TLG 2001 037 :: THEMISTIUS :: Περὶ φρονήσεως (fragmentum) THEMISTIUS Phil.
Rhet. Περὶ φρονήσεως (fragmentum) Citation: Dindorf page — section — (line) | ||
t1 | FRAGMENTUM ΠΕΡΙ ΦΡΟΝΗΣΕΩΣ | |
299d | ******** φρονοῦσα ὑπὲρ ὧν λέγει, καὶ οὐδεμίαν ὑπόθεσιν ποιου‐ μένη, ἣν οὐ μᾶλλον γινώσκει τῶν ἐφεξῆς· ἀλλὰ καὶ ἃς ἐκεῖναι δι’ ἀδυναμίαν ἀπίστους ἐῶσι, κινοῦσα καὶ | |
5 | περικρούουσα ἐκκαθαίρει καὶ βεβαιοῦται. εὖ οὖν λέγεται ἐπιστήμη εἶναι ἐπιστημῶν, ὅτι τὰ πείσματα αὐτῶν | |
---|---|---|
300a | ἐνθένδε ἐξῆπται καὶ ὅτι ἀρχιτέκτων οὖσα αὐταῖς ἐπι‐ στατεῖ καὶ ὑφηγεῖται ᾗ μετιέναι χρὴ ἕκαστον τῶν προ‐ βλημάτων, οὐχ ὅτι αὐτὴ προὔργου ποιεῖται ἐνδιαιτᾶ‐ | |
σθαι ταῖς γωνίαις οὐδὲ ἐντετηκέναι τοῖς ἀριθμοῖς. πρὸς | 4 | |
5 | δὲ δὴ τὰς τέχνας καὶ βασιλικωτέρα αὐτῆς ἡ ἐπιτροπεία τε καὶ ἐξουσία, καὶ βούλεται οἷον ὑψόθεν ὁρῶσα χαμαὶ ἐρχομένας γνωματεύειν ἑκάστην καὶ ἐξετάζειν εἴτε ὠφέ‐ λιμος ὀρθῇ πολιτείᾳ εἴτε βλαβερὰ καὶ ἀκροσφαλής, καὶ ἥντινα μὲν ὅλην παραδεκτέον ὡς ὑγιῆ, ἥντινα δὲ αὖ | |
10 | παντάπασιν ἐξοριστέον ὡς αἶσχος πόλεως ἐν τοῖς ἀρρω‐ | |
300b | στήμασι. τῷ γὰρ ὄντι ἅπασα τέχνη τὰ μὲν ὑφ’ ἑαυτῇ τεταγμένα χειρουργεῖν ἱκανὴ καὶ πᾶσι σκευάζειν τοῖς δεομένοις, ἑαυτὴν δὲ οὐχ οἵα τε ἐξετάζειν ἄχρι τοῦ ὠφέλιμος ἢ ἐπιβλαβής. ἀλλὰ καὶ τοῦτο τῶν τεχνῶν | |
5 | πονηρὸν καὶ ἐνδεές, ὅτι ὁμοίως μὲν ἀγαθοῖς, ὁμοίως δὲ φαύλοις ὑπηρετοῦσι τὰ σφέτερα ἔργα· καὶ οὔτε ὁ μαχαιροποιὸς δοκιμάζειν ἔχει εἰ ἀνδροφόνῳ τὴν μάχαι‐ ραν ἀποδώσεται οὔτε ὁ ναυπηγὸς εἰ ἅρπαγι ναυπηγή‐ σεται, ὥσπερ τῷ Πάριδι Ἁρμονίδης, οὔτε ὁ κυβερνήτης | |
10 | εἰ σώζει ἐν τῷ πλῷ ὃν καὶ βαπτίσαι ἄμεινον ἦν. εἰ δὲ | |
300c | καὶ φρόνησις καὶ σοφία τὰ ἔργα αὐτῶν ἀπευθύνοι καὶ διατάττοι, καὶ τοῦτο αὐτῶν τὸ ἔλλειμμα ἐξιάσεται καὶ οὐ συγχωρήσει ὥσπερ τυφλοῖς προτείνειν τὰ δημιουργή‐ ματα τοῖς ἀπαντῶσι. τοῦτ’ οὖν ἐστιν ὃ λέγει ὁ λόγος, | |
5 | ἐπιστήμην εἶναι ἐπιστημῶν καὶ τέχνην τεχνῶν, ὅτι τῶν | |
μὲν τὰς ἀρχὰς βεβαιοῦται, τῶν δὲ ἐξετάζει τὴν χρείαν. | 5 |