτι πρὸς τούτοις εἰ συγκεῖσθαί τι μέγεθος δυνατὸν ἐξ ἀδιαιρέτων καὶ ἀμερῶν, ἀνάγκη καὶ τὴν ἐπὶ τού‐ του κίνησιν ἐξ ἀμερῶν συγκεῖσθαι κινήσεων· ἀκολουθεῖ γάρ, ὥσπερ καὶ | |
5 | πρότερον ἐπεδείχθη, τῷ μεγέθει ἡ κίνησις, ἐφ’ οὗ γίνεται, καὶ ὥσπερ, εἰ τὸ μέγεθος συνεχές, καὶ αὕτη συνεχής, οὕτως, εἰ τὸ μέγεθος ἐκ διωρι‐ σμένων καὶ ἀμερῶν, καὶ αὕτη τοιαύτη. ἵνα δὲ καὶ ἐκδηλοτέρα γένηται τῆς ἀκολουθίας ταύτης ἡ ἀνάγκη, ὑποκείσθω τι μέγεθος ἐκ τριῶν συγκείμενον ἀμερῶν ΑΒΓ, κινούμενον δὲ ἐπὶ τοῦ μεγέθους τούτου τὸ Ω κίνησιν, ἧς | |
10 | σημεῖα τὸ ΔΕΖ. ἔσται τοίνυν ἡ ΔΕΖ κίνησις ἐκ τριῶν ἀμερῶν καὶ αὐτὴ συγκειμένη κινήσεων· ἕκαστον γὰρ αὐτῆς μόριον ὁμοίως ἀμερὲς ἔσται τῷ ἐφ’ οὗ γίνεται. εἰ γὰρ τὴν ἐπὶ τοῦ Α κίνησιν διαιρετήν τις εἶναι βιάζοιτο, καὶ τὸ Α ποιήσει διαιρετόν· συνδιαιρεῖται γὰρ ἀεὶ τῇ κινήσει τὸ διάστημα. τοίνυν καὶ τὸ ἥμισυ τῆς κινήσεως ἐφ’ ἥμισυ ἔσται τοῦ Α, ἀλλ’ ὑπόκειται | |
15 | ἀδιαίρετον εἶναι τὸ Α. ὅτι μὲν οὖν ἐξ ἀνάγκης ἀκολουθεῖ τῷ τὸ μέγεθος ἐξ ἀμερῶν συντιθέντι τὸ ποιεῖν καὶ τὴν κίνησιν ἐξ ἀδιαιρέτων κινήσεων, ἀποδέδεικται· ὅτι δὲ ἀμήχανον κίνησίν τινα ἐξ ἀδιαιρέτων εἶναι κινήσεων, λέγομεν πάλιν. φανερὸν τοίνυν, ὅτι τὸ κινεῖσθαι παρουσίᾳ κινήσεως γίνεται καί, ὅπως ἂν ἔχῃ ἡ κίνησις, οὕτως ἔχει καὶ τὸ κινεῖσθαι. εἰ τοίνυν ἡ | |
20 | κίνησις ἀδιαίρετος γινομένη ἐπὶ τοῦ Α, ἀδιαίρετον ἔσται καὶ τὸ κινεῖσθαι ἐπὶ τοῦ Α· τοῦτο δὲ ἀμήχανον· ὥστε οὐδὲ ἡ κίνησις ἀδιαίρετος. πῶς οὖν ἀμήχανον ἀδιαίρετον εἶναι τὸ ἐπὶ τοῦ Α κινεῖσθαι; ἀνάγκη τὸ κινούμενον ποθέν ποι μὴ ἅμα κινεῖσθαι καὶ κεκινῆσθαι, οὗ ἐκινεῖτο, τουτέστι 〈μὴ〉 ἅμα πορεύεσθαι Θήβαζε καὶ πεπορεῦσθαι καὶ εἶναι ἐν Θήβαις, μὴ ἅμα βαδίζειν εἰς Πειραιᾶ [καὶ εἶναι] | |
25 | καὶ βεβαδικέναι εἰς Πειραιᾶ. ἀλλὰ πρῶτον μὲν τὸ εἰς Θήβας πορεύεσθαι τοῦ ἐν Θήβαις εἶναι, τὸ δὲ εἰς τὸν Πειραιᾶ βαδίζειν τοῦ ἐν τῷ Πειραιεῖ γεγονέναι. τοῦτο τοίνυν ἐπὶ τοῦ αὐτοῦ ἀμεροῦς πῶς ὑπάρξει, ὅταν κινῆ‐ ται ἐπ’ αὐτοῦ τὸ Ω τῆς Δ αὐτῷ κινήσεως παρούσης, ἣν ἀδιαίρετον ὑπ‐ εθέμεθα; ἀμήχανον γὰρ ἐπὶ τοῦ ἀμεροῦς πρότερον εἶναι τὸ κινεῖσθαι τοῦ | |
30 | κεκινῆσθαι καὶ τὸ πορεύεσθαι τοῦ πεπορεῦσθαι· διαιρετὴ γὰρ ἂν οὕτως ἡ | 183 |
5,2184 | κίνησις εἴη. πῶς δὲ ὅλως ὑπάρξει τὸ κινεῖσθαι; τὸ 〈γὰρ〉 μὴ ἠρεμεῖν ἐστι μήτε κεκινῆσθαι καὶ μήτε ἐν ἐκείνῳ εἶναι ἐξ οὗ κινεῖται, μήτε ἐν τούτῳ, ἐφ’ ὃ κινεῖται· εἴτε γὰρ ἐν ἐκείνῳ, ἠρεμοίη ἄν, εἴτε ἐν τούτῳ, οὐκέτ’ ἂν ἐπ’ αὐτοῦ κινοῖτο. ἐν τῷ μεταξὺ ἄρα τοῦ ἀφ’ οὗ καὶ ἐφ’ ὅ. διαιρετὴ | |
5 | ἄρα καὶ ἡ κίνησις καὶ τὸ μέγεθος, ὥστε δυοῖν θάτερον ἀναγκαῖον ἢ τὰ ἀμερῆ ποιεῖν πάλιν διαιρετὰ ἢ τὴν θέσιν ταύτην φυλάττοντας περιπίπτειν ἐκείνῳ τῷ ἀδυνάτῳ τῷ τὸν βαδίζοντα εἰς τὸν Πειραιᾶ ἐν αὐτῷ τῷ βαδίζειν βεβαδικέναι εἰς Πειραιᾶ καὶ τὸν ἀπιόντα εἰς Μέγαρα ἐν αὐτῷ τῷ ἀπιέναι ἀπεληλυθέναι εἰς Μέγαρα. ἀλλ’ ὁ σοφώτατος ἡμῖν Ἐπίκουρος οὐκ αἰ‐ | |
10 | σχύνεται χρῆσθαι φαρμάκῳ τῆς νόσου χαλεπωτέρῳ καὶ ταῦτα Ἀριστοτέλους τὴν μοχθηρίαν τοῦ λόγου προεπιδείξαντος. ἐπὶ μὲν γὰρ τῆς ὅλης τῆς ΑΒΓ κινεῖται, φησί, τὸ κινούμενον, ἐφ’ ἑκάστου δὲ τῶν ἀμερῶν, ἐξ ὧν σύγκειται, οὐ κινεῖται, ἀλλὰ κεκίνηται· εἶτ’ οὐκ αἰσθάνεται περιπίπτων ἀναρι‐ θμήτοις τισὶν ἀτοπίαις, πρῶτον μέν, ὅτι τὴν κίνησιν τὴν ἐφ’ ὅλης τῆς | |
15 | ΑΒΓ συντίθησιν οὐκ ἐκ κινήσεων, ἀλλ’ ἐκ περάτων κινήσεως καὶ τοῦ κε‐ κινῆσθαι· ἡ γὰρ ὅλη κίνησις ΔΕΖ οὐχ ἕξει κίνησιν τὰ μόρια, τὸ Δ καὶ τὸ Ε καὶ τὸ Ζ (κεῖται γὰρ οὐ κινεῖσθαι καθ’ ἑκάστην τούτων, ἀλλὰ κε‐ κινῆσθαι)· ἔπειθ’ ὅτι τὸ κεκινῆσθαί φησιν ἀληθές, ἐφ’ οὗ μηδέποτε τὸ κινεῖσθαι γέγονεν ἀληθές, καὶ τὸ διεληλυθέναι ὑπάρχειν, ᾧ μὴ πρότερον | |
20 | τὸ διιέναι, καὶ τὸ βεβαδικέναι, ᾧ μὴ πρότερον τὸ βαδίζειν, καὶ ὅλως τὸ παρῳχημένον ἀληθές, οὗ τὸ ἐνεστὼς οὐδέποτ’ ἦν ἀληθές. ἔτι δὲ εἰ πᾶν τὸ κινεῖσθαι πεφυκός, ὅτε πέφυκεν, ἤτοι κινεῖται ἐξ ἀνάγκης ἢ ἠρεμεῖ, 〈εἰ〉 μὴ κινεῖται τὸ Ω κατὰ τὸ Α, δῆλον ὅτι ἠρεμεῖ ἐν τῷ Α, ὁμοίως δὲ καὶ ἐν τῷ Β, ὁμοίως δὲ καὶ ἐν τῷ Γ· ἀλλὰ καὶ κεῖται κινεῖσθαι ἐπὶ τῆς | |
25 | συγκειμένης ἐκ τῶν ΑΒΓ, ὥστε κατὰ πᾶν μέρος ἠρεμοῦν τῆς ΑΒΓ πᾶσαν οὐδὲν ἧττον διήξει. ὅλως δὲ εἰ μὲν ἐφ’ ἑκάστου τῶν ἀμερῶν κίνησις ὑπ‐ άρξει τὸ Ω, πῶς ἔχον κίνησιν οὐ κινήσεται; εἰ δ’ οὐχ ὑπάρξει κίνησις, ἀλλ’ ἠρεμία, ἐξ ἠρεμίας ἡ κίνησις συντεθήσεται. ἔτι καὶ τὸν χρόνον ἀναγκαῖόν ἐστιν ἐξ ἀδιαιρέτων συγκεῖσθαι, εἰ τὸ μέγεθος ἐξ ἀμερῶν· εἰ γάρ | |
30 | τις μέγεθος μὲν ἀμερὲς ὑποτιθοῖτο, μηκέτι δὲ χρόνον τινὰ ἀμερῆ, ἀλλὰ πάντα διαιρεῖσθαι δυνάμενον, οὗτος πάλιν προήσεται καὶ τὴν τοῦ μεγέθους ἀμέρειαν· ὁμολογεῖται γάρ, ὅτι πᾶν τὸ ἰσοταχὲς ἐν τῷ ἐλάττονι χρόνῳ | |
ἔλαττον κινεῖται διάστημα. εἰ τοίνυν καὶ οὗτος ὁ χρόνος εἴη διαιρετός, ἐν | 184 | |
5,2185 | ᾧ κινεῖταί τι κατὰ ἀμεροῦς καὶ ἐλαχίστου, δῆλον ὡς ἐν τῷ μέρει τοῦ χρόνου τούτου μέρος τι τοῦ ἐλαχίστου διήξει. ἀνάγκη τοίνυν καὶ χρόνους ἀμερεῖς ὑποτίθεσθαι τῷ συντιθέντι τὸ μέγεθος ἐξ ἀμερῶν. Ὁ δὲ ἀμερεῖς ὑποτιθέμενος χρόνους διαφθείρει τὸ θᾶττον καὶ βρα‐ | |
5 | δύτερον, πράγματα ἐν ὀφθαλμοῖς ὄντα καὶ πᾶσι γνώριμα. τίς γὰρ ἔστιν, ὃς οὐκ οἶδεν, ὅτι ταχύτερος ἵππος χελώνης καὶ ἅρματος ἅμαξα βραδυτέρα; καὶ εἴ γέ τινα τῶν πολλῶν ἐπανέροιο, τί δήποτε ταχύτερον λέγεται τῆς ἁμάξης τὸ ἅρμα, ἀποκρίνοιτο ἂν οὐ δεηθεὶς τῆς Ἐπικούρου σοφίας, ὅτι τὸ μὲν ἅρμα ὥρᾳ μιᾷ σταδίους ἂν διέλθοι τριάκοντα, τὴν ἅμαξαν δὲ ἐν τρισὶν | |
10 | ἢ τέτρασιν ὥραις τοὺς αὐτοὺς ἀνύσαι σταδίους. ἐν ᾧ γὰρ οἱ ἵπποι τοὺς τριάκοντα διαθέουσιν, οἱ βόες μόλις ἂν ἑπτὰ πορευθεῖεν· ποίας γὰρ ταῦτα σοφίας εἰδέναι, ὅτι τὸ μὲν θᾶττον ἐν ἐλάττονι χρόνῳ δίεισι τὸ ἴσον διά‐ στημα, τὸ δὲ βραδύτερον ἐν τῷ ἴσῳ χρόνῳ ἔλαττον διαπορεύεται μῆκος, ὥσπερ ἐγὼ καὶ οἱ ἐμοὶ παῖδες τὴν αὐτὴν ὁδὸν τὴν ἐκ Νικαίας εἰς τὴν | |
15 | πατρίδα, ἐγὼ μὲν ἀπήνην δημοσίαν ἔχων, οἱ δὲ ἅμαξαν, οὐκ ἐν ἴσῳ διηνύ‐ σαμεν χρόνῳ, ἀλλ’ ἐγὼ μὲν ἐν δύο νυχθημέροις, οἱ δὲ ἐν τέτρασιν. ταῦτα τοίνυν οὕτως ὄντα ἐναργῆ καὶ πρὸ ὀφθαλμῶν πᾶσιν ἀνθρώποις ἀπολλύουσι προϊόντα ἢ διαφθείρουσιν οἱ χρόνους ἀμερεῖς καὶ ἐλαχίστους ὑποτιθέμενοι. σκόπει δέ· εἰ γὰρ ἔστιν ἐλάχιστος καὶ ἀμερής τις χρόνος, | |
20 | πότερον ἐν αὐτῷ κινεῖσθαι δυνατὸν ἢ ἀδύνατον; εἰ μὲν γὰρ ἀδύνατον, ἀδύνατον καὶ ἐν τῷ ἐξ αὐτοῦ συγκειμένῳ· οὗ γὰρ ἐν οὐδενὶ μορίῳ κινεῖ‐ σθαι δυνατόν, πῶς ἔσται δυνατὸν ἐν τῷ ὅλῳ; εἰ δὲ δυνατὸν ἐν ἀμερεῖ χρόνῳ κινεῖσθαι, δυνατὸν δήπου καὶ βραδύτερον ἐν αὐτῷ καὶ θᾶττον κινεῖ‐ σθαι· καὶ οὐ λέγω πάντως ταὐτὸ κινούμενον, ἀλλ’ ἄλλο καὶ ἄλλο. εἰ τοί‐ | |
25 | νυν προσπαίζων ἡμῖν ὁ λόγος ὑπόθοιτο χελώνην ἐν τῷ οὐρανῷ κινουμένην ἢ ἕτερον βραδὺ χελώνης παραπλησίως, τοῦτο δήπου καὶ αὐτὸ κινηθήσεται ἐν τῷ ἀμερεῖ χρόνῳ καὶ ἐλαχίστῳ, κινούμενον δὲ ἐξανύσει ποσόν τι πάντως διάστημα. ἆρ’ οὖν τὸ διάστημα τοῦτο τὸ βραχύ, τὸ σμικρόν, τὸ ὁπόσον ἂν ἐθέλῃς, ὁ ταχύτατος ἥλιος ‘ὁ τὸ πτηνὸν ἅρμα ἐλαύνων‘ καὶ οὗτος ἐν | |
30 | ἀμερεῖ χρόνῳ διάξει ἢ ἐν ἐλάττονι τοῦ ἀμεροῦς; εἰ μὲν τοίνυν ἐν ἀμερεῖ, τὴν χελώνην ποιοῦσιν ἰσοταχῆ τῷ ἡλίῳ· ἰσοταχὲς γὰρ τὸ ἴσῳ χρόνῳ τὸ ἴσον ἀνύον διάστημα. εἰ δὲ ἐν ἐλάττονι τοῦ ἀμεροῦς, οὐκέτι φυλάττουσιν ἐλά‐ χιστόν τινα χρόνον. πρὸς μὲν οὖν τὴν ὑπόθεσιν τὴν τοιαύτην καὶ ταῦτα ἐξήρκει, ἡμεῖς δὲ ἐπὶ πλέον ἐπεξέλθωμεν τῷ λόγῳ· γένοιτο γὰρ ἂν οὕτως | |
35 | φανερώτερον τὸ μήτε χρόνον ἐξ ἀμερῶν μήτε μέγεθος συγκεῖσθαι. ἐπει‐ δὴ γὰρ ἀναγκαῖον ἐν ἐλάττονι χρόνῳ τὸν ἵππον τῆς χελώνης ταὐτὸν | |
ἀνύειν διάστημα, ὑποκείσθω ταχύτερόν τι καὶ βραδύτερον, ταχύτερον μὲν | 185 | |
5,2186 | τὸ Α, βραδύτερον δὲ τὸ Β. καὶ κινείσθω τὸ βραδύτερον, τουτέστι τὸ Β. τὴν ΓΔ εὐθεῖαν τῷ ΖΗ χρόνῳ. δῆλον τοίνυν, ὅτι τὸ θᾶττον, λέγω δὲ τὸ Α, ἐν ἐλάττονι χρόνῳ τοῦ ΖΗ ταὐτὸν κινηθήσεται μῆκος, λέγω δὲ τὴν ΓΔ εὐθεῖαν. κεκινήσθω τοίνυν ἐν τῷ ΖΘ. πάλιν δὲ ἐπειδὴ τὸ θᾶττον | |
5 | τὸ Α ἐν τῷ ΖΘ διελήλυθε τὴν ὅλην, τὸ βραδύτερον τὸ Β ἐν τῷ αὐτῷ χρόνῳ τὴν ἐλάττω τῆς ΓΔ διεξίτω τὴν ΓΚ. ἐπεὶ τοίνυν τὸ βραδύτερον ἐν τῷ ΖΘ χρόνῳ τὴν ΓΚ διῄει, τὸ θᾶττον ἐν τῷ ἐλάττονι χρόνῳ τὴν ΓΚ διεξῄει, ὥστε πάλιν τὸ ΖΘ ὁ χρόνος διαιρεθήσεται· τὸ γὰρ Α τὴν ΓΚ ἐν τῷ ΖΘ χρόνῳ διαπορεύεται. τὸ Β τοίνυν ἐν τῷ αὐτῷ τούτῳ | |
10 | χρόνῳ οὐκέτι τὴν ΓΚ, ἀλλ’ ἐλάττω τῆς ΓΚ, τὴν Γ μόνον. νοήσομεν τοί‐ νυν, ὡς ἀεὶ τὸ θᾶττον ἡμῖν καὶ βραδύτερον μεταλαμβάνουσι καὶ τῷ ὑπο‐ δεδειγμένῳ τρόπῳ χρωμένοις τῆς μεταλήψεως τὸ μὲν θᾶττον ἀεὶ διαιρήσει τὸν χρόνον, τὸ βραδύτερον δὲ ἀεὶ διαιρήσει τὸ μέγεθος. τὸ μὲν γὰρ θᾶττον ἀεὶ τὴν αὐτὴν εὐθεῖαν ἐν τῷ ἐλάττονι χρόνῳ, τὸ βραδύτερον δὲ ἐν | |
15 | τῷ αὐτῷ χρόνῳ τὴν ἐλάττονα εὐθεῖαν διήξει. ἀεὶ δὲ οὔσης δυνατῆς τῆς μεταλήψεως (ἀεὶ γὰρ δυνατὸν τὸ θᾶττον νοεῖν καὶ τὸ βραδύτερον) ἀεὶ καὶ τὸν χρόνον καὶ σὺν τῷ χρόνῳ τὸ μέγεθος διαιρεῖν δυνησόμεθα· ἀκολουθεῖ γὰρ ταῦτα ἀλλήλοις, λέγω δὲ ἥ τε τοῦ μεγέθους διαίρεσις καὶ ἡ τοῦ χρόνου, καὶ εἰ διαιρετὸς ὁ χρόνος καὶ ὁσάκις διαιρετός, διαιρετὸν καὶ τὸ | |
20 | μέγεθος καὶ τοσαυτάκις. καὶ τοῦτο μάλιστα ἐκ τῶν ἰσοταχῶς κινουμένων γνώριμον γίνεται· ἀεὶ γὰρ ἐν ἡμίσει χρόνῳ τὸ ἥμισυ δίεισι μέγεθος καὶ ἐν τῷ τριτημορίῳ τὸ τριτημόριον καὶ ἐν τῷ πολλοστημορίῳ τὸ πολλοστη‐ μόριον, ὥστ’ εἰ τὸν χρόνον ἐπ’ ἄπειρον, καὶ τὸ μέγεθος· συμπαρεκτείνεται γὰρ ὁ τῆς κινήσεως χρόνος τῷ διαστήματι, ἐφ’ οὗ τὸ συνεχῶς κινούμενον | |
25 | μεταβαίνει καὶ διὰ τοῦτο, καθ’ ὃν ἂν τρόπον ὁ χρόνος τὸ ἄπειρον ἔχῃ, κατὰ τὸν αὐτὸν ἕξει καὶ τὸ διάστημα, εἰ μὲν ἀδιεξίτητος καὶ ἀτελεύτητος καὶ μηδὲν ἔσχατον ἔχων, ὡς ἀδιεξίτητον καὶ τὸ μῆκος, εἰ δὲ τῷ διαιρεῖ‐ σθαι καὶ τέμνεσθαι, πάλιν καὶ τὸ μῆκος παραπλησίως, εἰ δὲ ἐν ἀμφοῖν, ἐν ἀμφοῖν καὶ τὸ μέγεθος. | |
30 | Τοῦτο δὲ ἀγνοεῖ Ζήνων ἢ προσποιεῖται, ὅταν οἴηται τὴν κίνησιν ἀν‐ αιρεῖν ἐκ τοῦ μὴ δυνατὸν εἶναι λέγειν ἐν πεπερασμένῳ τῷ χρόνῳ τὰ ἄπειρα διελθεῖν τὸ κινούμενον καὶ ἅψασθαι τὸ Α ἀπείρων καὶ καθ’ ἕκαστον, | |
εἰ τὸ μὲν μῆκος τὸ ποδιαῖον εἰς ἄπειρα διαιρετὸν καὶ ἐπ’ ἄπειρον, ὁ δὲ | 186 | |
5,2187 | χρόνος τῆς κινήσεως τῆς ἐπ’ αὐτῷ πεπερασμένος. οἱ γὰρ ἐπὶ τοῦ σταδίου κυλιόμενοι τροχοὶ τῶν ἁρμάτων οὐδὲν δήπου, φησί, παραλείπουσι τῆς διαι‐ ρέσεως τοῦ σταδίου, ἀπείρου δὲ οὔσης αὐτῆς καὶ τῶν ἐπ’ αὐτῆς γινομένων μερῶν, πῶς ἄπειρα διαθέουσιν ἐν χρόνῳ πεπερασμένῳ; τοῦτο γὰρ αὐτῷ | |
5 | τὸ ἀδύνατον ἠκολούθησεν ἐκ τοῦ μὴ κατιδεῖν ἢ μὴ ἐθελῆσαι, ὅτι διχῶς λέγεται ἄπειρον καὶ μῆκος καὶ πᾶν ὅλως τὸ συνεχὲς ἢ τῷ διαιρεῖσθαι ἐπ’ ἄπειρον ἢ τῷ μηδὲν ἔσχατον ἔχειν μηδὲ πέρας τι τοῦ μεγέθους. τὸ μὲν οὖν τοιούτου μήκους [τῆς] κατὰ τὸ πηλίκον ἀπείρου φαίην ἂν ὡς οὔτε ἅψασθαι παντὸς δυνατόν, οὐδὲ πᾶν διελθεῖν ἐν χρόνῳ πεπερασμένῳ, τοῦ | |
10 | δὲ ὡρισμένου μὲν κατὰ τὸ πηλίκον, κατὰ δὲ τὴν τομὴν καὶ διαίρεσιν ἀπείρου καὶ δυνάμει ἀπείρου, οὐκ ἐνεργείᾳ, ἐνδέχοιτ’ ἂν ἐν πεπερασμένῳ χρόνῳ καὶ ἅπτεσθαι παντὸς καὶ διελθεῖν. καὶ γὰρ αὐτὸς οὗτος ὁ χρόνος πεπέραται ἐν τῷ πηλίκῳ, ἄπειρος δέ ἐστιν τῇ διαιρέσει καὶ οὕτως ἄπειρος ὡς τὸ μῆκος. δυνάμει γὰρ ἄμφω, ὥστε ἐν ἀπείρῳ χρόνῳ τὸ | |
15 | ἄπειρον δίεισιν, ἐν τῷ δυνάμει τὸ δυνάμει, καὶ ἅπτεται τῶν κατ’ ἐπί‐ νοιαν ἀπείρων μερῶν τοῖς κατ’ ἐπίνοιαν ἀπείροις τοῦ χρόνου μέρεσιν, ἐπεὶ καθ’ ἑκάτερόν γε σημαινόμενον τοῦ ἀπείρου καὶ ἡμεῖς συγχωροῦμεν, μᾶλλον δὲ καὶ ἀποδείκνυμεν, ὡς οὔτε τὸ ἄπειρον μέγεθος δυνατὸν παρελθεῖν ἐν χρόνῳ πεπερασμένῳ οὔτε ἐν ἀπείρῳ χρόνῳ πεπερασμένον, ἀλλ’ ἐάν τε ὁ | |
20 | χρόνος ἄπειρος ᾖ, καὶ τὸ μέγεθος, ἐάν τε τὸ μέγεθος, καὶ ὁ χρόνος. ἔσται γὰρ μέγεθος μὲν πεπερασμένον τὸ ΑΒ, χρόνος δὲ ἄπειρος τὸ Γ, εἰλήφθω δέ τι τοῦ χρόνου πεπερασμένον, οἷον τὸ ΓΔ. ἐν τούτοις τοίνυν διήξει τι τοῦ μεγέθους τὸ κινούμενον καὶ ἔστω διεληλυθὸς τὴν ΒΕ. τοῦτο τοίνυν τὸ μέρος τοῦ μήκους, λέγω δὲ τὸ ΒΕ, ὅλην καταμετρήσει τὴν ΑΒ | |
25 | ἢ ὑπερβαλεῖ τοῦ μέρους τοῦ τελευταίου. διαφέρει γὰρ οὐδέν, εἴγε ἀεὶ τὸ ἴσον τῷ ΒΕ μέρει ἐν ἴσῳ χρόνῳ διήξει, τοῦτο δὲ καταμετρεῖ τὸ ὅλον μέγεθος καὶ ὑπερβάλλει τοῦ μέρους τοῦ τελευταίου· πεπερασμένος γὰρ ἔσται πᾶς χρόνος, ἐν ᾧ διῆλθε τὸ ὅλον. εἰς ἴσα γὰρ μέρη διαιρεθήσεται | |
εἰς ὅσαπερ καὶ τὸ μέγεθος. εἰ δέ σε ταράττει τὸ μὴ πάντως ἀπαρτίζειν | 187 | |
5,2188 | τὸ ΒΕ κατὰ τὸ μετροῦν τὴν ΑΒ, ἔξεστί σοι τὸ ΒΕ τηλικοῦτον ποιεῖν, ἡλίκον καταμετρήσει τὴν ΒΑ. εἰ γὰρ καὶ κατὰ τὴν πᾶσαν ἐν ἀπείρῳ χρόνῳ διέξεισιν, ἀλλὰ τό γε ΒΕ πάντως ἐν πεπερασμένῳ, ὥστ’, εἴπερ τὸ ΒΕ καταμετρεῖ τὴν ΒΑ, καὶ ὁ χρόνος, ἐν ᾧ φαίη τις ἄν, ὅτι καὶ τὸ ΒΕ | |
5 | μέρος ἐν ἀπείρῳ χρόνῳ διέξεισιν· ἀλλ’ ἀδύνατον. εἰ γὰρ ὥρισται κατὰ θάτερον πέρας ὁ χρόνος καὶ ἄρχεταί ποτε τῆς κινήσεως τὸ κινούμενον ἀπὸ τοῦ Β σημείου, ἀνάγκη τὴν ΒΕ διελθεῖν ἐν χρόνῳ πεπερασμένῳ. ἐπεὶ γὰρ ἐν ἐλάττονι χρόνῳ τὸ μέρος δίεισιν ἢ τὸ ὅλον, ἀνάγκη τὸν ἐλάττονα τοῦτον καὶ πεπεράνθαι. τὴν μὲν ἀρχὴν τὴν αὐτὴν ἕξει τῷ ὅλῳ, | |
10 | τὸ δὲ πέρας ἐκ τοῦ ἐλάττων εἶναι προσλήψεται. ἡ αὐτὴ δὲ ἀπόδειξις καὶ εἰ τὸ μῆκος ἄπειρον ὑποθοίμεθα, τὸν χρόνον δὲ πεπερασμένον. ἔσται γὰρ ἡμῖν πάλιν καὶ τὸ μῆκος πεπερασμένον τῇ παραπλησίᾳ μεθόδῳ χρωμένοις, ἡ δὲ αὐτὴ ἀπόδειξις ἡμῖν, κἂν μὴ ἰσοταχῆ τὴν κίνησιν ὑποθοίμεθα. εἰ γὰρ καὶ μὴ ἐν ἴσῳ χρόνῳ τὸ ἴσον κινεῖται διάστημα κατὰ τὴν ὑπόθεσιν | |
15 | ταύτην, ἀλλ’ ἢ ἐν πλείονι τὸ ἴσον ἢ ἐλάττονι, δῆλον ὅτι καὶ διαιρεθέντος τοῦ πεπερασμένου διαστήματος εἰς τὰ ἴσα μέρη, συνδιαιρεθήσεται καὶ ὁ χρόνος εἰς τοσαῦτα μὲν μέρη, οὐκέτι δὲ ἴσα ἀλλήλοις. ἀλλὰ μὴν εἴς γε τὸ πεπερασμένον αὐτὸν ἐπιδεῖξαι ἐξαρκεῖ τὸ ἐκ μορίων ὡρισμένων τῷ ἀριθμῷ συγκείμενον αὐτὸν ἐπιδεῖξαι, κἂν ἄνισα ταῦτα τὰ μέρη τυγχάνῃ, | |
20 | καὶ ἀνάπαλιν, εἰ ὁ χρόνος πεπερασμένος μέν, ἄπειρον δὲ ὑπέκειτο διάστημα· μόνως τοίνυν ἐνδέχεται ἐν ἀπείρῳ χρόνῳ πεπερασμένον κινεῖσθαι διάστημα, εἰ τὸ αὐτὸ πάλιν καὶ πάλιν κινοῖτο, ὥσπερ ὁρῶμεν καὶ τὰ θεῖα σώματα. εἰ δὲ οὐ δίεισιν ἄπειρον διάστημα ἐν πεπερασμένῳ χρόνῳ τὸ πεπερασμένον σῶμα, φανερὸν ὡς οὐδὲ τὸ ἄπειρον σῶμα, εἰ κινούμενον ὑποθοίμεθα, δι‐ | |
25 | έλθοι ἂν πεπερασμένον διάστημα ἐν πεπερασμένῳ χρόνῳ. ἡνίκα γὰρ ἂν διίῃ τὸ ἄπειρον σῶμα τὴν πεπερασμένην γραμμήν, δῆλον ὡς τηνικαῦτα καὶ ἡ πεπερασμένη γραμμὴ τὸ ἄπειρον σῶμα διέξεισιν, ἀλλ’ ἀποδέδεικται τοῦτο ἀδύνατον. καὶ μὴν εἰ καὶ τὸ διάστημα ἄπειρον ὑποθοίμεθα καὶ τὸ | |
κινούμενον σῶμα, μόνος δὲ ὁ χρόνος εἴη πεπερασμένος, ἀνάγκη καὶ τὰ | 188 | |
5,2189 | λοιπὰ ἀναφανῆναι πεπερασμένα. ταῦτα μὲν οὖν ἔξωθεν τοῦ προκειμένου προσείληφεν ἡμῖν ὁ λόγος διὰ τὴν Ζήνωνος ἀπορίαν, ἐπανίωμεν δὲ ὅθεν ἐξέβημεν, ὡς οὔτε γραμμὴ οὔτε ἐπίπεδον οὔθ’ ὅλως οὐδὲν τῶν συνεχῶν οὔτε ἄτομον ἐνδέχεται εἶναι οὔτε ἐξ ἀτόμων συγκεῖσθαι οὐ μόνον διὰ τὰ | |
5 | πρότερον εἰρημένα, ἀλλ’ ὅτι καὶ διαιρεῖσθαι τὸ ἄτομον ἐξ ἀνάγκης συμ‐ βήσεται. ἐπεὶ γὰρ ἐν παντὶ χρόνῳ τὸ θᾶττόν ἐστιν καὶ τὸ βραδύτερον, τὸ δὲ θᾶττον πλέον διέρχεται μῆκος ἐν τῷ ἴσῳ χρόνῳ, ἐνδέχοιτ’ ἂν τὸ πλέον τοῦτο ἢ διπλάσιον ἢ τριπλάσιον ἢ καὶ ἡμιόλιον εἶναι. ἐνηνέχθω τοίνυν ἡμιόλιόν τι διάστημα τὸ θᾶσσον ἐν τῷ ἴσῳ χρόνῳ, ἤπερ τὸ βραδύ‐ | |
10 | τερον, καὶ διῃρήσθω τὸ μέγεθος εἰς τρί’ ἀμερῆ, ἐφ’ οὗ τὸ μὲν ταχύτερον ὅλου διαπορεύεται, τὸ δὲ βραδύτερον οὐ καθόλου, ἀλλ’ ἐπὶ τῶν δυεῖν ἀμερῶν ἐν τῷ ἴσῳ χρόνῳ. οὕτω γὰρ ἂν ἡμιόλιον εἴη τὸ μῆκος τοῦ μήκους, ἀλλ’ εἴπερ τὸ μῆκος ἐξ ἀτόμων σύγκειται τριῶν, ἐφ’ οὗ κινεῖ‐ ται τὸ θᾶσσον, καὶ ὁ χρόνος ἐκ τριῶν ἀμερῶν συντεθήσεται, ἐν ᾧ | |
15 | κινεῖται, εἴπερ ἐξ ἀνάγκης ὁ χρόνος ἀκολουθεῖ τῷ διαστήματι, καθάπερ ἐδείχθη. ἀλλ’ ἐπεὶ τὸ βραδύτερον ἐν τῷ ἴσῳ χρόνῳ, 〈ἐν ᾧ〉 τὰ δύο πάρ‐ εισιν ἀμερῆ, ὅταν θάτερον διανύσῃ τῶν ἀμερῶν, τότε δήπου τὸν ἥμισυν ἀναλώσει χρόνον· ἦν δ’ οὗτος ἐκ τριῶν συγκείμενος ἀμερῶν. ὥστε δίχα τὸ ἓν τῶν ἀτόμων τοῦ χρόνου διαιρεθήσεται, εἴπερ ὁ πᾶς δίχα | |
20 | ἐκ τριῶν. Περὶ δὲ τοῦ νῦν τοῦ κυρίως τε καὶ ἀληθῶς λεγομένου καὶ πρό‐ τερον μὲν ἱκανῶς ἀπεδείξαμεν, ὅτι ἐστὶν ἀμερὲς καὶ ἀδιαίρετον καὶ ἐν παντὶ χρόνῳ ἓν ταὐτὸ νῦν, πέρας μὲν τοῦ γεγονότος, ἀρχὴ δέ ἐστι τοῦ μέλλοντος, οὐδὲν δὲ οἷον καὶ νῦν ἐπισκέψασθαι, εἰ τοιοῦτον τὸ νῦν. | |
25 | οἶμαι τοίνυν ἅπαντας ἂν ὁμολογῆσαι, ὅτι τὸ νῦν ἔσχατόν ἐστι τοῦ γεγονότος καὶ πρὸ τοῦ νῦν οὐδέν ἐστιν ὅλως τοῦ μέλλοντος· πρὸ γὰρ τῆς τοῦ γεγο‐ νότος τελευτῆς πῶς δύναιτ’ ἂν εἶναί τι μέλλον· εἴη γὰρ ἂν οὐδὲν οὐκέτι μέλλον, ἀλλὰ γεγονὸς ἐμπεριεχόμενον τῷ πέρατι τοῦ γεγονότος. πάλιν τοίνυν καὶ τοῦτο παραπλησίως ἅπασι γνώριμον, ὅτι τὸ νῦν ἐστιν ἀρχὴ τοῦ | |
30 | μέλλοντος χρόνου καὶ ἀρχὴ πρώτη, μεθ’ ἣν οὐδέν ἐστι παρεληλυθότος. | |
πῶς γὰρ ἄν τι παρεληλυθὸς μετὰ τὴν ἀρχὴν τοῦ μέλλοντος; ἆρα γοῦν τὸ | 189 | |
5,2190 | ἔσχατον τοῦ παρεληλυθότος καὶ ἡ τοῦ μέλλοντος ἀρχὴ δύο ἐστὶν ἀκριβῶς ἀλλήλων κεχωρισμένα ἢ ἓν καὶ ταὐτὸν πέρας τε ἅμα τοῦ παρεληλυθότος καὶ ἀρχὴ τοῦ ἐσομένου; λέγω τοίνυν ἓν καὶ ταὐτόν· εἰ γάρ ἐστιν ἀλλήλων κεχωρισμένα, ἅπτεσθαι μὲν ἀλλήλων οὐκ ἂν δύναιντο· ἀμερῆ γὰρ ἄμφω | |
5 | καὶ οὐδὲν αὐτῶν ἔσχατον, ἀλλ’ αὐτὰ ἔσχατα. οὐκ ἐῶσι δὲ οὐδὲ οἱ πρότεροι λόγοι συγκεῖσθαι τὸν χρόνον ἐκ τῶν νυνὶ ἐφεξῆς ὄντων ἢ ἁπτο‐ μένων· οὐδὲν γὰρ ἐξ ἀμερῶν συνεχές. εἰ δὲ οὐχ ἅπτεται ἀλλήλων δύο ὄντα κεχωρισμένα, ἀναγκαῖον αὐτῶν εἶναί τι μεταξύ. τί δὲ τοῦτ’ ἐστίν, εἰ μὴ χρόνος; πέρατα μὲν γὰρ ἀμφότερα χρόνου καὶ τὸ ἔσχατον τοῦ γεγο‐ | |
10 | νότος καὶ τοῦ μέλλοντος ἡ ἀρχή, μεταξὺ δὲ τῶν περάτων τῆς γραμ‐ μῆς οὐδὲν ἕτερον ἢ γραμμή, ὥσπερ μεταξὺ τῶν περάτων τοῦ σώματος οὐδὲν ἕτερον ἢ σῶμα. τὸ γὰρ κενὸν καλῶς ποιοῦν ἐκποδὼν γέγονεν. εἰ οὖν χρόνος ἐστὶ μεταξὺ τοῦ πέρατος τοῦ γεγονότος καὶ τῆς τοῦ μέλλοντος ἀρχῆς, δῆλον ὡς οὔτε γεγονὼς οὗτος οὔτε μέλλων ἐστίν. | |
15 | τί δήποτε; ὅτι τὸ νῦν αὐτὸ περιέχει, οὔτε δὲ μετὰ τὸ νῦν ὁ γεγονὼς οὔτε πρὸ τοῦ νῦν ὁ μέλλων, ἀλλ’ εἰ μήτε παρεληλυθώς ἐστι μήτε μέλλων ὅλος ἐστὶ νῦν. καὶ ἐπειδὴ πᾶς χρόνος διαιρετός, δύναται διαιρεῖ‐ σθαι καὶ οὗτος ὁ νῦν, ἀλλὰ πᾶσα διαίρεσις χρόνου τὸ μὲν παρεληλυθὸς αὐτὸ ποιεῖ, τὸ δὲ μέλλον· ὅρα δὲ τὰ συμβαίνοντα ἄτοπα. ὁ γὰρ μεταξὺ | |
20 | χρόνος οὗτος ὁ μακρὸς νῦν, ὃν διῃρήκαμεν εἰς τὸ παρεληλυθὸς καὶ τὸ μέλλον, καθ’ ὅσον μέν ἐστι μετὰ τὸ ἔσχατον τοῦ γεγονότος, ὅλος μέλλων ἐστίν (ἔσται τοίνυν τοῦ μέλλοντός τι παρεληλυθός), καθόσον δὲ πρὸ τῆς ἀρχῆς τοῦ ἐσομένου, ὁλόκληρος ἔσται γεγονώς. ἔσται τοίνυν τοῦ γεγονότος τι μέλλον, ἵν’ ἐάσω τὸ προχειρότατον, ὅτι τοῦ νῦν τὸ μέν ἐστι παρελη‐ | |
25 | λυθός, τὸ δὲ μέλλον, καὶ ὅτι τῆς γε τομῆς ἀλλαχοῦ καὶ ἀλλαχοῦ γινο‐ μένης πολλὰ ἐν τῷ νῦν ἐστι τὰ νῦν καὶ οὐχ ἅμα, ὥστ’ εἴπερ ταῦτα ἀδύνατα, ἀνάγκη ταὐτὸν εἶναι νῦν πέρας τε καὶ ἀρχὴν καὶ ἀκριβῶς ἀδιαίρετον. τί οὖν ἐκ τούτων συμβαίνει; πρᾶγμα παράδοξον μέν, ἀληθέ‐ στατον δέ, τὸ μηδὲν ἐν τῷ νῦν κινεῖσθαι. εἰ γὰρ ἐνδέχεται κινεῖσθαι ἐν | |
30 | τῷ νῦν, καὶ θᾶττον ἂν ἐνδέχοιτο κινεῖσθαί τι καὶ βραδύτερον. κινείσθω τοίνυν τὸ βραδύτερον ἐν τῷ νῦν πηχυαῖον εἰ τύχοι διάστημα. ἐκ δὴ τῶν προτέρων λόγων τὸ θᾶσσον οὐκ ἐν τῷ νῦν, ἀλλ’ ἐν ἐλάττονι τοῦ νῦν ταὐ‐ τὸν ἀνύσει διάστημα. διαιρεθήσεται ἄρα τὸ νῦν, ὃ ἀδιαίρετον ἀπεδείξαμεν. | |
οὐδὲν ἄρα ἐν τῷ νῦν κινεῖσθαι δυνατόν. ἀλλὰ μὴν οὐδὲ ἠρεμεῖν. ἠρε‐ | 190 | |
5,2191 | μεῖν γὰρ λέγομεν τὸ πεφυκὸς κινεῖσθαι καὶ μὴ κινούμενον, ὅτε πέφυκεν. εἰ δὲ ἐν τῷ νῦν οὐδὲν πέφυκε κινεῖσθαι, δῆλον ὡς οὐδὲ ἠρεμεῖν. ἐπεὶ τοίνυν ἀποδέδεικται ἱκανῶς, ὡς, ὅτι ταὐτόν ἐστιν τὸ νῦν ἐν ἀμφοῖν τοῖν χρόνοιν, λέγω δὲ τῷ παρεληλυθότι καὶ τῷ μέλλοντι, τοῦ μὲν πέρας τοῦ | |
5 | δὲ ἀρχή, εἰ τοίνυν ἐν τῷ παρεληλυθότι χρόνῳ κινούμενόν τι νοήσαιμεν, ἐν τῷ μέλλοντι δὲ ἠρεμοῦν, δῆλον ὅτι ἐν τῷ νῦν ἅμα κινήσεται καὶ ἠρε‐ μήσει. καθὸ μὲν γὰρ τοῦ παρελθόντος ἐστὶ πέρας, κινήσεται, καθὸ δὲ ἀρχὴ τοῦ μέλλοντος, ἠρεμήσει, ὥστε ἐν ταὐτῷ κινήσεται καὶ ἠρεμήσει, εἴγε ἐν τῷ νῦν πέφυκεν ἠρεμεῖν καὶ κινεῖσθαι. νῦν μὲν γὰρ οὐδὲ ἀναγ‐ | |
10 | καῖον τοῦτο συμβαίνειν, ὅτι μηδὲ ἐν τῷ νῦν κινεῖσθαι δύναιτο, τότε δ’ ἂν ἐξ ἀνάγκης ἠκολούθει τὸ ἄτοπον. τὸ γὰρ πεφυκὸς ἐν τῷ νῦν κινεῖσθαι καὶ ἐν παντὶ τῷ παρελθόντι χρόνῳ κινούμενον καὶ ἐν τῷ νῦν ἂν ἐκινεῖτο πέρατί γε ὄντι τοῦ παρελθόντος, ὁμοίως δὲ καὶ τὸ πεφυκὸς ἐν τῷ νῦν ἠρεμεῖν καὶ ἐν παντὶ τῷ μέλλοντι ἠρεμοῦν καὶ ἐν τῷ νῦν ἂν ἠρέμει | |
15 | ἀρχῇ γε ὄντι τοῦ μέλλοντος· οὕτω δὲ συνέβαινεν ἂν ἐν ταὐτῷ καὶ ἠρεμεῖν καὶ κινεῖσθαι. δόξαι τ’ ἂν ἴσως τὸ μηδὲν ἐν τῷ νῦν κινεῖσθαι πιθανώτερον, τὸ δὲ μήτε ἠρεμεῖν οὐκ εὔλογον παραπλησίως. καὶ τοῦτο δὲ ἄν τις οὐ χαλεπῶς παραδέξαιτο ἐννοήσας, ὅτι τότε λέγομεν ἠρεμεῖν τὸ σῶμα, ὅταν ὁμοίως ἔχῃ νῦν τε καὶ πρότερον, ἐν δὲ τῷ νῦν οὐκ ἔστι τὸ πρότερον, | |
20 | ὥστε οὐδὲ ἠρεμεῖν. ἀνάγκη τοίνυν τὸ κινούμενον καὶ τὸ ἠρεμοῦν ἐν χρόνῳ κινεῖσθαι καὶ ἠρεμεῖν. Πότερον δὲ ἄρα ἅπαν τὸ μεταβάλλον διαιρετὸν ἢ καὶ ἀμερὲς ἐνδέ‐ χεται, καθάπερ οἱ μαθηματικοί φασι τὴν στιγμὴν φέρεσθαι καὶ ποιεῖν τῇ φορᾷ τὴν γραμμήν, ἐπισκεπτέον. εἰ τοίνυν ἀνάγκη τὸ μεταβάλλον μήτε | |
25 | ἐν ἐκείνῳ εἶναι, εἰς ὃ μεταβάλλει (μεταβεβληκὸς γὰρ ἂν εἴη), μήτε ἐν ἐκείνῳ, ἐξ οὗ μεταβάλλει (οὐδὲ γὰρ οὕτως ἂν μεταβάλλοι), δῆλον ὡς περι‐ λείπεται τὸ μέν τι αὐτοῦ ἐν τούτῳ εἶναι, τὸ δὲ ἐν θατέρῳ· οὔτε γὰρ ἂν ἐν ἀμφοῖν, οὔτε ἐν οὐδετέρῳ δυνατόν, ὥστε ἐξ ἀνάγκης ἂν εἴη διαιρετόν. ἀλλὰ τοῦτο ἐπὶ μὲν τῆς κατὰ τόπον μεταβολῆς καὶ αὐτόθεν ἐναργὲς ἐκ τῆς | |
30 | ἐπαγωγῆς, γνωριμώτερον δὲ ἐπὶ ἀλλοιώσεως ἢ αὐξήσεως. ἐφ’ ὧν δὲ συμ‐ | |
βαίνει ποτὲ ἀθρόαν εἶναι τὴν μεταβολήν, πῶς ἀναγκαῖον τὸ μὲν ἐν τῷ | 191 | |
5,2192 | λευκῷ εἶναι, τὸ δὲ ἐν τῷ μέλανι; τοῦτο δὲ ὁ Θεόφραστος ἀπορεῖ διαρρήδην ἐν τῷ Περὶ κινήσεως πρώτῳ καὶ τοῖς ἐξηγηταῖς ὄχλον παρέσχεν. τὸ μὲν οὖν λέγειν, ὡς οὐκ ἔστιν οὐδενὸς ἀθρόα μεταβολὴ καθ’ ὅλα τὰ μόρια πα‐ ραπλησίως, ἀλλ’ ἐν πᾶσιν, ἐν οἷς ἀθρόα δοκεῖ γίγνεσθαι μεταβολή, τὸ | |
5 | μέν τι πρότερον μεταβάλλει μέρος, τὸ δὲ ὕστερον, καὶ ἐπὶ τοῦ πηγνυμένου γάλακτος καὶ ἐπὶ τοῦ μελαινομένου σώματος ἐκ τῆς ἀκτῖνος· ἢ γὰρ τὸ εὐπαθέστατον μόριον πρῶτον ἢ τὸ ἐγγύτερον τοῦ τὴν κίνησιν ἐνδιδόντος· τὸ δὲ ταῦτα λέγειν οὐ σφόδρα ἀληθές· δείκνυσι γὰρ ἡμῖν ἡ αἴσθησις, ὅτι γίγνονταί τινες ἀθρόαι μεταβολαὶ σωμάτων καὶ ἀλλοιώσεις, καὶ πρὸς τὴν | |
10 | Μελίσσου θέσιν οὕτως ἐξ ἀρχῆς ἀντεθήκαμεν. ἀλλ’ οὐδὲ ἐκεῖνό γε, ὅτι μόνον ἐπὶ τῶν κατὰ τόπον μεταβολῶν τὴν δεῖξιν Ἀριστοτέλης πεποίηται· φανερῶς γὰρ περὶ παντὸς λέγει τοῦ μεταβάλλοντος. ἃ τοίνυν ἡμῖν ἐπ‐ ῆλθεν εἰς βοήθειαν τῷ λόγῳ, ταῦτά ἐστιν. οἰόμεθα τὸν Ἀριστοτέλην περὶ τῶν ἀθρόως μεταβαλλόντων, ὅτι διαιρετά ἐστι καὶ μεγέθη, μηδὲ λόγου | |
15 | προσδεῖσθαι νοῆσαι· εἰ γὰρ ἀθρόως ἐκεῖνα μεταβάλλειν φαμέν, ὧν ἅπαντα τὰ μέρη καὶ καθ’ ἕνα χρόνον ἢ ἀλλοιοῦται ἢ αὔξεται, δῆλον ὧς ἐπὶ τῶν μέρη τινὰ κεκτημένων ἡ τοιαύτη μεταβολή. ἃ δὲ οὐδὲν κέκτηται μέρος, πῶς ἀλλοιοῖτο ἂν ἅμα καθ’ ὅλα τὰ μέρη; ἢ τοίνυν οὐ τοῦτό ἐστι μετα‐ βάλλειν ἀθρόως τὸ κατὰ πάντα ὁμοῦ τὰ μόρια μεταβάλλειν ἤ, εἰ τὸ | |
20 | ἀθρόως τοῦτό ἐστιν, γελοῖον τὸ ζητεῖν, εἰ διαιρετὰ τὰ τοιαῦτα· διόπερ Ἀριστοτέλης ἐπὶ μὲν τούτων ὅλως οὐδὲ ἐποιήσατο λόγον, ἐπὶ δὲ τῶν κατὰ τοὺς ἄλλους τρόπους μεταβαλλόντων. Κίνησις δὲ διχῶς διαιρετή, ἕνα μὲν τρόπον τῷ χρόνῳ, ἕτερον δὲ κατὰ τὰς τῶν μερῶν τοῦ κινουμένου [ἰδικὰς] κινήσεις. τῷ μὲν οὖν χρόνῳ διαι‐ | |
25 | ρετὴ γίνεται κίνησις, ὅτι ἡ πλείων ἐν πλείονι καὶ ἡ ἐλάττων ἐν ἐλάττονι, | 192 |
5,2193 | μετὰ δὲ *** 〈κατὰ〉 τὰς τῶν μερῶν τοῦ κινουμένου ἰδικὰς κινήσεις· ἡ μὲν γὰρ ὅλη κίνησις ἐν τῷ ὅλῳ, τὰ μόρια δὲ αὐτῆς ἐν τοῖς μορίοις τοῦ κινουμένου ἐστίν. διαιρετὰ καὶ καθ’ ἃ ἡ κίνησις γίνεται, οἷον ὁ τόπος καὶ ὁ ὄγκος καὶ τὰ χρώματα, ἀλλ’ οὐχ ὁμοίως, ἀλλὰ τὰ μὲν ποσὰ καθ’ | |
5 | αὑτά, τὸ δὲ ποιὸν κατὰ συμβεβηκός· τῷ γὰρ τὸ σῶμα διαιρεῖσθαι, ἐν ᾧ τὸ λευκὸν ἢ τὸ μέλαν. ἠκολούθησε δὲ μάλιστα τὸ καὶ τὴν κίνησιν καὶ καθ’ ἃ ἡ κίνησις εἶναι διαιρετὰ τῷ πρώτῳ, εἶναι τὸ κινούμενον διαιρετόν. Ἐπειδὴ δὲ πᾶν τὸ μεταβάλλον ἔκ τινος εἴς τι μεταβάλλει, ἀνάγκη | |
10 | τὸ μεταβεβληκός, ὅτε πρῶτον μεταβέβληκεν, εἶναι ἐν ᾧ μεταβέβληκεν, οἷον τὸν ἐλθόντα Ἀθήναζε, ὅτε πρῶτον ἐλήλυθεν, Ἀθήναζε εἶναι [καὶ τὸν γενό‐ μενον] καὶ τὸν αὐξηθέντα δίπηχυν, ὅτε πρῶτον ηὐξήθη, δίπηχυν εἶναι, καὶ τὸν ὑγιασθέντα, ὅτε πρῶτον ὑγίασται, ὑγιαίνειν. τὸ δὲ ὅτε πρῶτόν φημι· συμβαίνει γὰρ αὐτὸν ἐληλυθότα πέρυσιν Ἀθήναζε μὴ εἶναι Ἀθήναζε νῦν, ὅτε μέντοι | |
15 | πρῶτον ἐλήλυθεν, ἀνάγκη Ἀθήναζε εἶναι. δῆλον δὲ καὶ ἐκ τοῦ λόγου. τὸ γὰρ μεταβάλλον ἐξ οὗ μεταβάλλει, ἐξίσταται καὶ ἀπολείπει δὲ αὐτό. οὐδὲν γὰρ ἄλλο ἐστὶν τὸ μεταβάλλειν ἔκ τινος ἢ τὸ ἀπολείπειν ἐκεῖνο. ὅτι τοίνυν τοῦθ’ οὕτως ἔχει, σκεψώμεθα μίαν τῶν μεταβολῶν τὴν κατὰ ἀντίφασιν. ὅταν τοίνυν τι μεταβέβληκεν εἰς τὸ ὂν ἐκ τοῦ μὴ ὄντος, δῆλον | |
20 | ὡς ἀπολέλοιπε τὸ μὴ ὄν. ἔσται ἄρ’ ἐν τῷ ὄντι· μεταξὺ γὰρ οὐδὲν τοῦ εἶναι καὶ τοῦ μὴ εἶναι. τοῦτο δ’ ἄν τις καὶ ἐπὶ τῶν λοιπῶν μεταβολῶν θεωρήσειε. ποῦ γὰρ ἔσται τὸ μεταβεβληκός, εἰ μὴ ἐν ᾧ μεταβέβληκε; τὸ μὲν γὰρ ἐξ οὗ κεῖται ἀπολελοιπέναι. ‘ἐν ἄλλῳ δέ τινι ἂν εἴη‘, φαίη τις ἄν, ‘ὡς ἐν τῷ μεταξύ· οὐ γὰρ πᾶσαι κατὰ ἀντίφασιν αἱ κινήσεισ‘. ἀλλ’ εἴπερ | |
25 | ἐν τῷ μεταξύ, μεταβάλλον αὐτὸ ποιοῦμεν, οὐ μεταβεβληκός, ὡς ὑπεθέμεθα, εἰ δὲ μεταβέβληκεν ἤδη, πῶς ἂν εἴη ἐν τῷ μεταξύ; πῶς γὰρ ἂν δύναιτο τὸ μεταβεβληκός, ὅτε μεταβέβληκεν, ἔτι μεταβάλλειν εἰς ὃ μεταβέβληκεν; φανερὸν τοίνυν, ὅτι καὶ τὸ γεγονός, ὅτε γέγονε πρῶτον, εὐθὺς ἔστιν καὶ τὸ | |
ἐφθαρμένον, ὅτε ἔφθαρται πρῶτον, οὐκ ἔστι, τὸ δὲ πρῶτον τοῦτο, ἐν ᾧ | 193 | |
5,2194 | λέγεται πρῶτον μεταβεβληκέναι τι καὶ γεγονέναι καὶ ἐφθάρθαι ἢ ἠλλοι‐ ῶσθαι, ἀνάγκη ἀμερὲς καὶ ἓν μόνον εἶναι. πρῶτον γὰρ ἐκεῖνο λέγεται, οὗ μηδὲν ἄλλο πρῶτόν ἐστιν καὶ ὃ μὴ τῷ ἄλλο τι τοιοῦτον εἶναι καὶ αὐτὸ τοιοῦτόν ἐστιν, ἐπεὶ καὶ τὸ ὁρᾶν ὑπάρχειν λέγομεν τῷ ἀνθρώπῳ, ἀλλ’ οὐ | |
5 | πρώτῳ, διότι τοῖς ὄμμασι πρώτοις, καὶ τὸ δύο ὀρθὰς ἔχειν τῷ ἰσοσκελεῖ, ἀλλ’ οὐδὲ τούτῳ πρώτῳ· τῷ τριγώνῳ γὰρ πρὸ αὐτοῦ. ἐφ’ ὧν γὰρ ἢ τῷ μέρει πρῶτον ἢ τῷ γένει τὸ λεγόμενον ὑπάρχειν ὑπάρχει, τούτοις οὐ πρώ‐ τοις ὑπάρχει, καὶ ἐν ᾧ δὴ χρόνῳ πρῶτόν τι μεταβέβληκεν, εἰ διαιρετὸς οὗτός ἐστιν, οὐκ ἐν τούτῳ πρώτῳ μεταβέβληκεν, ἀλλ’ ἐν τῷ μέρει, ὥστε | |
10 | ἢ τοῦ πρώτου πρῶτον ἢ τὸ πρῶτον ἄτομον καὶ ἀμερές. φανερὸν τοίνυν, ὅτι καὶ τὸ γεγονὸς καὶ τὸ ἐφθαρμένον ἐν ἀτόμῳ τὸ μὲν ἔφθαρται τὸ δὲ γέγονε, καὶ οὐκ ἀπορήσομεν τοῖς σοφισταῖς ἀποκρίνασθαι πότε ἀποτέθνηκε τὸ τεθνηκὸς πυνθανομένοις καὶ ἐν ποίῳ χρόνῳ· εἴτε γὰρ ἐν ᾧ ἔζη, γίνε‐ ται ζῶν ἅμα καὶ τεθνηκός, εἴτε ἐν ᾧ τέθνηκε, γίνεται πάλιν τεθνηκός, | |
15 | ἡνίκα ἤδη τεθνήκει· εἰ δὲ ἐν μηδενὶ χρόνῳ, οὐδέποτε ἔσται τεθνηκός. ἀλλὰ τοῦτο οὐκ ἀληθές. τέθνηκε γὰρ οὐκ ἐν χρόνῳ, ἀλλ’ ἐν πέρατι χρόνου, καθάπερ ἐδείχθη. τὸ μὲν οὖν πέρας τῆς κινήσεως ἔστι τε καὶ γνώριμον γίνεται· ἐνδέχεται γὰρ ἐπιτελεσθῆναι τὴν μεταβολὴν καὶ τέλος ἐστὶ μεταβολῆς, ὃ δὴ καὶ δέδεικται, ἀδιαίρετον ὑπάρχον διὰ τὸ πέρας εἶναι | |
20 | καὶ ἄτομον. ἆρα δὲ ὥσπερ τὸ πέρας λαβεῖν ἐνδέχεται, οὕτω καὶ τὴν ἀρχὴν τῆς κινήσεως; λέγω δὲ ἀρχὴν τὴν κατὰ χρόνον, ἐν ᾧ πρῶτον ἄρχεται χρόνῳ μεταβάλλειν τὸ μεταβάλλον. αὕτη τοίνυν ἢ χρόνος ἐστὶν ἢ ἀρχὴ χρόνου καὶ οἷον τὸ νῦν. εἰ μὲν τοίνυν χρόνος, χρόνος δὲ πᾶς δι‐ αιρετός, οὐκ ἔστι παύσασθαι τὸν χρόνον αὐτὸν τέμνοντας, ὥστε εἰς τὴν | |
25 | ἀρχὴν καταντῆσαι, καὶ ὅλως οὐκέτι πρώτη. ἡ γὰρ ἐν τῷ μορίῳ προτέρα. εἰ δὲ τὸ νῦν ἀρχὴ τῆς μεταβολῆς, πρῶτον μέν, ἐπειδὴ πᾶν τὸ ἀρχόμενον μεταβάλλειν εὐθὺς μεταβάλλει, ἐν τῷ νῦν ἄν τι μεταβάλλοι, ὅπερ ἀμήχανον, εἶτ’, εἴπερ ἐνδέχεται ἐξ ἠρεμίας τι μεταβάλλειν, δῆλον ὡς ἔσται πέρας τῆς ἠρεμίας ἐκείνης τὸ νῦν. τοῦτο τοίνυν τὸ πέρας πότερον ταὐτόν ἐστιν | |
30 | τῇ ἀρχῇ τῆς μεταβολῆς ἢ ἕτερον; ἀλλ’ εἰ μὲν ἕτερον, ἔσται τὰ νῦν ἐχό‐ μενα ἀλλήλων· τό τε γὰρ πέρας τῆς ἠρεμίας ἔσται νῦν καὶ ἀδιαίρετον καὶ | |
ἡ τῆς μεταβολῆς ἀρχὴ παραπλησίως· μεταξὺ γὰρ οὐκ ἔνεστι χρόνον ποι‐ | 194 | |
5,2195 | εῖν· οὔτε γὰρ κινηθείη 〈ἂν〉 ἐν αὐτῷ οὔτε ἠρεμήσει τὸ σῶμα. εἰ δὲ ταὐ‐ τὸν πέρας τε καὶ ἀρχή, ὥσπερ ἀποδέδεικται, συμβήσεται τὸ πέρας τῆς ἠρεμίας ἀρχὴν εἶναι τῆς κινήσεως. ἅμα τε οὖν κινήσεται καὶ οὐ κινήσεται. τὸ μὲν γὰρ ἐν τῷ πέρατι τῆς ἠρεμίας οὔπω κινεῖται, τὸ δὲ ἐν τῇ ἀρχῇ | |
5 | τῆς μεταβολῆς ἤδη κινεῖται. οὐ μόνον δὲ τοῦ χρόνου λαβεῖν ἀμήχανον, ἐν ᾧ πρῶτον τὸ μεταβάλλον ἤρξατο τῆς μεταβολῆς, ἀλλ’ οὐδὲ αὐτοῦ τοῦ μεταβάλλοντος ἔστι τὸ πρῶτον μέρος λαβεῖν, ὃ πρῶτον μεταβέβληκεν. διαιρετὸν γὰρ δὴ σῶμα πᾶν, ὥσπερ καὶ χρόνος. θαυμαστὸν τοίνυν, καθάπερ φησὶν ὁ Θεόφραστος, καὶ λίαν παρὰ τὰς ἐννοίας, εἰ μὴ ἔστιν ἀρχὴ κινήσεως, | |
10 | πέρας δέ ἐστιν, καὶ ὅλως εἰ μὴ ἄμφω πεπερασμένα, ἀλλὰ τέλος μὲν ἔστι τοῦ βαδίζειν, ἀρχὴ δὲ οὔ, καὶ τέλος μὲν τοῦ πλεῖν, ἀρχὴ δὲ οὐκ ἔστι, καὶ ἡνίκα μὲν ἐπαύσατο τοῦ τρέχειν ὁ ἵππος, ἔστιν εἰπεῖν, ἡνίκα δὲ ἤρξατο, οὐκ ἔστιν. ἢ οὐ τοῦτό φησιν Ἀριστοτέλης, ὡς οὐκ ἔστιν ἀρχὴ τῆς κινήσεως, ἀλλ’ ὡς οὐκ ἔστιν αὐτὴν λαβεῖν; ἀλλ’ ἐκεῖνο πῶς τὸ μὲν πέρας | |
15 | τῆς κινήσεως ἀδιαίρετον ἀποδείκνυσι καὶ διὰ τοῦτο εἶναί φησι ληπτόν, τὴν δὲ ἀρχὴν οὔτε ἀδιαίρετον οὔτε ληπτήν; καίτοι τοῖς πέρασιν ὁμοίως ἔχουσιν αἱ ἀρχαί. εἰ γὰρ σημεῖον πέρας γραμμῆς καὶ ἀρχὴ σημεῖον, καὶ δοκεῖ τοῦτο ἀξίωμα εἶναι τὸ μὴ ταὐτὸν εἶναι ἀρχὴν καὶ οὗ ἐστιν ἀρχή, ὥστ’ οὐδὲ κίνησις ἡ ἀρχὴ τῆς κινήσεως· εἰ δὲ μὴ κίνησις, οὐδὲ διαιρετὴ οὐδὲ | |
20 | ἐν χρόνῳ, ἀλλ’ ἐν τῷ νῦν, καθάπερ τὸ πέρας. τάχα οὖν τὴν μὲν ἀρχὴν τῆς κινήσεως δώσει ληπτὴν εἶναι, καθάπερ τὸ πέρας, τὴν δὲ πρώτην κίνησιν ἄληπτον, καὶ ἀληθὲς τοῦτο. ἐν χρόνῳ γὰρ αὕτη καὶ τὸν χρόνον εἰς ἄπειρα διαιρεῖν δυνατόν. τοῦτο δὲ καὶ αὐτὸς γνώριμον ποιεῖ προϊὼν τῷ ἐπιμελῶς προσέχοντι. δῆλον δέ, ὅτι κατὰ τὸν αὐτὸν λόγον καὶ ἡ | |
25 | ἐσχάτη κίνησις οὐκ ἂν εἴη ληπτὴ καὶ τὸ πέρας αὐτῆς ληπτόν τε καὶ ἀδιαίρετον. οὔτε δὴ τοῦ χρόνου λαβεῖν ἔστιν οὔτε τοῦ μεγέθους τὸ πρῶτον, ἀλλ’ οὐδὲ τοῦ τόπου οὐδὲ τοῦ ὄγκου, καθὰ γίνεται ἡ κίνησις. καὶ γὰρ ταῦτα συνεχῆ καὶ εἰς ἄπειρα διαιρετά, εἰ μή τις ἐπ’ ἀλλοιώσεως μόνον ἀμφισβητήσειεν. ἔστι γὰρ λαβεῖν τοῦ χρώματος τὸ πρῶτον, εἰς ὃ | |
30 | γίνεται ἡ μεταβολὴ τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ· πάθη γὰρ ταῦτα καὶ ἀδιαίρετα· διαιρεῖται γὰρ κατὰ συμβεβηκὸς τῷ τοῖς διαιρουμένοις ὑπάρχειν. Τούτων τοίνυν οὕτω διωρισμένων καὶ δειχθέντων, ὅτι πᾶς χρόνος | |
καὶ πᾶν μέγεθος ἀεὶ διαιρετόν, φανερὸν ὅτι πᾶν τὸ κινούμενον ἀνάγκη πρότερον | 195 | |
5,2196 | κεκινῆσθαι, οὐχ ὡς πεπαῦσθαι τῆς κινήσεως, ἀλλ’ ὡς ἤδη τι διεληλυθέναι τὸ διιόν, ἐπεὶ γὰρ τὸ κινούμενον ὅταν κινῆται, *** δῆλον ὡς τὸ κι‐ νούμενον ἀναγκαῖον κεκινῆσθαι. ληφθέντος οὖν οὗ κεκίνηται μεγέθους, ἐπεὶ τοῦτο εἰς ἄπειρον μερίζεται, συμβήσεται τὸ κινούμενον τὸν αὐτὸν | |
5 | τόπον ἄπειρον κεκινῆσθαι πρότερον· ὁμοίως δὲ καὶ τὸ κεκινημένον κεκινῆ‐ σθαι. τεμνομένου γὰρ ἀεὶ τοῦ μεγέθους πάσας κεκινημένον ἐστὶν τὰς τομάς. ἔτι δὲ εἰ λέγοιμεν κεκινῆσθαι τῷ λαβεῖν τὸ ἔσχατον αὐτοῦ τῆς κινήσεως, οἷον τὸ νῦν, τὸ νῦν δὲ ἐν ἅπαντι ἀεὶ χρόνῳ δυνατὸν λαβεῖν, καὶ τὸ κεκινῆσθαι ἐν ἅπαντι χρόνῳ παραπλησίως. ἔτι δὲ τὸ συνεχῶς μετα‐ | |
10 | βάλλον καὶ μὴ φθαρὲν μηδὲ πεπαυμένον τῆς μεταβολῆς μεταβάλλειν ἢ μετα‐ βεβληκέναι ἐστὶν ἀναγκαῖον ἐν ᾧ δή τινι τοῦ χρόνου, ἐν δὲ τῷ νῦν οὐκ ἔστιν μεταβάλλειν, ἀναγκαῖον ἄρα μεταβεβληκέναι καθ’ ἕκαστον, ὥστε εἰ τὰ νῦν ἄπειρα, πᾶν τὸ μεταβάλλον ἄπειρα ἔσται μεταβεβληκός. οὐ μόνον δὲ τὸ κινούμενον ἀναγκαῖον ἤδη προκεκινῆσθαι πρότερον· οἷον γὰρ πέρας | |
15 | ἢ παῦλα τὸ κεκινῆσθαι κινήσεως· ἅπαν γὰρ τὸ ἔκ τινος εἴς τι μετα‐ βεβληκὸς ἐν χρόνῳ μεταβέβληκεν, ὁ δὲ χρόνος διαιρετός. εἰ γὰρ ἐν τῷ νῦν, ἐν μὲν τῷ αὐτῷ, ἐν ᾧ ἐστιν, ἐξ οὗ μεταβάλλει, οὐ μεταβέβληκεν, εἰ δὲ ἐν ἄλλῳ, μεταξὺ ἔσται χρόνος· οὐ γάρ ἐστιν ἐχόμενα τὰ νῦν ὥσπερ οὐδὲ 〈στιγμὴ〉 στιγμῆς. ἐπεὶ δὲ πᾶς χρόνος διαιρετός, ἐν τῷ ἡμίσει ἄλλο | |
20 | μεταβέβληκε, καὶ ἐν ἐκείνῳ πάλιν ὁμοίως· καὶ γὰρ ἀεὶ οὕτως, ὥστε μετα‐ βάλλοι ἂν πρότερον· πέρας γὰρ ἀεὶ τοῦ μεταβάλλειν τὸ μεταβεβληκέναι· τοῦτο δὲ ἐπὶ τῆς κατὰ τόπον κινήσεως γνωριμώτερον διὰ τὸ συνεχὲς εἶναι τὸ μέγεθος καὶ τὸ διάστημα καὶ ὁμοίως τέμνεσθαι τῷ χρόνῳ, ἐπὶ δὲ τῶν ἄλλων μεταβολῶν διοριστέον. εἰ μὲν γὰρ πᾶσα ἐν χρόνῳ μεταβολή, | |
25 | ἀληθὲς τὸ λεγόμενον καὶ τὸ μεταβεβληκὸς ἀνάγκη διὰ τοῦ μεταβαλεῖν | 196 |
5,2197 | πρότερον ἐλθεῖν εἰς τὸ μεταβεβληκέναι, εἰ δὲ καὶ ἀθρόως γίνονταί τινες μεταβολαί, οὐκέτι ἴσως συγχωρητέον. λέγω δὲ νῦν ἀθρόως οὐχ ὡς καθόλου τὰ μόρια μόνα, ἀλλ’ ὡς οὐκ ἐν χρόνῳ, ἐφ’ οὗ τοῦ μεταβεβλη‐ κέναι πρότερον τὸ μεταβάλλειν οὐκ ἔστιν. Ἀλέξανδρος μὲν οὖν οἴεται | |
5 | πᾶσαν μεταβολὴν εἶναι ἐν χρόνῳ, Θεόφραστος δὲ ἔοικε διαποροῦντι καὶ ἴσως ὑφεωρᾶτο τὰς ἀπὸ σκότους εἰς φῶς μεταβολάς, ὅταν εἰσκομισθέντος εἰς τὸ δωμάτιον λύχνου πᾶς ὁ οἶκος ἀθρόως ἀναπλησθῇ τῆς αὐγῆς καὶ τοῦ φωτὸς ἄνευ χρόνου. ἀλλὰ τοῦτο μὲν καὶ αὖθις σκεπτέον. κρατύνει δ’ οὖν ὁ Ἀριστοτέλης, ὅτι ἀνάγκη τὸ μεταβεβληκὸς μεταβάλλειν καὶ τὸ | |
10 | μεταβάλλον μεταβεβληκέναι καὶ ἔστι τοῦ μὲν μεταβάλλειν τὸ μεταβεβλη‐ κέναι πρότερον, τοῦ δὲ μεταβεβληκέναι τὸ μεταβάλλειν, καὶ ὅτι οὐδέποτε ληφθήσεται τὸ πρότερον· αἴτιον δέ, φησί, τούτου τὸ ἐπ’ ἄπειρον εἶναι τὴν διαίρεσιν τῶν τε μεγεθῶν καὶ τοῦ χρόνου καὶ μὴ εἶναι ἀμερὲς ἀμεροῦς ἐχόμενον, ἀλλ’ ὥσπερ ἐπὶ τῶν γραμμῶν οὐκ ἂν λήξειέ ποτε ἡ διαίρεσις | |
15 | τῷ μὲν προστιθεῖσα μέρει, τοῦ δὲ ἀφαιροῦσα, οὕτως ἔχει καὶ ἐφ’ ἁπάντων τῶν συνεχῶν. φανερὸν οὖν, ὅτι καὶ τὸ γεγονὸς ἀνάγκη γίγνεσθαι πρότερον καὶ τὸ γιγνόμενον γεγονέναι, λέγω δὲ οὐχ ἅπαν, ἀλλ’ ὅσα διαιρετὰ καὶ μεγέθη, ἐπεὶ καὶ ἁφὰς σωμάτων γεγονέναι μὲν εἴποις ἄν, οὐ διὰ τοῦ γίγνεσθαι δέ, γίγνεται δὲ ἀθρόως καὶ οὐκ ἐν χρόνῳ. πιστωτέον δὲ καὶ ἐκ τῆς ἐπ‐ | |
20 | αγωγῆς· γέγονε γὰρ τοῦτο ὕδωρ· οὐκοῦν ποτε καὶ ἐγίνετο. γέγονε τοῦτο οἰκία· οὐκοῦν καὶ ἐγίνετό ποτε οἰκία. καὶ γάρ, ὅτε τὰ θεμέλια κατεβάλλετο, ἐγίνετο ἡ οἰκία. εἰ δὲ ἀκριβολογῇ μὴ τὴν οἰκίαν τηνικαῦτα γίνεσθαι, ἀλλὰ τὰ θεμέλια, ἀλλ’ ὅτι γε τῆς οἰκίας τι ἦν τὰ θεμέλια συγχωρήσεις. ἡμῖν δὲ ἀπόχρη εἰς τὸ λέγειν, ὅτι τοῦ γεγονέναι τὴν οἰκίαν τὸ γίγνεσθαι πρό‐ | |
25 | τερον ἦν, ἢ τὴν οἰκίαν αὐτὴν ἢ ἐκείνης γέ τι· ὁμοίως καὶ ἐπὶ τοῦ φθείρε‐ | |
σθαι καὶ ἐφθάρθαι· ἀεὶ γὰρ ἔσται τοῦ μὲν φθείρεσθαι τὸ ἐφθάρθαι πρό‐ | 197 | |
5,2198 | τερον, τοῦ δὲ ἐφθάρθαι τὸ φθείρεσθαι, ἐξ ὧν ἔτι μᾶλλον πιστευτέον, ὅτι τὸ πρῶτον οὐκ ἔστι λαβεῖν οὐδεμιᾶς μεταβολῆς. Τὸ δὲ ἵστασθαι τοῦ στῆναι πολὺ διαφέρει. στῆναι μὲν γάρ ἐστι τὸ παύσασθαι τῆς κινήσεως, ἵστασθαι δὲ τὸ ἐπὶ τὴν παῦλαν ταύτην ἰέναι. | |
5 | ἔστι δὲ τὸ μὲν ἵστασθαι ταὐτὸν τῷ ἠρεμίζεσθαι, τὸ δὲ στῆναι τῷ ἠρε‐ μῆσαι. τὸ τοίνυν ἱστάμενον καὶ τὸ ἠρεμιζόμενον κινεῖται· πᾶν γὰρ κινεῖ‐ ται ἢ ἠρεμεῖ, εἰ δ’ οὔπω ἠρεμεῖ τὸ ἱστάμενον, δῆλον ὡς κινεῖται. δῆλον οὖν, ὡς καὶ ἐν χρόνῳ ἵστασθαι ἀνάγκη, ἐπεὶ καὶ θᾶττον καὶ βραδύτερον ἵστασθαί φαμεν, ταῦτα δὲ ἐν χρόνῳ. ὅσα δὴ τῷ κινεῖσθαι συμβαίνει, | |
10 | ταῦτα καὶ τῷ ἵστασθαι ἅπαντα, οἷον τό τε, ἐν ᾧ πρώτῳ ἵσταται χρόνῳ, ἐν ὁτῳοῦν τούτου ἵστασθαι μέρει, καὶ τὸ μὴ εἶναι λαβεῖν, ἐν ᾧ πρώτῳ ἵσταται τὸ ἱστάμενον, ἐπειδὴ τὸ ἵστασθαι καὶ τὸ κινεῖσθαι ταὐτὸν ἀπεδείχθη. Οὐδὲ δὴ τὸ ἠρεμοῦν, ὅτε πρῶτον ἠρέμησεν, ἔστι λαβεῖν· ἐν ἀμερεῖ γὰρ οὐκ ἠρέμησεν. ὅτε γὰρ πέφυκε κινεῖσθαι, τότε πέφυκε καὶ ἠρεμεῖν, | |
15 | πέφυκε δὲ ἐν χρόνῳ κινεῖσθαι, ὥστε ἐν χρόνῳ καὶ ἠρεμεῖν. ἔτι δὲ καὶ λέγομεν ἠρεμεῖν, ὅταν ὁμοίως ἔχῃ νῦν καὶ πρότερον, οὐχ ὡς ἑνὶ κρίνοντες ἀλλὰ δυοῖν τοῖν ἐλαχίστοιν, ὥστε οὐκ ἔσται ἀμερές, ἐν ᾧ ἠρεμεῖ, ἀλλὰ χρόνος, χρόνος δὲ οὐκ ἔστι πρῶτος οὐδὲ μέγεθος οὐδ’ ὅλως συνεχές, ὥστε οὐκ ἔσται λαβεῖν οὐδὲ τῆς ἠρεμίας τὸ πρῶτον. ἐπεὶ δὴ πᾶν τὸ κινούμενον | |
20 | ἐν χρόνῳ κινεῖται, ἀδύνατον, ἐν ᾧ πρώτῳ κινεῖται χρόνῳ, ἐν τούτῳ κατά τι εἶναι τοῦ διαστήματος (λέγω δὲ κατά τι εἶναι τὸ καὶ αὐτὸ τὸ κινούμενον καὶ τῶν μερῶν ἕκαστον ἐν ταὐτῷ εἶναι καὶ ἴσῳ διαστήματι)· ἠρεμεῖν γὰρ ἂν οὕτω τε ἅμα καὶ κινεῖσθαι συμβαίη. τί γὰρ ἄλλο ἐστὶ τὸ ἠρεμεῖν ἢ τὸ ἐν ταὐτῷ χρόνον τινὰ εἶναι καὶ αὐτὸ ὅλον τὸ κινούμενον καὶ | |
25 | τὰ μέρη; εἰ οὖν ἐν μηδενὶ χρόνῳ τὸ κινούμενόν ἐστι κατά τι τοῦ δια‐ στήματος, ἐφ’ οὗ κινεῖται, μηδὲ τὸν ἴσον αὑτῷ κατέχει χρόνον, πῶς διανύει τὸ ὅλον ἐν τούτῳ τῷ χρόνῳ διάστημα καὶ διέξεισιν; ἢ ὅτι ἐν τῷ νῦν ἔστι κατά τι τοῦ διαστήματος, τοῦτο δὲ πέρας τοῦ χρόνου, καὶ ἐν τῷ | |
νῦν μόνον κατέχει τὸν ἴσον αὑτῷ τόπον, ἐν ᾧ οὔτε ἠρεμεῖν πέφυκεν οὔτε | 198 | |
5,2199 | κινεῖσθαι; καὶ τοῦτό τε αὐτὸ δυνάμει καὶ τῷ ἐπινοεῖν ἡμᾶς, ἐπεὶ ἐνεργείᾳ γε οὐδαμῶς· ἵσταιτο γὰρ ἂν πάλιν καὶ εἰς τὰ ἄπειρα διαιροῖτ’ ἂν ὁ χρόνος καὶ γίγνοιτ’ ἂν ἐντελεχείᾳ τὰ ἄπειρα. Οὕτω δὲ καὶ Ζήνων παραλογίζεται. εἰ γὰρ ἠρεμεῖ, φησίν, ἅπαντα, | |
5 | ὅταν ᾖ κατὰ τὸ ἴσον αὑτῷ διάστημα, ἔστι δὲ ἀεὶ τὸ φερόμενον κατὰ τὸ ἴσον ἑαυτῷ διάστημα, ἀκίνητον ἀνάγκη τὴν ὀιστὸν εἶναι τὴν φερομένην. τοῦτο δὲ ψεῦδος· οὐ γὰρ ἀεὶ τὸ φερόμενον κατὰ τὸ ἴσον διάστημα, μᾶλλον δὲ οὐδὲ ὅλως ἐν χρόνῳ ἐστίν, ἀλλ’ ἐν τῷ νῦν μόνον, καθὰ προείρηται, οὐ σύγκειται δὲ ὁ χρόνος ἐκ τῶν νῦν, οὔτε ἐντελεχείᾳ τὰ νῦν ὑπάρχει οὐδὲ | |
10 | μόριον ὅλως τοῦ χρόνου νῦν, ὥσπερ οὐδὲ ἄλλο τοῦ συνεχοῦς, ἀμερές τε καὶ ἀδιαίρετον μόριον. Τέσσαρες δέ εἰσιν οἱ τὴν κίνησιν ἀναιροῦντες λόγοι τοῦ Ζήνωνος καὶ παρέχοντες δυσκολίαν τοῖς λύουσιν, ἔστι δὲ ὁ μὲν πρῶτος τοιοῦτος. εἰ ἔστι κίνησις, ἀνάγκη τὸ κινούμενον τὸ ἥμισυ πρῶτον διεξιέναι τοῦ δια‐ | |
15 | στήματος, ἄπειρα δὲ τὰ ἡμίση (ἀεὶ γὰρ τοῦ ἤδη ληφθέντος ἡμίση σημεῖα δυνατὸν λαβεῖν)· οὐχ οἷόν τε δὲ τὰ ἄπειρα διεξελθεῖν ἐν πεπερασμένῳ χρόνῳ, οὐχ οἷόν τε οὖν οὕτω κινεῖσθαι. ῥητέον δέ, ὡς οὐκ ἐνεργείᾳ πρῶτον ἐπ’ ἄπειρον ἡ διαίρεσις ἐν τοῖς συνεχέσιν, ἀλλὰ δυνάμει, καὶ τὸ κινούμενον οὐ διαιροῦν δίεισι τὸ διάστημα, οὐκέτι γὰρ ἂν ὡς ἐφ’ ἑνὸς καὶ | |
20 | συνεχοῦς αὐτοῦ κινοῖτο οὐδὲ κίνησιν συνεχῆ, καὶ ὁμοίως τὸ ἄπειρον ἔν τε τῷ χρόνῳ καὶ τῷ μεγέθει, καθάπερ εἴρηται πρότερον, ὥστε οὐκ ἐν πεπερασμένῳ τὸ ἄπειρον, ἀλλ’ ἐν ὁμοίως ἀπείρῳ. Δεύτερος δέ ἐστιν ὁ λόγος ὁ καλούμενος Ἀχιλλεὺς τετραγῳδημένος καὶ τῷ ὀνόματι· οὐ γάρ, ὅπως φησίν, τὸν Ἕκτορα καταλήψεται ὁ ποδωκέ‐ | |
25 | στατος Ἀχιλλεύς, ἀλλ’ οὐδὲ τὴν βραδυτάτην χελώνην. εἰ γὰρ τὸ διῶκον ἀνάγκη πρότερον ἐλθεῖν ἐπὶ τὸ πέρας τοῦ διαστήματος, οὗ τὸ φεῦγον προ‐ ελήλυθεν, ἀδύνατον ἄλλο ὑπ’ ἄλλου καταληφθῆναι. ἐν ᾧ γὰρ ὁ διώκων τοῦτο δίεισι τὸ διάστημα, δῆλον ὡς ὁ φεύγων ἕτερόν τι προστίθησιν· εἰ | |
γὰρ καὶ ἔλαττον ἀεὶ τῷ βραδύτερος ὑποκεῖσθαι, ἀλλ’ οὖν προστίθησί γέ τι. | 199 | |
5,2200 | ἔστω τοίνυν δεκαπλασίονι τάχει τῆς χελώνης ποδωκέστερος Ἀχιλλεύς, σταδιαίου δὲ ὄντος τοῦ διαστήματος ὅλου προειληφέτω τὸ ἡμιστάδιον ἡ χελώνη. ἐν ᾧ δὴ τὸ ἡμιστάδιον Ἀχιλλεὺς διατρέχει, τὸ δέκατον ἂν τοῦ ἡμισταδίου τοῦ λοιποῦ ἡ χελώνη διαπορεύοιτο· ἐν ᾧ δὲ τὸ δέκατον τοῦτο | |
5 | πάλιν ὁ Ἀχιλλεύς, αὐτοῦ τοῦ δεκάτου τὸ δέκατον προσλαμβάνοι ἂν ἡ χελώνη ἐξ οὗ μήπω κεκίνηκε διαστήματος· ἀεὶ δὲ τοῦ προστιθεμένου με‐ γέθους ὑπὸ τῆς χελώνης δέκατον ἔχοντος, ἀεί τι καὶ προσλαμβάνοι ἂν ἡ χελώνη καὶ οὐδέποτε ἑκάτερον αὐτῶν τὸ στάδιον διεξελεύσεται. κἀνταῦθα δὴ τὴν ἐπ’ ἄπειρον διαίρεσιν αἰτιατέον, ὡς ἐνεργείᾳ ποιεῖται ὁ λόγος αὐτήν, | |
10 | οὐ δυνάμει. τοσοῦτον γὰρ οὗτος τοῦ πρὸ αὐτοῦ διαφέρει τῷ μὴ ποιεῖν εἰς ἡμίση τὴν διαίρεσιν ἐπ’ ἄπειρον, ἀλλ’ ἴσον δήποτε λόγον. εἰ δ’ ἄλλως συγχωρηθείη τὴν πεπερασμένην δύνασθαι τὸ κινούμενον διεξελθεῖν, ὡς ἐδείξαμεν, καταλήψεται πάντως ὑπὸ τοῦ θάττονος τὸ βραδύτερον. ἂν γὰρ ᾖ δωδεκαπλάσιον αὐτοῦ θᾶττον, ὃ τὸ βραδύτερον ἐν ἡμέρᾳ κεκίνηται, τοῦτο | |
15 | κινηθήσεται τὸ θᾶττον ἐν ὥρᾳ τῇ τελευταίᾳ τῶν δώδεκα καὶ καταλήψεται αὐτὸ ἐν τῷ πέρατι τῆς ὥρας. νῦν δὲ ἀναγκάζουσιν ὡρισμένον τι μέρος κινεῖσθαι πρότερον τοῦ διαστήματος, εἶθ’ οὕτως ὅλον, κἀντεῦθεν ὁ παραλο‐ γισμὸς ἐκ τῆς εἰς ἄπειρον διαιρέσεως· ἡμεῖς δὲ μέρος μέν τι πρῶτον κι‐ νεῖσθαι τοῦ ὅλου φαμέν, ὁρίσαι δ’ αὐτὸ οὐχ οἷόν τ’ εἶναι· διαιροῖτο γὰρ | |
20 | ἂν ἤδη καὶ τὸ μέγεθος καὶ ἡ κίνησις καὶ οὐκέτι ἂν φυλάττοιτο συνεχὴς οὔτε ἡ κίνησις μία. Ζήνων δὲ προσνεανιεύεται ἐν τῷ λόγῳ· τὸ γὰρ προέχον φησὶν ἀδύνατον καταληφθῆναι. ἡνίκα μὲν οὖν προέχει, καὶ ἡμεῖς λέγομεν ὡς ἀδύνατον (ἅμα τε γὰρ ἂν προέχοι καὶ οὐ προέχοι), ἀλλ’ οὐκ ἀεὶ προέχειν αὐτοῦ συγχωρησόμεθα, ὥστε ἀεί τι προσλαμβάνειν μέρος ὡρισμένον τοῦ διαστή‐ | |
25 | ματος, ἀλλ’ ἥξειν ποτὲ ἐπὶ τὸ πέρας, ὥστε καὶ τὸ θᾶττον ὁμοίως. ὅταν τοίνυν ὁ χρόνος τοιοῦτος ᾖ τῆς κινήσεως τοῦ ταχυτέρου, ὥστε μὴ πλείονι λείπε‐ σθαι ἢ ὅσῳπέρ ἐστιν ἀργότερον τὸ βραδύτερον, ἀναγκαῖον αὐτὸ ὑπὸ τοῦ ταχυτέρου καταλαμβάνεσθαι. Τρίτος δὲ ἦν λόγος ὁ περὶ τῆς ὀιστοῦ τῆς φερομένης, ὃν φθάσαντες | |
30 | ἤδη λελύκαμεν· ἀεὶ μὲν γὰρ ἕκαστον τῶν κινουμένων ἐν τῷ νῦν τὸ ἴσον ἑαυτῷ κατέχει διάστημα, ἀλλ’ οὐ σύγκειται ἐκ τῶν νῦν ὁ χρόνος οὔτε | |
εἰς τὰ νῦν διαιρεῖται, μὴ συγχωρουμένου δὲ τούτου οὐ πρόεισι συλλογισμός. | 200 | |
5,2201 | Τέταρτος δέ ἐστιν λόγος ὁ περὶ τῶν ἐν τῷ σταδίῳ φερομένων· τρεῖς γὰρ ὄγκους ἴσους κατὰ τὸ μῆκος ποιήσας τὸν μὲν κινεῖ, τὸν δὲ ἵστησι, τὸν δὲ ἀντικινεῖ. ἐπεὶ δὲ θᾶττον ὁ κινούμενος δίεισι τὸν ἀντικινούμενον ὄγκον ἢ τὸν ἑστῶτα, οἴεται σόφισμα πλέκειν ἐντεῦθεν. ‘τὸ γὰρ ἴσον διάστημα,‘ | |
5 | φησίν, *** (ἴσοι γὰρ ὅ τε μένων ὄγκος καὶ ὁ φερόμενος) ‘ἐξ ἐναντίας οὐκ ἐν ἴσῳ δίεισι χρόνῳ.‘ καὶ σφόδρα γε, ὦ θαυμάσιε· ὁ μὲν γὰρ ἕστηκεν, ὁ δὲ ἀντικινεῖται. εἰ δὲ ἔμενον ἄμφω, τότ’ ἂν παράλογον ἦν. Ἐρωτᾶται δέ τις καὶ ἕτερος λόγος παρὰ τοὺς τέσσαρας τοὺς εἰρημένους περὶ τῆς κατὰ ἀντίφασιν μεταβολῆς. ἐπειδὴ γὰρ κεῖται τὸ κινούμενον | |
10 | καὶ ἔκ τινος εἴς τι μεταβάλλον ἐν μηδετέρῳ εἶναι, ὅτε κινεῖται, μήτ’ ἐξ οὗ μήτ’ ἐν τῷ εἰς ὅ, ἡνίκα ἂν γίγνηται, φασί, κατὰ ἀντίφασιν ἡ μεταβολή, οἷον ἐκ τοῦ λευκοῦ εἰς τὸ μὴ λευκὸν ἢ ἐκ τοῦ εἶναι εἰς τὸ μὴ εἶναι, δῆλον ὡς οὔτε λευκόν ἐστιν οὔτε οὐ λευκόν, οὔτε ὂν οὔτε οὐκ ὂν τὸ μετα‐ βάλλον, ἀλλ’ ἀδύνατον. ἀντιφάσεως γὰρ οὐδὲν μεταξύ. ἡμεῖς δέ φαμεν | |
15 | ὡς ἀμφότερα μᾶλλόν ἐστι τὸ μεταβάλλον, οὐχ ὡς οὐδέτερον, καὶ λευκὸν καὶ οὐ λευκὸν καὶ μουσικὸν καὶ οὐ μουσικόν, ἀλλ’ οὐχ ὅλον, ἀλλὰ κατά τι μὲν λευκόν, κατά τι δὲ οὐ λευκόν· οὕτως δὲ καὶ ἔσται καὶ οὐκ ἔσται τὸ φθειρόμενον κατά τι μέντοι γε ἑκάτερον, οὐχ ὅλον ἐν ἑκατέρῳ, μέχρις ἂν φθείρηται. ἦν δὲ καὶ οὗτος ἐπὶ τῆς ἀντιφάσεως διορισμὸς ὁ μὴ | |
20 | κατὰ ἄλλο καὶ ἄλλο. ἡ σφαῖρα δὲ κινουμένη περὶ μένοντα τὸν ἄξονα καὶ ὁ κύκλος ὁ περὶ τὸ κέντρον ὁμοίως πῶς ἠρεμοῦσιν; οἴονται γὰρ καὶ τοῦτο παραλογίζεσθαι. ‘μένουσι γάρ,‘ φασίν, ‘ἐν ταὐτῷ τόπῳ‘. ἀλλὰ πρῶτον μὲν τὰ μόρια τῶν οὕτω κινουμένων οὐδ’ ὅλως ἐν ταὐτῷ μένει, ἀλλ’ ἕκαστον αὐτῶν ἐν ἄλλῳ καὶ ἄλλῳ γίνεται συνεχῶς, ἔπειτα οὐδὲ τὸ ὅλον· | |
25 | οὐ γὰρ ἡ αὐτή ἐστιν περιφέρεια ἀπό τε ἄλλης καὶ ἄλλης ἀρχῆς λαμβανο‐ μένη, εἰ μὴ κατὰ συμβεβηκός, ὅτι περὶ ταὐτὸν ὑποκείμενον, ἀλλ’ ἑτέρα μὲν ἀπὸ τοῦ Α ἀρχομένοις, ἑτέρα δὲ ἀπὸ τοῦ Β, καὶ πάλιν ἑτέρα ἀπ’ ἄλλου σημείου, ὥστε οὐδέποτε ἐν τῇ αὐτῇ τὸ ὅλον ἐστίν. Ἀποδεδειγμένων δὲ τούτων λέγομεν, ὅτι τὸ ἀμερὲς οὐκ ἐνδέχεται | |
30 | κινεῖσθαι πλὴν κατὰ συμβεβηκός, οἷον κινουμένου τοῦ σώματος ἢ τοῦ με‐ | |
γέθους, ᾧ ἐνυπάρχει, καθάπερ στιγμὴ καὶ ὥσπερ τὸ ἐν τῷ πλοίῳ κινού‐ | 201 | |
5,2202 | μενον ὑπὸ τῆς τοῦ πλοίου φορᾶς. οὕτω δὲ καὶ τὰ μέρη κατὰ συμβεβηκὸς κινεῖται τῷ ἐνυπάρχειν τῷ ὅλῳ, πλὴν οὐχ ὁμοίως· τὰ μὲν γὰρ μέρη κι‐ νεῖται ὅμως καὶ καθ’ αὑτά, ἀμέλει καὶ διαφέρουσαι τούτων κινήσεις εἰσὶ τῆς τοῦ ὅλου. ἴδοι δ’ ἄν τις ἐπὶ τῆς σφαίρας μάλιστα τὴν διαφοράν· τῆς | |
5 | μὲν γὰρ ὅλης ἰσοταχής ἐστιν ἡ κίνησις, οὐ ταὐτὸν δὲ τάχος ἑκάστου τῶν μερῶν τῶν τε περὶ τοὺς πόλους καὶ τῶν περὶ τὸν μέγιστον κύκλον. Τὰ δὲ ἀμερῆ οὐδαμῶς οἷά τε κινεῖσθαι καὶ καθ’ αὑτὰ πλὴν κατὰ συμβεβηκὸς καὶ τῷ ἐνυπάρχειν· εἰ γὰρ οἷόν τε (ὑποκείσθω τι κινούμενον ἀμερές) ἔσται, εἴτε ἐκ μεγέθους εἰς μέγεθος, εἴτε ἐκ ποιότητος εἰς ποι‐ | |
10 | ότητα, εἴτε μεταβάλλον ἐκ τοῦ εἶναι εἰς τὸ μὴ εἶναι, ἐν ᾧ δὲ χρόνῳ πρῶτον ἄρχεται μεταβάλλειν **** ἠρεμοῖ ἄν· εἰ δὲ ἐκεῖνο, εἰς ὃ μετα‐ βάλλει, μεταβεβληκὸς ἂν εἴη, οὐ μεταβάλλον· λείπεται ἄρα τὸ μὲν ἐν τού‐ τοις εἶναι, τὸ δὲ ἐν ἐκείνῳ. ἀλλὰ μεριστὸν οὕτως ἐστί· μοναχῶς γὰρ ἂν οὕτως ἦν ἡ κίνησις τῶν ἀμερῶν, εἰ σύγκειτο ὁ χρόνος ἐκ τῶν νῦν· ἐπεὶ | |
15 | γὰρ κατὰ τὸ νῦν ἕκαστον κεκίνηται, ὃ κεκίνηται, εἴπερ σύνθετος ὁ χρόνος ἐκ τῶν νῦν, ἦν ἂν λέγειν τὸ ἀμερὲς κεκινῆσθαι καθ’ ἕκαστον νῦν, οὕτω δὲ καὶ καθ’ ὅλον τὸν χρόνον, οὕτω δ’ ἂν ἠκολούθει καὶ τὴν κίνησιν ἐκ κινημάτων καὶ περάτων συγκεῖσθαι κινήσεως καὶ τὸν χρόνον ἐκ τῶν νῦν καὶ τὸ διάστημα ἐξ ἀμερῶν καὶ μηκέτ’ ἂν εἶναι τοῦ κινεῖσθαι πρότερον | |
20 | τὸ κεκινῆσθαι. ἔτι πᾶν τὸ κινούμενον κατὰ τόπον εἰ μέλλει μεῖζον αὑτοῦ κινήσεσθαί τι διάστημα, πρότερον ἐξ ἀνάγκης ἔλαττον ἑαυτοῦ κινηθήσεται ἢ καὶ ἴσον· εἰ γὰρ εἴη τὸ κινούμενον πηχυαῖον, οὐκ ἂν διέλθοι τὴν ὄργυιαν, εἰ μὴ πρότερον ἡμίπηχυ κινηθῇ τοῦ διαστήματος ἢ πηχυαῖον, τοῦτο δέ ἐστιν ἔλαττον ἢ ἴσον. εἶναι μὲν γὰρ ἐν ἐλάττονι τόπῳ κινούμενον | |
25 | οὐκ ἐνδέχεται, κινεῖσθαι δὲ καὶ προϊέναι κατ’ ἔλαττον οἷόν τε. τούτου τοίνυν οὕτως ἔχοντος εἰ κινοῖτο κατὰ τόπον τὸ ἀμερές, ἔλαττον μὲν ἑαυτοῦ οὐ κινηθήσεται διάστημα· εἴη γὰρ ἂν οὕτως γε μεριστόν. εἰ δὲ ἀεὶ κατὰ τὸ ἴσον ἑαυτῷ κινηθήσεται, ὅταν διεξέλθῃ τὴν γραμμήν, ἔσται ταύτην καταμεμετρηκός· εἰ δὲ τοῦτο, ἔσται σύνθετος ἐξ ἀμερῶν ἡ γραμμή. ἔτι | |
30 | εἰ πᾶν ἐν χρόνῳ κινεῖται, κινεῖται δὲ καὶ ἡ στιγμὴ τὸ ἴσον αὐτῇ διά‐ | 202 |
5,2203 | στημα, ἐν χρόνῳ δήπου καὶ τοῦτο κινεῖται· ἀλλὰ παντὸς χρόνου λαβεῖν ἔστιν ἐλάττω χρόνον, ὥστε καὶ τούτου λάβοιμεν ἂν ἐλάττω, καθ’ ὃν ἡ στιγμὴ τὸ ἴσον αὐτῇ μετελήλυθε διάστημα, ἀλλ’ ἀδύνατον. ἐν γὰρ τῷ ἐλάττονι ἔλαττον ἀνάγκη κινεῖσθαι, ὥστε ἔσται διαιρετὸν τὸ ἀδιαίρετον· | |
5 | μοναχῶς γὰρ ἂν κινοῖτο τὸ ἀμερές, ἀλλὰ καὶ ἀδιαίρετον, εἰ ἐν τῷ νῦν κι‐ νεῖσθαι δυνατὸν εἶναί τις ἂν δόξαι. Μεταβολὴ δὲ οὐκ ἔστιν οὐδεμία ἄπειρος· ὥρισται γὰρ ἑκάστης τὰ πέρατα. καὶ περὶ μὲν τῶν ἄλλων δῆλον εὐθύς, οἷον γενέσεως φθορᾶς ἀλλοιώσεως αὐξήσεως φθίσεως· γενέσεως μὲν γὰρ πέρατα καὶ φθορᾶς τὰ | |
10 | τῆς ἀντιφάσεως μέρη, τὸ εἶναι καὶ τὸ μὴ εἶναι, ἀλλοιώσεως δὲ τὰ ἐν‐ αντία. ταῦτα δὲ ἄκρα μεταβολῆς, ὁμοίως δὲ καὶ αὐξήσεως μὲν τὸ πέρας τοῦ κατὰ τὴν οἰκείαν φύσιν τελείου μεγέθους, φθίσεως δὲ ἡ τοῦδε ἔκ‐ στασις. περὶ δὲ φορᾶς οὕτως μὲν οὐκ ἔστιν ἀποδεῖξαι· οὐ γὰρ πᾶσα ἐν ἐναντίοις, οὐδὲ ἐν ἀντιφάσει, ὥσπερ ἔχει καὶ ἡ τῶν ζῴων κίνησις καὶ ἡ τοῦ | |
15 | παντὸς περιφορά· ἡ μὲν γὰρ τῶν ζῴων παντελῶς ἀόριστος καὶ οὐκ ἐξ ἐναντίου εἰς ἐναντίον, ἡ δὲ περιφορὰ ἀπ’ αὐτοῦ εἰς αὐτό. ἄλλως δὲ ἀπο‐ δεικτέον· ἐπεὶ γὰρ τὸ ἀδύνατον τμηθῆναι οὐδὲ τέμνεσθαι δυνατόν (λέγω δὲ ἀδύνατον, ὃ τῷ μὴ ἐνδέχεσθαι οὕτω καλεῖται), καὶ ὅλως τὸ ἀδύνατον γενέ‐ σθαι οὐδὲ γίνεσθαι δυνατόν· ἀδύνατον γάρ ἐστι τὴν διάμετρον σύμμετρον τῇ | |
20 | πλευρᾷ γενέσθαι, οὐκοῦν οὐδὲ γίνεσθαι δυνατόν. εἰ δὲ τοῦτο ἀληθές, ἐπειδὴ φορὰν ἄπειρον ἐνεχθῆναι ἀδύνατον, οὐδὲ φέρεσθαι δυνατόν. ἣν δὲ φέρεσθαι δυ‐ νατόν, καὶ ᾗ φέρεται ταύτην δυνατὸν ἐνεχθῆναι· πεπερασμένη ἄρα, ἣν φέρεται καὶ τὰ ζῷα καὶ τὰ θεῖα σώματα ἅπαντα. μίαν δὲ ἄρα κίνησιν ἐνδέχεται τὴν αὐτὴν κατ’ εἶδος πάλιν καὶ πάλιν γινομένην καὶ συνεχῆ καὶ | |
25 | ἄπειρον εἶναι τῷ χρόνῳ· ἄλλην μὲν γὰρ ἀπ’ ἄλλης ἴσως δυνατόν, οἷον εἰ μετὰ φορὰν ἀλλοίωσις εἴη καὶ μετὰ τὴν ἀλλοίωσιν αὔξησις καὶ πάλιν γένεσις· οὕτω γὰρ ἀεὶ μὲν ἔσται κίνησις, ἀλλ’ οὐ μία διὰ τὸ μὴ εἶναι μίαν ἐξ ἁπασῶν, ὥστε δὲ καὶ γίνεσθαι μίαν οὐκ ἐνδέχεται ἄπειρον εἶναι | |
τὸν χρόνον πλὴν μιᾶς, αὕτη δέ ἐστιν ἡ κύκλῳ φορά. | 203 | |
5,2t204-208 | ΘΕΜΙΣΤΙΟΥ ΠΑΡΑΦΡΑΣΙΣ ΕΙΣ ΤΟ Η ΦΥΣΙΚΗΣ ΑΚΡΟΑΣΕΩΣ. | |
5,2204(2) | Ἐπειδὴ πᾶν τὸ φερόμενον ὑφ’ ἑαυτοῦ κινεῖται ἢ ὑπ’ ἄλλου, ὅσα μὲν ὑφ’ ἑαυτοῦ κινεῖται, δῆλον ὡς ἅμα ἐν ἑαυτοῖς τὸ κινοῦν ἔχει (ἐνυπάρχει γὰρ αὐτοῖς ἡ κινητικὴ δύναμις), ὅσα δὲ ὑπ’ ἄλλου κινεῖται τὴν κατὰ | |
5 | τόπον φοράν, ἐπὶ τούτων ἐπισκεπτέον, εἰ μηδέν ἐστι μεταξὺ τοῦ τε προσεχῶς κινοῦντος καὶ τοῦ φερομένου. τετραχῶς τοίνυν ὑπ’ ἄλλου ταῦτα κινεῖται· ἢ γὰρ ἕλκοντος ἢ ὠθοῦντος ἢ ὀχοῦντός γε ἢ δινοῦντος· πᾶσαι γὰρ αἱ κατὰ τόπον κινήσεις εἰς τούτους τοὺς τρόπους ἀνάγονται· ἡ γὰρ ῥίψις καὶ αὐτὴ ὑπὸ τὴν ὦσίν ἐστιν. σφοδρὰ γὰρ ὦσίς ἐστιν ἡ ῥίψις αὐτοῦ μὲν οὐκ | |
10 | ἐπακολουθοῦντος † σφοδροτέρας ὑπὸ τῆς ῥύμης, ὅταν αὕτη γένηται † τῆς κατὰ τὴν φύσιν κινήσεως τοῦ ῥιφθέντος. εἰ δὲ τέσσαρες οὗτοι τρόποι τῆς ὑπ’ ἄλλου φορᾶς, ἀδύνατον δὲ ἢ ὠθοῦντα μὴ ἅπτεσθαι ἢ τὸν ἕλκοντα ἢ τὸν δινοῦντα ἢ τὸν ὀχοῦντα, δῆλον ὡς τοῦ κινουμένου καὶ τοῦ προσεχῶς κινοῦντος οὐδὲν μεταξύ. ἀλλ’ οὐδὲ τοῦ ἀλλοιουμένου καὶ τοῦ ἀλλοιοῦντος· | |
15 | ἅμα γὰρ συμβαίνει τε εἶναι τὸ ἔσχατον ἀλλοιοῦν καὶ τὸ πρῶτον ἀλλοιούμενον, | |
ἀλλοιοῦται δὲ τὰ αἰσθητὰ καὶ ὑπὸ αἰσθητῶν, αἰσθητὰ δέ ἐστιν ταῦτα, οἷς | 204 | |
5,2205 | διαφέρει σῶμα σώματος, βαρύτης κουφότης καὶ θερμότης ψυχρότης καὶ τὰ σύστοιχα, ἅπτεται δὲ καὶ τὸ θερμαῖνον καὶ τὸ ψῦχον καὶ τὸ λευκαῖνον καὶ τὸ τὴν αἴσθησιν κινοῦν· καὶ γὰρ αἱ κατ’ ἐνέργειαν αἰσθήσεις ἀλλοιώσεις εἰσί· τῷ μὲν γὰρ πυρὶ συνεχὴς ὁ ἀήρ, τῷ δὲ ἀέρι τὸ σῶμα, καὶ τὸ μὲν | |
5 | χρῶμα τῷ φωτί, τὸ δὲ φῶς τῇ ὄψει. οὕτω δὲ καὶ ἐπ’ ἀκοῆς καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων· ἅμα γὰρ τῇ γεύσει ὁ χυμὸς καὶ ὄσφρησις τῷ ὀσφραντῷ καὶ οὐδὲν μεταξύ. ὁμοίως δὲ οὐδὲ αὐξανομένου καὶ αὐξάνοντός ἐστι μεταξύ. αὐξάνει γὰρ προσγινομένου τινὸς καὶ ἑνουμένου καὶ πάλιν φθίνει ἀπόντος ἀεὶ τοῦ φθίνοντος. καθ’ ὅσα μὲν τὸ ἄψυχον ἀλλοιοῦται, | |
10 | κατὰ πάντα καὶ τὸ ἔμψυχον· οὐ μὴν τὸ ἀνάπαλιν. αἱ γὰρ αἰσθήσεις αἱ κατ’ ἐνέργειαν ἴδιαι τῶν ἐμψύχων ἀλλοιώσεις εἰσίν. Ὅτι δὲ τὸ ἀλλοιούμενον ἀλλοιοῦται ὑπὸ τῶν αἰσθητῶν καὶ ἐν ἄλλοις οὐ γίνεται ἀλλοίωσις, ὧδε ἄν τις καταμάθοι σαφῶς. μάλιστα γὰρ τῶν λοιπῶν ἐν σχήμασιν καὶ μορφαῖς καὶ ἕξεσιν καὶ ταῖς τούτων ἀφαιρέσε‐ | |
15 | σιν καὶ μεταβολαῖς ἀλλοιώσεις ἂν γίνεσθαί τις ὑπολάβοι, οὐκ ἀληθὲς δέ· τὸ μὲν γὰρ σχηματισθὲν οὐκέτι καλοῦμεν τῷ ὀνόματι τῆς ὑποκειμένης οὐσίας οἷον τὸν ἀνδριάντα χαλκὸν ἢ τὴν κλίνην ξύλον, ἀλλὰ παρωνυμιά‐ ζοντες τὸν μὲν χαλκοῦν, τὴν δὲ ξυλίνην, τὸ δὲ ἠλλοιωμένον ἔτι καλοῦμεν ὁμοίως· θερμὸν γὰρ τὸν χαλκὸν καὶ ψυχρόν, καὶ τὸ ξύλον ὑγρὸν ἢ σκλη‐ | |
20 | ρὸν ὡς ἐνταῦθα μὲν ὑπομένοντος ἀκριβῶς πρότερόν τε καὶ νῦν τοῦ τὸ πάθος ἀναδεξαμένου τὸ ὑπὸ τῆς ἀλλοιώσεως ἐγγενόμενον, ἐπὶ δὲ τῶν σχημάτων σχηματιζομένων οὐκέτι μενούσης παντελῶς ἐν ταυτότητι τῆς ὑποκειμένης οὐσίας· ἐγγὺς γὰρ γενέσεώς εἰσιν αἱ τοιαῦται μεταβολαί· συμ‐ βάλλουσι γὰρ ἀμωσγέπως καὶ τὴν ὑποκειμένην φύσιν ἥτις ἂν εἴη. καθάπερ | |
25 | οὖν ἄλογον ἠλλοιῶσθαι τὸν ἄνθρωπον λέγειν τὸν γενόμενον ἢ τὴν οἰκίαν ἢ τὴν ναῦν (μένειν γὰρ δεῖ ταὐτὸν τὸ ἀλλοιούμενον ἀκριβῶς), οὕτω καὶ ἐπὶ τῶν σχηματίσεων ἔχει. γενέσθαι μὲν οὖν ἴσως ἕκαστον καὶ ἐπὶ τῶν γενέσεων ἀναγκαῖον ἀλλοιουμένου τινός, οἷον τῆς ὕλης πυκνουμένης ἢ ψυχομένης, οὐ μέντοι τὰ γινόμενά γε ἀλλοιοῦται, οὐδὲ ἡ γένεσις αὐτῶν | |
30 | ἀλλοίωσις· ἔστι γὰρ καὶ αἵρεσις ἐπὶ τῶν γενέσεων ἀλλοιοῦσθαι τὸ πρότερον τὴν ὑποκειμένην ὕλην, ἀλλ’ οὐκ ἐπὶ τῆς αὐτῆς φύσεως μένειν, ἣν εἶχε | |
πρῶτον. οὐ γὰρ γῆ καὶ ὕδωρ ὁ κέραμος ἢ ὁ πηλός, ἀλλ’ εἰς ἑτέραν | 205 | |
5,2206 | φύσιν μετέστη, οὔτε μὴν τὸ γεγονὸς οἷον τὴν πλίνθον ἢ τὸν ἀμφορέα· οὐδὲ γὰρ ἦν πρὸ τούτων πλίνθος ἢ ἀμφορεύς. Ἀλλὰ μὴν οὐδὲ τὰς τοῦ σώματος ἕξεις ἢ τὰς τῆς ψυχῆς, οἷον νόσους τε καὶ ὑγείας καὶ κακίας καὶ ἀρετάς, εἴποις ἂν ἀλλοιώσεις οὐδὲ ἀλλοιοῦσθαι | |
5 | κατὰ ταῦτα τὰ σώματα τῶν ζῴων καὶ τὰς ψυχάς· αἱ μὲν γὰρ ἀρεταὶ τελειώσεις εἰσί, διὸ μάλιστα τότε ἔχει κατὰ φύσιν ἕκαστον, ὅταν ἀπολάβῃ τὴν οἰκείαν ἀρετήν, αἱ δὲ κακίαι διαφθοραί. ὥσπερ οὖν οὐδὲ τὸ τελειού‐ μενον ἀλλοιοῦται (ἄτοπον γάρ, εἴ τις τὴν ὀροφουμένην οἰκίαν ἀλλοιοῦσθαι λέγει καὶ μὴ ὀροφοῦσθαι), τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ἀρετῶν ἔχει τῶν | |
10 | τε τοῦ σώματος καὶ τῶν τῆς ψυχῆς. ἔτι πᾶσα ἀρετὴ καὶ κακία ἐν τῷ συμμέτρῳ καὶ ἀσυμμέτρῳ, ταῦτα δὲ τοῦ πρός τι. κατὰ τὸ πρός τι δὲ οὐκ ἔστιν ἀλλοίωσις. Ἀλλὰ μὴν οὐδὲ αἱ τοῦ νοητικοῦ μέρους ἕξεις οὔτε αἱ λήψεις τῶν ἕξεων, καὶ οὐχ ὅπως γε ἀλλοιώσεις, ἀλλ’ οὐδὲ γενέσεις ὅλως. αἱ μὲν γὰρ | |
15 | ἐπιστῆμαι ἐκ τῶν καθόλου, τὰ καθόλου δὲ ἐκ τῶν κατὰ μέρος ἀθροίζονται, οὐδὲ τῆς ἐνεργείας τοῦ νοῦ γένεσίς ἐστιν ἢ ἀλλοίωσις· οὐδὲ γὰρ ὅλως ἐν χρόνῳ οὐδὲ συμπληροῦται αὐτοῖς τὸ εἶναι ὑπὸ τοῦ χρόνου, εἰ καὶ ὅτι μάλιστα χρόνου ὄντος νοοῦμέν τε καὶ θεωροῦμεν, ὥσπερ δὴ καὶ τὸ ἅπτεσθαι χρόνου μὲν ὄντος γίνεται, οὐκ ἐν χρόνῳ δέ. καὶ τοῦτο δῆλον ἐκ τοῦ ἐν | |
20 | παντὶ μορίῳ τοῦ χρόνου ὁμοίως ἅπτεσθαι τὰ ἁπτόμενα, ὡς οὐδὲν τοῦ χρόνου δεόμενα εἰς τὴν τοῦ ἅπτεσθαι γένεσιν, ἃ δὲ οὐ προσδεῖται χρόνου, ὥστε ἐκ τῆς δυνάμεως εἰς τὴν ἐνέργειαν μεταβάλλειν, ταῦτα ἀχρόνως γίνεται. Οὐκ ἔστι δὲ πᾶσα κίνησις πάσῃ συμβλητὴ οὐδὲ κοινὸν μέτρον | |
25 | ἁπασῶν· τί γὰρ ὅμοιον πάθους καὶ φορᾶς; ἀλλ’ οὐδὲ φορᾶς τῆς κύκλῳ ἐστὶ καὶ εὐθείας· οὔτε γὰρ τὰ διαστήματα συμβλητά, ἥ τε περιφερὴς γραμμὴ καὶ ἡ εὐθεῖα· οὔτε γὰρ μείζων ἡ ἑτέρα τῆς ἑτέρας οὔτ’ ἐλάττων· οὔτ’ οὖν τὸ ταχύτερον ἐπὶ πασῶν πρὸς πάσας οὔτε τὸ βραδύτερον, ὁμοίως δέ, ὡς εἰ λέγοιμεν ὀξύτερον εἶναι τὸ γραφεῖον τοῦ οἴνου καὶ τὸ | |
30 | ξίφος τῆς νήτης. ἀλλ’ ἴσως ἐρεῖ τις, ὅτι κοινὸν μέτρον ἁπασῶν ὁ χρόνος φορᾶς νεύσεως πτήσεως βαδίσεως αὐξήσεως ψύξεως καὶ τῶν τοιούτων· ἐν | |
ἴσῳ γὰρ χρόνῳ τὸ μὲν ἠνέχθη, τὸ δὲ ἔπαθε, τὸ δὲ ηὐξήθη· ἀλλ’ οὐ διὰ | 206 | |
5,2207 | τοῦτο γενικήν τινα εἶναι κίνησιν ῥητέον, μόνα δὲ τὰ συνώνυμα συμβλητά, καὶ ἰστέον, ὅτι τῶν ὁμωνυμιῶν αἱ μὲν ἔχουσί τι κοινὸν αἱ δὲ οὔ, καὶ αἱ μὲν ἐγγὺς αἱ δὲ πόρρω. Ἐπεὶ δὲ τὸ κινοῦν δυνάμει τινὶ κινεῖ καὶ ἔν τινι διαστήματι καὶ | |
5 | ἐν ποσῷ χρόνῳ, ἆρα ὡς ἡ πολλαπλάσιος δύναμις πολλαπλάσιον κινεῖ βάρος, οὕτως ἡ πολλοστημόριος πολλοστημόριον; οἷον εἰ τὸν κίονα οἱ πεντήκοντα, τὸ πεντηκοστὸν τοῦ κίονος εἷς δυνατὸς κινῆσαι καθ’ αὑτόν· καὶ εἰ στάδιον οἱ πεντήκοντα ἐν ἡμέρᾳ μιᾷ τὸν στύλον ὅλον κινοῦσι, τὸ ἡμιστύλιον οἱ πεντήκοντα δύο σταδίους ἐν τῇ ἡμέρᾳ, οἱ δὲ πέντε καὶ εἴκοσι τὸ στάδιον | |
10 | μόνον. καὶ εἰ, καθάπερ τὸ στάδιον οἱ πεντήκοντα, τὸ πεντηκοστὸν τοῦ σταδίου κινήσει τὸν κίονα τοῦτον, ἄνθρωπος εἷς ἐν τῷ ἴσῳ χρόνῳ, ἐν ὅσῳπερ τὸ ὅλον οἱ πεντήκοντα. τούτων γὰρ τὰ μὲν φαίνεται ἔχειν τὴν ἀναλογίαν, τὰ δὲ οὐ δύναται, οἷον οὖν καὶ τὸ τελευταῖον τῶν εἰρημένων· συμβαίνει γὰρ ἂν οὕτως τῷ ἰσχυροτάτῳ τὸ ἀσθενέστατον τὸ αὐτὸ κινεῖν, | |
15 | οὐ τὸν ἴσον μὲν τόπον οὐδ’ ὡσαύτως, παράδοξον δὲ καὶ ὁπωσοῦν καὶ ὁτιοῦν, ὥστε καὶ τὸν ἕνα κινεῖν τὸ πλοῖον καὶ τὸ δεκατάλαντον βάρος. φαίνεται γάρ, ὅτι κατά τινα δυνάμεως ὑπεροχὴν τὸ κινοῦν κινεῖ καὶ ἔστιν ἡ μέν τις ἀπολειπομένη πόρρω τοῦ κινητοῦ καὶ ὥσπερ ἀσύμβλητος αὐτῶν, ἡ δ’ οἷον ἡττωμένη, ἡ δὲ οἷον ἰσάζουσα ἤδη, ἡ δὲ καὶ κρατοῦσα λοιπόν· | |
20 | διὰ τοῦτο γὰρ ὁ μὲν εἷς πόρρω τοῦ κινῆσαι τὴν ναῦν, οἱ δέκα δὲ ἐλάττους, οἱ τριάκοντα δὲ οὐδὲ κρατοῦσιν οὐδὲ κρατοῦνται, προσγενομένου δὲ ἑνὸς ὑπερέχουσιν ἤδη τοῦ κινητοῦ, ποιεῖ δὲ οὐχ εἷς, ἀλλ’ ἡ τῶν συμπάντων δύναμις, ὥσπερ καὶ ἐπὶ τῶν ἰσορρόπων ζυγῶν. εἷς γὰρ χαλκὸς προστεθεὶς τὸ σύμπαν βάρος ἐκίνησεν, ἀεὶ δὲ ἐγγυτέρω τοῦ κινεῖν τὸ πλέον τοῦ ἐλάττο‐ | |
25 | νος, ὥσπερ καὶ ἐπὶ τῶν μεγεθῶν ἐγγυτέρω τοῦ τρίπηχυ εἶναι τὸ παλαιστοῦ δέον ἢ τὸ πήχεος, ἔτι δὲ μᾶλλον τὸ δυοῖν δακτύλοιν, καὶ ἔτι μᾶλλον τὸ δακτύλου ἑνός, οὐδέ πη δὲ οὐδὲ ταὐτόν, πρὶν ἂν προστεθῇ τὸ δακτυλιαῖον. αἴτιον δὲ οὐ τὸ ὕστατον προστεθὲν τοῦ τριπηχυαίου, ἀλλὰ τὸ ἐξ ἁπάντων μέγεθος. ἀλλ’ ἐπὶ μὲν τούτων ὥρισται τὸ ποσὸν καὶ ῥᾴδιον εὑρεῖν καὶ | |
30 | τῇ αἰσθήσει καὶ τῷ λόγῳ τὸ μέγεθος προσελθόν, ὅ τι τρίπηχυ μέγεθος πρῶτον ἐποίησεν, ἐπὶ δὲ τῆς νεὼς νεωλκίας καὶ τοῦ ζυγοῦ χαλεπὸν ἀποδοῦ‐ ναι, πότε τοσοῦτον ἐγένετο, ὥστε πρῶτον κινῆσαι. τὸ γὰρ παρὰ μικρὸν | |
ἐνταῦθα ἀνακύπτει καὶ ὁ σωρίτης καθάπερ ἐπὶ τοῦ πλούτου καὶ τῆς | 207 | |
5,2208 | φαλακρότητος. οὐκοῦν θαυμαστέον, διὰ τί δήποτε οὗτος μόνος μὲν τυγχάνων οὐκ ἐκίνει, μετὰ δὲ τριάκοντα τυχὸν ἴσως, ὥσπερ οἶμαι καὶ βοῶν μόνος μὲν οὐκ ἂν ἐξάκουστος γένοιτο, μετὰ πολλῶν δὲ ἐν τῷ θεάτρῳ· ἄλλο γὰρ τὸ ἐξ ἁπάντων ἑκάστου, πλὴν ἐμφαίνεταί γέ πως τὸ ἐξ ἁπάντων καὶ τὸ | |
5 | ἐξ ἑκάστου. ἀεί τε ἡ ἀθρόος δύναμις πλείω τῆς μεμερισμένης, ἐπεὶ καὶ τὸ σιτίον τὸ τηλικοῦτον καθ’ αὑτὸ μὲν ὑγιεινόν, πολλὰ δὲ ὁμοῦ τηλικαῦτα νοσερὰ ἤδη καὶ βλαβερά. οὔτ’ οὖν, ὡς οἴεται Ζήνων, ἐπειδὴ ὁ μέδιμνος τῶν κέγχρων ψοφεῖ, καὶ ἡ μία κέγχρος ψοφήσει, οὔτ’ ἐπειδὴ τὴν πέτραν κοιλαίνουσιν οἱ πολλοὶ σταλαγμοί, ἀνάγκη τι καὶ τὸν ἕνα κοιλαίνειν· οὐ γὰρ | |
10 | συντεμαχίζονται τοῖς μεγέθεσιν αἱ δυνάμεις, ἀλλ’ ἔστιν ἐφ’ ὧν προαπολεί‐ πουσι τοὺς ὄγκους ἔτι τέμνεσθαι δυναμένους· καὶ περὶ μὲν τούτων ἅλις. Μάλιστα δὲ τὰ τοιαῦτα καθ’ ἑαυτὰ θεωρίαν τινὰ ἔχει καὶ ζήτησιν, πότερον οἱ πάντες τηλικοῦτον κινήσουσι βάρος, ἡλίκον ἐκ τῶν καθ’ ἕκαστον γίνεται· λέγω δὲ οἷον, εἰ ταλαντιαῖον ἕκαστος, οἱ πάντες ἑκατὸν | |
15 | ταλάντων βάρος ἢ μεῖζον ἢ ἔλαττον. ἔλαττον μὲν οὐκ εὔλογον, μεῖζον δὲ μᾶλλον· ποιεῖ γὰρ τὸ ἀθρόον καὶ φιλότιμον ἅμα καὶ παρορμητικὸν ἀλλήλων, ὥσπερ ἐν τοῖς ἵπποις ζευγνυμένοις εἰς τὸ τάχος, θέρμης μᾶλλον † εἴτε καὶ δυνάμεως ἐπιγενομένης μείζονος, διὰ τὴν ἐπίτασιν ἐκθερμαινομένων καὶ διαμιλλωμένων. ἀλλὰ τοὐναντίον οὐκ ἄλογον, ὥστε διαιρούμενον εἰς τοὺς | |
20 | καθ’ ἕκαστον βάρος ἢ τὸν ὄγκον μὴ δύνασθαι πάντα φέρειν, τάχα δὲ καὶ ἀναγκαῖον, εἴπερ ἐκεῖνο ἀληθές. ἀφαιρεῖται γάρ τι τῆς δυνάμεως μερι‐ ζόμενον, ὃ προσεπέθηκεν ἢ ἐπέδωκεν ὁ ἀθροισμός. ὅμοιον δ’ ἂν δόξειεν ὡς διὰ πολλοῦ τοῖς ἐπὶ τῶν διαγραμμάτων συμβαίνειν· ἐκεῖ τε γὰρ ἡ διπλάσιον τετραπλάσιον καὶ ἐνταῦθα οἱ ἀθρόοι πολλαπλάσιον. διαφορὰ δὲ | |
25 | καὶ ἐν τῷ τὰ κινούμενα τοιαῦτα εἶναι τῷ σχήματι, καθάπερ καὶ ὅταν δι’ αὑτῶν κινῶνται· τὸ γὰρ σφαιροειδὲς εὐκίνητον γέγονεν. ἐνταῦθα γὰρ τὸ ἥκιστα βεβηκὸς καὶ κατ’ ἐλάχιστον ἁπτόμενον, οἷον γὰρ προοδοποιεῖται πρὸς τὴν κίνησιν. διὸ καὶ ὅλως τὸ κινούμενον ῥᾷον ἢ τὸ ἀκίνητον, ὡσαύτως δὲ καὶ ὅσα ἄλλα παραπλήσια τούτοις· ἅπαντα γὰρ ταῦτα ἑτέραν | |
30 | τινὰ ἔχει θεωρίαν. | 208 |
5,2t209-236 | ΘΕΜΙΣΤΙΟΥ ΠΑΡΑΦΡΑΣΙΣ ΕΙΣ ΤΟ Θ ΦΥΣΙΚΗΣ ΑΚΡΟΑΣΕΩΣ. | |
5,2209(2) | Ἕπεται δὲ ἐφεξῆς ἐπισκέψασθαι, πότερον γέγονέ ποτε κίνησις οὐκ οὖσα πρότερον καὶ φθείρεται πάλιν οὕτως, ὥστε κινεῖσθαι μηδέν, ἢ οὔτε ἐγένετο οὔτε φθείρεται, ἀλλ’ ἀεὶ ἦν καὶ ἀεὶ ἔσται καὶ τοῦτο ἀθάνατον καὶ | |
5 | ἄπαυστον ἐν τοῖς οὖσίν ἐστιν, οἷον ζωή τις ὑπάρχουσα πᾶσι τοῖς ὑπὸ φύσεως συνεστῶσιν. καὶ γὰρ ὅτι μὲν ἔστι κίνησις, ἅπαντες ὁμολογοῦσιν, ὅσοι περὶ φύσεως πραγματεύονται καὶ περὶ γενέσεως καὶ φθορᾶς διαλέγονται, ὅτι δὲ ἀίδιος, οὐκέθ’ ἅπαντες, ἀλλ’ ὅσοι μὲν ἀπείρους τοὺς κόσμους εἶναί φασι καὶ ἀεὶ τοὺς μὲν γίγνεσθαι τοὺς δὲ φθείρεσθαι, ἀεί φασιν εἶναι τὴν | |
10 | κίνησιν· ἕπεται γὰρ αὐτοῖς τὰς γενέσεις καὶ τὰς φθορὰς εἶναι μετὰ κινή‐ σεως. ὁμοίως δὲ τούτοις, ὅσοι καὶ ἕνα κόσμον καὶ ἀίδιον ὑποτιθέντες, συνομολογοῦσι καὶ τὴν κίνησιν ἀίδιον εἶναι· ὅσοι δὲ ἕνα μὲν οὐκ ἀίδιον δέ, τούτοις ἀκολουθεῖ ταῖς περὶ τοῦ παντὸς ὑποθέσεσι καὶ περὶ τῆς κινή‐ σεως χρῆσθαι. δύο δὲ οἱ τρόποι τῶν οὐκ ἀίδιον ποιούντων τὸν κόσμον, | |
15 | καὶ παρὰ τούτους οὐκ ἔστιν ἄλλος· ἢ γάρ, ὡς Ἀναξαγόρας φησίν, ἁπάντων ὁμοῦ μεμιγμένων τὸν ἄπειρον χρόνον ἄρξασθαί ποτε τὸν νοῦν τοῦ κόσμου καὶ τῆς κινήσεως, ἢ ὡς Ἐμπεδοκλῆς· οὗτος μὲν γὰρ ἐν μέρει κίνησιν ποιεῖ τοῦ παντὸς καὶ ἠρεμίαν, κίνησιν μέν, ὅταν ἡ φιλία τὸ πᾶν εἰς ἓν ἐκ πολλῶν συνάγῃ ἢ αὖθις τὸ νεῖκος εἰς πολλὰ ἐξ ἑνός, ἠρεμίαν δὲ ἐν τοῖς μεταξὺ | |
20 | χρόνοις, ὥστε Ἀναξαγόρᾳ μὲν ἡ κίνησις ἀρξαμένη συνεχῶς ἔστι καθάπερ δὴ καὶ ὁ κόσμος, Ἐμπεδοκλεῖ δὲ ἐν μέρει ποτὲ μὲν ἔστι, ποτὲ δὲ οὐκ ἔστι, ὥσπερ καὶ ὁ κόσμος. σκεπτέον δὲ περὶ τούτων, πῶς ἔχει· γένοιτο | |
γὰρ ἂν ἴσως πρὸ ἔργου οὐ μόνον εἰς τὴν περὶ φύσεως θεωρίαν, ἀλλὰ καὶ | 209 | |
5,2210 | πρὸς τὴν μέθοδον τὴν περὶ τῆς πρώτης ἀρχῆς καὶ τοῦ πρώτου τῶν πάντων αἰτίου. ἀρξώμεθα δὲ πρῶτον ἐκ τῶν διωρισμένων ἡμῖν καὶ ἤδη κειμένων. φαμὲν δὲ τὴν κίνησιν εἶναι τὴν ἐντελέχειαν τοῦ κινητοῦ καθὸ κινητόν. ἀναγκαῖον ἄρα, εἰ μέλλοι ποτὲ κίνησις ἔσεσθαι μὴ οὖσα, προϋπάρξαι τὰ | |
5 | πράγματα δυνάμενα κινεῖσθαι καθ’ ἑκάστην κίνησιν· καὶ γὰρ χωρὶς τοῦ τῆς κινήσεως ὁρισμοῦ τοῦτο δῆλον. εἰ γὰρ ἀλλοίωσις ἔσται, δεῖ προϋπάρ‐ ξαι πρῶτον τὸ ἀλλοιωθῆναι δυνάμενον· εἰ φορὰ κατὰ τόπον, δεῖ πάντως πρότερον ὑπάρξαι τὸ κατὰ τόπον οἷόν τε φέρεσθαι καὶ δὴ τὸ καυστὸν εἶναι πρὶν καίεσθαι καὶ τὸ καυστικὸν πρὶν κάειν. τούτου τοίνυν οὕτως | |
10 | ἔχοντος τοῦ δεῖν ἐξ ἀνάγκης προϋπάρχειν τὰ πράγματα τῆς κινήσεως ἐπι‐ τηδείως ἔχοντα πρὸς αὐτήν, τοὺς ὑποθεμένους κίνησιν γενέσθαι ποτὲ μὴ οὖσαν καὶ ἀρχὴν αὐτῇ προτιθέντας τὴν κατὰ χρόνον περὶ τῶν πραγμάτων ἐρωτητέον, ἐπεὶ μὴ καθ’ αὑτὴν ἡ κίνησις, ἀλλ’ ἐν πράγμασι, τὰ πράγ‐ ματα ταῦτα προϋπῆρχε τὸν ἄπειρον χρόνον καὶ ἀίδια ἦν ἢ καὶ αὐτὰ | |
15 | γενέσεως ἔσχον ἀρχήν; εἰ μὲν τοίνυν ἐγένετό ποτε μὴ ὄντα, ταύτην κεκίνηται πρότερον κίνησιν, δι’ ἣν εἰς τὸ εἶναι ἦλθεν ἐκ τοῦ μὴ εἶναι (καὶ οὐ λέγω νῦν, ὅτι ἡ γένεσις κίνησις, ἀλλ’ ὅτι πάντως διὰ κινήσεως), ὥστε τῆς ληφθείσης αὐτοῖς πρώτης κινήσεως ἄλλην ἀναφαίνεσθαι πρότερον ὑπὸ τοῦ λόγου. ἵνα μὲν γὰρ κίνησις γένηται, δεῖ πρότερα γενέσθαι τὰ κινησόμενα, | |
20 | ἵνα δὲ γένηται τὰ κινησόμενα, δεῖ πρότερον κίνησιν ἄλλην γενέσθαι, ὥστε κατὰ τοῦτον τὸν τρόπον οὐχ οἷόν τε λαβεῖν τὴν ἀρχὴν τῆς κινήσεως· ἀεὶ γὰρ τῆς πρώτης λαμβανομένης ἄλλη τίς ἐστι προτέρα. ‘ναί‘, φησίν, ‘ἀλλ’ ἐκείνην λέγω προτέραν τὴν κίνησιν, δι’ ἧς ἐγένετο τὰ κινεῖσθαι δυνησόμενα‘. ἀλλ’ εἰ μέμνησαι τοῦ τῆς κινήσεως ὁρισμοῦ καὶ δίδως ἀεὶ προϋπάρχειν | |
25 | τὸ κινεῖσθαι δυνάμενον τῆς κινήσεως καί, ὅταν γένηται τὰ πράγματα διὰ κινήσεως, καὶ μετέχειν πάντως ἐν τῇ γενέσει κινήσεως, *** πρότερον πρὸς ἐκείνην τὴν κίνησιν ἐπιτηδείως, καθ’ ἣν εἰς τὴν γένεσιν ἔρχεται. ἐπειδὴ γὰρ οὐδὲν ἐκ τοῦ παντελῶς μὴ ὄντος, ἀλλ’ ἐκ τοῦ τὶ μὲν ὄντος τὶ δὲ μὴ ὄντος, ἀνάγκη προϋπάρχειν πως τὸ τὴν πρώτην ταύτην μεταβολὴν | |
30 | καὶ κίνησιν ὑφιστάμενον. πάλιν οὖν ἐρησόμεθα ὁμοίως, τὸ προϋπάρχον ἀίδιον ἦν ἢ γενητόν; εἰ γὰρ πάλιν λέγομεν, ὅτι γενητόν, προήξομεν ταὐτὰ ἀποροῦντες· μόνως γὰρ οὕτως ἦν δυνατὸν ἀρχὴν λαβεῖν τῆς κατὰ χρόνον κινήσεως, εἴπερ ἦν δυνατὸν ἐκ τοῦ παντελῶς μὴ ὄντος ποιεῖν τὴν γένεσιν. ἀλλὰ δῆτα προϋπαρχέτω τὰ πράγματα τὸν ἅπαντα χρόνον ἀίδια· ἄρχεται | |
35 | δὲ τῆς κινήσεως ἀπό τινος χρόνου. φαίνεται μὲν δὴ καὶ αὐτόθεν ἐπιστή‐ | 210 |
5,2211 | σασιν ἄλογος ἡ ὑπόθεσις· τί γὰρ δήποτε νῦν ἄρχεται κινεῖσθαι πρότερον δ’ οὔ; ὁμοίως δὲ καὶ προάγουσιν εἰς τὸ ἐφεξῆς τὸν λόγον ἀτοπώτερα συμβαίνει· εἰ γὰρ τῶν μὲν οἷόν τε ὄντων κινεῖσθαι τῶν δὲ οἷόν τε ὄντων κινεῖν ὅμως πρότερον μὲν ἦν ἀμφοῖν ἠρεμία, νῦν δὲ ἄρχεται τὸ μὲν κινεῖ‐ | |
5 | σθαι τὸ δὲ ἠρεμεῖν, δεῖ πρότερον ὑπάρχειν αἰτίαν τῆς μεταβολῆς, δι’ ἣν πρότερον οὐκ ἐνήργει κατὰ δύναμιν, νῦν δὲ ἀπείληφε τὴν ἐνέργειαν· οὐ γὰρ δὴ χωρὶς αἰτίας ὁμοίως ἔχοντα πρὸς ἄλληλα νῦν τε καὶ πρότερον, νῦν μὲν ἐνεργεῖ πρότερον δ’ οὔ, ἀλλ’ ἢ πλέον ἀλλήλων πρότερον ἀφειστήκει νῦν δὲ πλησίον γέγονεν, ἤ τι μεταξὺ πάντως ἦν τὸ κωλῦον, ὃ νῦν ἀνῄρηται. | |
10 | ὅ τι δ’ ἂν τούτων ὑπόθῃ, κίνησιν ἑτέραν ὑποτίθεσθαι ἀνάγκη τῆς προτέ‐ ρας ὑποκειμένης. εἰ γὰρ ἀεὶ μὲν τὰ πράγματα ἦν, οὐκ ἀεὶ δὲ τὰ μὲν κινεῖται τὰ δὲ κινεῖ, ἀλλὰ ἤρξατο νῦν, δῆλον ὡς πρότερον οὐκ εἶχε τὴν σχέσιν ταύτην πρὸς ἄλληλα, ἣν νῦν ἔχοντα τὸ μὲν κινεῖται τὸ δὲ κινεῖ, ἀλλὰ μετέβαλλεν αὐτῶν θάτερον ἢ ἀμφότερα, ἢ τὸ κινητικὸν μόνον ἢ τὸ | |
15 | κινητόν. εἴπερ οὖν, ἵνα τῆς πρώτης ἄρξηται κινήσεως, προτέρας κινήσεως δεῖται ταῦτα, ὑπομένει καὶ οὗτος ὁ λόγος· εἰ δὲ δὴ καί τις ἐκείνην πρώτην λέγει τὴν κίνησιν, καθ’ ἣν τὸ κινητικὸν μεταβέβληκεν εἰς τὸ νῦν κινεῖν καὶ καθ’ ἣν πρὸς τὸ κινητὸν τὴν σχέσιν ταύτην ἀπείληφεν, οὐδὲν πλέον οὐδ’ οὕτως συμπερανεῖ· πάλιν γὰρ ταύτης τῆς μεταβολῆς τὴν αἰτίαν ἐπιζητήσομεν· | |
20 | οὐ γὰρ ἕξει λέγειν μὴ πάλιν ἄλλης προτέρας κινήσεως ἐφαψάμενος. ἀλλὰ τί ταῦτα ἐξὸν αὐτοὺς ἐπιδεῖξαι διελεγχομένους ὑφ’ ἑαυτῶν; οἱ γὰρ λέγοντες πρότερον οὐκ εἶναι κίνησιν λέγουσί τινα εἶναι χρόνον τότε, ὅτε οὐκ ἦν κίνησις· τὸ γὰρ πρότερον αὐτοῖς τοῦτο σημαίνει. ἀλλὰ μὴν ἀδύνατον χρόνον εἶναι δίχα κινήσεως, καθάπερ ἀποδέδεικται πρότερον. ἀκολουθεῖ | |
25 | τοίνυν τοῖς λέγουσιν, ὅτι ἦν ποτε χρόνος, ὅτε οὐκ ἦν κίνησις, τὸ λέγειν ὅτι ἦν ποτε κίνησις, ὅτε οὐκ ἦν κίνησις. εἰ γὰρ δὴ καὶ περὶ τοῦ χρόνου τις ἡμῖν διαμάχοιτο, ὅτι γέγονέ ποτε πρότερον οὐκ ὤν, ὥσπερ δὴ καὶ Πλάτων δοκεῖ ποιεῖν ἐν τῷ Τιμαίῳ (γεννᾷ γὰρ αὐτὸν σὺν τῷ οὐρανῷ), πρὸς τοῦτον ἐξαρκεῖ μὲν καὶ τὴν ἁπάντων δόξαν τῶν φυσικῶν καὶ συμφωνίαν ἐπιδεικνύειν | |
30 | περὶ τῆς ἀιδιότητος τοῦ χρόνου. Δημόκριτος μὲν γὰρ τοῦτο αὐτὸ μέγιστόν φησι τεκμήριον εἶναι τοῦ μὴ πάντα εἶναι γενητὰ διὰ τὸ τὸν χρόνον ἀγένητον εἶναι. ἀλλ’ ἵνα μὴ μόνον πλήθει μαρτύρων δυσωπεῖν δοκῶμεν, τὸν λόγον αὐτὸν καθ’ αὑτὸν ἐξετάσομεν, εἰ οἷόν τέ ποτε γενέσθαι μὴ ὄντα τὸν χρόνον. μάχεται δὲ καὶ αὕτη πρὸς ἑαυτὴν ἡ ὑπόθεσις· τὸ γὰρ ποτὲ καὶ μὴ εἶναι | |
35 | πρότερον καὶ τὸ γενέσθαι νῦν ἐν χρόνῳ πάντα χρόνου κατηγορήματα καί, | 211 |
5,2212 | ἵνα τὰ ἄλλα παρῶ, τίς οὐκ οἶδεν, ὅτι οὔτε τὸ νῦν ἄνευ χρόνου οὔτε ὁ χρόνος ἄνευ τοῦ νῦν· μεσότης γὰρ χρόνου τὸ νῦν καὶ ἀρχήν τινος χρόνου καὶ τελευτὴν ἔχον ἅμα, ἀρχὴν μὲν τοῦ ἐσομένου, τελευτὴν δὲ τοῦ παρελ‐ θόντος, ὃ μόνον ἐστὶ τοῦ χρόνου δυνατὸν λαβεῖν. εἰ οὖν ἐφ’ ἁπάσης | |
5 | γενέσεως καὶ ἐφ’ ἅπαντος γινομένου τοῦ νῦν συνεπινοεῖν ἀναγκαῖον, ἀναγκαῖον αὐτῷ συνεπινοεῖν ἐπ’ ἀμφότερα καὶ τὸν χρόνον, ὥστε εἰ νῦν ἤρξατο ὁ χρόνος, καὶ πρότερον ἦν χρόνος, οὗ πέρας τὰ νῦν· εἰ δὲ ἀδύνατον ταῦτα, ἀίδιος δήπουθεν ὁ χρόνος, εἰ δὲ ὁ χρόνος ἀίδιος, καὶ ἡ κίνησις, εἴπερ ἄνευ κινήσεως χρόνον ἐπινοεῖν ἀδύνατον ἐπιδέδεικται. | |
10 | Τοῖς δὲ αὐτοῖς χρησόμεθα λόγοις καὶ ἐπὶ τοῦ ἄφθαρτον εἶναι τὴν κίνησιν. ὡς γὰρ ἐπὶ τοῦ γίνεσθαι κίνησιν συνέβαινε, προτέραν εἶναί τινα κίνησιν τῆς πρώτης λαμβανομένης, οὕτως ἐνταῦθα ὑστέραν τῆς τελευταίας· φθαρείσης γὰρ τῆς κινήσεως ἢ φθείρεται καὶ τὰ πράγματα ἢ μένει. εἰ μὲν οὖν φθείροιτο, ἐπειδὴ μηδὲν εἰς τὸ παντελῶς μὴ ὂν ἀφανίζεται, δῆλον | |
15 | ὡς εἰς ἄλλο τι μεταβάλλει, μεταβολὴ δὲ πᾶσα διὰ κινήσεως· ἔσται ἄρα μετὰ τὴν φθορὰν τῆς κινήσεως κίνησις. εἰ δὲ ἀεὶ διαμένει, τὰ αὐτὰ πάλιν ἐρησόμεθα, ἅπερ καὶ ἐπὶ τοῦ γίνεσθαι τὴν κίνησιν. τί γὰρ δήποτε τὰ μὲν κινητὰ ὄντα τὰ δὲ κινητικὰ ἠρεμεῖ τὸν ἄπειρον χρόνον καὶ πρότερον μὲν ἐκίνει καὶ ἐκινεῖτο, νῦν δὲ οὐκέτι; τὸ γὰρ ἄλογον καὶ ἀναίτιον μάλιστα | |
20 | ἐπὶ τῆς φύσεως· φυλακτέον, ὡς σχεδὸν ἅπαντες παρορῶσιν, ἐπεὶ καὶ Ἐμπεδοκλῆς ἐν μέρει ποιῶν τὴν κίνησιν καὶ ἠρεμίαν κίνησιν μὲν ὑπὸ τῆς φιλίας καὶ τοῦ νείκους, ἠρεμίαν δὲ ἐν τοῖς μεταξὺ χρόνοις οὐ προστίθησι τὴν αἰτίαν, δι’ ἣν ἐν μέρει ταύτην ἀποδίδωσιν· ἀλλ’ οὐδὲ Ἀναξαγόρας τὴν αἰτίαν προσεπιλέγει, δι’ ἣν τόδε τὸ μῖγμα ἠρεμοῦν τὸν ἄπειρον χρόνον | |
25 | ἤρξατό ποτε κινεῖν ὁ βραδύτατος νοῦς. διὰ τί γὰρ οὐ θᾶττον καὶ τοῦ θᾶττόν γε διὰ τί μὴ θᾶττον ἀεί; καὶ οὐδὲν γὰρ ἄλογον οὔτε ἄτακτον ἐν τοῖς παρὰ τῆς φύσεως γινομένοις, ἀλλ’ ἡ φύσις αἰτία πάσης τάξεως καὶ τοῦ γίνεσθαι κατὰ λόγον· τὸ δὲ τὸν ἄπειρον χρόνον ἠρεμεῖν, νῦν δὲ ἄρξα‐ σθαι τῆς κινήσεως, εἴτε εἰς ἄπειρον κινησόμενα εἴτε ἠρεμήσοντα πάλιν | |
30 | τίνα λόγον ἔχει, τίνα δὲ τάξιν μηδεμιᾶς λεγομένης διαφορᾶς, δι’ ἣν νῦν μᾶλλον ἢ πρότερον; ἢ γὰρ ἁπλῶς ἔχειν δεῖ τὰ φυσικὰ καὶ οὐχ ὁτὲ μὲν οὕτως ὁτὲ δὲ ἄλλως, οἷον τὸ πῦρ φύσει ἄνω φέρεται καὶ ἡ γῆ κάτω, ἢ τοῦ μὴ ὡσαύτως ἔχειν ἀεὶ λόγον ἀποδοτέον τῷ φυσικῷ. καίτοι οὐδὲ ὅσα | |
ἀεὶ ἔστιν οὕτως ἢ γίνεται, οὐδὲ ταῦτα ἅπαντα ἄνευ λόγου τε καὶ ἀρχῆς· | 212 | |
5,2213 | ἀεὶ γὰρ τὸ τρίγωνον δυσὶν ὀρθαῖς ἔχει ἴσας τὰς γωνίας, ἀλλ’ ὅμως ἐστὶ τοῦ ἀεὶ τοιοῦτον εἶναι ἕτερον αἴτιον· ἀλλ’ ἐκεῖνα τῶν ἀιδίων αἴτια, ὅσα αἴτια, πρῶτα καὶ ἀρχαὶ πρῶται. οὕτως μὲν οὖν προηγουμένως κατα‐ σκευάζοντι φαίνεται μὴ ἐνδέχεσθαι εἶναι χρόνον, ὅτε κίνησις οὐκ ἦν ἢ | |
5 | οὐκ ἔσται. Λυτέον δὲ καὶ αὖθις, ἅ τις ἂν ὑπολάβοι πρὸς τὴν θέσιν ταύτην ἐναντίως ἔχειν. φαίη γὰρ ἄν τις πρῶτον μέν, ὡς, εἰ μηδεμία κίνησις ἀίδιος, οὐδ’ ὅλως ἀίδιος κίνησις. ἀλλὰ μὴν ὥρισται πᾶσα μεταβολὴ (πᾶσα γὰρ ἔκ τινος εἴς τι) καὶ τὰ πέρατα ἑκάστης τἀναντία, ἀφ’ οὗ τε ἄρχεται | |
10 | καὶ εἰς ὃ λήγει, ἴσμεν· ἄπειρον γὰρ οὐδὲν κινεῖται. δεύτερον δέ, εἴπερ ἐναργῶς ὁρῶμεν, ὅτι δυνατὸν κινηθῆναι τὸ παντελῶς πρότερον μὴ κινούμενον, καὶ νῦν ἄρξασθαι τῆς κινήσεως πρότερον μηδ’ ἡντιναοῦν ἔχον κίνησιν ἐν ἑαυτῷ μήτε καθόλου μήτε κατὰ μέρος, φανερὸν ὅτι δυνατὸν γενέσθαι κίνησιν οὐκ οὖσαν. κινεῖται γὰρ καὶ ἄψυχα ἀπό τινος ἀρξάμενα χρόνου, | |
15 | οἷον γῆ πῦρ ὕδωρ ἀήρ, καὶ τὰ σύνθετα οὐδεμίαν ἔχοντα πρότερον μετα‐ βολήν, ἀλλ’ ἠρεμοῦντα, πάλιν κινεῖται καὶ τὰ ἔμψυχα ἐκ παντελοῦς ἠρεμίας. καίτοι πρὸς μὲν τὰ ἄψυχα ἐνσταίη τις ἄν, ὅτι κινεῖται ὑπ’ ἄλλου πρότερον αὐτοῦ κινουμένου, ὡς μὴ λίαν ἐκ τούτων τὴν κίνησιν γενητὴν ἀποδείκνυσθαι. πρὸς δὲ δὴ τὰ ἔμψυχα καὶ τὰ ζῷα οὐδὲ ἔνστασιν ἐξευρεῖν τινα ῥᾴδιόν | |
20 | ἐστι· ταῦτα γὰρ ὑφ’ ἑαυτῶν κινεῖται πολλάκις ἐκ παντελοῦς τῆς προτέρας ἡσυχίας. εἰ δὲ ἐν ζῴῳ δυνατὸν τοῦτο, γενέσθαι κίνησιν οὐκ οὖσαν οὔτε ἐν αὑτῷ οὔτε ἔξωθεν, τί κωλύει τὸ αὐτὸ συμβῆναι καὶ ἐν τῷ παντί; εἰ γὰρ ἐν σμικρῷ κόσμῳ δυνατόν, καὶ ἐν τῷ μεγάλῳ. Πρῶτον δὴ τὸ πρῶτον ἐπισκεπτέον. ὅτι μὲν οὖν, εἰ πᾶσα γένοιτο | |
25 | κίνησις ἐξ ἐναντίων εἰς ἐναντία, ὁρίζεται ὑπὸ τῶν ἐναντίων καὶ περατοῦται, καὶ οὐκ ἔστι συνεχὴς οὐδ’, εἰ πάλιν ἀνακάμπτει καὶ πάλιν, ὀρθῶς λέγεται. οὐδὲ γὰρ τὴν αὐτὴν καὶ μίαν οἷόν τε εἶναι τὴν τοιαύτην, ὥσπερ οὐδὲ τῆς χορδῆς εἷς ἀριθμῷ καὶ ὁ αὐτὸς φθόγγος, ὅταν πλήττηται πάλιν καὶ πάλιν, καὶ τοῦτο δὲ προϊόντες ἀκριβέστερον ἐπιδείξομεν· ἀλλ’ ὅπερ ἔφην, εἰ μὲν | |
30 | ἅπασα κίνησις τοιαύτη, καλῶς λέγεται τὸ μηδεμίαν μήτε ἀίδιον εἶναι κίνη‐ σιν μήτε συνεχῆ· εἰ δὲ ἔστι τις καὶ μία συνεχὴς καὶ οὐκ ἐξ ἐναντίων εἰς ἐναντία, δῆλον ὡς οὐκέτι προσεκτέον τούτῳ τῷ λόγῳ. ἀλλὰ μὴν περί γε τοῦ κινεῖσθαι τὰ ἄψυχα μήτε κινούμενα ῥᾴδιον εἰπεῖν, ὡς ὑφ’ ἑτέρων κινού‐ μενα οὐδὲν θαυμαστὸν κινεῖσθαι μέν, ὅταν αὐτοῖς παρῇ τὸ κινοῦν, μὴ | |
35 | κινεῖσθαι δέ, ὅταν μή· οὐ γὰρ ἐν τῷ ταῦτα ἄρχεσθαί γε τοῦ κινεῖσθαι | 213 |
5,2214 | καὶ πάλιν παύεσθαι δείκνυται ἁπλῶς ἡ κίνησις οὐκ ἀίδιος. ὑφ’ ὧν γὰρ ἔξωθεν ὄντων ταῦτα κινεῖται, ἐκεῖνα τί κωλύει κινούμενα συνεχῶς καὶ ἀεὶ τῆς τούτων παρὰ μέρος κινήσεως αἴτια γίνεσθαι; τὸ γὰρ δὴ καὶ τοῦτο ὂν αὐτὸ ζητεῖν, τί δήποτε οὐκ ἀεὶ κινεῖται τὰ ἄψυχα ἀεὶ κινουμένου τοῦ | |
5 | κινοῦντος αὐτά, οὐκέτι περὶ κινήσεως ἀμφισβητούντων ἐστίν, εἴτε ἀίδιος εἴτε μή, ἀλλ’ ὅλως προσαπορούντων, τί δήποτέ ἐστίν τινα τῶν ὄντων, ἃ ποτὲ μὲν κινεῖται, ποτὲ δὲ ἠρεμεῖ, ὡς τοῦτο ἀρχὴν τῆς παρούσης συμ‐ πάσης σκέψεως εἶναι, διὰ τί πολλὰ τῶν ὄντων τοιαῦτα. φαίνεται γὰρ καὶ τὰ ζῷα ποτὲ μὲν κινούμενα, ποτὲ δὲ ἠρεμοῦντα παντελῶς, καὶ ὅταν κινῆται | |
10 | ἐν αὑτοῖς ἔχοντα τῆς κινήσεως τὴν αἰτίαν. ἢ τὸ μὲν ἐπὶ ζῴων λύειν οὐ χαλεπόν, εἰ καὶ μάλιστα οὗτος ὁ λόγος δοκεῖ πιθανώτερον κατασκευάζειν, ὅτι δυνατὸν κίνησιν οὐκ οὖσαν γενέσθαι· οὐδὲ γὰρ ἠρεμεῖ ποτε παντελῶς, ἀλλ’ ἀεί τινας κινήσεις κινεῖται συμφύτους, οὔτε πάσης κινήσεως ἐν αὑτοῖς ἔχει τὴν αἰτίαν καὶ τὴν ἀρχήν, ἀλλὰ μόνης τῆς κατὰ τόπον· πολλὰς δὲ | |
15 | κινεῖται καὶ ἔξωθεν ὑπὸ τοῦ περιέχοντος· καὶ γὰρ θερμαίνεται καὶ ψύχεται καὶ λευκαίνεται καὶ μελαίνεται καὶ ὁρᾷ καὶ ἀκούει τῶν ἐνδιδόντων ἔξωθεν τὰς κινήσεις ταύτας τῷ ζῴω. οὐδὲν οὖν κωλύει, μᾶλλον δὲ ἴσως καὶ ἀναγκαῖον ἐν μὲν τῷ σώματι πολλὰς ἐγγίνεσθαι κινήσεις ὑπὸ τοῦ περιέ‐ χοντος, τούτων δὲ ἐνίας τὴν διάνοιαν ἢ τὴν ὄρεξιν κινεῖν, ἐκείνην δὲ τὸ | |
20 | ὅλον ζῷον. ἡ μὲν γὰρ θερμασία τὴν ἐπιθυμίαν ἐκίνησεν τοῦ ποτοῦ, ἡ δὲ ἐπιθυμία τὸ ζῷον ἐπὶ τὸ ὕδωρ, μάλιστα δὲ ὁ ὕπνος δῆλον ποιεῖ· τότε γὰρ τὴν ἐξ αὑτῶν οὐ κινούμενα κίνησιν τὰ ζῷα ὅμως κινοῦνται πολλὰς κινήσεις πεττομένης τῆς τροφῆς, φανταζομένης τῆς διανοίας, ἀλλοιουμένων τινῶν ἐν αὐτοῖς ὑπὸ τοῦ περιέχοντος, θερμαινομένων ἢ ψυχομένων. οὕτω | |
25 | γοῦν καὶ διανίσταται πάλιν αἰτίας τινὸς γενομένης τῶν τοιούτων ἀλλοιώσεων, τοῦ διεγείρεσθαι. ἀλλὰ καὶ περὶ τῆς τῶν ζῴων κινήσεως καὶ περὶ τῆς τῶν ἀψύχων καὶ περὶ πάσης ἁπλῶς τῆς προκειμένης σκέψεως ὅπως τἀληθὲς ἔχει, γένοιτ’ ἂν φανερόν, εἰ μάθοιμεν, ὃ καὶ προεῖπον, τί δήποτε ἔνια τῶν ὄντων ποτὲ μὲν κινεῖσθαι φύσιν ἔχει ποτὲ δὲ ἠρεμεῖν. | |
30 | Ἄνωθεν οὖν ἀναλαβοῦσι διαιρετέον. ἀνάγκη δὴ ἤτοι ἠρεμεῖν πάντα | 214 |
5,2215 | ἢ κινεῖσθαι ἢ τὰ μὲν κινεῖσθαι τὰ δὲ ἠρεμεῖν· καὶ εἰ τὰ μὲν κινεῖται τὰ δὲ ἠρεμεῖ, πάλιν τοῦτο τριχῶς ἂν συμβαίνοι· ἢ γὰρ τὰ μὲν κινούμενα ἀεὶ κινεῖται, τὰ δὲ ἠρεμοῦντα ἀεὶ ἠρεμεῖ, ἢ πάντα πέφυκεν ὁμοίως κινεῖσθαι καὶ ἠρεμεῖν, τὸ λοιπὸν ἔτι καὶ τρίτον· ἐνδέχεται γὰρ τὰ μὲν ἀεὶ τῶν ὄντων | |
5 | ἀκίνητα εἶναι, τὰ δὲ ἀεὶ κινούμενα, τὰ δὲ ἀμφοτέρων μεταλαμβάνειν, ὅπερ ἡμῖν ἀποδεικτέον ἐστίν. τοῦτο γὰρ ἔχει λύσιν γε πάντων τῶν ἀπορηθέντων καὶ τέλος ἡμῖν τῆς περὶ κινήσεως πραγματείας. ὅτι μὲν οὖν οὐ πάντα ἠρεμεῖ, γελοῖον ζητεῖν τινα λόγον ἀφέντας τὴν αἴσθησιν (ἀρρωστία γάρ ἐστι διανοίας μὴ διακρίνειν τά τε λόγου δεόμενα καὶ τὰ μή· ὑπὲρ ἐνίων | |
10 | γὰρ βέλτιον ἔχομεν ἢ λόγου δεῖσθαι) καὶ ἅμα οὐ πρὸς τὸν φυσικὸν ἡ ἀμφισβήτησις, ὥσπερ εἰρήκαμεν καὶ ἀρχόμενοι. ἀλλὰ καὶ ὅτι μὴ πάντα κινεῖται, ἀεί ἐστι μὲν ὁμοίως ἐναργὲς καὶ οὐ προσδεόμενον λόγου, προσήκει δὲ ἴσως τοῦτο μᾶλλον ἐξελθεῖν· οὐ γὰρ οὕτω παρὰ τὴν μέθοδον ὁ λόγος ὁ τὴν ἠρεμίαν καὶ μονὴν τῶν ὄντων ἀφαιρούμενος, ὡς ὁ τὴν κίνησιν. | |
15 | φασὶ δὲ δή τινες ἅπαντα μὲν ἀεὶ κινεῖσθαι, λανθάνειν δὲ τοῦτο τὴν ἡμετέ‐ ραν αἴσθησιν, πρὸς οὓς καίπερ οὐ διορίζοντας, πότερον μίαν κίνησιν λέ‐ γουσιν ἅπαντα κινεῖσθαι συνεχῶς καὶ ποίαν γε ταύτην ἢ καὶ πάσας ἁπλῶς εἰπεῖν τὰς κινήσεις, ὁμοίως οὐ χαλεπὸν ἀπαντῆσαι· οὔτε γὰρ αὔξεσθαί τι πέφυκε συνεχῶς οὔτε πάλιν συνεχῶς μειοῦσθαι οὔτε συνάπτειν τὴν αὔξησιν | |
20 | τῇ μειώσει, ἀλλ’ ἔστι στάσις καὶ ἠρεμία ἐν μέσῳ, ἐπεί, εἰ συνεχὴς ἡ κίνησις ἦν ἀπὸ τῆς αὐξήσεως εἰς τὴν μείωσιν, τὸ αὐξανόμενον ἂν εἰς τὸ μειοῦσθαι μετέβαλεν. οὔτε, εἰ δύο πήχεις ηὔξηται ἐν τοῖς εἴκοσιν ἐνιαυ‐ τοῖς, ηὔξηταί τι μόριον τῶν δύο πηχῶν ἐν ὥρᾳ μιᾷ· ὅμοιον γὰρ τὸ λέ‐ γειν, ὡς, ἐπειδὴ τὴν πέτραν ἐκοίλαναν οἱ πεντακισχίλιοι σταλαγμοὶ τοσονδί, | |
25 | καὶ ἕκαστος τῶν σταλαγμῶν μέρος τι πάντως ἐκοίλανε καί, εἰ διέστησε τοὺς λίθους ἐκφυεῖσα εἰς σπιθαμὴν ἡ συκῆ, καί, ἡνίκα πρῶτον ἐκ τῆς κεγχραμίδος ὑπεφύετο, μέρος τι διίστησι τῆς σπιθαμῆς· ἀλλ’ ὥσπερ οἱ ἑκατὸν ἅμα καθέλκουσι τὴν ναῦν, εἷς δὲ ἕκαστος οὐδ’ ἂν σαλεύσειε προσ‐ ελθών, οὕτως οἱ μὲν τοσοίδε σταλαγμοὶ τοσονδὶ τῆς πέτρας ἀφεῖλον, εἷς | |
30 | δὲ καθ’ αὑτὸν μέρος οὐδ’ ὁτιοῦν. οὐ γὰρ εἰ διαιρετὸν τὸ μέγεθος, ἐκοίλανεν | 215 |
5,2216 | ἐξ ἀνάγκης ἕκαστος αὐτῶν [ἐκοίλανάν] τι μόριον τοῦ μεγέθους, ἀλλ’ ὑπὸ τῶν τοσῶνδε ὅλον ἐπῆλθε τοσόνδε. πάλιν γὰρ καθάπερ ἐπὶ τῆς νεωλκίας ὑπὸ τῶν πεντήκοντα τέως ἡ ναῦς μὴ κινουμένη προσελθόντος ἑνὸς διε‐ σαλεύθη καὶ ὥσπερ ἐπὶ τῆς τρυτάνης τὰ μὲν δέκα τάλαντα οὐκ ἐποίησεν | |
5 | τὴν ῥοπήν, δραχμὴ δὲ προσελθοῦσα καθείλκυσεν, οὕτως οἱ μὲν τοσοίδε σταλαγμοὶ οὔπω δύναμιν ἔσχον κοιλᾶναι τὴν πέτραν, προσελθόντος δὲ ἑνὸς ἐδυνήθησαν. φανερὸν τοίνυν, ὡς οὐδὲ ἐπὶ τῶν μειουμένων ἀναγκαῖον ἀεί τι ἀπιέναι ὅτι διαιρεῖται τὸ μειούμενον εἰς ἄπειρα, ἀλλὰ καὶ ὅλον ποτὲ ἀπιέναι ἐνδέχεται, ὁμοίως δὲ καὶ ἐπ’ ἀλλοιώσεως ὁποιασοῦν· οὐ γὰρ εἰ μεριστὸν | |
10 | εἰς ἄπειρον τὸ ἀλλοιούμενον, διὰ τοῦτο καὶ ἡ ἀλλοίωσις, ἀλλ’ ἀθρόα πολλά‐ κις γίνεται ἐφ’ ὅλου τοῦ μεγέθους, ὥσπερ ἡ πῆξις· ὅλως γὰρ ἀλλοίωσις οὐδεμία συνεχὴς καὶ ἐπ’ ἄπειρον· ἐξ ἐναντίου γὰρ πᾶσαι εἰς ἐναντίον. καὶ τὸ νοσοῦν εἰς ὑγείαν μεταβάλλον, ἕως μὲν ἂν μεταβάλλῃ, συνεχῶς ἀλλοι‐ οῦται, μεταβάλλον δὲ εἰς ὑγείαν ἠρεμεῖ κατ’ ἐκείνην ἤδη τὴν ἀλλοίωσιν, | |
15 | τοὺς δὲ λίθους οὐχ ὁρῶμεν πρὸς θεῶν πολλῷ χρόνῳ μήτε μαλακωτέρους γινομένους μήτε σκληροὺς μήτε κινουμένους κατὰ τόπον· θαυμαστὸν γάρ, εἰ λέληθεν ἡμᾶς ταῦτα συμβαίνοντα περὶ τοὺς κίονας. καὶ ἡ γῆ δὲ οὐκ ἐξ ἀνάγκης ἐν τῷ κάτω μένει, τῶν τε ἄλλων ἕκαστον τῶν φυσικῶν σωμά‐ των οὐκ ἐν τῷ οἰκείῳ τόπῳ γενόμενον ἠρεμεῖ· ποίαν γὰρ εἴπωμεν αὐτὸ | |
20 | τηνικαῦτα κινεῖσθαι κίνησιν; οὔτε γὰρ τὴν κατὰ φύσιν (ἤδη γάρ ἐστιν ἐν τῇ προσηκούσῃ χώρᾳ) οὔτε τὴν παρὰ φύσιν (μένει γὰρ ἐν τῷ οἰκείῳ τόπῳ). ὁμοίως δὲ τόδε ἀδύνατον τὰ μὲν ἀεὶ κινεῖσθαι, τὰ δὲ ἀεὶ ἠρεμεῖν· ὁρῶμεν γὰρ ἐπὶ πολλῶν τὰς εἰρημένας μεταβολάς, οἷον αὐξήσεις τε καὶ μειώσεις καὶ τὰς παρὰ φύσιν κινήσεις. οὔτ’ οὖν ἀεὶ κινεῖται τὸ κινού‐ | |
25 | μενον (τὰ γὰρ αὐξανόμενα ἵσταται, ὅταν ἀπολάβῃ τὸ μέγεθος) οὔτε ἀεὶ ἠρεμεῖ τὰ ἠρεμοῦντα (τὰ γὰρ παρὰ φύσιν κινούμενα ἐκ τῶν ἰδίων τόπων κινεῖται, ἐν οἷς πρότερον ἠρέμει) ἀλλ’ οὔτε τὸ γιγνόμενον ἀεὶ γίνεται, ἀλλὰ παύεται ταύτης τῆς μεταβολῆς, ὅταν γένηται· οὔτε τὸ φθειρόμενον φθείρεται, ἀλλ’ ἔστι πέρας αὐτοῦ τῆς φθορᾶς. εἶεν. ὅτι μὲν οὖν οὔτε | |
30 | πάντα 〈ἀεὶ κινεῖται οὔτε πάντα〉 ἀεὶ ἠρεμεῖ οὔτε τὰ μὲν ἀεὶ κινεῖται τὰ δὲ ἠρεμεῖ, δέδεικται ἐναργῶς. λοιπὸν δὲ ἡμῖν ἐξετάσαι τοὺς δύο τρόπους, | |
πότερον ἅπαντα ἔστι τοιαῦτα, οἷα ποτὲ μὲν κινεῖσθαι ποτὲ δὲ ἠρεμεῖν, ἢ | 216 | |
5,2217 | τοῦτο μὲν οὐκ ἀληθές, ἐκεῖνο δὲ ῥητέον, ὡς ἔνια μὲν οὕτως ἔχει τῶν ὄντων ὡς ἀνὰ μέρος κινεῖσθαί τε καὶ ἠρεμεῖν, ἔνια δὲ ἀεὶ ἠρεμεῖ, μᾶλλον δὲ ἀκίνητά ἐστιν ἀεί, ἔνια δὲ ἀεὶ κινεῖται. ὅτι γὰρ τούτου τι ἔσται καὶ σύμφωνον μόνον πρὸς τὴν ἀλήθειαν, δεικτέον ἡμῖν πάλιν ἀπ’ ἄλλης ἀρχῆς | |
5 | ἀρξαμένοις. οὕτως γὰρ ἂν καὶ τὴν κίνησιν ἀίδιον εἶναι ἀκριβέστερον πιστωσαίμεθα. Τῶν δὴ κινούντων καὶ κινουμένων τὰ μὲν κατὰ συμβεβηκὸς κινεῖ‐ ται, τὰ δὲ κατὰ μόριον, τὰ δὲ καθ’ αὑτά. ἴσμεν δέ, εἴγε μεμνήμεθα τῶν πρότερον εἰρημένων, τίνα ἐστὶν τὰ κατὰ συμβεβηκὸς κινούμενα καὶ τίνα τὰ | |
10 | κατὰ μόρια. ἐκεῖνα μὲν ἐατέον (ἄπειρα γὰρ καὶ οὐχ οἷά τε εἰς ὡρισμένην ἐλθεῖν διαίρεσιν), τῶν δὲ καθ’ αὑτὰ κινουμένων τὰ μὲν φύσει, τὰ δὲ βίᾳ καὶ παρὰ φύσιν κινεῖται. φύσει μέν, ὅσα ἔχει τὴν ἀρχὴν τῆς κινήσεως ἐν ἑαυτοῖς, οἷον τὰ ζῷα καὶ τῶν ἀψύχων ὅσα, ὡς πέφυκεν, οὕτως κινεῖ‐ ται, κάτω μὲν τὰ βαρέα καὶ γεηρά, ἄνω δὲ τὰ κοῦφα· παρὰ φύσιν δέ, | |
15 | ὅσα βίᾳ καὶ μὴ ὡς πέφυκεν, οἷον εἰ τὸν λίθον τις ἄνω ῥίπτων ἢ τὸ πῦρ εἰς τὸ κάτω βιάζοιτο. κινεῖται δὲ καὶ τὰ σώματα τῶν ζῴων πολλάκις παρὰ φύσιν τὴν ἑαυτῶν (βαρέα γὰρ ὄντα καὶ γεηρὰ κινεῖται ἄνω πηδώντων ἢ ἁλλομένων τῶν ζῴων)· τὸ μὲν δὴ ζῷον οὐδέποτε παρὰ φύσιν κινεῖται· ἐν ἑαυτῷ γὰρ ἔχει τὴν ἀρχὴν καὶ τῆς τοιαύτης κινήσεως, τὸ σῶμα δὲ | |
20 | παρὰ φύσιν· οὐ γὰρ ᾗ σῶμα οὐδ’ ᾗ βαρύ. ὅσα μὲν δὴ παρὰ φύσιν κινεῖται, δῆλον εὐθύς, ὅτι κινεῖται ὑπό τινος· ὑπ’ ἄλλου γὰρ βιαζομένου τὴν φύσιν, ἐπεὶ οὐδ’ ἂν παρὰ φύσιν ἐκινεῖτο, εἰ μὴ ὑπ’ ἄλλου· ὅσα δὲ κατὰ φύσιν, ἐπὶ τούτων ἀμφισβητεῖται, εἰ πάντα ὑπό τινος κινεῖται· διὰ τοῦτο γὰρ κινεῖσθαι δοκεῖ τὰ κατὰ φύσιν, ὅτι ὑφ’ ἑαυτῶν καὶ οὐχ ὑπ’ | |
25 | ἄλλου. ἐπὶ μὲν τοίνυν τῶν ἐμψύχων φανερὸν τὸ ὑπό τινος ταῦτα κινεῖσθαι· εἰ γὰρ καὶ μὴ ὑπ’ ἄλλου μηδὲ ἔξωθεν, ἀλλ’ οὖν γε ἐν ἑαυτοῖς ἔστιν (ἕτερον μὲν τὸ κινοῦν, ἕτερον δὲ τὸ κινούμενον) καὶ οὐ τοῦτο ἀμφισβη‐ τοῦσιν, εἰ μὴ ὑπό τινος κινεῖται (κινεῖται γὰρ ὑπὸ ψυχῆς), ἀλλ’ ἡ ζήτη‐ σις, πῶς δεῖ λαβεῖν ἐν αὐτοῖς τὸ κινοῦν καὶ τὸ κινούμενον· ἐῴκει γάρ, | |
30 | ὥσπερ ἐν τοῖς πλοίοις καὶ τοῖς μὴ φύσει συνισταμένοις, οὕτω καὶ ἐν τοῖς | |
ζῴοις εἶναι διῃρημένον τὸ κινοῦν καὶ τὸ κινούμενον καὶ οὕτω τὸ ἅπαν αὐτὸ ἑαυτὸ | 217 | |
5,2218 | κινεῖν. *** λέγεται ὑπ’ αὐτοῦ κινεῖσθαι τὸ ζῷον, ἀλλ’ ὅτι ἐν ἑαυτῷ ἔχει καὶ τὸ κινοῦν καὶ τὸ κινούμενον. ἐπὶ δὲ τῶν ἀψύχων, ὅταν κατὰ φύσιν κινῆται, χαλεπὸν ἀποδοῦναι, ὑπὸ τίνος· οὔτε γὰρ ὑπ’ ἄλλου καὶ ἔξωθεν, ὡς τὰ παρὰ φύσιν, οὐδ’ ὑπὸ τῆς ἔνδον ἀρχῆς ἐν ἑαυτοῖς καὶ | |
5 | αἰτίας. ὥσπερ ὁρῶμεν τὰ ἔμψυχα· οὐδὲ γὰρ ἔστιν ἐν ἑαυτοῖς τὸ μὲν κινοῦν τὸ δὲ κινούμενον, οὔτε διῄρηται εἰς τὸ πάσχον καὶ τὸ ποιοῦν, ὥσπερ τὰ ζῷα εἰς ψυχὴν καὶ σῶμα· οὐδὲ γὰρ διῄρηται ὅλως, ἀλλ’ ἔστι συνεχῆ καὶ ἡνωμένα· ἄλλως τε εἴπερ εἶχεν ἐν ἑαυτοῖς τὴν αἰτίαν τῆς κινήσεως, οἷόν τινα ψυχήν, οὐ κινεῖν αὑτὰ μόνον, ἀλλὰ καὶ ἱστάναι δύνασθαι, ὥσπερ ἐπὶ | |
10 | τῶν ζῴων, συμβαίνει. καὶ οὐ καθ’ ἕνα τρόπον ἐκινεῖτο ἄν, ἀλλὰ κατὰ πλείους, ὥσπερ τὰ ζῷα· καὶ γὰρ βαδίζει καὶ τρέχει καὶ πηδᾷ καὶ ὀρχεῖ‐ ται καὶ φέρεται ἄνω καὶ κάτω· ταῦτα δὲ ἁπλῆν καὶ μίαν κινεῖται κίνησιν, ὥσπερ ἠναγκασμένην. ἆρ’ οὖν ὑπό τινος καὶ ταῦτα; σκεπτέον δή, πῶς. Ἔστι καὶ τῶν κινούντων τὰ μὲν κατὰ φύσιν κινητικὰ τὴν ἑαυτῶν τὰ | |
15 | δὲ παρὰ φύσιν· παρὰ φύσιν μέν, ὡς ὁ μοχλὸς κινεῖ τὸν λίθον· οὐ γὰρ ᾖ σίδηρος οὐδ’ ᾗ βαρὺς ἀνακουφίζει τὴν πέτραν οὐδ’ ἔχει τὴν ἀρχὴν ταύτην ἐν ἑαυτῷ, ἀλλ’ ἔξωθεν· φύσει δέ ἐστι κινητικὰ τὰ ἐν αὑτοῖς ἔχοντα τὴν ἀρχὴν τῆς κινήσεως, ἣν κινεῖ. πᾶν δὴ τὸ ἐνεργείᾳ αἴτιον κινητικόν ἐστι φύσει τοῦ δυνάμει τοιούτου, οἷον τὸ ἐνεργείᾳ θερμὸν τοῦ δυνάμει θερμοῦ. | |
20 | τὸ γὰρ θερμόν, ὅταν θερμαίνῃ τὸ οἷόν τε θερμανθῆναι, κατὰ τὴν ἐν αὑτῷ ἀρχήν τε καὶ αἰτίαν θερμαίνει· ὡς γὰρ κινητικὸν φύσει τὸ ἐνεργείᾳ θερ‐ μὸν τοῦ δυνάμει θερμοῦ, οὕτω κινητὸν φύσει τὸ δυνάμει θερμὸν ὑπὸ τοῦ ἐνεργείᾳ θερμοῦ· ὥσπερ γὰρ ἐκεῖνο τοῦ ποιεῖν, οὕτω τοῦ πάσχειν τοῦτο τὴν ἀρχὴν ἐν ἑαυτῷ ἔχει. τὸ δὴ πῦρ καὶ ἕκαστον τῶν ἁπλῶν σωμάτων | |
25 | κινοῦνται μέν, ὅταν κινῶνται πάντως ὑπ’ ἄλλων, ἀλλὰ βίᾳ μέν, ὅταν παρὰ φύσιν καὶ ἐφ’ ὃ μὴ πεφύκασι, φύσει δέ, ὅταν εἰς τοὺς οἰκείους τόπους καὶ ἐφ’ οὓς πεφύκασι φέρεσθαι. ἡ δὲ εἰς τὸν κατὰ φύσιν τόπον φορὰ οὐδὲν ἄλλο ἐστὶν ἢ δυνάμεως ἐνέργεια καὶ τελειότης, ἣν ἕκαστον εἶχε πρὸ τοῦ κινεῖσθαι. ταύτην δὲ ἀπολαμβάνει τὴν ἐνέργειαν ὑπὸ τοῦ ποιήσαντος | |
30 | αὐτὸ τοιοῦτον, ὁποῖον γενόμενον οὐκέθ’ οἷόν τε μένειν ἐν τόπῳ, ἐξ οὗ | 218 |
5,2219 | κινεῖται. τὸ τοίνυν ποιῆσαν μεταβάλλειν εἰς πῦρ τὸν ἀέρα τοῦτο τὸ αἴτιον αὐτὸ τοῦ καὶ ἐνεργῆσαι ὡς πῦρ καὶ ὡς κοῦφον, ἐνέργεια δὲ αὐτὸ τὸ φέρε‐ σθαι ἄνω· πᾶν γὰρ τὸ γινόμενον ἢ κινούμενον, οἷον νοεῖς, ὑπό τινος τοιόνδε ἦν καὶ ἀπολαβὸν τὴν ἕξιν, ἣν πρότερον εἶχε δυνάμει, εὐθὺς καὶ ἐνεργεῖ | |
5 | κατ’ ἐκείνην, ἂν μή τι κωλύσῃ. ὁ γὰρ μανθάνων, ὅταν μάθῃ, θεωρεῖ παραχρῆμα, ἐὰν μή τι ἕτερον ἐμποδίσειεν οἷον προαίρεσις ἢ ἀσχολία. ὥσπερ οὖν αἴτιος τῷ μανθάνοντι τῆς θεωρίας ὁ ποιήσας οἷόν τε θεωρεῖν, οὕτως αἴτιος τῷ κούφῳ τὸ ἄνω φέρεσθαι ἐκ τοῦ κάτω ὁ ποιήσας αὐτὸ κοῦφον ἐκ βαρέος. ἔστι δὲ ἄλλως μὲν δυνάμει κοῦφον τὸ ξύλον, ὅτι δύναται εἰς | |
10 | πῦρ μεταβάλλειν, ἄλλως δὲ δυνάμει τὸ πῦρ, ὅτι δύναται ἤδη φέρεσθαι ἄνω, ὥσπερ ἄλλως μὲν δυνάμει μουσικὸς ὁ μαθεῖν οἷός τε τὴν ἐπιστήμην, ἄλλως δὲ ὁ ἔχων μὲν ἤδη, μὴ χρώμενος δέ, καὶ ἔστιν ἐν μεθορίῳ τοῦ τε ἁπλῶς δυνάμει καὶ τοῦ ἁπλῶς ἐνεργείᾳ, καθάπερ ὁ τὴν ἕξιν ἔχων τῆς μουσικῆς τοῦ τε μήπω μαθόντος καὶ τοῦ χρωμένου. τὸ μὲν δὴ ἐκ τῆς | |
15 | πρώτης ἐκείνης δυνάμεως μεταβαλεῖν πάντως ὑπ’ ἄλλου καὶ ἔξωθεν· τὸ γὰρ πῦρ οὐχ ὑφ’ ἑαυτοῦ γίνεται, ἀλλ’ ὑπ’ ἄλλου· ὅταν δὲ μεταβάλλῃ καὶ λάβῃ τὴν ἕξιν, ἣν εἶχε δυνάμει ὑπὸ τοῦ κατ’ ἐνέργειαν αὐτὴν κεκτημένου, ἔστι μὲν καὶ τότε δυνάμει κοῦφον, ἂν μὴ ἐνεργῇ, ἀλλὰ τελειοτέρα τε αὕτη ἡ δύναμις καὶ εὐθὺς ἔχουσα ἑπομένην τὴν ἐνέργειαν, εἴπερ μηδὲν ἔξωθεν | |
20 | κωλύοι. ὁ γὰρ ἀήρ, μέχρι μὲν ἂν οὕτω δυνάμει λέγηται κοῦφος, ὡς εἰς πῦρ οἷός τε μεταβάλλειν, οὔπω κινεῖται ἄνω· ὅταν δὲ οὕτω δυνάμει λέγηται κοῦφος, ὡς ἤδη μεταβεβληκὼς εἰς πῦρ, εὐθὺς ἄνω φέρεται, εἰ μηδὲν βίᾳ κατέχει. τὸ τοίνυν αἴτιον τοῦ τὴν πρώτην δύναμιν εἰς τὴν δευτέραν μετα‐ βάλλειν αἴτιον εὐθὺς δευτέρως τῆς ἐνεργείας. οὕτω τοίνυν λέγομεν καὶ | |
25 | ταῦτα ὑπ’ ἄλλου κινεῖσθαι, τὸ πῦρ ἄνω καὶ τὴν γῆν κάτω, ὅτι ἐγένετο ὑπ’ ἄλλου πῦρ καὶ γῆ· οὐ γὰρ ὑπ’ αὐτῶν. γενομένοις δὲ εὐθὺς ἠκολού‐ θησε, καθ’ ἣν ἐγένετο φύσιν, καὶ ἐνεργήσειν, ἂν μή τι κωλύῃ. ὁ δὲ τὸ ὑφιστάμενον καὶ κωλῦον κινήσας ἔστι μὲν καὶ ὡς αὐτὸς κινεῖ, ἔστι δὲ ὡς οὔ, οἷον ὁ τὸν κίονα ὑποσπάσας ἢ τὸν λίθον ἀφελὼν ἀπὸ τῶν ἀσκῶν ἐν | |
30 | τῷ ὕδατι. προηγουμένως μὲν γὰρ τὸν κίονα κινεῖ καὶ τὸν λίθον, κατὰ | 219 |
5,2220 | συμβεβηκὸς δὲ τὸν τοῖχόν τε καὶ τὸν ἀσκόν. εἰ τοίνυν ἅπαντα ἢ βίᾳ ἢ κατὰ φύσιν κινεῖται, ταῦτα δ’ ὑπό τινος, ἅπαντα ἂν τὰ κινούμενα ὑπό τινος κινοῖτο. πῶς οὖν λέγομέν τινα κινήσεως ἀρχὴν ἔχειν ἐν ἑαυτοῖς, οἷον τὰ φυσικὰ σύμπαντα σώματα; ἢ κινήσεως ἀρχὴν ἔχειν τὸ τοῦ κινεῖσθαι | |
5 | ἀρχήν, τὸ δύναμιν ἔχειν καὶ ἐπιτηδειότητα πρὸς τὸ εἰς τοῦτο μεταβάλλειν, εἰς ὃ μεταβάλλον ὑπό τινος κινήσεται τήνδε τὴν κίνησιν; ὅτι μὲν οὖν ἅπαν τὸ κινούμενον ὑπό τινος κινεῖται, ἱκανῶς διὰ τῶν ἔμπροσθεν ἀποδέδεικται. Κινεῖται δὲ ἅπαν ὑπὸ τοῦ κινοῦντος διχῶς, ἤτοι γὰρ τὴν ἀρχὴν τοῦ κινεῖν ἐν ἑαυτῷ ἔχοντος ἢ ἔξωθεν καὶ αὐτοῦ κινουμένου, οἷον ὁ λίθος· | |
10 | ἢ γὰρ ὑπ’ ἀνθρώπου ἢ ὑπὸ μοχλοῦ ἢ ἄλλου τινὸς ἑαυτὸ μὴ κινοῦντος, ἀλλ’ ὑφ’ ἑτέρας ἀρχῆς κινουμένου. οὐκ εἰς ἄπειρον δὲ πρόεισιν, ἀλλ’ ἵσταται ἐπὶ τὴν δι’ αὑτῆς κινοῦσαν ἀρχήν. ὁ μὲν γὰρ λίθος ὑπὸ τοῦ μοχλοῦ, ὁ μοχλὸς δὲ ὑπὸ τῆς χειρός, ἡ δὲ χεὶρ ὑπὸ τοῦ ἀνθρώπου, ὁ ἄνθρωπος δὲ οὐκέθ’ ὑπ’ ἄλλου, ἀλλ’ ὑφ’ ἑαυτοῦ. ἄμφω δή φαμεν κινεῖν | |
15 | καὶ τὸν μοχλὸν καὶ τὸν ἄνθρωπον, ἀλλὰ μᾶλλον ἐκεῖνον· ἐκεῖνος γὰρ κινεῖ καὶ αὐτὸν τὸν μοχλὸν καὶ ἄνευ μὲν τοῦ τέκτονος ὁ μοχλὸς οὐ κινήσοι ἄν, ἄνευ δὲ τοῦ μοχλοῦ δύναιτ’ ἂν ὁ τέκτων κινῆσαι τὸν λίθον. δῆλον τοίνυν, ὡς καί, ὅταν μὴ προσεχῶς κινῇ τὸ κινοῦν ἑαυτό, ἀλλὰ διά τινος μέσου, καὶ οὕτως ἐκεῖνο τὴν ἀρχὴν ἔχει τῆς κινήσεως, ὥστε πᾶν τὸ κινούμενον | |
20 | ὑπό τινος ἂν κινοῖτο ἑαυτὸ κινοῦντος· ἢ γὰρ εὐθὺς τὸ κινούμενον ὑπὸ τοι‐ ούτου κινεῖται ἢ ἔρχεταί ποτε εἰς τὸ τοιοῦτον· οὐ γὰρ δὴ εἰς ἄπειρον πρόεισιν, ὥστ’ ἀεὶ τοῦ κινοῦντος ἕτερον αἴτιον εἶναι τὸ κινητικόν. πρῶ‐ τον μὲν γὰρ οὐκέθ’ οἷόν τε ἔσται λαβεῖν ἀρχὴν τῆς κινήσεως, μηδενὸς δὲ ὄντος, ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, οὐδ’ ἂν κίνησις εἴη λοιπόν· ἔπειτα συμ‐ | |
25 | βήσεται ἐν πεπερασμένῳ χρόνῳ ἀπείρου μεγέθους καὶ ἄπειρον γίνεσθαι κίνησιν· δῆλον γάρ, ὡς, εἴπερ ἄπειρα εἴη τὰ κινοῦντά τε καὶ κινούμενα, ἀναγκαῖον ἕν τι μέγεθος ἐξ αὐτῶν ἄπειρον γενέσθαι. λέγω δὲ ἕν, οὐχ ὅτι συνεχές, ἀλλ’ ὅτι ἐξ ἁπτομένων· πάντα γὰρ τὰ κινοῦντα τῷ αὐτὰ κινεῖσθαι κατὰ τόπον ἁπτόμενα κινεῖ. τί οὖν συνήγαγεν ἡμῖν ὁ λόγος; εἰ τὸ μὲν | |
30 | ὑπό τινος κινεῖσθαι τοῖς κινουμένοις ἀναγκαίως ὑπάρχει, τὸ δ’ ὑπό τινος ἔξωθεν αὐτοῦ κινουμένου οὐκ ἀναγκαίως, δυοῖν θάτερον περιλείπεται ἢ εἰς | |
ἀκίνητον ἵστασθαι προϊόντας, τὸ πρῶτον κινοῦν, ἢ εἰς αὐτοκίνητον. ἐπεὶ | 220 | |
5,2221 | γὰρ τὸ κινοῦν ἢ κινεῖσθαι ἀναγκαῖον ἢ μὴ κινεῖσθαι, εἰ μὲν μὴ κινεῖσθαι, ἀκίνητόν ἐστιν· εἰ δὲ κινεῖσθαι, ἤτοι ὑφ’ ἑαυτοῦ ἢ ὑπ’ ἄλλου, καὶ δέδει‐ κται, ὡς οὐκ ἐξ ἀνάγκης ὑπ’ ἄλλου· λείπεται ἄρα ὑφ’ ἑαυτοῦ· καὶ γὰρ ἄλλως εὔλογον τὸ αὐτοκίνητον αἴτιον εἶναι μᾶλλον κινήσεως ἢ τὸ ὑπ’ ἄλλου | |
5 | κινούμενον· τὸ γὰρ αὐτὸ καθ’ αὑτὸ πρότερον ἀεὶ καὶ αἴτιον τοῦ δι’ ἕτερον. Τοῦτο τοίνυν αὐτὸ σκεπτέον λαβοῦσιν ἄλλην ἀρχήν, πῶς τὸ αὐτο‐ κίνητον κινεῖ καὶ τίνα τρόπον. πρῶτον δὲ ἁπάντων διαιρετέον, κατὰ πόσους τρόπους τὸ αὐτοκίνητον δύνασθαι λέγεσθαι αὐτοκίνητον. ἐπειδὴ γὰρ κεῖται τὸ κινούμενον μέγεθος εἶναι καὶ συνεχές, ἢ οὕτω λέγοιτ’ ἄν, ὡς τοῦ ὅλου | |
10 | κινοῦντος ἅμα ἑαυτὸ καὶ κινουμένου ὑφ’ ἑαυτοῦ, ἢ ὡς μέρους ἑαυτοῦ αὑτό τε καὶ τὸ ὅλον κινοῦντος ἢ τοῦ ὅλου μέρος τι ἢ πάλιν μέρους τινὸς τοῦ ὅλου μέρος ἕτερον τοῦ ὅλου· καὶ εἰ τοῦτο, οὕτως, ὥστε ἕκαστον ὑπὸ ἑκάστου ἀντικινεῖσθαι ἢ ὡς τὸ μὲν κινεῖν μόνον τὸ δὲ κινεῖσθαι, καὶ καθ’ ὃν μόνον τρόπον δειχθήσεται αὐτοκίνητόν τι εἶναι δυνάμενον· οἱ γὰρ ἄλλοι | |
15 | πάντες τελευτῶσιν εἰς τὸ ὅλον τι αὑτὸ κινεῖν, ὅπερ αὐτόθεν ἄτοπόν τε καὶ ἀδύνατον, ὡς ἐπιδείξομεν. πρῶτον δὲ ὑπομνηστέον, ὅτι εἰς τοῦτο τελευτῶ‐ σιν ἅπαντες οἱ λοιποὶ τρόποι χωρὶς τοῦ ὑστάτου· καὶ γὰρ εἰ ὑπὸ μέρους τινὸς τὸ ὅλον κινοῖτο, τὸ μέρος τοῦτο, εἰ τὸ ὅλον κινεῖ, καὶ τὸ καθ’ αὑτὸ μέρος κινήσει, ὥστε ἀφαιρεθέντος τοῦ λοιποῦ μέρους, τοῦτο τὸ μέρος ἔσται | |
20 | ὅλον ἑαυτὸ κινοῦν. ἀλλὰ κἂν ὑπὸ τοῦ ὅλου τὸ μέρος, ὁ αὐτὸς λόγος. ἀλλ’ εἰ καὶ αὐτὰ τὰ μέρη πάλιν ἄλληλα ἀντικινοῖ, τὸ αὐτὸ ἄτοπον· εἰ γὰρ ἕκα‐ στον αὐτῶν, ὑφ’ οὗ κινεῖται, τοῦτο ἀντικινεῖ, ἕκαστον αὐτῶν ἔσται αὐτὸ ἑαυτὸ κινοῦν διὰ μέσου τινός. ὅτι μὲν εἰς τοῦτο τελευτῶσι πάντες οἱ τρό‐ ποι, φανερὸν ἐκ τῶν εἰρημένων· ὅτι δὲ ἄτοπον ὅλον τι ὑφ’ ἑαυτοῦ ὅλου | |
25 | κινεῖσθαι, πολλαχόθεν 〈ἂν〉 καταμάθοιμεν. πότερον γὰρ τὴν αὐτὴν κινεῖται κίνησιν, ἣν κινεῖ τὸ αὐτοκίνητον, ἢ ἑτέραν; εἰ μὲν δὴ ἑτέραν, οὐκέτ’ ἂν ἀκριβῶς αὐτοκίνητον εἴη, μᾶλλον δὲ ὅλως, ἀλλ’ ἕτερον μὲν αὐτοῦ τὸ κινοῦν, ἕτερον δὲ τὸ κινούμενον, εἴπερ καὶ αἱ κινήσεις αὐτῶν ἕτεραι. εἰ δὲ δὴ τὴν αὐτήν, οὐδ’ ὑπονοήσαι τις ἄν, πῶς φέροι ἂν ἅμα καὶ φέροιτο τὴν αὐτὴν | |
30 | φορὰν ἢ ἀλλοιοῖτο καὶ ἀλλοιοῖ, ὥστε διδάσκοι ἂν καὶ μανθάνοι ἅμα καὶ | 221 |
5,2222 | ὑγιάζοι καὶ ὑγιάζοιτο τὴν αὐτὴν ὑγείαν. ἄτοπα μὲν δὴ καὶ εὐθὺς ταῦτα, ἀτοπώτερα δ’ ἂν μᾶλλον φανείη, εἰ ὑπομνήσομεν ἑαυτούς, ὅτι πᾶν μὲν τὸ κινούμενον εἴς τι δυνάμει ἐστί, καθ’ ὃ κινεῖται, οἷον τὸ θερμαινόμενον, ὅτι δυνάμει ἐστὶ θερμόν, καὶ τὸ ψυχόμενον, ὅτι δυνάμει ψυχρόν· πᾶν δὲ | |
5 | τὸ κινοῦν ἐνεργείᾳ ἐστὶν ἤδη, καθ’ ὃ κινεῖ· τὸ γὰρ θερμαινόμενον ἐνερ‐ γείᾳ ψυχρόν. εἰ δὲ ταῦθ’ οὕτως ἔχει, τὸ αὐτοκίνητον ἐκινεῖτο † ἑαυτό· κινεῖται οὖν ὑφ’ ὅλου, ἅμα τε ἂν δυνάμει καὶ ἐνεργείᾳ εἴη πρὸς τὸ αὐτὸ (δυνάμει μὲν καθὸ κινεῖται, ἐνεργείᾳ δὲ καθὸ κινεῖ) καὶ ἀτελὲς ἅμα καὶ τέλειον κατὰ ταὐτό (ἀτελὲς μὲν καθὸ δυνάμει, τέλειον δὲ ἤδη [θερμὸν καὶ | |
10 | ψυχρὸν ἤδη] ἐνεργείᾳ)· ὥσθ’ ἅμα εἴη θερμόν τε ἤδη καὶ οὔπω θερμὸν καὶ ψυχρὸν ἤδη καὶ οὔπω ψυχρόν. λείπεται τοίνυν τοῦ αὐτοκινήτου τὸ μέν τι κινεῖν μέρος, τὸ δὲ κινεῖσθαι, ὧν τὸ μὲν κινοῦν ἀκίνητον πάντως ἐστίν, τὸ δὲ κινούμενον ἐνίοτε μὲν καὶ ἄλλοις αἴτιον γίνεται κινήσεως, ἐνίοτε δὲ οὔ, ἀλλ’ αὐτὸ μόνον κινεῖται, ὥσπερ ἐπὶ τῶν ζῴων ὁρῶμεν· ταῦτα γάρ | |
15 | ἐστιν αὐτοκίνητα καθ’ ὃν διωρισάμεθα τρόπον καὶ ἔστιν ἐν αὐτοῖς τὸ κινοῦν ἀκίνητον, ἡ ψυχή, τὸ δὲ κινούμενον μὲν ὑπὸ τῆς ψυχῆς, οὐκέτι δὲ ἐξ ἀνάγκης κινοῦν, ἀλλὰ ποτὲ μὲν ποτὲ δὲ οὔ, τὸ σῶμα· ὅταν μὲν γὰρ ἕλκῃ τὸν λίθον, τότε καὶ κινεῖ τῷ σώματι καὶ κινεῖται, ὅταν δὲ καθεύδῃ, κινεῖ μὲν τῷ σώματι οὐδέν, κινεῖται δὲ τρεφόμενον ἢ αὐξανόμενον ἢ σφῦζον ἢ ἀνα‐ | |
20 | πνέον. ἐν τοίνυν τῷ αὐτοκινήτῳ τὸ μὲν ἓν ὅτι σῶμα, δῆλον (ἐδείχθη γάρ, ὅτι πᾶν τὸ κινούμενον συνεχές)· εἰ δὲ καὶ τὸ κινοῦν, ἄδηλον ἔτι, ἀλλὰ τοῦτο μὲν ἴσως καὶ καθ’ αὑτὸ τεύξεται λόγου. Ὅτι δ’ ἔστι τι τὸ κινοῦν μὲν ἀκίνητον δέ, καὶ ἄλλως ἂν δόξειεν εὔ‐ λογον εἶναι. εἰ γάρ τινα ἀμφοῖν μετέχει τοῦ κινεῖν καὶ κινεῖσθαι, τινὰ δὲ | |
25 | θατέρου τοῦ κινεῖσθαι μόνον, εὔλογον (ἵνα μὴ εἴπωμεν ἀναγκαῖον) καὶ τοῦ | |
λειπομένου τινὰ μόνον μετέχειν, λέγω δὲ τοῦ κινεῖν, μὴ κινεῖσθαι δέ· ἐφ’ | 222 | |
5,2223 | ἁπάντων γὰρ τουτὶ καταμάθοι τις ἄν, ὅσα σύγκειται ἐκ δυοῖν· ὡς εἴπερ θάτερον οἷόν τε γίνεσθαι καθ’ ἑαυτὸ τῶν ἐν τῷ μίγματι, καὶ θάτερον καθ’ ἑαυτὸ οἷόν τ’ εἶναι· ἐπειδὴ γὰρ ἐξ οἴνου καὶ μέλιτος τὸ οἰνόμελι, τὸ δὲ μέλι καὶ χωρὶς οἴνου, καὶ ὁ οἶνος ἔστι χωρὶς μέλιτος. καὶ τοίνυν εἴ τινα ἔστιν, | |
5 | ἃ καὶ κινεῖ καὶ κινεῖται, ἔστι δέ τινα, ἃ κινεῖται μόνον, εἶναί τινα, ἃ κινεῖ μόνον, ἀνάγκη. φανερὸν τοίνυν ἐκ τῶν εἰρημένων, ὅτι ἔστι τὸ πρῶτον κινοῦν ἀκίνητον. ἐπειδὴ γάρ, ὡς καὶ πρότερον εἴπομεν, ὑπό τινος κινεῖται τὰ κινούμενα (προΐοι γὰρ ἂν οὕτως εἰς ἄπειρον καὶ ἀναιροῖτο ἂν ἀρχὴ τῆς κινήσεως), δυοῖν θάτερον περιλείπεται, ἢ εὐθὺς ὑπὸ ἀκινήτου κινεῖσθαι ἢ | |
10 | ὑπ’ αὐτοκινήτου γε πάντως· ἀλλὰ καὶ ὅταν ὑπ’ αὐτοκινήτου, καὶ τότε ὑπ’ ἀκινήτου πρὸ τοῦ. καλῶς οὖν Ἀναξαγόρας ποιεῖ τὸν νοῦν ἀκίνητον ποιῶν, ἐπεὶ κινήσεως αὐτὸν ἀρχὴν ὑποτίθεται. ὅτι μὲν οὖν ἀκίνητον ἐξ ἀνάγκης τὸ πρῶτον κινοῦν, ἱκανῶς ἀποδέδεικται. Ὅτι δὲ καὶ ἀίδιον, ἐντεῦθεν δῆλον· ἐπειδὴ γὰρ κίνησιν δεῖ ἀίδιον | |
15 | εἶναι, δεῖ καὶ τὸ ταύτης αἴτιον τῆς κινήσεως ἀίδιον εἶναι καὶ τῆς τοιαύτης ἄρα μεταβολῆς ἀνεπίδεκτον παντελῶς τὸ πρῶτον κινοῦν τῆς ὡς γενέσεως καὶ φθορᾶς. εἰ μὲν οὖν καὶ ἅπαν ἀίδιον κινεῖ μέν, οὐ κινεῖται δέ, οὐδὲν πρὸς τὸν νῦν λόγον. ἔστω γάρ, εἴ τις βούλεται πολλὰς ἐνδέχεσθαι τῶν ἀρχῶν τῶν κινητικῶν μὲν ἀκινήτων δὲ ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι, | |
20 | οἷον εἴ τις τὰς τῶν ἐπὶ γῆς ζῴων ψυχὰς τοιαύτας ὑπάρχειν ἀμφισβητοίη· ἀλλ’ οὔτι γε πάσας δυνατόν. αὐτοῖς γὰρ τούτοις τοῖς ζῴοις τοῦ γίνεσθαι συνεχῶς ἐξ ἀλλήλων καὶ ταῖς τούτων ἀρχαῖς τοῦ ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι, καὶ τοῦ μηδέποτε ἐπιλείπειν τὴν τοιαύτην διαδοχὴν ἕτερον αἴτιον ἐξ ἀνάγκης οὐχὶ ποτὲ μὲν ὂν ποτὲ δὲ μὴ ὄν· οὐδὲ γὰρ ἂν αἴτιον εἴη τῆς | |
25 | ἀιδίου ταύτης μεταβολῆς, ἀλλ’ ἀίδιον καὶ ἐξ ἀνάγκης ὄν· οὐδὲ γὰρ ἐκεῖνο ἔστιν εἰπεῖν, ὅτι τῶν φθειρομένων τούτων ἀρχῶν ἀεὶ τῆς ἐφεξῆς γίνεται ἡ προλαβοῦσα. ἡμεῖς μὲν γὰρ τὴν πρώτην αἰτίαν ἐπιζητοῦμεν καὶ τὴν ὄντως ἀρχήν, αἱ δὲ ἐξ ἀλλήλων ἄπειροι καὶ οὐχ ἅμα καὶ τί μᾶλλον ἥδε ἤπερ ἥδε; ὅλως δὲ τοῦ μὴ διαλείπειν τὰς ἐξ ἀλλήλων γενέσεις τὴν μὴ | |
30 | διαλείπουσαν ἀρχὴν θετέον, αἱ δὲ φθαρταὶ ἀρχαί, εἴπερ φθαρταί τινες ἐν | |
τοῖς ζῴοις ἀρχαί, τοῖς ζῴοις δήπου συνδιαφθείρονται. ἄλλη τοίνυν αἰτία | 223 | |
5,2224 | παρ’ ἑκάστην τούτων ἐστίν, ὅταν καὶ τούτων ἑκάστην γενητικὴν τῶν ἐφεξῆς τινος. ὅλως δέ, εἴπερ ἀποδέδεικται διὰ τῶν ἔμπροσθεν ἱκανῶς, ὅτι ἀνάγκη κίνησιν ἀίδιον εἶναι καὶ συνεχῆ (τὸ γὰρ ἐφεξῆς οὔτε συνεχὲς οὔτε ἀίδιον), ἀνάγκη καὶ τὸ ταύτης αἴτιον τῆς κινήσεως ἀίδιον εἶναι καὶ ἕν· εἰ | |
5 | γὰρ ἄλλο νῦν καὶ ἄλλο πάλιν, οὐκέτι συνεχὴς ἡ κίνησις, ἀλλ’ ἐφεξῆς. ἔκ τε δὴ τούτων πιστεύσειεν ἄν τις εἶναί τι πρῶτον ἀίδιον καὶ ἀκίνητον καὶ πάλιν ἐπιβλέψας ἐπὶ τὰς λοιπὰς ἀρχὰς τῶν κινήσεων τὰς ἐν τοῖς ζῴοις, ὅτι μηδὲ κυρίως αὗται ἀρχαί. μάλιστα μὲν γὰρ οὐδὲ πᾶσαι ἐξ αὐτῶν αἱ κινήσεις, ἃς τὰ ζῷα κινεῖται, ἀλλὰ μόνη ἡ κατὰ τόπον· αὕτη γὰρ καὶ | |
10 | μόνη καθ’ ὁρμήν, αἱ πλεῖσται δὲ ἔξωθεν καὶ φυσικαί, αὔξησις φθίσις ἀνα‐ πνοή, ἃς κινεῖται τῶν ζῴων ἕκαστον οὐχ ὑπὸ τῆς ἐν αὑτῷ ἀρχὴς, ἀλλ’ ὑπὸ τοῦ περιέχοντος τῆς εἰσιούσης τροφῆς. ἀλλ’ οὖν καὶ ἣν δοκεῖ μόνην κίνησιν ὑφ’ ἑαυτῶν κινεῖσθαι, λέγω δὲ τὴν κατὰ τόπον, καὶ ταύτης τὸ ἐνδόσιμον ἔξωθεν, ὥσπερ ὅταν τῆς τροφῆς διακριθείσης ἐγείρωνται, ὅθεν | |
15 | οὐδὲ συνεχῶς οἷά τε κινεῖσθαι ταύτην τὴν κίνησιν· ὁ γὰρ ὕπνος διὰ τὴν τροφὴν ἀναγκαῖος, καθεύδοντα δὲ ἠρεμεῖ τὰ ζῷα καὶ οὐ κινεῖται ὑφ’ ἑαυ‐ τῶν, ἀλλ’ ἕτερον αἴτιόν ἐστιν τοῦ ποτὲ μὲν ἠρεμεῖν τὰ ζῷα ποτὲ δὲ κινεῖ‐ σθαι, ὃ κινούμενον μὲν ἀεί, οὐχ ὁμοίως δὲ ἀεὶ πρὸς αὐτὰ ἔχον οὐδ’ ὁμοίως αὐτὰ διατίθησι. δῆλον τοίνυν ἐξ αὐτῶν τῶν εἰρημένων, ὡς εἶναί τι δεῖ | |
20 | πρῶτον κινοῦν ἀκίνητον, εἰ μέλλει, καθάπερ εἴπομεν, ἔσεσθαί τις ἄπαυστος καὶ ἀθάνατος κίνησις καὶ διατελέσειν τὸ πᾶν αὐτὸ ἐν αὑτῷ κινούμενόν τε καὶ μένον· τῆς γὰρ πρώτης ἀρχῆς κινούσης μὲν ἀκινήτου δὲ μενούσης συμ‐ βαίνει καὶ τὸ κινούμενον ἀμφοῖν ἀπολαύειν, ὥστε καὶ κινεῖσθαι κατὰ μόρια καὶ ἀκίνητον εἶναι καθ’ ὅλον τὸν τόπον. | |
25 | Ἀλλὰ μήν, εἴγε ἐστὶν ἀίδιον τὸ κινοῦν μὲν, ἀκίνητον δέ, ἀνάγκη καὶ τὸ πρῶτον ὑπ’ αὐτοῦ κινούμενον ἀίδιον εἶναι· εἰ γὰρ ἄλλο καὶ ἄλλο, πάλιν οὐ συνεχὴς ἡ κίνησις οὐδεμία. τί ποτ’ οὖν εἶπον τὸ πρῶτον κινούμενον καὶ οὐχ ἁπλῶς τὸ κινούμενον; ὅτι κινεῖται μὲν καὶ τὰ ἐν γενέσει καὶ φθο‐ ρᾷ ὑπὸ τῆς ἀκινήτου ἀρχῆς, οὐ πρώτης δέ, ἀλλὰ διὰ μέσου τινός· οὐ γὰρ | |
30 | ἂν ἄλλως ἦν γένεσις καὶ φθορά, εἰ μή τι σῶμα ἦν μεταξὺ κινούμενον μὲν ὑπὸ τοῦ πρώτου καὶ ἀκινήτου, κινοῦν δὲ τὰ ἄλλα καὶ γινόμενον αὐτοῖς αἴτιον τῆς εἰς ἄλληλα μεταβολῆς. ἡ μὲν γὰρ ἀκίνητος ἀρχὴ τὸν αὐτὸν | |
ἀεὶ κινήσει τρόπον καὶ μίαν κίνησιν ἅτε οὐδὲν αὐτὴ μεταβάλλουσα πρὸς τὸ | 224 | |
5,2225 | κινούμενον· τὸ δὲ κινούμενον ὑπ’ αὐτῆς, οἷον ὁ οὐρανός, καὶ τὸ ὑπὸ τοῦ οὐρανοῦ πάλιν κινούμενον, οἷον ὁ ἥλιος, διὰ τὸ ἄλλως καὶ ἄλλως ἔχειν πρὸς τὰ πράγματα οὐ τῆς αὐτῆς ἐστι κινήσεως αἴτιον, ἀλλὰ προσιὸν μὲν τῆσδε, ἀπιὸν δὲ αὖθις ἑτέρας καὶ ποτὲ ἠρεμεῖν ποιήσει ποτὲ δὲ κινεῖσθαι· | |
5 | ἐξ οὗ καὶ φανερὸν γέγονε, τί δήποτε οὐ πάντα ἢ κινεῖται ἢ ἠρεμεῖ ἢ τὰ μὲν κινεῖται μόνον τὰ δὲ ἠρεμεῖ μόνον, ἀλλ’ ἔνια ποτὲ μὲν ποτὲ δ’ οὔ· ἐπειδὴ γὰρ τὰ μὲν ὑπὸ ἀκινήτου καὶ ἀιδίου κινεῖται, τὰ δὲ ὑπὸ ἀιδίου μὲν κινουμένου δὲ αὐτοῦ καὶ μεταβάλλοντος, δῆλον ὡς τὰ μὲν ὡσαύτως ἀεὶ κινήσεται τὰ δ’ οὐχ ὡσαύτως· καὶ γὰρ ἡ κινοῦσα ἀρχὴ τῶν μὲν | |
10 | ὡσαύτως ἔχει, τῶν δὲ οὐχ ὡσαύτως. Διεξήρκει μὲν οὖν καὶ οὕτως ἀίδιον ἀποδεῖξαι τὸ πρῶτον κινού‐ μενον ὑπὸ τῆς ἀκινήτου ἀρχῆς· φανερώτερον δὲ ἐντεῦθεν. εἰ γὰρ ἀναγκαῖον μὲν ἀίδιόν τινα κίνησιν εἶναι συνεχῆ τὴν κύκλῳ φοράν, ταύτην ἄρα κινεῖ τὸ πρῶτον κινοῦν καὶ σῶμα τοίνυν, ᾧ τὸ κύκλῳ φέρεσθαι κατὰ φύσιν. πῶς | |
15 | οὖν οὐδεμίαν τῶν ἄλλων κινήσεων δυνατὸν οὔτε ἀίδιον εἶναι οὔτε συνεχῆ; τοῦτο γὰρ † ἔν τε τῷ λόγῳ λεκτέον ἄλλην ἀρχὴν ποιησαμένοις. τριῶν τοίνυν οὐσῶν κινήσεων, τῆς κατὰ ποιότητα, τῆς κατὰ μέγεθος, τῆς κατὰ τόπον, λέγω τὴν φορὰν εἶναι τὴν πρώτην καὶ τῇ φύσει καὶ τῷ χρόνῳ καὶ τῷ τοῖς τελειοτέροις ὑπάρχειν· τῇ φύσει μὲν ὄντως ἀδύνατον τῶν ἄλλων | |
20 | τινὰ κινήσεων εἶναι δίχα φορᾶς, ταύτην δὲ χωρὶς ἐκείνων οἷόν τ’ εἶναι. αὔξησις μὲν γὰρ οὐκ ἔσται χωρὶς ἀλλοιώσεως· πῶς γὰρ ἂν αὔξησις γένοιτο μὴ πρότερον τῆς τροφῆς ἀλλοιωθείσης, ἀλλοιωθῆναι δὲ τὸν ἄρτον ἢ τὴν πόαν ἢ τὸ ὕδωρ πῶς δυνατὸν μὴ προσενεχθέντα ἢ πλησιάσαντα ὅλως τῷ ζῴῳ ἢ τῷ φυτῷ; δεήσει οὖν ἐξ ἀνάγκης κατὰ τόπον πρότερον κινηθῆναι | |
25 | ἢ τὸ τρεφόμενον ἢ τὸ τρέφον ἢ καὶ ἀμφότερα. αὔξησις μὲν οὖν ἢ φθίσις οὐκ ἂν ἄλλως εἴη χωρὶς φορᾶς. ἀλλὰ μὴν οὐδὲ ἀλλοίωσις, ὅτι πάντων τῶν παθημάτων ἀρχὴ πύκνωσις καὶ μάνωσις· καὶ γὰρ βαρὺ καὶ κοῦφον καὶ μαλα‐ κὸν καὶ σκληρὸν καὶ θερμὸν καὶ ψυχρὸν πυκνότητες δοκοῦσι καὶ ἀραιότητες εἶναι, πύκνωσις δὲ καὶ μάνωσις συγκρίσει γίνονται καὶ διακρίσει· συγκρινό‐ | |
30 | μενα δὲ καὶ διακρινόμενα ἀνάγκη κατὰ τόπον μεταβάλλειν. εἶεν. γένεσις δὲ | 225 |
5,2226 | καὶ φθορὰ † ὡς ὑστέρα φορᾶς, ὅτι, εἴτε αὐτόθεν σύγκρισις ἡ γένεσις, ὡς Δημόκριτος οἴεται, καὶ διάκρισις ἡ φθορά, εἴτε κατὰ ἀλλοίωσιν μὲν ἡ γένε‐ σις, προηγεῖται δὲ σύγκρισις καὶ διάκρισις, καὶ οὕτως ἂν ἡ φορὰ πρώτη ὑπάρχοι. οὕτω μὲν οὖν οὐδεμία τῶν ἄλλων κινήσεων ἄνευ φορᾶς· ὅτι δὲ | |
5 | αὕτη καὶ χωρὶς τῶν ἄλλων, φανερόν· οὐδεμία γὰρ ἀνάγκη οὔτε αὔξεσθαι οὔτε ἀλλοιοῦσθαι τὸ φερόμενον οὔτε γίγνεσθαι ἢ φθείρεσθαι. τῇ φύσει μὲν τοίνυν οὕτω πρώτη, τῷ χρόνῳ δὲ πῶς; τοῖς γὰρ ἀιδίοις μόνην ἐνδέ‐ χεται κινεῖσθαι ταύτην τὴν κίνησιν· μόνη γὰρ συνεχὴς καὶ ἀίδιος αὕτη δύναται εἶναι, ὡς δείξομεν. εἰ δὲ πρότερα τῷ χρόνῳ τὰ ἀίδια τῶν γενη‐ | |
10 | τῶν, προτέρα τῷ χρόνῳ καὶ ἡ τούτων κίνησις τῆς ἐκείνων. λοιπὸν τοίνυν ὅτι καὶ τὸ τοῖς τελειοτέροις ὑπάρχειν. καὶ τοῦτο δῆλον· τελειωθέντα γὰρ τὰ ζῷα μεταβαίνει τόπον ἐκ τόπου, γινόμενα δὲ καὶ αὐξανόμενα ἔτι παν‐ τάπασιν ἀτελῆ. ἀλλὰ τοῦτο δόξειεν ἂν εἶναι ὑπεναντίον τοῖς πρότερον εἰρημένοις· εὑρίσκεται γὰρ γένεσις προτέρα φορᾶς, εἴ γε δεῖ γενέσθαι πρῶ‐ | |
15 | τον, εἶθ’ οὕτω κινεῖσθαι. τοῦτο δὲ ἐφ’ ἑνὸς μὲν ὁτουοῦν τῶν γινομένων ἀληθές, ἁπλῶς δὲ οὐκ ἀληθές· ἀνάγκη γὰρ ἕτερόν τι πρότερον κινηθῆναι κατὰ φορὰν τὸ γενητικὸν τοῦ γιγνομένου, ὂν ἤδη καὶ οὐ τηνικαῦτα γιγνό‐ μενον καὶ τούτου ἕτερον πρότερον. ἔτι γένεσιν ἀδύνατον εἶναι πρώτην· πάντα γὰρ ἂν εἴη τὰ κινούμενα γενητά, εἴ γε ἀνάγκη γενέσθαι πρῶτον τὰ | |
20 | καθ’ ἡντιναοῦν κίνησιν κινησόμενα. οὐκ ἄρα πρώτη φορᾶς ἡ γένεσις. εἰ δὲ μὴ γένεσις, σχολῇ γ’ ἂν αὔξησις ἢ ἀλλοίωσις δευτέρα ἐκείνης καὶ μετ’ ἐκείνην. ἔτι τὰ ἀτελέστερα τῶν ζώντων ταύτης τῆς κινήσεως ἀμοι‐ ρεῖ, οἷον τὰ ζῳόφυτα καὶ φυτά. ἔτι ἥκιστα τῆς οὐσίας ἐξίσταται κατὰ μόνην τὴν φορὰν τὰ κινούμενα· κατ’ οὐδὲν γὰρ ἑαυτῶν μεταβάλλει, ὥσπερ | |
25 | ἀλλοιούμενα μὲν τὴν ποιότητα, αὐξανόμενα δὲ τὴν ποσότητα. ἔτι τὸ αὐτο‐ κίνητον ἀρχὴ καὶ τῶν κινουμένων καὶ τῶν κινούντων, κινεῖται δὲ τὸ αὐτο‐ | |
κίνητον ὡς αὐτοκίνητον κατὰ μόνην τὴν φοράν· καὶ οὕτως ἄρα πρώτη | 226 | |
5,2227 | φορά. ἔτι κυρίως κινεῖσθαί φαμεν μόνον τὸ κινούμενον κατὰ τόπον, ὅταν δ’ ἠρεμῇ μὲν κατὰ τόπον, αὐξάνηται δὲ ἢ φθίνῃ ἢ ἀλλοιούμενον τυγχάνῃ, κατά τι κινεῖσθαι, ἁπλῶς δὲ κινεῖσθαι οὐ φαμέν. Ὅτι μὲν τοίνυν τῶν κινήσεων φορὰ πρώτη, φανερὸν ἐκ τῶν εἰρημένων· | |
5 | τίς δὲ φορὰ πρώτη, νῦν δεικτέον. ἅμα γὰρ καὶ τὸ πρότερον ὑποτεθέν, ὅτι ἐνδέχεταί τινα κίνησιν εἶναι συνεχῆ καὶ ἀίδιον, δῆλον ἔσται τῇ αὐτῇ μεθόδῳ. τῶν γὰρ λοιπῶν οὐδεμίαν εἶναι ἐνδέχεται συνεχῆ· πᾶσαι γὰρ ἐξ ἀντικειμένων εἰσὶ κινήσεις καὶ μεταβολαί, γενέσεις μὲν καὶ φθοραὶ εἰς τὸ ὂν καὶ εἰς τὸ μὴ ὄν, ἀλλοιώσεις δὲ εἰς τὰ ἐναντία πάθη, αὔξησις δὲ καὶ | |
10 | φθίσις εἰς μέγεθος καὶ μικρότητα. ἐπεὶ οὖν τὰς μὲν ἀντικειμένας μίαν γενέσθαι οὐχ οἷόν τε, ἡ δὲ συνεχὴς πάντως καὶ μία, οὐκ ἂν εἴη τις τῶν ἄλλων κινήσεων συνεχής. ὅτι δὲ μὴ οἷόν τε τὰς ἀντικειμένας μίαν γενέ‐ σθαι ἢ κινεῖσθαι τὰς ἀντικειμένας ὡς μίαν, δῆλον. εἰ γὰρ εἴη μᾶλλον μία, ἀνάγκῃ τὸ λευκαινόμενον ἅμα ἂν καὶ μελαίνοιτο καὶ τὸ ὑγιαζόμενον | |
15 | ἅμα ἂν καὶ νοσάζοιτο καὶ τὸ αὐξανόμενον ἅμα ἂν μειοῖτο καὶ τὸ γινό‐ μενον ἅμα ἂν καὶ φθείροιτο. εἰ οὖν τὸ λευκαινόμενον οὐχ ἅμα καὶ μελαί‐ νεται (τέλος γὰρ ἂν εἴη τοῦ λευκαίνεσθαι τὸ μελανθῆναι), δῆλον ὡς, ἡνίκα ἂν μελαίνηται, ἑτέραν κινεῖται κίνησιν τῆς προτέρας. εἰ δὲ νῦν μὲν ταύτην κινεῖται, πρότερον δ’ οὔ, ὑπῆρχε δὲ καὶ τότε καὶ νῦν, δῆλον ὡς ἐκ μιᾶς | |
20 | εἰς αὐτὴν μεταβέβληκεν· εἰ γὰρ μὴ ἠρέμησεν μεταξύ, ἐκινεῖτο ἂν ὡς μίαν τὰς ἐναντίας. ὁμοίως δὲ ἕξει καὶ ἐπὶ γενέσεως καὶ φθορᾶς· καὶ γὰρ αὗται εἰ καὶ μὴ ἐναντίαι, ἀλλ’ ἀντικείμεναι, ἀλλ’ ἡ διαφορὰ πρὸς τὰς ἀληθῶς κινήσεις, ὅτι καὶ ἐκείνων μὲν οὖν τι μεταξὺ πάντως, ἀλλ’ ὅτι οὐ πάντως ἠρεμία μεταξύ, ἀλλὰ χρόνος· τὸ γὰρ φθειρόμενον, ὅταν εἰς τὸ μὴ ὂν μετα‐ | |
25 | βάλλῃ, ἠρεμεῖν μὲν οὐκ ἂν λέγοιτο ἐν τῷ μὴ ὄντι, χρόνον δ’ οὖν γίνεσθαι ἀεί τινα μεταξὺ τῆς εἰς τὸ μὴ ὂν φθορᾶς καὶ τῆς ἐκ τοῦ μὴ ὄντος πάλιν γενέσεως. παντελῶς γὰρ ἂν ἄτοπον δόξειεν εἶναι, εἰ γενόμενον εὐθὺς ἀνάγκη φθαρῆναι καὶ μὴ χρόνον τινὰ μεῖναν πρότερον ἐν τῷ εἴδει, εἰς ὃ προῄει γενόμενον. | |
30 | Ὅτι μὲν οὖν τῶν ἄλλων οὐδεμία συνεχής, ἀρκείτω ταῦτα· ὅτι δὲ φορὰ μόνη καὶ φορᾶς ἡ κύκλῳ, λέγωμεν νῦν. πᾶν γὰρ κινεῖται τὸ φερό‐ | |
μενον ἢ κύκλῳ ἢ εὐθεῖαν ἢ μικτήν, ὥστε, εἰ τὴν ἑτέραν ἐκείνων ἀδύνατον | 227 | |
5,2228 | εἶναι συνεχῆ, οὐδὲ τὴν ἐξ ἀμφοῖν συγκειμένην· ἐμποδίζει γὰρ αὐτῆς τὴν συνέχειαν τὸ τούτων ἐν τῇ συνθέσει μὴ ὂν συνεχές. δεικτέον τοίνυν, ὅτι τὸ φερόμενον τὴν εὐθεῖαν καὶ πεπερασμένην οὐ φέρεται συνεχῶς· ἀνα‐ κάμπτει γάρ, τὸ δὲ ἀνακάμπτον τὴν εὐθεῖαν ἐναντίας κινεῖται κινήσεις· | |
5 | ἐναντία γὰρ κατὰ τόπον ἡ ἄνω τῇ κάτω καὶ ἡ εἰς τὸ ἔμπροσθεν τῇ εἰς τὸ ὄπισθεν καὶ ἡ εἰς ἀριστερὰ τῇ εἰς δεξιά· τόπου γὰρ ἐναντιώσεις αὗται. εἰ οὖν μὴ ἵσταται, πρὶν ἀνακάμψαι τὸ ἄνω φερόμενον, φέροιτο ἂν ἅμα καὶ ἄνωθεν κάτω· καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως. ὅλως δὲ τὰς ἐναντίας κινήσεις πῶς μίαν γενέσθαι δυνατόν; διαφέρει γὰρ κατ’ εἶδος ἡ ἄνω τῇ κάτω καὶ | |
10 | αἱ λοιπαί. δεῖ δὲ οὐ κατά γε τὴν μίαν κίνησιν καὶ συνεχῆ, ἀλλ’ ὥσπερ ἓν τὸ κινούμενον καὶ ἕνα τὸν χρόνον, οὕτω καὶ ἓν τὸ τῆς κινήσεως εἶδος ὑπάρχειν. σημεῖον δ’, ὅτι ἐναντίαι κινήσεις ἡ ἐνθένδε ἐκεῖσε τῇ ἐκεῖθεν δεῦρο (ἵστησι γὰρ ἄλληλα καὶ παύει τὰ κινούμενα, ἂν ἅμα κινῆται διὰ τὸ ἐναντία φθείρειν καὶ κωλύειν ἄλληλα), ἀλλ’ οὐχ ἡ εἰς τὰ πλάγια τῇ ἄνω. | |
15 | ὅτι δ’ ἅπαν τὸ κάμπτον, κἂν ἐπὶ κύκλου κινῆται κἂν ἐπ’ εὐθείας, ἀνάγκη πρότερον στῆναι, ἡ πίστις οὐ μόνον ἐπὶ τῆς αἰσθήσεως, ἀλλὰ καὶ ἐπὶ τοῦ λόγου. πᾶν γὰρ τὸ φερόμενον, ἐν ᾧ γενέσθαι τε καὶ ἀπογενέσθαι ἀνάγκην ἔχει, καὶ εἰς ὃ ἐλθεῖν καὶ ἐξ οὗ ἀπελθεῖν, ἐν τούτῳ καὶ ἵστασθαι ἀνάγκην ἔχει χρώμενον αὐτῷ ὡς ἀρχῇ καὶ πέρατι τῆς κινήσεως· οὐ γὰρ οἷόν τε | |
20 | ἐν ταὐτῷ νῦν γενέσθαι τε ἔν τινι καὶ ἀπογενέσθαι ἐξ αὐτοῦ καὶ ἐλθεῖν καὶ ἀπελθεῖν· ἅμα γὰρ ἂν εἴη τε καὶ οὐκ εἴη ἐν τῷ αὐτῷ, ὥστε ἐν ἄλλῳ νῦν καὶ ἐν ἄλλῳ. εἰ δὲ τοῦτο, πάντων δὲ τῶν νῦν χρόνος μεταξύ, τὸν μεταξὺ χρόνον τοῦτον ἂν εἴη ἠρεμοῦν, ἐν ᾧ κεῖται γεγονέναι τε καὶ ἀπογεγονέναι ἀπ’ αὐτοῦ. ἐπὶ μὲν οὖν τῶν μέσων σημείων τῆς πεπερα‐ | |
25 | σμένης εὐθείας οὐκ ἀνάγκη τὸ φερόμενον γενέσθαι τε ἔν τινι καὶ ἀπογενέ‐ σθαι· οὐδὲν γὰρ αὐτῶν ἐστὶν ἐνεργείᾳ οὐδ’ ὅλως σημεῖον ἐνεργείᾳ· δεῖ γὰρ τὸ ἐνεργείᾳ σημεῖον καὶ ἐνεργείᾳ μέσον καὶ ἀρχὴν εἶναι καὶ πέρας καὶ τῷ μὲν ὑποκειμένῳ ἕν, τῷ λόγῳ δὲ δύο. τοῦτο δὲ οὐκ ἔστιν ἐπὶ τῆς συνεχοῦς, ἐπὰν ᾖ συνεχής. ἀλλὰ τότε γίνεται ἐνεργείᾳ μέσον καὶ | |
30 | ἐνεργείᾳ σημεῖον, ὅταν στῇ ἐπ’ αὐτοῦ τὸ φερόμενον καὶ ἐπιστὰν πάλιν ἄρξηται κινεῖσθαι· οὕτω γὰρ καὶ μέσον καὶ ἀρχὴ καὶ τελευτὴ γίνεται, ἀρχὴ μὲν τῆς ὕστερον κινήσεως, τελευτὴ δὲ τῆς πρώτης. ἅμα οὖν στάσις | |
τε τοῦ φερομένου καὶ εὐθὺς τὸ κατ’ ἐνέργειαν μέσον, τουτέστιν ἀρχή τε | 228 | |
5,2229 | καὶ πέρας, καὶ ἅμα κατ’ ἐνέργειαν μέσον καὶ στάσις ἐπ’ αὐτοῦ· οὐ γὰρ ἂν ἦν ἀρχὴ καὶ πέρας καὶ ἐνεργείᾳ σημεῖον μὴ γενομένης στάσεως ἐπ’ αὐτοῦ· ὅταν δὲ συνεχῶς φέρηται, οὔτε γεγονέναι οὔτ’ ἀπογεγονέναι τὸ φερό‐ μενον οἷόν τε κατὰ σημεῖον, ἀλλὰ μόνον εἶναι ἐν τῷ νῦν, ἐν χρόνῳ δὲ | |
5 | οὐδενὶ πλὴν εἰ λέγοι τις οὕτως ἐν χρόνῳ, ὅτι τὸ νῦν χρόνου τί ἐστιν· διαίρεσις γὰρ τοῦ ὅλου. ἆρ’ οὖν ὁμοίως καὶ ἐπὶ τῶν περάτων τῆς ὅλης εὐθείας, καὶ οὐδεμίαν ἀνάγκην ἔχει τὸ φερόμενον πρότερον μὲν γενέσθαι ἐπὶ τοῦ πέρατος, εἶθ’ οὕτως ἐπ’ αὐτοῦ ἀνακάμψαι καὶ ἀπογενέσθαι; καὶ μὴν εἰ, ὅτι δυνάμει ἦν τὰ μεταξὺ σημεῖα τῆς ὅλης γραμμῆς, διὰ τοῦτο | |
10 | συνεχῶς ἐπ’ αὐτῶν ἐκινεῖτο, διότι ταῦτά ἐστιν ἐνεργείᾳ (πέρας γὰρ ἤδη καὶ ἀρχὴ πρὸς ἑκάτερα τὰ δύο), διὰ τοῦτο στήσεται ἐπ’ αὐτῶν· εἰ γὰρ συνεχῶς κινοῖτο ἐν τῇ ἀνακάμψει, οὐδ’ ἂν πέρας εἴη οὔτ’ ἂν ἀρχὴ τὸ σημεῖον οὔθ’ ὅλως ἐνεργείᾳ σημεῖον, ἀλλὰ δυνάμει, ὥσπερ τὰ μεταξύ. ὅλως δέ, εἰ καὶ ἐπὶ τῶν μεταξὺ σημείων † τῷ ἐνεργείᾳ γενέσθαι πέρατι | |
15 | καὶ ἀρχῇ τοῦ στῆναι † ἦν ἐπ’ αὐτοῦ τὸ φερόμενον, δῆλον ὡς ἐν τῷ κατ’ ἐνέργειαν ἤδη πέρατι καὶ ἀρχῇ τοσούτῳ μᾶλλον στήσεταί τε καὶ ἠρεμήσει. πρόσαγε τοίνυν ἤδη καὶ τὴν ἐκ τοῦ συλλογισμοῦ ἀνάγκην τῷ λόγῳ. εἰ τὸ φερόμενον, ἐφ’ οὗ φέρεται συνεχῶς, οὐδενὶ χρῆται ὡς ἐνερ‐ γείᾳ σημείῳ, μᾶλλον δὲ ἐφ’ οὗ χρῆσθαι αὐτῷ ἀναγκαῖον, οὐκ ἂν ἐπὶ | |
20 | τούτου φέροιτο συνεχῶς. ἀνάγκη ἄρα στῆναι τὸ ἀνακάμπτον ἐπὶ τῆς εὐθείας. τῷ δὲ δυνάμει εἶναι τὰ μεταξὺ τῆς εὐθείας σημεῖα χρηστέον καὶ πρὸς τὴν Ζήνωνος ἀπορίαν τὴν λέγουσαν, ὅτι οὐχ οἷόν τε κινηθῆναι τὴν πεπερασμένην· ἄπειρα γὰρ ἐν τῇ συνεχεῖ τὰ ἡμίση. ἐνεργείᾳ μὲν γὰρ οὐχ ὅπως ἄπειρα ἐν τῇ συνεχεῖ τὰ ἡμίση, ἀλλ’ οὐδὲ δύο (ἅμα τε γὰρ | |
25 | τέμνεται ἐνεργείᾳ καὶ πέπαυται συνεχὴς εἶναι), δυνάμει δὲ οὐδὲν ἄτοπον ἄπειρα τὰ ἡμίση τῆς συνεχοῦς εἶναι· τὰ δυνάμει δὲ ἄπειρα οὐκ ἀδύνατον διελθεῖν, ὥστε ὁ διαιρῶν καὶ ἀριθμῶν τὰ ἡμίση διαφθείρει τὴν ὑπόθεσιν τοῦ προβλήματος. ἡμεῖς μὲν γὰρ ζητοῦμεν, εἰ ἄπειρα ἐν τῇ συνεχεῖ τὰ ἡμίση, ὁ δὲ συνεχῆ φυλάττει λοιπὸν οὔτε τὴν εὐθεῖαν οὔτε τὴν κίνησιν· | |
30 | συνδιαιρεῖ γὰρ τῇ τῆς εὐθείας τομῇ καὶ τὴν κίνησιν. ἔστι δὲ καὶ ἐν τῷ χρόνῳ καθάπερ σημεῖον τὸ νῦν· τὸ γὰρ αὐτὸ πέρας καὶ ἀρχή, πέρας μὲν | |
τοῦ παρελθόντος ἀρχὴ δὲ τοῦ μέλλοντος, ἀλλὰ κατὰ τὸ πρᾶγμα, καθ’ ὃ | 229 | |
5,2230 | γέγονεν ἡ μεταβολή, τῷ μέλλοντι μᾶλλον προσνεμητέον· λέγω δὲ οἷον, ἐπειδὴ τοῦ χρόνου, ἐν ᾧ ἀπέθνῃσκε Σωκράτης, πέρας τί ἐστιν, ἐν ᾧ πρώτῳ ἀποτέθνηκε, τοῦτο ὡς μὲν κατὰ τὸν χρόνον προσήκει καὶ τῷ παρελθόντι (πέρας γὰρ ἐκείνου ἐστίν), ὡς δὲ κατὰ τὸ πρᾶγμα (λέγω δὲ τὸ τεθνηκέναι) | |
5 | μᾶλλον προσήκει τῷ μέλλοντι, ἐν ᾧ ὅλον λέγεται τεθνηκέναι. εἰ δὲ ἐρεῖ τις ἐν μὲν τῷ πέρατι τοῦ παρελθόντος ἔτι ἀποθνῄσκειν Σωκράτην, ἐπειδὴ καὶ ἐν ὅλῳ τῷ παρελθόντι, ἐν δὲ τῇ ἀρχῇ τοῦ μέλλοντος τεθνηκέναι, ἐπειδὴ καὶ ἐν ὅλῳ τῷ μέλλοντι, οὗτος εἰ μὲν ἐφυλάχθη τὸ νῦν, ὥσπερ καὶ τἀληθὲς ἔχει, πέρας τε ὂν ἅμα καὶ ἀρχή, ἅμα ἂν λέγοι καὶ ἀποθνῄσκειν Σωκράτην καὶ τεθνη‐ | |
10 | κέναι, τοῦτο δὲ οὐδὲν διαφέρει τοῦ ζῆν τε ἅμα καὶ τεθνηκέναι Σωκράτην· εἰ δὲ δύο ποιήσει τὰ νῦν, ἐφεξῆς ἀλλήλων ποιήσει τὰ νῦν· ἀλλ’ ἄτοπον· οὐ γὰρ σύγκειται ὁ χρόνος ἐξ ἀμερῶν. ἀλλὰ ταῦτα μὲν ἴσως τοῖς καθόλου περὶ κινήσεως λόγοις οἰκειότερα, ὅτι δὲ ἀνάγκη τὸ φερόμενον ἐπὶ τῆς πεπερασμένης εὐθείας ἵστασθαι πρὶν ἀνακάμπτειν, καὶ ὧδε ἄν τις λογι‐ | |
15 | κώτερον δείξειεν. ἅπαν γὰρ τὸ φερόμενον συνεχῶς, ἐὰν ἀπὸ μηδενὸς ἐκ‐ κρούηται, εἰς ὅπερ ἦλθε κατὰ τὴν φοράν, εἰς τοῦτο καὶ ἐφέρετο πρότερον· εἰ ἐπὶ τὸ Β ἦλθε, καὶ ἐφέρετο ἐπὶ τὸ Β καὶ οὐ μόνον, ὅτε πλησίον ἦν τοῦ Β, ἀλλ’ εὐθὺς ὡς ἤρξατο κινεῖσθαι, εἴ γε κινεῖται μὲν ἐπὶ τὸ αὐτὸ συνεχῶς, ἐφ’ ὃ δὲ κινεῖται συνεχῶς, ἐπ’ ἐκεῖνο τὴν ὁρμὴν εἶχεν. τούτου | |
20 | δὲ ὄντος ἀληθοῦς τὸ κάτωθεν ἄνω κινούμενον, εἰ γενόμενον ἄνω μὴ ἡσυχάζει καὶ ἠρεμεῖ, ἀλλὰ τῇ αὐτῇ ὁρμῇ συνεχῶς φέρεται ἐπὶ τὸ κάτω, καὶ ὅτε ἤρχετο κάτωθεν κινεῖσθαι, ἐπὶ τὸ κάτω ἄρα ἐφέρετο. γελοῖον μὲν δὴ καὶ καθ’ αὑτό, μᾶλλον δὲ καὶ οὕτως. εἰ γὰρ ἅπαν τὸ κάτω φερόμενον ἐκ τοῦ ἄνω φέρεται κάτω, δῆλον ὡς τὸ κάτωθεν κινού‐ | |
25 | μενον εἴπερ συνεχῶς ἐπὶ τὸ κάτω κινεῖται, ἤδη ἀφῃρεῖτο ἐκ τοῦ ἄνω καὶ οὔπω γέγονεν ἐν αὐτῷ. τοῦτο δὲ ἀδύνατον· ἀνάγκη ἄρα πρότερον ἵστασθαι ἐν τῷ ἄνω· οὐκ ἄρα μία ἡ κίνησις· ἡ γὰρ διαλαμβανομένη στάσει οὐ μία ἐστίν. καὶ ὁ λόγος δὲ μᾶλλον οἰκεῖος τῶν εἰρημένων. πᾶν γὰρ τὸ μεταβάλλον εἰς τὸ λευκὸν ἐκ τοῦ μέλανος ἢ τοῦ μὴ λευκοῦ ἅμα τε | |
30 | ἀποβέβληκε τὸ μὴ λευκὸν χρῶμα, οἷον τὸ ξανθὸν ἢ τὸ φαιὸν ἢ ὅ τι τύχοι, | |
καὶ γέγονε λευκόν· ἐν γὰρ τῷ πέρατι τῆς εἰς τὸ λευκὸν μεταβολῆς ἔφθαρ‐ | 230 | |
5,2231 | ται τὸ πρότερον χρῶμα καὶ γέγονε τοῦτο, ὃ νῦν λαμβάνει. εἰ δὴ ἐν τῷ αὐτῷ πέρατι. τοῦτο δέ ἐστιν † ὅτι τῷ αὐτῷ νῦν μεταβάλλει πάλιν ἐκ τοῦ λευκοῦ καὶ μὴ ἐν ἄλλῳ, τρία ἂν εἴη τὰ γινόμενα ἐν τῷ αὐτῷ, ἥ τε φθορὰ τοῦ ξανθοῦ, γένεσις τοῦ λευκοῦ, ἐκ λευκοῦ πάλιν μεταβολή. οὐκ ἄρα | |
5 | συνεχὴς ἡ εἰς τὸ λευκὸν μεταβολὴ τῇ ἐκ τούτου, ἀλλ’ ἐν χρόνῳ μὲν συνεχεῖ καθάπερ καὶ *** συνεχὴς γὰρ ὅλος ὁ χρόνος· αὗται δὲ ἐφεξῆς αἱ κινήσεις, ἐπεὶ πῶς ἂν εἴη πέρας τοῦ λευκαίνεσθαι καὶ μελαίνεσθαι 〈ἓν καὶ ταὐτό〉; οὔτε γὰρ τὸ μελανθῆναι τοῦ λευκαίνεσθαι πέρας οὔτε τὸ λευκανθῆναι τοῦ μελαίνεσθαι. | |
10 | Ταῖς μὲν τοίνυν ἄλλαις κινήσεσιν, εἰ μὲν συνεχεῖς ὑποτεθῶσι, τοσαῦτα ἀδύνατα ἕπεται· μόνῃ δὲ τῇ κύκλῳ καὶ ἐπὶ γραμμῆς περιφεροῦς οὐδὲν ἄτοπον ἀκολουθεῖ. τὸ γὰρ ἐκ τοῦ Α κινούμενον ἅμα καὶ εἰς τὸ Α κινή‐ σεται κατὰ τὴν αὐτὴν πρόθεσιν καὶ ὁρμήν· οὐ γὰρ εἰς ἄλλο πρότερον ἥξει σημεῖον (οὐδὲ γὰρ ἐνεργείᾳ σημεῖον ἐπὶ τοῦ κύκλου) οὐδὲ ἀνακάμψει ποθὲν | |
15 | ἐπὶ τὸ Α, ἀλλ’ ἅμα τε ἐπὶ τὸ Α καὶ ἐπὶ τὸ Β κινεῖται καὶ οὐχ ἅμα τὰς ἐναντίας οὐδ’ ἅμα τὰς ἀντικειμένας· οὐ γὰρ ἅπασα ἡ ἐκ τοῦ Α τῇ εἰς τὸ Α ἐστὶν ἐναντία, ἀλλ’ ἡ κατ’ εὐθεῖαν· ἐπ’ ἐκείνης γὰρ ἐνεργείᾳ τὰ πέρατα καὶ ἀρχαὶ καὶ δὶς κέχρηται τὸ κινούμενον [ἐν] τῷ αὐτῷ ὡς πέρατι καὶ ὡς ἀρχῇ καὶ ἀνάγκη γενέσθαι αὐτό τε ἐν αὐτῷ καὶ ἀπογενέσθαι ἀπ’ | |
20 | αὐτοῦ. διόπερ οὐ συνεχῶς † ἀνενδυάσει νῦν καὶ ὁ μεταξὺ χρόνος τῆς ἠρεμίας· ἐπὶ δὲ τῆς περιφεροῦς τί κωλύει κινεῖσθαι συνεχῶς καὶ μηδένα χρόνον διαλείπειν; τί γάρ ἐστιν ἐνεργείᾳ πέρας, τί δὲ ἀρχή, τί δ’ ὅλως ἄλλο σημεῖον ἤδη ἐνεργείᾳ ὄν, ἐν ᾧ πρότερον δεῖ γενέσθαι; μόνη τοίνυν ἡ κύκλῳ κίνησις ἀπ’ αὐτοῦ εἰς αὐτό, ἡ δὲ κατ’ εὐθεῖαν ἀπ’ αὐτοῦ εἰς | |
25 | ἄλλο καὶ μὲν ἐπὶ τοῦ κύκλου οὐδέποτε ἐπὶ τοῦ αὐτοῦ διαστήματος (οὐδὲν γὰρ ὥρισται ἐπὶ τοῦ κύκλου διάστημα ἐνεργείᾳ οὐδ’ ἔστιν ὅπως περιφερείας τινὸς εἴη τοῦ κύκλου τὰ πέρατα εἰλημμένα, ἀλλὰ καὶ ἄλλη καὶ ἄλλη, μᾶλλον δὲ ἀεὶ ἄλλη), ἐπὶ δὲ τῆς εὐθείας ταὐτὸν διάστημα κινεῖται πολλάκις ἐνθένδε ἐκεῖσε κἀκεῖθεν δεῦρο· ὥρισται γὰρ τὰ πέρατα καὶ εἴληπται ἤδη. | |
30 | ἵστασθαι οὖν ἐν αὐτῷ ἀνάγκη· διὰ τοῦτο γὰρ πολλάκις ἐπὶ τοῦ αὐτοῦ δια‐ | |
στήματος, ὅτι ἵσταται ἐπὶ τῶν περάτων καὶ ἀνακάμπτει. εἰ δὲ μὴ ἵστατο, | 231 | |
5,2232 | ἀεὶ ἂν ἐπ’ αὐτοῦ καὶ συνεχῶς ἐκινεῖτο, ὥσπερ ἐπὶ τῆς περιφερείας. οὐ μόνον δὲ ἐπὶ τῆς εὐθείας οὐ κινεῖται συνεχῶς, ἀλλ’ οὐδὲ ἐπὶ τῆς κύκλῳ, ὅταν μὴ κύκλῳ κινῆται, ἀλλ’ ἀνακάμπτῃ· οὐ γὰρ συνάπτει τῇ ἀρχῇ τὸ πέρας, οὐδ’ ὡς ἑνὶ χρῆται, ἀλλ’ ὡς δυσί. καὶ τότε οὖν τὴν αὐτὴν γραμμὴν πολλά‐ | |
5 | κις (οὐ γὰρ συνεχῶς οὐδὲ ὡς μίαν, ἀλλ’ ἐφεξῆς)· ὅταν δὲ κύκλῳ, ὡς μίαν (κατὰ μίαν γὰρ ὁρμήν), οὐ πολλάκις. πῶς γὰρ ἀριθμήσεις πολλάκις; οὐ γὰρ ἔχεις ἀρχὴν οὐδὲ πέρας. ὅταν δὲ ἐπ’ αὐτῶν λάβῃς στάσιν, ἤδη προτιθεῖς τῷ μὴ ἑστῶτι. οὕτως οὖν καὶ οἴει πολλάκις, ὅτι σαυτῷ λαμβάνεις τοδὶ τὸ σημεῖον ὡς ἀρχὴν καὶ πάλιν ὡς πέρας. δῆλον οὖν ἐκ τούτων, ὅτι μηδὲ οἱ φυσιολόγοι καλῶς | |
10 | λέγουσι πάντα τὰ αἰσθητὰ κινεῖσθαι φάσκοντες ἀεί, καίτοι μὴ πάντα λέγοντες κύκλῳ κινεῖσθαι, ἀλλὰ καὶ γινόμενα καὶ φθειρόμενα καὶ αὐξανόμενα καὶ μειούμενα καὶ ὅλως ἀλλοιούμενα· καὶ γὰρ τὴν γένεσιν καὶ τὴν φθορὰν ἀλλοίωσιν λέγουσιν. ὁ δὲ λόγος νῦν ἔδειξεν, ὅτι εἰς τὰ ἐναντία οὐχ οἷόν τε συνεχῶς οὐδὲ ἀεὶ κινεῖσθαι. ὅτι μὲν οὖν μόνη ἡ κύκλῳ φορὰ συνεχής, | |
15 | ἔστω τοσαῦτα ἡμῖν εἰρημένα. Ὅτι δὲ καὶ πρώτη τῶν ἄλλων φορῶν, λέγομεν ἤδη. πᾶσα φορά, ὥσπερ καὶ πρότερον εἴπομεν, ἢ κύκλῳ ἢ εὐθεῖα ἢ μικτή. τῆς μὲν οὖν μικτῆς πρότεραι αὗται· συγκειμένη γὰρ ἐκ τούτων. ὅτι δὲ τῆς εὐθείας ἡ κύκλῳ προτέρα, δεικτέον. ἢ γὰρ ἄπειρον ἢ πεπερασμένην εὐθεῖαν κινεῖ‐ | |
20 | ται πᾶν τὸ κινούμενον. ἄπειρος μὲν τοίνυν οὔτε ἔστιν οὐδ’, εἴπερ ἦν, ἐκινεῖτο ἂν ἐπ’ αὐτῆς. οὐ γὰρ γίνεται τὸ ἀδύνατον γίνεσθαι, διελθεῖν δὲ τὴν ἄπειρον ἀδύνατόν ποτε καὶ διιέναι, πεπερασμένην δὲ εἰ κινοῖτο, εἰ μὲν ἀνακάμπτει, οὔτε συνεχὴς κίνησις οὔτε ἁπλῆ, εἰ δὲ παύοιτο καὶ μὴ ἀνακάμ‐ πτοι, φθαρτὴ ἡ κίνησις. μόνη τοίνυν ἡ κύκλῳ καὶ ἀίδιος καὶ ἁπλῆ. πρό‐ | |
25 | τερον οὖν καὶ φύσει καὶ χρόνῳ. καὶ γὰρ εἰ μὴ δέδεικται οὖσα ἀίδιος, μόνην δέ τινα ἀίδιον δυνατὸν εἶναι, καὶ οὕτως ἂν ἦν προτέρα τῆς τοῦτο μὴ δυναμένης. εὐλόγως δὲ συμβέβηκε μόνην εἶναι συνεχῆ καὶ ἀίδιον τὴν κύκλῳ φοράν· τῆς μὲν γὰρ εὐθείας ὥρισται καὶ ἀρχὴ καὶ τέλος καὶ μέσον, ὥστ’ ἔστιν, ὅθεν ἄρξηται τὸ κινούμενον καὶ οὗ τελευτήσει· τῆς δὲ περι‐ | |
30 | φεροῦς οὐκ ἔστιν οὔτε ἀρχὴ οὔτε πέρας· οὐδὲν γὰρ μᾶλλον τόδε ἢ ὁποιον‐ οῦν πέρας τῆς γραμμῆς· ὁμοίως γὰρ ἕκαστον καὶ ἀρχὴ καὶ μέσον καὶ πέρας. ἀεὶ οὖν ἐν ἀρχῇ καὶ ἀεὶ ἐν τέλει καὶ ἅμα κινεῖται καὶ ἠρεμεῖ πως ἡ σφαῖρα· οὐ γὰρ μεταβάλλει τὸν ὅλον τόπον. τῆς δὲ τοιαύτης μονῆς τε | |
ἅμα καὶ κινήσεως αἴτιον, ὅτι ἐπὶ τῆς σφαίρας ἡ κυρίως ἀρχὴ καὶ τὸ κυρίως | 232 | |
5,2233 | πέρας τὸ μέσον ἐστίν· ἀρχὴ μέν, ὅτι ἀπὸ τούτου ἡ σφαῖρα (ἡ γὰρ ἀπὸ τούτου πανταχόθεν ἴση ἀπόστασις κύκλος), πέρας δέ, ὅτι εἰς τοῦτο τελευτῶσιν αἱ ἀπὸ τῆς περιφερείας εὐθεῖαι. ἐπεὶ τοίνυν οὐκ ἐπὶ τὸ πέρας, ἀλλὰ περὶ τὸ πέρας κινεῖται, τοῦτο δὲ ἀεὶ ἐν ταὐτῷ μένει, | |
5 | ἀεὶ μὲν διὰ τοῦτο κινεῖται, ὅτι οὐδὲ πεπέρασται ἐπὶ τὸ πέρας, ἐν ταὐτῷ δὲ ἀεί, ὅτι ἀεὶ περιμένει τὸ πέρας. ἡ οὖν κύκλῳ ἡ πρώτη φορὰ τῶν κινήσεων εὐλόγως καὶ μετρεῖ τὰς ἄλλας· ἡμέρα γὰρ καὶ νὺξ καὶ ὧραί εἰσιν οἶμαι κινήσεις πᾶσαι καὶ μετροῦνται ἀπὸ τῆς κύκλῳ φορᾶς, τὸ εἶναι δὲ κύκλον τὰ ἀνθρώπεια πράγματα ἀπὸ τῆς κυκλοφορίας ἐλήλυθεν. ἔτι δὲ | |
10 | καὶ ὁμαλὴν τὴν κύκλῳ ἐνδέχεται μόνην εἶναι, τῶν δὲ ἐπ’ εὐθείας ὅσα μὲν βίᾳ καὶ παρὰ φύσιν κινεῖται, δῆλον ὅτι καὶ ἀνώμαλα· ὅσα δὲ κατὰ φύσιν, τοσούτῳ θᾶττον ἅπαντα φέρεται, ὅσῳ ἂν πλείω ἀφίστηται τοῦ τόπου, ἐν ᾧ πρότερον ἠρέμει· κεκίνηται γὰρ ἐγγυτέρω τοῦ συγγενοῦς. Ὅτι μὲν οὖν ἀίδιον καὶ ἀκίνητον τὸ πρῶτον κινοῦν, ἐν τοῖς ἔμ‐ | |
15 | προσθεν ἀποδέδεικται· ὅτι δ’ ἀμερὲς καὶ ἀσώματον, λέγομεν ἤδη. κείσθω δὴ πᾶν τὸ κινούμενον ὑπὸ σώματος μὴ κατὰ τὴν ἑαυτοῦ φύσιν κινεῖσθαι, ἀλλὰ βίᾳ καὶ ἔξωθεν· ὁρῶμεν δὲ ἐπὶ τῶν οὕτω κινούντων τε καὶ κινουμέ‐ νων ἀεὶ τὴν μείζονα δύναμιν τῆς ἐλάττονος ἐπὶ πλέονά τε χρόνον δυνα‐ μένην κινεῖν τὸν αὐτὸν ὄγκον καὶ ἐν ἐλάττονι χρόνῳ ταὐτὸν διάστημα· τὴν | |
20 | γὰρ αὐτὴν μύλην ἡμίονος μὲν ἐφ’ ἡμέραν ὅλην κινήσει ἄν, ἀνθρώπῳ δὲ ἀγαπητὸν ἐπὶ μεσημβρίαν· καὶ ἡ μὲν ἐν ἀκαρεῖ χρόνῳ μίαν περιάγει στροφήν, ὁ δὲ ἐν πλείονι. τούτων τοίνυν φανερῶν ὄντων ἀμήχανον τὸ κινού‐ μενον ἐν ἀπείρῳ χρόνῳ συνεχῆ τε καὶ ἀίδιον κίνησιν ὑπὸ σώματος τοῦ πρώτου κινεῖσθαι· ἢ γὰρ ἄπειρον ἢ πεπερασμένον ἔσται τὸ κινοῦν σῶμα· καὶ ἄπει‐ | |
25 | ρον μὲν οὐκ ἐνδέχεται· λείπεται δὲ πεπερασμένον. εἰ δὲ πεπερασμένον, ἤτοι πεπερασμένην ἢ ἄπειρον ἕξει τὴν δύναμιν. εἰ μὲν οὖν πεπερασμένην, εἰλήφθω τῆς αὐτῆς μείζων ἄλλη δύναμις καὶ πλείονα χρόνον κινήσει ἢ ὅσον ἡ πεπερασμένη κινεῖ τὸν αὐτὸν ὄγκον, τοῦ δὲ ἀπείρου πλείων οὐκ ἔσται. εἰ δὲ ἄπειρον, ἐν οὐδενὶ χρόνῳ κινήσει τὸ αὐτὸ μέγεθος, ὅπερ ἡ | |
30 | πεπερασμένη τε καὶ ἐλάττων ἐν τοσῷδε χρόνῳ· οὐ γὰρ ἔχει λόγον ἡ | |
ὑπεροχὴ τῆς δυνάμεως, ἀλλ’ ὥσπερ ἀδύνατον λαβεῖν, ὅσῳ μείζων ἐστὶν | 233 | |
5,2234 | ἡ δύναμις τῆς πεπερασμένης ἡ ἄπειρος, οὕτως ἀδύνατον ἔσται λαβεῖν, ὅσῳ ἐλάττων ὁ χρόνος τοῦ χρόνου, καθ’ ὃν ἡ ἄπειρος κίνησις κινεῖ ταὐτὸν διάστημα τοῦ καθ’ ὃν ἡ πεπερασμένη. τοίνυν ἢ οὐ κινήσει τὸ σύνολον ἡ ἄπειρός τε καὶ μείζων, ὃ κεκίνηκεν ἡ ἐλάττων, ἢ οὐκ ἐν χρόνῳ κινήσει· | |
5 | ἄμφω δὲ ἄλογα καὶ ἀδύνατα. ὅλως δὲ ἀμήχανον ἄπειρον δύναμιν ἐν πεπερασμένῳ μεγέθει· ὅπου γὰρ τοῦ μεγέθους ἔστι μείζω λαβεῖν, ἐπεὶ καὶ [τὰ] τῆς δυνάμεως. ἀρκεῖ δὲ ἄνευ πάσης ἀμφισβητήσεως ἀποδεῖξαι καὶ ἐκ τῶν διωρισμένων, ὅτι μὴ σῶμα τὸ πρῶτον κινοῦν· εἰ γὰρ ἀκίνητον ὅλως τὸ πρῶτον κινοῦν, ἀμήχανον τοῦτο σῶμα εἶναι. πᾶν γὰρ σῶμα κινοῦν καὶ | |
10 | κινεῖται· ἢ γὰρ ὠθοῦν ἢ ἕλκον ἢ δινοῦν ἢ ὀχοῦν ἢ † ῥιπτούντων ἄλλος λόγος· δοκεῖ γὰρ καὶ ἡ κατά τινα τῶν ἄλλων τρόπων, περὶ δὲ τῶν † ἠρεμούντων αὐτῶν ἔτι κινεῖσθαι ἐπὶ πολὺ τὰ βληθέντα. φέρεται γὰρ χρόνον τινὰ τὸ βέλος καὶ ἠρεμήσαντος τοῦ ἀφέντος καὶ ἀπορεῖται, πῶς κινεῖται ταῦτα καὶ ὑπὸ τίνος· οὔτε γὰρ ὑφ’ αὑτῶν (οὐ γὰρ τῶν αὐτοκινήτων ἐστίν) οὔθ’ ὑπὸ | |
15 | τοῦ βάλλοντος (ἀπέστη γὰρ ἐκεῖνος ἀφεὶς καὶ ἡσυχάζει). λέγεται μὲν οὖν, ὅτι μὴ τὸ βέλος μόνον ἐκίνησεν ὁ τοξεύων, ἀλλὰ καὶ τὸν ἀέρα τὸν πλησίον, ὃς κινεῖται ὑπὸ τοῦ ῥίψαντος αὐτὸ ἤδη τὸ ῥιφθέν. οὗτος δὲ ὁ λόγος μετα‐ τίθησι τὴν ἀπορίαν, οὐ λύει· πάλιν γὰρ ὁ ἀὴρ πῶς κινεῖται τοῦ κινοῦντος οὐχ ἁπτομένου; οὔτε ὑπ’ αὐτοῦ (οὐδὲ γὰρ ζῷον) οὔθ’ ὑπὸ τοῦ ῥίψαντος | |
20 | (πέπαυται γάρ)· ὑπὸ τίνος οὖν, εἴπερ πᾶν ὑπό τινος κινεῖται τὸ κινούμενον; ἐπεὶ καὶ ἡ λίθος οὐ τὸ πλησίον ἕλκει σιδήριον, ἀλλὰ καὶ τὸ ἐφεξῆς, οὗ μὴ ἅπτεται· ἀλλ’ ὅταν ἀπέλθῃ, πέπαυται καὶ τὸ ἐγγὺς ἅμα καὶ τὸ ἐχό‐ μενον. αἴτιον δέ, ὅτι τὸ σιδήριον ἐκεῖνο τὸ πρὸς τῇ λίθῳ οὐκ οἰκείαν ἔσχε δύναμιν τὸ ἐπισπᾶσθαι, ἀλλ’ ἐλάμβανε παρὰ τῆς λίθου, ἧς εἴπερ | |
25 | ἀφαιρεθείη, εὐθὺς συναφαιρεῖται καὶ τὴν δύναμιν. ἔδει τοίνυν καὶ τὸν ἀέρα ταὐτὸν ὑπομένειν καὶ παύεσθαι ἐπελθόντος τοῦ ῥίψαντος ἢ βάλλοντος, οὕτως δὲ εὐθὺς ἔδει καταφέρεσθαι καὶ τὸ ῥιπτούμενον· ἢ οὐ μόνον κινεῖται ὁ πλησίον ἀήρ, ἀλλὰ καὶ δύναμιν τοῦ κινεῖν λαμβάνει; καὶ ταύτην δὴ οὐχ | |
οἵαν τὸ παρὰ τῆς λίθου σιδήριον, ἀλλ’ ὥστε οἰκείαν ποιῆσαι καὶ ἑαυτοῦ, | 234 | |
5,2235 | ὥσπερ οἶμαι καὶ ὑπὸ τοῦ πυρὸς τὸ πύρινον οὐ θερμαίνεται μόνον, ἀλλὰ καὶ δύναμιν οἰκείαν τοῦ θερμαίνειν λαμβάνει καὶ ταύτην ἀεὶ δίδωσιν ἐφεξῆς καὶ τοῦτο πρόεισιν μέχρι τινός, εἶτα κατ’ ὀλίγον παύεται μειουμένης ἐν τῇ διαδοχῇ τῆς δυνάμεως τῆς ἀπὸ τοῦ πυρὸς ἐνδοθείσης. οὕτω δὲ καὶ | |
5 | τὸν ἀέρα εἴποι τις ἂν καὶ τὸ ὕδωρ ἐπαμφοτερίζοντα ταῖς δυνάμεσι καὶ μετέχοντα καὶ βαρύτητος καὶ κουφότητος, ἐφ’ ὅπερ ἂν τοῦ φέρεσθαι τὴν ἀρχὴν παρὰ τοῦ ῥίπτοντος καὶ τὸ ἐνδόσιμον λάβῃ, ἐπὶ τοῦτο λοιπὸν φέρεσθαι ἐξ αὐτῶν καὶ οἷον αὐτοκίνητα γίνεσθαι χρόνον τινὰ κινούμενά τε ἅμα καὶ κινοῦντα, κινούμενα δὲ οὐκέθ’ ὑπὸ τοῦ βάλλοντος, ἀλλ’ ὑπὸ τῆς | |
10 | οἰκείας δυνάμεως, ἧς τὸ ἐνδόσιμον παρὰ τοῦ ῥίψαντος ἔσχεν, ὥσπερ καὶ τὸ ὕδωρ ὑπὸ τοῦ πυρὸς θερμανθὲν καὶ ἀπελθόντος τοῦ πυρὸς οὐκ αὐτὸ μόνον θερμόν ἐστιν, ἀλλὰ καὶ τοῦ θερμαίνειν ἐπὶ πολὺ φυλάττει τὴν δύναμιν. οὕτως γὰρ ἄμεινον λέγειν ἢ τὴν ἀντιπερίστασιν αἰτιᾶσθαι, ἣ γίνεται μὲν ἐξ ἀνάγκης παρὰ τῶν ῥιπτομένων· ἀντιμεθίσταται γὰρ ὁ ἀήρ· οὐ μὴν | |
15 | διὰ ταύτην ἡ κίνησις· καὶ γὰρ βαδιζόντων ἀντιπερίστασις, ἀλλ’ οὐ διὰ τοῦτο βαδίζομεν ἁπλῆ τέ ἐστι μετάστασις καὶ μεταχώρησις τῶν τόπων. δραστικὸν δὲ οὐδὲν οὔτε κινητικὸν ἡ ἀντιπερίστασις ἔχει· οὔτε γὰρ στενο‐ χωρεῖται ἀντιμεθιστάμενος ἀήρ, ὥστε βιάζεσθαι καὶ προσωθεῖν· οὐδὲ γὰρ γίνεται πλείων ἔτι κατὰ τὴν ἀντιπερίστασιν ἅμα τε γὰρ τὸ ῥιφθὲν ἀπω‐ | |
20 | θεῖται ὑπὸ τοῦ ῥίψαντος εἰς τὸ πρόσθεν καὶ ἀντιπεριίσταται ὁ ἀὴρ εἰς τὸ ὄπισθεν. τί οὖν αἴτιον τῆς μετὰ ταῦτα προόδου; φανερὸν δέ, ὅτι μηδὲ συνεχὴς ἡ τοιαύτη κίνησις· οὐδὲ γὰρ ἓν τὸ κινοῦν, ἀλλ’ ἐχόμενα ἀλλήλων, ἀλλ’ οὐδ’ ὁμαλής· οὐ γὰρ ὁμοίως φέρεται, ἐγγύς τε καὶ πόρρω τῆς ἀρχῆς. εἰ τοίνυν ὡς ἐπὶ τῶν ῥιπτουμένων τὴν κίνησίν τις λέγει γίνεσθαι εἴτε ὡς | |
25 | ἐπὶ τῶν ὠθούντων τε καὶ ἑλκόντων, οὐ συνεχὴς οὐδ’ ὁμαλὴς οὕτω γινο‐ μένη κίνησις· ἐπὶ μὲν τῶν ῥιπτουμένων, ὅτι ἄλλο καὶ ἄλλο τὸ κινοῦν, ἐπὶ δὲ τῶν ὠθούντων τε καὶ ἑλκόντων, ὅτι εἰ καὶ ἓν τὸ κινοῦν, ἀλλὰ καθ’ ἑκάστην ὦσιν ἢ ἕλξιν ἀρχή τις γίνεται ἀναπαυομένου τοῦ ἕλκοντος καὶ ὠθοῦντος· οὐ γὰρ ἄπονον τὸ οὕτως κινοῦν. δῆλον οὖν ὅτι ἀμερὲς τὸ | |
30 | πρῶτον κινοῦν, εἴπερ μὴ τῷ κινεῖσθαι κινεῖ μηδὲ συμβάλλει, ἀλλ’ ἀεί τε δύναται κινεῖν (ἄπονον γὰρ τὸ οὕτως κινεῖν) καὶ ὁμαλὴς αὕτη κίνησις μόνη. | |
οὐ γὰρ ἔχει μεταβολὴν τὸ κινοῦν οὐδεμίαν, δεῖ δὲ οὔτε τὸ κινούμενον πρὸς | 235 | |
5,2236 | ἐκεῖνο ἔχειν μεταβολήν, ἵνα ὁμοία ἡ κίνησις ᾖ. ἀνάγκη δὲ ἢ ἐν μέσῳ ἢ ἐν κύκλῳ εἶναι· τοιαῦται γὰρ αἱ ἀρχαί, ἀλλὰ τάχιστα κινεῖται τὰ ἐγγύτατα τοῦ κινοῦντος, τοιαύτη δὲ ἡ τοῦ ὅλου κίνησις· ἐκεῖ ἄρα τὸ | |
κινοῦν. | 236 |